TLG 0638 006 :: Flavius PHILOSTRATUS :: Epistulae et dialexeis

Flavius PHILOSTRATUS Soph.
(Lemnius: A.D. 2–3)

Epistulae et dialexeis

Source: Kayser, C.L. (ed.), Flavii Philostrati opera, vol. 2. Leipzig: Teubner, 1871 (repr. Hildesheim: Olms, 1964): 225–260.

Citation: Section — epistle or discourse — (line)

1

t

ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΠΙΣΤΟΛΑΙ.

1

.

1

αʹ. Τὰ ῥόδα ὥσπερ πτεροῖς τοῖς φύλλοις ἐπο‐ χούμενα ἐλθεῖν παρὰ σὲ σπουδὴν ἐποιήσαντο. ὑπό‐ δεξαι αὐτὰ εὐμενῶς, ἢ ὡς Ἀδώνιδος ὑπομνήματα, ἢ ὡς Ἀφροδίτης βαφήν, ἢ ὡς γῆς ὄμματα. ἀθλητῇ
5μὲν οὖν κότινος πρέπει καὶ βασιλεῖ μεγάλῳ ἡ ὀρθὴ τιάρα καὶ στρατιώτῃ λόφος, καλῷ δὲ μειρακίῳ ῥόδον καὶ διὰ συγγένειαν εὐωδίας καὶ διὰ τὸ οἰκεῖον τῆς χροιᾶς. περιθήσῃ δὲ οὐ σὺ τὰ ῥόδα, ἀλλ’ αὐτὰ σέ.

1

.

2

βʹ. Πέπομφά σοι στέφανον ῥόδων, οὐ σὲ τιμῶν, καὶ τοῦτο μὲν γάρ, ἀλλ’ αὐτοῖς τι χαριζόμενος τοῖς ῥόδοις, ἵνα μὴ μαρανθῇ.

1

.

3

γʹ. Οἱ Λακεδαιμόνιοι φοινικοβαφεῖς ἐνεδύοντο χιτῶνας, ἢ ἵνα ἐκπλήττωσι τοὺς ἐναντίους τῷ φο‐ βερῷ τῆς χροιᾶς, ἢ ἵνα ἀγνοῶσι τὸ αἷμα τῇ κοινωνίᾳ τῆς βαφῆς· ὑμᾶς δὲ δεῖ τοὺς καλοὺς ῥόδοις μόνοις
5ὁπλίζεσθαι καὶ ταύτην λαμβάνειν παρὰ τῶν ἐραστῶν τὴν πανοπλίαν. ὑάκινθος μὲν οὖν λευκῷ μειρακίῳ πρέπει καὶ νάρκισσος μέλανι, ῥόδον δὲ πᾶσιν, ὡς καὶ μειράκιον τὸ πάλαι ὂν καὶ ἄνθος καὶ φάρμακον καὶ μύρον. ταῦτα Ἀγχίσην ἀνέπεισε, ταῦτα Ἄρην
10ἀπέδυσε, ταῦτα Ἄδωνιν ἐλθεῖν ἀνέμνησε, ταῦτα ἦρος κόμαι, ταῦτα γῆς ἀστραπαί, ταῦτ’ ἔρωτος λαμπάδες.

1

.

4

δʹ. Αἰτιᾷ με, ὅτι σοι ῥόδα οὐκ ἔπεμψα· ἐγὼ δὲ οὔτε ὡς ὀλίγωρος τοῦτο ἐποίησα οὔτε ὡς ἀνέρα‐
στος ἄνθρωπος, ἀλλ’ ἐσκόπουν, ὅτι ξανθὸς ὢν καὶ ῥόδοις ἰδίοις στεφανούμενος ἀλλοτρίων ἀνθέων οὐ225
5δέῃ. οὐδὲ γὰρ Ὅμηρος τῷ ξανθῷ Μελεάγρῳ στέφα‐ νον περιέθηκεν, ἐπεὶ τοῦτο ἂν ἦν ἄλλο πῦρ ἐπὶ πυρὶ καὶ δαλὸς ἐπ’ ἐκείνῳ διπλοῦς, ἀλλ’ οὐδὲ τῷ Ἀχιλλεῖ, οὐδὲ τῷ Μενελάῳ, οὐδὲ ἄλλοις, ὅσοι παρ’ αὐτῷ κομῶσι. φθονερὸν γὰρ δεινῶς τὸ ἄνθος καὶ
10ὠκύμορον καὶ παύσασθαι ταχύ, λέγεται δ’ αὐτοῦ καὶ τὴν πρώτην γένεσιν ἐκ λυπηροτάτης ἄρξασθαι προφάσεως· ἡ γὰρ ἄκανθα τῶν ῥόδων παριοῦσαν τὴν Ἀφροδίτην ἔκνισεν, ὡς Κύπριοι λέγουσι καὶ Φοίνικες. ἀλλὰ τί; μὴ στεφανούμεθα ἄνθος, ὃ οὐδὲ
15Ἀφροδίτης φείδεται;

1

.

5

εʹ. Πόθεν εἶ, μειράκιον; εἰπέ, ὅτι οὕτως ἀτέγ‐ κτως πρὸς ἔρωτας ἔχεις; ἐκ Σπάρτης ἐρεῖς; οὐκ εἶδες οὖν Ὑάκινθον, οὐδ’ ἐστεφανώσω τῷ τραύματι; ἀλλ’ ἐκ Θεσσαλίας; οὐκ ἐδίδαξεν οὖν σε οὐδ’ ὁ
5Φθιώτης; ἀλλ’ Ἀθήνηθεν; τὸν Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα οὐ διέβης; ἀλλ’ ἀπ’ Ἰωνίας; καὶ τί τῆς γῆς ἐκείνης ἁβρότερον, ὅπου Βράγχοι καὶ Κλάροι οἱ Ἀπόλλωνος καλοί; ἀλλ’ ἐκ Κρήτης, ὅπου πλεῖ‐ στος Ἔρως ὁ τὰς ἑκατὸν πόλεις περιπολῶν; Σκύθης
10μοι δοκεῖς καὶ βάρβαρος εἶναι ἀπ’ ἐκείνου τοῦ βω‐ μοῦ καὶ τῶν ἀξένων θεαμάτων. ἔξεστιν οὖν σοι τὸν πάτριον μιμήσασθαι νόμον· εἰ δὲ σώζειν οὐ θέλεις, λάβε τὸ ξίφος· οὐ παραιτοῦμαι, μὴ φοβηθῇς· ἐπι‐ θυμῶ κἂν τοῦ τραύματος.

1

.

6

ϛʹ. Εἰ σωφρονεῖς, διὰ τί ἐμοὶ μόνῳ; εἰ δὲ χα‐ ρίζῃ, διὰ τί μὴ κἀμοί;

1

.

7

ζʹ. Ὅτι πένης εἰμί, ἀτιμότερός σοι δοκῶ· καὶ μὴν καὶ αὐτὸς ὁ Ἔρως γυμνός ἐστι καὶ αἱ Χάριτες καὶ οἱ ἀστέρες. ὁρῶ δὲ ἐγὼ τὸν Ἡρακλέα ἐν ταῖς γραφαῖς δορὰν θηρίου περιβεβλημένον καὶ τὰ πολλὰ226
5χαμαὶ καθεύδοντα, τὸν δὲ Ἀπόλλωνα καὶ ὑψηλῷ ζώσματι ἢ δισκεύοντα ἢ τοξεύοντα ἢ τρέχοντα, οἱ δὲ Περσῶν βασιλεῖς τρυφῶσι καὶ μετέωροι κάθηνται τῷ πολλῷ χρυσίῳ περιβαλλόμενοι· τοιγαροῦν ἔπα‐ σχον κακῶς ὑπὸ τῶν πενήτων Ἑλλήνων νικώμενοι.
10ἦν πτωχὸς ὁ Σωκράτης, ἀλλ’ ὑπέτρεχε τὸν τρίβωνα αὐτοῦ ὁ πλούσιος Ἀλκιβιάδης. ἄπιδε πρὸς τὸ θέα‐ τρον· πενήτων ὁ δῆμος. ἄπιδε πρὸς τὰ δικαστήρια· πένητες κάθηνται. ἄπιδε ἐπὶ τὰς μάχας· οἱ μὲν πο‐ λυτελεῖς καὶ χρυσοῖ τοῖς ὅπλοις λείπουσι τὰς τάξεις,
15ἡμεῖς δὲ ἀριστεύομεν. ἐν αὐτοῖς τε τοῖς πρὸς τοὺς καλοὺς ὑμᾶς σκέψαι πόσον τὸ μεθόριον· ὑβρίζει τὸν πεισθέντα ὁ πλούσιος ὡς ἐωνημένος, ὁ πένης οἶδε χάριν ὡς ἐλεούμενος. πάλιν ὁ λαμπρὸς τὸ πεπρα‐ γμένον ἐς ἐξουσίαν ἀναφέρει τῆς οἰκείας δυνάμεως,
20ὁ δὲ πένης ἐς τὴν τοῦ δόντος φιλανθρωπίαν. ὁ πλούσιος ἄγγελον πέμπει κόλακα καὶ παράσιτον, μάγειρον καὶ τοὺς ἐκ τῆς τραπέζης, ὁ πένης δὲ ἑαυ‐
τόν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ὁ πλούσιος καλεῖ σε ἐρώμενον, ἐγὼ δὲ κύριον· ἐκεῖνος ὑπηρέτην,227
25ἐγὼ δὲ θεόν· ἐκεῖνος μέρος τῶν αὑτοῦ κτημάτων, ἐγὼ δὲ πάντα, ὅθεν ἄλλου πάλιν ἐρασθεὶς ὅμοιος πρὸς ἐκεῖνον ἔσται, πένης δὲ ἅπαξ ἐρᾷ. τίς δύναται παραμεῖναι νοσοῦντι; τίς αὑτὸν προτάξαι πεμπομέ‐ νου βέλους; τίς ὑπὲρ σοῦ πεσεῖν; [φιλία.] ἐν τού‐
30τοις πᾶσι πλουτῶ.

1

.

8

ηʹ. Εἰ ξένος ὢν ἐρῶ σου, μὴ θαυμάσῃς· οὐκ ἔστιν ὀφθαλμοὺς ξενίας ἁλῶναι, καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγ‐ χος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδὲ ὁ Πά‐
5τροκλος τὸν Ἀχιλλέα, οὐδὲ ὁ Χρύσιππος τὸν Λάιον. ἤρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τὸ ὄνομα τοῦ μειρακίου ἀγνοῶ· ξένοι καὶ ὄμβροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάσσης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων
10καὶ ὁ Ζεὺς ἡμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένη καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀηδὼν τοῦ ἔαρος καὶ ἡ χελιδὼν τῆς οἰκίας καὶ
ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν228
15Ἰνδῶν τῶν μυρεψικῶν· οὗτος μὲν ὁ ξένος καὶ βρα‐ δύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὑφαὶ καὶ μάγων θεολογία, οἷς πᾶσιν ἥδιον χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν
20μὲν σπάνιον τὸ ἐπίκτητον, τῶν δὲ ὀλίγωρον τὸ οἰκεῖον· ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνύ‐ ποπτος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.

1

.

9

θʹ. Τί παθόντα τὰ ῥόδα, πρὶν μὲν παρὰ σοὶ γενέσθαι, καλὰ ἦν καὶ ῥόδα—οὐ γὰρ ἂν αὐτὰ οὐδὲ ἔπεμψα, εἰ μή τι ἀξιόκτητον εἶχεν—ἐλθόντα δὲ εὐθὺς ἐμαράνθη καὶ ἀπέπνευσε; τὸ μὲν σαφὲς
5οὐκ οἶδα τῆς αἰτίας, οὐ γάρ μοί τι εἰπεῖν ἠθέλησαν, ὡς δ’ εἰκάσαι ῥᾴδιον, οὐκ ἤνεγκε παρευδοκιμούμενα, οὐδὲ ἠνέσχετο τῆς πρὸς σὲ ἁμίλλης, ἀλλ’ ὁμοῦ τε ἔθιγεν εὐωδεστέρου χρωτὸς καὶ ἀπώλετο. οὕτω καὶ λύχνος πίπτει πυρὸς μείζονος ἡττηθεὶς καὶ ἄστρα
10ἀμαυρά, ὅταν ἀντιβλέπειν ἡλίῳ μὴ δύνηται.

1

.

10

ιʹ. Τοὺς ὄρνις αἱ καλιαὶ δέχονται, τοὺς ἰχθύας αἱ πέτραι, τὰ ὄμματα τοὺς καλούς, κἀκεῖνα μὲν πλανᾶται μεθιστάμενα καὶ μετοικοῦντα ἄλλοτε ἐπ’ ἄλλους τόπους—ἄγουσι γὰρ αὐτοὺς ὡς ἄγουσιν
5οἱ καιροί—κάλλος δὲ ἅπαξ ἐπ’ ὀφθαλμοὺς ῥυὲν οὐκ ἄπεισιν ἐκ τούτου τοῦ καταγωγίου. οὕτω κἀγώ σε ὑπεδεξάμην καὶ φέρω πανταχοῦ τοῖς τῶν ὀμμά‐ των δικτύοις, κἂν ἐπὶ θάλατταν ἔλθω, ἀνάγει σε ἡ θάλαττα, ὥσπερ τὴν Ἀφροδίτην ὁ μῦθος, ἄν τε
10ἐπὶ λειμῶνα, αὐτῶν τῶν ἀνθέων ἐξέχεις. καὶ τί γὰρ
ἐκεῖ τοιοῦτον φύεται; καὶ γὰρ εἰ καλὰ καὶ χαρίεντα, ἀλλὰ μιᾶς ἡμέρας. ἀπιδὼν δὲ ἐς οὐρανὸν τὸν μὲν ἥλιον ἡγοῦμαι κατιέναι καὶ κάτω που βαδίζειν, ἀντ’ ἐκείνου δὲ σὲ φαίνειν. εἰ δὲ καὶ νὺξ γένηται, δύο229
15βλέπω μόνους ἀστέρας, τὸν ἕσπερον καὶ σέ.

1

.

11

ιαʹ. Ποσάκις σοι τοὺς ὀφθαλμοὺς ἀνέῳξα, ἵνα ἀπέλθῃς, ὥσπερ οἱ τὰ δίκτυα ἀναπτύσσοντες τοῖς θηρίοις ἐς ἐξουσίαν τοῦ φυγεῖν; καὶ σὺ μένεις ἑδραῖος κατὰ τοὺς δεινοὺς ἐποίκους, οἳ χώραν ἅπαξ
5ἀλλοτρίαν καταλαβόντες οὐκέτι δέχονται τὴν ἀπα‐ νάστασιν. καὶ δὴ πάλιν, ὥσπερ εἴωθα, ἐπαίρω τὰ βλέφαρα· ἀπόπτηθι ἤδη ποτὲ καὶ τὴν πολιορκίαν λῦσον καὶ γενοῦ ξένος ἄλλων ὀμμάτων. οὐκ ἀκούεις, ὅς γε καὶ μᾶλλον ἔχῃ τοῦ πρόσω καὶ μέχρι τῆς
10ψυχῆς. καὶ τίς ὁ καινὸς ἐμπρησμός; κινδυνεύω, αἰτῶ ὕδωρ, κοιμίζει δὲ οὐδείς, ὅτι τὸ σβεστήριον ἐς ταύτην τὴν φλόγα ἀπορώτατον, εἴτε ἐκ πηγῆς κομίζοι τις, εἴτε ἐκ ποταμοῦ λαμβάνοι. καὶ γὰρ αὐτὸ τὸ ὕδωρ ὑπὸ ἔρωτος κᾴεται.

1

.

12

ιβʹ. Πόθεν μου τὴν ψυχὴν κατέλαβες; ἢ δῆλον ὅτι ἀπὸ τῶν ὀμμάτων, ἀφ’ ὧν μόνων κάλλος ἐσέρ‐ χεται; ὥσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι καὶ τὰ ἐρυμνὰ οἱ βασιλεῖς καὶ τὰ ὑψηλὰ οἱ ἀετοὶ κατα‐
5λαμβάνουσιν, οὕτω καὶ ὁ ἔρως τὴν τῶν ὀφθαλμῶν ἀκρόπολιν, ἣν οὐ ξύλοις, οὐδὲ πλίνθοις, ἀλλὰ μό‐ νοις βλεφάροις τειχίσας ἡσυχῆ καὶ κατὰ μικρὸν ἐς τὴν ψυχὴν ἐσδύεται, ταχέως μέν, ὡς πτηνός, ἐλευ‐ θέρως δέ, ὡς γυμνός, ἀμάχως δέ, ὡς τοξότης. τὰ230
10δὲ ὄμματα, ἐπεὶ πρῶτα συνίησι κάλλους, διὰ τοῦτο μάλιστα καὶ κᾴεται, θεοῦ τινος, οἶμαι, θελήσαντος αὐτοῖς τὴν αὐτὴν ὁδὸν καὶ τῆς ἐς τὸ βλέπειν ἡδονῆς εἶναι καὶ τῆς ἐς τὸ λυπεῖσθαι προφάσεως. τί γάρ, ὦ κακοὶ δᾳδοῦχοι ἔρωτος καὶ τῆς τῶν σωμάτων ὥρας
15περίεργοι μάρτυρες πρῶτοι μὲν τὸ κάλλος ἡμῖν ἐπυρ‐ σεύσατε, πρῶτοι δὲ μνησθῆναι τὴν ψυχὴν ἐποιήσατε τῆς ἔξωθεν ἐπιρροῆς, πρῶτοι δὲ ἐβιάσασθε τὸν ἥλιον καταλιπόντα πῦρ ἀλλότριον ἐπαινεῖν; τοιγαροῦν ἀγρυπνεῖτε καὶ κᾴεσθε, ἀπαλλαγὴν ὧν εἵλεσθε
20εὑρεῖν μὴ δυνάμενοι.

1

.

13

ιγʹ. Ὁ καλὸς ἂν μὲν ᾖ θηριώδης, πῦρ ἐστιν, ἂν δὲ ἥμερος, φῶς· μὴ κᾷε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἐλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε ἀντιλαβὼν βέβαιον φίλον ὠκυμόρου δωρεᾶς καὶ φθάσας τὸν χρόνον,
5ὃς μόνος καταλύει τοὺς καλούς, ὥσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. ὡς δέδοικά γε—ὃ φρονῶ γὰρ εἰρήσεται—μὴ μέλλοντός σου καὶ βραδύνοντος τὰ γένεια ἐπέλθῃ καὶ τὴν τοῦ προσώπου συσκιάσῃ χάριν, ὥσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἡ νεφῶν
10συσκευή. τί δέδοικα, ἅπερ ἔστιν ἤδη βλέπειν; ἕρπει μὲν ὁ ἴουλος, αἱ δὲ παρειαὶ χλοάζουσι, τὸ δὲ πρόσ‐ ωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σου τὸ ἔαρ ἀπελθεῖν
ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ πρὸς Ἔρω‐ τος, πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον231
15ὀμνύναι.

1

.

14

ιδʹ. Χαῖρε, κἂν μὴ θέλῃς, χαῖρε, κἂν μὴ γρά‐ φῃς, ἄλλοις καλέ, ἐμοὶ δὲ ὑπερήφανε. οὐκ ἦσθα συγκείμενος ἐκ σαρκὸς (καὶ αἵματος), καὶ τῶν, ὅσα τούτοις κίρναται, ἀλλὰ ἐξ ἀδάμαντος καὶ πέτρας
5καὶ Στυγός. ταχέως σε θεασαίμην γενειῶντα καὶ παρ’ ἀλλοτρίαις θύραις κείμενον. ναὶ Ἔρως, ναὶ Νέμεσις ὀξεῖς θεοὶ καὶ στρεφόμενοι.

1

.

15

ιεʹ. Τί μοι τὰ γένεια, ὦ παιδίον, δεικνύεις; οὐ παύῃ κάλλους, ἀλλ’ ἄρχῃ, τὸ μὲν γὰρ ὀξὺ τῆς ὥρας παρελήλυθεν, ὅσον τι πτηνὸν καὶ ἄπιστον, τὸ δὲ ἑδραῖον καὶ βέβαιον μένει. χρόνος δὲ οὐκ ἐλέγχει
5τοὺς ἀληθῶς καλούς, ἀλλὰ δεικνύει καὶ μαρτυρεῖ μᾶλλον αὐτοῖς ἢ φθονεῖ. τὸν δὲ ὑπηνήτην καὶ Ὅμηρος λέγει χαριέστατον ὁ ποιητὴς εἰδὼς καλῶς καὶ βλέπειν καὶ ποιεῖν. οὐκ ἂν δήποτε τοῦτο ἀπε‐ φήνατο, εἰ μὴ πρῶτος αὐτὸς ἐρωμένου καὶ ἥψατο
10γενείων καὶ ἐφίλησε. πρὶν μὲν γὰρ ἀνθεῖν, οὐδὲν ἀπεῖχον γυναικὸς αἱ σαὶ παρειαὶ οὖσαι ἁπαλαί τε καὶ διαυγεῖς, ὅτε δὲ καὶ ἤδη χλοάζεις, ἀνδρικώτερος εἶ σεαυτοῦ καὶ τελεώτερος. ἀλλὰ τί; ἤθελες μηδὲ εὐνούχων διαφέρειν, οἷς τὰ γένεια ἄκαρπα καὶ σκληρὰ
15καὶ λίθοις ὅμοια; αἰσχύνονται γοῦν οἱ ἀλιτήριοι ταύτῃ τῇ τομῇ μᾶλλον ἢ ἐκείνῃ, τὴν μὲν ἀπόρρητον νομίζοντες, τὴν δὲ σαφέστερον ἔλεγχον τῆς ὄψεως.

1

.

16

ιϛʹ. Οὐδὲ ὁ τοῦ Μενάνδρου Πολέμων καλὸν μειράκιον περιέκειρεν, ἀλλ’ αἰχμαλώτου μὲν ἐρω‐
μένης κατετόλμησεν ὀργισθείς, ἣν οὐδὲ αὐτὴν ἀπο‐ κείρας ἠνέσχετο—κλαίει γοῦν καταπεσὼν καὶ με‐232
5ταγιγνώσκει τῷ φόνῳ τῶν τριχῶν—ἐφήβου δὲ ἄρα ἐφείσατο καὶ τὸ δρᾶμα, σὺ δὲ οὐκ οἶδα τί παθὼν σεαυτῷ πεπολέμηκας, ὦ ἀνδροφόνε τῆς κεφαλῆς. τί ἔδει μαχαιρῶν ἐπὶ τὰς τρίχας; τί δὲ ἑκουσίων καὶ πολλῶν τραυμάτων; οἷον θέρος ἐξέκοψας. οὐδὲ οἱ
10ποιηταί σε ἐπαίδευσαν τοὺς Εὐφόρβους καὶ τοὺς Μενελάους κομῶντας ἐσάγοντες καὶ ὅλον τὸ Ἀχαιῶν στρατόπεδον; καὶ εἴ τις αὐτοῖς καλὸς ποταμός, κομᾷ, ὡς γὰρ χρυσὸς ἀνάθημα καὶ ἄργυρος, οὕτως καὶ τρίχες. κομῶσιν οἱ μὲν βάρβαροι πίλοις, οἱ δὲ Ἕλ‐
15ληνες κράνεσιν, οἱ δὲ ὀφθαλμοὶ βλεφάροις, ἡ δὲ ναῦς ἱστίοις, ἡ δὲ γῆ ὄρεσι, τὰ δὲ ὄρη νάπαις, ἡ δὲ θάλαττα νήσοις, οἱ δὲ ταῦροι κέρασιν, οἱ ποταμοὶ τέμπεσιν, αἱ πόλεις τείχεσιν. φοβερώτερος δὲ καὶ λέων ὁ λάσιος καὶ (γαυρότερος) ἵππος ὁ ἤδη τῇ χαίτῃ πεποιθὼς καὶ
20ἀλεκτρυὼν μαχιμώτερος ὁ τὰ κάλλαια ἐγηγερκώς. τιμῶσι καὶ σοφοὶ τῶν ἀστέρων τοὺς κομήτας καὶ τῶν ἱερέων τοὺς τὰς κόμας ἀνέτους καὶ τῶν θεῶν ἄλλον ἄλλως, τὸν Ποσειδῶνα ὡς κυανοχαίτην, τὸν Ἀπόλλωνα ὡς ἀκειρεκόμην, τὸν Πᾶνα ὡς δασύν,
25τὴν Ἶσιν ὡς λυσίκομον, τὸν Διόνυσον ὡς μετὰ τῶν τριχῶν καὶ τῷ κιττῷ κομῶντα, Ἀφροδίτη δὲ οὐδὲ πενθοῦσα ἀπεκείρατο. ἤκουσά γε μὴν ἀνδρὸς σοφοῦ καὶ τὰς ἀκτῖνας λέγοντος κόμας Ἡλίου καὶ τὸν Δία σεμνότερον τῶν ἄλλων θεῶν, ὅτε τὴν κόμην σείει,
30κἂν ἐπινεύσῃ, οὐ ψεύδεται, ὁ δὲ Ἑρμῆς κομᾷ καὶ τῷ κροτάφῳ καὶ τοῖς σφυροῖς. τότε ἀποκείρεται καὶ πόλις, ὅτε ἁλίσκεται, καὶ γυνὴ τότε ἀφίησι τῆς κε‐ φαλῆς τὸ κάλλος, ὅτε πενθεῖ, καὶ γῆς λιμός, ὅτε μὴ κομᾷ. ἀλλὰ δένδρον μὲν πεσὸν κλᾴεται καὶ ποιη‐
35τὴς μεγαλόφωνος πολλὰ ἐπ’ αὐτῷ λέγει, σὺ δὲ φύλλα τοσαῦτα ἐκτεμὼν οὐ δακρύεις. φέρε εἴπω σοι τὸν ἐπιτάφιον τῆς κόμης· ὦ κάλλους ἀκρόπολις, ὦ ἔρωτος ἄλσος, ὦ ἄστρα κεφαλῆς.233

1

.

17

ιζʹ. Ἔστιν ἔαρ καὶ κάλλους καὶ ῥόδου, ὁ δὲ μὴ χρησάμενος τοῖς παροῦσιν ἀνόητος ἐν οὐ μένουσι μέλλων καὶ βραδύνων ἐν ἀπιοῦσι· φθονερὸς γὰρ ὁ χρόνος καὶ τὴν ἄνθους ὥραν ἀφανίζει καὶ τὴν κάλ‐
5λους ἀκμὴν ἀπάγει. μηδὲν μέλλε, ὦ φθεγγόμενον ῥόδον, ἀλλ’ ἕως ἔξεστι καὶ ζῇς, μετάδος ἡμῖν ὧν ἔχεις.

1

.

18

ιηʹ. Μαλακώτερον διετέθης ὑπὸ τῆς σανδάλου θλιβείς, ὡς πέπεισμαι, δειναὶ γὰρ δακεῖν σάρκας ἁπαλὰς αἱ τῶν δερμάτων καινότητες. διὰ τοῦτο ὁ Ἀσκληπιὸς τὰ μὲν ἐκ πολέμου καὶ θήρας τραύματα
5καὶ πάσης τοιαύτης τύχης ἰᾶται ῥᾳδίως, ταῦτα δὲ ἐᾷ διὰ τὸ ἑκούσιον, ὡς ἀνοίᾳ μᾶλλον ἢ ἐπηρείᾳ δαι‐ μόνων γενόμενα. τί οὐκ ἀνυπόδετος βαδίζεις; τί δὲ τῇ γῇ φθονεῖς; βλαυτία καὶ σανδάλια καὶ κρηπῖδες καὶ πέδιλα νοσούντων εἰσὶ φορήματα ἢ γερόντων.
10τὸν γοῦν Φιλοκτήτην ἐν τούτοις γράφουσι τοῖς ἐρύ‐ μασιν ὡς καὶ χωλὸν καὶ νοσοῦντα, τὸν δὲ ἐκ Σινώ‐ πης φιλόσοφον καὶ τὸν Θηβαῖον Κράτητα καὶ τὸν Αἴαντα καὶ τὸν Ἀχιλλέα ἀνυποδέτους καὶ τὸν Ἰάσονα ἐξ ἡμισείας· λέγεται γὰρ τὸν Ἄναυρον αὐτοῦ δια‐
15βαίνοντος ποταμὸν ἐνσχεθῆναι τὴν κρηπῖδα τῷ ῥεύματι καὶ Ἰάσων οὕτως ἠλευθέρωτο τῶν ποδῶν
τὸν ἕτερον τύχῃ τὸ δέον διδαχθείς, οὐ γνώμῃ ἑλό‐ μενος, καὶ ἀπῄει καλῶς σεσυλημένος. μηδὲν ἤτω σοι μεταξὺ τῆς γῆς καὶ τοῦ ποδός. μὴ φοβηθῇς·234
20δέξεται τὴν βάσιν ἡ κόνις ὡς πόαν. ὦ ῥυθμοὶ ποδῶν φιλτάτων, ὦ καινὰ ἄνθη, ὦ γῆς φυτεύματα, ὦ φιλή‐ ματα ἐρηρεισμένα.

1

.

19

ιθʹ. Πωλεῖς σεαυτήν· καὶ γὰρ οἱ μισθοφόροι. καὶ παντὸς εἶ τοῦ διδόντος· καὶ γὰρ οἱ κυβερνῆται. οὕτως σου πίνομεν ὡς τῶν ποταμῶν, οὕτως ἁπτό‐ μεθα ὡς τῶν ῥόδων· μὴ δὴ αἰδοῦ τῷ εὐκόλῳ, ἀλλὰ
5σεμνύνου τῷ ἑτοίμῳ, καὶ γὰρ ὕδωρ πᾶσι πρόκειται καὶ πῦρ οὐχ ἑνὸς καὶ ὁ ἥλιος δημόσιος θεός. τὸ μὲν οἴκημά σου κάλλους ἀκρόπολις, οἱ δὲ ἐσιόντες ἱερεῖς, οἱ δὲ στεφανούμενοι θεωροί, τὸ ἀργύριον φόροι. τῶν ὑπακουόντων ἡδέως βασίλευε καὶ ἔτι προσ‐
10κυνοῦ.

1

.

20

κʹ. Καὶ τῷ Διί, ὅτε ἐκοιμᾶτο ἐν τῷ ὄρει τῇ Ἴδῃ, ἄνθη ἀνῆκεν ἡ γῆ λωτόν τε καὶ ὑάκινθον καὶ κρόκον, ῥόδα δὲ οὐ παρῆν, πότερα ὡς μόνης Ἀφρο‐ δίτης κτήματα, παρ’ ἧς καὶ ταῦτα ἔδει τὴν Ἥραν
5δανείσασθαι, καθάπερ καὶ τὸν κεστὸν ἐδανείσατο, ἢ ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός, εἰ καὶ ταῦτα παρῆν, οἱ δὲ ἐδέοντο καὶ καθεύδειν τὸν Δία; ὅταν δὲ πνέῃ ῥόδα, ἀνάγκη δήπου πᾶσα καὶ ἀνθρώποις καὶ θεοῖς ἀγρυπνεῖν ἡδέως, ἡ γὰρ εὐωδία δεινὴ
10πᾶσαν ἡσυχίαν ἐξοικίσαι. ταῦτα μὲν οὖν ἀφείσθω Ὁμήρῳ καὶ τῇ τῶν ποιητῶν ἐξουσίᾳ, σὺ δὲ ἀγροί‐
κως ἐποίησας μόνη κοιμηθεῖσα ἐν ῥόδοις καὶ σωφρο‐ νήσασα ἐν οὐ σώφροσιν. ἢ γὰρ τῶν ἐραστῶν ἐχρῆν σοι συμπαρεῖναί τινα ἢ ἐμὲ ἢ τὸν Δία, πλὴν εἰ μὴ235
15προεθυμήθης, ὦ καλή, τὸν στέφανον τοῖς στέρνοις προσαγαγοῦσα καινῷ μοιχῷ συμπλακῆναι.

1

.

21

καʹ. Οὖσα ξανθὴ τί ῥόδα ζητεῖς; καὶ μὴν φύ‐ σεως οὕτως ἔχεις, ὡς ἐκεῖνα. τί λαμβάνεις ἄνθος μετὰ μικρὸν οὐκ ὄν; τί δὲ τὴν κεφαλὴν στεφανοῖς πυρί; ἐμοὶ γὰρ δοκεῖ καὶ τῆς Κολχίδος ὁ ὅρμος, ὃν
5ἔπεμψε τῇ Γλαύκῃ, ῥόδα εἶναι πεφαρμαγμένα, καὶ διὰ τοῦτο ἐκαύθη λαβοῦσα. εἴ τε γὰρ τὰ ῥόδα τερπνά, μὴ παρευδοκιμείτω τὰς καλάς, εἴ τε εὐώδη, μὴ ἀντιπνείτω, εἴ τε ὠκύμορα, μὴ φοβείτω. ἡ γὰρ σὴ κεφαλὴ λειμὼν πολλὰ ἄνθη φέρων ἐστίν, ἃ μήτε
10θέρους ἄπεισι καὶ χειμῶνος μέσου φύεται καὶ δρε‐ ψαμένων οὐ λύεται.

1

.

22

κβ. Ἡ καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλι‐ πὲς φοβουμένη φωραθῆναι ὃ οὐκ ἔχει ἡ φύσις, ἡ δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπικτήτων ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ ὁλόκληρον· ὀφθαλμῶν δὲ ὑπο‐
5γραφὴ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρειῶν καὶ χειλέων βαφαὶ καὶ εἴ τι ἐκ κομμωτικῆς φάρμακον
καὶ εἴ τι ἐκ φύκους δολερὸν ἄνθος, πρὸς ἐπανόρθω‐ σιν τοῦ ἐνδεοῦς εὑρέθη· τὸ δὲ ἀκόσμητον ἀληθῶς καλόν, ὥστε εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ236
10τοῦτό σε μάλιστα ἀγαπῶ μαρτύριον τὸ ἄπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλ’ ἀδόλως εἶ καλή, οἷαι καὶ αἱ πρότεραι ἦσαν, ὧν χρυσὸς ἤρα καὶ βοῦς καὶ ὕδωρ καὶ ὄρνιθες καὶ δράκοντες. τὸ δὲ φῦκος καὶ ὁ κηρὸς
15καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπικάρπιοι ὄφεις καὶ αἱ χρυσαῖ πέδαι Θαίδος καὶ Λαίδος καὶ Ἀρισταγόρας φάρμακα.

1

.

23

κγʹ. Εἰ μὲν δέῃ χρημάτων, πένης εἰμί, εἰ δὲ φιλίας καὶ χρηστοῦ τρόπου, πλουτῶ. ἔστι δὲ οὐχ οὕτως ἐμοὶ δεινὸν τὸ μὴ ἔχειν, ὡς σοὶ πρὸς αἰσχύ‐ νην τὸ μισθοῦ φιλεῖν· ἑταίρας μὲν γὰρ ἔργον προσ‐
5ίεσθαι τοὺς τὰς σαρίσσας ἔχοντας καὶ τὰς σπάθας ὡς ἑτοίμως διδόντας, γυναικὸς δὲ ἐλευθέρας πρὸς τὸ βέλτιστον ἀεὶ βλέπειν καὶ τὸ χρηστὸν ἐν εὐνοίᾳ τίθεσθαι. πρόσταξον, ὡς βούλει, καὶ πείθομαι· πλεῖν κέλευσον· ἐμβαίνω. πληγὰς ὑπομεῖναι· καρτερῶ.
10ῥῖψαι τὴν ψυχήν· οὐκ ὀκνῶ. δραμεῖν διὰ πυρός· οὐ κᾴομαι. τίς ταῦτα πλούσιος ποιεῖ;

1

.

24

κδʹ. Ὁ Ἀγαμέμνων, ὅτε μὲν ὀργῆς ἐκράτει, καλὸς ἦν καὶ οὐχ ἑνὶ θεῷ, ἀλλὰ πολλοῖς ὅμοιος ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρει δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι,
5ὅτε δὲ ἐνησχημόνει τῇ γλυκύτητι τοῦ θυμοῦ καὶ πρὸς τοὺς ἑταίρους ἠγρίωτο, ἔλαφος καὶ κύων ἐνο‐ μίζετο καὶ τὰ τοῦ Διὸς ὄμματα οὐδαμοῦ· σῦς μὲν γὰρ ὀργίζονται καὶ κύνες καὶ ὄφεις καὶ λύκοι καὶ ὅσα ἄλλα οὐ χρῆται λογισμῷ θηρία, καλὸς δὲ ἄν‐
10θρωπος καὶ μὴ γελάσας λυπεῖ, μήτοι γε σκυθρω‐
πότερος ἑαυτοῦ γενόμενος. οὐ πρέπει δὲ οὐδὲ ἡλίῳ τὸ πρόσωπον νεφέλῃ καλύπτεσθαι. τίς ἡ κατήφεια αὕτη, τίς ἡ νύξ, τί τὸ στυγνὸν σκότος; μειδίασον, κατάστηθι, ἀπόδος ἡμῖν τὴν τῶν ὀμμάτων ἡμέραν.237

1

.

25

κεʹ. Χθές σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἄλλην βλέπειν. τούτου δὲ αἴτιον ἡ τοῦ θυμοῦ ἔκστα‐ σις ἀκριβῶς σου συγχέουσα τὴν τοῦ προσώπου χάριν· μὴ δὴ μεταποίει τὴν γνώμην μηδὲ ἄγριον
5βλέπε. οὐδὲ γὰρ τὴν σελήνην ἔτι λαμπρὰν δοκοῦμεν, ὅταν ᾖ συννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βοῶπιν, ὅτε χαλεπαίνει τῷ Διί, οὐδὲ τὴν ἅλα δῖαν, ὅτε ταράττεται. ἡ δὲ Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον
10αὐτῆς συγχέαντα. ἤδη καὶ τὰς Ἐρινῦς Εὐμενίδας κα‐ λοῦμεν, ὡς τὸ σκυθρωπὸν ἀρνουμένας, καὶ ταῖς ἀκάν‐ θαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδότος γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνθος δέ ἐστι καὶ γυναικὶ ἡ τοῦ προσώπου γαλήνη.
15μὴ τραχεῖα γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς ὄμμασι φύεται. εἰ δὲ ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἠλλαγ‐ μένον· εὖγε, ὅτι ἀπεστράφης.

1

.

26

κϛʹ. Κελεύεις μοι μὴ βλέπειν κἀγὼ σοὶ μὴ βλέ‐ πεσθαι. τίς τοῦτο κελεύει νομοθέτης; τίς δὲ καὶ ἐκεῖνο; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε ἑαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπίδειξιν εὐδοκιμήσεως, μήτε ἐμὲ
5τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγὴ λέγει „μὴ πίῃσ“, οὐδὲ ὀπώρα „μὴ λάβῃσ“, οὐδὲ λειμὼν „μὴ προσέλ‐ θῃσ“. ἕπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παῦσον.238

1

.

27

κζʹ. Ὡς δύσερί σοι καὶ φιλόνεικον τὸ κάλλος· ἀμελούμενον μᾶλλον ἀνθεῖ, καθάπερ τῶν φυτῶν ὅσα τῇ φύσει θαρροῦντα καὶ τῆς τῶν γεωργῶν ὀλι‐ γωρίας μὴ χρῄζοντα· οὐχ ἵππον ἀναβαίνεις, οὐκ ἐς
5παλαίστραν ἀπαντᾷς, οὐχ ἡλίῳ δίδως σεαυτόν, ἀλλ’ αὐχμηρὸς περίει καὶ ῥυπῶν καὶ σεαυτῷ μαχόμενος. ἐξηπάτησαι· καλὸς εἶ, κἂν μὴ θέλῃς, καὶ πάντας ἕλκεις τῷ λίαν ἀμελουμένῳ, ὥσπερ οἱ βότρυς καὶ τὰ μῆλα καὶ εἴ τι ἄλλο αὐτόματον καλόν. οὕτω καὶ
10ὁ Ἀπόλλων ποιμένων ἤρα καὶ ἡ Ἀφροδίτη βουκό‐ λων ἤρα καὶ ἀγροίκων καὶ ἡ Δημήτηρ τῶν τὰ ἀστεῖα οὐκ εἰδότων. οὐδεὶς οὐδὲ ἀστέρας εἶδε κοσμουμέ‐ νους οὐδὲ ὄρνιθας, οὐδὲ ἵππους καλλωπιζομένους χρυσῷ ἢ ἐλέφαντι λανθάνειν μηχανωμένους [τοῦ
15ζῴου] τὸ γαῦρον.

1

.

28

κηʹ. Τὴν καλὴν ἀπὸ τοῦ τρόπου δεῖ ποιεῖσθαι τῶν ἐραστῶν τὸν κατάλογον, οὐκ ἀπὸ τοῦ γένους, καὶ γὰρ ξένος ἐπιεικὴς δύναται γενέσθαι καὶ πολίτης κακός, ὅσῳ καὶ τοῦ φρονεῖν ἐγγύτερός ἐστιν. ὁ μὲν239
5οὖν ἐγχώριος οὐδὲν διαφέρει λίθων καὶ παντὸς τοῦ μένοντος, ᾧ τὸ ἑδραῖον ἀνάγκῃ πρόσεστιν, ὁ δὲ ξένος ἔοικε τοῖς ὀξυτάτοις θεοῖς Ἡλίῳ καὶ ἀνέμοις καὶ ἄστροις καὶ Ἔρωτι, ὑφ’ ὧν κἀγὼ πτηνὸς γενό‐ μενος δεῦρο ἐλήλυθα κινηθεὶς προφάσει κρείττονι.
10μή μου τῆς ἱκεσίας ὑπερίδῃς· οὐδὲ τὸν Πέλοπα ἡ Ἱπποδάμεια ἠτίμησε ξένον ὄντα καὶ βάρβαρον, οὐδὲ ἡ Ἑλένη τὸν δι’ αὐτὴν παρόντα, οὐδὲ ἡ Φύλλις τὸν ἐκ θαλάττης (ἥκοντα), οὐδὲ ἡ Ἀνδρομέδα τὸν πρὸς αὐτὴν καταπτάντα. ᾔδεσαν γάρ, ὡς παρὰ μὲν
15τῶν ἐγχωρίων μίαν πόλιν λαμβάνουσι, παρὰ δὲ τῶν ξένων πολλάς. καὶ μὴν κἀγὼ τοῦ ἔρωτος ξένος καὶ σὺ τοῦ κάλλους, οὐ γὰρ ἡμεῖς πρὸς αὐτὰ ἀπήλ‐ θομεν, ἀλλ’ αὐτὰ πρὸς ἡμᾶς κατῆλθε, καὶ τὴν παρουσίαν αὐτῶν δεδέγμεθα ἡδέως, ὡς τὴν τῶν
20ἄστρων οἱ πλέοντες. εἰ δ’ ἐμοὶ τὸ ξένῳ εἶναι οὐ γίγνεται πρὸς τὸν ἔρωτα ἐμποδών, μηδὲ σοὶ κώ‐ λυμα ἔστω πρὸς τὸ συνεῖναι τοῖς ἐρῶσιν. ταχύ γ’ ἂν φυγάδα εἵλου νυμφίον, ὥσπερ Ἄδραστος τὸν Πολυνείκην καὶ τὸν Τυδέα, οὓς γαμβροὺς ἐποιήσατο
25ἐπὶ τῆς βασιλείας τὴν ἔκτισιν. μὴ λακώνιζε, ὦ γύναι, μηδὲ μιμοῦ τὸν Λυκοῦργον, ξενηλασίαν γὰρ ἔρως
οὐκ ἔχει.240

1

.

29

κθʹ. Τὰ μὲν σὰ ὄμματα φιλῶ, τὰ δὲ ἐμὰ οὐ φιλῶ, τοῖς μὲν γὰρ σύνεσιν πολλὴν συνέγνωκα, τοῖς δὲ δεινὴν περιεργίαν· ἀναίσχυντά ἐστιν, ἀλλὰ καὶ κρύπτειν οὐδὲν δυνάμενα ὧν ἑώρακεν ἅπαξ.
5οὐκ ἀφέστηκεν οὖν μου τῆς ψυχῆς λέγοντα· οὐκ εἶδες τὴν εὔκομον, τὴν εὐπρόσωπον; ἧκε, ἀνάβηθι, ἀλλὰ καὶ κλαῦσον καὶ γράψον καὶ δεήθητι.“ ἡ δὲ εὖ μάλα πείθεται, παρακούειν μὴ δυναμένη λίχνων δορυφόρων, καὶ γὰρ μὴ βουλομένην σύρουσιν ἔξω
10καὶ βιάζονται ὅσα αὐτοὶ προλαβόντες ἐπῄνεσαν. ἀμέλει πρὶν ἔρωτα ἐς γῆν καταπτῆναι μόνον τὸν ἥλιον ἠπίστατο καλὸν ἡ ψυχὴ καὶ τοῦτο αὐτῆς τὸ θέαμα καὶ θαῦμα ἦν, γευσαμένη δὲ ὥρας ἀνθρω‐ πίνης ἔκαμε καὶ τῆς σπουδῆς ἐκείνης κατέπεσεν, ἐς
15δὲ θητείαν μετήχθη πικράν.

1

.

30

λʹ. Τὸ μὲν ἔργον ἕν, ἄν τε ἐπὶ ἀνδρὸς ἄν τε ἐπὶ μοιχοῦ γένηται, τὸ δὲ τῷ κινδύνῳ σφαλερώτερον τῇ χάριτι μεῖζον· οὐχ οὕτω γὰρ εὐφραίνει τὸ φανε‐ ρὸν τῆς ἐξουσίας ὡς τὸ ἀπόρρητον τῆς ἡδονῆς, πᾶν
5δὲ τερπνότερον τὸ κεκλεμμένον. οὕτω καὶ Ποσειδῶν ὑπῆλθε πορφύρῳ κύματι καὶ βοὶ Ζεὺς καὶ χρυσῷ ὕδατι καὶ δράκοντι καὶ ἄλλοις προκαλύμμασιν, ἀφ’
ὧν Διόνυσος καὶ Ἀπόλλων καὶ Ἡρακλῆς καὶ οἱ ἐκ μοιχείας θεοί. λέγει δὲ Ὅμηρος καὶ τὴν Ἥραν ἰδεῖν241
10αὐτὸν τότε ἡδέως, ὅτε αὐτῇ συνῄει λάθρα, τὴν γὰρ ἀνδρὸς ἐξουσίαν μετέθηκεν ἐς κλοπὴν μοιχείας.

1

.

31

λαʹ. Ὁ μοιχὸς καὶ πείσας σφαλερώτατον ἀνά‐ λωμα καὶ ὀδυνηρὸν μὴ τυγχάνων, τῆς μὲν γὰρ εὐπραγίας κίνδυνος ὁ νόμος, τῆς δὲ λύπης μισθὸς ὁ ἔρως. φοβεῖσθαι δὲ ἄμεινον τυχόντα ὧν βούλεταί
5τις ἢ ἀνιᾶσθαι ἀμελούμενον.

1

.

32

λβʹ. Τὰ μὲν ὄμματά σου διαυγέστερα τῶν ἐκ‐ πωμάτων, ὡς δύνασθαι δι’ αὐτῶν καὶ τὴν ψυχὴν ἰδεῖν, τὸ δὲ τῶν παρειῶν ἐρύθημα εὔχρουν ὑπὲρ αὐτὸν τὸν οἶνον, τὸ δὲ λινοῦν τοῦτο χιτώνιον ἀντι‐
5λάμπει ταῖς παρειαῖς, τὰ δὲ χείλη βέβαπται τῷ ῥό‐ δων αἵματι, καί μοι δοκεῖς καὶ τὸ ὕδωρ φέρειν ὡς ἀπὸ πηγῶν τῶν ὀμμάτων καὶ διὰ τοῦτο εἶναι Νυμ‐ φῶν μία. πόσους ἱστᾷς ἐπειγομένους; πόσους κατέ‐ χεις παρατρέχοντας; πόσους μὴ φθεγξαμένη καλεῖς;
10ἐγὼ πρῶτος, ἐπειδὰν ἴδω σε, διψῶ καὶ ἵσταμαι μὴ θέλων, τὸ ἔκπωμα κατέχων· τὸ μὲν οὐ προσάγω τοῖς χείλεσι, σοῦ δ’ οἶδα πίνων.

1

.

33

λγʹ. Ἐξ ὑέλου μὲν τὰ ἐκπώματα, αἱ δὲ σαὶ χεῖρες ἀργυρᾶ αὐτὰ ποιοῦσι καὶ χρυσᾶ, ὡς τού‐ τοις τὸ βλέπειν ὑγρῶς παρὰ τῶν σῶν ὀμμάτων εἶναι· ὥστε ἐκεῖνα μὲν κατάθου καὶ χαίρειν ἔα τά
5τε ἄλλα καὶ διὰ τὸν ἐν τῷ σφαλερῷ τῆς ὕλης φόβον, ἐμοὶ δὲ μόνοις πρόπινε τοῖς ὄμμασιν, ὧν καὶ ὁ Ζεὺς
γευσάμενος καλὸν οἰνοχόον παρεστήσατο. εἰ δὲ βούλει, τὸν μὲν οἶνον μὴ παραπόλλυε, μόνου δὲ ἐμβαλοῦσα ὕδατος καὶ τοῖς χείλεσι προσφέρουσα242
10πλήρου φιλημάτων τὸ ἔκπωμα καὶ οὕτως δίδου τοῖς δεομένοις. ἔστι γὰρ ἀνέραστος οὐδεὶς οὕτως, ὡς ποθεῖν ἔτι τὴν Διονύσου χάριν μετὰ τὰς τῆς Ἀφρο‐ δίτης ἀμπέλους.

1

.

34

λδʹ. Οὐκ οἶδα, τί σου μᾶλλον ἐπαινέσω· τὴν κεφαλήν; ἀλλ’ ὢ τῶν ὀμμάτων. τοὺς ὀφθαλμούς; ἀλλ’ ὢ τῶν παρειῶν. τὰς παρειάς; ἀλλὰ τὰ χείλη με ἐπάγεται καὶ δεινῶς κᾴει κεκλεισμένα μὲν δι’
5εὐκοσμίαν, ἀνοιχθέντα δὲ δι’ εὐωδίαν.

1

.

35

λέ. Ἡ Δανάη χρυσὸν ἐλάμβανεν, ἡ Λήδα ὄρνι‐ θας, ἡ Εὐρώπη τὰ ἐξ ἀγέλης, ἡ Ἀντιόπη ὅσα ὄρεια, ἡ Ἀμυμώνη ὅσα θαλάττια, οἱ δὲ ποιηταὶ τὰ δῶρα μύθους ἐποίησαν παράγοντες τὴν ἀλήθειαν ψυχα‐
5γωγίᾳ ψευσμάτων. λάβε, λάβε καὶ σὺ τὸν ἀκκισμὸν ἀφελοῦσα τοῦ μεγαλογνώμονος καὶ τὴν εἰρωνείαν ἀφεῖσα τοῦ σώφρονος, ἵνα κἀγὼ Ζεὺς γένωμαι καὶ Ποσειδῶν, διδοὺς μὲν ἃ θέλεις, ἃ δὲ θέλω λαμβάνων.

1

.

36

λϛʹ. Μὴ ὑποδήσῃ ποτέ, μηδὲ κρύψῃς τὰ σφυρὰ ἐψευσμένοις καὶ δολεροῖς δέρμασιν, ὧν ἀπατηλὸν τὸ κάλλος ἐν τῇ βαφῇ. εἰ μὲν γὰρ λευκὸν φοροίης, συγχεῖς τὴν τῶν ποδῶν λευκότητα, τὸ γὰρ ὅμοιον243
5ἐν τῷ ὁμοίῳ οὐ φαίνεται, εἰ δὲ ὑακίνθινον, τῷ μέλανι λυπεῖς, εἰ δὲ φοινικοβαφῆ, φοβεῖς, ὡς ῥέοντος ἐκεῖθέν ποθεν αἵματος. εἰ δέ σου καὶ τὰ ἄλλα πάντα ἐφαίνετο, καὶ πολὺ κρείττων ἂν ἦς, ἐμπίπτουσα ὅλη ταῖς τῶν ὁρώντων θήραις. ἀλλὰ τῶν μὲν ἄλλων
10μερῶν ποιοῦ τινα, εἰ θέλεις, φειδὼ καὶ μήτε σκέπης αὐτοῖς φθονήσῃς, μήτε προβλημάτων τῶν ἀναγ‐ καίων, τοὺς δὲ πόδας κατάλιπε γυμνοὺς ὡς δειρήν, ὡς παρειάς, ὡς κόμας, ὡς καὶ ῥῖνα καὶ ὄμματα, ὅπου μὲν γάρ τι ἡμαρτήθη τῇ φύσει, σοφισμάτων δεῖ
15πρὸς τὴν βλάβην, ἵνα κρύψῃ τὸ ἐλλιπὲς ἡ τέχνη, ὅπου δὲ ἀρκεῖ τὸ κάλλος ἐπιδείξει οἰκείᾳ, περιττὰ τὰ φάρμακα. θάρσησον σεαυτῇ καὶ πίστευσον τοῖς ποσί· τούτων φείσεται καὶ πῦρ, τούτων καὶ θάλαττα, κἂν ποταμὸν θελήσῃς περᾶσαι, στήσεται, κἂν κρη‐
20μνοὺς ὑπερβῆναι, λειμῶνας δόξεις πατεῖν. οὕτω καὶ τὴν Θέτιν ἀργυρόπεζαν εἶπεν ὁ πάσας ἀκριβῶς εἰδὼς τὰς κάλλους ὑπεροχάς, οὕτω καὶ τὴν Ἀφροδίτην γράφουσιν οἱ ζωγράφοι τὴν ἀνασχοῦσαν ἐκ τῆς θαλάττης. μὴ βασάνιζε, ὦ καλή, τὼ πόδε, μηδὲ
25κρύπτε οὐδὲν ἔχοντας τοῦ λαθεῖν ἄξιον, ἀλλὰ βάδιζε μαλακῶς καὶ κατάλειπε σεαυτῆς ἴχνος, ὡς μέλλουσά τι χαρίζεσθαι καὶ τῇ γῇ.

1

.

37

λζʹ. Ὁ Μῶμος τῶν μὲν ἄλλων οὐδὲν ἔφη τῆς
Ἀφροδίτης αἰτιάσασθαι, τί γὰρ ἂν καὶ ἐμέμψατο; ἓν δὲ μόνον δυσχεραίνειν ἔφη, ὅτι τρύζοι αὐτῆς τὸ ὑπόδημα καὶ λίαν εἴη λάλον καὶ τῷ ψόφῳ ὀχληρόν,244
5εἰ δὲ ἀνυπόδετος ἐβάδιζεν, ὥσπερ ἀνέσχεν ἐκ τῆς θαλάττης, οὐκ ἄν ποτε ηὐπόρησε σκωμμάτων οὐδὲ κωμῳδίας ὁ ἀλιτήριος, καί μοι δοκεῖ μηδὲ μοιχευο‐ μένη διὰ τοῦτο μόνον λαθεῖν, ὅτι πάντα ὁ Ἥφαιστος ἔγνω τὰ κεκρυμμένα, τοῦ σανδαλίου διαβαλόντος.
10ταῦτα μὲν ἡμῖν ὁ μῦθος, σὺ δὲ καὶ τῆς Ἀφροδίτης ἔοικας βουλεύεσθαι ἄμεινον χρωμένη τοῖς ποσίν, ὡς ἐτέχθης καὶ φεύγουσα τοῦ Μώμου τὰ ἐγκλήματα. ὦ ἄδετοι πόδες, ὦ κάλλος ἐλεύθερον, ὦ τρισευδαί‐ μων ἐγὼ καὶ μακάριος, ἐὰν πατῇ με.

1

.

38

ληʹ. Ὃ τοῖς ἄλλοις ἐπίρρητον δοκεῖ καὶ μέμψεως ἄξιον, ὅτι ἀναίσχυντος εἶ καὶ θρασεῖα καὶ εὔκολος, τοῦτο μάλιστα ἐγώ σου φιλῶ. καὶ γὰρ ἵππους θαυ‐ μάζομεν τοὺς φρονήματι χρωμένους καὶ ὄρνιθας
5τοὺς μὴ νεύοντας κάτω. οὐδὲν οὖν οὐδὲ σὺ καινὸν ποιεῖς, εἰ γυνὴ οὖσα πολλῶν ὥρᾳ κρατοῦσα ὑψηλόν τε ὁρᾷς καὶ μετέωρον βαδίζεις, εἴπερ τις ἐστὶ καὶ κάλλους ἀκρόπολις πολὺ κρείττων τῶν βασιλείων. μισθώματα λαμβάνεις· καὶ γὰρ ἡ Δανάη χρυσόν.245
10καὶ στεφάνους δέχῃ· τοῦτο μὲν καὶ Ἄρτεμις ἡ παρ‐ θένος. καὶ γεωργοῖς παρέχεις σεαυτήν· ἡ δὲ Ἑλένη καὶ ποιμέσι καὶ κιθαρῳδοῖς· μηδὲ δούλων κατα‐ φρονήσῃς, ἵνα κἂν διὰ σὲ δοκῶσιν ἐλεύθεροι, ἀλλὰ μηδὲ ναυτῶν· ταχέως μὲν ἀπίασιν, ἀλλ’ ὁ Ἰάσων
15οὐκ ἄτιμος ὁ πρῶτος κατατολμήσας θαλάττης· οὔτε γὰρ πῦρ θερμὸν οὕτως ὥς σου τὸ ἆσθμα, οὔτε αὐλὸς ἡδὺ ἄκουσμα οὕτως, ὡς τὰ σὰ ῥήματα.

1

.

39

λθʹ. Μηδὲ γράφειν φυγάδα ἀνέξῃ; ἀλλ’ ἐπίνευε φιλοῦσιν. ἔφευγε καὶ Ἀριστείδης, ἀλλ’ ἐπανήρχετο, καὶ Ξενοφῶν, ἀλλ’ οὐ δικαίως, ἔφευγε καὶ Θεμι‐ στοκλῆς, ἀλλ’ ἐτιμᾶτο καὶ παρὰ βαρβάροις, καὶ
5Ἀλκιβιάδης, ἀλλὰ καὶ παρετείχιζε τὰς Ἀθήνας, καὶ Δημοσθένης, ἀλλ’ ὁ φθόνος αἴτιος. φεύγει καὶ θάλαττα, ὅταν ὑφ’ ἡλίῳ ἐλαύνηται, καὶ ὁ ἥλιος, ὅταν νὺξ καταλαμβάνῃ, φεύγει καὶ μετόπωρον χειμῶνος προσελθόντος καὶ χειμὼν ἄπεισιν ἔαρος διώκοντος,
10καὶ συνελόντα εἰπεῖν αἱ τῶν πρεσβυτέρων καιρῶν ἐπιδημίαι τῶν νεωτέρων καιρῶν εἰσὶ φυγάδες. ἐδέ‐ ξαντο καὶ Ἀθηναῖοι Δήμητραν φεύγουσαν καὶ Διό‐
νυσον μετοικοῦντα καὶ τοὺς Ἡρακλέους παῖδας ἀλωμένους, ὅτε καὶ τὸν Ἐλέου ἐστήσαντο βωμόν, ὡς246
15τρισκαιδεκάτου θεοῦ, οὐκ οἴνου σπένδοντες αὐτῷ, ἀλλὰ δακρύων. ἀνάστησον καὶ σὺ τὸν βωμὸν καὶ κακῶς πράττοντα ἐλέησον ἄνθρωπον, μὴ δὶς γένωμαι φυγὰς καὶ τῆς πατρίδος στερηθεὶς καὶ τοῦ πρὸς σὲ ἔρωτος σφαλείς· ἐὰν γὰρ ἐθελήσῃς, κατελήλυθα.

1

.

40

μ. Ἡ πυρσαίνουσα μίλτος τὰ χείλη καὶ τὴν παρειὰν ὑπογράφουσα κώλυμα φιλημάτων, κατη‐ γορεῖ δὲ καὶ γῆρας τοῦ προσώπου, ὑφ’ οὗ πελιδνὸν μὲν τὸ στόμα, ῥυσὴ δὲ ἡ παρειὰ καὶ ἔξωρος. ἴσχε
5δὴ χρωματοποιίαν καὶ μηδὲν ἐπιποίει τῷ κάλλει, μὴ καὶ γράψωμαί σε γήρως ἐπὶ τῇ τοῦ προσώπου γραφῇ.

1

.

41

μαʹ. Ἀθηνοδώρῳ. Οἱ ὀφθαλμοὶ ξύμβουλοι τοῦ ἐρᾶν, σὺ δ’ ἀκοὴν σπάσας ἐρᾷς Ἰωνικοῦ μειρακίου οἰκῶν Κόρινθον· τουτὶ δὲ μαντικὸν φαίνεται τοῖς οὔπω εἰδόσιν, ὅτι νοῦς ὁρᾷ.

1

.

42

μβʹ. τῷ αὐτῷ. Εἰ κρότῳ ἀνοήτῳ χαίρεις, καὶ τοὺς πελαργούς, ἐπειδὰν παριόντας ἡμᾶς κροτῶσιν, ἡγοῦ δῆμον τοσούτῳ σωφρονέστερον τοῦ Ἀθηναίων, ὅσῳ μηδὲ αἰτοῦσι μηδὲν ὑπὲρ τοῦ κροτεῖν.

1

.

43

μγʹ. Τὸ ἐρῶντα καρτερεῖν σωφρονέστερον τοῦ μηδὲ ἐρασθῆναι, καὶ γὰρ δὴ καὶ τὰ πολεμικὰ ἄνδρες οὐχ οἱ μὴ τρωθέντες, ἀλλ’ οἱ νικῶντες ἐν τραύμασιν.

1

.

44

μδʹ. Ἀθηναίδι. Τὸ μὲν μὴ ἐρῶντι χαρίζεσθαι, Λυσίου δόξα, τὸ δὲ ἐρῶντι δοκεῖ Πλάτωνι, σοὶ δὲ καὶ ἐρῶντι καὶ μὴ ἐρῶντι. τοῦτο δὲ σοφὸς μὲν οὐ‐ δείς, Λαὶς δέ, οἶμαι, ἐπῄνει.

1

.

45

μεʹ. Διοδώρῳ. Τὰς ἀπυρήνους ῥοιὰς Ἐρυθραὶ κηπεύουσιν οἰνοχοούσας νᾶμα πότιμον, ὥσπερ τῶν βοτρύων οἱ εὖ πράττοντες· δέκα σοι τούτων τρυγή‐ σας ἔπεμψα, χρῶ δὲ αὐταῖς σιτούμενος μὲν ὡς οἴνῳ,
5μεθύων δὲ ὡς σίτῳ.247

1

.

46

μϛʹ. Εὖ πεποίηκας στρωμνῇ χρησάμενος τοῖς ῥόδοις· ἡ γὰρ πρὸς τὰ πεμφθέντα ἡδονὴ σημεῖον μέγα τῆς πρὸς τὸν πέμψαντα τιμῆς, ὥστε κἀγώ σου δι’ αὐτῶν ἡψάμην, καὶ γάρ ἐστιν ἐρωτικὰ καὶ πα‐
5νοῦργα καὶ κάλλει χρῆσθαι εἰδότα. δέδοικα δέ, μὴ οὐδ’ ἡσυχίαν ἤγαγεν, ἀλλ’ ἠνώχλει σοι καθεύδοντι, ὥσπερ τῇ Δανάῃ ὁ χρυσός. εἰ δὲ βούλει τι φίλῳ χαρίζεσθαι, τὰ λείψανα αὐτῶν ἀντίπεμψον μηκέτι πνέοντα ῥόδων μόνον, ἀλλὰ καὶ σοῦ.

1

.

47

μζʹ. Εἰ Λάκαινα ἦσθα, ὦ καλή, Ἑλένης ἂν ἐμνημόνευσας καὶ τῆς νεώς, εἰ Κορινθία τῶν Λαίδος κώμων, εἰ Βοιωτία, τῶν Ἀλκμήνης γάμων, εἰ τῶν ἐξ Ἤλιδος, οὐκ ἤκουσας τὸν Πέλοπος δρόμον; οὐκ
5ἐζήλωσας τὴν ἐκ θεάτρου γαμηθεῖσαν; οὐκ ἐθαύμα‐ σας τὸν Ἀλφειόν; οὐκ ἔπιες τοῦ νυμφίου; ἡ δὲ Τυρὼ τῷ Ἐνιπεῖ ἐπενήξατο καὶ Αἰγαίωνι ἐπὶ θάλατ‐ ταν (ἐλθοῦσα) συνεπλάκη. ἦν γὰρ ἀγαθὴ καὶ μεγά‐ λων ἐραστῶν ἀξία. δοκεῖς δέ μοι μηδὲ Θεσπιακή
10τις εἶναι, πάντως γὰρ ἂν τῷ Ἔρωτι ἔθυες, μηδὲ Ἀττική, τὰς γὰρ παννυχίδας καὶ τὰς ἑορτὰς καὶ τὰ Μενάνδρου δράματα οὐκ ἄν ποτε ἠγνόησας. ἀλλ’ εἰ καὶ βάρβαρος εἶ καὶ μία τῶν ἀπὸ Θερμώδοντος ποταμοῦ παρθένων, ἀλλὰ καὶ ταύτας λόγος νεανί‐
15σκοις συμπλέκεσθαι καὶ τίκτειν ἐκ κλοπῆς. ἀλλὰ μὴ Θρᾷττα καὶ Σιδωνία; καὶ μὴν καὶ τούτων ἔρως ἥψατο, καὶ ἡ μὲν τῷ Νυσίῳ συνεπλάκη, ἡ δὲ τῷ Βοιωτῷ Διί. ἔοικα εὑρηκέναι σε, εἰ μὴ κακός εἰμι καὶ φαῦλος φυσιογνωμονεῖν· Δαναός σοι πατὴρ καὶ χεὶρ
20ἐκείνη καὶ λῆμα φονικόν· ἀλλὰ κἀκείνων τις τῶν ἀνδροφόνων παρθένων νεανίσκου φιλοῦντος ἐφεί‐ σατο. οὐχ ἱκετεύω σε, οὐ δακρύω, πλήρωσον τὸ
δρᾶμα, ἵνα μου ψαύσῃς κἂν ξίφει.248

1

.

48

μηʹ. Καὶ σὺ πονηρὸς οὕτως, ὡς μηδένα ἄλλον ἐλεεῖν, κἀγὼ δυστυχὴς οὕτως, ὡς μηδὲ παρ’ ἄλλου λαβεῖν, καὶ πάνυ χαίρω τῇ κακοπραγίᾳ βουλόμενος μὴ παύσασθαι διαμαρτάνων, ἵνα παύσῃ μηδὲ σὺ τῆς
5ἐπὶ τῷ μιαρῷ τοῦ τρόπου κακοδοξίας, τὸ μὲν γὰρ ἐμὸν μιᾶς ἔργον ἡδονῆς, τὸ δὲ σὸν κοινὸν ἐς διαβο‐ λὴν τῆς παρὰ πάντων αἰτίας.

1

.

49

μθʹ. Ἔπεμψά σοι σῦκα ἠρινά, θαυμάζοις δ’ ἂν αὐτῶν ἢ τὸ ἤδη ἢ τὸ ἔτι.

1

.

50

νʹ. Τί τὸ καινὸν ἀνδρολήψιον τοῦτο; τίς ἡ τυραννίς; ἕλκεις με ἀπὸ τῶν ὀμμάτων καὶ σύρεις μὴ θέλοντα, ὥσπερ τοὺς πλέοντας ἡ Χάρυβδις ἀνερ‐ ρόφει. ἦσαν ἄρα καὶ ἔρωτος πέτραι καὶ ὀφθαλμῶν
5πνεύματα, οἷς τις ἅπαξ ἐνσχεθεὶς καταδύεται. τοῦτο μὲν οὖν οὐκ εἶχεν ἡ Χάρυβδις· ἐμπρόθεσμον ἐκεῖνο τὸ ναυάγιον καὶ μικρόν τις ἀναμείνας σωτηρίας ηὐπόρει δένδρον εὑρὼν ἐν πελάγει, ὁ δὲ ἐς ταύτην ἅπαξ τὴν θάλατταν καταρρυεὶς οὐκ ἔτι ἐξέρχεται.

1

.

51

ναʹ. Κλεονίδῃ. Ἡ Σαπφὼ τοῦ ῥόδου ἐρᾷ καὶ στε‐ φανοῖ αὐτὸ ἀεί τινι ἐγκωμίῳ τὰς καλὰς τῶν παρθένων ἐκείνῳ ὁμοιοῦσα, ὁμοιοῖ δὲ αὐτὸ καὶ τοῖς τῶν Χαρί‐ των πήχεσιν, ἐπειδὰν ἀποδύσῃ σφῶν τὰς ὠλένας,
5ἐκεῖνο μὲν οὖν εἰ καὶ κάλλιστον ἀνθέων, βραχὺ τὴν ὥραν, παρέπεται γὰρ τοῖς αὔοις ἐννεάσαν τῷ ἦρι, τὸ δὲ σὸν εἶδος ἀεὶ τέθηλεν, ὅθεν ὀφθαλμοῖς ἐμμειδιᾷ καὶ παρειαῖς οἷον τι ἔαρ τὸ μετόπωρον τοῦ κάλλους.

1

.

52

νβʹ. Νικήτῃ. Οὐ τὸ ἐρᾶν νόσος, ἀλλὰ τὸ μὴ ἐρᾶν, εἰ γὰρ ἀπὸ τοῦ ὁρᾶν τὸ ἐρᾶν τυφλοὶ οἱ μὴ ἐρῶντες.

1

.

53

νγʹ. Τὴν νεφέλην τῶν ὀφρύων ἀφαιρεῖν ἄμεινον, ὡς μηδὲν κατηφὲς εἴη σοι περὶ τὴν ὥραν, αὐτῶν τε γὰρ τῶν ὡρῶν ἡδίους αἱ ἀνειμέναι καὶ γελῶσαι, καὶ
τοῦ κάλλους ἡδονὴν ὥσπερ ἐκ κατόπτρου ἐμφαίνει τὰ249
5τῆς περὶ τῷ προσώπῳ γαλήνης, ἣν εἰ μὴ θολώσεις, ἄστρον ὑπέρτατον ἐν ἁμέρᾳ βλεπόμενον δόξεις. εἰ δὲ ἐκ Πινδάρου ταῦτα, κἀκεῖνό που κατὰ Πίνδαρον τὸ τὴν ἀκτῖνα τὴν ἀπὸ σοῦ πηδῶσαν εἶναι τῶν ἐμῶν ὀφθαλμῶν μητέρα.

1

.

54

νδʹ. Εἰ κἀμὲ φεύγεις, ἀλλ’ ὑπόδεξαι κἂν τὰ ῥόδα ἀντ’ ἐμοῦ, καί σου δέομαι μὴ στεφανοῦσθαι μόνον, ἀλλὰ καὶ κοιμηθῆναι ἐπ’ αὐτῶν, καὶ γάρ ἐστιν ἰδεῖν μὲν καλά, οἵαν τὸ πῦρ ἔχει τὴν ἀκμήν,
5ἅψασθαι δὲ μαλακὰ καὶ πάσης στρωμνῆς ἁπαλώτερα ὑπὲρ τὸν Βαβυλώνιον κόκκον καὶ τὴν Τυρίαν πορ‐ φύραν, καὶ γὰρ εἰ σπουδαῖα ἐκεῖνα, ἀλλ’ οὐ πνεῖ καλόν. ἐνετειλάμην αὐτοῖς καὶ τὴν δειρήν σου φιλῆσαι καὶ τοῖς μαστοῖς ἐπελθεῖν καὶ ἀνδρίσασθαι,
10ἂν ἐφῇς, καί, οἶδα, ἀκούσεται. ὦ μακάρια, οἵαν γυναῖκα περιβάλλειν μέλλετε. ἀλλὰ δεήθητε αὐτῆς ὑπὲρ ἐμοῦ καὶ πρεσβεύσατε καὶ πείσατε, ἐὰν δὲ παρακούῃ, κατακαύσατε.

1

.

55

νεʹ. Ὄντως τὰ ῥόδα Ἔρωτος φυτά, καὶ γὰρ νέα, ὡς ἐκεῖνος, καὶ ὑγρά, ὡς αὐτὸς ὁ Ἔρως, καὶ χρυ‐ σοκομοῦσιν ἄμφω καὶ τἆλλ’ αὐτοῖς ὅμοια· τὰ ῥόδα τὴν ἄκανθαν ἀντὶ βελῶν ἔχει, τὸ πυρρὸν ἀντὶ
5δᾴδων, τοῖς φύλλοις ἐπτέρωται, χρόνον δὲ οὔτε Ἔρως οὔτε ῥόδα οἶδεν, ἐχθρὸς γὰρ ὁ θεὸς καὶ τῇ κάλλους ὀπώρᾳ καὶ τῇ ῥόδων ἐπιδημίᾳ. εἶδον ἐν Ῥώμῃ τοὺς ἀνθοφόρους τρέχοντας καὶ τῷ τάχει μαρτυροῦντας τὸ ἄπιστον τῆς ἀκμῆς, ὁ γὰρ δρόμος
10διδασκαλία χρήσεως· εἰ μὲν οὖν ἅψῃ ταχέως τῶν ῥόδων, μένει, εἰ δὲ μελλήσεις, ἀπελήλυθε. μαραί‐ νεται καὶ γυνὴ μετὰ ῥόδων, ἂν βραδύνῃ. μὴ μέλλε, ὦ καλή· συμπαίξωμεν, στεφανωσώμεθα τοῖς ῥόδοις,
συνδράμωμεν.250

1

.

56

νϛʹ. Ἀπέκλειόν σοι τὰ ὄμματα. πῶς σοι; εἴπω· ὡς οἱ πολιορκούμενοι τὰς πύλας. καὶ σὺ τὴν φρου‐ ρὰν λαθὼν ἔνδον εἶ. λέγε, τίς σε ἐσήγαγεν, εἰ μή τι τὰ ὄμματα (παρεῖδεν). ἦν ἄρα πάθος ἐρωτικὸν
5καὶ κατὰ τῆς ψυχῆς γενόμενον, ἥγε πάλαι μὲν μόνα ἐνεθυμεῖτο, ἃ ἤθελε, καὶ περὶ τὰ κάλλιστα ἐσπουδάκει φιλοσοφοῦσα, καὶ ἦν αὐτῆς ὁ ἔρως τὰ οὐρανοῦ νῶτα ὁρᾶν καὶ περὶ τῆς κατὰ ταῦτα οὔσης οὐσίας πολυπραγμονεῖν καὶ τίνες αἱ τοῦ παντὸς
10περίοδοι καὶ τίς ἡ ταῦτα ἄγουσα ἀνάγκη, καὶ τὸ σκέμμα ἐδόκει χαριέστατον ἡλίῳ συνδραμεῖν καὶ σελήνῃ, συγκινδυνεῦσαι μὲν ἀπιούσῃ, συνησθῆναι δὲ πληρουμένῃ τῷ τε ἄλλῳ χορῷ τῶν ἀστέρων συμπλανηθῆναι καὶ μηδὲν ἄβατον μηδὲ ἀθέατον
15καταλιπεῖν τῶν ὑπὲρ τὴν γῆν μυστηρίων, ἀφ’ οὗ δὲ ἀνθρωπίνῳ πλησιάσασα ἔρωτι ἑάλω κάλλους ὄμμασι, πάντων ἀμελήσασα ἐκείνων περὶ ἓν τοῦτο ἐσπούδακε, καὶ ὅσον ἂν τῆς ἔξω μορφῆς σπάσῃ, τοσοῦτον ἔνδον συντίθησι καὶ μνήμῃ ταμιεύεται, τὸ δὲ ἔσω
20παρελθὸν φῶς μέν ἐστιν ἐν ἡμέρᾳ, νύκτωρ δὲ ὄναρ γίγνεται.

1

.

57

νζʹ. Πέπεισαι μέν, ὡς εἰκάζειν ἔχω, τοῦ δὲ ἔργου τὴν αἰσχύνην ὀκνεῖς. εἶτα πρᾶγμα ἀποδιδράσκεις, ἀφ’ οὗ τις φίλος γίγνεται; οὐκ ἐντεῦθεν ἐπληρώθη καλῶν τὰ Ὁμήρου ἔπη τὸν Νιρέα, τὸν Ἀχιλλέα ἐς
5Τροίαν ἄγοντος; οὐκ ἐντεῦθεν Ἁρμόδιοι καὶ Ἀρι‐ στογείτονες, οἵ γε φίλοι καὶ μέχρι τῶν ξιφῶν; ὁ δὲ Ἀπόλλων οὐκ Ἀδμήτῳ καὶ Βράγχῳ ἐθήτευ‐ σεν; ὁ δὲ Ζεὺς οὐ τὸν Γανυμήδην ἥρπασεν, ᾧ χαίρει καὶ πρὸ τοῦ νέκταρος; μόνοι γὰρ ὑμεῖς οἱ
10καλοὶ καὶ τὸν οὐρανὸν οἰκεῖτε ὡς πόλιν. μὴ φθονή‐
σῃς ἐραστοῦ σεαυτῷ δοῦναι μὲν ἀθανασίαν οὐκ ἔχοντος, τὴν δὲ αὑτοῦ ψυχὴν προτείνοντος. εἰ δὲ ἀπιστεῖς, ἕτοιμος ἀποθνήσκειν, ἂν ἐπιτάττῃς τοῦτο νυνί. εἰ δὲ πλέκω τὸν βρόχον, ἀπάνθρωπε, οὐκ251
15ἀφαιρήσεις;

1

.

58

νηʹ. Ἐπαινῶ σε ἀντισοφιζόμενον τῷ χρόνῳ καὶ περικόπτοντα τὰ γένεια, ὃ γὰρ ἀπῆλθε φύσει, τοῦτο μένει τέχνῃ, ἡδίστη δὲ ἡ τῶν ἀπολλυμένων ἀνάκ‐ τησις, ὥστ’, εἰ ἐμοὶ συμβουλεύοντι πείθοιο, τῇ μὲν
5κεφαλῇ κόμα καὶ μελέτω σοι τῶν βοστρύχων, ὡς τοὺς μὲν ταῖς παρειαῖς συγκαταβαίνειν ἠρέμα, τοὺς δὲ τοῖς ὤμοις ἐπικαθῆσθαι, καθάπερ φησὶν Ὅμη‐ ρος τοὺς Εὐβοεῖς ὄπισθεν κομᾶν—κεφαλὴ γὰρ ἀνθοῦσα ἡδίων παρὰ πολὺ τοῦ τῆς Ἀθηνᾶς φυτοῦ,
10εἴπερ γε δεῖ καὶ ταύτην τὴν ἀκρόπολιν μὴ ψιλὴν ὁρᾶσθαι μηδὲ ἀκόσμητον—τὰ δὲ γένειά σοι ψιλὰ ἔστω καὶ μηδὲν ἐνοχλείτω τῷ φωτὶ τούτῳ μήτε νεφέ‐ λη μήτε ἀχλύς. ὡς γὰρ οὐχ ἡδὺ θέαμα κεκλεισμένα ὄμματα, οὕτως οὐδὲ γένεια καλοῦ κομῶντα. εἴτε
15οὖν φαρμάκοις εἴτε μαχαίραις λεπταῖς εἴτε ἄκροις δακτύλοις εἴτε ῥύμμασι καὶ πόαις εἴτε ἄλλῃ τινὶ μηχανῇ, πρᾶττε σεαυτῷ τὸ κάλλος μακρότερον. οὕτω γὰρ ἔσῃ μιμούμενος τοὺς ἀγήρως θεούς.

1

.

59

νθʹ. Ἐχθὲς συγκλείσας τὰ βλέφαρα ὅσον ἡσυχῆ σκαρδαμύξαι πολὺν ἡγούμην τὸν χρόνον· ἀμέλει τοῖς ὀφθαλμοῖς ὡς ἀνεράστοις ἐνεκάλουν· „τί δὴ αὐτῆς ἐπελάθεσθε; τί δὲ τὴν φρουρὰν ἐξελίπετε;
5ποῦ δέ ἐστι καὶ τί γέγονε; κἂν τοῦτο αὐτὸ μηνύ‐ σατε.“ νομίσας δὲ ἀκούειν ἀπῆλθον ἔνθα σε ὄψεσθαι ᾠόμην καὶ τοῦτο ἐκεῖνο ἐζήτουν ὡς ἡρπαγμένην. τί οὖν μέλλω ποιεῖν, ἐὰν ἐξελάσῃς ἐς ἀγρόν, ὡς πέρυσι, καὶ πολλῶν ἡμερῶν τὰς ἐν ἄστει διατριβὰς κατα‐
10λίπῃς; ἡγοῦμαι ἀναγκαῖον σαφῶς ἀπολωλέναι μηδὲν ἔχοντα ἡδὺ μήτε ἀκούειν μήτε ὁρᾶν. ἐγὼ μὲν γὰρ ἕψεσθαί σοι νομίζω τὴν πόλιν ἐξιούσῃ καὶ αὐτοὺς τοὺς ἐν ἄστει θεοὺς ἑλκομένους ὑπὸ τῆς θέας. τί γὰρ ἐνταῦθα μόνοι ποιοῦσιν; εἰ δὲ κἀκεῖνοι κατὰ252
15χώραν μενοῦσιν, ἀλλ’ ἔγωγε οὐκ ἀπολειφθήσομαι τοῦ Ἔρωτος ἐφόλκιον· εἰ δὲ καὶ σκάπτειν δέοι, λήψομαι τὴν δίκελλαν, εἴτε κλᾶν, θεραπεύσω τὰς ἀμπέλους, εἴτε ἐπάγειν λαχάνοις ὕδωρ, ὁδοποιήσω τὸν δρόμον. τίς γὰρ οὕτω τυφλὸς ποταμός, ὡς σὴν
20γῆν μὴ γεωργεῖν; ἓν ἐξόμνυμαι τῶν ἐν ἀγροῖς εἰθι‐ σμένων, ἀμέλγειν γάλα. μόνων ἡδέως τῶν σῶν μαστῶν ἅπτομαι.

1

.

60

ξʹ. Πάντα με αἱρεῖ τὰ σά, καὶ ὁ λινοῦς χιτών, ὡς ὁ τῆς Ἴσιδος, καὶ τὸ καπηλεῖον, ὡς Ἀφροδίσιον, καὶ τὰ ἐκπώματα, ὡς Ἥρας ὄμματα, καὶ ὁ οἶνος, ὡς ἄνθος, καὶ τῶν τριῶν δακτύλων αἱ συνθέσεις, ἐφ’
5ὧν ὀχεῖται τὸ ποτήριον, ὥσπερ αἱ τῶν φύλλων τῶν ἐν τοῖς ῥόδοις ἐκβολαί, κἀγὼ μὲν φοβοῦμαι, μὴ πέσῃ, τὸ δὲ ἕστηκεν ὀχυρῶς, ὡς γνώμῃ ἐρηρεισμένον, καὶ τοῖς δακτύλοις συμπέφυκεν. εἰ δὲ καὶ ἀποπίοις ποτέ, πᾶν τὸ καταλειπόμενον γίγνεται θερμότερον
10τῷ ἄσθματι, ἥδιον δὲ τοῦ νέκταρος. κάτεισι γοῦν ἐπὶ τὴν φάρυγγα ἀκωλύτοις ὁδοῖς, ὥσπερ οὐκ οἴνῳ κεκραμένον, ἀλλὰ φιλήμασιν.

1

.

61

ξαʹ. Τίς σε, ὦ καλή, περιέκειρεν; ὡς ἀνόητος καὶ βάρβαρος ὁ μὴ φεισάμενος τῶν Ἀφροδίτης δώρων. οὐδὲ γὰρ γῆ κομῶσα ἡδὺ οὕτω θέαμα ὡς γυνὴ κατάκομος. φεῦ ἀναιδοῦς παλάμης· ὄντως
5πάντα τὰ ἐκ πολεμίων πέπονθας· ἐγὼ δὲ οὐκ ἂν οὐδὲ αἰχμάλωτον περιέκειρα τιμῶν τὸ κάλλος ὡς οὐχ ἡδέως ἀμελούμενον. ἀλλ’ ἐπεὶ τετέλεσται τὰ δεινά,
κἂν μήνυσον τὰς κόμας, ποῦ κεῖνται, ποῦ τέτμηνται, πῶς αὐτὰς ὑποσπόνδους λάβω, πῶς φιλήσω χαμαὶ253
10κειμένας. ὦ πτερὰ Ἔρωτος, ὦ κεφαλῆς ἀκροθίνια, ὦ κάλλους λείψανα.

1

.

62

ξβʹ. Ὅτε δὲ ἔκρινε καὶ τὰς θεὰς ὁ Ἀλέξανδρος, οὔπω παρῆν ἡ ἐκ Λακεδαίμονος, εἰ δ’ οὖν, μόνην ἂν καλὴν ἀπεφήνατο, ἣν αὐτὸς ἐβούλετο. ὅπερ οὖν ἐκείνῳ τότε πρὸς τὴν κρίσιν ἐλλιπῶς ἔσχεν, ἐμοὶ
5νῦν ἐπανορθωθήσεται· μὴ κάμνετε, ὦ θεαί, μηδὲ ἐρίζετε, ἔχω γάρ, ἰδού, τὸ μῆλον. λάβε, ὦ καλή, ἣ καὶ νικᾷς τὰς θεάς, καὶ ἀνάγνωθι τὰ γράμματα. τά τε ἄλλα καὶ ἐπιστολῇ τῷ μήλῳ κέχρημαι· ἐκεῖνο Ἔριδος, τοῦτο Ἔρωτος, ἐκεῖνο ἐσιώπα, τοῦτο φθέγ‐
10γεται. μὴ ῥίψῃς, μὴ φάγῃς· οὐδὲ ἐν πολέμῳ πρε‐ σβευτὴς παρανομεῖται. τί οὖν ἐπέσταλκα; αὐτὸ ἐρεῖ· „Εὐίππη, φιλῶ σε·“ ὑπόγραψον ἀναγνοῦσα „κἀγὼ σέ.“ δέχεται τὸ μῆλον καὶ ταῦτα τὰ γράμματα.

1

.

63

ξγʹ. Ἐπυθόμην, ὡς τὰ ῥόδα ἐλθόντα παρὰ σὲ ὅσα χρέος ἀπέλαυεν, ἐγώ τε γὰρ ἐνετειλάμην αὐτοῖς, καὶ ὡς ἐκπιόντα ἀκηράτου χρωτὸς τῆς σῆς δρόσου κατέσχον τὴν ψυχὴν ἐξιοῦσαν καὶ δυσανασχετοῦσαν.
5καλῶς ἐποιήσατε, ὦ ῥόδα, ἀναβιώσαντα, καὶ δέομαι, μείνατε, ἔστ’ ἂν ἔλθω. μαθεῖν γὰρ ἔγνωκα, εἴ τι παρ’ ἀλλήλων εἰλήφατε ἐς εὐωδίαν αὐτὴ καὶ ὑμεῖς ἐς χρόνον.

1

.

64

ξδʹ. Τὴν σωφροσύνην, ἐφ’ ᾗ μέγα δὴ φρονεῖς, οὐκ οἶδα, τί εἴπω· πότερον ἀγριότητα ἀντίπαλον τῶν φύσεως ἐπιταγμάτων; ἢ φιλοσοφίαν ἀγροικίᾳ πεπυργωμένην; ἢ αὐθάδη πρὸς ἡδονὰς δειλίαν; ἢ
5σεμνὴν ὀλιγωρίαν τῶν τοῦ βίου τερπνῶν; ὅ τι δ’ ἂν ᾖ καὶ δοκῇ τοῖς σοφισταῖς, δόξῃ μέν ἐστι καλόν, ἔργῳ δὲ ἀπανθρωπότερον. τί γὰρ δὴ μέγα, πρὶν
ἀπελθεῖν τοῦ βίου, νεκρὸν εἶναι σώφρονα; στεφά‐ νωσαι, πρὶν ὅλως ἀπανθεῖν, καὶ χρίσαι, πρὶν σαπῆ‐254
10ναι, καὶ κτῆσαι φίλους, πρὶν ἔρημον γενέσθαι. καλὸν νυκτὶ προλαβεῖν τὴν νύκτα ἐκείνην, πρὶν διψῆν, πιεῖν, πρὶν πεινῆν, φαγεῖν. ποίαν δοκεῖς ἡμέραν σεαυτοῦ; τὴν χθές; τέθνηκε. τὴν τήμερον; οὐκ ἔστι. τὴν ἐπιοῦσαν; οὐκ οἶδα, εἰ παρέσται σοι· καὶ
15σὺ κἀκεῖνα τῆς τύχης.

1

.

65

ξεʹ. Ἐπικτήτῳ. Φοβοῦ δῆμον, παρ’ ᾧ πολλὰ δύνασαι.

1

.

66

ξϛʹ. Χαρίτωνι. Μεμνήσεσθαι τῶν σῶν λόγων οἴει τοὺς Ἕλληνας, ἐπειδὰν τελευτήσῃς· οἱ δὲ μηδὲν ὄντες, ὁπότε εἰσίν, τίνες ἂν εἶεν, ὁπότε οὐκ εἰσίν;

1

.

67

ξζʹ. Φιλήμονι. Τὸν τραγῳδὸν Διοκλέα, εἰ μὲν ἤδη γιγνώσκεις, ἐπαινεῖς δήπου, εἰ δὲ ἀγνοεῖς, ἐν τοῖς καλῶς ἐπαινουμένοις γράφε καὶ γενοῦ περὶ αὐτὸν οἷον εἰκὸς ἢ τὸν πεπεισμένον ἢ τὸν μὴ ἀπιστοῦντα.

1

.

68

ξηʹ. Κτησιδήμῳ. Οἱ ἐρωτικοὶ τῶν ποιητῶν ἀγαθὴ ἀκρόασις καὶ ἐξώροις, ἄγουσι γὰρ αὐτοὺς ἐς ἔννοιαν τοῦ ἐρᾶν ὥσπερ ἀνηβηκότας. μὴ δὴ νόμιζε σαυτὸν ὑπερήμερον τῆς τούτων ἀκροάσεως· ἡ γὰρ
5ξυνουσία τῶν τοιῶνδε ποιητῶν ἢ οὐκ ἐπιλήσει σε ἀφροδισίων ἢ ἀναμνήσει.

1

.

69

ξθʹ. Ἐπικτήτῳ. Οἱ τελούμενοι τῇ Ῥέᾳ μαίνον‐ ται πληγέντες τὰ ὦτα κτύποις ὀργάνων. ἀλλ’ ἐκεῖνα μὲν κυμβάλων καὶ αὐλῶν ἔργα, σὲ δὲ οὕτως ἐκπλήτ‐ τουσιν Ἀθηναῖοι κροτοῦντες, ὡς ἐκλανθάνεσθαι,
5τίς εἶ καὶ τίνων γέγονας.

1

.

70

οʹ. Κλεοφῶντι καὶ Γαίῳ. Ὑπὲρ ὧν ἐπεστείλατε, τὰ μὲν ἤδη γέγονε, τὰ δὲ αὐτίκα ἔσται· ἐγὼ γὰρ Λήμνιος ὢν πατρίδα ἐμαυτοῦ καὶ τὴν Ἴμβρον ἡγοῦ‐ μαι, συνάπτων εὐνοίᾳ καὶ τὰς νήσους ἀλλήλαις καὶ
5ἐμαυτὸν ἀμφοτέραις.255

1

.

71

οαʹ. Πλεισταρετιανῷ. Τὸ ποιητικὸν ἔθνος πολλοὶ καὶ πλείους ἢ οἱ τῶν μελιττῶν ἑσμοί, βόσκουσι δὲ τὰς μὲν λειμῶνες, τοὺς δὲ οἰκίαι καὶ πόλεις, ἀνθε‐ στιῶσί τε αἱ μὲν κηρίοις, οἱ δὲ ὀψοποιίᾳ λαμπρᾷ.
5εἰσὶ δὲ τῶν ποιητῶν οἱ καὶ τραγήμασιν ἑστιῶντες, τούτους δὲ ἡγώμεθα τοὺς τῶν ἐρωτικῶν ποιητάς, ὧν εἷς καὶ Κέλσος οὗτος ᾠδαῖς παραδεδωκὼς τὸν ἑαυτοῦ βίον, ὥσπερ οἱ χρηστοὶ τέττιγες. ὡς δ’ ἂν μὴ δρόσῳ, ἀλλὰ σιτίοις ἀληθινοῖς τραφείη, πεπί‐
10στευκά σοι μελήσειν.

1

.

72

οβʹ. Ἀντωνίνῳ. Οἱ πελαργοὶ τὰς πεπορθημέ‐ νας πόλεις οὐκ ἐσπέτονται κακῶν πεπαυμένων ἠχὼ φεύγοντες, σὺ δὲ οἰκίαν οἰκεῖς, ἣν αὐτὸς ἐπόρθη‐ σας καὶ θεοῖς τοῖς ἐν αὐτῇ θύεις, ὥσπερ οὐκ οὖσιν,
5ἢ οὖσι μέν, ἐκλελησμένοις δέ, ὅτι καὶ τὰ ἐκείνων ἔχεις.

1

.

73

ογʹ. Ἰουλίᾳ Σεβαστῇ. Οὐδὲ ὁ θεσπέσιος Πλά‐ των τοῖς σοφισταῖς ἐβάσκηνεν, εἰ καὶ σφόδρα ἐνίοις δοκεῖ τοῦτο, ἀλλὰ φιλοτίμως πρὸς αὐτοὺς εἶχεν, ἐπειδὴ διεφοίτων θέλγοντες μικράς τε καὶ μείζους
5πόλεις τὸν Ὀρφέως καὶ Θαμύρου τρόπον, τοῦ δὲ βασκαίνειν ἀπεῖχε τοσοῦτον, ὅσον φιλοτιμία φθόνου· φθόνος μὲν γὰρ τρέφει τὰς μοχθηρὰς φύσεις, φιλο‐ τιμία δὲ τὰς λαμπρὰς ἐγείρει, καὶ βασκαίνει μέν τις τὰ μὴ ἑαυτῷ ἐφικτά, ἃ δὲ ἄμεινον ἢ μὴ χεῖρον δια‐
10θήσεται, φιλοτιμεῖται πρὸς ταῦτα. ὁ γοῦν Πλάτων καὶ ἐς τὰς ἰδέας τῶν σοφιστῶν ἵεται καὶ οὔτε τῷ Γοργίᾳ παρίησι τὸ ἑαυτοῦ ἄμεινον γοργιάζειν πολλά τε κατὰ τὴν Ἱππίου καὶ Πρωταγόρου ἠχὼ φθέγγε‐ ται. ζηλωταὶ δὲ ἐγένοντο ἄλλοι μὲν ἄλλων, καὶ γὰρ
15δὴ καὶ ὁ τοῦ Γρύλλου φιλοτιμεῖται πρὸς τὸν τοῦ
Προδίκου Ἡρακλέα, ὁπότε ὁ Πρόδικος τὴν κακίαν καὶ τὴν ἀρετὴν ἄγει παρὰ τὸν Ἡρακλέα καλούσας αὐτὸν ἐς βίου αἵρεσιν, Γοργίου δὲ θαυμασταὶ ἦσαν ἄριστοί τε καὶ πλεῖστοι· πρῶτον μὲν οἱ κατὰ Θεττα‐256
20λίαν Ἕλληνες, παρ’ οἷς τὸ ῥητορεύειν γοργιάζειν ἐπωνυμίαν ἔσχεν, εἶτα τὸ ξύμπαν Ἑλληνικόν, ἐν οἷς Ὀλυμπίασι διελέχθη κατὰ τῶν βαρβάρων ἀπὸ τῆς τοῦ νεὼ βαλβῖδος. λέγεται δὲ καὶ Ἀσπασία ἡ Μιλησία τὴν τοῦ Περικλέους γλῶτταν κατὰ τὸν Γορ‐
25γίαν θῆξαι, Κριτίας δὲ καὶ Θουκυδίδης οὐκ ἀγνο‐ οῦνται τὸ μεγαλόγνωμον καὶ τὴν ὀφρὺν παρ’ αὐτοῦ κεκτημένοι, μεταποιοῦντες δὲ αὐτὸ ἐς τὸ οἰκεῖον ὁ μὲν ὑπ’ εὐγλωττίας, ὁ δὲ ὑπὸ ῥώμης. καὶ Αἰσχί‐ νης δὲ ὁ ἀπὸ τοῦ Σωκράτους, ὑπὲρ οὗ πρώην ἐσπού‐
30δαζες ὡς οὐκ ἀφανῶς τοὺς διαλόγους κολάζοντος, οὐκ ὤκνει γοργιάζειν ἐν τῷ περὶ τῆς Θαργηλίας λόγῳ, φησὶ γάρ που ὧδε· „Θαργηλία Μιλησία ἐλ‐ θοῦσα εἰς Θετταλίαν ξυνῆν Ἀντιόχῳ Θετταλῷ βασι‐ λεύοντι πάντων Θετταλῶν.“ αἱ δὲ ἀποστάσεις αἵ τε
35προσβολαὶ τῶν λόγων Γοργίου ἐπεχωρίαζον πολλα‐ χοῦ μέν, μάλιστα δὲ ἐν τῷ τῶν ἐποποιῶν κύκλῳ. πεῖθε δὴ καὶ σύ, ὦ βασίλεια, τὸν θαρσαλεώτερον τοῦ Ἑλληνικοῦ Πλούταρχον μὴ ἄχθεσθαι τοῖς σοφι‐ σταῖς, μηδὲ ἐς διαβολὰς καθίστασθαι τοῦ Γοργίου.
40εἰ δὲ οὐ πείθεις, σὺ μέν, οἵα σου σοφία καὶ μῆτις, οἶσθα, τί χρὴ ὄνομα θέσθαι τῷ τοιῷδε, ἐγὼ δὲ εἰπεῖν ἔχων οὐκ ἔχω.

2

.

1

Τὸν ἐπιστολικὸν χαρακτῆρα τοῦ λόγου μετὰ τοὺς
παλαιοὺς ἄριστά μοι δοκοῦσι διεσκέφθαι φιλοσόφων μὲν ὁ Τυανεὺς καὶ Δίων, στρατηγῶν δὲ Βροῦτος ἢ ὅτῳ Βροῦτος ἐς τὸ ἐπιστέλλειν ἐχρῆτο, βασιλέων δὲ ὁ257
5θεσπέσιος Μάρκος ἐν οἷς ἐπέστελλεν αὐτός, πρὸς γὰρ τῷ κεκριμένῳ τοῦ λόγου καὶ τὸ ἑδραῖον τοῦ ἤθους ἐντετύπωτο τοῖς γράμμασι, ῥητόρων δὲ ἄριστα μὲν Ἡρώδης ὁ Ἀθηναῖος ἐπέστελλεν, ὑπεραττικίζων δὲ καὶ ὑπερλαλῶν ἐκπίπτει πολλαχοῦ τοῦ πρέποντος
10ἐπιστολῇ χαρακτῆρος. δεῖ γὰρ φαίνεσθαι τῶν ἐπι‐ στολῶν τὴν ἰδέαν ἀττικωτέραν μὲν συνηθείας, συνηθεστέραν δὲ ἀττικίσεως καὶ συγκεῖσθαι μὲν πολιτικῶς, τοῦ δὲ ἁβροῦ μὴ ἀπᾴδειν. ἐχέτω δὲ τὸ εὔσχημον ἐν τῷ μὴ ἐσχηματίσθαι, εἰ γὰρ σχη‐
15ματιοῦμεν, φιλοτιμεῖσθαι δόξομεν, φιλοτιμία δὲ ἐν ἐπιστολῇ μειρακιῶδες. κύκλον δὲ ἀποτορνεύειν ἐν μὲν ταῖς βραχυτέραις τῶν ἐπιστολῶν ξυγχωρῶ, ἵνα τούτῳ γοῦν ἡ βραχυλογία ὡραίζοιτο ἐς ἄλλην ἠχὼ πᾶσα στενὴ οὖσα, τῶν δὲ ἐς μῆκος προηγμένων ἐπι‐
20στολῶν ἐξαιρεῖν χρὴ κύκλους, ἀγωνιστικώτερον γὰρ ἢ κατὰ ἐπιστολὴν τοῦτο, πλὴν εἰ μή που ἐπὶ τελευ‐ τῆς τῶν ἐπεσταλμένων ἢ ξυλλαβεῖν δέοι τὰ προειρη‐ μένα ἢ ξυγκλεῖσαι τὸ ἐπὶ πᾶσι νόημα. σαφήνεια δὲ ἀγαθὴ μὲν ἡγεμὼν ἅπαντος λόγου, μάλιστα δὲ ἐπι‐
25στολῆς· καὶ γὰρ διδόντες καὶ δεόμενοι καὶ ξυγχω‐ ροῦντες καὶ μὴ καὶ καθαπτόμενοι καὶ ἀπολογούμενοι καὶ ἐρῶντες ῥᾷον πείσομεν, ἢν σαφῶς ἑρμηνεύσω‐ μεν· σαφῶς δὲ ἑρμηνεύσομεν καὶ ἔξω εὐτελείας, ἢν τῶν νοηθέντων τὰ μὲν κοινὰ καινῶς φράσωμεν, τὰ
30δὲ καινὰ κοινῶς.

2

.

2

Οἱ τὸν νόμον τῇ φύσει ἀνθομοιοῦντες ἀντικεῖ‐
σθαι μὲν ταῦτά φασιν ἀλλήλοις, καθάπερ τὸ λευκὸν τῷ μέλανι καὶ τὸ μανὸν τῷ πυκνῷ καὶ τὸ μελιχρὸν τῷ πικρῷ καὶ τὸ ψυχρὸν τῷ θάλποντι, εἶναι δὲ φύ‐258
5σεως μὲν ἔργα ζῷα καὶ ἄστρα καὶ ποταμοὺς καὶ ἴδας καὶ πεδία καὶ ἰσθμοὺς καὶ πορθμοὺς καὶ καθάπαξ τὸ ὑπὲρ τέχνην, νόμου δὲ ἔργα τείχη καὶ νεώσοικοι καὶ ναῦς καὶ ἀσπὶς καὶ λήια καὶ πᾶν τὸ ὑπὸ χεῖρα, καὶ τὰ μὲν τῆς φύσεως ἄφθαρτα εἶναι τὸν ἀεὶ χρό‐
10νον, τήν τε θάλατταν μένειν, ὁπόση ἐγένετο, καὶ τὴν γῆν, ὁπόση ὡρίσθη, καὶ τὸν αἰθέρα, ὡς ἔφυ, ἄστρα τε καὶ ὥρας, ὡς ἐκείνων κύκλος, καὶ τὸ ἐπὶ ζῷα δὲ αὐτῆς ἧκον φθείρεσθαι μὲν αὐτὰ τὰ τικτό‐ μενα, τὸ δὲ ἀεὶ τίκτον παρέχειν τῇ φύσει τὸν τοῦ
15ἀκηράτου λόγον, τὰ δὲ τοῦ νόμου φθαρτά τε εἶναι καὶ (χρόνῳ) ἁλωτά, τείχη τε γὰρ καὶ ἱερὰ τὰ μὲν ἁλίσκεσθαι, τὰ δὲ φθείρεσθαι σὺν χρόνῳ, οἰκίαν δὲ τὴν εὖ κατεσκευασμένην δῆλον εἶναι, ὅτι οὐκ ἀεὶ ἑστήξει καὶ τὸ ναυπηγηθὲν οὐκ εἶναι βέβαιον
20ὅτι μηδ’ ἡ θάλαττα βεβαία ἀνθρώποις, τεκτονικήν τε καὶ χαλκευτικὴν πᾶσαν φθαρτὰ ἐργάζεσθαι τῷ νόμῳ, καὶ τὸν μὲν νόμον οὐκ ἂν δημιουργῆσαι ζῷον ἔμψυχον οὐδέν, οὐδ’ ἄστρον, οὐδ’ αἰθέρα, οὐδ’ ἄλλο τι τῶν ὧδε θεσπεσίων καὶ μεγάλων, τὴν φύσιν δὲ
25ὁμοιοῦσθαι πολλαχοῦ τοῖς τοῦ νόμου εἴδεσι, χωρία τε γὰρ ὀχυροῦν τείχεσιν ἀσφαλεστέροις τῶν ποιη‐ θέντων ἄντρα τε κισσηρεφῆ κατανοιγνύναι ἡδίω οἴκων καί που καὶ ἄγαλμα διδόναι πέτρᾳ συμφυὲς σατυρικόν τι ἢ Πανὶ ὅμοιον, ὄρη τε καὶ σκοπιὰς
30ὁμοιοῦν ζῳοῖς, οἷον [τῆς] αὐτῆς ὁ ἐν Λήμνῳ δράκων καὶ ὁ ἐν Κρήτῃ λέων καὶ ἡ βούκρανος ἡ πρὸς Χίῳ, ἀγαλματοποιούσης τε κατὰ τὸν νόμον καὶ τὰς νεφέ‐ λας ἐς εἴδη ζῴων ἀγούσης· βλέψαντι γοῦν ἐς αὐτὰς
λύκοις τε ὁμοιοῦνται καὶ παρδάλεσι καὶ κενταύροις259
35καὶ ἅρμασι, καὶ οὐδὲ ὁ κύκλος τῆς σελήνης ἄσημος, ἀλλὰ κἀκείνῳ τι ἐντετύπωται πρόσωπον οἷον γραφῆς ἀρρήτου· ἐμοὶ δὲ νόμος καὶ φύσις οὐ μόνον οὐκ ἐναντίω φαίνεσθον, ἀλλὰ καὶ ξυγγενεστάτω καὶ ὁμοίω καὶ διήκοντε ἀλλήλοιν· νόμος τε γὰρ παριτη‐
40τέος ἐς φύσιν καὶ φύσις ἐς νόμον καὶ καλοῦμεν αὐτοῖν τὸ μὲν ἀρχήν, τὸ δ’ ἑπόμενον, κεκληρώσθω δὲ ἀρ‐ χὴν μὲν φύσις, νόμος δὲ τὸ ἕπεσθαι, οὔτε γὰρ ἂν νόμος ἐτειχοποίησεν ἢ ὑπὲρ τείχους ὥπλισεν, εἰ μὴ φύσις ἔδωκεν ἀνθρώπῳ χεῖρας, οὔτ’ ἂν ἡ φύσις (τι)
45τῶν ἐνεργούντων ἔδειξεν, εἰ μὴ τέχναι ἐνομίσθησαν, ἔδωκέ τε φύσις μὲν νόμῳ θάλατταν αἰθέρα ἄστρα, νόμος δὲ αὖ φύσει γεωργίαν ναυτιλίαν ἀστρονομίαν καὶ ὀνόματα κεῖσθαι ταῖς ὥραις, ἄργυρόν τε καὶ χρυσὸν καὶ ἀδάμαντα καὶ μάργαρον καὶ τὰ ὧδε

2

.

2

(50)

σπανιστὰ φύσις μὲν εὗρε, νόμος δ’ ἐτίμησε. περιω‐ πήσαις δ’ ἂν καὶ τὰ ἀνθρώπου ὁμοίως ἔχοντα· φύσις μὲν ἔννουν δημιουργεῖ τὸν ἄνθρωπον καὶ λογικὸν καὶ εὐφυᾶ πάντα, νόμος δὲ παιδεύει καὶ ὁπλίζει καὶ ὑποδεῖ καὶ ἀμφιέννυσιν, ἐπειδὴ γυμνὸς αὐτῷ παρὰ
55τῆς φύσεως πέμπεται, προτίθησι δὲ ὁ νόμος καὶ ἀρετῆς ἆθλα ἀνθρώποις, οἷον τιμῶν τὴν φύσιν. καὶ μὴ τὸν νόμον ἀφαιρώμεθα τὸν τοῦ ἀθανάτου λόγον, καὶ γὰρ εἰ καὶ φθαρτὰ ἐργάζεται, ἀλλ’ ἀθάνατά γε αὐτὰ ποιεῖ, ὄνομα δὲ αὐτῷ τέχνη. ἠπείρου δὲ ἀπορ‐
60ραγεῖσα νῆσος καὶ νήσῳ ξυμβαλοῦσα ἤπειρος καὶ Πηνειὸς Ὀλύμπου διεκπεσὼν οὐ φύσεως ταῦτα οὐδὲ νόμου ἔργα· ἔστι τι ἀμφοῖν μέσον, ὃ καλεῖται συμ‐ βεβηκός, ὑφ’ οὗ ὁ νόμος ὁμοιοῦται φύσει καὶ φύσις
μεταβάλλει ἐς νόμον.260