TLG 0644 004 :: ARISTOPHANES :: Paroemiae (fragmenta) ARISTOPHANES Gramm. Paroemiae (fragmenta) frr. 1–13 Citation: Fragment — (line) | ||
1-5t | Μετρικαὶ παροιμίαι. | |
1 | Suid.: Δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδονίπτραν. Ἀριστοφάνης. ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγ‐ μασι κεχρημένων. | |
2 | Schol. Soph. Ai. 745: Εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. Εἰς παροιμίαν ὁ στίχος παρῆκται, | |
ἣν καὶ Ἀριστοφάνης ἀναγράφει. | 236 | |
3 | Zenob. VI, 40: Χάραξ τὴν ἄμπελον. παροιμία, ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον ἀπατηθῇ. ἀναγράφει δὲ αὐτὴν κακῶς Ἀριστοφάνης· Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον. | |
4 | Harpocr. p. 85, 14: Ἔργα νέων. τοῦτο καὶ Ὑπε‐ ρίδης ἐν τῷ κατ’ Αὐτοκλέους Ἡσιόδου φησὶν εἶναι. παροιμία τίς ἐστιν, ἣν ἀνέγραψε καὶ Ἀριστοφάνης ὁ γραμματικὸς οὕ‐ τως ἔχουσαν· Ἔργα νέων, βουλαὶ δὲ μέσων, εὐχαὶ δὲ | |
5 | γερόντων. | |
---|---|---|
5 | Hesych. T. II. p. 816: Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσθ’ ὁ πλοῦς. Ἀριστοφάνης. ἐπεὶ δοκεῖ τοῖς ἐς Κόρινθον εἰςπλέουσι ξένοις χαλεπή τις ἡ πόλις εἶναι διὰ τὴν τῶν ἑταιρῶν γοητείαν. [ἐσπούδαζον γὰρ περὶ τοῦτο οἱ Κο‐ | |
5 | ρίνθιοι καὶ ῥᾳθύμως διὰ τοῦτο διῆγον.] | 237 |
6-13t | Ἄμετροι παροιμίαι. | |
6 | Zenob. I, 52: Ἀκεσίας ἰάσατο· ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. ὅλην δὲ Ἀριστοφάνης ἐν τετάρτῳ ἀμέτρων ἐκφέρει, λέγων· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. Ἀκε‐ σίας γάρ τις ἐγένετο ἰατρὸς ἀφυὴς ὃς τὸν πόδα τινὸς ἀλγοῦν‐ | |
5 | τος κακῶς ἐθεράπευσεν. Cf. Diogenian. II, 3. Apostol. II, 23. Arsen. p. 35: Ἀκεσίας ἰάσατο. ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμέ‐ | |
νων. καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατο. | 238 | |
7 | Zenob. I, 54: Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος· ἐπὶ τῶν ἀπειθούντων—ἢ ἐπὶ τοῦ πολλὰ ἰδόντος καὶ πολλὰ ἀκούσαντος, ὡς Ἀριστοφάνης φησίν. | |
8 | Zenob. III, 63: Ἐν ὅλμῳ εὐνάσω. οἱ μὲν Ὅλ‐ μον μάντιν φασίν· οἱ δὲ τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι, ὅθεν καὶ παροιμίαν γενέσθαι. καὶ Ἀριστοφάνης ὁ γραμματικός φησιν, ὡς οἱ ἐν ὅλμῳ κοιμηθέντες μαντικοί, καὶ | |
5 | τοὺς τρίποδας τοῦ Ἀπόλλωνος ὅλμους καλεῖσθαι, καὶ Ἀπόλ‐ λων ὑπὸ Σοφοκλέους ἔνολμος. | |
9 | Schol. Ar. Av. 1463: λέγεταί τις Κερκυραία μά‐ στιξ. Φρύνιχος Σατύροις· „Κερκυραῖαι δ’ οὐδὲν ἐπιβάλλουσι μάστιγες.“ ὥστε καὶ εἰς παροιμίαν ἤδη ἐλθεῖν. Ἀριστοφάνης δὲ τὸ Κερκυραία μάστιξ λέγων φησὶν οὕτως· „διὸ καὶ | |
5 | τὰς κώπας αὐτῶν ἐλεφαντίνας ἐποιήσαντο καὶ τῷ μεγέθει περιττάς. ὅθεν καὶ ἡ Κερκυραία ἐπεπόλασε μάστιξ καὶ εἰς | |
παροιμίαν ἦλθε.“ | 239 | |
10 | Photius p. 237, 12. et Suid.: Λύσιοι τελε‐ ταί, αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳκῶν καὶ φυγόντες ἐς Τροφωνίου, κατ’ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξὶν ἔλυσαν | |
5 | ἀλλήλους, καὶ Διονύσου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός. ὡς Ἀριστοφάνης δὲ διὰ τὸ λυτρώσασθαι Θηβαίους παρὰ Ναξίων ἄμπελον. | |
11 | Hesych. T. II. p. 955: Πηλέως μάχαιρα. παροι‐ μία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγράφει οὕτω· Μέγα φρονεῖ μᾶλλον ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ. ἐδόκει γὰρ | |
σωφροσύνης γέρας εἰληφέναι. | 240 | |
12 | Schol. Ar. Av. 1292: Πέρδιξ ὄνομα καπήλου. χωλὸς δὲ ἦν οὗτος. —ἀπὸ τούτου δέ φασι τὴν παροιμίαν Πέρδικος σκέλος, ἧς καὶ Ἀριστοφάνης ἐν ταῖς ἀμέτροις παροιμίαις μνημονεύει. | |
13 | Etym. M. p. 736, 23: Συρβηνός ὁ ταραχώδης, ἀπὸ τῶν αὐλούντων μετὰ θορύβου. —καὶ συρβηνέων χορός, ὁ τεταραγμένος καὶ συώδης· ἀπὸ τοῦ τοῖς κυσὶν ἐπι‐ φωνουμένου συρβάβυττα τὸν τάραχον· καὶ σύρβη, ὡς Ἀρι‐ | |
5 | στοφάνης ὁ γραμματικός. | 241 |