TLG 0644 003 :: ARISTOPHANES :: Fragmenta ARISTOPHANES Gramm. Fragmenta
Citation: Fragment — (line) | ||
1-5t | Περὶ ὀνομασίας ἡλικιῶν. | 87 |
1 | Ammon. p. 35. sq. sive Etym. Gud. p. 124. (cf. | |
1 | Eust. Od. p. 1788, 52.): Γέρων καὶ πρεσβύτης καὶ προβεβη‐ κώς διαφέρει. Ἀλεξίων δηλοῖ ἐν ἐπιτομῇ τῶν Διδύμου Συμ‐ μίκτων, λέγων οὕτως· Ἐκ τῶν Ἀριστοφάνους περὶ ἀνθρώπου γενέσεως καὶ αὐξήσεως ἄχρι γήρως· Βρέφος μὲν γάρ ἐστι | |
---|---|---|
5 | τὸ γεννηθὲν εὐθέως· παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τιθηνοῦ· παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμε‐ νον· παιδίσκος δ’ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ· παῖς δ’ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἐχομένην ταύτης ἡλικίαν οἱ μὲν πάλλακα, οἱ δὲ βούπαιδα, οἱ δὲ | |
10 | ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν· ὁ δὲ μετὰ ταῦτα ἔφηβος· ἐν δὲ Κυρήνῃ τοὺς ἐφήβους τριακαδίους κα‐ λοῦσιν· ἐν δὲ Κρήτῃ ἀποδρόμους, διὰ τὸ μηδέπω τῶν κοι‐ νῶν δρόμων μετέχειν. ὁ δὲ μετὰ ταῦτα μειράκιον ἢ μεῖ‐ ραξ, εἶτα νεανίσκος, εἶτα νεανίας, εἶτα ἀνὴρ μέσος, | |
15 | εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, γέρων, εἶτα | |
πρεσβύτης, εἶτα ἐσχατόγηρως. | 88 | |
2 | Eust. Od. p. 1404. extr.: Τὰ τέλεια ἐπὶ πλεί‐ στων γενῶν καὶ κατηρτυκότα λειπογνώμονα καλεῖται διὰ | |
τὸ μηκέτι ἔχειν ὀδόντας τοὺς γνώμονας καλουμένους, οἷς ἐπιγινώσκουσιν οἱ ἔμπειροι τοὺς πρωτοβόλους· ὁ δὲ τοῦτο | 99 | |
5 | γράψας Ἀριστοφάνης λέγει καὶ Ἀττικήν τινα δωδεκῇδα θύεσθαι λεγομένην λειπογνώμονα, οἷον τελείαν. καὶ ὅτι ἔνιοι τὸν ῥηθέντα ὀδόντα οὐ γνώμονα καλοῦσιν ἀλλὰ γνῶ‐ μα, οἷον· „νέα δ’ ἔτ’ ἐστίν· οὐχ ὁρᾷς; καὶ γνῶμ’ ἔχει“. καὶ | |
πάλιν· „(τὸ) γνῶμα γοῦν βέβληκεν ὡς οὖς’ ἑπτέτησ“. | 100 | |
3 | Τῶν συῶν οἱ μὲν τέλειοι καὶ ἐνόρχαι κάπροι· | |
οἱ δὲ πίονες αὐτῶν σίαλοι· ἡ δὲ θήλεια σῦς μόνον. Ἱπ‐ πῶναξ δὲ γρόμφιν λέγει, εἴτε καθόλου· πᾶσαν ὗν δηλῶν, εἴτε τὴν παλαιὰν τῇ ἡλικίᾳ. τὰ δὲ νέα, δέλφακες μὲν τὰ | 101 | |
5 | πεπηγότα πως ἤδη τοῖς σώμασι, τὰ δὲ ἔτι ἁπαλὰ καὶ ἔνικμα | |
χοῖροι. | 102 | |
4 | Eust. Od. p. 1625, 33: Ἰστέον δὲ ὅτι ἐν τῷ πε‐ ρὶ ὀνομασίας ἡλικιῶν γράφει ὁ γραμματικὸς Ἀριστοφάνης τοι‐ αῦτα χρήσιμα εἰς τὰ προκείμενα. „Τῶν αἰγῶν οἱ μὲν τέ‐ λειοι τράγοι καὶ ἴξαλοι, ἡ δὲ ἐχομένη ἡλικία χίμαροι, | |
5 | τὰ δὲ νεώτατα ἔριφοι. ὁ δὲ ποιητὴς ἐν Ὀδυσσείᾳ τὰ τέλεια μὲν προγόνους καλεῖ, τὰ δὲ μετὰ ταῦτα μετάσσας, τὰ δὲ ἔτι νεώτερα ἕρσας. καὶ ἐσσῆνες δὲ καλοῦνται ἡλικία τις, καὶ πρητῆνες καὶ ἐπιπρητῆνες· ὅθεν καὶ παροιμία, Αἰγὸς ἐπιπρητῆνος ἐρυθροῦ πήρη ἀρίστη. | |
10 | Ἰωνικοὶ δέ τινες καὶ ἀττήγους καλοῦσιν ἡλικίαν τινὰ τῶν ἀρρένων.“ Εἶτα εἰπὼν περὶ ἰονθάδος Ὁμηρικοῦ τοῦ ἐν τοῖς ἑξῆς, ὅτι ἐφ’ ἡλικίας τινὸς καὶ μεγέθους αὐτό φησιν ὁ ποιητής, ἐπάγει ὅτι „Τῶν δὲ προβάτων τὰ μὲν τέλεια ὄιες καὶ κριοί καὶ ἀρνειοί, τὰ δὲ νέα ἄρνες καὶ ἀμνοί· ἔνι‐ | |
15 | οι δέ, φησί, καὶ φαγίλους καλοῦσιν.“ Ἐπὶ δὲ τούτοις σποράδην παραδίδωσιν, ὅτι τε τὸ ἐξ ἵππου πατρὸς καὶ ὄνου μητρὸς γεννηθὲν γίννος ἐκαλεῖτο [ἀγεννὴς ὢν τὸ μέγεθος], καὶ ὅτι πολλάκις τοὺς ὄνους κάνθωνας καὶ κανθηλίους καλοῦσιν. „Ἀστράβαι δέ, φησίν, οἱ καταμόνας σωματη‐ | |
20 | γοῦντες ἡμίονοι, καὶ ἀστραβηλάται οἱ αὐτοὺς ἐλαύνοντες· ὑποζυγίαι δὲ οἱ ὑφ’ ἁμάξαις ζευγνύμενοι. Βοῶν δέ, φησί, ταῦροι μὲν οἱ τέλειοι καὶ ἐνόρχαι, ὧν οἱ χαλεπώτατοι καὶ δι’ ἀκμὴν μονάζοντες ἀτιμαγέλαι καλοῦνται· αἱ δὲ θή‐ λειαι βόες μόνον, τὰ δὲ νέα δαμάλαι καὶ δαμάλιες καὶ | |
25 | μόσχοι καὶ πόριες καὶ πόρτιες καὶ πόρτακες“ Λέ‐ γει δὲ καὶ ὅτι κατὰ τὴν δάμαλιν Σοφοκλῆς ἔφη γηγενῆ βού‐ βαλιν, καὶ Αἰσχύλος· λεοντοχόρταν βούβαλιν νεαίρετον. καὶ ὅτι αἶγες καὶ ὄιες θήλειαι κέρατα πολλάκις ἔχουσαι κερά‐ | |
δες καλοῦνται. | 104 | |
5 | Aelian. N. A. VII, 47: Τῶν ἀγρίων ζώων τὰ ἔκγονα τὰ νέα διαφόρως ὀνομάζεται· καὶ τά γε πλείω διπλῆν τὴν ἐπωνυμίαν ἔχει. Λεόντων γοῦν σκύμνοι καὶ λεοντιδεῖς ὀνομάζονται, ὡς Ἀριστοφάνης ὁ Βυζάντιος μαρτυρεῖ. Παρ‐ | |
5 | δάλεων δὲ σκύμνοι τε καὶ ** ἄρκηλοι· εἰσὶ δὲ οἵ φασι γέ‐ νος ἕτερον τῶν παρδάλεων τοὺς ἀρκήλους εἶναι. Θώων δὲ μόνοι σκύμνοι φιλοῦσι καλεῖσθαι, καὶ τίγρεων ὁμοίως, καὶ μυρμήκων δὲ καὶ πανθήρων. Ἔοικε δὲ καὶ τὰ τῶν λυγγῶν ἔκγονα ὁμοίως ὀνομάζεσθαι· ἐν γοῦν τοῖς Λάσου λεγομένοις διθυ‐ | |
10 | ράμβοις οὕτως εὑρίσκεται σκύμνος εἰρημένον τὸ βρέφος τὸ τῆς λυγγός. Πιθήκων δὲ ἀκούομεν σκύμνους τε καὶ πιθη‐ κιδεῖς τοὺς αὐτούς· βουβαλίδων δὲ πώλους· εἰ δὲ καὶ ὀρύγων, οὐκ ἂν θαυμάσαιμι, ὁ αὐτὸς Ἀριστοφάνης φησίν. | |
Κυνῶν δὲ καὶ λύκων σκύλακες καλοῖντ’ ἄν, ἦ δ’ ὅς· ἤδη | 111 | |
15 | δὲ καὶ λυκιδεῖς καλοῦνται οἱ τῶν λύκων· ὁ δὲ τέλειος καὶ μέγιστος καλοῖτο ἂν μονόλυκος. Τῶν μὲν δὴ λαγῶν λα‐ γιδεῖς· ὁ δὲ τέλειος, καὶ πτῶκα αὐτὸν φιλοῦσιν ὀνομάζειν οἱ ποιηταί, Λακεδαιμόνιοι δὲ ταχίναν. Ἀλωπέκων δὲ τὰ ἔκγονα ἀλωπεκιδεῖς κέκληνται· αὐτὴ δὲ ἡ μήτηρ καὶ κερ‐ | |
20 | δώ καὶ σκαφώρη καὶ σκινδαφός. Τῶν δὲ ἀγρίων ὑῶν τὰ τέκνα μολόβρια ὀνομάζουσιν· ἀκούσαις δ’ ἂν τοῦ Ἱπ‐ πώνακτος καὶ αὐτὸν τὸν ὗν μολοβρίτην που λέγοντος· κα‐ λοῦνται δὲ καὶ τῶν ὑῶν μονιοί τινες. Τάς γε μὴν δορκά‐ δας καὶ ζόρκας καὶ πρόκας εἰώθασιν ὀνομάζειν. Τῶν δὲ | |
25 | ὑστρίχων καὶ τῶν τοιούτων ἀγρίων τὰ ἔκγονα ὄβρια καλεῖται· καὶ μέμνηται Εὐριπίδης ἐν Πελιάσι τοῦ ὀνόματος, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι καὶ Δικτυουλκοῖς. Τὰ δὲ ἔτι ἐν τῇ γαστρὶ ἔμβρυα καλοῦσι· τὰ δὲ τῶν ὀρνίθων καὶ τὰ τῶν ὄφεων καὶ τῶν κροκοδείλων ἔνιοι ἔμβρυα καὶ ψακάλους | |
30 | καλοῦσιν, ὧν εἰσὶ καὶ Θετταλοί. Τὰ δὲ πρόςφατα ὀρνύφια νεοττοὺς καὶ ὀρταλίχους, ἀλεκτρυόνων τε ἀλεκτοριδεῖς λέγουσι· καὶ τόν γε πέρυσιν περυσινὸν ὀνομάζουσιν, ὡς καὶ τὸν οἶνον. Καὶ αὖ πάλιν χηνιδεῖς καὶ χηναλωπεκι‐ δεῖς καὶ τὰ τούτοις ὅμοια κατὰ τὰ αὐτὰ σχηματίζουσιν. | |
35 | Ἀχαῖος δὲ ὁ τῆς τραγῳδίας ποιητὴς τὸν νεοττὸν τῆς χελιδό‐ | |
νος μόσχον ὠνόμασεν. | 112 | |
6-12t | Περὶ συγγενικῶν ὀνομάτων. | 128 |
6 | Photius p. 318, 18: Οἰκείαν· τὰ τοιαῦτα παρεση‐ μειοῦτο Ἀριστοφάνης πρὸς τὴν οἰκείαν· ὅτι οὐ κυρίως κέχρην‐ ται τῷ ὀνόματι· οἰκείους γὰρ ἐκτίθεται ἐν τῷ περὶ συγγενι‐ κῶν τοὺς κατ’ ἐπιγαμίαν παρεςηγμένους ἔξωθεν· ὁ δὲ Μέναν‐ | |
5 | δρος ἐνίοτε ἐπὶ τῶν συγγενῶν λέγει, οὐχ ὡς ἡμεῖς ἐπὶ τῶν κατ’ ἐπιγαμίαν φίλων. [ὁ γὰρ τὴν ἐπιγαμίαν λαμβάνων ἐστὶ | |
συγγενής· οἰκεῖος δὲ ὁ συγγενής.] | 129 | |
7 | Auctor epistolae inscriptae Πρὸς Ἀλέξιον τὸν Κο‐ μνηνὸν περὶ τῆς ὁμαίμων φωνῆς ἐρωτήσαντα in Cram. An. Ox. III. (p. 192. sqq.) postquam fontes quibus usurus esset am‐ bitiose apernit (p. 193, 18.): τοῦ δὲ ὁμαίμου ἢ καὶ ὁμαίμο‐ | |
5 | νος ἀπό τε τῶν βίβλων Ἀριστοφάνους τοῦ γραμματικοῦ καὶ Σόλωνος τοῦ νομοθέτου καὶ τῶν ἄλλων σοφῶν ποιήσομαί σοι τὰς μαρτυρίας, ἵν’ ἔχοις διὰ τούτων ἀποταφρεύειν τὰς τοῦ πρωτονοταρίου ἐπεμβολάς—ac deinceps de αἷμα inepta quae‐ dam interposnit, haec profert (p. 194, 16.): Ὁ πολυμαθέστα‐ | |
10 | τος Ἀριστοφάνης, οὐχ ὁ τὰς κωμῳδίας συγγράψας, ἀλλ’ ὁ γραμματικώτατος, ἐν τῷ Συγγενικῷ περὶ διαφορᾶς τῶν ἀδελ‐ | |
φῶν διαλαμβάνων, ἐν οὐδὲ μιᾷ τούτων τέταχε τοὺς ὁμαί‐ μους, ἀλλὰ κοινὸν οἶδε τοῦτο κατηγορούμενον συγγενείας ὄνομα· τοὺς μὲν γνησίους καλεῖ ὅσοι ἐκ τῶν αὐτῶν ἔφυσαν γονέων, | 130 | |
15 | τοὺς δὲ ὁμοπατρίους ὅσοι πατέρα μὲν τὸν αὐτὸν ἔσχον, ἐκ διαφόρων δὲ μητέρων ἐγένοντο· οὓς καὶ ἀμφιμητρίους τινὲς ὀνομάζουσι· λιποῦσα τὸν σὸν ἀμφιμήτριον κάσιν, φησί που Λυκόφρων ὁ ποιητής (v. 19.). εἴπερ οὖν τοὺς ἐκ | |
20 | μιᾶς αὔλακος φύντας, ἑτέρων δὲ γεωργῶν, ὁμογαστρίους οἶδε κατονομάζειν καὶ συγγόνους μὲν κοινῷ ὀνόματι καὶ αὐταδέλ‐ φους καλεῖ τοὺς ἀδελφούς, τὴν δὲ ὅμαιμος λέξιν ἐπὶ πᾶν δια‐ τείνει τὸ γένος· καὶ καλεῖται μὲν ἂν τούτῳ τῷ λόγῳ οὐ μόνον ὁ ἀδελφὸς ὅμαιμος ἢ ὁμαίμων, —ἀλλὰ καὶ ὁ ἀνεψιὸς καὶ | |
25 | ὁ ὑιδοῦς καὶ ὁ ἀδελφιδοῦς καὶ ἵνα νομικώτερόν σοι περὶ τούτων ἐπεξέλθοιμι, οἱ ἀνιόντες καὶ οἱ κατιόντες καὶ οἱ ἐκ πλαγίου λεγόμενοι συγγενεῖς πάντες ὅμαιμοι προςαγορευ‐ | |
θήσονται. | 131 | |
8 | Eust. Il. p. 648, 53: Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀρι‐ στοφάνους τοῦ γραμματικοῦ Συγγενικοῖς εὕρηταί τις διαφορὰ τοῦ ἑκυρός καὶ πενθερός. φησὶ γὰρ ὡς πενθερὸς μὲν ὁ τῆς γυναικὸς πατὴρ τῷ νυμφίῳ καὶ πενθερὰ ἡ μήτηρ, ἑκυρὸς | |
5 | δὲ ὁ τοῦ ἀνδρὸς πατὴρ τῇ νύμφῃ καὶ ἑκυρὰ ἡ μήτηρ, οἷον τῇ Ἑλένῃ, φησίν, ὁ Πρίαμος καὶ ἡ Ἑκάβη. ἔνθα κεῖται καὶ τό, τινὲς δὲ ποιηταὶ καταφέρονται πολλάκις ἐπὶ τὸ καὶ τοὺς πενθεροὺς γαμβροὺς ὀνομάζειν. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἡ μὲν Κασάνδρα τῇ Ἑλένῃ γάλως ἐστίν, ὁ δὲ Ἕκτωρ δαήρ, | |
10 | αὐτῆς δὲ [ἤγουν τῆς Ἑλένης] ὄνομα οὐχ εὑρίσκεται· καταλεί‐ πεται δή, φησίν, ὁριστικῷ λόγῳ ἀδελφοῦ λέγεσθαι γυνή. εἰ δέ τις οἴεται νυὸν αὐτὴν καλεῖσθαι Κασάνδρας καὶ Ἕκτο‐ ρος, ἀλλ’ ὁ αὐτὸς γραμματικός φησιν, ὅτι νυὸς ὡς ἐπὶ πλεῖ‐ στον υἱοῦ γυνὴ τῷ πατρὶ καὶ τῇ μητρί, ὡς ἡ Ἑλένη, φησί, | |
15 | τῷ Πριάμῳ καὶ τῇ Ἑκάβῃ. | 133 |
9 | Eust. Il. p. 316, 10: Μήτρως μὲν εἴρηται καθ’ ὁμοιότητα τοῦ πάτρως· ὡς γὰρ παρ’ Ἡροδότῳ πάτρως ὁ ἀπὸ πατρικοῦ ἀδελφοῦ θεῖος, οὕτω νῦν ὁ ἀπὸ μητρικοῦ μή‐ τρως· οἱ δὲ μεθ’ Ὅμηρον καὶ τοὺς ἁπλῶς κατὰ πατέρα προ‐ | |
5 | γόνους οὕτω καλοῦσιν, ὡς δηλοῖ καὶ ὁ ἐν τῷ περὶ συγγενι‐ κῶν ὀνομάτων ὧδέ πως διαστείλας· Τήθη ἐστὶν ἡ τοῦ πατρὸς μήτηρ, ὡς ἡ Ἀερόπη τῷ Ὀρέστῃ, καὶ ἡ τῆς μητρὸς δὲ μήτηρ, ὡς τῷ αὐτῷ ἡ Λήδα. [ταύτας δὲ μάμμας τινές φασι καὶ μαίας.] θεῖος δέ, ὁ καὶ νέννος κατά τινας, πα‐ | |
10 | τρὸς ἀδελφός· ὁμοίως δὲ καὶ μητρὸς ἀδελφός· [καὶ οὕτω μὲν ἡ τήθη· τηθὶς δὲ ἀνάλογόν τι τῷ θείῳ· πατρὸς γὰρ ἀδελ‐ φὴ ἢ μητρός.] τούτους δὲ οἱ μὲν πατραδέλφους καὶ μη‐ | |
τραδέλφους, οἱ δὲ πάτρωας καλοῦσι καὶ μήτρωας· Πίνδαρος δὲ οὐκ ἀδελφούς, ἀλλὰ γονέας μητρὸς μάτρωας | 137 | |
15 | ἔφη· Στησίχορος δὲ πάτρωα τὸν κατὰ πατέρα πρόγονον εἶ‐ πεν, ἔνθα παρ’ αὐτῷ Ἀμφίλοχος ἔφη τὸ „πάτρωα ἐμὸν ἀντί‐ θεον Μελάμποδα“. [Μελάμπους γάρ, οὗ Ἀντιφάτης, οὗ Ὀι‐ κλῆς, οὗ Ἀμφιάραος, ὅθεν Ἀμφίλοχος· ὅρα οὖν οἷος ὁ Με‐ | |
λάμπους ἦν πάτρως τῷ Ἀμφιλόχῳ.] οὕτω πόρρωθεν. | 138 | |
10 | [Ἀδελφιδοῖ λέγονται οἱ παῖδες τῶν ἀδελφῶν, ἀνεψιοί δὲ οἱ ἐξάδελφοι· ὥστε ὁ μὲν ἀνεψιὸς πρὸς ἀνε‐ ψιὸν λέγεται, ὁ δὲ ἀδελφιδοῦς πρὸς θεῖον.] Καὶ ἀνεψια‐ δοῦς, ὥσπερ ἀδελφιδοῦς, ὁ τοῦ ἀνεψιοῦ υἱός· καὶ ἀνεψια‐ | |
5 | δῆ ὁμοίως· ἐξανέψιοι δὲ οἱ τῶν ἀνεψιῶν παῖδες, οὓς νῦν | |
λέγομεν διςεξαδέλφους. | 143 | |
11 | Ὅτι δὲ καὶ συγγενικόν ἐστιν ὄνομα ἡ νύμφη, καὶ ὅτι καὶ προβεβηκυῖάν τινα τῇ ἡλικίᾳ νύμφην ὁ ποιητὴς καλεῖ, οἷον· „δεῦρ’ ἴθι, νύμφα φίλη“, καὶ ὅτι παρώνυμος τῇ νύμφῃ ὁ νυμφίος, καὶ ὅτι ὁ παράνυμφος εἰκαιότερον οὕτω λέγε‐ | |
5 | ται, ὀρθότερον γάρ ἐστι παρανυμφίον καλεῖσθαι τὸν συναπ‐ άγοντα τῷ νυμφίῳ τὴν νύμφην ἢ πεζῇ ἢ ἐφ’ ἁμάξης ὡς παρ’ Ἀθηναίοις, ὑφ’ ὧν καὶ πάροχος καλεῖται διὰ τὸ μόνον αὐ‐ τὸς συναναβαίνειν καὶ ὀχουμένῳ τῷ νυμφίῳ παροχεῖσθαι, [καὶ ὅτι νυμφεῖον περιεκτικῷ λόγῳ ὁ τόπος ἐν ᾗ οἱ νυμφίοι,] | |
10 | καὶ ὅτι νυμφαγωγός ὁ τὴν νύμφην ἄγων ἐκ τῆς πατρικῆς οἰκίας τῷ νυμφίῳ καὶ μάλιστα ὁ τὴν κατὰ δεύτερον γάμον, καθ’ ὃν οὐ θέμις τῷ νυμφίῳ μετιέναι, ἀλλ’ ἀποστέλλεσθαι | |
φίλον, ὃς οὕτω προςονομάζεται, δηλοῦσιν οἱ παλαιοί. | 146 | |
12 | Eust. II. p. 589, 19: Κυρίως μέντοι χήρα γυνὴ ἡ μετὰ θάνατον ἀνδρὸς ἢ καὶ γάμου διάλυσιν μηδενὶ συνοι‐ κοῦσα. οὕτω δὲ χῆρος ἀνὴρ ὁ μηκέτι γυναῖκα ἔχων, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης φησί, λέγων καὶ ὡς χηρωστής ὁ | |
5 | ἀγχιστεύς. | 149 |
13-14t | Περὶ προςφωνήσεων. | |
13 | Eust. Il. p. 1118, 8: Σημείωσαι δὲ καὶ ὅτι κεῖ‐ ται καὶ ὧδε τὸ ἄττα, προςφώνησις πτώσεως κλητικῆς ἀπὸ νεωτέρου τοῦ Μενελάου πρὸς γέροντα τὸν φαινόμενον διὰ τῆς Ἀθηνᾶς Φοίνικα. φησὶ γάρ· Φοῖνιξ, ἄττα, γεραιὲ παλαιγενές. | |
5 | εἰ δὲ καὶ ἀλλαχοῦ περὶ τῆς τοιαύτης δεδήλωται λέξεως, ὅμως οὐκ ἀνένδεκτόν ἐστιν ἐνταῦθα δηλῶσαι, ὅτι ὁ γραμμα‐ τικὸς Ἀριστοφάνης γράψας, ὡς εἰσὶ προςφωνήσεις διάφοροι παιγνιωδέστεραί τινες καὶ ὑποκοριστικαί, ἐπάγει, οἷον | |
ἄππα, πάππα, μάμμα, μάμμη, μαμμία, τέττα, | 151 | |
10 | ἄττα. οὕτω δέ, φησί, καὶ πατέρας μὲν διαρρήδην τοὺς πρεσβυτέρους καλοῦσι, κἂν ὦσιν ἀλλότριοι, μητέρας δὲ τὰς πρεσβυτέρας, τὴν ἡλικίαν εἰκάζοντες, τὰς δὲ ἔτι πρεσβυτέρας μαίας καὶ τήθας. [οὕτω δὲ καὶ τὰς ταῖς ὠδινούσαις παρ‐ εστώσας πρὸς θεραπείαν μαίας καλοῦσιν, εἰ καὶ νεώτεραι | |
15 | εἶεν καὶ μὴ πρεσβύτιδες καὶ διὰ τοῦτο πολύπειροι.] ἐξ ἐναν‐ τίου δέ, φησίν, οἱ πρεσβύτεροι τοὺς νεωτέρους παῖδας καὶ τέκνα καλοῦσι, καὶ Ὅμηρος δέ, φησί, τοιαύταις προςφωνή‐ σεσιν ἀποθεραπεύων τὴν ἡλικίαν, μαῖαν τὴν πρεσβῦτιν λέγει | |
καὶ τὸν πρεσβύτην πατέρα. | 152 | |
14 | Eust. Il. p. 659, 46: Ἐν δὲ τοῖς τοῦ γραμματι‐ κοῦ Ἀριστοφάνους κεῖται καὶ ὅτι ἠθείους τοὺς ὁμοτρόπους φαμὲν τῷ τὰ αὐτὰ ἤθη ἔχειν καὶ ἐν ὁμοίοις ἤθεσι καταγε‐ γονέναι. παρ’ ἐνίοις γάρ, φησί, τὰ ἔθη ἤθη λέγεται. τινὲς δέ, | |
5 | φησί, τὴν φωνὴν ἐκ συγγενοῦς λέγουσι πρός τινα πρεσβύτερον φιλοφρόνως ἀναφέρεσθαι· ἀντισπᾷ δέ πως τὴν ἔννοιαν Εὐ‐ | |
μαῖος λέγων περὶ Ὀδυσσέως τὸ „ἀλλά μιν ἠθεῖον καλέω.“ | 159 | |
15-24t | Περὶ βλασφημιῶν. | 163 |
15 | Eust. Od. p. 1597, 28: κήλων καὶ λάγνης ἢ λάγνος διὰ τοῦ ο, καὶ οἰφόλης καὶ τιτάν καὶ μάχλος· ὧν αἱ χρήσεις παρὰ τοῖς παλαιοῖς, οἵ φασιν, ὡς κήλων μὲν πε‐ ποίηται ἀπὸ τῶν ὀχευτῶν ὄνων. Ἀρχίλοχος· ὥστ’ ὄνου Πριη‐ | |
5 | νέως κήλωνος ἐπλήμυρον. [οἰφόλης δέ, ὁ καὶ φιλοίφας, ἀπὸ τοῦ οἴφειν, ἢ οἴφεσθαι, ὅπερ ἐστὶ περαίνειν ἢ περαί‐ νεσθαι.] τιτάν δὲ ἀπὸ τοῦ τιταίνειν ἤγουν ἐντείνειν. [λά‐ γνος δὲ παρὰ τὸ λα– ἐπιτατικὸν μόριον καὶ τὸ γόνος, οἱον‐ | |
εὶ λαγόνης ὁ λίαν πολύγονος.] μάχλος δέ, [ἀφ’ οὗ καὶ ἡ | 164 | |
10 | κατὰ Πάριν μαχλοσύνη] ὁ δίυγρος ὑπὸ καταφερείας, ὅθεν, | |
φασί, καὶ Αἰσχύλος (fr. 378.) τὴν ῥεομένην ἄμπελον μάχλον ἔφη. | 165 | |
16 | Eust. Il. p. 827, 28: νῶροψ μὲν χαλκὸς ὁ ἀπο‐ στερῶν τοῦ ὁρᾶν, νῶροψ δὲ ἄλλως ἀνὴρ ὁ ἐστερημένος τοῦ ὁρᾶν. ἡ δὲ τοιαῦτα νομοθετήσασα βλασφημία καὶ τὸν ἐπαι‐ νετῶς ἀρρενωπὸν ἀρρενῶπα ἔφη παρονομάσασα ψογερῶς καὶ | |
5 | οὕτω σκώψασα τὸν ἀνδρόγυνον [καὶ ὡς εἰπεῖν ἀρρενοπίπην πρὸς ὁμοιότητα τοῦ παρθενοπίπης καὶ πυρροπίπης]. οὕτω δὲ καὶ Αἰσχύλου μάχλον, φασίν, ἄμπελον εἰπόντος τὴν ῥεομέ‐ νην, ἡ κωμῳδία μάχλον εἶπε τὸν ὑπὸ καταφερείας δίυγρον. καὶ Πανὸς δὲ λεγομένου τοῦ κατὰ κλῆσιν δαιμονίαν, ἕτεροι | |
10 | ἀπ’ ἐκείνου πᾶνά φασι τὸν καταφερῆ καὶ συνουσιαστικόν, | |
ὅθεν παρὰ Καλλιμάχῳ τὸ πᾶν (l. Πὰν) τρύπανον αἰπολικόν. | 166 | |
17 | Eust. Il. p. 862, 42: κωμικὴ λέξις ὁ νώθου‐ ρος, ἤγουν ὁ νωθὴν ἔχων τὴν οὐράν, φασίν, ἐν τῷ συγγί‐ νεσθαι. [οὕτω γὰρ ἔλεγον τὸ κατ’ ἄνδρας αἰδοῖον.] ὁ δὲ τοι‐ | |
οῦτος ἀνὴρ καὶ ἄστυτος ἐλέγετο, καθὰ καὶ οἶκος ἄστυτος | 167 | |
5 | ὁ μὴ ἔχων ἄνδρα ὃς ἔχοι ἂν λέγειν τὸ „στύομαι τριέμβολον“, ἀλλὰ μᾶλλον τὸ „Ἀστυάναξ γέγονα.“ ἡ δὲ εἰρημένη οὐρὰ καὶ ἀπομύζουριν παρήγαγε γυναῖκα τὴν αἰσχροποιόν [πα‐ ρὰ τὸ μυζᾶν ἤγουν θηλάζειν οὐράν]. εἰ δὲ καὶ πανδοσία ἡ τοιαύτη ἐλέγετο πρὸς παίγνιον τῆς Πανδώρας, καὶ βορ‐ | |
10 | βορόπη δὲ ὡς ἀκάθαρτος, παρὰ τὸν βόρβορον καὶ τὴν | |
ὀπήν, ἄλλου ταῦτα λόγου. | 168 | |
18 | Schol. Ar. Av. 1620: Μισητίαν δὲ οἱ μὲν περὶ Ἀριστοφάνη τὴν εἰς τὰ ἀφροδίσια ἀκρασίαν· καὶ τὸ „Περὶ σφυρὸν παχεῖα μισητὴ γυνή“ οὕτως ἐξηγοῦνται. μήποτε μέν‐ τοι γενικώτερόν ἐστιν ἀπληστία, ὃ καὶ νῦν ἐμφαίνεται. Re‐ | |
5 | spicit Eust. Od. p. 1650. sq.: αὐτὸ δέ γε τὸ μισεῖν κοινό‐ τερον ἐπὶ τοῦ ἐχθραίνειν τεθὲν ἡ κωμικὴ σεμνότης ἐπὶ μίξεων ἔθετο ἀσέμνων. Ἀριστοφάνης γοῦν μισητίαν ἐπὶ κατωφε‐ ρείας ἔφη ἤγουν ῥοπῆς ἀσχέτου τῆς περὶ μίξεως. ἄλλοι δὲ μισήτην βαρυτόνως πρὸς διαστολὴν τῆς ὀξυτονουμένης τὴν | |
10 | κοινὴν καὶ ῥᾳδίαν, λέγοντες καὶ χρῆσιν αὐτῆς εἶναι παρὰ Κρατίνῳ καὶ Σώφρονι. χρᾶται δὲ αὐτῇ καὶ παροιμία ἐν τῷ „Περὶ σφυρὸν παχεῖα μισήτη γυνή.“ | |
19 | Eust. Od. p. 1915, 16: ἐν δὲ τοῖς τοῦ γραμ‐ ματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· Κόλλοπα τὸ παχὺ δέρμα φασὶ λέγεσθαι καὶ τὸν τῶν ὀργάνων κόλλαβον, παρα‐ τιθέμενοι Ὅμηρον καὶ ἄλλους τινάς. ἕτεροι δὲ οὕτω καλοῦσι | 169 |
5 | τὸν περιτρέχοντα καὶ ἑταιροῦντα, ὡς καὶ Εὔβουλος ἐν τῷ· Καλλίστρατος ἔστι τις· οὗτος οὖν μεγάλην πυγὴν εἶχεν, ὦ Χαριάδη, καὶ καλήν. τοῦτον καταλεκτέον ἐς τοὺς κόλλοπας, | |
τοὺς ἐκδρομάδας. | 170 | |
20 | Eust. Od. p. 1522, 54: Ἰστέον δὲ ὅτι τὸν λά‐ ρον τῇ εὐηθείᾳ ἡ ὕστερον προςοχὴ παροιμιακῶς ἀποκλη‐ ροῖ· ὅθεν καὶ λάρους τοὺς εὐήθεις φαμέν. οὕτω δὲ καὶ κέπφους, ἀπὸ κούφου, ὥς φασιν οἱ παλαιοί, ὀρνιθαρίου | |
5 | καὶ εὐμεταχειρίστου, καθὰ καὶ παρὰ τῷ κωμικῷ ἔστιν εὑρεῖν. καὶ ὦτοι δὲ οἱ αὐτοί, ἀπὸ ὀρνέου μιμηλοῦ καὶ εὐεξαπατή‐ του, ὡς ἀλλαχοῦ σαφῶς δηλοῦται. διὸ καὶ ἡ κωμῳδία σκώ‐ πτουσα τοὺς Ἀθηναίους, ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων, ἔφη, | |
λοιδοροῦσα ἐκείνους ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν. | 171 | |
21 | Fragm. Paris. §. 21: Ἄγγαρος· ὁ ἐκ διαδο‐ χῆς γραμματοφόρος, ὡς Ἡρόδοτος ἐν ὀγδόῳ. καὶ οἱ εὐτελεῖς δὲ καὶ ἄφρονες οὕτως ὠνομάζοντο, ὡς Μένανδρος. | |
22 | Eust. Od. p. 1761, 22: Δῆλον δὲ ὅτι τε λέμ‐ φος [διὰ τοῦ φ, οὐ μὴν διὰ τοῦ βῆτα] ἡ πεπηγυῖα μύξα κατὰ τοὺς παλαιούς [ἐκ τῶν μυκτήρων]· ὅθεν καὶ λέμφος ὁ εὐήθης, ἐπειδή, φασίν, εἰς μωρίαν διέσκωπτον τοὺς ῥεομέ‐ | |
5 | νους ἐκ τῶν μυκτήρων, ὅθεν καὶ ἀπομύξαι τὸ ἐξαπατῆσαι, καὶ ὅτι καὶ τὰ μυξώδη κρέα λέμφοι ἐκαλοῦντο, καὶ ὅτι ὥςπερ ὁ λέμφος ὁ προςεχῶς ῥηθεὶς καινὴ καὶ ἀσυνήθης λέξις ἐστίν, | |
οὕτω καὶ ὁ παρὰ τῷ κωμικῷ Κρατίνῳ σάννας. αὐτὸς (l. οὗτος) μέντοι οὐ τὸν εὐήθη ἁπλῶς δηλοῖ, ἀλλὰ τὸν μωρόν | 172 | |
10 | [ὃν ἴσως ἡ κοινὴ γλῶσσα τζαννὸν λαλεῖ. δόξοι δ’ ἂν εἰλῆφθαι ἡ λέξις ἀπὸ τῶν Ἀσιανῶν Σάννων, οὓς οἱ ἰδιῶται Τζάννους καλοῦσι, βαρβαρικοὺς ὄντας καὶ ὡς εἰκὸς εὐήθεις δι’ ἀπαιδευ‐ σίαν]. ὁ δὲ τὸν σάνναν τοῦτον παρασημηνάμενος Ἀριστοφά‐ νης ὁ γραμματικὸς καὶ ἄλλας ἐκτίθεται καινοφώνους λέξεις, | |
15 | οἷον ἄσιλλαν κτλ. (vide fr. XLIII. sqq.) | 173 |
23 | Eust. Il. p. 725, 29: Τοιαῦτα δὲ καὶ ἅπερ τῶν τις παλαιῶν ἔθετο παραδείγματα βλασφημιῶν τῶν ἀπὸ ἀριθμοῦ· οἷον τριςεξώλης ὁ πάνυ ἐξώλης, καὶ τριπέδων ὁ πολλάκις πεδηθεὶς κακοῦργος δοῦλος, ὃς καὶ πέδων πέδω‐ | |
5 | νος ἐν ἁπλότητι λέγεται, καὶ στίγων εἴτουν στιγματίας. φέ‐ ρει δὲ καὶ ἀπὸ χρήσεως τοῦ κωμικοῦ τὸ „παλίμβολος τρί‐ πρατος“ καὶ πολλάκις ἀπημπολημένος. Σοφοκλῆς δὲ τρίδου‐ λον τὸν ἐκ προγόνων δοῦλον ἔφη, Ἀνακρέων δὲ τριςκεκο‐ ρημένον τὸν πολλάκις ἐκσεσαρωμένον, Ἀρχίλοχος δὲ τρις‐ | |
10 | οιζυρὴν πόλιν ἔφη τὴν Θάσον, Ἱππῶναξ δὲ τὸν τρία ὑπερ‐ | |
αναβὰς ἀριθμὸν ἑπτάδουλον ἔφη τινά. | 175 | |
24 | Eust. Il. p. 741, 21: γράφουσιν οἱ παλαιοὶ καὶ ταῦτα· Εἰσὶ βλασφημίαι καὶ ἀπὸ ἐθνῶν καὶ πόλεων καὶ δήμων πολλαὶ ῥηματικῶς πεποιημέναι· ἐθνῶν μὲν οἷον κιλι‐ κίζειν καὶ αἰγυπτιάζειν τὸ πονηρεύεσθαι, καὶ κρητί‐ | |
5 | ζειν τὸ ψεύδεσθαι· ἐκ πόλεων δὲ οἷον λεσβιάζειν τὸ αἰσχροποιεῖν. εἶτα παραγαγόντες Φερεκράτους χρῆσιν ἐν ἰάμ‐ βῳ τὸ „Δώσει δὲ σοὶ γυναῖκας ἑπτὰ Λεσβίασ“, ἐπάγουσιν | |
ἀμοιβαῖον τὸ „Καλόν γε δῶρον, ἕπτ’ ἔχειν λαικαστρίασ“ [ὡς τοιούτων οὐσῶν τῶν Λεσβιῶν γυναικῶν]. ἐκ δήμων δὲ βλα‐ | 178 | |
10 | σφημία τὸ αἰξωνεύεσθαι ἤγουν κακολογεῖν. [Αἰξωνεῖς γὰρ δημόται Ἀττικοὶ σκωπτόμενοι ὡς κακολόγοι, καθὰ καὶ οἱ | |
Σφήττιοι ἐπὶ ἀγριότητι.] | 179 | |
25-30t | Ἀττικαὶ λέξεις. | 181 |
25 | Herod. περὶ διχρόνων in Crameri An. Ox. III. p. 291, 9: Τὰ εἰς ων λήγοντα καθαρὸν συγκριτιτὰ ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγεται· καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττι‐ | |
5 | καῖς διαλέξεσιν Ἀττικοὺς ἱστορεῖ προφέρεσθαι (ἐκτεταμένως). Eadem fere Draco p. 56: Καλλίων μακροπαραληκτεῖ· τὰ γὰρ εἰς ων λήγοντα καθαρὸν συγκριτικὰ ὁπότε παραλήγοιτο τῷ ι, ἐκτεταμένον αὐτὸ ἔχει· καλλίων, ἡδίων, βελτίων, γλυκίων, κακίων. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς διαλέξεσιν Ἀττικοὺς ἱστο‐ | |
10 | ρεῖ προφέρεσθαι ἐκτεταμένως. Cf. Regg. Prosod. Herm. §. | |
87. p. 440: Τὰ εἰς ων λήγοντα καθαρὰ συγκριτικὰ ὁπότε παραλήγονται τῷ ι, ἐκτεταμένῳ αὐτῷ παραλήγονται· καλλίων —κακίων. | 182 | |
26 | Herod. περὶ διχρόνων in Cram. An. Ox. III. p. 285: Τὰ μέντοι εἰς ιξ μονοσύλλαβα συστέλλει τὸ ι, ἔχοντα δύο σύμφωνα πρὸ τοῦ ι· στίξ, πλίξ, θρίξ· τὸ μέν‐ τοι ἴξ καὶ φρίξ ἐκτείνεται. Τὰ μέντοι εἰς ιξ λήγοντα ὑπὲρ | |
5 | μίαν συλλαβὴν πάντα συστέλλει τὸ ι· ἐπὶ μέντοι γενικῆς πῆ μὲν φυλάσσει τὸ ι συνεσταλμένον, πῆ δὲ ἐκτείνει· καί φασι τήρησίν τινα εἶναι τοιαύτην, ὡς τὰ ἔχοντα πρὸ τέλους μακρὰν ἔχει ἐν τῇ γενικῇ ἐκτεινόμενον τὸ ι· φοῖνιξ, βέμ‐ βιξ, πέμφιξ, τέττιξ, σκάνδιξ, πέρδιξ, χοῖνιξ. Πτο‐ | |
10 | λεμαῖος δὲ ὁ Ἀσκαλωνίτης φησίν, ὡς τῆς πέρδικος καὶ χοί‐ νικος γενικῆς ἡ μέση συστέλλεται, πεισθεὶς Ἀριστοφάνει τῷ γραμματικῷ καὶ τοῖς οὕτω χρησαμένοις ποιηταῖς διὰ τὸ μέ‐ | |
τρον· ἀλλὰ ταῦτα διὰ τὸ μέτρον ἐγένετο· ἔστι γὰρ αὐτὰ εὑ‐ ρεῖν ἐκτεταμένα πολλάκις. | 183 | |
27 | Athen. XIV. p. 619. B: ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ’ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ νομοθετῶν. Ἀριστοφάνης δ’ ἐν Ἀττικαῖς φησι λέξε‐ σιν· „Ἱμαῖος ᾠδὴ μυλωθρῶν· ἐν δὲ γάμοις ὑμέναιος· | |
5 | ἐν δὲ πένθεσιν ἰάλεμος· λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ἐπ’ εὐτυχεῖ μολπᾷ κατὰ τὸν Εὐριπί‐ δην.“ Descripsit haec Eust. Il. p. 1164, 8: (αἴλινος) διφο‐ ρεῖται τῇ σημασίᾳ κατὰ τὸν Ἀθήναιον, εἰπόντα ὡς ἐν γά‐ μοις μὲν ᾠδὴ ὑμέναιος, ἐν δὲ πένθεσιν ἰάλεμος, λίνος | |
10 | δὲ καὶ αἴλινος ἔν τε πένθεσι καὶ ἐπ’ εὐτυχεῖ δὲ μολπῇ κατ’ | |
Εὐριπίδην. | 184 | |
28 | Erotianus Gloss. Hipp. p. 86. 88. de no‐ mine ἄμβη disputans postquam aliorum interpretationes per‐ censuit, sic pergit: ἡμεῖς δὲ τούτους πάντας παραιτησάμενοι, Βακχείῳ συγκατατιθέμεθα, ὃς ἐν τῷ τρίτῳ φησὶν ἄμβην κα‐ | |
5 | λεῖσθαι τὴν ὀφρυώδη ἐπανάστασιν. καὶ γὰρ οἱ Ῥόδιοι ἄμβω‐ νας καλοῦσι τὰς ὀφρυώδεις τῶν ὀρῶν ἀναβάσεις. μέμνηται τῆς λέξεως καὶ Αἰσχύλος καὶ Ἀριστοφάνης ὁ γραμματικὸς ἐν ταῖς Ἀττικαῖς λέξεσι. | |
29 | Erotian. Gloss. Hippocr. p. 118: Διόπῳ· τῷ τῆς νηὸς ἐπιμελητῇ· παρὰ τὸ διοπτεύειν. Ἀττικὴ δὲ ἡ λέ‐ ξις, κειμένη καὶ παρ’ Ἀριστοφάνει ἐν Ἀττικαῖς λέξεσι, καὶ | |
παρ’ Αἰσχύλῳ ἐν Σισύφῳ καὶ Εὐριπίδῃ ἐν Ἱππολύτῳ. | 186 | |
30 | Erotian. Gloss. Hipp. p. 232: Κρησέρα λέ‐ γεται ῥάκος χονδρὸν καὶ ἀραιόν, δι’ οὗ διηθοῦσί τινα ὡς δι’ | |
ἠθμοῦ. μέμνηται καὶ Ἀριστοφάνης ἐν Ἀττικαῖς λέξεσι. | 187 | |
31-35t | Λακωνικαὶ γλῶσσαι. | |
31 | Ath. III. p. 77. A: Τὰ δὲ χειμερινὰ σῦκα Πάμ‐ φιλος καλεῖσθαί φησι κωδωναῖα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνη εἰρηκέναι ἐν Λακωνικαῖς γλώσσαις. | |
32 | Ath. III. p. 83. A. Ἀριστοφάνης δ’ ὁ γραμ‐ ματικὸς ἐν Λακωνικαῖς γλώσσαις τὰ κοκκύμηλά φησι τοὺς Λά‐ | |
κωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα. | 188 | |
33 | Hesych. I. p. 5: Ἄδδα· ἔνδεια. Λάκωνες. οὕτως Ἀριστοφάνης ἐν Γλώσσαις. | |
34 | Hesych. I. p. 748: Βούθουτον (vulgo Βού‐ θυτον). ὅ τινες ἀμέμαρον. Ἀχαιοὶ δὲ ἰσόχοιρον. Ἀριστοφάνης. Λάκωνες. | |
35 | Hesych. II. p. 1014: Πουρέακος. κρίκος σι‐ δηροῦς, τετρυπημένος καὶ ἧλον ἔχων ἐν τῷ τρυπήματι στρε‐ φόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. Πουστάκους. ὡς Ἀρι‐ | |
στοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν. | 189 | |
36-90t | *Fragmenta sedis incertae. | |
36 | Schol. Ar. Av. 1541. de nomine κωλακρέ‐ της· Ἀριστοφάνης ὁ γραμματικὸς τούτους ταμίας εἶναί φησι τοῦ δικαστικοῦ μισθοῦ. Ad supplendam Aristophanis doctri‐ nam haec subiunxit nescio quis grammaticus: Οὐ μόνον δὲ | |
5 | τούτου τὴν ἐπιμέλειαν ἐποιοῦντο, ὥς φησιν, ἀλλὰ καὶ τὰ εἰς θεοὺς ἀναλισκόμενα διὰ τούτων ἀνηλίσκετο, ὡς Ἀνδροτίων γράφει οὕτως· „Τοῖς δὲ ἰοῦσι Πυθῶδε θεωροῖς τοὺς κωλα‐ κρέτας διδόναι ἐκ τῶν ναυκληρικῶν ἐφόδων ἀργύρια, καὶ εἰς ἄλλο ὅτι ἂν δέη ἀναλῶσαι.“ | |
37 | Fragm. Paris. §. 15: Ξένοι λέγονται οἱ ἐξ ἑτέρας πόλεως εἰς ἑτέραν ἐπιδημοῦντες· ἰδίως δὲ πάλιν τινὸς ξένοι, οὓς ἐν τῇ ἰδίᾳ τις ὑπεδέξατο οἰκίᾳ καὶ συγκατέπραξε τὰ χρήσιμα. Ἰδιόξενοι δέ εἰσιν οἱ ἐκ πλείονος χρόνου, τυ‐ | |
5 | χὸν δὲ καὶ ἀπὸ πατέρων παραδοχῆς, τηροῦντες ἀλλήλοις ὁμό‐ νοιαν, κἂν τῇ οἰκήσει καὶ ταῖς πατρίσιν ἀλλήλων ἀπέχωσιν, οἳ καὶ διὰ σφραγίδων καὶ ἄλλων συμβόλων ἀλλήλοις δύνανται ὁμιλεῖν καὶ οὓς βούλονται συνιστᾶν. Πρόξενοι δὲ καλοῦν‐ ται οἱ κατὰ δόγμα πολιτικὸν προστάται πόλεων ὅλων γινόμε‐ | |
10 | νοι καὶ φροντισταί [οὓς καὶ οἱ ἀγνοοῦντες ταῖς ὄψεσι δια‐ πυνθάνονται καὶ ἐπιζητοῦσι]. Δορύξενοι δέ, ὡς εἰκός, οἱ | |
κατὰ τὸν πόλεμον ἀλλήλους φιλοποιησάμενοι. | 191 | |
38 | Fragm. Paris. §. 16: Μέτοικος δέ ἐστιν ὁπόταν τις ἀπὸ ξένης ἐλθὼν ἐνοικῇ τῇ πόλει, τέλος τελῶν εἰς ἀποτεταγμένας τινὰς χρείας τῆς πόλεως· ἕως μὲν οὖν πο‐ σῶν ἡμερῶν παρεπίδημος καλεῖται καὶ ἀτελής ἐστιν, ἐὰν | |
5 | δὲ ὑπερβῇ τὸν ὡρισμένον χρόνον, μέτοικος ἤδη γίνεται καὶ | |
ὑποτελής· παραπλησίως δὲ τούτῳ καὶ ὁ ἰσοτελής. | 193 | |
39 | Eust. Il. p. 1246, 10: Ὡς δὲ καὶ λάτρον ὁ ῥηθεὶς μισθὸς ἐλέγετο, δηλοῦσιν οἱ παλαιοί. ὅθεν καὶ λάτρις, ὡς ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται, ὁ ἐπιμί‐ σθιος. ἀλλ’ ὅμως, φησίν, ἐπὶ δούλων τέτακται. λέγει δ’ ἐκεῖ‐ | |
5 | νος καὶ ὅτι θῆτες οἳ ὄντες ἐλεύθεροι μισθοῦ ὑπουργοῦσιν [ὡς καὶ ὁ Ἀπόλλων· ὥστε ταὐτόν ἐστι κατ’ ἐκεῖνον θής καὶ μισθωτός]. θῆσσα μέντοι παρ’ αὐτῷ καινότερον ἄλλο τι δηλοῖ. θῆσσα γάρ, φησίν, ἣν πατὴρ καταλέλοιπε πένης ὤν. αὕτη δέ, φησίν, ἐπὶ τὸν πλησίον τοῦ γένους πορεύεται κατὰ | |
10 | νόμον ἀναγκάζοντα τοῦτο· καὶ ὁ μὴ αἱρούμενος γῆμαι πέντε μνᾶς ἀποτίνει, ὡς ἔταξε Σόλων. ἐν δὲ τοῖς ἐπικαινισθεῖσι νό‐ | |
μοις μετέδοξε τοῦτο ὡς μικρόν, καὶ ἐγένοντο δέκα μναῖ. | 194 | |
40 | Eust. Il. p. 566, 12: Φέρεται δ’ ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους καὶ περὶ οἰκετῶν λόγος, ὅτι οὐ μόνον οἱ κατ’ ἀγροὺς ὑπουργοὶ οὕτως ἐλέγοντο, ἀλλὰ καὶ οἱ | |
ἐν οἰκίαις ἐλεύθεροι [ὡς ἂν εἴποι τις οἰκῆται, μεταλήψει τοῦ | 195 | |
5 | η]. παράγει δὲ αὐτὸς καὶ παροιμίαν ἐξ Εὐριπίδους λέγουσαν· „ἔνδον γυναικῶν καὶ παρ’ οἰκέταις λόγος.“ | |
41 | Eust. Il. p. 1327, 22: Οἰκότριβες οἱ οἰκο‐ γενεῖς δοῦλοι, διὰ τὸ ἐγκεχρονικέναι, ὥς φησιν ὁ γραμματικὸς Ἀριστοφάνης, οἴκῳ καὶ κατατετρῖφθαι· μετενήνεκται δέ, φη‐ | |
σίν, ἀπὸ ἱματίων ἢ στρωμάτων ἤ τινων ἄλλων χρονίων σκευῶν. | 196 | |
42 | Eust. Il. p. 877, 49: Προσθετέον δ’ ἀναγκαί‐ ως ἐνταῦθα καὶ τὰ τοῦ γραμματικοῦ Ἀριστοφάνους, ἔχοντα οὕτω πως. „Αἰπόλων καὶ συβοτῶν καὶ τῶν ἄλλων γένος ὁ νομεύς· οὕτω δὲ καὶ ποιμένων, οἳ καὶ προβατεῖς καλοῦν‐ | |
5 | ται καὶ μηλάται· τὸ δὲ κατ’ αὐτοὺς πλῆθος ποίμνιον, ὅπερ Ὅμηρος πῶυ καλεῖ, μῆλα δὲ εἰ καὶ κοινότερον τὰ κατὰ τὸ πῶυ, ἀλλ’ ὁ ποιητὴς καὶ τὰς αἶγας οὕτω καλεῖ, οἷον· μῆλ’, ὄιές τε καὶ αἶγες ἰαύεσκον, καὶ πάλιν· μῆλον ἀγινεῖ, ζατρεφέων αἰγῶν ὅστις φαίνηται ἄριστος. καὶ ἡμεῖς δέ, | |
10 | φησί, μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν, τὴν δὲ τῶν προβάτων τινὲς οἰέην, ὅθεν ἡ ᾤα συνήλειπται, οἷον· Ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ᾤαν περιδεῖσθαι περὶ τὴν ὀσφῦν. δοκεῖ δέ μοι, φησίν, ὁ ποιητὴς ἐν τῷ, κειμήλιά τε πρόβασίν | |
15 | τε, καὶ τὴν τῶν ἄλλων τετραπόδων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν, οὐ μὴν μόνων τῶν κοινῶς λεγομένων προ‐ βάτων.“ εἶτά φησιν ὡς „καὶ Πίνδαρός που τὰς τοῦ Διομή‐ δους ἵππους πρόβατα καλεῖ, τὴν φάτνην αὐτῶν λέγων προ‐ βάτων τράπεζαν· οὕτω δέ που, φησί, καὶ ἐπὶ τοῦ Πηγάσου | |
20 | ποιεῖ.“ προφέρει δὲ καὶ Σιμωνίδου χρήσεις, ἐν αἷς βοῦν ἄρρενα ὁτὲ μὲν ταῦρον, ὁτὲ δὲ μᾶλον ἤγουν μῆλον, ὁτὲ δὲ πρόβα‐ τον ἐκεῖνος ὀνομάζει, καί τινα χρῆσιν ἑτέραν ταύτην· Μῆλα, βόας κεραοὺς καὶ ὄις καὶ πίονας αἶγας. „Σοφοκλῆς δέ, φησί, δόξειεν ἄν που καὶ τὰ θηρία πάντα | |
25 | μῆλα καλεῖν· τὸν γοῦν Ἀχιλλέα τραφῆναί φησιν ἐν τῷ. Πη‐ | |
λίῳ πᾶν μῆλον θηρῶντα.“ | 197 | |
43 | ἄσιλλαν, σκεῦός τι ἰχθυηρόν, οὗ χρῆσις παρὰ Σιμωνίδῃ ἐν τῷ, Πρόσθε μὲν ἀμφ’ ὠμοῖσιν ἔχων τρηχεῖαν ἄσιλλαν, Ἰχθῦς ἐξ Ἄργους ἐς Τεγέην ἔφερε. | |
44 | Προφέρει δὲ τὸ μοιχή καὶ μοιχίς ἀσυνήθη [δι’ ὧν δηλοῦται ἡ μοιχαλίς]. | |
45 | Καὶ τὸ στεγανόμιον, ὃ δηλοῖ, φησί, παρ’ ἡμῖν μὲν τὸν τόπον ἐν ᾧ ἑστιῶνται, παρ’ Ἀττικοῖς δὲ τὸν | |
μισθὸν τοῦ πανδοχείου. | 200 | |
46 | Καὶ τὸ ἐπικοκκάζειν ὕβρει, ἢ κατά τινας ἐπικηκάζειν· ὅθεν παρὰ Ἀριστοφάνει τὸ „ἀντῳδὸς ἐπι‐ | |
κοκκάστρια.“ | 201 | |
47 | Λέγει δὲ καὶ λαπίζειν παρὰ Σοφοκλεῖ τὸ συρίζειν. | |
48 | Καὶ βαυβᾶν τὸ κοιμᾶσθαι, οἷον· „ἡ δὲ προὐκαλεῖτό με βαυβᾶν μετ’ αὐτῆς.“ ὅθεν, φησί, καὶ παρὰ | |
Κρατίνῳ τὸ „λόγος τις ὑπῆλθ’ ἡμᾶς ἀμαθὴς συοβαύβαλος.“ | 202 | |
49 | Συνάπτει δὲ τούτοις ξενικὸν καὶ τὸ ἀρδαλῶ‐ σαι ἤγουν μολῦναι, προφέρων καὶ τὸ „τὴν μὲν ἄρδαν ἀπ’ ἐμοῦ σπόγγισον“· καὶ τὸ „Αἰγύπτιος θοἰμάτιον ἠρδάλωσέ μου.“ | |
50 | Παραδίδωσι δὲ καὶ ὅτι τὸ ἐσχάζοσαν παρὰ Λυ‐ κόφρονι, καὶ παρ’ ἄλλοις τὸ ἐλέγοσαν, καὶ τὸ „οἱ δὲ πλη‐ | |
σίον γενομένων φεύγοσαν“, φωνῆς Χαλκιδέων ἴδιά εἰσιν. | 203 | |
51 | Στίμμις, ἡ εἰς τὰ ὄμματα χρήσιμος, Αἰγυπτίων μέν ἐστι φωνή· κεῖται δὲ ὅμως καὶ παρὰ Ἴωνι τῷ ποιητῇ ἐν | |
τῷ „Καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον“. | 204 | |
52 | Ἔφη δὲ καὶ ὅτι ἡ μαγίς [ἀπὸ τῆς μάζης ἢ τοῦ μαστεύειν ῥηθεῖσα] παράγει τὸν μάγειρον, ὃς οὕτω, φησί, | |
λέγεται παρὰ τὸ μαγίδας αἴρειν ἤγουν προςφέρειν. | 205 | |
53 | Ἔτι λέγει καὶ δοκόν τὴν δόκησαν καὶ ὑπόληψιν, οἷον· „τῷ γ’ ἐμῷ δοκῷ“, ἤγουν τῇ ἐμῆ δοκήσει. Quae sup‐ plentur ex Eust. Od. p. 1627, 43: Ὅτι δὲ καὶ ἰσοσυλλάβως ἐκλίθη τὸ γάλα τοῦ γάλα, ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστο‐ | |
5 | φάνους (fr. LV.) κεῖται, ὅπου φησὶν ἐκεῖνος καὶ ὅτι τὴν δό‐ κησιν καὶ ὑπόληψιν δοκόν ὁ Καλλίμαχος ἔφη, γράψας· „τῷ γ’ ἐμῷ δοκῷ“, ἤγουν τῇ ἐμῇ δοκήσει. καί τις ἕτερος βάδον | |
τὴν βάδισιν. | 206 | |
54 | Καὶ ὅτι παρὰ Αἰτωλοῖς τὸ τοῖς γέρουσι γερόν‐ τοις φράζεται, οἷον· „Μιλησίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς | |
γερόντοισ“, καὶ τὸ παθήμασι παθημάτοις. | 207 | |
55 | Καὶ Πλάτων δέ, φησίν, ὁ κωμικὸς ὁ πρόςωπος εἴρηκεν ἀντὶ τοῦ πρόςωπον, καὶ ἀντὶ τοῦ γάλακτος ἢ γάλατος τοῦ γάλα ἔκλινε δισυλλάβως. Cf. Eust. Od. p. 1627, 43: Ὅτι δὲ καὶ ἰσοσυλλάβως ἐκλίθη τὸ γάλα τοῦ γάλα, ἐν τοῖς | |
5 | τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται, ac mox paucis inter‐ iectis (vide fr. LIII.), καὶ ὅτι εὕρηται καὶ ὁ πρόςωπος ἀντὶ τοῦ πρόςωπον. καὶ οὐδέν τι τούτων, φησί, πεπαιγμένον ἐστίν, | |
ἀλλὰ πάντα ἐσπούδασται. | 210 | |
56 | Εἴρηται δέ, φησί, καὶ τὸ ἀπόστηθι ἀπόστα, καθὰ δηλαδὴ καὶ τὸ κατάβηθι κατάβα παρὰ Ἀριστοφάνει. | |
57 | Καὶ οἱ ἔμετοι ἐμίαι [ὡς κοχλίαι]. Εὔπολις δέ, | |
φησίν, ἐπὶ τοῦ κακοφώνου τὸν ἐμίαν τίθησιν. | 211 | |
58 | Ἐπὶ δὲ πᾶσι λέγει ὁ αὐτὸς γραμματικὸς καὶ μόμφον παρ’ Εὐριπίδῃ τὴν μέμψιν λεχθῆναι. | |
59 | Schol. Ven. Il. Α, 567: ἀάπτους] ἐν δὲ ταῖς Ἀριστοφάνους Γλώτταις διὰ τοῦ ε ἐγέγραπτο ἀέπτους. Cf. Eust. Il. p. 150, 17: Ἀριστοφάνης δὲ ἐν ταῖς γλώσσαις, ὥς φασιν οἱ παλαιοί, ἀέπτους γράφει διὰ τοῦ ε, οἱονεὶ ἀρρήτους | |
5 | ἃς οὐ δύναταί τις εἰπεῖν, ἢ δυςπαρακολουθήτους, αἷς οὐ δύναταί τις ἕπεσθαι. Similiter Etym. Crameri A. P. IV. p. 84, 23. Adde Schol. Ν, 318: Ἀρίσταρχος ἀέπτους, ἄλλοι δὲ | |
ἀάπτους· ubi Ἀριστοφάνης pro Ἀρίσταρχος correxit Lehrsius. | 212 | |
60 | Fragm. Paris. §. 1: Ὅτι ἔστι καὶ Ἀθηναία γυνή, ὥςπερ ἀνὴρ Ἀθηναῖος. | |
61 | Schol. L. Il. Ε, 266: ποινήν· ἀπὸ τοῦ πόνου τῆς ἐπαινετῆς ἐνεργείας· ὁμοίως καὶ ἄμυνα. φησὶ γὰρ ὁ γραμ‐ ματικὸς Ἀριστοφάνης τὸ ἀμύνεσθαι οὐ μόνον σημαίνειν τὸ κακῶς παθόντα ἀντιδιατιθέναι, ἀλλὰ τίθεσθαι καὶ ἀντὶ | |
5 | ψιλοῦ τοῦ ἀμείψασθαι. φέρει γὰρ χρῆσιν ἔκ τε Ἀλκμᾶνος τὸ „οὐ γὰρ πορφύρας τόσσος κόρος ὥστ’ ἀμύνασθαι“ καὶ Θου‐ | |
κυδίδου, „ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι.“ | 213 | |
62 | Schol. Od. ο, 397: ἀνακτορίησιν· ὁ μὲν Ἀρί‐ σταρχος ταῖς δεσποτικαῖς, ὁ δὲ Ἀριστοφάνης ὧν ἕκαστος ἄρ‐ χει [ὅθεν καὶ ὁ χειρῶναξ]. Recepit Eust. Od. p. 1785, 38: ἀνακτορίας δὲ ὕας Ἀρίσταρχος μὲν τὰς δεσποτικάς φησιν, | |
5 | Ἀριστοφάνης δὲ ὧν ἕκαστος βόσκων ἀνάσσει, ὅ ἐστιν ἄρχει. | |
63 | Schol. Ar. Nub. 1150: Ἀπαιόλη] Ἀριστοφά‐ νης δὲ ὀξύνεσθαί φησι τὴν ἐσχάτην. | |
64 | Schol. Ar. Nub. 1007: ἀπραγμοσύνη δὲ | |
φυτόν, ὡς Ἀριστοφάνης ὁ γραμματικός, ἐν Ἀκαδημίᾳ φυόμενον. | 214 | |
65 | Fragm. Paris. §. 10: Καὶ γόμος, ὁ φόρτος. | |
66 | Eust. Od. p. 1455, 33: Εὐριπίδης γὰρ ἐπὶ συνετοῦ εἴρηκε τὸ δριμύ, ὡς λέγει Ἀριστοφάνης ὁ γραμ‐ ματικός. | |
67 | Eust. Od. p. 1827, 47: Καὶ γυμνασίου δέ, φα‐ σίν, ἐπιστάτης ὁ ἐπιμελητής. ἐνταῦθα δὲ μνηστέον τοῦ γραμ‐ ματικοῦ Ἀριστοφάνους, εἰπόντος οὕτω ῥητῶς· „ἐπιστάτης ἐπὶ μόνου τοῦ χυτρόποδος δοκεῖ τοῖς πολλοῖς τάττεσθαι, καὶ | |
5 | τοῦ μεταίτου, ὡς παρ’ Ὁμήρῳ. ἀγνοοῦσι δὲ ὅτι καὶ ὁ παι‐ δοτρίβης οὕτω καλεῖται. τὸ δὲ καὶ ἐπὶ τῶν ἄλλων καθηγη‐ | |
τῶν τάττειν οὔ φημι πάντως τὴν χρῆσιν δεικνύναι.“ | 215 | |
68 | Fragm. Paris. §. 17: Ζωή λέγεται καὶ ἐπὶ τῆς περιουσίας, ὡς παρ’ Ὁμήρῳ· Ἦ γάρ οἱ ζωή γ’ ἦν ἄσπετος, οὔτινι τόσση· Δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι. | |
69 | Erotian. Gl. Hipp. p. 180: Θράσσει. Βακ‐ χεῖός φησι κεντεῖ, νύττει. Ἡρακλείδης ὁ Ταραντῖνος ἐρε‐ θίζει. ἔστι δὲ ὀχλεῖ, ὡς καὶ Σοφοκλῆς ἐν Ἑλένης Ἀπαιτήσει φησί—. Θράσσειν, μαίνεσθαι, ὡς καὶ Ἀριστοφάνης ὁ | |
5 | γραμματικός. θρίσσειν δέ φασι τὸ κατὰ ψύχην ἐξίστασθαι. | 216 |
70 | Eust. Od. p. 1680, 23: Φέρεται ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους, ὅτι τὸ ἴσθι ἀντὶ τοῦ γίνωσκε οἶδεν Ὅμηρος, ἀντὶ δὲ τοῦ ὕπαρχε τὸ ἔσο τίθησιν, οἷον „Καὶ σὺ φίλος, μάλα γάρ ς’ ὁρόω καλόν τε μέγαν τε, ἄλκι‐ | |
5 | μος ἔσσο“. καὶ οὕτω μέν, φησί, παρ’ Ὁμήρῳ ἔχει καὶ οὐκ ἄλλως· Ἀττικοὶ δὲ ἅπαντες τὸ ἴσθι ἐπὶ τοῦ ὕπαρχε τάττου‐ σιν. Εὔπολις· „μὴ τρηχὺς ἴσθι“, καὶ „ὦ δαιμόνι’ ἀνδρῶν, μὴ φθονερὸν ἴσθ’ ἀνδρίον“ [ἤγουν μὴ φθονερὸς ἔσο ἄνθρω‐ πος]. Huc spectat Fragm. Paris. §. 7: καὶ ἴσθι ἀντὶ τοῦ | |
10 | ὕπαρχε. | |
71 | Eust. Od. p. 1599, 14: Ἥφαιστος—κυλλοπο‐ | |
δίων λέγεται, ὡς παθὼν ἐπικύλλωμα ἢ κατακύλλωμα· ὧν ἀμφοτέρων μνησθεὶς Ἀριστοφάνης ὁ γραμματικὸς οὐδέτε‐ ρον αὐτῶν ἀνάττικον εἶναί φησιν. | 217 | |
72 | Fragm. Paris. §. 4: Καὶ καταφαγᾶς, ὁ ἀδηφάγος. | |
73 | Fragm. Paris. §. 5: Καὶ κοκκύζειν ἐπὶ τοῦ | |
ἀλεκτρυόνος. | 218 | |
74 | Fragm. Paris. §. 11: Καὶ κοράσιον, ἡ κόρη. | |
75 | Ath. IX. p. 384. D: κρεοκάκκαβος. κρέα δ’ ἐστὶ ταῦτα συγκεκομμένα μεθ’ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. λέγειν δὲ οὕτως Ἀριστοφάνης ὁ γραμματικὸς Ἀχαιούς, ὁ Μυρτίλος ἔφη. | |
76 | Gramm. Cram. Anecd. Ox. I. p. 221. II. p. 455. Etym. M. p. 547. Gud. p. 355. Suidas: Κύρβεις· αἱ τὰς τῶν θεῶν ἑορτὰς ἔχουσαι—Ἀσκληπιάδης δὲ (ἐν τοῖς τῶν ἀξόνων ἐξηγητικοῖς) ἀπὸ Κύρβεως τοῦ τὰς θυσίας ὁρί‐ | |
5 | σαντος, ὥς φησι Φανίας ὁ Ἐρέσιος—Ἐρατοσθένης δὲ τρι‐ | |
γώνους αὐτάς φησιν εἶναι, οὐ τετραγώνους, Ἀριστοφάνης δὲ ὁμοίας αὐτὰς εἶναι τοῖς ἄξοσι, πλὴν ὅτι οἱ μὲν ἄξονες νό‐ μους, αἱ δὲ κύρβεις θυσίας ἔχουσιν. ἀμφοτέρων δὲ τὸ κατα‐ σκεύασμα τοιοῦτο· πλινθίον τι μέγα ἀνδρόμηκες, ἡρμοσμένα | 219 | |
10 | ἔχων τετράγωνα ξύλα τὰς πλευρὰς πλατείας ἔχοντα καὶ γραμ‐ μάτων πλήρεις, ἑκατέρωθεν δὲ κνώδακας, ὥστε κινεῖσθαι καὶ περιστρέφεσθαι ὑπὸ τῶν ἀναγινωσκόντων. | |
77 | Ath. XI. p. 485. D: Ἀμερίας δέ φησι τὴν οἰνοχόην λεπαστήν καλεῖσθαι· Ἀριστοφάνης δὲ καὶ Ἀπολ‐ | |
λόδωρος γένος εἶναι κύλικος. | 220 | |
78 | Phot. p. 249, 19. sive Suidas: Μασχαλί‐ σματα· Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ κεῖσθαι τὴν λέξιν ἔθος σημαίνουσαν. οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινας ὑπὲρ τοῦ (τὴν) μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια | |
5 | τούτου καὶ ὁρμαθίσαντες ἐξεκρέμασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες, καὶ μασχαλίσματα προςηγόρευσαν. ση‐ μαίνει δὲ ἡ λέξις καὶ τὰ τοῖς μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν | |
ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. | 221 | |
79 | Schol. Ap. Rh. IV, 973: Ὁ δὲ ὀρείχαλ‐ κος εἶδος μέν ἐστι χαλκοῦ, ὠνόμασται δὲ ἀπὸ Ὀρείου τινὸς εὑρετοῦ γενομένου. Ἀριστοτέλης δὲ ἐν Τελεταῖς μηδὲ ὑπάρ‐ χειν φησὶ τὸ ὄνομα, μηδὲ τὸ τούτου εἶδος. τὸν γὰρ ὀρεί‐ | |
5 | χαλκον, φησίν, ἔνιοι ὑπολαμβάνουσι λέγεσθαι μέν, μὴ εἶναι δέ· τῶν δὲ εἰκῆ διαδεδομένων καὶ τοῦτο. μνημονεύει δὲ αὐτοῦ καὶ Στησίχορος καὶ Βακχυλίδης, καὶ Ἀριστοφάνης ὁ γραμ‐ ματικὸς ἐπισημαίνεται. Οἱ δὲ ἀνδριαντοποιοῦ λέγουσιν ὄνομα, ὡς Σωκράτης καὶ Θεόπομπος ἐν λεʹ. Οὕτως οὖν ἦν ἐν τῇ κω‐ | |
10 | μικῇ λέξει τῇ συμμίκτῳ. | 222 |
80 | Schol. Κ, 334: πολιοῖο λύκοιο] λευκοῦ—· ὁ δὲ Ἀριστοφάνης τεφρώδους φησί· λέγει γὰρ μὴ εἶναι λύκον λευκόν. | |
81 | Harpocr. p. 158, 12. Phot. p. 455. Suid,: Προκώνια· Λυκοῦργος ἐν τῷ κατὰ Μενεσαίχμου. Δίδυμος δὲ προκώνια, φησί, πυροὶ μέλιτι κεχρισμένοι. Ἀριστοφάνης δὲ ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτω | |
5 | φασὶν ὀνομάζεσθαι. | |
82 | Fragm. Paris. §. 18: Σκινθαρίζειν ἐστὶ τὸ τῷ μέσῳ δακτύλῳ παίειν τινὸς τὸν μυκτῆρα· ῥαθαπυ‐ γίζειν δὲ τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν, ὣς εὕρηται | |
ἐν Ἱππεῦσιν Ἀριστοφάνους. | 223 | |
83 | Schol. Ε, 289: ταλαύρινον] Ἀρίσταρ‐ χος ψιλοῖ τὸ ρ· οὐ γάρ, φησί, σύνθετον δεῖ νοεῖν τὸν σχη‐ ματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν τὸν εὔτολμον καὶ ἰσχυ‐ | |
ρόν· ὁμοίως δὲ καὶ Ἀριστοφάνης. | 224 | |
84 | Schol. Ο, 606: τάρφεσιν ὡς βέλεσιν οἱ πλείους· καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθε‐ τικόν, ὡς ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριστοφάνης ἐκεῖνό φησιν, ὅτι ἐὰν μὲν τοῖς δάσεσιν ὡς βέλεσι, τάρφεσιν, ἐὰν | |
5 | δὲ τὸ ἐπιθετικόν, ταρφέσιν ὡς ὀξέσιν. | |
85 | Fragm. Paris. §. 2: Καὶ φέρνη, ἡ προίξ. | 225 |
86 | Erotian. Gloss. Hipp. p. 388: Φορίνης· | |
πυρίνης. φησὶν οὕτως Ἀριστοφάνης ὁ γραμματικός. | 226 | |
87 | Schol. Ψ, 104: φρένας λέγει οὐ τὸ δια‐ νοητικόν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλα‐ χοῦ· „ἔν τε φρένες ἧπαρ ἔχουσι“ καὶ πάλιν· „ἔνθ’ ἄρα τε φρένες ἔρχαται“. [ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα.] οὕτως | |
5 | Ἀριστοφάνης ὁ γραμματικός. | |
88 | Schol. γ, 244: Ἀριστοφάνης τὸ φρόνιν νῦν μὲν ἐπὶ τῆς φρονήσεως, ἐν δὲ τῷ „κατὰ δὲ φρόνιν ἤγα‐ γε“, τὴν καταφρόνησιν. | |
89 | Fragm. Paris. §. 6: Καὶ ψελλός. | 227 |
90 | Erotian. Gloss. Hipp. p. 392: Χέδροπα. τὰ ὄσπρια οὕτω καλοῦσιν οἱ Ἀττικοί. ἔνιοι δὲ διὰ τοῦ κ γρά‐ φουσι κέδροπα. Ἀριστοφάνης δὲ ὁ γραμματικὸς διὰ τοῦ χ γρά‐ φων, φησὶ χέδροπα τὰ παρ’ ἄλλοις ὄσπρια. [εἴρηται γὰρ παρὰ | |
5 | τὸ τῇ χειρὶ αὐτὰ δρέπεσθαι, ὡς καὶ Νίκανδρος ἐν Γεωργι‐ κοῖς φησι· Χειροδρόποι δ’ ἵνα φῶτες ἄνευ δρεπάνοιο λέ‐ | |
γωνται.] | 228 | |
91-101t | Fragmenta dubia. | 229 |
91 | Hesych. I. p. 6: Ἄανθα· εἶδος ἐνωτίου παρὰ Ἀλκμᾶνι ἢ Ἀριστοφάνει. | |
92 | Phot. p. 72, 21: Ἤ ποθεν· ἀμόθεν. οὕτως Ἀριστοφάνης. | |
93 | Suidas: Ἀνασηκῶσαι. ἀνταποδοῦναι ἢ ἀναλαβεῖν, ὥςπερ οἱ ἱστάντες· οἷον ἐξισῶσαι τῷ λείποντι ἢ | |
πλεονάζοντι. οὕτως Ἀριστοφάνης. | 231 | |
94 | Epim. Hom. in Cram. An. Ox. I. p. 83, 8: ἀνόπαια· ὀπή, ὀπαία καὶ ἀνόπαια, ἡ καπνοδόχη· οὕτως Ἀριστοφάνης. τοὺς γὰρ ἀρχαίους οἴκους ἐν τῇ ὀροφῇ τὰς ἀνα‐ πνοὰς ἔχειν. | |
95 | Schol. Harl. ν, 247. in Cram. A. P. III. p. 484: ἀρδμοί, ποτισμοί, ἔνθα ποτίζουσι τὰ ζῶα. ἀρδμός, ἐκτατέον τὸ α ὁμοίως τὸ ἄρδω ὁ Ἀριστοφάνης. | |
96 | Ammon. p. 24: Ἄρρωστος καὶ ἀρρωστῶν διαφέρει. ἄρρωστος μὲν γὰρ ὁ νοσῶν· ἀρρωστῶν δέ ἐστιν ὁ | |
ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις, ὡς Ἀριστοφάνης φησίν. | 232 | |
97 | Hesych. I. p. 859: Γρίσων· ὗς. Ἀριστοφά‐ νης δὲ ὄνομα δρομέως, νενικηκότος ἐν Ὀλυμπίᾳ στάδιον. Si‐ militer Etym. M. p. 241, 49: γρίσων ὁ χοῖρος· Ἀριστοφάνης δέ φησι δρομέως ὄνομα. Zon. Lex. p. 452: γρίσων ὁ χοῖρος, | |
5 | καὶ ὄνομα δρομέως παρὰ Ἀριστοφάνει. Cf. Eust. Od. p. 1926, 56: γρίσσων ὁ χοῖρος κατὰ γλῶσσαν. | |
98 | Etym. M. p. 286, 23. sive Zon. p. 571. sq.: Δρᾶμα. λέγεται δὲ δράματα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει, ὥς φησιν Ἀριστοφάνης· ἐπειδὴ ἐν ἱερῷ Ἡρακλέους δειπνοῦντες ἐγίνοντο χορός. καὶ τὰ | |
5 | ἐκ συσκευῆς δὲ καὶ κακουργίας δρώμενα κατά τινος ὑπό τι‐ νων δράματα. | |
99 | Etym. M. p. 625, 24: ὅθεν καὶ τὸ ἐνικλᾶν· τοῦτο δὲ ὁ Ἀριστοφάνης ἀντὶ τοῦ ἀντιλέγειν φησί· τὴν γὰρ ἐν πρόθεσιν ἀντὶ τῆς ἀντί εὑρίσκει, ὡς παρὰ Σοφοκλεῖ ἐν τῷ Αἴαντι, οἷον· τὸν σὸν ἐνστάτην λέγω, ἀντὶ τοῦ ἀντιστά‐ | |
5 | την. Ὦρος. | 233 |
100 | Etym. M. p. 539, 38: Κροαίνω· τὸ κτυπῶ καὶ ἠχῶ. Ἀριστοφάνης τὸ τοῖς ποσὶ σκιρτᾶν καὶ κροτεῖν. Cf. Etym. Gud. p. 348, 7: Κροαίνειν φησὶν Ἀριστοφάνης τὸ τοῖς ποσὶ κροτεῖν καὶ σκιρτᾶν. | |
101 | Erotian. Gloss. Hippocr. p. 312: Πικερίῳ· βου‐ τύρῳ. ὡς καὶ Ἀριστοφάνης ἐν τοῖς ὑπομνήμασί φησιν, ὅτι Θόας ὁ Ἰθακήσιος ἱστορεῖ παρὰ Φρυξὶ πικέριον καλεῖσθαι | |
τὸ βούτυρον. | 234 |