TLG 0644 002 :: ARISTOPHANES :: Nomina aetatum (fragmentum Parisinum)

ARISTOPHANES Gramm.
(Byzantius: 3–2 B.C.)

Nomina aetatum (fragmentum Parisinum)

Source: Nauck, A. (ed.), Aristophanis Byzantii grammatici Alexandrini fragmenta, 2nd edn. Halle: Lippert & Schmid, 1848 (repr. Hildesheim: Olms, 1963): 79–81.

Dup. partim 0644 011

Citation: Section — (line)

t

Ἐκ τῶν Ἀριστοφάνους τοῦ περὶ λέξεων διαλαβόντος.

1

Ὅτι ἐστὶν Ἀθηναία γυνή, ὥσπερ καὶ Ἀθη‐ ναῖος.

2

Καὶ φέρνη, ἡ προίξ.

3

Καὶ στεγανόμιον.

4

Καὶ καταφαγᾶς, ὁ ἀδηφάγος.

5

Καὶ κοκκύζειν ἐπὶ τοῦ ἀλεκτρυόνος.79

6

Καὶ ψελλός.

7

Καὶ ἴσθι ἀντὶ τοῦ ὕπαρχε.

8

Καὶ ἡ στίμις, οὐχὶ τὸ στίμι.

9

Καὶ παρά τισιν ὁ πρόςωπος, ἀντὶ τοῦ τὸ πρόςωπον.

10

Καὶ γόμος ὁ φόρτος.

11

Καὶ κοράσιον, ἡ κόρη.

12

Καὶ ἀνεψιαδοῦς, ὥσπερ ἀδελφιδοῦς, ὁ τοῦ ἀνεψιοῦ υἱός· καὶ ἀνεψιαδῆ ὁμοίως· ἐξανέψιοι δὲ οἱ τῶν ἀνεψιῶν παῖδες, οὓς νῦν λέγομεν διςεξαδέλφους.

13

Καὶ παράνυμφος· κυριώτερον δὲ παρα‐ νύμφιος.

14

Καὶ χῆρος παρ’ ἐνίοις, ὥσπερ χήρα.

15

Ξένοι λέγονται οἱ ἐξ ἑτέρας πόλεως εἰς ἑτέ‐ ραν ἐπιδημοῦντες· ἰδίως δὲ πάλιν τινὸς ξένοι, οὓς ἐν τῇ ἰδίᾳ τις ὑπεδέξατο οἰκίᾳ καὶ συγκατέπραξε τὰ χρήσιμα. Ἰδιό‐ ξενοι δέ εἰσιν οἱ ἐκ πλείονος χρόνου, τυχὸν δὲ καὶ ἀπὸ πα‐
5τέρων παραδοχῆς, τηροῦντες ἀλλήλοις ὁμόνοιαν, κἂν τῇ οἰ‐ κήσει καὶ ταῖς πατρίσιν ἀλλήλων ἀπέχωσιν, οἳ καὶ διὰ σφρα‐ γίδων καὶ ἄλλων συμβόλων ἀλλήλοις δύνανται ὁμιλεῖν καὶ οὓς βούλονται συνιστᾶν. Πρόξενοι δὲ καλοῦνται οἱ κατὰ δόγμα πολιτικὸν προστάται πόλεων ὅλων γινόμενοι καὶ φρον‐
10τισταί, οὓς καὶ οἱ ἀγνοοῦντες ταῖς ὄψεσι διαπυνθάνονται καὶ ἐπιζητοῦσι. Δορύξενοι δέ, ὡς εἰκός, οἱ κατὰ τὸν πόλε‐ μον ἀλλήλους φιλοποιησάμενοι.

16

Μέτοικος δέ ἐστιν ὁπόταν τις ἀπὸ ξένης ἐλθὼν ἐνοικῇ τῇ πόλει, τέλος τελῶν εἰς ἀποτεταγμένας τινὰς χρείας τῆς πόλεως· ἕως μὲν οὖν ποσῶν ἡμερῶν παρεπίδη‐ μος καλεῖται καὶ ἀτελής ἐστιν· ἐὰν δὲ ὑπερβῇ τὸν ὡρισμέ‐
5νον χρόνον, μέτοικος ἤδη γίνεται καὶ ὑποτελής· παραπλησίως δὲ τούτῳ καὶ ὁ ἰσοτελής.

17

Ζωὴ λέγεται καὶ ἐπὶ τῆς περιουσίας, ὡς παρ’ Ὁμήρῳ·
Ἦ γάρ οἱ ζωή γ’ ἦν ἄσπετος, οὔτινι τόσση·
Δώδεκ’ ἐν ἠπείρῳ ἀγέλαι.

18

Σκινθαρίζειν ἐστὶ τὸ τῷ μέσῳ δακτύλῳ
παίειν τινὸς τὸν μυκτῆρα· ῥαθαπυγίζειν δὲ τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν, ὡς εὕρηται ἐν Ἱππεῦσιν Ἀριστο‐ φάνους· τὸ λεγόμενον παρὰ τοῖς ἰδιώταις κλοτζάτον.80

19

Κήλων ὁ εἰς τὰ ἀφροδίσια ἐπιρρεπής, ἀπὸ μεταφορᾶς τῶν ὀχευτῶν ὄνων.

20

Κέπφος, ὁ εὐήθης, ἀπὸ κούφου τινὸς ὀρνι‐ θαρίου καὶ εὐμεταχειρίστου· ὡς Λυκόφρων ἐν Ἀλεξάνδρᾳ· „κέπφος ὣς ἐνήξατο.“ ὃν λέγουσιν οἱ ἰδιῶται κέφος.

21

Ἄγγαρος ὁ ἐκ διαδοχῆς γραμματοφόρος, ὡς Ἡρόδοτος ἐν ὀγδόῳ. καὶ οἱ εὐτελεῖς δὲ καὶ ἄφρονες οὕτως ὠνομάζοντο, ὡς Μέτανδρος. ἐξ αὐτοῦ τοίνυν καὶ τὸ ἀγγα‐ ρεύειν καὶ ἡ ἀγγαρεία.

22

Τρίπρατος δοῦλος, καὶ τριπέδων, καὶ
τρίδουλος.81