TLG 0641 001 :: XENOPHON :: Ephesiaca

XENOPHON Scr. Erot.
(Ephesius: A.D. 2/3)

Ephesiaca

Source: Dalmeyda, G. (ed.), Xénophon d’Éphèse. Les Éphésiaques ou le roman d’Habrocomès et d’Anthia. Paris: Les Belles Lettres, 1926 (repr. 1962): 3–77.

Citation: Book — chapter — section — (line)

1

.

1

.

1

Ἦν ἐν Ἐφέσῳ ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, Λυκομήδης ὄνομα. Τούτῳ τῷ Λυκομήδει ἐκ γυναικὸς ἐπι‐ χωρίας Θεμιστοῦς γίνεται παῖς Ἁβροκόμης, μέγα δή τι χρῆμα [ὡραιότητι σώματος ὑπερβαλλούσῃ] κάλλους οὔτε ἐν
5Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου.

1

.

1

.

2

Οὗτος ὁ Ἁβροκόμης ἀεὶ μὲν καὶ καθ’ ἡμέραν εἰς κάλλος ηὔξετο, συνήνθει δὲ αὐτῷ τοῖς τοῦ σώματος καλοῖς καὶ τὰ τῆς ψυχῆς ἀγαθά· παιδείαν τε γὰρ πᾶσαν ἐμελέτα καὶ μουσι‐
5κὴν ποικίλην ἤσκει, θήρα δὲ αὐτῷ καὶ ἱππασία καὶ ὁπλο‐ μαχία συνήθη γυμνάσματα.

1

.

1

.

3

Ἦν δὲ περισπούδαστος ἅπασιν Ἐφεσίοις, ἅμα καὶ τοῖς τὴν ἄλλην Ἀσίαν οἰκοῦσι, καὶ μεγάλας εἶχον ἐν αὐτῷ τὰς ἐλπίδας ὅτι πολίτης ἔσοιτο διαφέρων. Προσεῖχον δὲ ὡς θεῷ τῷ μειρακίῳ· καί εἰσιν
5ἤδη τινὲς οἳ καὶ προσεκύνησαν ἰδόντες καὶ προσηύξαντο.

1

.

1

.

4

Ἐφρόνει δὲ τὸ μειράκιον ἐφ’ ἑαυτῷ μεγάλα καὶ ἠγάλλετο μὲν καὶ τοῖς τῆς ψυχῆς κατορθώμασι, πολὺ δὲ μᾶλλον τῷ κάλλει τοῦ σώματος· πάντων δὲ τῶν ἄλλων, ὅσα δὴ ἐλέγετο
καλά, ὡς ἐλαττόνων κατεφρόνει καὶ οὐδὲν αὐτῷ, οὐ θέαμα,3
5οὐκ ἄκουσμα ἄξιον Ἁβροκόμου κατεφαίνετο·

1

.

1

.

5

καὶ εἴ τινα ἢ παῖδα καλὸν ἀκούσαι ἢ παρθένον εὔμορφον, κατε‐ γέλα τῶν λεγόντων ὡς οὐκ εἰδότων ὅτι εἷς καλὸς αὐτός. Ἔρωτά γε μὴν οὐδὲ ἐνόμιζεν εἶναι θεόν, ἀλλὰ πάντη ἐξέ‐
5βαλεν ὡς οὐδὲν ἡγούμενος, λέγων ὡς οὐκ ἄν ποτέ [οὔ] τις ἐρασθείη οὐδὲ ὑποταγείη τῷ θεῷ μὴ θέλων·

1

.

1

.

6

εἰ δέ που ἱερὸν ἢ ἄγαλμα Ἔρωτος εἶδε, κατεγέλα, ἀπέφαινέ τε ἑαυτὸν Ἔρωτος παντὸς καλλίονα [καὶ κάλλει σώματος καὶ δυνάμει]. Καὶ εἶχεν οὕτως· ὅπου γὰρ Ἁβροκόμης ὀφθείη,
5οὔτε ἄγαλμα καλὸν κατεφαίνετο οὔτε εἰκὼν ἐπῃνεῖτο.
5

1

.

2

.

1

Μηνιᾷ πρὸς ταῦτα ὁ Ἔρως· φιλόνεικος γὰρ ὁ θεὸς καὶ ὑπερηφάνοις ἀπαραίτητος· ἐζήτει δὲ τέχνην κατὰ τοῦ μειρακίου· καὶ γὰρ καὶ τῷ θεῷ δυσάλωτος ἐφαίνετο. Ἐξο‐ πλίσας οὖν ἑαυτὸν καὶ πᾶσαν δύναμιν ἐρωτικῶν φαρμάκων
5περιβαλόμενος ἐστράτευεν ἐφ’ Ἁβροκόμην.

1

.

2

.

2

Ἤγετο δὲ τῆς Ἀρτέμιδος ἐπιχώριος ἑορτὴ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν· στάδιοι δέ εἰσιν ἑπτά· ἔδει δὲ πομπεύειν πάσας τὰς ἐπιχωρίους παρθένους κεκοσμημένας πολυτελῶς καὶ τοὺς
5ἐφήβους, ὅσοι τὴν αὐτὴν ἡλικίαν εἶχον τῷ Ἁβροκόμῃ. Ἦν δὲ αὐτὸς περὶ τὰ ἓξ καὶ δέκα ἔτη καὶ τῶν ἐφήβων προσήπτετο καὶ ἐν τῇ πομπῇ τὰ πρῶτα ἐφέρετο.

1

.

2

.

3

Πολὺ δὲ πλῆθος ἐπὶ τὴν θέαν, πολὺ μὲν ἐγχώριον, πολὺ δὲ ξενικόν· καὶ γὰρ ἔθος ἦν ἐκείνῃ τῇ πανηγύρει καὶ νυμφίους ταῖς παρθένοις εὑρίσκεσθαι καὶ γυναῖκας τοῖς ἐφήβοις.

1

.

2

.

4

Παρῄεσαν δὲ κατὰ στίχον οἱ πομπεύοντες· πρῶτα μὲν
τὰ ἱερὰ καὶ δᾷδες καὶ κανᾶ καὶ θυμιάματα· ἐπὶ τούτοις ἵπποι καὶ κύνες καὶ σκεύη κυνηγετικὰ ὧν 〈τὰ μὲν〉 πολε‐ μικά, τὰ δὲ πλεῖστα εἰρηνικά. ** Ἑκάστη δὲ αὐτῶν οὕτως4
5ὡς πρὸς ἐραστὴν ἐκεκόσμητο.

1

.

2

.

5

Ἦρχε δὲ τῆς τῶν παρθένων τάξεως Ἀνθία, θυγάτηρ Μεγαμήδους καὶ Εὐίππης, ἐγχωρίων. Ἦν δὲ τὸ κάλλος τῆς Ἀνθίας οἷον θαυμάσαι καὶ πολὺ τὰς ἄλλας ὑπερεβάλλετο παρθένους.
5Ἔτη μὲν τεσσαρεσκαίδεκα ἐγεγόνει, ἤνθει δὲ αὐτῆς τὸ σῶμα ἐπ’ εὐμορφίᾳ, καὶ ὁ τοῦ σχήματος κόσμος πολὺς εἰς ὥραν συνεβάλλετο·

1

.

2

.

6

κόμη ξανθή, ἡ πολλὴ καθειμένη, ὀλίγη πεπλεγμένη, πρὸς τὴν τῶν ἀνέμων φορὰν κινουμένη· ὀφθαλμοὶ γοργοί, φαιδροὶ μὲν ὡς κόρης, φοβεροὶ δὲ ὡς σώφρονος· ἐσθὴς χιτὼν ἁλουργής, ζωστὸς εἰς γόνυ, μέχρι
5βραχιόνων καθειμένος, νεβρὶς περικειμένη, γωρυτὸς ἀνημ‐ μένος, τόξα [ὅπλα], ἄκοντες φερόμενοι, κύνες ἑπόμενοι.

1

.

2

.

7

Πολλάκις αὐτὴν ἐπὶ τοῦ τεμένους ἰδόντες Ἐφέσιοι προσε‐ κύνησαν ὡς Ἄρτεμιν. Καὶ τότ’ οὖν ὀφθείσης ἀνεβόησε τὸ πλῆθος, καὶ ἦσαν ποικίλαι παρὰ τῶν θεωμένων φωναί, τῶν μὲν ὑπ’ ἐκπλήξεως τὴν θεὸν εἶναι λεγόντων, τῶν δὲ ἄλλην
5τινὰ ὑπὸ τῆς θεοῦ περιποιημένην· προσηύχοντο δὲ πάντες καὶ προσεκύνουν καὶ τοὺς γονεῖς αὐτῆς ἐμακάριζον· ἦν δὲ διαβόητος τοῖς θεωμένοις ἅπασιν Ἀνθία ἡ καλή.

1

.

2

.

8

Ὡς δὲ παρῆλθε τὸ τῶν παρθένων πλῆθος, οὐδεὶς ἄλλο τι ἢ Ἀνθίαν ἔλεγεν· ὡς δὲ Ἁβροκόμης μετὰ τῶν ἐφήβων ἐπέστη, τοὐνθένδε, καίτοι καλοῦ ὄντος τοῦ κατὰ τὰς παρθένους
5θεάματος, πάντες ἰδόντες Ἁβροκόμην ἐκείνων ἐπελάθοντο, ἔτρεψαν δὲ τὰς ὄψεις ἐπ’ αὐτὸν βοῶντες ὑπὸ τῆς θέας ἐκπεπληγμένοι, «καλὸς Ἁβροκόμης» λέγοντες, «καὶ οἷος οὐδὲ εἷς καλοῦ μίμημα θεοῦ.»

1

.

2

.

9

Ἤδη δέ τινες καὶ τοῦτο προσέθεσαν «οἷος ἂν γάμος γένοιτο Ἁβροκόμου καὶ Ἀνθίας». Καὶ ταῦτα ἦν πρῶτα τῆς Ἔρωτος τέχνης μελετήματα.
5
5Ταχὺ μὲν δὴ εἰς ἑκατέρους ἡ περὶ ἀλλήλων ἦλθε δόξα· καὶ ἥ τε Ἀνθία τὸν Ἁβροκόμην ἐπεθύμει ἰδεῖν, καὶ ὁ τέως ἀνέραστος Ἁβροκόμης ἤθελεν Ἀνθίαν ἰδεῖν.
7

1

.

3

.

1

Ὡς οὖν ἐτετέλεστο ἡ πομπή, ἦλθον δὲ εἰς τὸ ἱερὸν θύσοντες ἅπαν τὸ πλῆθος καὶ ὁ τῆς πομπῆς κόσμος ἐλέλυτο, ᾔεσαν δὲ ἐς ταὐτὸν ἄνδρες καὶ γυναῖκες, ἔφηβοι καὶ παρθένοι, ἐνταῦθα ὁρῶσιν ἀλλήλους, καὶ ἁλίσκεται
5Ἀνθία ὑπὸ τοῦ Ἁβροκόμου, ἡττᾶται δὲ ὑπὸ Ἔρωτος Ἁβρο‐ κόμης καὶ ἐνεώρα τε συνεχέστερον τῇ κόρῃ καὶ ἀπαλλαγῆναι τῆς ὄψεως ἐθέλων οὐκ ἐδύνατο· κατεῖχε δὲ αὐτὸν ἐγκεί‐ μενος ὁ θεός.

1

.

3

.

2

Διέκειτο δὲ καὶ Ἀνθία πονήρως, ὅλοις μὲν καὶ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς τὸ Ἁβροκόμου κάλλος εἰσρέον δεχομένη, ἤδη δὲ καὶ τῶν παρθένοις πρε‐ πόντων καταφρονοῦσα· καὶ γὰρ ἐλάλησεν ἄν τι, ἵνα Ἁβρο‐
5κόμης ἀκούσῃ, καὶ μέρη τοῦ σώματος ἐγύμνωσεν ἂν τὰ δυνατά, ἵνα Ἁβροκόμης ἴδῃ· ὁ δὲ αὑτὸν ἐδεδώκει πρὸς τὴν θέαν καὶ ἦν αἰχμάλωτος τοῦ θεοῦ.

1

.

3

.

3

Καὶ τότε μὲν θύσαντες ἀπηλλάττοντο λυπούμενοι καὶ τῷ τάχει τῆς ἀπαλλαγῆς μεμφόμενοι· 〈καὶ〉 ἀλλήλους βλέπειν ἐθέλοντες ἐπιστρεφόμενοι καὶ ὑφιστάμενοι πολλὰς προφάσεις διατριβῆς ηὕρισκον.

1

.

3

.

4

Ὡς δὲ ἦλθον ἑκάτερος παρ’ ἑαυτόν, ἔγνωσαν τότε οἷ κακῶν ἐγεγόνεισαν· καὶ ἔννοια ἐκείνους ὑπῄει τῆς ὄψεως θατέρου καὶ ὁ ἔρως ἐν αὐτοῖς ἀνεκαίετο καὶ τὸ περιττὸν τῆς ἡμέρας αὐξήσαντες τὴν
5ἐπιθυμίαν, ἐπειδὴ εἰς ὕπνον ᾔεσαν, ἐν ἀθρόῳ γίνονται τῷ δεινῷ, καὶ ὁ ἔρως ἐν ἑκατέροις ἦν ἀκατάσχετος.
6

1

.

4

.

1

Λαβὼν δὴ τὴν κόμην ὁ Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆτα «φεῦ μοι τῶν κακῶν» εἶπε, «τί πέπονθα δυστυχής; ὁ μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, ὁ καταφρονῶν Ἔρωτος, ὁ τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι6
5καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι, καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ.

1

.

4

.

2

Ὢ πάντα ἄναν‐ δρος ἐγὼ καὶ πονηρός· οὐ καρτερήσω νῦν; οὐ μενῶ γεννικός; οὐκ ἔσομαι καλλίων Ἔρωτος; νῦν οὐδὲν ὄντα θεὸν νικῆσαί με δεῖ.

1

.

4

.

3

Καλὴ παρθένος· τί δέ; τοῖς σοῖς ὀφθαλμοῖς, Ἁβροκόμη, εὔμορφος Ἀνθία, ἀλλ’, ἐὰν θέλῃς, οὐχὶ σοί. Δεδόχθω ταῦτα· οὐκ ἂν Ἔρως ποτέ μου κρατήσαι.»

1

.

4

.

4

Ταῦτα ἔλεγε, καὶ ὁ θεὸς σφοδρότερος αὐτῷ ἐνέκειτο καὶ εἷλκεν ἀντιπίπτοντα καὶ ὠδύνα μὴ θέλοντα. Οὐκέτι δὴ καρτερῶν, ῥίψας ἑαυτὸν εἰς γῆν «νενίκηκας», εἶπεν, «Ἔρως, μέγα σοι τρόπαιον ἐγήγερται κατὰ Ἁβροκόμου
5τοῦ σώφρονος· ἱκέτην ἔχεις.

1

.

4

.

5

Ἀλλὰ σῶσον τὸν ἐπὶ σὲ καταπεφευγότα τὸν πάντων δεσπότην. Μή με περιίδῃς μηδὲ ἐπὶ πολὺ τιμωρήσῃ τὸν θρασύν. Ἄπειρος ὤν, Ἔρως, ἔτι τῶν σῶν ὑπερηφάνουν· ἀλλὰ νῦν Ἀνθίαν ἡμῖν ἀπόδος·
5γενοῦ μὴ πικρὸς μόνον ἀντέχοντι, ἀλλ’ εὐεργέτης ἡττωμένῳ θεός.» Ταῦτα ἔλεγεν, ὁ δὲ Ἔρως ἔτι ὠργίζετο καὶ μεγάλην τῆς ὑπεροψίας ἐνενόει τιμωρίαν εἰσπράξασθαι τὸν Ἁβρο‐ κόμην.

1

.

4

.

6

Διέκειτο δὲ καὶ ἡ Ἀνθία πονήρως· καὶ οὐκέτι φέρειν δυναμένη ἐπεγείρει ἑαυτήν, πειρωμένη τοὺς παρόντας λανθάνειν. «Τί» φησὶν «ὢ δυστυχὴς πέπονθα; παρθένος παρ’ ἡλικίαν ἐρῶ καὶ ὀδυνῶμαι καινὰ καὶ κόρῃ μὴ πρέ‐
5ποντα. Ἐφ’ Ἁβροκόμῃ μαίνομαι καλῷ μέν, ἀλλ’ ὑπερηφάνῳ.7

1

.

4

.

7

Καὶ τίς ἔσται ὁ τῆς ἐπιθυμίας ὅρος καὶ τί τὸ πέρας τοῦ κακοῦ; Σοβαρὸς οὗτος ἐρώμενος, παρθένος ἐγὼ φρου‐ ρουμένη· τίνα βοηθὸν λήψομαι; τίνι πάντα κοινώσομαι; ποῦ δὲ Ἁβροκόμην ὄψομαι;»
4

1

.

5

.

1

Ταῦθ’ ἑκάτερος αὐτῶν δι’ ὅλης νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες· ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα,
5ᾔει δὲ ἡ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ.

1

.

5

.

2

Ἦν δὲ αὐτοῖς καὶ τὰ σώματα ἐκ τῆς παρελθούσης νυκτὸς πεπονηκότα καὶ τὸ βλέμμα ἄθυμον καὶ οἱ χρῶτες ἠλλαγμένοι· καὶ τοῦτο ἐπὶ πολὺ ἐγίνετο καὶ πλέον οὐδὲν αὐτοῖς ἦν.

1

.

5

.

3

Ἐν τούτῳ ἐν τῷ ἱερῷ τῆς θεοῦ διημε‐ ρεύοντες ἐνεώρων ἀλλήλοις, εἰπεῖν τὸ ἀληθὲς φόβῳ πρὸς ἑκατέρους αἰδούμενοι· τοσοῦτο δέ· ἐστέναξεν ἄν ποτε Ἁβροκόμης καὶ ἐδάκρυσε καὶ προσηύχετο τῆς κόρης ἀκου‐
5ούσης ἐλεεινῶς·

1

.

5

.

4

ἡ δὲ Ἀνθία ἔπασχε μὲν τὰ αὐτά, πολὺ δὲ μείζονι τῇ συμφορᾷ κατείχετο· εἰ δέ ποτε ἄλλας παρθένους ἢ γυναῖκας ἴδοι βλεπούσας εἰς ἐκεῖνον (ἐνεώρων δὲ ἅπασαι Ἁβροκόμῃ), δήλη ἦν λυπουμένη, μὴ παρευδο‐
5κιμηθῇ φοβουμένη. Εὐχαὶ δὲ αὐτοῖς ἑκατέροις ἦσαν πρὸς τὴν θεὸν κοινῇ, λανθάνουσαι μέν, ἀλλὰ ἐγίνοντο ὅμοιαι.

1

.

5

.

5

Χρόνου δὲ προϊόντος οὐκέτι τὸ μειράκιον ἐκαρτέρει, ἤδη δὲ αὐτῷ καὶ τὸ σῶμα πᾶν ἠφάνιστο καὶ ἡ ψυχὴ κατα‐ πεπτώκει, ὥστε ἐν πολλῇ ἀθυμίᾳ τὸν Λυκομήδην καὶ τὴν Θεμιστὼ γεγονέναι, οὐκ εἰδότας μὲν ὅ τι εἴη τὸ συμβαῖνον
5Ἁβροκόμη, δεδοικότας δὲ ἐκ τῶν ὁρωμένων.

1

.

5

.

6

Ἐν ὁμοίῳ δὲ φόβῳ καὶ ὁ Μεγαμήδης καὶ ἡ Εὐίππη [καὶ] περὶ τῆς Ἀνθίας καθειστήκεισαν, ὁρῶντες αὐτῆς τὸ μὲν κάλλος
μαραινόμενον, τὴν δὲ αἰτίαν οὐ φαινομένην τῆς συμφορᾶς.8
5Εἰς τέλος εἰσάγουσι παρὰ τὴν Ἀνθίαν μάντεις καὶ ἱερέας, ὡς εὑρήσοντας λύσιν τοῦ δεινοῦ.

1

.

5

.

7

Οἱ δὲ ἐλθόντες ἔθυόν τε ἱερεῖα καὶ ποικίλα ἐπέσπενδον καὶ ἐπέλεγον φωνὰς βαρβαρικάς, ἐξιλάσκεσθαί τινας λέγοντες δαίμονας, καὶ προσεποίουν ὡς εἴη τὸ δεινὸν ἐκ τῶν ὑποχθονίων θεῶν.

1

.

5

.

8

Πολλὰ δὲ καὶ ὑπὲρ Ἁβροκόμου οἱ περὶ τὸν Λυκομήδην ἔθυόν τε καὶ ηὔχοντο· λύσις δὲ οὐδεμία τοῦ δεινοῦ οὐδὲ ἑτέρῳ αὐτῶν ἐγίνετο, ἀλλὰ καὶ ἔτι μᾶλλον ὁ ἔρως ἀνεκαίετο.

1

.

5

.

9

Ἔκειντο μὲν δὴ ἑκάτεροι νοσοῦντες, πάνυ ἐπισφαλῶς διακείμενοι, ὅσον οὐδέπω τεθνήξεσθαι προσδοκώμενοι, κατειπεῖν αὑτῶν τὴν συμφορὰν μὴ δυνάμενοι. Τέλος πέμπουσιν οἱ πατέρες ἑκατέρων εἰς θεοῦ μαντευσόμενοι τήν
5τε αἰτίαν τῆς νόσου καὶ τὴν ἀπαλλαγήν.
5

1

.

6

.

1

Ὀλίγον δὲ ἀπέχει τὸ ἱερὸν τοῦ ἐν Κολοφῶνι Ἀπόλλωνος διάπλουν ἀπὸν Ἐφέσου σταδίων ὀγδοήκοντα. Ἐνταῦθα οἱ παρ’ ἑκατέρων ἀφικόμενοι δέονται τοῦ θεοῦ ἀληθῆ μαντεύεσθαι· ἐληλύθεσαν δὴ κατὰ ταὐτά.

1

.

6

.

2

Χρᾷ δὲ ὁ θεὸς κοινὰ ἀμφοτέροις τὰ μαντεύματα ἐμμέτρως. Τὰ 〈δ’〉 ἔπη τάδε·
3 Τίπτε ποθεῖτε μαθεῖν νούσου τέλος ἠδὲ καὶ ἀρχήν;
5Ἀμφοτέρους μία νοῦσος ἔχει, λύσις ἔνθεν ἀνέστη. Δεινὰ δ’ ὁρῶ τοῖσδεσσι πάθη καὶ ἀνήνυτα ἔργα· ἀμφότεροι φεύξονται ὑπεὶρ ἅλα λῃστοδίωκτοι, δεσμὰ δὲ μοχθήσουσι παρ’ ἀνδράσι μιξοθαλάσσοις καὶ τάφος ἀμφοτέροις θάλαμος καὶ πῦρ ἀΐδηλον,
10καὶ ποταμοῦ Νείλου παρὰ ῥεύμασιν Ἴσιδι σεμνῇ σωτείρῃ μετόπισθε παραστῇς ὄλβια δῶρα.
Ἀλλ’ ἔτι που μετὰ πήματ’ ἀρείονα πότμον ἔχουσι.9

1

.

7

.

1

Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν ὅ τι ἦν πάνυ ἠπόρουν· συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο· οὔτε γὰρ τίς ἡ νόσος οὔτε τίς ἡ φυγή,
5οὔτε τίνα τὰ δεσμὰ οὔτε ὁ τάφος τίς οὔτε ὁ ποταμὸς τίς οὔτε τίς ἡ ἐκ τῆς θεοῦ βοήθεια.

1

.

7

.

2

Ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευομένοις παραμυθήσασθαι τὸν χρησμὸν ὡς οἷόν τε καὶ συζεῦξαι γάμῳ τοὺς παῖδας, ὡς τοῦτο καὶ τοῦ θεοῦ βουλομένου δι’ ὧν ἐμαντεύσατο. Ἐδόκει δὴ ταῦτα καὶ
5διέγνωσαν μετὰ τὸν γάμον ἐκπέμψαι χρόνῳ τινὶ ἀποδη‐ μήσοντας αὐτούς.

1

.

7

.

3

Μεστὴ μὲν ἤδη ἡ πόλις ἦν τῶν εὐωχουμένων, πάντα δ’ ἦν ἐστεφανωμένα καὶ διαβόητος ὁ μέλλων γάμος· ἐμα‐ καρίζετο δὲ ὑπὸ πάντων ὁ μὲν οἵαν ἄξεται γυναῖκα [Ἀνθίαν], ἡ δὲ οἵῳ μειρακίῳ συγκατακλιθήσεται.

1

.

7

.

4

Ὁ δὲ Ἁβροκόμης ὡς ἐπύθετο καὶ τὸν χρησμὸν καὶ τὸν γάμον, ἐπὶ μὲν τῷ τὴν Ἀνθίαν ἕξειν μεγάλως ἔχαιρεν· ἐφόβει δὲ αὐτὸν οὐδὲν τὰ μεμαντευμένα, ἀλλ’ ἐδόκει παντὸς εἶναι
5δεινοῦ τὰ παρόντα ἡδίονα. Κατὰ ταὐτὰ δὲ καὶ ἡ Ἀνθία ἥδετο μὲν ὅτι Ἁβροκόμην ἕξει· τίς δὲ ἡ φυγὴ ἢ τίνες αἱ συμφοραὶ κατεφρόνει, πάντων τῶν ἐσομένων κακῶν Ἁβρο‐ κόμην ἔχουσα παραμυθίαν.
8

1

.

8

.

1

Ὡς οὖν ἐφέστηκεν ὁ τῶν γάμων καιρός, καὶ παννυχίδες ἤγοντο καὶ ἱερεῖα πολλὰ ἐθύετο τῇ θεῷ. Καὶ ἐπειδὴ ταῦτα ἐκτετέλεστο, ἡκούσης τῆς νυκτὸς (βραδύνειν δὲ πάντα ἐδόκει Ἁβροκόμῃ καὶ Ἀνθίᾳ) ἦγον τὴν κόρην εἰς
5τὸν θάλαμον μετὰ λαμπάδων, τὸν ὑμέναιον ᾄδοντες, ἐπευ‐ φημοῦντες, καὶ εἰσαγαγόντες κατέκλινον.

1

.

8

.

2

Ἦν δὲ
αὐτοῖς ὁ θάλαμος 〈οὕτωσ〉 πεποιημένος· κλίνη χρυσῆ στρώμασιν ἔστρωτο πορφυροῖς καὶ ἐπὶ τῆς κλίνης Βαβυ‐ λωνία ἐπεποίκιλτο σκηνή· παίζοντες Ἔρωτες, οἱ μὲν10
5Ἀφροδίτην θεραπεύοντες (ἦν δὲ καὶ Ἀφροδίτης εἰκών), οἱ δὲ ἱππεύοντες ἀναβάται στρουθοῖς, οἱ δὲ στεφάνους πλέ‐ κοντες, οἱ δὲ ἄνθη φέροντες·

1

.

8

.

3

ταῦτα ἐν τῷ ἑτέρῳ μέρει τῆς σκηνῆς· ἐν δὲ τῷ ἑτέρῳ Ἄρης ἦν οὐχ ὡπλισμένος, ἀλλ’ ὡς πρὸς ἐρωμένην τὴν Ἀφροδίτην κεκοσμημένος, ἐστεφανωμένος, χλανίδα ἔχων· Ἔρως αὐτὸν ὡδήγει, λαμ‐
5πάδα ἔχων ἡμμένην. Ὑπ’ αὐτῇ τῇ σκηνῇ κατέκλιναν τὴν Ἀνθίαν, ἀγαγόντες πρὸς τὸν Ἁβροκόμην, ἐπέκλεισάν τε τὰς θύρας.
7

1

.

9

.

1

Τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφ’ ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες [ἡδόμενοι]· ἐπάλλετο δὲ αὐτοῖς
5τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί.

1

.

9

.

2

Ὀψὲ δὲ ὁ Ἁβροκόμης ἀνενεγκὼν περιέλαβε τὴν Ἀνθίαν· ἡ δὲ ἐδάκρυε τῆς ψυχῆς αὐτῆς σύμβολα προπεμπούσης τῆς ἐπιθυμίας τὰ δάκρυα. Καὶ ὁ Ἁβροκόμης «ὢ τῆς ἐμοὶ»
5φησὶ «ποθεινοτάτης νυκτός, ἣν μόλις ἀπείληφα, πολλὰς πρότερον νύκτας δυστυχήσας.

1

.

9

.

3

Ὢ φωτὸς ἡδίων ἐμοὶ κόρη καὶ τῶν πώποτε λαλουμένων εὐτυχεστέρα· τὸν ἐραστὴν ἔχεις ἄνδρα, μεθ’ οὗ ζῆν καὶ ἀποθανεῖν ὑπάρξαι γυναικὶ σώφρονι.» Εἰπὼν κατεφίλει τε καὶ ὑπεδέχετο τὰ δάκρυα,
5καὶ αὐτῷ ἐδόκει παντὸς μὲν εἶναι νέκταρος ποτιμώτερα τὰ δάκρυα, παντὸς δὲ τοῦ πρὸς ὀδύνην φαρμάκου δυνατώτερα.

1

.

9

.

4

Ἡ δὲ ὀλίγα αὐτὸν προσφθεγξαμένη «ναὶ» φησὶν
«Ἁβροκόμη, δοκῶ σοι καλή, καὶ μετὰ τὴν σὴν εὐμορφίαν ἀρέσκω σοι; Ἄνανδρε καὶ δειλέ, πόσον ἐβράδυνας ἐρῶν χρόνον; πόσον ἠμέλησας; ἀπὸ τῶν ἐμαυτῆς κακῶν ἃ11
5πέπονθας οἶδα.

1

.

9

.

5

Ἀλλ’ ἰδού, δάκρυα μὲν ὑποδέχου τἀμά, καὶ ἡ καλή σου κόμη πινέτω πόμα [τὸ] ἐρωτικόν, καὶ συμφύντες ἀλλήλοις ἀναμιγῶμεν, καταβρέχωμεν δὲ καὶ τοὺς στεφάνους τοῖς παρ’ ἀλλήλων δάκρυσιν, ἵν’ ἡμῖν καὶ οὗτοι
5συνερῶσιν.»

1

.

9

.

6

Εἰποῦσα ἅπαν μὲν αὐτοῦ τὸ πρόσωπον ἠσπάζετο, ἅπασαν δὲ τὴν κόμην τοῖς αὑτῆς ὀφθαλμοῖς προσετίθει καὶ τοὺς στεφάνους ἀνελάμβανε καὶ τὰ χείλη τοῖς χείλεσι φιλοῦσα συνηρμόκει, καὶ ὅσα ἐνενόουν, διὰ
5τῶν χειλέων ἐκ ψυχῆς εἰς τὴν θατέρου ψυχὴν [διὰ τοῦ φιλήματος] παρεπέμπετο.

1

.

9

.

7

Φιλοῦσα δὲ αὐτοῦ τοὺς ὀφθαλμοὺς «ὦ» φησὶ «πολλάκις με λυπήσαντες ὑμεῖς, ὦ τὸ πρῶτον ἐνθέντες τῇ ἐμῇ κέντρον ψυχῇ, οἱ τότε μὲν σοβαροί, νῦν δὲ ἐρωτικοί, καλῶς μοι διηκονήσατε, καὶ
5τὸν ἔρωτα τὸν ἐμὸν καλῶς εἰς τὴν Ἁβροκόμου ψυχὴν ὡδηγήσατε.

1

.

9

.

8

Τοιγαροῦν ὑμᾶς πολλὰ φιλῶ καὶ ὑμῖν ἐφαρμόζω τοὺς ὀφθαλμοὺς τοὺς ἐμούς, τοὺς Ἁβροκόμου διακόνους· ὑμεῖς δὲ ἀεὶ βλέποιτε ταὐτά, καὶ μήτε Ἁβρο‐ κόμῃ ἄλλην δείξητε καλήν, μήτε ἐμοὶ δόξῃ τις ἄλλος
5εὔμορφος· ἔχετε ψυχάς, ἃς αὐτοὶ ἐξεκαύσατε· ταύτας ὁμοίως τηρήσατε.»

1

.

9

.

9

Ταῦτα εἶπε, καὶ περιφύντες ἀνεπαύοντο καὶ τὰ πρῶτα τῶν Ἀφροδίτης [ἐρώτων] ἀπήλαυον· ἐφιλονείκουν δὲ δι’ ὅλης νυκτὸς πρὸς ἀλλήλους, φιλοτιμούμενοι τίς φανεῖται μᾶλλον ἐρῶν.
4

1

.

10

.

1

Ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ἀλλήλων ὧν ἐπεθύμησαν χρόνῳ καλῶν.

1

.

10

.

2

Ἑορτὴ δὲ ἦν ἅπας ὁ βίος αὐτοῖς καὶ μεστὰ εὐωχίας πάντα καὶ ἤδη καὶ τῶν μεμαν‐ τευμένων λήθη· ἀλλ’ οὐχὶ τὸ εἱμαρμένον ἐπελέληστο, [ἀλλ’] οὐδὲ ὅτῳ ἐδόκει ταῦτα θεῷ ἠμέλει.
12

1

.

10

.

3

Χρόνου δὲ διελ‐ θόντος ὀλίγου ἔγνωσαν οἱ πατέρες ἐκπέμπειν αὐτοὺς τῆς πόλεως κατὰ τὰ βεβουλευμένα· ἤμελλόν τε γὰρ ἄλλην ὄψεσθαι γῆν καὶ ἄλλας πόλεις καὶ τὸν τοῦ θεοῦ χρησμόν,
5ὡς οἷόν τε ἦν, παραμυθήσασθαι ἀπαλλαγέντες χρόνῳ τινὶ Ἐφέσου.

1

.

10

.

4

Παρεσκευάζετο δὴ πάντα αὐτοῖς πρὸς τὴν ἔξοδον, ναῦς τε μεγάλη καὶ ναῦται πρὸς ἀγωγὴν ἕτοιμοι, καὶ τὰ ἐπιτήδεια ἐνεβάλλοντο, πολλὴ μὲν ἐσθὴς καὶ ποικίλη, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἥ τε τῶν σιτίων
5ὑπερβάλλουσα ἀφθονία.

1

.

10

.

5

Θυσίαι δὲ πρὸ τῆς ἀγωγῆς τῇ Ἀρτέμιδι καὶ εὐχαὶ τοῦ δήμου παντὸς καὶ δάκρυα πάντων, ὡς μελλόντων ἀπαλλάττεσθαι παίδων κοινῶν. Ἦν δὲ ὁ πλοῦς αὐτοῖς ἐπ’ Αἴγυπτον παρεσκευασμένος.

1

.

10

.

6

Ὡς δ’ ἦλθεν ἡ τῆς ἀναγωγῆς ἡμέρα, πολλοὶ μὲν οἰκέται, πολλαὶ δὲ θεράπαιναι ... μελλούσης δὲ τῆς νεὼς ἐπανάξασθαι, πᾶν μὲν τὸ Ἐφεσίων 〈πλῆθοσ〉 παρῆν παραπεμπόντων,
5πολλαὶ δὲ καὶ τῶν ..... μετὰ λαμπάδων καὶ θυσιῶν.

1

.

10

.

7

Ἐν τούτῳ μὲν οὖν ὁ Λυκομήδης καὶ ἡ Θεμιστώ, πάντων ἅμα ἐν ὑπομνήσει γενόμενοι, τοῦ χρησμοῦ, τοῦ παιδός, τῆς ἀποδημίας, ἔκειντο εἰς γῆν ἀθυμοῦντες· ὁ δὲ Μεγαμήδης
5καὶ ἡ Εὐίππη ἐπεπόνθεσαν μὲν τὰ αὐτά, εὐθυμότεροι δὲ ἦσαν, τὰ τέλη σκοποῦντες τῶν μεμαντευμένων.

1

.

10

.

8

Ἤδη μὲν οὖν ἐθορύβουν οἱ ναῦται, καὶ ἐλύετο τὰ πρυμνήσια, καὶ
ὁ κυβερνήτης τὴν αὑτοῦ χώραν κατελάμβανε, καὶ ἡ ναῦς ἀπεκινεῖτο.13

1

.

10

.

9

Βοὴ δὲ πολλὴ τῶν ἀπὸ τῆς γῆς καὶ τῶν ἐν τῇ νηὶ συμμιγής, τῶν μὲν «ὦ παῖδες» λεγόντων «φίλτατοι, ἆρα ἔτι ὑμᾶς οἱ φύντες ὀψόμεθα;» τῶν δὲ «ὦ πατέρες, ἆρα ὑμᾶς ἀποληψόμεθα;» Δάκρυα δὴ καὶ
5οἰμωγή, καὶ ἕκαστος ὀνομαστὶ τὸν οἰκεῖον ἐκάλει [μέγα], εἰς ὑπόμνησιν ἀλλήλοις ἐγκαταλείποντες τὸ ὄνομα.

1

.

10

.

10

Ὁ δὲ Μεγαμήδης φιάλην λαβὼν καὶ ἐπισπένδων ηὔχετο ὡς ἐξάκουστον εἶναι τοῖς ἐν τῇ νηὶ «ὦ παῖδες» λέγων «μάλιστα μὲν εὐτυχοῖτε καὶ φύγοιτε τὰ σκληρὰ τῶν μαν‐ τευμάτων, καὶ ὑμᾶς ἀνασωθέντας ὑποδέξαιντο Ἐφέσιοι,
5καὶ τὴν φιλτάτην ἀπολάβοιτε πατρίδα· εἰ δὲ ἄλλο 〈τι〉 συμβαίη, τοῦτο μὲν ἴστε οὐδὲ ἡμᾶς ἔτι ζησομένους· προΐεμεν δὲ ὑμᾶς ὁδὸν μὲν δυστυχῆ ἀλλ’ ἀναγκαίαν.»
7

1

.

11

.

1

Ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἀνθία ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα νοοῦντες, τοὺς πατέρας
5οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δ’ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς.

1

.

11

.

2

Κἀκείνην μὲν τὴν ἡμέραν οὐρίῳ χρησάμενοι πνεύματι, διανύσαντες τὸν πλοῦν εἰς Σάμον κατήντησαν τὴν τῆς Ἥρας ἱερὰν νῆσον· κἀνταῦθα θύσαντες καὶ δειπνοποιησάμενοι, πολλὰ
5εὐξάμενοι τῆς νυκτὸς ἐπιγινομένης ἐπανήγοντο.

1

.

11

.

3

Καὶ ἦν ὁ πλοῦς αὐτοῖς οὔριος· λόγοι δὲ ἐν αὐτοῖς πολλοὶ πρὸς ἀλλήλους «ἆρα ἡμῖν ὑπάρξει συγκαταβιῶναι μετ’
ἀλλήλων»; Καὶ δή ποτε ὁ Ἁβροκόμης μέγα ἀναστενάξας,14
5ἐν ὑπομνήσει τῶν ἑαυτοῦ γενόμενος «Ἀνθία» ἔφησε, «τῆς ψυχῆς μοι ποθεινοτέρα, μάλιστα μὲν εὐτυχεῖν εἴη καὶ σῴζεσθαι μετ’ ἀλλήλων·

1

.

11

.

4

ἂν δ’ ἄρα τι ᾖ πεπρω‐ μένον παθεῖν, καί πως ἀλλήλων ἀπαλλαγῶμεν, ὀμόσωμεν ἑαυτοῖς, φιλτάτη, σὺ μὲν ὡς ἐμοὶ μενεῖς ἁγνὴ καὶ ἄλλον ἄνδρα οὐχ ὑπομενεῖς, ἐγὼ δὲ ὅτι οὐκ 〈ἂν〉 ἄλλῃ γυναικὶ
5συνοικήσαιμι».

1

.

11

.

5

Ἀκούουσα δὲ Ἀνθία μέγα ἀνωλόλυξε καὶ «τί τοῦτο» ἔφησεν «Ἁβροκόμη, πεπίστευκας ὅτι ἐὰν ἀπαλλαγῶ σοῦ, περὶ ἀνδρὸς ἔτι καὶ γάμου σκέψομαι, ἥτις οὐδὲ ζήσομαι τὴν ἀρχὴν ἄνευ σοῦ; Ὡς ὀμνύω τέ σοι
5τὴν πάτριον ἡμῖν θεόν, τὴν μεγάλην Ἐφεσίων Ἄρτεμιν, καὶ ταύτην ἣν διανύομεν θάλατταν καὶ τὸν ἐπ’ ἀλλήλοις ἡμᾶς καλῶς ἐκμήναντα θεόν, ὡς ἐγὼ καὶ βραχύ τι ἀπο‐ σπασθεῖσα σοῦ οὔτε ζήσομαι οὔτε τὸν ἥλιον ὄψομαι».

1

.

11

.

6

Ταῦτα ἔλεγεν ἡ Ἀνθία· ἐπώμνυε δὲ καὶ ὁ Ἁβροκόμης, καὶ ὁ καιρὸς αὐτῶν ἐποίει τοὺς ὅρκους φοβερωτέρους. Ἐν τούτῳ δὲ ἡ ναῦς Κῶ μὲν παραμείβει καὶ Κνίδον, κατεφαίνετο δ’ ἡ Ῥοδίων νῆσος μεγάλη καὶ καλή· καὶ
5αὐτοὺς ἐνταῦθα ἔδει καταχθῆναι πάντως· δεῖν γὰρ ἔφα‐ σκον οἱ ναῦται καὶ ὑδρεύσασθαι καὶ αὐτοὺς ἀναπαύσασθαι, μέλλοντας εἰς μακρὸν ἐμπεσεῖσθαι πλοῦν.
7

1

.

12

.

1

Κατήγετο δὲ ἡ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ ναῦται, ἐξῄει δὲ ὁ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν Ἀνθίαν· συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων
5παρῆλθε σιωπῶν· ἀλλ’ οἱ μὲν ἔλεγον ἐπιδημίαν [ἐκ τῶν]
θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεπιτνοῦντο. Ταχὺ δὲ δι’ ὅλης τῆς πόλεως διεπεφοιτήκει τὸ ὄνομα Ἁβροκόμου καὶ Ἀνθίας.15

1

.

12

.

2

Ἐπεύχονται δὲ αὐτοῖς δημοσίᾳ καὶ θυσίας τε θύουσι πολλὰς καὶ ἑορτὴν ἄγουσι τὴν ἐπιδημίαν αὐτῶν. Οἱ δὲ τήν τε πόλιν ἅπασαν ἐξιστόρησαν καὶ ἀνέθεσαν εἰς τὸ τοῦ Ἡλίου ἱερὸν πανοπλίαν χρυσῆν καὶ ἐπέγραψαν εἰς
5ὑπόμνημα ἐπίγραμμα τῶν ἀναθέντων
5 Οἱ ξεῖνοι [κλεινοὶ] τάδε σοι χρυσήλατα τεύχε’ ἔθηκαν, Ἀνθία Ἁβροκόμης θ’, ἱερῆς Ἐφέσοιο πολῖται.
7

1

.

12

.

3

Ταῦτα ἀναθέντες, ὀλίγας ἡμέρας ἐν τῇ νήσῳ μείναν‐ τες, ἐπειγόντων τῶν ναυτῶν ἀνήγοντο ἐπισιτισάμενοι· παρέπεμπε δὲ αὐτοὺς ἅπαν τὸ Ῥοδίων πλῆθος. Καὶ τὰ μὲν πρῶτα ἐφέροντο οὐρίῳ πνεύματι, καὶ ἦν αὐτοῖς ὁ
5πλοῦς ἀσμένοις, κἀκείνην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα ἐφέροντο ἀναμετροῦντες τὴν Αἰγυπτίαν καλουμένην θάλατταν· τῇ δὲ δευτέρᾳ ἐπέπαυτο μὲν ὁ ἄνεμος, γαλήνη δὲ καὶ ὁ πλοῦς βραδὺς καὶ ναυτῶν ῥᾳθυμία καὶ πότος ἐν τούτῳ καὶ μέθη καὶ ἀρχὴ τῶν μεμαντευμένων.

1

.

12

.

4

Τῷ δὲ Ἁβροκόμῃ ἐφίσταται γυνὴ ὀφθῆναι φοβερά, τὸ μέγεθος ὑπὲρ ἄνθρωπον, ἐσθῆτα ἔχουσα φοινικῆν· ἐπιστᾶσα δὲ τὴν ναῦν ἐδόκει καίειν καὶ τοὺς μὲν ἄλλους ἀπόλλυσθαι, αὐτὸν
5δὲ μετὰ τῆς Ἀνθίας διανήχεσθαι. Ταῦτα ὡς εὐθὺς εἶδεν ἐταράχθη καὶ προσεδόκα τι δεινὸν ἐκ τοῦ ὀνείρατος· καὶ τὸ δεινὸν ἐγένετο.
7

1

.

13

.

1

Ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ· παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. Οὗτοι
καταμεμαθήκεσαν 〈ἐν〉 τῇ νηὶ ὅτι χρυσὸς καὶ ἄργυρος καὶ16
5ἀνδράποδα πολλὰ καὶ τίμια.

1

.

13

.

2

Διέγνωσαν οὖν ἐπιθέμενοι τοὺς μὲν ἀντιμαχομένους ἀποκτιννύειν, τοὺς δὲ ἄλλους ἄγειν εἰς Φοινίκην πραθησομένους καὶ τὰ χρήματα· κατε‐ φρόνουν δὲ ὡς οὐκ ἀξιομάχων αὐτῶν.

1

.

13

.

3

Τῶν δὲ πειρατῶν ὁ ἔξαρχος Κόρυμβος ἐκαλεῖτο, νεανίας ὀφθῆναι μέγας, φοβερὸς τὸ βλέμμα· κόμη ἦν αὐτῷ αὐχμηρὰ καθειμένη.

1

.

13

.

4

Ὡς δὲ ταῦτα οἱ πειραταὶ ἐβουλεύσαντο, τὰ μὲν πρῶτα παρέπλεον ἡσυχῆ τοῖς περὶ Ἁβροκόμην· τελευταῖον δὲ (ἦν μὲν περὶ μέσον ἡμέρας, ἔκειντο δὲ πάντες οἱ ἐν τῇ νηὶ ὑπὸ μέθης καὶ ῥᾳθυμίας οἱ μὲν καθεύδοντες, οἱ δὲ ἀλύον‐
5τες) ἐφίστανται δὴ αὐτοῖς οἱ περὶ τὸν Κόρυμβον ἐλαυνο‐ μένῃ τῇ νηὶ [τριήρης ἦν] σὺν ὀξύτητι πολλῇ.

1

.

13

.

5

Ὡς δὲ πλησίον ἐγένοντο, ἀνεπήδησαν ἐπὶ τὴν ναῦν ὡπλισμένοι, τὰ ξίφη γυμνὰ ἔχοντες· κἀνταῦθα οἱ μὲν ἐρρίπτουν ἑαυ‐ τοὺς ὑπ’ ἐκπλήξεως εἰς τὴν θάλασσαν καὶ ἀπώλλυντο, οἱ
5δὲ ἀμύνεσθαι θέλοντες ἀπεσφάζοντο.

1

.

13

.

6

Ὁ δὲ Ἁβρο‐ κόμης καὶ ἡ Ἀνθία προστρέχουσι τῷ Κορύμβῳ τῷ πειρατῇ, καὶ λαβόμενοι τῶν γονάτων αὐτοῦ «τὰ μὲν χρήματα» ἔφασαν, «ὦ δέσποτα, καὶ ἡμᾶς οἰκέτας ἔχε, φεῖσαι δὲ
5τῆς ψυχῆς καὶ μηκέτι φόνευε τοὺς ἑκόντας ὑποχειρίους σοι γενομένους· μὴ πρὸς αὐτῆς θαλάσσης, μὴ πρὸς δεξιᾶς τῆς σῆς· ἀγαγὼν δὲ ἡμᾶς ὅποι θέλεις, ἀπόδου τοὺς σοὺς οἰκέτας· μόνον οἴκτειρον ἡμᾶς ὑφ’ ἑνὶ ποιήσας δεσπότῃ».
8

1

.

14

.

1

Ἀκούσας ὁ Κόρυμβος εὐθὺς μὲν ἐκέλευσε φεί‐ σασθαι φονεύοντας, μεταθέμενος δὲ τὰ τιμιώτερα τῶν φορτίων καὶ τὸν Ἁβροκόμην καὶ τὴν Ἀνθίαν ἄλλους τε τινὰς τῶν οἰκετῶν ὀλίγους ἐνέπρησε τὴν ναῦν, καὶ οἱ
5λοιποὶ πάντες κατεφλέχθησαν· τὸ γὰρ πάντας ἄγειν οὔτε ἐδύνατο οὔτε ἀσφαλὲς ἑώρα.

1

.

14

.

2

Ἦν δὲ τὸ θέαμα ἐλεει‐
νόν, τῶν μὲν ἐν τῇ τριήρει ἀναγομένων, τῶν δὲ ἐν τῇ νηὶ φλεγομένων τὰς χεῖρας ἐκτεινόντων καὶ ὀλοφυρομένων.17

1

.

14

.

3

Καὶ οἱ μὲν ἔλεγον «ποῖ ποτε ἀχθήσεσθε, δεσπόται; τίς ὑμᾶς ὑποδέξεται γῆ, καὶ τίνα πόλιν οἰκήσετε;» οἱ δὲ «ὦ μακάριοι, μέλλοντες ἀποθνῄσκειν εὐτυχῶς πρὸ τοῦ πειραθῆναι δεσμῶν, πρὸ τοῦ δουλείαν λῃστρικὴν ἰδεῖν».
5Ταῦτα λέγοντες οἱ μὲν ἀνήγοντο, οἱ δὲ κατεφλέγοντο.

1

.

14

.

4

Ἐν τούτῳ δὲ ὁ τροφεὺς τοῦ Ἁβροκόμου πρεσβύτης ἤδη, σεμνὸς ἰδεῖν καὶ διὰ τὸ γῆρας ἐλεεινός, οὐκ ἐνεγκὼν ἀναγόμενον τὸν Ἁβροκόμην, ῥίψας ἑαυτὸν εἰς τὴν θάλασ‐ σαν ἐνήχετο ὡς καταληψόμενος τὴν τριήρη «ποῖ με κατα‐
5λείψεις, τέκνον» λέγων, «τὸν γέροντα, τὸν παιδαγωγόν;

1

.

14

.

5

ποῖ δὲ ἀπερχόμενος, Ἁβροκόμη; αὐτὸς ἀπόκτεινόν με τὸν δυστυχῆ καὶ θάψον· τί γάρ ἐστί μοι ζῆν ἄνευ σοῦ;» Ταῦτα ἔλεγε καὶ τέλος ἀπελπίσας ἔτι Ἁβροκόμην ὄψεσθαι, παραδοὺς ἑαυτὸν τοῖς κύμασιν ἀπέθανε.

1

.

14

.

6

Τοῦτο δὲ καὶ Ἁβροκόμῃ πάντων ἦν ἐλεεινότατον· καὶ γὰρ τὰς χεῖρας ἐξέτεινε τῷ πρεσβύτῃ καὶ τοὺς πειρατὰς ἀναλαμβάνειν παρεκάλει· οἱ δὲ οὐδένα λόγον ποιησάμενοι, διανύσαντες
5ἡμέραις τρισὶ τὸν πλοῦν κατήχθησαν εἰς πόλιν τῆς Φοι‐ νίκης Τύρον, ἔνθα ἦν τοῖς πειραταῖς τὰ οἰκεῖα.

1

.

14

.

7

Ἦγον δὲ αὐτοὺς εἰς αὐτὴν μὲν τὴν πόλιν οὐχί, εἰς πλησίον δέ τι χωρίον ἀνδρὸς ἄρχοντος λῃστηρίου, Ἀψύρτου τοὔνομα, οὗ καὶ ὁ Κόρυμβος ἦν ὑπηρέτης ἐπὶ μισθῷ καὶ μέρει τῶν
5λαμβανομένων. Ἐν δὲ τῷ τοῦ πλοὸς διαστήματι ἐκ πολλῆς τῆς καθ’ ἡμέραν ὄψεως ἐρᾷ ὁ Κόρυμβος τοῦ Ἁβροκόμου [καὶ] σφοδρὸν ἔρωτα, καὶ αὐτὸν ἡ πρὸς τὸ μειράκιον συνήθεια ἐπὶ πλέον ἐξέκαιε.
8

1

.

15

.

1

Καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει
εἶναι· ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπὸ ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθίας ἐρῶντα· ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο· ἐδεδοίκει γὰρ μή τι ἑαυ‐18
5τὸν ἐργάσηται δεινόν·

1

.

15

.

2

ἐπεὶ δὲ κατήχθησαν εἰς Τύρον, οὐκέτι καρτερῶν τὰ μὲν πρῶτα ἐθεράπευε τὸν Ἁβροκόμην καὶ θαρρεῖν παρεκάλει καὶ πᾶσαν ἐπιμέλειαν προσέφερεν·

1

.

15

.

3

ὁ δὲ ἐλεοῦντα τὸν Κόρυμβον ἐνόμιζεν αὐτοῦ ποιεῖσθαι τὴν ἐπιμέλειαν· τὸ δεύτερον δὲ ἀνακοινοῦται ὁ Κόρυμβος τὸν ἔρωτα τῶν συλλῃστῶν τινι, Εὐξείνῳ τὸ ὄνομα, καὶ δεῖται βοηθὸν γενέσθαι καὶ συμβουλεῦσαι τίνι τρόπῳ δυνή‐
5σεται πεῖσαι τὸ μειράκιον.

1

.

15

.

4

Ὁ δὲ Εὔξεινος ἄσμενος ἀκούει τὰ περὶ τοῦ Κορύμβου· καὶ γὰρ αὐτὸς ἐπ’ Ἀνθίᾳ διέκειτο πονήρως καὶ ἤρα τῆς κόρης φοβερὸν ἔρωτα· λέγει δὲ πρὸς τὸν Κόρυμβον καὶ τὰ αὑτοῦ καὶ συνεβούλευ[σ]ε μὴ
5ἐπὶ πλέον ἔτι ἀνιᾶσθαι, ἀλλὰ ἔργου ἔχεσθαι·

1

.

15

.

5

«καὶ γὰρ» ἔφη «σφόδρα ἀγεννὲς κινδυνεύοντας καὶ παραβαλλο‐ μένους μὴ ἀπολαύειν μετὰ ἀδείας ὧν ἐκτησάμεθα πόνων· δυνησόμεθα δὲ αὐτοὺς» ἔλεγεν «ἐξαιρέτους παρὰ Ἀψύρ‐
5του λαβεῖν δωρεάν».

1

.

15

.

6

Ταῦτα εἰπὼν ῥᾳδίως ἔπειθεν αὐτὸν ἐρῶντα. Καὶ δὴ συντίθενται κατὰ ταὐτὰ τοὺς ὑπὲρ ἀλλήλων ποιήσασθαι λόγους καὶ πείθειν οὗτος μὲν Ἁβρο‐ κόμην, Κόρυμβος δὲ Ἀνθίαν.
4

1

.

16

.

1

Ἐν τούτῳ τῷ χρόνῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα.

1

.

16

.

2

Ἔρχονται δὴ πρὸς αὐτοὺς ὁ Κόρυμβος καὶ ὁ Εὔξεινος καὶ φράσαντες ἰδίᾳ τι θέλειν εἰπεῖν, ἀπάγουσι καθ’ αὑτοὺς ὁ μὲν τὴν Ἀνθίαν, ὁ δὲ τὸν Ἁβροκόμην. Τοῖς δὲ αἵ τε ψυχαὶ ἐκραδαίνοντο καὶ οὐδὲν
5ὑγιὲς ὑπενόουν.

1

.

16

.

3

Λέγει οὖν ὁ Εὔξεινος πρὸς τὸν Ἁβροκόμην ὑπὲρ
Κορύμβου «μειράκιον, εἰκὸς μὲν ἐπὶ τῇ συμφορᾷ φέρειν χαλεπῶς, οἰκέτην μὲν ἐξ ἐλευθέρου γενόμενον, πένητα δὲ ἀντ’ εὐδαίμονος· δεῖ δέ σε τῇ τύχῃ πάντα λογίσασθαι καὶ19
5στέργειν τὸν κατέχοντα δαίμονα καὶ τοὺς γενομένους δεσπότας ἀγαπᾶν.

1

.

16

.

4

Ἴσθι γὰρ ὡς ἔνεστί σοι καὶ εὐδαι‐ μοσύνην καὶ ἐλευθερίαν ἀπολαβεῖν, εἰ θελήσεις πείθεσθαι τῷ δεσπότῃ Κορύμβῳ· ἐρᾷ γὰρ σοῦ σφοδρὸν ἔρωτα καὶ πάντων ἕτοιμός ἐστι δεσπότην ποιεῖν τῶν ἑαυτοῦ. Πείσῃ
5δὲ χαλεπὸν μὲν οὐδέν, εὐνούστερον δὲ σεαυτῷ τὸν δεσπό‐ την ἐργάσῃ.

1

.

16

.

5

Ἐννόησον δὲ ἐν οἷς ὑπάρχεις· βοηθὸς μὲν οὐδείς, γῆ δὲ αὕτη ξένη καὶ δεσπόται λῃσταὶ καὶ οὐδεμία τιμωρίας ἀποφυγὴ ὑπερηφανήσαντι Κόρυμβον. Τί δέ σοι γυναικὸς δεῖ νῦν καὶ πραγμάτων; τί δὲ ἐρωμένης
5τηλικῷδε ὄντι; πάντα ἀπόρριψον, πρὸς μόνον δεῖ σε τὸν δεσπότην βλέπειν, τούτῳ κελεύσαντι ὑπακούειν».

1

.

16

.

6

Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ἀχανὴς ἦν καὶ οὔτε τι ἀποκρίνεσθαι ηὕρισκεν, ἐδάκρυσε δὲ, καὶ ἀνέστενε πρὸς αὑτὸν ἀφορῶν, εἰς οἷα ἄρα ἐλήλυθε· καὶ δὴ λέγει πρὸς τὸν Εὔξεινον «ἐπίτρεψον, δέσποτα, βουλεύσασθαι βραχύ, καὶ
5πρὸς πάντα ἀποκρινοῦμαί σοι τὰ ῥηθέντα».

1

.

16

.

7

Καὶ ὁ μὲν Εὔξεινος ἀνεχώρει· ὁ δὲ Κόρυμβος τῇ Ἀνθίᾳ διείλεκτο τὸν ἔρωτα τὸν Εὐξείνου καὶ τὴν παροῦσαν ἀνάγκην καὶ ὅτι δεῖ πάντως αὐτὴν πείθεσθαι τοῖς δεσπό‐ ταις· ὑπέσχετο δὲ πολλά, καὶ γάμον νόμιμον καὶ χρήματα
5πεισθείσῃ καὶ περιουσίαν. Ἡ δὲ αὐτῷ τὰ ὅμοια ἀπεκρί‐ νατο, αἰτησαμένη βραχὺν βουλεύσασθαι χρόνον. Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετ’ ἀλλήλων ἦσαν περιμένοντες
ὅ τι ἀκούσονται, ἤλπιζον δὲ αὐτοὺς ῥᾳδίως πείσειν.20

2

.

1

.

1

Ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἀνθία ἧκον εἰς τὸ δωμά‐ τιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαιον, ὠδύροντο.

2

.

1

.

2

«Ὦ πάτερ» ἔλεγον, «ὦ μῆτερ, ὦ πατρὶς φιλτάτη καὶ οἰκεῖοι καὶ συγγενεῖς». Τελευταῖον δὲ ἀνενεγκὼν ὁ Ἁβροκόμης «ὢ κακοδαίμονες» ἔφησεν «ἡμεῖς, τί ἄρα πεισόμεθα ἐν γῇ βαρβάρῳ, πειρατῶν ὕβρει παραδοθέντες
5[πειρατῶν]; Ἄρχεται τὰ μεμαντευμένα· τιμωρίαν ἤδη με ὁ θεὸς τῆς ὑπερηφανίας εἰσπράττει· ἐρᾷ Κόρυμβος ἐμοῦ, σοῦ δὲ Εὔξεινος.

2

.

1

.

3

Ὢ τῆς ἀκαίρου πρὸς ἑκατέρους εὐμορφίας, εἰς τοῦτο ἄρα μέχρι νῦν σώφρων ἐτηρήθην, ἵνα ἐμαυτὸν ὑποθῶ λῃστῇ ἐρῶντι τὴν αἰσχρὰν ἐπιθυμίαν; Καὶ τίς ἐμοὶ βίος περιλείπεται πόρνῃ μὲν ἀντὶ ἀνδρὸς γενο‐
5μένῳ, ἀποστερηθέντι δὲ Ἀνθίας τῆς ἐμῆς;

2

.

1

.

4

Ἀλλ’ οὐ μὰ τὴν μέχρις ἄρτι σωφροσύνην ἐκ παιδός μοι σύντροφον, οὐκ ἂν ἐμαυτὸν ὑποθείην Κορύμβῳ· τεθνήξομαι δὲ πρό‐ τερον καὶ φανοῦμαι νεκρὸς σώφρων».

2

.

1

.

5

Ταῦτα ἔλεγε καὶ ἐπεδάκρυεν· ἡ δὲ Ἀνθία «φεῦ τῶν κακῶν» εἶπε, «ταχέως γε τῶν ὅρκων 〈ἀναμνησθῆναι〉 ἀναγκαζόμεθα, ταχέως τῆς δουλείας πειρώμεθα· ἐρᾷ τις ἐμοῦ καὶ πείσας
5ἤλπιζεν εἰς εὐνὴν ἐλεύσεσθαι τὴν ἐμὴν μετὰ Ἁβροκόμην καὶ συγκατακλιθήσεσθαι καὶ ἀπολαύσειν ἐπιθυμίας.21

2

.

1

.

6

Ἀλλὰ μὴ οὕτως ἐγὼ φιλόζωος γενοίμην, μηδ’ ὑπομεί‐ ναιμι ὑβρισθεῖσα ἰδεῖν τὸν ἥλιον. Δεδόχθω ταῦτα· ἀποθνῄ‐ σκωμεν, Ἁβροκόμη· ἕξομεν ἀλλήλους μετὰ θάνατον, ὑπ’ οὐδενὸς ἐνοχλούμενοι».
4

2

.

2

.

1

Καὶ τοῖς μὲν ταῦτα ἐδέδοκτο· ἐν δὲ τούτῳ Ἄψυρ‐ τος ὁ προεστὼς τοῦ λῃστηρίου πυθόμενος ὅτι τε ἥκουσιν οἱ περὶ τὸν Κόρυμβον καὶ ὅτι πολλὰ εἶεν καὶ θαυμάσια κομίζοντες χρήματα, ἧκεν εἰς τὸ χωρίον καὶ εἶδέ τε τοὺς
5περὶ Ἁβροκόμην καὶ κατεπλάγη τὴν εὐμορφίαν καὶ εὐθὺς μέγα κέρδος νομίζων ᾐτήσατο ἐκείνους.

2

.

2

.

2

Τὰ μὲν ἄλλα χρήματα καὶ κτήματα καὶ παρθένους ὅσαι συνελήφθησαν διένειμε τοῖς περὶ τὸν Κόρυμβον [πειραταῖς]· ὁ δὲ Εὔξεινος καὶ ὁ Κόρυμβος ἄκοντες μὲν συνεχώρουν τοὺς περὶ τὸν
5Ἁβροκόμην τῷ Ἀψύρτῳ, συνεχώρουν δὲ οὖν ἀνάγκῃ.

2

.

2

.

3

Καὶ οἱ μὲν ἀπηλλάσσοντο· ὁ δὲ Ἄψυρτος παραλαβὼν τὸν Ἁβροκόμην καὶ τὴν Ἀνθίαν καὶ οἰκέτας δύο, Λεύκωνα καὶ Ῥόδην, ἤγαγεν εἰς τὴν Τύρον.

2

.

2

.

4

Περίβλεπτος δὲ ἦν αὐτῶν ἡ πομπὴ καὶ πάντες ἐτεθαυμάκεσαν τὸ κάλλος, καὶ ἄνθρωποι βάρβαροι μήπω πρότερον τοσαύτην ἰδόντες εὐμορφίαν θεοὺς ἐνόμιζον εἶναι τοὺς βλεπομένους, ἐμα‐
5κάριζον δὲ τὸν Ἄψυρτον οἵους οἰκέτας εἴη κεκτημένος.

2

.

2

.

5

Ἀγαγὼν δὲ αὐτοὺς εἰς τὴν οἰκίαν παραδίδωσιν οἰκέτῃ πιστῷ δι’ ἐπιμελείας κελεύσας ἔχειν, ὡς μεγάλα κερδανῶν εἰ ἀπόδοιτο τῆς ἀξίας αὐτοὺς τιμῆς.
3

2

.

3

.

1

Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν· ἡμερῶν δὲ διαγενομένων ὀλίγων ὁ μὲν Ἄψυρτος ἐπ’ ἄλλην
ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου· ἦν δὲ καλὴ καὶ ὡραία22
5γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθίας κάλλους ὑπελείπετο.

2

.

3

.

2

Αὕτη ἡ Μαντὼ ἐκ τῆς συνήθους μετὰ τοῦ Ἁβροκόμου διαίτης ἁλίσκεται καὶ ἀκατασχέτως εἶχε καὶ ἠπόρει ὅ τι ποιήσαι· οὔτε γὰρ πρὸς τὸν Ἁβροκόμην εἰπεῖν ἐτόλμα, γυναῖκα εἰδυῖα ἔχοντα καὶ πείσειν οὐδέποτε ἐλπίζουσα,
5οὔτε ἄλλῳ τινὶ τῶν ἑαυτῆς δέει τοῦ πατρός·

2

.

3

.

3

δι’ ἃ δὴ καὶ μᾶλλον ἀνεκαίετο καὶ διέκειτο πονήρως· καὶ οὐκέτι καρτεροῦσα ἔγνω πρὸς τὴν Ῥόδην, τὴν σύντροφον τῆς Ἀνθίας, οὖσαν ἡλικιῶτιν καὶ κόρην, κατειπεῖν τὸν ἔρωτα·
5ταύτην γὰρ μόνην ἤλπιζε συνεργήσειν αὐτῇ πρὸς τὴν ἐπιθυμίαν.

2

.

3

.

4

Καὶ δὴ σχολῆς λαβομένη ἄγει τὴν κόρην πρὸς τὰ πατρῷα ἐπὶ τῆς οἰκίας ἱερά, καὶ δεῖται μὴ κατει‐ πεῖν αὐτῆς καὶ ὅρκους λαμβάνει καὶ λέγει τὸν ἔρωτα τοῦ Ἁβροκόμου καὶ ἱκετεύει συλλαβέσθαι καὶ πολλὰ ὑπέσχετο
5συλλαβομένῃ.

2

.

3

.

5

Ἔφη δ’ «ἴσθι μὲν οἰκέτις οὖσα ἐμή, ἴσθι δὲ ὀργῆς πειρασομένη βαρβάρου καὶ ἠδικημένης». Ταῦτα εἰποῦσα ἀπέπεμπε τὴν Ῥόδην· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ ἐγεγόνει· τό τε γὰρ εἰπεῖν Ἁβροκόμῃ παρῃτεῖτο,
5φιλοῦσα τὴν Ἀνθίαν· πάνυ δὲ ἐδεδοίκει τῆς βαρβάρου τὴν ὀργήν.

2

.

3

.

6

Ἔδοξεν οὖν αὐτῇ καλῶς ἔχειν Λεύκωνι πρῶτον ἀνακοινῶσαι τὰ ὑπὸ τῆς Μαντοῦς εἰρημένα. Ἦν δὲ καὶ τῇ Ῥόδῃ κοινωνήματα ἐξ ἔρωτος γενόμενα πρὸς Λεύκωνα, καὶ συνῆσαν ἀλλήλοις ἔτι ἐν Ἐφέσῳ.

2

.

3

.

7

Τότε δὴ λαβομένη μόνου «ὦ Λεύκων» ἔφη, «ἀπολώλαμεν τελέως· νῦν οὐκέτι τοὺς συντρόφους ἕξομεν· ἡ τοῦ δεσπό‐ του θυγάτηρ Ἀψύρτου ἐρᾷ μὲν Ἁβροκόμου σφοδρὸν ἔρωτα,
5ἀπειλεῖ δέ, εἰ μὴ τύχῃ, δεινὰ ἡμᾶς ἐργάσασθαι·

2

.

3

.

8

σκό‐ πει τοίνυν τί δεῖ ποιεῖν· τὸ γὰρ ἀντειπεῖν τῇ βαρβάρῳ
σφαλερόν, τὸ δὲ ἀποζεῦξαι Ἁβροκόμην Ἀνθίας ἀδύνατον». Ἀκούσας ὁ Λεύκων δακρύων ἐνεπλήσθη, μεγάλας ἐκ τού‐23
5των συμφορὰς προσδοκῶν· ὀψὲ δὲ ἀνενεγκὼν «σιώπα» ἔφη, «Ῥόδη, ἐγὼ γὰρ ἕκαστα διοικήσω».
6

2

.

4

.

1

Ταῦτα εἰπὼν ἔρχεται πρὸς Ἁβροκόμην. Τῷ δὲ ἄρα οὐδὲν ἔργον ἦν ἢ φιλεῖν Ἀνθίαν καὶ ὑπ’ ἐκείνης φιλεῖσθαι καὶ λαλεῖν ἐκείνῃ καὶ ἀκούειν λαλούσης. Ἐλθὼν δὲ παρ’ αὐτοὺς «τί ποιοῦμεν, σύντροφοι; τί δὲ βου‐
5λευόμεθα, οἰκέται;»

2

.

4

.

2

«Δοκεῖς τινι τῶν δεσποτῶν, Ἁβροκόμη, καλός· ἡ θυγάτηρ ἡ Ἀψύρτου πονήρως ἐπὶ σοὶ διάκειται, καὶ ἀντειπεῖν ἐρώσῃ βαρβάρῳ παρθένῳ χαλε‐ πόν· σὺ οὖν ὅπως σοι δοκεῖ βουλευσάμενος σῶσον ἡμᾶς
5ἅπαντας καὶ μὴ περιίδῃς ὀργῇ δεσποτῶν ὑποπεσόντας.»

2

.

4

.

3

Ἀκούσας ὁ Ἁβροκόμης εὐθὺς μὲν ὀργῆς ἐνεπλήσθη, ἀναβλέψας δὲ ἀτενὲς εἰς τὸν Λεύκωνα «ὦ πονηρὲ» ἔφη «καὶ Φοινίκων τῶν ἐνταῦθα βαρβαρώτερε, ἐτόλμησας εἰπεῖν πρὸς Ἁβροκόμην τοιαῦτα ῥήματα καὶ παρούσης
5Ἀνθίας ἄλλην παρθένον μοι διηγῇ;

2

.

4

.

4

Δοῦλος μέν εἰμι ἀλλὰ συνθήκας οἶδα τηρεῖν. Ἔχουσιν ἐξουσίαν μου τοῦ σώματος, τὴν ψυχὴν δὲ ἐλευθέραν ἔχω. Ἀπειλείτω νῦν, εἰ θέλει, Μαντὼ ξίφη καὶ βρόχους καὶ πῦρ καὶ πάντα ὅσα
5δύναται σῶμα ἀναγκάσαι οἰκέτου· οὐ γὰρ ἄν ποτε πεισθείην ἑκὼν Ἀνθίαν ἀδικῆσαι.»

2

.

4

.

5

Ὁ μὲν ταῦτα ἔλεγεν, ἡ δὲ Ἀνθία ὑπὸ συμφορᾶς ἔκειτο ἀχανής, οὐδὲ προσφθέγξασθαί τι δυναμένη· ὀψὲ δὲ καὶ μόλις αὑτὴν ἐγείρασα «ἔχω μὲν» φησίν, «Ἁβροκόμη, τὴν εὔνοιαν τὴν σὴν καὶ στέργεσθαι
5διαφερόντως ὑπὸ σοῦ πεπίστευκα· ἀλλὰ δέομαι σοῦ, τῆς ψυχῆς [καὶ] τῆς ἐμῆς δέσποτα, μὴ προδῷς ἑαυτὸν μηδὲ εἰς ὀργὴν ἐμβάλῃς βαρβαρικήν, συγκατάθου δὲ τῇ τῆς δεσποίνης ἐπιθυμίᾳ·

2

.

4

.

6

κἀγὼ ὑμῖν ἄπειμι ἐκποδών, ἐμαυ‐ τὴν ἀποκτείνασα. Τοσοῦτον σοῦ δεήσομαι, θάψον αὐτὸς καὶ φίλησον πεσοῦσαν καὶ μέμνησο Ἀνθίας.» Ταῦτα πάντα εἰς μείζονα συμφορὰν τὸν Ἁβροκόμην ἦγε
24
5καὶ ἠπόρει ὅστις γένηται.
5

2

.

5

.

1

Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ἡ δὲ Μαντὼ χρονι‐ ζούσης τῆς Ῥόδης οὐκέτι καρτεροῦσα γράφει γραμμάτιον πρὸς τὸν Ἁβροκόμην· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε·
3 »Ἁβροκόμηι τῶι καλῶι δέσποινα ἡ σὴ χαίρειν.
4
5 «Μαντὼ ἐρᾷ σου, μηκέτι φέρειν δυναμένη· ἀπρεπὲς «μὲν ἴσως παρθένῳ, ἀναγκαῖον δὲ φιλούσῃ· δέομαι, μή με «παρίδῃς μηδὲ ὑβρίσῃς τὴν τὰ σὰ ᾑρημένην.

2

.

5

.

2

Ἐὰν «γὰρ πεισθῇς, πατέρα τὸν ἐμὸν Ἄψυρτον ἐγὼ πείσω σοί «με συνοικίσαι, καὶ τὴν νῦν σοι γυναῖκα ἀποσκευασόμεθα, «πλουτήσεις δὲ καὶ μακάριος ἔσῃ· ἐὰν δὲ ἀντείπῃς, ἐννόει
5«μὲν οἷα πείσῃ τῆς ὑβρισμένης ἑαυτὴν ἐκδικούσης, οἷα δὲ «οἱ μετὰ σοῦ [κοινωνοὶ] τῆς σῆς ὑπερηφανίας σύμβουλοι «γενόμενοι.»
7

2

.

5

.

3

Τοῦτο τὸ γράμμα λαβοῦσα καὶ κατασημηναμένη δίδωσι θεραπαίνῃ τινὶ ἑαυτῆς βαρβάρῳ, εἰποῦσα Ἁβροκόμῃ κομί‐ ζειν· ὁ δὲ ἔλαβε καὶ ἀνέγνω καὶ πᾶσι μὲν ἤχθετο τοῖς ἐγγεγραμμένοις, μάλιστα δὲ αὐτὸν ἐλύπει τὰ περὶ τῆς
5Ἀνθίας.

2

.

5

.

4

Κἀκείνην μὲν τὴν πινακίδα κατέχει, ἄλλην δὲ γράφει καὶ δίδωσι τῇ θεραπαίνῃ· ἦν δὲ τὰ γεγραμμένα 〈τοιάδε〉·
3 «Δέσποινα, ὅ τι βούλει ποίει, καὶ χρῶ σώματι ὡς
5«οἰκέτου· καὶ εἴτε ἀποκτείνειν θέλεις, ἕτοιμος, εἴτε βασα‐ «νίζειν, ὅπως ἐθέλεις βασάνιζε· εἰς εὐνὴν δὲ τὴν σὴν
«οὐκ ἂν ἔλθοιμι, οὔτε ἂν τοιαῦτα πεισθείην κελευούσῃ.»25

2

.

5

.

5

Λαβοῦσα ταῦτα τὰ γράμματα ἡ Μαντὼ ἐν ὀργῇ ἀκατασχέτῳ γίνεται καὶ ἀναμίξασα πάντα, φθόνον [καὶ], ζηλοτυπίαν, λύπην, φόβον, ἐνενόει ὅπως τιμωρήσαιτο τὸν ὑπερηφανοῦντα.

2

.

5

.

6

Καὶ δὴ καὶ ἐν τούτῳ ἔρχεται μὲν ἀπὸ Συρίας Ἄψυρ‐ τος, ἄγων τινὰ τῇ θυγατρὶ νύμφιον ἐκεῖθεν, Μοῖριν ὄνομα· ὡς δὲ ἀφίκετο, εὐθὺς ἡ Μαντὼ τὴν κατὰ Ἁβροκόμου τέχνην συνετάττετο, καὶ σπαράξασα τὰς κόμας καὶ περιρ‐
5ρηξαμένη τὴν ἐσθῆτα, ὑπαντήσασα τῷ πατρὶ καὶ προσπε‐ σοῦσα πρὸς τὰ γόνατα «οἴκτειρον» ἔφη, «πάτερ, θυγατέρα τὴν σὴν ὑβρισμένην ὑπ’ οἰκέτου·

2

.

5

.

7

ὁ γὰρ σώφρων Ἁβρο‐ κόμης ἐπείρασε μὲν παρθενίαν τὴν ἐμὴν ἀφανίσαι, ἐπε‐ βούλευσε δὲ καὶ σοί, λέγων ἐρᾶν μου. Σὺ οὖν ὑπὲρ τηλι‐ κούτων τετολμημένων εἴσπραξαι παρ’ αὐτοῦ τιμωρίαν τὴν
5ἀξίαν, ἢ εἰ δίδως ἔκδοτον θυγατέρα τὴν σὴν τοῖς οἰκέταις, ἐμαυτὴν φθάσασα ἀποκτενῶ.»
6

2

.

6

.

1

Ἀκούσας ὁ Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην «ὦ τολμηρὰ καὶ μιαρὰ» εἰπὼν «κεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι
5παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ’ οὔτι χαιρήσεις· ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα.»

2

.

6

.

2

Εἰπὼν οὐκέτι ἀνασχό‐ μενος οὐδὲ λόγου ἀκοῦσαι ἐκέλευε περιρρῆξαι τὴν ἐσθῆτα αὐτοῦ τοῖς οἰκέταις καὶ φέρειν πῦρ καὶ μάστιγας καὶ παίειν τὸ μειράκιον.

2

.

6

.

3

Ἦν δὲ τὸ θέαμα ἐλεεινόν· αἵ τε γὰρ βάσανοι τὸ σῶμα πᾶν ἠφάνιζον βασάνων ἄηθες ὂν
οἰκετικῶν, τό τε αἷμα κατέρρει [πᾶν] καὶ τὸ κάλλος ἐμα‐ ραίνετο.26

2

.

6

.

4

Προσῆγεν αὐτῷ καὶ δεσμὰ φοβερὰ καὶ πῦρ καὶ μάλιστα ἐχρῆτο ταῖς βασάνοις κατ’ αὐτοῦ, τῷ νυμφίῳ τῆς θυγατρὸς ἐνδεικνύμενος ὅτι σώφρονα παρθένον ἄξεται.

2

.

6

.

5

Ἐν τούτῳ ἡ Ἀνθία προσπίπτει τοῖς γόνασι τοῦ Ἀψύρτου καὶ ἐδεῖτο ὑπὲρ Ἁβροκόμου· ὁ δὲ «ἀλλὰ καὶ μᾶλλον» ἔφη «διὰ σὲ κολασθήσεται, ὅτι καὶ σὲ ἠδίκησε, γυναῖκα ἔχων ἄλλης ἐρῶν.» Καὶ τότε ἐκέλευσε δήσαντας
5αὐτὸν ἐγκαθεῖρξαί τινι οἰκήματι σκοτεινῷ.
5

2

.

7

.

1

Καὶ ὁ μὲν ἐδέδετο καὶ ἦν ἐν εἱρκτῇ, δεινὴ δὲ αὐτὸν ἀθυμία καταλαμβάνει καὶ μάλιστα ἐπεὶ Ἀνθίαν οὐχ ἑώρα· ἐζήτει δὲ θανάτου τρόπους πολλούς, ἀλλ’ εὕρισκεν οὐδένα, πολλῶν τῶν φρουρούντων ὄντων. Ὁ δὲ Ἄψυρτος
5ἐποίει τῆς θυγατρὸς τοὺς γάμους καὶ ἑώρταζον πολλαῖς ἡμέραις.

2

.

7

.

2

Ἀνθία δὲ πάντα πένθος ἦν, καὶ εἴ ποτε δυνηθείη πεῖσαι τοὺς ἐπὶ τοῦ δεσμωτηρίου, εἰσῄει πρὸς Ἁβροκόμην λανθάνουσα καὶ κατωδύρετο τὴν συμφοράν.

2

.

7

.

3

Ὡς δὲ ἤδη παρεσκευάζοντο εἰς Συρίαν ἀπιέναι, προέπεμψεν ὁ Ἄψυρτος τὴν θυγατέρα μετὰ δώρων πολλῶν, ἐσθῆτάς τε [τὰς] Βαβυλωνίους καὶ χρυσὸν ἄφθονον καὶ ἄργυρον ἐδίδου· ἐδωρήσατο δὲ τῇ θυγατρὶ Μαντοῖ τὴν
5Ἀνθίαν καὶ τὴν Ῥόδην καὶ τὸν Λεύκωνα.

2

.

7

.

4

Ὡς οὖν ταῦτα ἔγνω ἡ Ἀνθία καὶ ὅτι εἰς Συρίαν ἀναχθήσεται μετὰ Μαντοῦς, δυνηθεῖσα εἰσελθεῖν εἰς τὸ δεσμωτήριον, περι‐ πλεξαμένη τῷ Ἁβροκόμῃ «δέσποτα» εἶπεν, «εἰς Συρίαν
5ἄγομαι δῶρον δοθεῖσα τῇ Μαντοῖ καὶ εἰς χεῖρας τῆς ζηλοτυπούσης δίδομαι·

2

.

7

.

5

σὺ δὲ ἐν τῷ δεσμωτηρίῳ μείνας οἰκτρῶς ἀποθνῄσκεις, οὐκ ἔχων οὐδὲ ὅστις σου τὸ σῶμα κοσμήσει· ἀλλ’ ὀμνύω σοι τὸν ἀμφοτέρων δαίμονα ὡς ἐγὼ
μενῶ σὴ καὶ ζῶσα κἂν ἀποθανεῖν δεήσῃ.»27
5 Ταῦτα λέγουσα ἐφίλει τε αὐτὸν καὶ περιέβαλλε καὶ τὰ δεσμὰ ἠσπάζετο καὶ τῶν ποδῶν προυκυλίετο.
6

2

.

8

.

1

Τέλος δὲ ἡ μὲν ἐξῄει τοῦ δεσμωτηρίου, ὁ δὲ ὡς εἶχεν ἑαυτὸν ἐπὶ γῆς ῥίψας ἔστενεν, ἔκλαιεν «ὦ πάτερ» λέγων «φίλτατε, ὦ μῆτερ Θεμιστώ· ποῦ μὲν ἡ ἐν Ἐφέσῳ δοκοῦσά ποτε εὐδαιμονία; ποῦ δὲ οἱ λαμπροὶ καὶ οἱ περί‐
5βλεπτοι Ἀνθία καὶ Ἁβροκόμης, οἱ καλοί; ἡ μὲν οἴχεται πόρρω ποι τῆς γῆς αἰχμάλωτος, ἐγὼ δὲ καὶ τὸ μόνον ἀφῄρημαι παραμύθιον, καὶ τεθνήξομαι δυστυχὴς ἐν δεσμω‐ τηρίῳ μόνος.»

2

.

8

.

2

Ταῦτα λέγοντα αὐτὸν ὕπνος καταλαμβάνει, καὶ αὐτῷ ὄναρ ἐφίσταται. Ἔδοξεν ἰδεῖν αὐτοῦ τὸν πατέρα Λυκο‐ μήδη ἐν ἐσθῆτι μελαίνῃ πλανώμενον κατὰ πᾶσαν γῆν καὶ θάλατταν, ἐπιστάντα δὲ τῷ δεσμωτηρίῳ λῦσαί τε αὐτὸν καὶ
5ἀφιέναι ἐκ τοῦ οἰκήματος· αὐτὸν δὲ ἵππον γενόμενον ἐπὶ πολλὴν φέρεσθαι γῆν διώκοντα ἵππον ἄλλην θήλειαν, καὶ τέλος εὑρεῖν τὴν ἵππον καὶ ἄνθρωπον γενέσθαι. Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, ἀνέθορέ τε καὶ μικρὰ εὔελπις ἦν.
8

2

.

9

.

1

Ὁ μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατακέκλειστο, ἡ δὲ Ἀνθία εἰς Συρίαν ἤγετο καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη. Ὡς δὲ ἧκον οἱ περὶ τὴν Μαντὼ εἰς Ἀντιόχειαν (ἐκεῖθεν γὰρ ἦν Μοῖρις), ἐμνησικάκει μὲν καὶ τὴν Ῥόδην, ἐμίσει δὲ
5καὶ τὴν Ἀνθίαν.

2

.

9

.

2

Καὶ δὴ τὴν μὲν Ῥόδην εὐθὺς μετὰ τοῦ Λεύκωνος κελεύει ἐμβιβάσαντάς τινας πλοίῳ πορρω‐ τάτω τῆς Συρίων ἀποδόσθαι γῆς, τὴν δὲ Ἀνθίαν οἰκέτῃ συνουσιάζειν ἐνενόει καὶ ταῦτα τῶν ἀτιμοτάτων, αἰπόλῳ
5τινὶ ἀγροίκῳ, ἡγουμένη διὰ τούτου τιμωρήσασθαι αὐτήν.

2

.

9

.

3

Μεταπέμπεται δὲ τὸν αἰπόλον, Λάμπωνα τοὔνομα, καὶ παραδίδωσι τὴν Ἀνθίαν καὶ κελεύει γυναῖκα ἔχειν, καὶ ἐὰν ἀπειθῇ προσέταττε βιάζεσθαι.28

2

.

9

.

4

Καὶ ἡ μὲν ἤγετο ἐπ’ ἀγρὸν συνεσομένη τῷ αἰπόλῳ· γενομένη δὲ ἐν τῷ χωρίῳ ἔνθα ὁ Λάμπων ἔνεμε τὰς αἶγας, προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει κατοικτεῖραι καὶ 〈ἁγνὴν〉
5τηρῆσαι· διηγεῖται δὲ ἥτις ἦν, τὴν προτέραν εὐγένειαν, τὸν ἄνδρα, τὴν αἰχμαλωσίαν· ἀκούσας δὲ ὁ Λάμπων οἰκτείρει τὴν κόρην καὶ ὄμνυσιν ἦ μὴν φυλάξειν ἀμόλυντον, καὶ θαρρεῖν παρεκελεύετο.
8

2

.

10

.

1

Καὶ ἡ μὲν παρὰ τῷ αἰπόλῳ ἦν ἐν τῷ χωρίῳ πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα· ὁ δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα ὁ Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῷ γραμματιδίῳ τῷ Μαντοῦς πρὸς Ἁβροκόμην
5καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν· εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψεις.

2

.

10

.

2

Πόνηρα δὲ καὶ ἐλεεινὰ πεπον‐ θὼς προσπίπτει τοῖς γόνασι τοῖς Ἀψύρτου, ὁ δὲ αὐτὸν ἀνίστησι καὶ «θάρσει» ἔφη, «ὦ μειράκιον· ἀδίκως σου κατέγνων πεισθεὶς θυγατρὸς λόγοις· ἀλλὰ νῦν μέν σε ἐλεύ‐
5θερον ἀντὶ δούλου ποιήσω, δίδωμι δέ σοι τῆς οἰκίας ἄρχειν τῆς ἐμῆς καὶ γυναῖκα ἄξομαι τῶν πολιτῶν τινος θυγατέρα· σὺ δὲ μὴ μνησικακήσῃς τῶν γεγενημένων, οὐ γὰρ ἑκών σε ἠδίκησα.»

2

.

10

.

3

Ταῦτα ἔλεγεν ὁ Ἄψυρτος· ὁ δὲ Ἁβρο‐ κόμης «ἀλλὰ χάρις» ἔφη «σοι, δέσποτα, ὅτι καὶ τὸ ἀληθὲς ἔμαθες καὶ τῆς σωφροσύνης ἀμείβῃ με.» Ἔχαιρον δὴ πάντες οἱ κατὰ τὴν οἰκίαν ὑπὲρ Ἁβροκόμου καὶ χάριν
5ᾔδεσαν ὑπὲρ αὐτοῦ τῷ δεσπότῃ· αὐτὸς δὲ ἐν μεγάλῃ συμ‐ φορᾷ κατὰ Ἀνθίαν ἦν· ἐνενόει δὲ πρὸς ἑαυτὸν πολλάκις «τί δὲ ἐλευθερίας ἐμοί; τί δὲ πλούτων καὶ ἐπιμελείας τῶν Ἀψύρτου χρημάτων; οὐ τοιοῦτον εἶναί με δεῖ· ἐκείνην ἢ
ζῶσαν ἢ τεθνεῶσαν εὕροιμι.»29

2

.

10

.

4

Ὁ μὲν οὖν ἐν τούτοις ἦν, διοικῶν μὲν τὰ Ἀψύρτου, ἐννοῶν δὲ ὁπότε καὶ ποῦ τὴν Ἀνθίαν εὑρήσει· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη ἤχθησαν εἰς Λυκίαν εἰς πόλιν Ξάνθον (ἀνώτερον δὲ θαλάσσης ἡ πόλις) κἀνταῦθα ἐπράθησαν
5πρεσβύτῃ τινί, ὃς αὐτοὺς εἶχε μετὰ πάσης ἐπιμελείας, παῖδας αὑτοῦ νομίζων· καὶ γὰρ ἄτεκνος ἦν· διῆγον δὲ ἐν ἀφθόνοις μὲν πᾶσιν, ἐλύπουν δὲ αὐτοὺς Ἀνθία καὶ Ἁβρο‐ κόμης οὐχ ὁρώμενοι.
8

2

.

11

.

1

Ἡ δὲ Ἀνθία ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθίας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ
5αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι.

2

.

11

.

2

Ὁ δὲ τῷ μὲν Μοίριδι συντίθεται, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται πρὸς αὐτὴν καὶ λέγει τὸν ἔρωτα τὸν Μοίριδος. Ἡ δὲ ἐν ὀργῇ γενομένη «πασῶν» ἔφη «δυστυ‐ χεστάτη γυναικῶν ἐγώ· τὴν ζήλην περιάξομαι, δι’ ἣν τὰ
5μὲν πρῶτα ἐν Φοινίκῃ ἀφῃρέθην ἐρωμένου, νυνὶ δὲ κινδυ‐ νεύω 〈περὶ〉 τοῦ ἀνδρός· ἀλλ’ οὐ χαίρουσά γε Ἀνθία φανεῖται καλὴ καὶ Μοίριδι· ἐγὼ γὰρ αὐτὴν καὶ ὑπὲρ τῶν ἐν Τύρῳ πράξομαι δίκας.»

2

.

11

.

3

Τότε μὲν οὖν τὴν ἡσυχίαν ἤγαγεν· ἀποδημήσαντος δὲ τοῦ Μοίριδος μεταπέμπεται τὸν αἰπόλον καὶ κελεύει λαβόντα τὴν Ἀνθίαν εἰς τὸ δασύτατον ἀγαγόντα τῆς ὕλης ἀποκτεῖναι καὶ τούτου μισθὸν αὐτῷ δώσειν ὑπέσχετο.

2

.

11

.

4

Ὁ δὲ οἰκτείρει μὲν τὴν κόρην, δεδοικὼς δὲ τὴν Μαντὼ ἔρχεται παρὰ τὴν Ἀνθίαν καὶ λέγει τὰ κατ’ αὐτῆς δεδογμένα. Ἡ δὲ ἀνεκώκυσέ τε καὶ ἀνωδύρετο «φεῦ» λέγουσα, «τοῦτο τὸ κάλλος ἐπίβουλον ἀμφοτέροις παν‐
5ταχοῦ· διὰ τὴν ἄκαιρον εὐμορφίαν Ἁβροκόμης μὲν ἐν Τύρῳ τέθνηκεν, ἐγὼ δὲ ἐνταῦθα·

2

.

11

.

5

ἀλλὰ δέομαι σοῦ, Λάμπων αἰπόλε, ὡς μέχρι νῦν εὐσέβησας, ἂν ἀποκτείνῃς, κἂν ὀλίγον θάψον με τῇ παρακειμένῃ γῇ καὶ ὀφθαλμοῖς τοῖς ἐμοῖς χεῖρας ἐπίβαλε τὰς σὰς καὶ θάπτων συνεχὲς
30
5Ἁβροκόμην κάλει· αὕτη γένοιτ’ ἂν εὐδαίμων ἐμοὶ [μετὰ Ἁβροκόμου] ταφή.»

2

.

11

.

6

Ἔλεγε ταῦτα, ὁ δὲ αἰπόλος εἰς οἶκτον ἔρχεται ἐννοῶν ὡς ἀνόσιον ἔργον ἐργάσεται κόρην οὐδὲν ἀδικοῦσαν ἀπο‐ κτείνας οὕτω καλήν.

2

.

11

.

7

Λαβὼν δὲ τὴν κόρην ὁ αἰπόλος φονεῦσαι μὲν οὐκ ἠνέσχετο, φράζει δὲ πρὸς αὐτὴν τάδε· «Ἀνθία, οἶδας ὅτι ἡ δέσποινα Μαντὼ ἐκέλευσέ μοι λαβεῖν καὶ φονεῦσαί σε· ἐγὼ δὲ καὶ θεοὺς δεδιὼς καὶ τὸ κάλλος
5οἰκτείρας βούλομαί σε μᾶλλον πωλῆσαι πόρρω που τῆς γῆς ταύτης, μὴ μαθοῦσα ἡ Μαντὼ ὅτι οὐ τέθνηκας, ἐμὲ [μᾶλλον] κακῶς διαθήσει.»

2

.

11

.

8

Ἡ δὲ μετὰ δακρύων λαβο‐ μένη τῶν ποδῶν αὐτοῦ ἔφη «θεοὶ καὶ Ἄρτεμι πατρῴα, τὸν αἰπόλον ὑπὲρ τούτων τῶν ἀγαθῶν ἀμείψασθε», καὶ παρε‐ κάλει πραθῆναι.

2

.

11

.

9

Ὁ δὲ αἰπόλος λαβόμενος τῆς Ἀνθίας ᾤχετο ἐπὶ τὸν λιμένα· εὑρὼν δὲ ἐκεῖ ἐμπόρους ἄνδρας Κίλικας ἀπέδοτο τὴν κόρην, καὶ λαβὼν τὴν ὑπὲρ αὐτῆς τιμὴν ἧκεν εἰς τὸν ἀγρόν.

2

.

11

.

10

Οἱ δὲ ἔμποροι λαβόντες τὴν Ἀνθίαν εἰς τὸ πλοῖον ἦγον καὶ νυκτὸς ἐπελθούσης ᾔεσαν τὴν ἐπὶ Κιλικίας· ἐναντίῳ δὲ πνεύματι κατεχόμενοι καὶ τῆς νεὼς διαρραγείσης μόλις ἐν σανίσι τινὲς σωθέντες
5ἐπ’ αἰγιαλοῦ τινος ἦλθον· εἶχον δὲ καὶ τὴν Ἀνθίαν.

2

.

11

.

11

Ἦν δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ὕλη δασεῖα. Τὴν οὖν νύκτα ἐκείνην πλανώμενοι ἐν αὐτῇ [τῇ ὕλῃ] ὑπὸ τῶν περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν συνελήφθησαν.
3

2

.

12

.

1

Ἐν δὲ τούτοις τις ἧκεν ἀπὸ [τῆς] Συρίας οἰκέτης [ὑπὸ τῆς] Μαντοῦς γράμματα κομίζων τῷ πατρὶ Ἀψύρτῳ τοιάδε·31
3 «Ἔδωκάς με ἀνδρὶ ἐν ξένῃ· Ἀνθίαν δέ, ἣν μετὰ τῶν
5«ἄλλων οἰκετῶν ἐδωρήσω μοι, πολλὰ διαπραξαμένην κακὰ «εἰς ἀγρὸν οἰκεῖν ἐκελεύσαμεν. Ταύτην συνεχῶς ἐν τῷ «χωρίῳ θεώμενος ὁ καλὸς Μοῖρις ἐρᾷ· μηκέτι δὲ φέρειν «δυναμένη μετεπεμψάμην τὸν αἰπόλον καὶ τὴν κόρην «πραθῆναι πάλιν ἐκέλευσα ἐν πόλει τινὶ τῆς Συρίας.»
9

2

.

12

.

2

Ταῦτα μαθὼν ὁ Ἁβροκόμης οὐκέτι μένειν ἐκαρτέρει· λαθὼν οὖν τὸν Ἄψυρτον καὶ πάντας τοὺς κατὰ τὸν οἶκον εἰς ἐπιζήτησιν τῆς Ἀνθίας ἔρχεται. Ἐλθὼν οὖν ἐν τῷ ἀγρῷ ἔνθα μετὰ τοῦ αἰπόλου ἡ Ἀνθία διέτριβεν, 〈ὑπ〉άγει
5δὴ παρὰ [τὸν αἰγιαλὸν τὸν Λάμπωνα] τὸν αἰπόλον, ᾧ πρὸς γάμον ἐδεδώκει τὴν Ἀνθίαν ἡ Μαντώ, ἐδεῖτο δὲ τοῦ Λάμ‐ πωνος εἰπεῖν αὐτῷ εἴ τι οἶδε περὶ κόρης ἐκ Τύρου.

2

.

12

.

3

Ὁ δὲ αἰπόλος καὶ τὸ ὄνομα εἶπεν ὅτι [καὶ] Ἀνθία καὶ τὸν γάμον καὶ τὴν εὐσέβειαν τὴν περὶ αὐτὴν καὶ τὸν Μοίριδος ἔρωτα καὶ τὸ πρόσταγμα τὸ κατ’ αὐτῆς καὶ τὴν εἰς Κιλικίαν ὁδόν· ἔλεγέ τε ὡς ἀεί τινος Ἁβροκόμου
5μέμνηται ἡ κόρη. Ὁ δὲ αὑτὸν ὅστις ἦν οὐ λέγει, ἕωθεν δὲ ἀναστὰς ἤλαυνε τὴν ἐπὶ Κιλικίας ἐλπίζων Ἀνθίαν εὑρήσειν ἐκεῖ.
7

2

.

13

.

1

Οἱ δὲ περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν ἐκείνης μὲν τῆς νυκτὸς ἔμειναν εὐωχούμενοι, τῇ δὲ ἑξῆς περὶ τὴν θυσίαν ἐγίνοντο. Παρεσκευάζετο δὲ πάντα καὶ ἀγάλματα τοῦ Ἄρεος καὶ ξύλα καὶ στεφανώματα·

2

.

13

.

2

ἔδει δὲ τὴν
θυσίαν γενέσθαι τρόπῳ τῷ συνήθει. Τὸ μέλλον ἱερεῖον θύεσθαι, εἴτε ἄνθρωπος εἴτε βόσκημα εἴη, κρεμάσαντες ἐκ δένδρου καὶ διαστάντες ἠκόντιζον· καὶ ὁπόσοι μὲν ἐπέ‐32
5τυχον, τούτων ὁ θεὸς ἐδόκει δέχεσθαι τὴν θυσίαν· ὁπόσοι δὲ ἀπέτυχον, αὖθις ἐξιλάσκοντο· ἔδει δὲ τὴν Ἀνθίαν οὕτως ἱερουργηθῆναι.

2

.

13

.

3

Ὡς δὲ πάντα ἕτοιμα ἦν καὶ κρεμνᾶν τὴν κόρην ἤθελον, ψόφος τῆς ὕλης ἠκούετο καὶ ἀνθρώπων κτύπος. Ἦν δὲ ὁ τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ προεστώς, Περίλαος τοὔνομα, ἀνὴρ τῶν τὰ πρῶτα ἐν
5Κιλικίᾳ δυναμένων.

2

.

13

.

4

Οὗτος ὁ Περίλαος ἐπέστη τοῖς λῃσταῖς μετὰ πλήθους πολλοῦ καὶ πάντας τε ἀπέκτεινε, ὀλίγους δὲ καὶ ζῶντας ἔλαβε· μόνος δὲ ὁ Ἱππόθοος ἠδυνήθη διαφυγεῖν ἀράμενος τὰ ὅπλα.

2

.

13

.

5

Ἔλαβε δὲ τὴν Ἀνθίαν Περίλαος καὶ πυθόμενος τὴν μέλλουσαν συμφορὰν ἠλέησε· εἶχε δὲ ἄρα μεγάλης ἀρχὴν συμφορᾶς ὁ ἔλεος Ἀνθίας· ἄγει δὲ αὐτὴν καὶ τοὺς συλληφθέντας τῶν λῃστῶν
5εἰς Ταρσὸν τῆς Κιλικίας.

2

.

13

.

6

Ἡ δὲ συνήθης αὐτὸν τῆς κόρης ὄψις εἰς ἔρωτα ἤγαγε, καὶ κατὰ μικρὸν ἑαλώκει Περίλαος Ἀνθίας. Ὡς δὲ ἧκον εἰς Ταρσόν, τοὺς μὲν λῃστὰς εἰς τὴν εἱρκτὴν παρέδωκε, τὴν δὲ Ἀνθίαν ἐθε‐
5ράπευεν. Ἦν δὲ οὔτε γυνὴ τῷ Περιλάῳ οὔτε παῖδες, καὶ περιβολὴ χρημάτων οὐκ ὀλίγη.

2

.

13

.

7

Ἔλεγεν οὖν πρὸς τὴν Ἀνθίαν ὡς πάντα ἂν αὐτὴ γένοιτο Περιλάῳ, γυνὴ καὶ δεσπότις καὶ παῖδες.

2

.

13

.

8

Ἡ δὲ τὰ μὲν πρῶτα ἀντεῖχε, οὐκ ἔχουσα δὲ ὅ τι ποιήσει βιαζομένῳ καὶ πολλὰ ἐγκει‐ μένῳ, δείσασα μὴ καί τι τολμήσῃ βιαιότερον, συγκατατίθεται μὲν τὸν γάμον, ἱκετεύει δὲ αὐτὸν ἀναμεῖναι χρόνον ὀλίγον
5ὅσον ἡμερῶν τριάκοντα, καὶ ἄχραντον τηρῆσαι· καὶ σκήπ‐ τεται 〈μέν τι〉, ὁ δὲ Περίλαος πείθεται καὶ ἐπόμνυται
τηρήσειν αὐτὴν γάμων ἁγνὴν εἰς ὅσον ἂν ὁ χρόνος διέλθῃ.33

2

.

14

.

1

Καὶ ἡ μὲν ἐν Ταρσῷ ἦν μετὰ Περιλάου, τὸν χρόνον ἀναμένουσα τοῦ γάμου· ὁ δὲ Ἁβροκόμης ᾔει τὴν ἐπὶ Κιλικίας ὁδόν· καὶ οὐ πρὸ πολλοῦ τοῦ ἄντρου τοῦ λῃστρικοῦ (ἐπεπλάνητο γὰρ καὶ αὐτὸς τῆς ἐπ’ εὐθὺ ὁδοῦ)
5συντυγχάνει τῷ Ἱπποθόῳ ὡπλισμένῳ.

2

.

14

.

2

Ὁ δὲ αὐτὸν ἰδὼν προτρέχει τε καὶ φιλοφρονεῖται καὶ δεῖται κοινωνὸν γενέσθαι τῆς ὁδοῦ. «Ὁρῶ γάρ σε, ὦ μειράκιον, ὅστις ποτὲ εἶ, καὶ ὀφθῆναι καλὸν καὶ ἄλλως ἀνδρικόν· καὶ ἡ πλάνη
5φαίνεται πάντως ἀδικουμένου.

2

.

14

.

3

Ἴωμεν οὖν Κιλικίαν μὲν ἀφέντες ἐπὶ Καππαδοκίαν καὶ τὸν Πόντον· ἐκεῖ λέγονται γὰρ οἰκεῖν ἄνδρες εὐδαίμονες».

2

.

14

.

4

Ὁ δὲ Ἁβρο‐ κόμης τὴν μὲν Ἀνθίας ζήτησιν οὐ λέγει, συγκατατίθεται δὲ ἀναγκάζοντι τῷ Ἱπποθόῳ, καὶ ὅρκους ποιοῦσι συνεργή‐ σειν τε καὶ συλλήψεσθαι· ἤλπιζε δὲ καὶ ὁ Ἁβροκόμης ἐν
5τῇ πολλῇ πλάνῃ τὴν Ἀνθίαν εὑρήσειν.

2

.

14

.

5

Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον·
ἦν γὰρ 〈καὶ〉 τῷ Ἱπποθόῳ ἵππος ἐν τῇ ὕλῃ κρυπτόμενος.34

3

.

1

.

1

Τῇ δὲ ἑξῆς παρῄεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν.

3

.

1

.

2

Ἐκεῖθεν γὰρ Ἱππόθοος ἐνενόει συλλεξά‐ μενος νεανίσκους ἀκμάζοντας συστήσασθαι πάλιν τὸ λῃστήριον. Ἰοῦσι δὲ αὐτοῖς διὰ κωμῶν μεγάλων πάντων ἦν ἀφθονία τῶν ἐπιτηδείων· καὶ γὰρ ὁ Ἱππόθοος ἐμπείρως
5εἶχε τῆς Καππαδοκῶν φωνῆς, καὶ αὐτῷ πάντες ὡς οἰκείῳ προσεφέροντο.

3

.

1

.

3

Διανύσαντες δὲ τὴν ὁδὸν ἡμέραις δέκα εἰς Μάζακον ἔρχονται κἀνταῦθα πλησίον τῶν πυλῶν εἰσ‐ ῳκίσαντο καὶ ἔγνωσαν ἑαυτοὺς ἡμερῶν τινων ἐκ τοῦ καμάτου θεραπεῦσαι.

3

.

1

.

4

Καὶ δὴ εὐωχουμένων αὐτῶν ἐστέναξεν ὁ Ἱππόθοος καὶ ἐπεδάκρυσεν· ὁ δὲ Ἁβροκόμης ἤρετο αὐτὸν τίς ἡ αἰτία τῶν δακρύων. Καὶ ὃς «μεγάλα» ἔφη «τἀμὰ διηγήματα καὶ πολλὴν ἔχοντα τραγῳδίαν».

3

.

1

.

5

Ἐδέετο Ἁβροκόμης εἰπεῖν, ὑπισχνούμενος καὶ τὰ καθ’ αὑτὸν διηγήσασθαι. Ὁ δὲ ἀναλαβὼν ἄνωθεν (μόνοι δὲ ἐτύγχανον ὄντες) ἐξηγεῖται τὰ καθ’ αὑτόν.
3

3

.

2

.

1

«Ἐγὼ» ἔφη «εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θρᾴκης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα.

3

.

2

.

2

Ἐκεῖ νέος ὢν ἠράσθην μειρακίου καλοῦ· ἦν δὲ τὸ μειράκιον τῶν ἐπιχω‐ ρίων· ὄνομα Ὑπεράνθης ἦν αὐτῷ. Ἠράσθην δὲ τὰ πρῶτα ἐν γυμνασίοις διαπαλαίοντα ἰδὼν καὶ οὐκ ἐκαρτέρησα.
35

3

.

2

.

3

Ἑορτῆς ἀγομένης ἐπιχωρίου καὶ παννυχίδος ἐπ’ αὐτῆς πρόσειμι τῷ Ὑπεράνθῃ καὶ ἱκετεύω κατοικτεῖραι· ἀκοῦσαν δὲ τὸ μειράκιον πάντα ὑπισχνεῖται κατελεῆσάν με.

3

.

2

.

4

Καὶ τὰ πρῶτά γε τοῦ ἔρωτος ὁδοιπορεῖ φιλήματα καὶ ψαύσματα καὶ πολλὰ παρ’ ἐμοῦ δάκρυα· τέλος δὲ ἠδυνήθη‐ μεν καιροῦ λαβόμενοι γενέσθαι μετ’ ἀλλήλων μόνοι καὶ τὸ τῆς ἡλικίας [ἀλλήλοις] ἀνύποπτον ἦν. Καὶ χρόνῳ συνῆμεν
5πολλῷ, στέργοντες ἀλλήλους διαφερόντως, ἕως δαίμων τις ἡμῖν ἐνεμέσησε.

3

.

2

.

5

Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῇ Περίνθῳ) ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, [ὃς] ἐπὶ πλούτῳ καὶ περιουσίᾳ μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο.

3

.

2

.

6

Οὗτος ἐπιβὰς εὐθὺς τῇ Περίνθῳ, ὡς ὑπό τινος ἀπεσταλμένος κατ’ ἐμοῦ θεοῦ, ὁρᾷ τὸν Ὑπεράνθην σὺν ἐμοὶ καὶ εὐθέως ἁλίσκεται, τοῦ μειρακίου θαυμάσας τὸ κάλλος, πάντα ὁντινοῦν
5ἐπάγεσθαι δυνάμενον.

3

.

2

.

7

Ἐρασθεὶς δὲ οὐκέτι μετρίως κατεῖχε τὸν ἔρωτα, ἀλλὰ τὰ μὲν πρῶτα τῷ μειρακίῳ προ‐ σέπεμπεν· ὡς δὲ ἀνήνυτον ἦν αὐτῷ (ὁ γὰρ Ὑπεράνθης διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν οὐδένα προσίετο), πείθει τὸν πατέρα
5αὐτοῦ, πονηρὸν ἄνδρα καὶ ἐλάττονα χρημάτων·

3

.

2

.

8

ὁ δὲ αὐτῷ δίδωσι τὸν Ὑπεράνθην προφάσει διδασκαλίας· ἔλεγε γὰρ εἶναι λόγων τεχνίτης. Παραλαβὼν δὲ αὐτὸν τὰ μὲν πρῶτα κατάκλειστον εἶχε, μετὰ τοῦτο δὲ ἀπῆρεν ἐς Βυζάν‐
5τιον.

3

.

2

.

9

Εἱπόμην κἀγώ, πάντων καταφρονήσας τῶν ἐμαυτοῦ, καὶ ὅσα ἐδυνάμην συνήμην τῷ μειρακίῳ· ἐδυνά‐ μην δὲ ὀλίγα, καί μοι φίλημα σπάνιον ἐγίνετο καὶ λαλιὰ δυσχερής· ἐφρουρούμην δὲ ὑπὸ πολλῶν.

3

.

2

.

10

Τελευταῖον οὐκέτι καρτερῶν, ἐμαυτὸν παροξύνας ἐπάνειμι εἰς Πέ‐ ρινθον καὶ πάντα ὅσα ἦν μοι κτήματα ἀποδόμενος, συλ‐ λέξας ἄργυρον εἰς Βυζάντιον ἔρχομαι καὶ λαβὼν ξιφίδιον
36
5(συνδοκοῦν τοῦτο καὶ τῷ Ὑπεράνθῃ) εἴσειμι νύκτωρ εἰς τὴν οἰκίαν τοῦ Ἀριστομάχου καὶ εὑρίσκω συγκατακείμενον τῷ παιδὶ καὶ ὀργῆς πλησθεὶς παίω τὸν Ἀριστόμαχον καιρίαν.

3

.

2

.

11

Ἡσυχίας δὲ οὔσης καὶ πάντων ἀναπαυο‐ μένων ἔξειμι ὡς εἶχον λαθών, ἐπαγόμενος καὶ τὸν Ὑπε‐ ράνθην, καὶ δι’ ὅλης νυκτὸς ὁδεύσας εἰς Πέρινθον, εὐθὺς νεὼς ἐπιβὰς οὐδενὸς εἰδότος ἔπλεον εἰς Ἀσίαν.

3

.

2

.

12

Καὶ μέχρι μέν τινος διήνυστο εὐτυχῶς ὁ πλοῦς· τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῷ Ὑπεράνθῃ συνενη‐
5χόμην ὑπιὼν αὐτῷ καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην· νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῷ κολύμβῳ καὶ ἀποθνῄσκει.

3

.

2

.

13

Ἐγὼ δὲ τοσοῦτον ἠδυνήθην τὸ σῶμα διασῶσαι ἐπὶ τὴν γῆν καὶ θάψαι· καὶ πολλὰ δακρύσας καὶ στενάξας, ἀφελὼν λείψανα καὶ δυνη‐ θεὶς εὐπορῆσαί που ἑνὸς ἐπιτηδείου λίθου στήλην ἐπέ‐
5στησα τῷ τάφῳ καὶ ἐπέγραψα εἰς μνήμην τοῦ δυστυχοῦς μειρακίου ἐπίγραμμα παρ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν πλα‐ σάμενος
7 Ἱππόθοος κλεινῷ τεῦξεν τόδε 〈σῆμ’〉 Ὑπεράνθῃ, οὐ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου
10ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτόν, ὅν ποτε δαίμων ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.
11

3

.

2

.

14

Τοὐντεῦθεν δὲ εἰς μὲν Πέρινθον ἐλθεῖν οὐ διέγνων, ἐτράπην δὲ δι’ Ἀσίας ἐπὶ Φρυγίαν τὴν μεγάλην καὶ
Παμφυλίαν· κἀνταῦθα ἀπορίᾳ βίου καὶ ἀθυμίᾳ τῆς συμφο‐ ρᾶς ἐπέδωκα ἐμαυτὸν λῃστηρίῳ. Καὶ τὰ μὲν πρῶτα ὑπη‐37
5ρέτης λῃστηρίου γενόμενος, τὸ τελευταῖον [δὲ] περὶ Κιλι‐ κίαν αὐτὸς συνεστησάμην λῃστήριον, εὐδοκιμῆσαν ἐπὶ πολύ, ἕως ἐλήφθησαν οἱ σὺν ἐμοὶ οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν.

3

.

2

.

15

Αὕτη μὲν ἡ τῶν ἐμῶν διηγημάτων τύχη· σὺ δέ, ὦ φίλτατε, εἰπέ μοι τὰ ἑαυτοῦ· δῆλος γὰρ εἶ μεγάλῃ τινὶ ἀνάγκῃ τῇ κατὰ τὴν πλάνην χρώμενος».
3

3

.

3

.

1

Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠρά‐ σθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον
5καὶ τὴν μέχρι Κιλικίας ὁδόν.

3

.

3

.

2

Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων «ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλ‐ τατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ ὄψει τὴν ἐρωμένην καὶ
5ἀπολήψῃ χρόνῳ ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι».

3

.

3

.

3

Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδά‐ κρυεν αὐτῇ. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀπο‐ βλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος «ἄλλο» ἔφη «σοὶ [ὀλίγου] διήγημα παρῆλθον οὐκ εἰπών·

3

.

3

.

4

πρὸ ὀλίγου τοῦ τὸ λῃστήριον ἁλῶναι ἐπέστη τῷ ἄντρῳ κόρη καλὴ πλανω‐ μένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῷ
5Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστη‐ σαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο.

3

.

3

.

5

Ἦν δὲ καλὴ πάνυ, Ἁβροκόμη, καὶ ἐσταλ‐ μένη λιτῶς· κόμη ξανθή, χαρίεντες ὀφθαλμοί». Ἔτι λέγοντος αὐτοῦ ἀνεβόησεν Ἁβροκόμης «τὴν ἐμὴν Ἀνθίαν ἑώρακας, Ἱππόθοε· ποῦ δὲ ἄρα καὶ πέφευγε; τίς δὲ αὐτὴν
5ἔχει γῆ; Ἐπὶ Κιλικίαν τραπώμεθα, ἐκείνην ζητήσωμεν, οὐκ ἔστι πόρρω τοῦ λῃστηρίου.38

3

.

3

.

6

Ναί, πρὸς αὐτοῦ σε ψυχῆς Ὑπεράνθους, μή με ἑκὼν ἀδικήσῃς, ἀλλ’ ἴωμεν ὅπου δυνησόμεθα Ἀνθίαν εὑρεῖν». Ὑπισχνεῖται ὁ Ἱπ‐ πόθοος πάντα ποιήσειν, ἔλεγε δὴ ἀνθρώπους δεῖν ὀλίγους
5συλλέξασθαι πρὸς ἀσφάλειαν τῆς ὁδοῦ.

3

.

3

.

7

Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν, ἐννοοῦντες ὅπως ὀπίσω τὴν εἰς Κιλικίαν ἐλεύσονται· τῇ δὲ Ἀνθίᾳ αἱ τριάκοντα παρεληλύθεσαν ἡμέραι καὶ παρεσκευάζετο τῷ Περιλάῳ τὰ περὶ τὸν γάμον, καὶ ἱερεῖα κατήγετο ἐκ τῶν χωρίων,
5πολλὴ δὲ ἡ τῶν ἄλλων ἀφθονία· συμπαρῆσαν δὲ αὐτῷ οἵ τε οἰκεῖοι καὶ συγγενεῖς· πολλοὶ δὲ καὶ τῶν πολιτῶν συνεώρ‐ ταζον τὸν Ἀνθίας γάμον.
7

3

.

4

.

1

Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἀνθία ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίῳ περιπεσὼν εἰς Αἴγυπτον πλέων.

3

.

4

.

2

Οὗτος ὁ Εὔδοξος περιῄει μὲν καὶ τοὺς ἄλλους ἄνδρας, ὅσοι Ταρσέων εὐδο‐ κιμώτατοι, οὓς μὲν ἐσθῆτας, οὓς δὲ ἀργύριον αἰτῶν, διη‐ γούμενος ἑκάστῳ τὴν συμφοράν, προσῆλθε δὲ καὶ τῷ
5Περιλάῳ καὶ εἶπεν ὅτι Ἐφέσιος καὶ ἰατρὸς τὴν τέχνην.

3

.

4

.

3

Ὁ δὲ αὐτὸν λαβὼν ἄγει πρὸς τὴν Ἀνθίαν, ἡσθήσεσθαι νομίζων ἀνδρὶ ὀφθέντι Ἐφεσίῳ. Ἡ δὲ ἐφιλοφρονεῖτό τε τὸν Εὔδοξον καὶ ἀνεπυνθάνετο εἴ τι περὶ τῶν αὑτῆς λέγειν ἔχοι· ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο μακρᾶς αὐτῷ τῆς
5ἀποδημίας τῆς ἀπὸ Ἐφέσου γεγενημένης· ἀλλ’ οὐδὲν ἧττον ἔχαιρεν αὐτῷ ἡ Ἀνθία, ἀναμιμνῃσκομένη τῶν οἴκοι.

3

.

4

.

4

Καὶ δὴ συνήθης τε ἐγεγόνει τοῖς κατὰ τὴν οἰκίαν καὶ
εἰσῄει παρ’ ἕκαστα πρὸς τὴν Ἀνθίαν, πάντων ἀπολαύων τῶν ἐπιτηδείων, ἀεὶ δεόμενος αὐτῆς εἰς Ἔφεσον παρα‐ πεμφθῆναι· καὶ ἄρα καὶ παῖδες ἦσαν αὐτῷ καὶ γυνή.39
4

3

.

5

.

1

Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐκτετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτοῖς πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἀνθία ἐκεκόσμητο κόσμῳ νυμφικῷ· ἐπαύετο δὲ οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν
5δακρύουσα, ἀλλ’ ἀεὶ πρὸ ὀφθαλμῶν εἶχεν Ἁβροκόμην.

3

.

5

.

2

Ἐνενοεῖτο δὲ ἅμα πολλά, τὸν ἔρωτα, τοὺς ὅρκους, τὴν πατρίδα, τοὺς πατέρας, τὴν ἀνάγκην, τὸν γάμον. Καὶ δὴ καθ’ αὑτὴν γενομένη, καιροῦ λαβομένη, σπαράξασα τὰς κόμας «ὢ πάντα ἄδικος ἐγὼ» φησὶ «καὶ πονηρά, ὡς
5οὐχὶ τοῖς ἴσοις Ἁβροκόμην ἀμείβομαι.

3

.

5

.

3

Ὁ μὲν γὰρ ἵνα ἐμὸς ἀνὴρ μείνῃ καὶ δεσμὰ ὑπομένει καὶ βασάνους καὶ ἴσως που καὶ τέθνηκεν· ἐγὼ δὲ καὶ ἐκείνων ἀμνημονῶ καὶ γαμοῦμαι δυστυχής, καὶ τὸν ὑμέναιον ᾄσει τις ἐπ’ ἐμοί,
5καὶ ἐπ’ εὐνὴν ἀφίξομαι τὴν Περιλάου.

3

.

5

.

4

Ἀλλ’, ὦ φιλ‐ τάτη μου πασῶν Ἁβροκόμου ψυχή, μηδέν τι ὑπὲρ ἐμοῦ λυπηθῇς, οὐ γὰρ 〈ἄν〉 ποτε ἑκοῦσα ἀδικήσαιμί σε· ἐλεύ‐ σομαι, καὶ μέχρι θανάτου μείνασα νύμφη σή».

3

.

5

.

5

Ταῦτα εἶπε καὶ ἀφικομένου παρ’ αὐτὴν τοῦ Εὐδόξου τοῦ Ἐφεσίου ἰατροῦ ἀπαγαγοῦσα αὐτὸν ἐπ’ οἴκημά τι ἠρεμαῖον προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει μηδενὶ κατειπεῖν τῶν ῥηθησομένων μηδὲν καὶ ὁρκίζει τὴν
5πάτριον θεὰν Ἄρτεμιν ξυμπρᾶξαι πάντα ὅσα ἂν αὐτοῦ δεηθῇ.

3

.

5

.

6

Ἀνίστησιν αὐτὴν ὁ Εὔδοξος πολλὰ θρηνοῦσαν καὶ θαρρεῖν παρεκάλει καὶ ἐπώμνυε, πάντα ποιήσειν ὑπισχνούμενος. Λέγει δὴ αὐτῷ τὸν Ἁβροκόμου ἔρωτα καὶ τοὺς ὅρκους τοὺς πρὸς ἐκεῖνον καὶ τὰς περὶ τῆς σωφρο‐
5σύνης συνθήκας·

3

.

5

.

7

καὶ «εἰ μὲν ἦν ζῶσαν» ἔφη «με
ἀπολαβεῖν ζῶντα Ἁβροκόμην ἢ λαθεῖν ἀποδράσασαν ἐν‐ τεῦθεν, περὶ τούτων ἂν ἐβουλευόμην· ἐπειδὴ δὲ ὁ μὲν τέθνηκε, φυγεῖν δὲ ἀδύνατον καὶ τὸν μέλλοντα ἀμήχανον40
5ὑπομεῖναι γάμον (οὔτε γὰρ τὰς συνθήκας παραβήσομαι τὰς πρὸς Ἁβροκόμην οὔτε τὸν ὅρκον ὑπερόψομαι), σὺ τοίνυν βοηθὸς ἡμῖν γενοῦ, φάρμακον εὑρών ποθεν, ὃ κακῶν με ἀπαλλάξει τὴν κακοδαίμονα.

3

.

5

.

8

Ἔσται δὲ ἀντὶ τού‐ των σοι πολλὰ μὲν καὶ παρὰ τῶν θεῶν, οἷς ἐπεύξομαι καὶ πρὸ τοῦ θανάτου πολλάκις ὑπὲρ σοῦ, αὐτὴ δέ σοι καὶ ἀργύριον δώσω καὶ τὴν παραπομπὴν ἐπισκευάσω. Δυνήσῃ
5δὲ πρὸ τοῦ πυθέσθαι τινὰ ἐπιβὰς νεὼς τὴν ἐπ’ Ἐφέσου πλεῖν· ἐκεῖ δὲ γενόμενος, ἀναζητήσας τοὺς γονεῖς Μεγα‐ μήδη τε καὶ Εὐίππην ἄγγελλε αὐτοῖς τὴν ἐμὴν τελευτὴν καὶ πάντα τὰ κατὰ τὴν ἀποδημίαν, 〈καὶ〉 ὅτι Ἁβροκόμης ἀπόλωλε λέγε».

3

.

5

.

9

Εἰποῦσα τῶν ποδῶν αὐτοῦ προυκυλίετο καὶ ἐδεῖτο μηδὲν ἀντειπεῖν αὐτῇ δοῦναί τε τὸ φάρμακον. Καὶ προ‐ κομίσασα εἴκοσι μνᾶς ἀργυρίου περιδέραιά τε αὐτῆς (ἦν δὲ αὐτῇ πάντα ἄφθονα, πάντων γὰρ ἐξουσίαν εἶχε τῶν
5Περιλάου) δίδωσι τῷ Εὐδόξῳ. Ὁ δὲ βουλευσάμενος πολλὰ καὶ τὴν κόρην οἰκτείρας τῆς συμφορᾶς καὶ τῆς εἰς Ἔφεσον ἐπιθυμῶν ὁδοῦ καὶ τοῦ ἀργυρίου καὶ τῶν δώρων ἡττώμενος ὑπισχνεῖται δώσειν τὸ φάρμακον, καὶ ἀπῄει κομιῶν.

3

.

5

.

10

Ἡ δὲ ἐν τούτῳ πολλὰ καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει.

3

.

5

.

11

Ἐν τούτῳ ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον 〈μὲν〉 οὐχὶ φάρμακον, ὑπνω‐ τικὸν δέ, ὡς μή τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ ἡ Ἀνθία καὶ πολλὴν
5γνοῦσα χάριν αὐτὸν ἀποπέμπει. Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν
ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.41

3

.

6

.

1

Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλα‐ μος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἀνθίαν ἐξαί‐ ροντες· ἡ δὲ ἄκουσα μὲν καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλά‐
5μου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον·

3

.

6

.

2

ἡ δὲ ἀνωδύρετο καὶ ἐδάκρυεν «οὕτως ἐγὼ» λέγουσα «πρό‐ τερον ἠγόμην Ἁβροκόμῃ νυμφίῳ, καὶ παρέπεμπεν ἡμᾶς πῦρ ἐρωτικόν, καὶ ὑμέναιος ᾔδετο ἐπὶ γάμοις εὐδαίμοσι.

3

.

6

.

3

Νυνὶ δὲ τί ποιήσεις, Ἀνθία; ἀδικήσεις Ἁβροκόμην τὸν ἄνδρα, τὸν ἐρώμενον, τὸν διὰ σὲ τεθνηκότα; Οὐχ οὕτως ἄνανδρος ἐγὼ οὐδὲ ἐν τοῖς κακοῖς δειλή. Δεδόχθω ταῦτα, πίνωμεν τὸ φάρμακον· Ἁβροκόμην 〈μόνον〉 εἶναί
5μοι δεῖ ἄνδρα· ἐκεῖνον καὶ τεθνηκότα βούλομαι.»

3

.

6

.

4

Ταῦτα ἔλεγε καὶ ἤγετο εἰς τὸν θάλαμον. Καὶ δὴ μόνη μὲν ἐγεγόνει, ἔτι δὲ Περίλαος μετὰ τῶν φίλων εὐωχεῖτο· σκηψαμένη δὲ τῇ ἀγωνίᾳ ὑπὸ δίψους
5κατειλῆφθαι ἐκέλευσεν αὑτῇ τινι τῶν οἰκετῶν ὕδωρ ἐνεγ‐ κεῖν, ὡς δὴ πιομένη· καὶ δὴ κομισθέντος ἐκπώματος, λαβοῦσα οὐδενὸς ἔνδον αὐτῇ παρόντος ἐμβάλλει τὸ φάρ‐ μακον καὶ δακρύσασα

3

.

6

.

5

«ὦ φιλτάτου» φησὶν «Ἁβρο‐ κόμου ψυχή, ἰδού σοι τὰς ὑποσχέσεις ἀποδίδωμι καὶ ὁδὸν ἔρχομαι τὴν παρὰ σέ, δυστυχῆ μὲν ἀλλ’ ἀναγκαίαν· καὶ δέχου με ἄσμενος καί μοι πάρεχε τὴν ἐκεῖ μετὰ σοῦ δίαι‐
5ταν εὐδαίμονα». Εἰποῦσα ἔπιε τὸ φάρμακον, καὶ εὐθὺς ὕπνος τε αὐτὴν κατεῖχε καὶ ἔπιπτεν εἰς γῆν, καὶ ἐποίει τὸ φάρμακον ὅσα ἐδύνατο.
8

3

.

7

.

1

Ὡς δὲ εἰσῆλθεν ὁ Περίλαος, εὐθὺς ἰδὼν τὴν Ἀνθίαν κειμένην ἐξεπλάγη καὶ ἀνεβόησε, θόρυβός τε
πολὺς τῶν κατὰ τὴν οἰκίαν ἦν καὶ πάθη συμμιγῆ, οἰμωγή, φόβος, ἔκπληξις. Οἱ μὲν ᾤκτειρον τὴν δοκοῦσαν τεθνη‐42
5κέναι, οἱ δὲ συνήχθοντο Περιλάῳ, πάντες δὲ ἐθρήνουν τὸ γεγονός.

3

.

7

.

2

Ὁ δὲ Περίλαος τὴν ἐσθῆτα περιρρηξάμενος, ἐπιπεσὼν τῷ σώματι «ὦ φιλτάτη μοι κόρη» φησίν, «ὦ πρὸ τῶν γάμων καταλιποῦσα τὸν ἐρῶντα, ὀλίγαις ἡμέραις νύμφη Περιλάου γενομένη, εἰς οἷόν σε θάλαμον τὸν τάφον
5ἄξομεν;

3

.

7

.

3

εὐδαίμων ἄρα ὅστις ποτε Ἁβροκόμης ἦν· μακάριος ἐκεῖνος ὡς ἀληθῶς, τηλικαῦτα παρ’ ἐρωμένης λαβὼν δῶρα». Ὁ μὲν τοιαῦτα ἐθρήνει, περιβεβλήκει δὲ ἅπασαν καὶ
5ἠσπάζετο χεῖράς τε καὶ πόδας «νύμφη» λέγων «ἀθλία, γύναι δυστυχεστέρα».

3

.

7

.

4

Ἐκόσμει δὲ αὐτὴν πολλὴν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν· καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνῃ τὴν Ἀνθίαν (ἡ δὲ ἔκειτο ἀναισθητοῦσα) ἦγεν εἰς τοὺς πλησίον
5τῆς πόλεως τάφους· κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.
7

3

.

8

.

1

Ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰ‐ κείων εἰς τὴν πόλιν ἀνήγετο· καταλειφθεῖσα δὲ ἐν τῷ τάφῳ ἡ Ἀνθία ἑαυτῆς γενομένη καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα «ὢ
5ψευσάμενόν με [τὸ] φάρμακον» φησίν, «ὢ κωλῦσαν ὁδεῦ‐ σαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα παντάλαινα καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου.

3

.

8

.

2

Ἀλλὰ ἔνεστί γε ἐν τῷ τάφῳ μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῷ. Οὐ γὰρ 〈ἂν〉 ἐντεῦθέν μέ τις ἀνέλοιτο,
οὐδ’ ἂν ἐπίδοιμι τὸν ἥλιον οὐδ’ [ἂν] εἰς φῶς ἐλεύσομαι».43
5Ταῦτα εἰποῦσα ἐκαρτέρει, τὸν θάνατον προσδεχομένη γενναίως.

3

.

8

.

3

Ἐν δὲ τούτῳ νυκτὸς ἐπιγενομένης λῃσταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῇ κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ
5τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνῃροῦντο καὶ τὴν Ἀνθίαν ζῶσαν ὁρῶσι· μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο.

3

.

8

.

4

Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο «ἄνδρες, οἵτινές ποτ’ ἐστὲ» λέγουσα, «τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες
5κομίζετε, φείσασθε δὲ τοῦ σώματος.

3

.

8

.

5

Δυοῖν ἀνάκειμαι θεοῖς, Ἔρωτι καὶ Θανάτῳ· τούτοις ἐάσατε σχολάσαι με. Ναὶ πρὸς τῶν θεῶν αὐτῶν τῶν πατρῴων ὑμῶν, μή με ἡμέρᾳ δείξητε, τὴν ἄξια νυκτὸς καὶ σκότους δυστυχοῦ‐
5σαν». Ταῦτα ἔλεγεν· οὐκ ἔπειθε δὲ τοὺς λῃστάς, ἀλλ’ ἐξαγαγόντες αὐτὴν τοῦ τάφου κατήγαγον ἐπὶ θάλατταν καὶ ἐνθέμενοι σκάφει τὴν εἰς Ἀλεξάνδρειαν ἀνήγοντο· ἐν δὲ τῷ πλοίῳ ἐθεράπευον αὐτὴν καὶ θαρρεῖν παρεκάλουν.

3

.

8

.

6

Ἡ δὲ ἐν οἵοις κακοῖς ἐγεγόνει πάλιν ἐννοήσασα, θρηνοῦσα καὶ ὀδυρομένη «πάλιν» ἔφησε «λῃσταὶ καὶ θάλασσα, πάλιν αἰχμάλωτος ἐγώ· ἀλλὰ νῦν δυστυχέστερον, ὅτι μὴ μετὰ Ἁβροκόμου.

3

.

8

.

7

Τίς με ἄρα ὑποδέξεται γῆ; τίνας δὲ ἀνθρώπους ὄψομαι; μὴ Μοῖριν ἔτι, μὴ Μαντώ, μὴ Περίλαον, μὴ Κιλικίαν· ἔλθοιμι δὲ ἔνθα δὴ κἂν τάφον Ἁβροκόμου μόνον ὄψομαι». Ταῦτα ἑκάστοτε ἐδάκρυε καὶ
5αὐτὴ μὲν οὐ πότον, οὐ τροφὴν προσίετο, ἠνάγκαζον δὲ οἱ λῃσταί.
6

3

.

9

.

1

Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐκ ὀλίγαις τὸν
πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἀνθίαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ παραδοῦναί τισιν ἐμπόροις· ὁ δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν44
5καὶ 〈τὴν〉 τοῦ σώματος ἀπώλειαν ἐν πολλῇ καὶ ἀκα‐ τασχέτῳ λύπῃ ἦν.

3

.

9

.

2

Ὁ δὲ Ἁβροκόμης ἐζήτει καὶ ἐπο‐ λυπραγμόνει εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμά‐ λωτον μετὰ λῃστῶν ἀχθεῖσαν· ὡς δὲ οὐδὲν εὗρεν, ἀποκαμὼν ἦλθεν οὗ κατήγοντο. Δεῖπνον δὲ αὑτοῖς οἱ περὶ τὸν
5Ἱππόθοον παρεσκεύασαν.

3

.

9

.

3

Καὶ οἱ μὲν ἄλλοι ἐδειπνο‐ ποιοῦντο, ὁ δὲ Ἁβροκόμης πάνυ ἄθυμος ἦν καὶ αὑτὸν ἐπὶ τῆς εὐνῆς ῥίψας ἔκλαιε καὶ ἔκειτο οὐδὲν προσιέμενος.

3

.

9

.

4

Προιοῦσι δὲ τοῦ πότου [ὁ κύριος] τοῖς περὶ τὸν Ἱππό‐ θοον παροῦσα [καί] τις πρεσβῦτις ἄρχεται διηγήματος, ᾗ ὄνομα Χρυσίον. «Ἀκούσατε» ἔφη, «ὦ ξένοι, πάθους οὐ πρὸ πολλοῦ γενομένου ἐν τῇ πόλει.

3

.

9

.

5

Περίλαός τις, ἀνὴρ τῶν τὰ πρῶτα δυναμένων, ἄρχειν μὲν ἐχειροτονήθη τῆς εἰρήνης τῆς ἐν Κιλικίᾳ, ἐξελθὼν δὲ ἐπὶ λῃστῶν ζήτησιν, ἤγαγέ τινας συλλαβὼν λῃστὰς καὶ μετ’ αὐτῶν
5κόρην καλὴν καὶ ταύτην ἔπειθεν αὐτῷ γαμηθῆναι.

3

.

9

.

6

Καὶ πάντα μὲν τὰ πρὸς τὸν γάμον ἐκτετέλεστο· ἡ δὲ εἰς τὸν θάλαμον εἰσελθοῦσα, εἴτε μανεῖσα εἴτε ἄλλου τινὸς ἐρῶσα, πιοῦσα φάρμακόν ποθεν ἀποθνῄσκει· οὗτος γὰρ ὁ τοῦ
5θανάτου τρόπος αὐτῆς ἐλέγετο.» Ἀκούσας ὁ Ἱππόθοος «αὕτη» ἔφησεν «ἐστὶν ἡ κόρη, ἣν Ἁβροκόμης ζητεῖ.»

3

.

9

.

7

Ὁ δὲ Ἁβροκόμης ἤκουε μὲν τοῦ διηγήματος, παρεῖτο δὲ ὑπὸ ἀθυμίας· ὀψὲ δὲ καὶ 〈μόλισ〉 ἀναθορὼν ἐκ τῆς τοῦ Ἱπποθόου φωνῆς «ἀλλὰ νῦν μὲν σαφῶς τέθνηκεν Ἀνθία καὶ τάφος ἴσως αὐτῆς ἐστιν ἐνθάδε καὶ τὸ σῶμα σῴζεται.»

3

.

9

.

8

Λέγων ἐδεῖτο τῆς πρεσβύτιδος τῆς Χρυσίου ἄγειν ἐπὶ
τὸν τάφον αὐτῆς καὶ δεῖξαι τὸ σῶμα· ἡ δὲ ἀναστενάξασα «τοῦτο γὰρ» ἔφη «τῇ κόρῃ 〈τῇ〉 ταλαιπώρῳ τὸ δυστυ‐ χέστατον· ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυ‐45
5τελῶς καὶ ἐκόσμησε· πυθόμενοι δὲ τὰ συνταφέντα λῃσταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν· ἐφ’ οἷς πολλὴ καὶ μεγάλη ζήτησις ὑπὸ Περιλάου γίνεται.»
8

3

.

10

.

1

Ἀκούσας ὁ Ἁβροκόμης περιέρρηξε τὸν χιτῶνα καὶ μεγάλως ἀνωδύρετο καλῶς μὲν καὶ σωφρόνως ἀπο‐ θανοῦσαν Ἀνθίαν, δυστυχῶς δὲ μετὰ τὸν θάνατον ἀπολο‐ μένην.

3

.

10

.

2

«Τίς ἄρα λῃστὴς οὕτως ἐρωτικός, ἵνα καὶ νεκρᾶς ἐπιθυμήσῃ σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται; Ἀπεστερήθην ὁ δυστυχὴς καὶ 〈τοῦ σώματόσ〉 σου, τῆς μόνης ἐμοὶ παραμυθίας.

3

.

10

.

3

Ἀποθανεῖν μὲν οὖν ἔγνωσται πάντως· ἀλλὰ τὰ πρῶτα καρτερήσω, μέχρι που τὸ σῶμα εὕρω τὸ σὸν καὶ περιβαλὼν ἐμαυτὸν ἐκείνῳ συγκαταθάψω.» Ταῦτα ἔλεγεν ὀδυρόμενος· θαρρεῖν δὲ αὐτὸν παρεκάλουν οἱ
5περὶ τὸν Ἱππόθοον.

3

.

10

.

4

Καὶ τότε μὲν ἀνεπαύσαντο δι’ ὅλης νυκτός· ἔννοια δὲ πάντων Ἁβροκόμην εἰσήρχετο, Ἀνθίας, τοῦ θανάτου, τοῦ τάφου, τῆς ἀπωλείας. Καὶ δὴ καὶ οὐκέτι καρτερῶν, λαθὼν πάντας (ἔκειντο δὲ ὑπὸ μέθης οἱ περὶ τὸν Ἱππόθοον)
5ἔξεισιν ὡς δή τινος χρῄζων, καὶ καταλιπὼν πάντας ἐπὶ τὴν θάλατταν ἔρχεται καὶ ἐπιτυγχάνει νεὼς εἰς Ἀλεξάν‐ δρειαν ἀναγομένης, καὶ ἐπιβὰς ἀνάγεται ἐλπίζων τοὺς λῃστὰς τοὺς συλήσαντας πάντα ἐν Αἰγύπτῳ καταλήψεσθαι· ὡδήγει δὲ αὐτὸν εἰς ταῦτα ἐλπὶς δυστυχής.

3

.

10

.

5

Καὶ ὁ μὲν ἔπλει τὴν ἐπ’ Ἀλεξανδρείας, ἡμέρας δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἠνιῶντο μὲν ἐπὶ τῷ ἀπαλλαχθῆναι τοῦ Ἁβροκόμου, ἀναλαβόντες δὲ αὑτοὺς ἡμερῶν ὀλίγων ἔγνωσαν
5τὴν ἐπὶ Συρίας καὶ Φοινίκης λῃστεύοντες ἰέναι.46

3

.

11

.

1

Οἱ δὲ λῃσταὶ τὴν Ἀνθίαν εἰς Ἀλεξάνδρειαν παρέδωκαν ἐμπόροις πολὺ λαβόντες ἀργύριον· οἱ δὲ ἔτρεφόν τε αὐτὴν πολυτελῶς καὶ τὸ σῶμα ἐθεράπευον, ζητοῦντες ἀεὶ τὸν ὠνησόμενον κατ’ ἀξίαν.

3

.

11

.

2

Ἔρχεται δή τις εἰς Ἀλεξάνδρειαν ἐκ τῆς Ἰνδικῆς τῶν ἐκεῖ βασιλέων κατὰ θέαν τῆς πόλεως καὶ κατὰ χρείαν ἐμπορίας, Ψάμμις τὸ ὄνομα.

3

.

11

.

3

Οὗτος ὁ Ψάμμις ὁρᾷ τὴν Ἀνθίαν παρὰ τοῖς ἐμπόροις καὶ ἰδὼν ἁλίσκεται καὶ ἀργύριον δίδωσι τοῖς ἐμπόροις πολὺ καὶ λαμβάνει θεράπαιναν αὐτήν.

3

.

11

.

4

Ὠνη‐ σάμενος δὲ ἄνθρωπος βάρβαρος [καὶ] εὐθὺς ἐπιχειρεῖ βιάζεσθαι καὶ χρῆσθαι πρὸς συνουσίαν· οὐ θέλουσα δὲ τὰ μὲν πρῶτα ἀντέλεγε, τελευταῖον δὲ σκήπτεται πρὸς τὸν
5Ψάμμιν (δεισιδαίμονες δὲ φύσει βάρβαροι) ὅτι αὐτὴν ὁ πατὴρ γεννωμένην ἀναθείη τῇ Ἴσιδι μέχρις ὥρας γάμων καὶ ἔλεγεν ἔτι τὸν χρόνον ἐνιαυτοῦ τεθεῖσθαι.

3

.

11

.

5

«Ἢν οὖν» φησὶν «ἐξυβρίσῃς εἰς τὴν ἱερὰν τῆς θεοῦ, μηνίσει μὲν ἐκείνη, χαλεπὴ δὲ ἡ τιμωρία.» Πείθεται Ψάμμις καὶ τὴν θεὸν προσεκύνει καὶ Ἀνθίας ἀπέχεται.
4

3

.

12

.

1

Ἡ δὲ ἔτι παρὰ Ψάμμιδι ἦν φρουρουμένη, ἱερὰ τῆς Ἴσιδος νομιζομένη. Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ’ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παράλιον
5καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος.

3

.

12

.

2

Ἐκπε‐ σοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου
5πόλιν, καὶ ἐνταῦθα πιπράσκουσιν ἄλλον ἄλλῳ. Ὠνεῖται δὴ
τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης (ἦν δὲ πεπαυ‐ μένος), Ἄραξος τοὔνομα.47

3

.

12

.

3

Οὗτος ὁ Ἄραξος εἶχε γυναῖκα ὀφθῆναι μιαράν, ἀκουσθῆναι πολὺ χείρω, ἅπασαν ἀκρασίαν ὑπερβεβλημένην, Κυνὼ τὸ ὄνομα. Αὕτη ἡ Κυνὼ ἐρᾷ τοῦ Ἁβροκόμου εὐθὺς ἀχθέντος εἰς τὴν οἰκίαν καὶ
5οὐκέτι κατεῖχε, δεινὴ καὶ ἐρασθῆναι καὶ ἀπολαύειν ἐθέλειν τῆς ἐπιθυμίας.

3

.

12

.

4

Ὁ μὲν δὴ Ἄραξος ἠγάπα τὸν Ἁβρο‐ κόμην καὶ παῖδα ἐποιεῖτο, ἡ δὲ Κυνὼ προσφέρει λόγον περὶ συνουσίας καὶ δεῖται πείθεσθαι καὶ ἄνδρα ἔχειν ὑπισχνεῖτο καὶ Ἄραξον ἀποκτενεῖν. Δεινὸν ἐδόκει τοῦτο
5Ἁβροκόμῃ, καὶ πολλὰ ἅμα ἐσκόπει, τὴν Ἀνθίαν, τοὺς ὅρκους, τὴν πολλάκις αὐτὸν σωφροσύνην ἀδικήσασαν ἤδη· τέλος δὲ ἐγκειμένης τῆς Κυνοῦς συγκατατίθεται.

3

.

12

.

5

Καὶ νυκτὸς γενομένης ἡ μὲν ὡς ἄνδρα ἕξουσα τὸν Ἁβροκόμην τὸν Ἄραξον ἀποκτιννύει καὶ λέγει τὸ πραχθὲν τῷ Ἁβρο‐ κόμῃ, ὁ δὲ οὐκ ἐνεγκὼν τὴν τῆς γυναικὸς ἀσέλγειαν
5ἀπηλλάγη τῆς οἰκίας, καταλιπὼν αὐτήν, οὐκ ἄν ποτε μιαιφόνῳ συγκατακλιθῆναι φήσας.

3

.

12

.

6

Ἡ δὲ ἐν αὑτῇ γενο‐ μένη, ἅμα τῇ ἡμέρᾳ προσελθοῦσα ἔνθα τὸ πλῆθος τῶν Πηλουσιωτῶν ἦν, ἀνωδύρετο τὸν ἄνδρα καὶ ἔλεγεν ὅτι αὐτὸν ὁ νεώνητος δοῦλος ἀποκτείνειε καὶ πολλὰ ὅσα
5ἐπεθρήνει καὶ ἐδόκει λέγειν τῷ πλήθει πιστά. Οἱ δὲ εὐθὺς συνέλαβον τὸν Ἁβροκόμην καὶ δήσαντες ἀνέπεμπον τῷ τῆς Αἰγύπτου τότε ἄρχοντι. Καὶ ὁ μὲν δίκην δώσων εἰς Ἀλεξάνδρειαν ἤγετο ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον
ἀποκτεῖναι.48

4

.

1

.

1

Οἱ δὲ περὶ τὸν Ἱππόθοον ἀπὸ Ταρσοῦ κινήσαντες ᾔεσαν τὴν ἐπὶ Συρίας, πᾶν εἴ τι ἐμποδὼν λάβοιεν ὑποχεί‐ ριον ποιούμενοι· ἐνέπρησαν δὲ καὶ κώμας καὶ ἄνδρας ἀπέσφαξαν πολλούς. Καὶ οὕτως ἐπελθόντες εἰς Λαοδίκειαν
5τῆς Συρίας ἔρχονται κἀνταῦθα ἐπεδήμουν οὐκέτι ὡς λῃσταί, ἀλλ’ ὡς κατὰ θέαν τῆς πόλεως ἥκοντες.

4

.

1

.

2

Ἐνταῦθα ὁ Ἱππόθοος ἐπολυπραγμόνει 〈εἴ〉 ποθεν Ἁβροκόμην εὑρεῖν δυνήσεται· ὡς δ’ οὐδὲν ἤνυε, ἀναλαβόντες αὑτούς, τὴν 〈ἐπὶ〉 Φοινίκης ἐτράποντο, κἀκεῖθεν ἐπ’ Αἴγυπτον· ἐδόκει
5γὰρ αὐτοῖς καταδραμεῖν Αἴγυπτον.

4

.

1

.

3

Καὶ συλλεξάμενοι μέγα λῃστήριον ἔρχονται τὴν ἐπὶ Πηλουσίου καὶ τῷ ποταμῷ τῷ Νείλῳ πλεύσαντες εἰς Ἑρμούπολιν τῆς Αἰγύπτου καὶ Σχεδίαν, ἐμβαλόντες εἰς διώρυγα τοῦ ποτα‐
5μοῦ τὴν ὑπὸ Μενελάου γενομένην Ἀλεξάνδρειαν μὲν παρ‐ ῆλθον, ἦλθον δὲ ἐπὶ Μέμφιν τὴν ἱερὰν τῆς Ἴσιδος, κἀκεῖθεν ἐπὶ Μένδην·

4

.

1

.

4

παρέλαβον δὲ καὶ τῶν ἐπιχω‐ ρίων κοινωνοὺς τοῦ λῃστηρίου καὶ ἐξηγητὰς τῆς ὁδοῦ. Διελθόντες μὲν δὴ Ταῦα ἐπὶ Λεοντὼ ἔρχονται πόλιν καὶ ἄλλας παρελθόντες κώμας οὐκ ὀλίγας, ὧν τὰς πολλὰς
5ἀφανεῖς, εἰς Κοπτὸν ἔρχονται τῆς Αἰθιοπίας πλησίον.49

4

.

1

.

5

Ἐνταῦθα ἔγνωσαν λῃστεύειν· πολὺ γὰρ πλῆθος ἐμπόρων τὸ διοδεῦον ἦν τῶν τε ἐπ’ Αἰθιοπίαν καὶ τῶν ἐπὶ Ἰνδικὴν φοιτώντων· ἦν δὲ αὐτοῖς καὶ τὸ λῃστήριον ἀνθρώπων πεντακοσίων. Καταλαβόντες δὲ τῆς Αἰθιοπίας τὰ ἄκρα,
5καὶ ἄντρα καταστησάμενοι διέγνωσαν τοὺς παριόντας λῃστεύειν.
6

4

.

2

.

1

Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου (ἐπεστάλκεσάν τε οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησε) μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθό‐
5μενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ.

4

.

2

.

2

Ὁ δὲ ἀπὸ μὲν τῶν κακῶν ἀχανὴς ἦν, παρεμυθεῖτο δὲ αὐτὸν τῆς τελευτῆς ὅτι ἐδόκει καὶ Ἀνθίαν τεθνηκέναι. Ἄγουσι δὲ αὐτὸν οἷς τοῦτο προσ‐ ετέτακτο παρὰ τὰς ὄχθας τοῦ Νείλου· ἦν δὲ κρημνὸς
5ἀπότομος εἰς 〈τὸ〉 ῥεῦμα τοῦ ποταμοῦ βλέπων·

4

.

2

.

3

καὶ ἀναστήσαντες τὸν σταυρὸν προσαρτῶσι, σπάρτοις τὰς χεῖρας σφίγξαντες καὶ τοὺς πόδας· τοῦτο γὰρ τῆς ἀνα‐ σταυρώσεως ἔθος τοῖς ἐκεῖ· καταλιπόντες δὲ ᾤχοντο, ὡς
5ἐν ἀσφαλεῖ τοῦ προσηρτημένου μένοντος.

4

.

2

.

4

Ὁ δὲ ἀπο‐ βλέψας εἰς τὸν ἥλιον καὶ τὸ ῥεῦμα ἰδὼν τοῦ Νείλου «ὦ θεῶν» φησὶ «φιλανθρωπότατε, ὃς Αἴγυπτον ἔχεις, δι’ ὃν καὶ γῆ καὶ θάλασσα πᾶσιν ἀνθρώποις πέφηνεν, εἰ μέν τι
5Ἁβροκόμης ἀδικεῖ, καὶ ἀπολοίμην οἰκτρῶς καὶ μείζονα τιμωρίαν εἴ τις ἐστὶ ταύτης ὑπόσχοιμι·

4

.

2

.

5

εἰ δὲ ὑπὸ γυναικὸς προδέδομαι πονηρᾶς, μήτε τὸ Νείλου ῥεῦμα
μιανθείη ποτε ἀδίκως ἀπολομένου σώματι, μήτε σὺ τοιοῦτον ἴδοις θέαμα, ἄνθρωπον οὐδὲν ἀδικήσαντα ἀπολλύμενον ἐπὶ50
5τῆς σῆς ἐνταῦθα.»

4

.

2

.

6

Ηὔξατο, καὶ αὐτὸν ὁ θεὸς οἰκτείρει, καὶ πνεῦμα ἐξαίφνης ἀνέμου γίνεται καὶ ἐμπίπτει τῷ σταυρῷ καὶ ἀποβάλλει μὲν τοῦ κρημνοῦ τὸ γεῶδες, εἰς ὃ ἦν ὁ σταυρὸς ἠρεισμένος, ἐμπίπτει δὲ ὁ Ἁβροκόμης τῷ
5ῥεύματι καὶ ἐφέρετο οὔτε τοῦ ὕδατος αὐτὸν ἀδικοῦντος οὔτε τῶν δεσμῶν ἐμποδιζόντων οὔτε τῶν θηρίων παραβλα‐ πτόντων, ἀλλὰ παραπέμποντος τοῦ ῥεύματος·

4

.

2

.

7

φερό‐ μενος δὲ εἰς τὰς ἐμβολὰς ἔρχεται τὰς εἰς τὴν θάλασσαν τοῦ Νείλου, κἀνταῦθα οἱ παραφυλάσσοντες λαμβάνουσιν αὐτὸν καὶ ὡς δραπέτην τῆς τιμωρίας ἄγουσι παρὰ τὸν
5διοικοῦντα τὴν Αἴγυπτον.

4

.

2

.

8

Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς καὶ πονηρὸν εἶναι νομίσας τελέως κελεύει πυρὰν ποιήσαντας, ἐπιθέντας καταφλέξαι τὸν Ἁβροκόμην. Καὶ ἦν μὲν ἅπαντα παρεσκευασμένα, καὶ ἡ πυρὰ παρὰ τὰς ἐκβολὰς τοῦ Νείλου,
5καὶ ἐπετίθετο μὲν ὁ Ἁβροκόμης καὶ τὸ πῦρ ὑπετέθειτο, ἄρτι δὲ τῆς φλογὸς μελλούσης ἅπτεσθαι τοῦ σώματος εὔχετο πάλιν ὀλίγα, ὅσα ἐδύνατο, σῶσαι αὐτὸν ἐκ τῶν καθεστώτων κακῶν.

4

.

2

.

9

Κἀνταῦθα κυματοῦται μὲν ὁ Νεῖλος, ἐπιπίπτει δὲ τῇ πυρᾷ τὸ ῥεῦμα καὶ κατασβέννυσι τὴν φλόγα· θαῦμα δὲ τὸ γενόμενον τοῖς παροῦσιν ἦν, καὶ λαβόντες ἄγουσι τὸν Ἁβροκόμην πρὸς τὸν ἄρχοντα τῆς
5Αἰγύπτου καὶ λέγουσι τὰ συμβάντα καὶ τὴν τοῦ Νείλου βοήθειαν διηγοῦνται.

4

.

2

.

10

Ἐθαύμασεν ἀκούσας τὰ γενό‐ μενα καὶ ἐκέλευσεν αὐτὸν τηρεῖσθαι μὲν ἐν τῇ εἱρκτῇ, ἐπι‐ μέλειαν δὲ ἔχειν πᾶσαν, «ἕως» ἔφη «μάθωμεν ὅστις ὁ ἄνθρωπός ἐστιν καὶ ὅ τι οὕτως αὐτοῦ μέλει θεοῖς.»
4

4

.

3

.

1

Καὶ ὁ μὲν ἦν ἐν τῇ εἱρκτῇ· ὁ δὲ Ψάμμις ὁ τὴν Ἀνθίαν ὠνησάμενος διέγνω μὲν ἀπιέναι τὴν ἐπ’ οἴκου καὶ
πάντα πρὸς τὴν ὁδοιπορίαν παρεσκευάζετο· ἔδει δὲ αὐτὸν ὁδεύσαντα τὴν ἄνω Αἴγυπτον ἐπὶ Αἰθιοπίαν ἐλθεῖν, ἔνθα51
5ἦν τὸ Ἱπποθόου λῃστήριον.

4

.

3

.

2

Ἦν δὲ πάντα εὐτρεπῆ, κάμηλοί τε πολλαὶ καὶ ὄνοι καὶ ἵπποι σκευαγωγοί· ἦν δὲ πολὺ μὲν πλῆθος χρυσοῦ, πολὺ δὲ ἀργύρου, πολλὴ δὲ ἐσθής· ἦγε δὲ καὶ τὴν Ἀνθίαν.

4

.

3

.

3

Ἡ δὲ ὡς Ἀλεξάν‐ δρειαν παρελθοῦσα ἐγένετο ἐν Μέμφει, ηὔχετο τῇ Ἴσιδι στᾶσα πρὸ τοῦ ἱεροῦ «ὦ μεγίστη θεῶν, μέχρι μὲν νῦν ἁγνὴ μένω νομιζομένη σή, καὶ γάμον ἄχραντον Ἁβροκόμῃ
5τηρῶ· τοὐντεῦθεν δὲ ἐπὶ Ἰνδοὺς ἔρχομαι, μακρὰν μὲν τῆς Ἐφεσίων γῆς, μακρὰν δὲ τῶν Ἁβροκόμου λειψάνων.

4

.

3

.

4

Ἢ σῶσον οὖν ἐντεῦθεν τὴν δυστυχῆ καὶ ζῶντι ἀπόδος Ἁβροκόμῃ, ἢ εἰ πάντως εἵμαρται χωρὶς ἀλλήλων ἀπο‐ θανεῖν, ἔργασαι τοῦτο, μεῖναί με σωφρονοῦσαν τῷ νεκρῷ.»

4

.

3

.

5

Ταῦτα ηὔχετο, καὶ προῄεσαν τῆς ὁδοῦ, καὶ ἤδη μὲν διεληλύθεισαν Κοπτόν, ἐνέβαινον δὲ τοῖς Αἰθιόπων ὅροις, καὶ αὐτοῖς Ἱππόθοος ἐπιπίπτει καὶ αὐτὸν μὲν τὸν Ψάμμιν ἀποκτιννύει καὶ πολλοὺς τῶν σὺν αὐτῷ καὶ τὰ χρήματα
5λαμβάνει καὶ τὴν Ἀνθίαν αἰχμάλωτον·

4

.

3

.

6

συλλεξάμενος δὲ τὰ ληφθέντα χρήματα ἦγεν εἰς ἄντρον τὸ ἀποδεδειγμένον αὐτοῖς εἰς ἀπόθεσιν τῶν χρημάτων· ἐνταῦθα ᾔει καὶ ἡ Ἀνθία· οὐκ ἐγνώριζε δὲ Ἱππόθοον, οὐδὲ Ἱππόθοος τὴν
5Ἀνθίαν. Ὁπότε δὲ αὐτῆς πύθοιτο ἥτις τε εἴη καὶ πόθεν, τὸ μὲν ἀληθὲς οὐκ ἔλεγεν, ἔφασκε δὲ Αἰγυπτία εἶναι ἐπιχώριος, καὶ τὸ ὄνομα Μεμφῖτις.
7

4

.

4

.

1

Καὶ ἡ μὲν ἦν παρὰ τῷ Ἱπποθόῳ ἐν τῷ ἄντρῳ τῷ λῃστρικῷ· ἐν τούτῳ δὲ μεταπέμπεται τὸν Ἁβροκόμην ὁ ἄρχων τῆς Αἰγύπτου καὶ πυνθάνεται τὰ κατ’ αὐτὸν καὶ μανθάνει τὸ διήγημα καὶ οἰκτείρει τὴν τύχην καὶ δίδωσι
5χρήματα καὶ εἰς Ἔφεσον ἄξειν ὑπισχνεῖτο.

4

.

4

.

2

Ὁ δὲ ἅπασαν μὲν ᾔδει χάριν αὐτῷ τῆς σωτηρίας, ἐδεῖτο δὲ ἐπιτρέψαι ζητῆσαι τὴν Ἀνθίαν. Καὶ ὁ μὲν πολλὰ δῶρα λαβών, ἐπιβὰς σκάφους ἀνήγετο τὴν ἐπὶ Ἰταλίας, 〈ὡσ〉
52
5ἐκεῖ πευσόμενός τι [μαθεῖν] περὶ Ἀνθίας. Ὁ δὲ ἄρχων τῆς Αἰγύπτου μαθὼν τὰ κατὰ τὸν Ἄραξον, μεταπεμψάμενος ἀνεσταύρωσε τὴν Κυνώ.
7

4

.

5

.

1

Τῆς δὲ Ἀνθίας οὔσης ἐν τῷ ἄντρῳ ἐρᾷ τῶν φρουρούντων αὐτὴν λῃστῶν εἷς, Ἀγχίαλος τοὔνομα. Οὗτος ὁ Ἀγχίαλος ἦν μὲν τῶν ἀπὸ Συρίας Ἱπποθόῳ συνελη‐ λυθότων, Λαοδικεὺς τὸ γένος, ἐτιμᾶτο δὲ παρὰ τῷ Ἱππο‐
5θόῳ νεανικός τε καὶ μεγάλα ἐν τῷ λῃστηρίῳ δυνάμενος.

4

.

5

.

2

Ἐρασθεὶς δὲ αὐτῆς τὰ μὲν πρῶτα λόγους προσέφερεν ὡς πείσων καὶ ἔφασκε λόγῳ λήψεσθαι καὶ παρὰ Ἱπποθόου δῶρον αἰτήσειν.

4

.

5

.

3

Ἡ δὲ πάντα ἠρνεῖτο, καὶ οὐδὲν αὐτὴν ἐδυσώπει, οὐκ ἄντρον, οὐ δεσμά, οὐ λῃστὴς ἀπειλῶν· ἐφύ‐ λασσε δὲ ἑαυτὴν ἔτι Ἁβροκόμῃ καὶ δοκοῦντι τεθνηκέναι, καὶ πολλάκις ἀνεβόα εἴποτε λαθεῖν ἠδύνατο «Ἁβροκόμου
5μόνον γυνὴ μεῖναι 〈θέλω〉, κἂν ἀποθανεῖν δέῃ, κἂν ὧν πέπονθα χείρω παθεῖν.»

4

.

5

.

4

Ταῦτα εἰς μείζω συμφορὰν ἦγε τὸν Ἀγχίαλον, καὶ ἡ καθ’ ἡμέραν τῆς Ἀνθίας ὄψις ἐξέκαεν αὐτὸν εἰς τὸν ἔρωτα· οὐκέτι δὲ φέρειν δυνάμενος, ἐπεχείρει βιάζεσθαι τὴν Ἀνθίαν.

4

.

5

.

5

Καὶ νύκτωρ ποτέ, οὐ παρόντος Ἱπποθόου, ἀλλὰ μετὰ τῶν ἄλλων ὄντος ἐν 〈τῷ〉 λῃστηρίῳ, ἐπανίστατο καὶ ὑβρίζειν ἐπειρᾶτο· ἡ δὲ ἐν ἀμηχάνῳ κακῷ γενομένη, σπασαμένη τὸ παρακείμενον
5ξίφος παίει τὸν Ἀγχίαλον, καὶ ἡ πληγὴ γίνεται καιρία· ὁ μὲν γὰρ περιληψόμενος καὶ φιλήσων ὅλος ἐνενεύκει πρὸς αὐτήν, ἡ δὲ ὑπενεγκοῦσα τὸ ξίφος κατὰ τῶν στέρνων
ἔπληξε.53

4

.

5

.

6

Καὶ Ἀγχίαλος μὲν δίκην ἱκανὴν ἐδεδώκει τῆς πονηρᾶς ἐπιθυμίας, ἡ δὲ Ἀνθία εἰς φόβον [μὲν] τῶν δεδραμένων ἔρχεται καὶ πολλὰ ἐβουλεύετο ποτὲ μὲν ἑαυτὴν ἀποκτεῖναι (ἀλλ’ ἔτι ὑπὲρ Ἁβροκόμου τι ἤλπιζε), ποτὲ δὲ φυγεῖν ἐκ
5τοῦ ἄντρου (ἀλλὰ τοῦτο ἀμήχανον ἦν· οὔτε γὰρ ἡ ὁδὸς αὐτῇ εὔπορος ἦν οὔτε ὁ ἐξηγησόμενος τὴν πορείαν). Ἔγνω μένειν οὖν ἐν τῷ ἄντρῳ καὶ φέρειν ὅ τι ἂν τῷ δαίμονι δοκῇ.
8

4

.

6

.

1

Κἀκείνην μὲν τὴν νύκτα ἔμεινεν, οὔτε ὕπνου τυχοῦσα καὶ πολλὰ ἐννοοῦσα· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ἧκον οἱ περὶ τὸν Ἱππόθοον καὶ ὁρῶσι τὸν Ἀγχίαλον ἀνῃρημένον καὶ τὴν Ἀνθίαν παρὰ τῷ σώματι καὶ εἰκάζουσι τὸ γενό‐
5μενον καὶ ἀνακρίναντες αὐτὴν μανθάνουσι πάντα.

4

.

6

.

2

Ἔδοξεν οὖν αὐτοῖς ἐν ὀργῇ τὸ γενόμενον ἔχουσι τὸν τεθνη‐ κότα ἐκδικῆσαι φίλον· καὶ ἐβουλεύοντο κατὰ Ἀνθίας ποι‐ κίλα, ὁ μέν τις ἀποκτεῖναι κελεύων καὶ συνθάψαι τῷ Ἀγχιάλου σώματι, ἄλλος δὲ ἀνασταυρῶσαι·

4

.

6

.

3

ὁ δὲ Ἱππόθοος ἠνιᾶτο μὲν ἐπὶ τῷ Ἀγχιάλῳ, ἐβουλεύετο δὲ κατὰ Ἀνθίας μείζονα κόλασιν· καὶ δὴ κελεύει τάφρον ὀρύξαντας μεγάλην καὶ βαθεῖαν ἐμβάλλειν τὴν Ἀνθίαν καὶ κύνας μετ’
5αὐτῆς δύο, ἵνα ἐν τούτῳ μεγάλην δίκην ὑπόσχῃ τῶν τετολμημένων.

4

.

6

.

4

Καὶ οἱ μὲν ἐποίουν τὸ προσταχθέν, ἤγετο δὲ ἡ Ἀνθία ἐπὶ τὴν τάφρον καὶ οἱ κύνες· ἦσαν δὲ Αἰγύπτιοι, καὶ τὰ ἄλλα μεγάλοι καὶ ὀφθῆναι φοβεροί. Ὡς δὲ ἐνεβλήθησαν, ξύλα ἐπιτιθέντες μεγάλα ἐπέχωσαν τὴν τάφρον (ἦν δὲ τοῦ
5Νείλου ὀλίγον ἀπέχουσα) καὶ κατέστησαν φρουρὸν ἕνα τῶν λῃστῶν, Ἀμφίνομον.

4

.

6

.

5

Οὗτος ὁ Ἀμφίνομος ἤδη μὲν καὶ
πρότερον ἑαλώκει τῆς Ἀνθίας, τότε δ’ οὖν ἠλέει μᾶλλον αὐτὴν καὶ τῆς συμφορᾶς ᾤκτειρεν· ἐπενόει δὲ ὅπως ἐπὶ πλεῖον αὐτὴ ζήσεται, ὅπως τε οἱ κύνες αὐτῇ μηδὲν ἐνο‐54
5χλήσωσι, καὶ ἑκάστοτε ἀφαιρῶν τῶν ἐπικειμένων τῇ τάφρῳ ξύλων ἄρτους ἐνέβαλε καὶ ὕδωρ παρεῖχε καὶ ἐκ τούτου τὴν Ἀνθίαν θαρρεῖν παρεκάλει.

4

.

6

.

6

Καὶ οἱ κύνες τρεφόμενοι οὐδέν τι δεινὸν αὐτὴν εἰργάζοντο, ἀλλὰ ἤδη τιθασοὶ ἐγίνοντο καὶ ἥμεροι· ἡ δὲ Ἀνθία ἀποβλέψασα εἰς ἑαυτὴν καὶ τὴν παροῦσαν τύχην ἐννοήσασα «οἴμοι» φησὶ «τῶν κακῶν,
5οἵαν ὑπομένω τιμωρίαν; τάφρος καὶ δεσμωτήριον καὶ κύνες συγκαθειργμένοι πολὺ τῶν λῃστῶν ἡμερώτεροι· τὰ αὐτά, Ἁβροκόμη, σοι πάσχω·

4

.

6

.

7

ἦς γάρ ποτε ἐν ὁμοίᾳ τύχῃ καὶ σύ· καὶ σὲ ἐν Τύρῳ κατέλιπον ἐν δεσμωτηρίῳ· ἀλλ’ εἰ μὲν ζῇς ἔτι, δεινὸν οὐδέν· ἴσως γάρ ποτε ἀλλήλους ἕξομεν· εἰ δὲ ἤδη τέθνηκας, μάτην ἐγὼ φιλοτιμοῦμαι ζῆν, μάτην
5δὲ οὗτος, ὅστις ποτέ ἐστιν, ἐλεεῖ με τὴν δυστυχῆ.» Ταῦτα ἔλεγε καὶ ἐπεθρήνει συνεχῶς. Καὶ ἡ μὲν ἐν τῇ τάφρῳ κατεκέκλειστο μετὰ τῶν κυνῶν, ὁ δ’ Ἀμφίνομος ἑκάστοτε κἀκείνην παρεμυθεῖτο καὶ τοὺς κύνας ἡμέρους ἐποίει
τρέφων.55

5

.

1

.

1

Ὁ δὲ Ἁβροκόμης διανύσας τὸν 〈ἀπ’〉 Αἰγύπτου πλοῦν εἰς αὐτὴν μὲν Ἰταλίαν οὐκ ἔρχεται, τὸ γὰρ πνεῦμα τὴν ναῦν ἀπῶσαν τοῦ μὲν κατ’ εὐθὺ ἀπέσφηλε πλοῦ, ἤγαγε δὲ εἰς Σικελίαν καὶ κατήχθησαν εἰς πόλιν Συρακούσας
5μεγάλην καὶ καλήν.

5

.

1

.

2

Ἐνταῦθα ὁ Ἁβροκόμης γενόμενος ἔγνω περιιέναι τὴν νῆσον καὶ ἀναζητεῖν ἔτι περὶ Ἀνθίας εἴ τι πύθοιτο. Καὶ δὴ ἐνοικίζεται [μὲν] πλησίον τῆς θαλάσσης παρὰ ἀνδρὶ Αἰγιαλεῖ πρεσβύτῃ, ἁλιεῖ τὴν τέχνην.
5Οὗτος ὁ Αἰγιαλεὺς πένης μὲν ἦν καὶ ξένος καὶ ἀγαπητῶς αὑτὸν διέτρεφεν ἐκ τῆς τέχνης· ὑπεδέξατο δὲ τὸν Ἁβρο‐ κόμην ἄσμενος καὶ παῖδα ἐνόμιζεν αὑτοῦ καὶ ἠγάπα δια‐ φερόντως.

5

.

1

.

3

Καὶ ἤδη ποτὲ ἐκ πολλῆς τῆς πρὸς ἀλλή‐ λους συνηθείας ὁ μὲν Ἁβροκόμης αὐτῷ διηγήσατο τὰ καθ’ αὑτόν, καὶ τὴν Ἀνθίαν εἰρήκει καὶ τὸν ἔρωτα καὶ τὴν πλάνην, ὁ δὲ Αἰγιαλεὺς ἄρχεται τῶν αὑτοῦ διηγημάτων.

5

.

1

.

4

«Ἐγὼ» ἔφη, «τέκνον Ἁβροκόμη, οὔτε Σικελιώτης οὐδὲ ἐπιχώριος, ἀλλὰ Σπαρτιάτης Λακεδαιμόνιος τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, καὶ περιουσίαν ἔχων πολλήν.

5

.

1

.

5

Νέος δὲ ὢν ἠράσθην [ἐν τοῖς ἐφήβοις καταλελεγμένος]
κόρης πολίτιδος Θελξινόης τοὔνομα, ἐντερᾷ δέ μου καὶ ἡ Θελξινόη. Καὶ τῇ πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος θεοῦ, καὶ ἀπηλαύσαμεν56
5ὧν ἕνεκα συνήλθομεν.

5

.

1

.

6

Καὶ χρόνῳ τινὶ ἀλλήλοις συν‐ ῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις ἕξειν καὶ μέχρι θανάτου· ἐνεμέσησε δέ τις ἄρα θεῶν. Κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς
5γάμον οἱ πατέρες ἐπιχωρίῳ τινὶ νεανίσκῳ Ἀνδροκλεῖ τοὔνομα· ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς.

5

.

1

.

7

Τὰ μὲν οὖν πρῶτα ἡ κόρη πολλὰς προφάσεις ἐποιεῖτο ἀναβαλ‐ λομένη τὸν γάμον· τελευταῖον δὲ δυνηθεῖσα ἐν ταὐτῷ μοι γενέσθαι συντίθεται νύκτωρ ἐξελθεῖν Λακεδαίμονος μετ’
5ἐμοῦ. Καὶ δὴ ἐστείλαμεν ἑαυτοὺς νεανικῶς ἀπέκειρα δὲ καὶ τὴν κόμην τῆς Θελξινόης.

5

.

1

.

8

Ἐν αὐτῇ οὖν τῇ τῶν γάμων νυκτὶ ἐξελθόντες τῆς πόλεως ᾔειμεν ἐπ’ Ἄργος καὶ Κόρινθον, κἀκεῖθεν ἀναγόμενοι ἐπλεύσαμεν εἰς Σικελίαν. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὴν φυγὴν ἡμῶν θάνατον
5κατεψηφίσαντο. Ἡμεῖς δὲ ἐνταῦθα διήγομεν ἀπορίᾳ μὲν τῶν ἐπιτηδείων, ἡδόμενοι δὲ καὶ πάντων ἀπολαύειν δοκοῦντες, ὅτι ἦμεν μετ’ ἀλλήλων.

5

.

1

.

9

Καὶ τέθνηκεν ἐνταῦθα οὐ πρὸ πολλοῦ Θελξινόη καὶ τὸ σῶμα οὐ τέθαπται, ἀλλὰ ἔχω γὰρ μετ’ ἐμαυτοῦ καὶ ἀεὶ φιλῶ καὶ σύνειμι».

5

.

1

.

10

Καὶ ἅμα λέγων εἰσάγει τὸν Ἁβροκόμην εἰς τὸ ἐνδό‐ τερον δωμάτιον καὶ δεικνύει τὴν Θελξινόην, γυναῖκα πρεσβῦτιν μὲν ἤδη, καλὴν 〈δὲ〉 φαινομένην ἔτι Αἰγιαλεῖ κόρην· τὸ δὲ σῶμα αὐτῆς ἐτέθαπτο ταφῇ Αἰγυπτίᾳ· ἦν γὰρ
5καὶ τούτων ἔμπειρος ὁ γέρων.

5

.

1

.

11

«Ταύτῃ οὖν» ἔφη, «ὦ τέκνον Ἁβροκόμη, ἀεί τε ὡς ζώσῃ λαλῶ καὶ συγκατά‐ κειμαι καὶ συνευωχοῦμαι· κἂν ἔλθω ποτὲ ἐκ τῆς ἁλιείας
κεκμηκώς, αὕτη με παραμυθεῖται βλεπομένη· οὐ γὰρ οἵα57
5νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί· ἀλλὰ ἐννοῶ, τέκνον, οἵα μὲν ἦν ἐν Λακεδαίμονι, οἵα δὲ ἐν τῇ φυγῇ· τὰς παν‐ νυχίδας ἐννοῶ, τὰς συνθήκας ἐννοῶ».

5

.

1

.

12

Ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβρο‐ κόμης «σὲ δὲ» λέγων, «ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς
5μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει·

5

.

1

.

13

ἐγὼ δὲ πλανῶμαι μὲν κατὰ πᾶσαν γῆν καὶ θάλασσαν, οὐ δεδύνημαι δὲ οὐδὲ ἀκοῦσαι περὶ σοῦ. Ὦ μαντεύματα δυστυχῆ, ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώ‐ τατα, οἴκτειρον ἤδη καὶ τὰ τέλη τῶν μεμαντευμένων
5ἀποδίδου».
5

5

.

2

.

1

Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, πα‐ ραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο,
5ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγ‐ μασιν ἐπιτίθεσθαι.

5

.

2

.

2

Οὐ γὰρ ἐδόκει τῷ Ἱπποθόῳ αὔ‐ ταρκες εἶναι λῃστεύειν κατ’ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῷ καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῷ καὶ ὑποζύγια
5πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ᾔει δὲ ἐπ’ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν· τὴν δὲ Ἀνθίαν προσεδόκα τεθνηκέναι·

5

.

2

.

3

ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῇ τάφρῳ αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπι‐ κειμένην συμφοράν, Ἱπποθόῳ μὲν οὐχ εἵπετο, λανθάνει
5δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρῳ τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.58

5

.

2

.

4

Νυκτὸς δὲ γενο‐ μένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἀνθίαν
5καὶ θαρρεῖν παρεκάλει.

5

.

2

.

5

Τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι 〈καὶ〉 τοὺς ἐν Αἰγύπτῳ θεοὺς σεμνὴν τηρήσειν [γάμων ἁγνήν], μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσῃ συγκαταθέσθαι. Πείθεται τοῖς
5ὅρκοις Ἀμφινόμου Ἀνθία καὶ ἕπεται αὐτῷ· οὐκ ἀπελεί‐ ποντο δὲ οἱ κύνες ἀλλ’ ἔστεργον συνήθεις γενόμενοι.

5

.

2

.

6

Ἔρχονται δὴ εἰς Κοπτόν, κἀνταῦθα ἔγνωσαν ἡμέ‐ ρας διαγαγεῖν, μέχρις ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ· ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπι‐ τήδεια.

5

.

2

.

7

Οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῇ κώμῃ τῇ Ἀρείᾳ πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατῄεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου· πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν
5σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ ..... κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.
7

5

.

3

.

1

Ἐν τούτῳ δὲ ὁ ἄρχων τῆς Αἰγύπτου ἐπέπυστο μὲν τὰ περὶ τὴν Ἀρείαν καὶ τὸ Ἱπποθόου λῃστήριον καὶ ὅτι ἀπ’ Αἰθιοπίας ἔρχονται· παρασκευάσας δὲ στρατιώτας πολλοὺς καὶ ἄρχοντα τούτοις ἐπιστήσας τῶν συγγενῶν τῶν
5αὑτοῦ Πολύιδον, νεανίσκον ὀφθῆναι χαρίεντα, δρᾶσαι γεν‐ νικόν, ἔπεμψεν ἐπὶ τοὺς λῃστάς.

5

.

3

.

2

Οὗτος ὁ Πολύιδος
παραλαβὼν τὸ στράτευμα, ἀπήντα κατὰ Πηλούσιον τοῖς περὶ τὸν Ἱππόθοον, καὶ εὐθὺς παρὰ τὰς ὄχθας μάχη τε αὐτῶν γίνεται καὶ πίπτουσιν ἑκατέρων πολλοί· νυκτὸς δὲ59
5ἐπιγενομένης τρέπονται μὲν οἱ λῃσταὶ καὶ πάντες ὑπὸ τῶν στρατιωτῶν φονεύονται· εἰσὶ δὲ οἳ καὶ ζῶντες ἐλήφθησαν.

5

.

3

.

3

Ἱππόθοος μόνος, ἀπορρίψας τὰ ὅπλα, ἔφυγε τῆς νυκτὸς καὶ ἦλθεν εἰς Ἀλεξάνδρειαν· κἀκεῖθεν, δυνηθεὶς λαθεῖν, ἐπιβὰς ἀναγομένῳ πλοίῳ ἐπανήχθη. Ἦν δὲ αὐτῷ ἡ πᾶσα ἐπὶ Σικελίαν ὁρμή· ἐκεῖ γὰρ ἐδόκει μάλιστα διαλήσεσθαί
5τε καὶ διατραφήσεσθαι· ἤκουε δὲ τὴν νῆσον εἶναι μεγάλην τε καὶ εὐδαίμονα.
6

5

.

4

.

1

Ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆ‐ σαι τῶν συμβαλόντων λῃστῶν, ἀλλ’ ἔγνω δεῖν ἀνερευνῆσαί τε καὶ ἐκκαθᾶραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῷ τινα ἀνεύροι.

5

.

4

.

2

Παραλαβὼν οὖν μέρος τι τοῦ στρατιωτικοῦ καὶ τοὺς εἰλημμένους τῶν λῃστῶν, ἵν’, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν, ἀνέπλει τὸν Νεῖλον καὶ τὰς πόλεις διηρεύνα καὶ ἐνενόει μέχρις Αἰθιοπίας ἐλθεῖν.

5

.

4

.

3

Ἔρχονται δὴ καὶ εἰς Κοπτόν, ἔνθα ἦν Ἀνθία μετὰ Ἀμφι‐ νόμου. Καὶ αὐτὴν μὲν ἔτυχεν ἐπὶ τῆς οἰκίας, τὸν δὲ Ἀμφίνομον γνωρίζουσιν οἱ τῶν λῃστῶν εἰλημμένοι καὶ λέγουσι τῷ Πολυίδῳ· καὶ Ἀμφίνομος λαμβάνεται καὶ
5ἀνακρινόμενος τὰ περὶ τὴν Ἀνθίαν διηγεῖται.

5

.

4

.

4

Ὁ δὲ ἀκούσας κελεύει καὶ αὐτὴν ἄγεσθαι καὶ ἐλθούσης ἀνε‐ πυνθάνετο ἥτις εἴη καὶ πόθεν· ἡ δὲ τῶν μὲν ἀληθῶν οὐδὲν λέγει, ὅτι δὲ Αἰγυπτία εἴη καὶ ὑπὸ τῶν λῃστῶν εἴληπτο.

5

.

4

.

5

Ἐν τούτῳ ἐρᾷ καὶ ὁ Πολύιδος Ἀνθίας ἔρωτα σφοδ‐ ρόν (ἦν δὲ αὐτῷ ἐν Ἀλεξανδρείᾳ γυνή)· ἐρασθεὶς δὲ τὰ μὲν πρῶτα ἐπειρᾶτο πείθειν μεγάλα ὑπισχνούμενος· τελευ‐ ταῖον δὲ ὡς κατῄεσαν εἰς Ἀλεξάνδρειαν ἐγένοντο δὲ ἐν
5Μέμφει, ἐπεχείρησεν ὁ Πολύιδος βιάζεσθαι τὴν Ἀνθίαν.60

5

.

4

.

6

ἡ δὲ ἐκφυγεῖν δυνηθεῖσα, ἐπὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔρχεται 〈καὶ〉 ἱκέτις γενομένη· «σύ με» εἶπεν, «ὦ δέσ‐ ποινα Αἰγύπτου, πάλιν σῶσον, ᾗ ἐβοήθησας πολλάκις· φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβρο‐
5κόμῃ τηρουμένης».

5

.

4

.

7

Ὁ δὲ Πολύιδος ἅμα μὲν τὴν θεὸν ἐδεδοίκει, ἅμα δὲ ἤρα τῆς Ἀνθίας καὶ τῆς τύχης αὐτὴν ἠλέει· πρόσεισι δὲ τῷ ἱερῷ μόνος καὶ ὄμνυσι μήποτε βιάσασθαι τὴν Ἀνθίαν, μήτε ὑβρίσαι τι εἰς αὐτήν, ἀλλὰ
5τηρῆσαι ἁγνὴν ἐς ὅσον αὐτὴ θελήσει· αὔταρκες γὰρ αὐτῷ φιλοῦντι ἐδόκει εἶναι κἂν βλέπειν μόνον καὶ λαλεῖν αὐτῇ.

5

.

4

.

8

Ἐπείσθη τοῖς ὅρκοις ἡ Ἀνθία καὶ κατῆλθεν ἐκ τοῦ ἱεροῦ· καὶ ἐπειδὴ ἔγνωσαν ἡμέραις τρισὶν αὑτοὺς ἀναλαβεῖν ἐν Μέμφει, ἔρχεται ἡ Ἀνθία εἰς τὸ τοῦ Ἄπιδος ἱερόν. Διασημότατον δὲ τοῦτο ἐν Αἰγύπτῳ, καὶ ὁ θεὸς τοῖς βου‐
5λομένοις μαντεύει.

5

.

4

.

9

Ἐπειδὰν γάρ τις προσελθὼν εὔξη‐ ται καὶ δεηθῇ τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην, ἃ δὲ ἐν μέτρῳ προλέγουσι τῶν ἐσομένων ἕκαστα.

5

.

4

.

10

Ἐλθοῦσα δὴ καὶ ἡ Ἀνθία προσπίπτει τῷ Ἄπιδι. «Ὦ θεῶν» ἔφη «φι‐ λανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου
5πρόειπε.

5

.

4

.

11

Εἰ μὲν γὰρ αὐτὸν ἔτι ὄψομαι καὶ ἄνδρα λήψομαι, καὶ μενῶ καὶ ζήσομαι· εἰ δὲ ἐκεῖνος τέθνηκεν, ἀπαλλαγῆναι κἀμὲ καλῶς ἔχει τοῦ πονήρου τούτου βίου». Εἰποῦσα καὶ καταδακρύσασα ἐξῄει τοῦ ἱεροῦ· κἀν τούτῳ
5οἱ παῖδες πρὸ τοῦ τεμένους παίζοντες ἅμα ἐξεβόησαν
5 «Ἀνθία Ἁβροκόμην ταχὺ λήψεται ἄνδρα τὸν αὑτῆς.»
6 Ἀκούσασα εὐθυμοτέρα ἐγένετο καὶ προσεύχεται τοῖς θεοῖς· καὶ ἅμα μὲν ἀπῄεσαν εἰς Ἀλεξάνδρειαν.
8

5

.

5

.

1

Ἐπέπυστο δὲ ἡ Πολυίδου γυνὴ ὅτι ἄγει κόρην ἐρωμένην, καὶ φοβηθεῖσα μή πως αὐτὴν ἡ ξένη παρευδο‐ κιμήσῃ, Πολυίδῳ μὲν οὐδὲν λέγει, ἐβουλεύετο δὲ καθ’ αὑτὴν ὅπως τιμωρήσεται τὴν δοκοῦσαν ἐπιβουλεύειν τοῖς61
5γάμοις.

5

.

5

.

2

Καὶ δὴ ὁ μὲν Πολύιδος ἀπήγγελλέ τε τῷ ἄρχοντι τῆς Αἰγύπτου τὰ γενόμενα καὶ τὰ λοιπὰ ἐπὶ τοῦ στρατοπέδου διῴκει τὰ τῆς ἀρχῆς· ἀπόντος δὲ αὐτοῦ Ῥηναία (τοῦτο γὰρ ἐκαλεῖτο ἡ τοῦ Πολυίδου γυνὴ) μετα‐
5πέμπεται τὴν Ἀνθίαν (ἦν δὲ ἐπὶ τῆς οἰκίας) καὶ περιρ‐ ρήγνυσι τὴν ἐσθῆτα καὶ αἰκίζεται τὸ σῶμα

5

.

5

.

3

«ὦ πονηρὰ» λέγουσα «καὶ τῶν γάμων τῶν ἐμῶν ἐπίβουλε, ματαίως ἔδοξας Πολυίδῳ καλή, οὐ γάρ σε ὀνήσει τὸ κάλ‐ λος τοῦτο. Ἴσως μὲν γὰρ πείθειν λῃστὰς ἐδύνασο καὶ
5συγκαθεύδειν νεανίσκοις μεθύουσι πολλοῖς· τῆς δὲ Ῥηναίας εὐνὴν οὔποτε ὑβρίσεις χαίρουσα».

5

.

5

.

4

Ταῦτα εἰποῦσα ἀπέκειρε τὴν κόμην αὐτῆς καὶ δεσμὰ περιτίθησι καὶ παρα‐ δοῦσα οἰκέτῃ τινὶ πιστῷ, Κλυτῷ τοὔνομα, κελεύει ἐμβιβά‐ σαντα εἰς ναῦν, ἀπαγαγόντα εἰς Ἰταλίαν ἀποδόσθαι πορ‐
5νοβοσκῷ τὴν Ἀνθίαν. «Οὕτω γὰρ» ἔφη «δυνήσῃ ἡ καλὴ τῆς ἀκρασίας κόρον λαβεῖν».

5

.

5

.

5

Ἤγετο δὲ ἡ Ἀνθία ὑπὸ τοῦ Κλυτοῦ κλαίουσα καὶ ὀδυρομένη «ὦ κάλλος ἐπί‐ βουλον» λέγουσα, «ὦ δυστυχὴς εὐμορφία, τί μοι παρα‐ μένετε ἐνοχλοῦντα; τί δὲ αἴτια πολλῶν κακῶν μοι γίνεσθε;
5οὐκ ἤρκουν οἱ τάφοι, οἱ φόνοι, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ οἰκήματος στήσομαι καὶ τὴν μέχρι νῦν Ἁβροκόμῃ τηρουμένην σωφροσύνην πορνοβοσκὸς ἀναγκάσει με λύειν;

5

.

5

.

6

Ἀλλ’, ὦ δέσποτα», προσπεσοῦσα ἔλεγε τοῖς γόνασι τοῦ Κλυτοῦ, «μή με ἐπ’ ἐκείνην τὴν τιμωρίαν [ἅμα] προαγάγῃς, ἀλλὰ ἀπόκτεινόν με αὐτός· οὐκ οἴσω πορνοβοσκὸν δεσπότην· σωφρονεῖν, πίστευσον, εἰθίσ‐
5μεθα». Ταῦτα ἐδεῖτο, ἠλέει δὲ αὐτὴν ὁ Κλυτός.

5

.

5

.

7

Καὶ ἡ μὲν ἀπήγετο εἰς Ἰταλίαν, ἡ δὲ Ῥηναία ἐλ‐ θόντι τῷ Πολυίδῳ λέγει ὅτι ἀπέδρα ἡ Ἀνθία, κἀκεῖνος ἐκ τῶν ἤδη πεπραγμένων ἐπίστευσεν αὐτῇ. Ἡ δὲ Ἀνθία κατήχθη μὲν εἰς Τάραντα, πόλιν τῆς Ἰταλίας· ἐνταῦθα δὲ62
5ὁ Κλυτὸς δεδοικὼς τὰς τῆς Ῥηναίας ἐντολὰς ἀποδίδοται αὐτὴν πορνοβοσκῷ.

5

.

5

.

8

Ὁ δὲ ἰδὼν κάλλος οἷον οὔπω πρότερον ἐτεθέατο, μέγα κέρδος ἕξειν τὴν παῖδα ἐνόμιζε, καὶ ἡμέραις μέν τισιν αὐτὴν ἀνελάμβανεν ἐκ τοῦ πλοῦ κεκμηκυῖαν καὶ ἐκ τῶν ὑπὸ τῆς Ῥηναίας βασάνων· ὁ δὲ
5Κλυτὸς ἧκεν εἰς Ἀλεξάνδρειαν καὶ τὰ πραχθέντα ἐμήνυσε τῇ Ῥηναίᾳ.
6

5

.

6

.

1

Ὁ δὲ Ἱππόθοος διανύσας τὸν πλοῦν κατήχθη μὲν εἰς Σικελίαν, οὐκ εἰς Συρακούσας δέ, ἀλλ’ εἰς Ταυρο‐ μένιον, καὶ ἐζήτει καιρὸν δι’ οὗ τὰ ἐπιτήδεια ἕξει. Τῷ δὲ Ἁβροκόμῃ ἐν Συρακούσαις ὡς χρόνος πολὺς ἐγένετο,
5ἀθυμία ἐμπίπτει καὶ ἀπορία δεινή, ὅτι μηδὲ Ἀνθίαν εὑρίσκοι μηδὲ εἰς τὴν πατρίδα ἀνασῴζοιτο.

5

.

6

.

2

Διέγνω οὖν ἀποπλεύσας ἐκ Σικελίας εἰς Ἰταλίαν ἀνελθεῖν κἀ‐ κεῖθεν, εἰ μηδὲν εὑρίσκοι τῶν ζητουμένων, εἰς Ἔφεσον πλεῦσαι πλοῦν δυστυχῆ. Ἤδη δὲ καὶ οἱ γονεῖς αὐτῶν καὶ
5οἱ Ἐφέσιοι πάντες ἐν πολλῷ πένθει ἦσαν, οὔτε ἀγγέλου παρ’ αὐτῶν ἀφιγμένου οὔτε γραμμάτων· ἀπέπεμπον δὲ πανταχοῦ τοὺς ἀναζητήσοντας.

5

.

6

.

3

Ὑπὸ ἀθυμίας δὲ καὶ γήρως οὐ δυνηθέντες ἀντισχεῖν οἱ γονεῖς ἑκατέρων ἑαυ‐ τοὺς ἐξήγαγον τοῦ βίου. Καὶ ὁ μὲν Ἁβροκόμης ᾔει τὴν ἐπὶ Ἰταλίας ὁδόν· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη, οἱ σύντροφοι τοῦ
5Ἁβροκόμου καὶ τῆς Ἀνθίας, τεθνηκότος αὐτοῖς ἐν Ξάνθῳ τοῦ δεσπότου καὶ τὸν κλῆρον (ἦν δὲ πολὺς) ἐκείνοις κατα‐ λιπόντος, διέγνωσαν εἰς Ἔφεσον πλεῖν, ὡς ἤδη μὲν αὐτοῖς 〈ἐκεῖ〉 τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι.

5

.

6

.

4

Ἐνθέμενοι δὲ πάντα τὰ αὑτῶν νηὶ ἀνήγοντο εἰς Ἔφεσον, καὶ ἡμέραις τε οὐ πολλαῖς διανύσαντες τὸν πλοῦν ἧκον εἰς Ῥόδον, κἀκεῖ μαθόντες ὅτι οὐδέπω μὲν Ἁβροκόμης καὶ Ἀνθία σῴζοιντο,
63
5τεθνήκασι δὲ αὐτῶν οἱ πατέρες, διέγνωσαν εἰς Ἔφεσον μὴ κατελθεῖν, χρόνῳ δέ τινι ἐκεῖ γενέσθαι, μέχρις οὗ τι περὶ τῶν δεσποτῶν πύθωνται.
7

5

.

7

.

1

Ὁ δὲ πορνοβοσκὸς ὁ τὴν Ἀνθίαν ὠνησάμενος χρόνου διελθόντος ἠνάγκασεν αὐτὴν οἰκήματος προεστάναι. Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους· ἡ δὲ μεγάλα ἀνακωκύσασα

5

.

7

.

2

«φεῦ μοι τῶν κακῶν» εἶπεν, «οὐχ ἱκαναὶ γὰρ αἱ πρό‐ τερον συμφοραί, τὰ δεσμά, τὰ λῃστήρια, ἀλλ’ ἔτι καὶ πορνεύειν ἀναγκάζομαι; ὦ κάλλος δικαίως ὑβρισμένον, τί γὰρ ἡμῖν ἀκαίρως παραμένεις; Ἀλλὰ τί ταῦτα θρηνῶ καὶ
5οὐχ εὑρίσκω τινὰ μηχανήν, δι’ ἧς φυλάξω τὴν μέχρι νῦν σωφροσύνην τετηρημένην»;

5

.

7

.

3

Ταῦτα λέγουσα ἤγετο ἐπὶ τὸ οἴκημα τοῦ πορνοβοσκοῦ τὰ μὲν δεομένου θαρρεῖν, τὰ δὲ ἀπειλοῦντος. Ὡς δὲ ἦλθε καὶ προέστη, πλῆθος ἐπέρρει τῶν τεθαυμακότων τὸ κάλλος, οἵ γε πολλοὶ ἦσαν
5ἕτοιμοι ἀργύριον κατατίθεσθαι τῆς ἐπιθυμίας.

5

.

7

.

4

Ἡ δὲ ἐν ἀμηχάνῳ γενομένη κακῷ εὑρίσκει τέχνην ἀποφυγῆς· πίπτει μὲν γὰρ εἰς γῆν καὶ παρεῖται τὸ σῶμα καὶ ἐμιμεῖτο τοὺς νοσοῦντας τὴν ἐκ θεῶν καλουμένην νόσον· ἦν δὲ τῶν
5παρόντων ἔλεος ἅμα καὶ φόβος καὶ τοῦ μὲν ἐπιθυμεῖν συνουσίας ἀπείχοντο, ἐθεράπευον δὲ τὴν Ἀνθίαν·

5

.

7

.

5

ὁ δὲ πορνοβοσκὸς συνεὶς οἷ κακῶν ἐγεγόνει καὶ νομίσας ἀληθῶς νοσεῖν τὴν κόρην, ἦγεν εἰς τὴν οἰκίαν καὶ κατέ‐ κλινέ τε καὶ ἐθεράπευε, καὶ ὡς ἔδοξεν αὑτῆς γεγονέναι,
5ἀνεπυνθάνετο τὴν αἰτίαν τῆς νόσου.

5

.

7

.

6

Ἡ δὲ Ἀνθία «καὶ πρότερον» ἔφη, «δέσποτα, εἰπεῖν πρὸς σὲ ἐβουλό‐
μην τὴν συμφορὰν τὴν ἐμὴν καὶ διηγήσασθαι τὰ συμβάντα, ἀλλὰ ἀπέκρυπτον αἰδουμένη· νυνὶ δὲ οὐδὲν χαλεπὸν εἰπεῖν64
5πρὸς σέ, πάντα ἤδη μεμαθηκότα τὰ κατ’ ἐμέ.

5

.

7

.

7

Παῖς ἔτι οὖσα ἐν ἑορτῇ καὶ παννυχίδι ἀποπλανηθεῖσα τῶν ἐμαυ‐ τῆς ἧκον πρός τινα τάφον ἀνδρὸς νεωστὶ τεθνηκότος· κἀνταῦθα ἐφάνη μοί τις ἀναθορὼν ἐκ τοῦ τάφου καὶ
5κατέχειν ἐπειρᾶτο· ἐγὼ δ’ ἀπέφυγον καὶ ἐβόων·

5

.

7

.

8

ὁ δὲ ἄνθρωπος ἦν μὲν ὀφθῆναι φοβερός, φωνὴν δὲ πολλῷ εἶχε χαλεπωτέραν· καὶ τέλος ἡμέρα μὲν ἤδη ἐγίνετο, ἀφεὶς δέ με ἔπληξέ τε κατὰ τοῦ στήθους καὶ νόσον ταύτην ἔλεγεν
5ἐμβεβληκέναι.

5

.

7

.

9

Ἐκεῖθεν ἀρξαμένη ἄλλοτε ἄλλως ὑπὸ τῆς συμφορᾶς κατέχομαι. Ἀλλὰ δέομαί σου, δέσποτα, μηδέν μοι χαλεπήνῃς· οὐ γὰρ ἐγὼ τούτων αἰτία. Δυνήσῃ γάρ με ἀποδόσθαι καὶ μηδὲν ἀπολέσαι τῆς δοθείσης
5τιμῆς». Ἀκούσας ὁ πορνοβοσκὸς ἠνιᾶτο μέν, συνεγίνωσκε δὲ αὐτῇ, ὡς οὐχ ἑκούσῃ ταῦτα πασχούσῃ.
6

5

.

8

.

1

Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας, ἐπαν‐ αχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσει, τὰ μὲν πρῶτα
5περιῄει τὴν Ἀνθίαν ζητῶν·

5

.

8

.

2

αὕτη γὰρ ἦν αὐτῷ τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις· ὡς δὲ οὐδὲν ηὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῷ πορνοβοσκῷ), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις.

5

.

8

.

3

Καὶ ἦν αὐτῷ τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐδὲ αὑτὸν ὑποβάλλειν ἔργοις ἐντόνοις ἢ σκληροῖς· διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην
5«ἰδοὺ» φησὶν «Ἀνθία, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονηρᾶς καὶ τὸ σῶμα ὑποτέθεικα δουλείᾳ·

5

.

8

.

4

καὶ εἰ μὲν
εἶχόν τινα ἐλπίδα εὑρήσειν σε καὶ τοῦ λοιποῦ συγκατα‐ βιώσασθαι, τοῦτο πάντων ἄμεινόν με παρεμυθεῖτο· νυνὶ δὲ ἴσως κἀγὼ δυστυχὴς εἰς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ65
5σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. Πέπεισμαι γὰρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.»

5

.

8

.

5

Καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῇ δὲ Ἀνθίᾳ ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένῃ. Ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετ’ ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς
5χρόνον·

5

.

8

.

6

φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην· καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ ἐξαναστῆναί τε καὶ παύσασθαι τὸ ὄναρ.

5

.

8

.

7

Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέ τε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν «οἴμοι τῶν κακῶν» λέγουσα, «ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι δυστυχὴς συμφορῶν καὶ
5τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμῃ· σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή· ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα.

5

.

8

.

8

Τί οὖν ἔτι ζῶ; τί δ’ ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας.

5

.

8

.

9

Ἁβροκόμης μὲν γὰρ εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκῃ τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ.» Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει
5τελευτῆς.
5

5

.

9

.

1

Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων·
χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπ’ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ66
5ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν· πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ [τῶν] ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια.

5

.

9

.

2

Διέγνω δὲ πλεῦσαι μὲν εἰς Ἰταλίαν, ὠνήσασθαι δὲ οἰκέτας ὡραίους καὶ θεραπαίνας καὶ ἄλλην σκευῶν περιβολήν, ὅση γένοιτ’ ἂν ἀνδρὶ εὐδαίμονι· ἐμέμνητο δὲ ἀεὶ τοῦ Ἁβροκόμου καὶ τοῦτον ἀνευρεῖν ηὔχετο, περὶ
5πολλοῦ ποιούμενος κοινωνῆσαί τε αὐτῷ τοῦ βίου παντὸς καὶ τῶν κτημάτων.

5

.

9

.

3

Καὶ ὁ μὲν ἐπαναχθεὶς κατῆρεν εἰς Ἰταλίαν, εἵπετο δὲ αὐτῷ μειράκιον τῶν ἐν Σικελίᾳ εὖ γεγονότων, Κλεισθένης τοὔνομα, καὶ πάντων μετεῖχε τῶν Ἱπποθόου κτημάτων, καλὸς ὤν.

5

.

9

.

4

Ὁ δὲ πορνοβοσκὸς ἤδη τῆς Ἀνθίας ὑγιαίνειν δοκούσης ἐνενόει ὅπως αὐτὴν ἀποδώσεται, καὶ δὴ προῆγεν αὐτὴν εἰς τὴν ἀγορὰν καὶ τοῖς ὠνησομένοις ἐπεδείκνυεν.

5

.

9

.

5

Ἐν τούτῳ δὲ ὁ Ἱππόθοος περιῄει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν· καὶ ὁρᾷ τὴν Ἀνθίαν καὶ γνωρίζει καὶ ἐπὶ τῷ συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο «οὐχ αὕτη ἡ κόρη, ἣν
5ἐγώ ποτε ἐν Αἰγύπτῳ τιμωρῶν τῷ Ἀγχιάλου φόνῳ εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῇ συγκαθεῖρξα; Τίς οὖν ἡ μεταβολή; πῶς δὲ σῴζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή; τίς ἡ παράλογος σωτηρία;»

5

.

9

.

6

Εἰπὼν ταῦτα προσῆλθεν ὡς ὠνήσασθαι θέλων, καὶ παραστὰς αὐτῇ «ὦ κόρη» ἔφησεν, «Αἴγυπτον οὐκ οἶδας οὐδὲ λῃσταῖς ἐν Αἰγύπτῳ περιπέπτωκας οὐδὲ ἄλλο τι ἐν ἐκείνῃ τῇ γῇ πέπονθας
5δεινόν; εἰπὲ θαρσοῦσα, γνωρίζω γάρ σε [ἐν ἐκείνῳ τῷ χωρίῳ].»

5

.

9

.

7

Αἴγυπτον ἀκούσασα καὶ ἀναμνησθεῖσα Ἀγχιάλου καὶ τοῦ λῃστηρίου καὶ τῆς τάφρου ἀνῴμωξέ τε
καὶ ἀνωδύρατο, ἀποβλέψασα δὲ εἰς τὸν Ἱππόθοον (ἐγνώρισε δὲ αὐτὸν οὐδαμῶς) «πέπονθα» φησὶν «ἐν Αἰγύπτῳ67
5πολλά, ὦ ξένε, καὶ δεινά, ὅστις ποτε ὢν τυγχάνεις, καὶ λῃσταῖς περιπέπτωκα· ἀλλὰ σὺ πῶς» εἶπε «γνωρίζεις τὰ ἐμὰ διηγήματα;

5

.

9

.

8

πόθεν δὲ εἰδέναι λέγεις ἐμὲ τὴν δυστυχῆ; διαβόητα μὲν γὰρ καὶ ἔνδοξα πέπονθα [μὲν], ἀλλὰ σὲ οὐ γινώσκω τὸ σύνολον.»

5

.

9

.

9

Ἀκούσας ὁ Ἱππό‐ θοος καὶ μᾶλλον ἐξ ὧν ἔλεγεν ἀναγνωρίσας αὐτὴν τότε μὲν ἡσυχίαν ἤγαγεν, ὠνησάμενος δὲ αὐτὴν παρὰ τοῦ πορνο‐ βοσκοῦ ἄγει πρὸς ἑαυτὸν καὶ θαρρεῖν παρεκελεύετο καὶ
5ὅστις ἦν λέγει καὶ τῶν ἐν Αἰγύπτῳ γενομένων ἀναμιμνῄσκει καὶ τὸν ἑαυτοῦ πλοῦτον διηγεῖται καὶ τὴν φυγήν.

5

.

9

.

10

Ἡ δὲ ᾐτεῖτο συγγνώμην ἔχειν καὶ αὐτῷ ἀπεξηγεῖτο ὅτι Ἀγχίαλον ἀπέκτεινε μὴ σωφρονοῦντα, καὶ τὴν τάφρον καὶ τὸν Ἀμφίνομον καὶ τὴν τῶν κυνῶν πραότητα καὶ τὴν
5σωτηρίαν διηγεῖται.

5

.

9

.

11

Κατῴκτειρεν αὐτὴν ὁ Ἱππόθοος καὶ ἥτις μὲν ἦν ἐπέπυστο οὐδέπω, ἐκ δὲ τῆς καθημερινῆς σὺν τῇ κόρῃ διαίτης εἰς ἐπιθυμίαν Ἀνθίας καὶ Ἱππόθοος ἔρχεται καὶ συνελθεῖν ἐβούλετο καὶ πολλὰ ὑπισχνεῖται
5αὐτῇ.

5

.

9

.

12

Ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῷ, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς· τέλεον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτ’ ἔχουσα ὅ τι ποιήσει, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῷ τὰ ἀπόρρητα ἢ παραβῆναι
5τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ λῃστήρια καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο·

5

.

9

.

13

ὁ δὲ Ἱππόθοος ἀκούσας ὅτι τε Ἀνθία εἴη καὶ ὅτι γυνὴ τοῦ πάντων αὐτῷ φιλτάτου, ἀσπάζεταί τε αὐτὴν καὶ εὐθυμεῖν
παρεκάλει καὶ τὴν αὑτοῦ πρὸς Ἁβροκόμην φιλίαν διηγεῖται.68
5Καὶ τὴν μὲν 〈ἁγνὴν〉 εἶχεν ἐπὶ τῆς οἰκίας, πᾶσαν προσάγων ἐπιμέλειαν, Ἁβροκόμην αἰδούμενος· αὐτὸς δὲ πάντα ἀνηρεύνα, εἴ που τὸν Ἁβροκόμην ἀνεύροι.
7

5

.

10

.

1

Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβὰς εἰς Ἔφεσον ἀνάγεσθαι.

5

.

10

.

2

Καὶ ὁ μὲν νύκτωρ κατελθὼν ἐπὶ θάλασσαν ἐπιφθάνει πλοίῳ ἀναγομένῳ καὶ ἐπιβὰς ἔπλει τὴν ἐπὶ Σικελίας πάλιν, ὡς ἐκεῖθεν ἐπὶ Κρήτην τε καὶ Κύπρον καὶ Ῥόδον ἀφιξόμενος κἀκεῖθεν εἰς Ἔφεσον γενησόμενος· ἤλπιζε δὲ ἐν τῷ μακρῷ
5πλῷ καὶ περὶ Ἀνθίας τι πυθέσθαι.

5

.

10

.

3

Καὶ ὁ μὲν ὀλίγα ἔχων τὰ ἐπιτήδεια ἀναγόμενος καὶ διανύσας τὸν πλοῦν τὰ μὲν πρῶτα ἐπὶ τῆς Σικελίας ἔρχεται καὶ εὑρίσκει τὸν πρότερον ξένον τὸν Αἰγιαλέα τεθνηκότα· ἐπενέγκας δὲ
5αὐτῷ χοὰς καὶ πολλὰ καταδακρύσας, ἀναχθεὶς πάλιν καὶ Κρήτην παρελθών, ἐν Κύπρῳ γενόμενος, ἡμέρας διατρίψας ὀλίγας καὶ εὐξάμενος τῇ πατρίῳ Κυπρίων θεῷ ἀνήγετο καὶ ἧκεν εἰς Ῥόδον· ἐνταῦθα πλησίον τοῦ λιμένος εἰσῳκίσατο.

5

.

10

.

4

Καὶ ἤδη τε ἐγγὺς ἐγίνετο Ἐφέσου καὶ πάντων αὐτὸν ἔννοια τῶν δεινῶν εἰσήρχετο, τῆς πατρίδος, τῶν πατέρων, τῆς Ἀνθίας, τῶν οἰκετῶν· καὶ ἀναστενάξας «φεῦ» ἔφη «τῶν κακῶν· εἰς Ἔφεσον ἵξομαι μόνος καὶ πατράσιν
5ὀφθήσομαι τοῖς ἐμαυτοῦ χωρὶς Ἀνθίας καὶ πλεύσομαι πλοῦν ὁ δυστυχὴς κενὸν καὶ διηγήσομαι διηγήματα ἴσως ἄπιστα, κοινωνὸν ὧν πέπονθα οὐκ ἔχων·

5

.

10

.

5

ἀλλὰ καρ‐ τέρησον, Ἁβροκόμη, καὶ γενόμενος ἐν Ἐφέσῳ τοσοῦτον ἐπιβίωσον χρόνον· τάφον ἔγειρον 〈τῇ〉 Ἀνθίᾳ καὶ θρήνησον αὐτὴν καὶ χοὰς ἐπένεγκαι καὶ σαυτὸν ἤδη παρ’ αὐτὴν
5ἄγε.» Ταῦτα ἔλεγε καὶ περιῄει τὴν πόλιν ἀλύων, ἀπορίᾳ
μὲν τῶν κατὰ τὴν Ἀνθίαν, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων.69

5

.

10

.

6

Ὁ δὲ Λεύκων ἐν τούτῳ καὶ ἡ Ῥόδη διατρίβοντες ἐν Ῥόδῳ ἀναθήματα ἀνατεθείκεσαν ἐν τῷ τοῦ Ἡλίου ἱερῷ παρὰ τὴν χρυσῆν πανοπλίαν, ἣν Ἀνθία καὶ Ἁβροκόμης ἀνατεθείκεσαν· ἀνέθεσαν στήλην γράμμασι χρυσοῖς γεγραμ‐
5μένην ὑπὲρ Ἁβροκόμου καὶ Ἀνθίας, ἀνεγέγραπτο δὲ καὶ τῶν ἀναθέντων τὰ ὀνόματα, ὅ τε Λεύκων καὶ ἡ Ῥόδη.

5

.

10

.

7

Ταύτῃ τῇ στήλῃ ὁ Ἁβροκόμης ἐπιτυγχάνει, ἐληλύθει δὲ προσεύξασθαι τῷ θεῷ. Ἀναγνοὺς οὖν καὶ γνωρίσας τοὺς ἀναθέντας καὶ τὴν τῶν οἰκετῶν εὔνοιαν, πλησίον δὲ καὶ τὴν πανοπλίαν ἰδών, μέγα ἀνωδύρετο παρακαθεσθεὶς τῇ
5στήλῃ.

5

.

10

.

8

«Ὢ πάντα» ἔλεγεν «ἐγὼ δυστυχής· ἐπὶ τὸ τέρμα ἥκω τοῦ βίου καὶ εἰς ἀνάμνησιν τῶν ἐμαυτοῦ συμ‐ φορῶν· ἰδοὺ ταύτην μὲν τὴν πανοπλίαν ἐγὼ μετὰ Ἀνθίας ἀνέθηκα καὶ μετ’ ἐκείνης ἀποπλεύσας Ῥόδου ἥκω νῦν
5ἐκείνην οὐκ ἄγων· εἰ δὲ αὕτη ἡ στήλη τῶν συντρόφων τῶν ἡμετέρων ὑπὲρ ἀμφοτέρων τὸ ἀνάθημα, τίς οὖν γένωμαι μόνος; ποῦ δὲ τοὺς φιλτάτους ἀνεύρω;»

5

.

10

.

9

Ταῦτα ἐθρήνει λέγων· καὶ ἐν τούτῳ ἐφίστανται ὁ Λεύκων καὶ ἡ Ῥόδη συνήθως εὐχόμενοι τῷ θεῷ καὶ θεωροῦσι τὸν Ἁβροκόμην τῇ στήλῃ παρακαθεζόμενον καὶ εἰς τὴν πανο‐ πλίαν ἀποβλέποντα καὶ γνωρίζουσι μὲν οὐχί, θαυμάζουσι
5δὲ ὅστις ὢν ἀλλοτρίοις ἀναθήμασι παραμένοι.

5

.

10

.

10

Καὶ δὴ ὁ Λεύκων ἔφη «ὦ μειράκιον, τί βουλόμενος ἀναθήμασιν οὐδέν σοι προσήκουσι παρακαθεζόμενος ὀδύρῃ καὶ θρηνεῖς; τί δὲ σοὶ τούτων μέλει; τί δὲ τῶν ἐνταῦθα ἀναγεγραμμένων
5κοινωνεῖ σοί;» Ἀποκρίνεται πρὸς αὐτὸν Ἁβροκόμης «ἐμὰ» φησὶν «ἐμὰ τὰ ἀναθήματα Λεύκωνος καὶ Ῥόδης, οὓς ἰδεῖν εὔχομαι μετὰ Ἀνθίαν Ἁβροκόμης ὁ δυστυχής.»

5

.

10

.

11

Ἀκούσαντες οἱ περὶ τὸν Λεύκωνα εὐθὺς μὲν ἀχανεῖς
ἐγένοντο, ἀνενεγκόντες δὲ κατὰ μικρὸν ἐγνώριζον ἐκ τοῦ σχήματος. ἐκ τῆς φωνῆς, ἐξ ὧν ἔλεγεν, ἐξ ὧν Ἀνθίας ἐμέμνητο, καὶ πίπτουσι πρὸ τῶν ποδῶν αὐτοῦ καὶ τὰ70
5καθ’ αὑτοὺς διηγοῦνται, τὴν ὁδὸν τὴν εἰς Συρίαν ἀπὸ Τύρου, τὴν Μαντοῦς ὀργήν, τὴν ἔκδοσιν, τὴν πρᾶσιν τὴν εἰς Λυκίαν, τὴν τοῦ δεσπότου τελευτήν, τὴν περιουσίαν, τὴν εἰς Ῥόδον ἄφιξιν·

5

.

10

.

12

καὶ δὴ παραλαβόντες ἄγουσιν εἰς τὴν οἰκίαν, ἔνθα αὐτοὶ κατήγοντο, καὶ τὰ κτήματα αὑτῶν παραδιδόασι καὶ ἐπεμελοῦντο καὶ ἐθεράπευον καὶ θαρρεῖν παρεκάλουν· τῷ δὲ ἦν οὐδὲν Ἀνθίας τιμιώτερον,
5ἀλλ’ ἐκείνην ἐθρήνει παρ’ ἕκαστα.
5

5

.

11

.

1

Καὶ ὁ μὲν ἐν Ῥόδῳ διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος· ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἀνθίαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσων τε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος·
5καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθίας ἀνήγετο, καὶ διανύσας μάλα ἀσμένως τὸν πλοῦν

5

.

11

.

2

οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίᾳ τὸ ὄνομα, πλησίον δὲ τῆς θαλάσσης, καὶ τήν τε Ἀνθίαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς
5ἀνεπαύσατο, τῇ δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίᾳ τῶν Ῥοδίων ἀγόντων τῷ Ἡλίῳ, καὶ πομπή τε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος.

5

.

11

.

3

Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθίας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἀνθίαν· ἡ δὲ ἀπιδοῦσα
5εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη

5

.

11

.

4

«ὦ τὰ πάντων» ἔφησεν «ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδῳ
γενομένη εὐτυχῶς τέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην· νυνὶ δὲ71
5δούλη μὲν ἀντ’ ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα.»

5

.

11

.

5

Ταῦτα ἔλεγε καὶ πολλὰ ἐπεδάκρυε καὶ δεῖται τοῦ Ἱπποθόου ἐπιτρέψαι αὐτῇ τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς καὶ ἀναθεῖναι τῷ Ἡλίῳ καὶ εὔξασθαί τι περὶ Ἁβροκόμου.

5

.

11

.

6

Συγχωρεῖ ὁ Ἱππόθοος· καὶ ἀποτεμοῦσα τῶν πλοκάμων ὅσα ἐδύνατο καὶ ἐπιτηδείου καιροῦ λαβομένη, πάντων ἀπηλλαγμένων, ἀνατίθησιν ἐπιγράψασα ΥΠΕΡ. ΤΟΥ. ΑΝΔΡΟΣ. ΑΒΡΟΚΟΜΟΥ. ΑΝΘΙΑ. ΤΗΝ. ΚΟ‐
5ΜΗΝ. ΤΩΙ. ΘΕΩΙ. ΑΝΕΘΗΚΕ. Ταῦτα ποιήσασα καὶ εὐξαμένη ἀπῄει μετὰ τοῦ Ἱπποθόου.
6

5

.

12

.

1

Ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη τέως ὄντες περὶ τὴν πομπὴν ἐφίστανται τῷ ἱερῷ καὶ βλέπουσι τὰ ἀναθήματα καὶ γνωρίζουσι τῶν δεσποτῶν τὰ ὀνόματα καὶ πρῶτον ἀσπάζονται τὴν κόμην καὶ πολλὰ κατωδύροντο οὕτως ὡς
5Ἀνθίαν βλέποντες, τελευταῖον δὲ περιῄεσαν, εἴ που κἀκείνην εὑρεῖν δυνήσονται (ἤδη δὲ καὶ τὸ πλῆθος τῶν Ῥοδίων ἐγνώριζον τὰ ὀνόματα ἐκ τῆς προτέρας ἐπιδημίας).

5

.

12

.

2

Κἀκείνην μὲν τὴν ἡμέραν οὐδὲν εὑρίσκοντες ἀπηλλάγησαν καὶ τῷ Ἁβροκόμῃ τὰ ἐν τῷ ἱερῷ ὄντα ἐμήνυσαν· ὁ δὲ ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, εὔελπις δὲ ἦν ὡς Ἀνθίαν εὑρήσων.

5

.

12

.

3

Τῇ δὲ ἑξῆς ἧκεν ἡ Ἀνθία πάλιν εἰς τὸ ἱερὸν μετὰ τοῦ Ἱπποθόου, οὐκ ὄντος αὐτοῖς πλοός, προσκαθίσασα δὲ τοῖς ἀναθήμασιν ἐδάκρυέ τε καὶ ἀνέστενεν· ἐν τούτῳ δὲ
ἐπεισίασιν ὁ Λεύκων καὶ ἡ Ῥόδη τὸν Ἁβροκόμην κατα‐72
5λιπόντες ἔνδον, ἀθύμως ἐπὶ τοῖς αὐτοῖς διακείμενον· ἐλθόντες δὲ ὁρῶσι τὴν Ἀνθίαν καὶ ἦν μὲν ἔτι ἄγνωστος αὐτοῖς, συμβάλλουσι δὲ πάντα, 〈τὸν〉 ἔρωτα, 〈τὰ〉 δάκρυα, τὰ ἀναθήματα, τὰ ὀνόματα, τὸ εἶδος.

5

.

12

.

4

Οὕτως κατὰ βραχὺ ἐγνώριζον αὐτήν· προσπεσόντες δὲ τοῖς γόνασιν ἔκειντο ἀχανεῖς· ἡ δὲ ἐτεθαυμάκει τίνες τε εἴησαν καὶ τί βούλοιντο· οὐ γὰρ ἄν ποτε Λεύκωνα καὶ Ῥόδην 〈ἰδεῖν〉
5ἤλπισεν.

5

.

12

.

5

Οἱ δὲ ἐν ἑαυτοῖς γενόμενοι «ὦ δέσποινα» ἔφασαν «Ἀνθία, ἡμεῖς οἰκέται σοί, Λεύκων καὶ Ῥόδη, οἱ τῆς ἀποδημίας κοινωνήσαντες καὶ τοῦ λῃστηρίου· ἀλλὰ τίς ἐνταῦθα ἄγει σε τύχη; θάρσει, δέσποινα, Ἁβροκόμης
5σῴζεται καὶ ἔστιν ἐνταῦθα ἀεί σε θρηνῶν.»

5

.

12

.

6

Ἀκούσασα ἡ Ἀνθία ἐξεπλάγη τοῦ λόγου, μόγις δὲ ἀνενεγκοῦσα καὶ γνωρίσασα περιβάλλει τε αὐτοὺς καὶ ἀσπάζεται καὶ σαφέ‐ στατα τὰ κατὰ Ἁβροκόμην μανθάνει.
4

5

.

13

.

1

Συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυν‐ θανόμενον τὴν Ἀνθίας εὕρεσιν καὶ Ἁβροκόμου· παρῆν δὲ ἐν τούτῳ καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθη τε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι· καὶ ἦν τὰ μὲν
5ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται· ἔτρεχον δὲ ὡς εἶχον ἐπὶ τὴν οἰκίαν.

5

.

13

.

2

Ὁ δὲ ὡς ἤκουσεν ὑπό τινος τῶν Ῥοδίων τὴν τῆς Ἀνθίας εὕρεσιν, διὰ μέσης τῆς πόλεως βοῶν «Ἀνθία» ἐοικὼς μεμηνότι ἔθεε. Καὶ δὴ συντυγχάνει τοῖς περὶ τὴν Ἀνθίαν πρὸς τῷ ἱερῷ τῆς Ἴσιδος, πολὺ δὲ τῶν Ῥοδίων
5πλῆθος ἐφείπετο.

5

.

13

.

3

Ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνε‐
γνώρισαν· τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί· καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν· κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν73
5πρότερον μνήμη, τὸ τῶν μελλόντων δέος· ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέ τε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακα‐ λοῦντες τὴν Ἶσιν, «πάλιν» λέγοντες «ὁρῶμεν Ἁβρο‐ κόμην καὶ Ἀνθίαν τοὺς καλούς.»

5

.

13

.

4

Οἱ δὲ ἀναλαβόντες ἑαυτούς, διαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον «σοὶ» λέγοντες, «ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν· διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη,
5ἑαυτοὺς ἀπειλήφαμεν»· προεκυλίοντό τε τοῦ τεμένους καὶ τῷ βωμῷ προσέπιπτον.

5

.

13

.

5

Καὶ τότε μὲν αὐτοὺς ἄγουσιν οἱ περὶ τὸν Λεύκωνα εἰς τὴν οἰκίαν καὶ ὁ Ἱππόθοος τὰ αὑτοῦ μετεσκευάζετο παρὰ τὸν Λεύκωνα, καὶ ἦσαν ἕτοιμοι πρὸς τὸν εἰς Ἔφεσον πλοῦν· ὡς δὲ ἔθυσαν ἐκείνης τῆς ἡμέρας καὶ εὐωχήθησαν,
5πολλὰ καὶ ποικίλα παρὰ πάντων τὰ διηγήματα, ὅσα τε ἔπαθεν ἕκαστος καὶ ὅσα ἔδρασε, παρεξέτεινόν τε ἐπὶ πολὺ τὸ συμπόσιον, ὡς αὑτοὺς ἀπολαβόντες χρόνῳ.

5

.

13

.

6

Ἐπεὶ δὲ νὺξ ἤδη ἐγεγόνει, ἀνεπαύοντο οἱ μὲν ἄλλοι πάντες ὅπως ἔτυχον, Λεύκων μὲν καὶ Ῥόδη, Ἱππόθοος δὲ καὶ τὸ μειράκιον τὸ ἐκ Σικελίας τὸ ἀκολουθῆσαν εἰς Ἰταλίαν ἰόντι
5αὐτῷ ὁ Κλεισθένης ὁ καλός· ἡ δὲ Ἀνθία ἀνεπαύετο μετὰ Ἁβροκόμου.
6

5

.

14

.

1

Ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἀνθία τὸν Ἁβρο‐ κόμην ἔκλαεν «ἄνερ» λέγουσα «καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, λῃστῶν ἀπειλὰς
5ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους·

5

.

14

.

2

ἀλλ’ ἥκω σοι τοιαύτη, τῆς ἐμῆς ψυχῆς Ἁβροκόμη δέσποτα, οἵα τὸ πρῶτον ἀπηλλάγην εἰς Συρίαν ἐκ Τύρου· ἔπεισε δέ με ἁμαρτεῖν οὐδείς, οὐ Μοῖρις ἐν Συρίᾳ, οὐ Περίλαος ἐν Κιλικίᾳ, οὐκ ἐν Αἰγύπτῳ Ψάμμις καὶ Πολύιδος,74
5οὐκ Ἀγχίαλος ἐν Αἰθιοπίᾳ, οὐκ ἐν Τάραντι ὁ δεσπότης, ἀλλ’ ἁγνὴ μένω σοι πᾶσαν σωφροσύνης μηχανὴν πεποιη‐ μένη·

5

.

14

.

3

σὺ δὲ ἆρα, Ἁβροκόμη, σώφρων ἔμεινας, ἤ μέ τις παρευδοκίμησεν ἄλλη καλή; ἢ μή τις ἠνάγκασέ σε ἐπι‐ λαθέσθαι τῶν ὅρκων τε κἀμοῦ;»

5

.

14

.

4

Ταῦτα ἔλεγε καὶ κατεφίλει συνεχῶς, ὁ δὲ Ἁβροκόμης «ἀλλ’ ὀμνύω σοι» φησὶ «τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην ὡς οὔτε παρθένος ἐμοί τις ἔδοξεν εἶναι καλή, οὔτ’ ἄλλη τις ὀφθεῖσα
5ἤρεσε γυνή, ἀλλὰ τοιοῦτον εἴληφας Ἁβροκόμην [καθαρὸν], οἷον ἐν Τύρῳ κατέλιπες ἐν δεσμωτηρίῳ.»
6

5

.

15

.

1

Ταῦτα δι’ ὅλης νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον· ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων
5πλήθους· συναπῄει δὲ καὶ ὁ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη· καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον.

5

.

15

.

2

Προεπέ‐ πυστο δὲ τὴν σωτηρίαν αὐτῶν ἡ πόλις ἅπασα· ὡς δὲ ἐξέ‐ βησαν, εὐθὺς ὡς εἶχον ἐπὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος ᾔεσαν καὶ πολλὰ ηὔχοντο καὶ θύσαντες ἄλλα 〈τε〉 ἐνέθεσαν
5ἀναθήματα καὶ δὴ καὶ [τὴν] γραφὴν τῇ θεῷ ἀνέθεσαν πάντα ὅσα τε ἔπαθον καὶ ὅσα ἔδρασαν·

5

.

15

.

3

καὶ ταῦτα ποιήσαντες, ἀνελθόντες εἰς τὴν πόλιν τοῖς γονεῦσιν αὑτῶν τάφους κατεσκεύασαν μεγάλους (ἔτυχον γὰρ ὑπὸ γήρως καὶ ἀθυμίας προτεθνηκότες), καὶ αὐτοὶ τοῦ λοιποῦ διῆγον
5ἑορτὴν ἄγοντες τὸν μετ’ ἀλλήλων βίον.

5

.

15

.

4

Καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη κοινωνοὶ πάντων τοῖς συντρόφοις ἦσαν, διέγνω δὲ καὶ ὁ Ἱππόθοος ἐν Ἐφέσῳ τὸν λοιπὸν καταβιῶναι χρόνον. Καὶ ἤδη Ὑπεράνθῃ τάφον ἤγειρε μέγαν κατὰ
75
5Λέσβον γενόμενος, καὶ τὸν Κλεισθένη πα̣〈ῖδα ποιησά‐ μενος ὁ Ἱπ〉πόθοος διῆγεν ἐν Ἐφέσῳ μεθ’ Ἁβροκόμου καὶ Ἀνθίας.
Ξενοφῶντος τῶν κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Ἐφ〈εσιακῶν λόγων〉
10τέλος76