TLG 0638 005 :: Flavius PHILOSTRATUS :: Nero Flavius PHILOSTRATUS Soph. Nero Citation: Olearius page — (line) | ||
636(t) | ΦΙΛΟΣΤΡΑΤΟΥ ΝΕΡΩΝ. | |
1 | ΜΕΝ. Ἡ ὀρυχὴ τοῦ Ἰσθμοῦ καὶ σοί, Μουσώνιε, διὰ χειρός, ὥς φασι, γεγονυῖα τῷ τυράννῳ νοῦν εἶχεν Ἕλληνα. ΜΟΥΣ. Ἴσθι, ὦ Μενέκρατες, καὶ βελτίω ἐντε‐ | |
---|---|---|
5 | θυμῆσθαι Νέρωνα· τὰς γὰρ περιβολὰς τῆς Πελοπον‐ νήσου τὰς ὑπὲρ Μαλέαν ξυνῄρει τοῖς θαλαττουμέ‐ νοις εἴκοσι σταδίων τοῦ Ἰσθμοῦ ῥήγματι· τοῦτο δ’ ἂν καὶ τὰς ἐμπορίας ὤνησε καὶ τὰς ἐπὶ θαλάττῃ πόλεις καὶ τὰς ἐν τῇ μεσογείᾳ, καὶ γὰρ δὴ κἀκεί‐ | |
10 | ναις ἀποχρῶν ὁ οἴκοι καρπός, ἢν τὰ ἐπιθαλάττια εὖ πράττῃ. | |
637 | ΜΕΝ. Ταῦτα δὴ διέξελθε, Μουσώνιε, βουλο‐ μένοις ἡμῖν ἀκροάσασθαι πᾶσιν, εἰ μή τι σπουδάσαι διανοῇ ἕτερον. ΜΟΥΣ. Δίειμι βουλομένοις, οὐ γὰρ οἶδ’, ὅ τι | |
5 | χαριζοίμην ἂν μᾶλλον τοῖς γε ἀφιγμένοις ἐς ἀηδὲς οὕτω φροντιστήριον ἐπὶ τῷ σπουδάζειν· Νέρωνα τοίνυν ἐς Ἀχαίαν ᾠδαὶ ἦγον καὶ τὸ σφόδρα ἑαυτὸν πεπεικέναι μηδ’ ἂν τὰς Μούσας ἀναβάλλεσθαι ἥδιον, ἐβούλετο δὲ καὶ τὰ Ὀλύμπια τὸν γυμνικώτατον τῶν | |
10 | ἀγώνων στεφανοῦσθαι ᾄδων. τὰ γὰρ Πύθια, τού‐ των μὲν ἑαυτῷ μετεῖναι μᾶλλον ἢ τῷ Ἀπόλλωνι, | |
μηδὲ γὰρ ἂν μηδ’ ἐκεῖνον ἐναντίαν αὑτῷ κιθάραν τε καὶ ᾠδὴν θέσθαι. ὁ δ’ Ἰσθμὸς οὐ τῶν ἄποθεν αὐτῷ βεβουλευμένων, ἀλλ’ ἐντυχὼν τῇ φύσει τοῦ | 220 | |
15 | τόπου μεγαλουργίας ἠράσθη τόν τε βασιλέα τῶν ἐπὶ τὴν Τροίαν ποτὲ Ἀχαιῶν ἐνθυμηθείς, ὡς τὴν Εὔ‐ βοιαν τῆς Βοιωτίας ἀπέτεμεν Εὐρίπῳ τῷ περὶ τὴν Χαλκίδα, ἔτι γε μὴν καὶ τὸν Δαρεῖον, ὡς ὁ Βόσπο‐ ρος ἐγεφυρώθη αὐτῷ ἐπὶ τοὺς Σκύθας, τὰ δὲ Ξέρ‐ | |
20 | ξου καὶ πρὸ τούτων ἴσως ἐνενόησε μέγιστα τῶν | |
638 | μεγαλουργιῶν ὄντα, καὶ πρὸς τούτοις τῷ δι’ ὀλίγου ἀλλήλοις ἐπιμῖξαι πάντας ἡγήσατο τὴν Ἑλλάδα λαμ‐ πρῶς ἑστιᾶσθαι τοῖς ἔξωθεν· αἱ γὰρ τύραννοι φύσεις μεθύουσι μέν, ψαύουσι δέ πη ..... καὶ ἀκοῦσαι | |
5 | τοῦτο φθέγμα. προελθὼν δὲ τῆς σκηνῆς ὕμνον μὲν Ἀμφιτρίτης τε καὶ Ποσειδῶνος ᾖσε καὶ ᾆσμα οὐ μέγα Μελικέρτῃ τε καὶ Λευκοθέᾳ, ὀρέξαντος δ’ αὐτῷ χρυσῆν δίκελλαν τοῦ τὴν Ἑλλάδα ἐπιτροπεύ‐ σαντος ἐπὶ τὴν ὀρυχὴν ᾖξε κροτούμενός τε καὶ ᾀδό‐ | |
10 | μενος καὶ καθικόμενος τῆς γῆς τρίς, οἶμαι, τοῖς τε τὴν ἀρχὴν πεπιστευμένοις παρακελευσάμενος ξυν‐ τόνως ἅπτεσθαι τοῦ ἔργου ἀνῄει ἐς τὴν Κόρινθον τὰ Ἡρακλέους δοκῶν ὑπερβεβλῆσθαι πάντα. οἱ μὲν δὴ ἐκ τῶν δεσμωτηρίων τὰ πετρώδη τε καὶ δύσεργα | |
15 | ἐξεπόνουν, ἡ στρατιὰ δὲ τὰ γεώδη τε καὶ ἐπίπεδα· ἑβδόμην δέ που καὶ πέμπτην ἡμέραν προσεζευγμέ‐ νων ἡμῶν τῷ Ἰσθμῷ κατέβη τις ἐκ Κορίνθου λόγος οὔπω σαφὴς ὡς δὴ τοῦ Νέρωνος μετεγνωκότος τὴν τομήν. ἔφασαν δὲ τοὺς Αἰγυπτίους γεωμετροῦντας | |
20 | τῆς ἑκατέρας θαλάττης τὰς φύσεις οὐκ ἰσοπέδοις αὐταῖς ἐντυχεῖν, ἀλλ’ ὑψηλοτέραν ἡγουμένους τὴν ἐκ τοῦ Λεχαίου περὶ τῇ Αἰγίνῃ δεδοικέναι, πελά‐ γους γὰρ τοσούτου νήσῳ ἐπιχυθέντος κἂν ὑποβρύ‐ | |
χιον ἀπενεχθῆναι τὴν Αἴγιναν. Νέρωνα δὲ τῆς μὲν | 221 | |
25 | τοῦ Ἰσθμοῦ τομῆς οὐδ’ ἂν Θαλῆς μετέστησεν ὁ σοφώτατός τε καὶ φυσικώτατος, τοῦ γὰρ τεμεῖν αὐτὸν ἤρα μᾶλλον ἢ τοῦ δημοσίᾳ ᾄδειν, ἡ δὲ τῶν ἑσπερίων ἐθνῶν κίνησις καὶ ὁ ὕπατος ὁ τῶν ἐκείνῃ νῦν ἁπτό‐ μενος, ὄνομα δὲ αὐτῷ Βίνδιξ, ἀπήγαγεν Ἑλλάδος τε | |
30 | καὶ τοῦ Ἰσθμοῦ Νέρωνα ψυχρῶς γεωμετρήσαντα· τὰς γὰρ θαλάττας ἰσογαίους τε καὶ ἰσοπέδους οἶδα. φασὶ δὲ αὐτῷ καὶ τὰ ἐπὶ τῆς Ῥώμης ὀλισθάνειν ἤδη καὶ ὑποδιδόναι. τουτὶ καὶ αὐτοὶ χθὲς ἠκούσατε τοῦ προσπλεύσαντος χιλιάρχου. | |
640 | ΜΕΝ. Ἡ φωνὴ δέ, Μουσώνιε, δι’ ἣν μουσο‐ μανεῖ καὶ τῶν Ὀλυμπιάδων τε καὶ Πυθιάδων ἐρᾷ, πῶς ἔχει τῷ τυράννῳ; τῶν γὰρ Λήμνῳ προσπλεόν‐ των οἱ μὲν ἐθαύμαζον, οἱ δὲ κατεγέλων. | |
5 | ΜΟΥΣ. Ἀλλ’ ἐκεῖνός γε, ὦ Μενέκρατες, οὔτε θαυμασίως ἔχει τοῦ φθέγματος, οὔτ’ αὖ γελοίως, ἡ γὰρ φύσις αὐτὸν ἀμέμπτως τε καὶ μέσως ἥρμοκε· φθέγγεται δὲ κοῖλον μὲν φύσει καὶ βαρὺ ἐγκειμένης αὐτῷ τῆς φάρυγγος, μέλη δ’ οὕτω κατεσκευασμένης | |
10 | βομβώδη πως (ἠχεῖ), οἱ δέ γε τόνοι τῶν φθόγγων ἐπιλεαίνουσι τοῦτο, ἐπεὶ μὴ θαρρεῖ μὲν δὴ ἑαυτῷ, χρωμάτων δὲ φιλανθρωπίᾳ καὶ μελοποιίᾳ εὐαγώγῳ [μὲν δὴ] καὶ κιθαρῳδίᾳ εὐσταλεῖ καὶ τῷ, οὗ καιρός, βαδίσαι καὶ στῆναι καὶ μεταστῆναι καὶ τὸ νεῦμα | |
15 | ἐξομοιῶσαι τοῖς μέλεσιν αἰσχύνην ἔχοντος μόνου τοῦ βασιλέα δοκεῖν ἀκριβοῦν ταῦτα. εἰ δὲ μιμοῖτο τοὺς κρείττονας, φεῦ γέλωτος, ὡς πολὺς τῶν θεωμένων ἐκπίπτει καίτοι μυρίων φόβων ἐπηρτημένων, εἴ τις ἐπ’ αὐτῷ γελῶν εἴη, νεύει μὲν γὰρ τοῦ μετρίου πλέον | |
20 | ξυνάγων τὸ πνεῦμα, ἐπ’ ἄκρων δὲ διίσταται τῶν | |
641 | ποδῶν ἀνακλώμενος, ὥσπερ οἱ ἐπὶ τοῦ τροχοῦ, φύσει | |
δ’ ἐρυθρὸς ὢν ἐρευθεῖ μᾶλλον πιμπραμένου αὐτῷ τοῦ προσώπου, τὸ δὲ πνεῦμα ὀλίγον καὶ οὐκ ἀπο‐ χρῶν που δή. | 222 | |
5 | ΜΕΝ. Οἱ δ’ ἐν ἀγῶνι πρὸς αὐτὸν πῶς ὑφίεν‐ ται, ὦ Μουσώνιε; τέχνῃ γάρ που χαρίζονται. ΜΟΥΣ. Τέχνῃ μέν, ὥσπερ οἱ ὑποπαλαίοντες· ἀλλ’ ἐνθυμήθητι, ὦ Μενέκρατες, τὸν τῆς τραγῳδίας ὑποκριτήν, ὡς Ἰσθμοῖ ἀπέθανεν· εἰσὶ γὰρ κίνδυνοι | |
10 | καὶ περὶ τὰς τέχνας, ἢν ἐπιτείνωσιν οἱ τεχνάζοντες. ΜΕΝ. Καὶ τί τοῦτο, Μουσώνιε; σφόδρα γὰρ ἀνήκοος τοῦ λόγου. ΜΟΥΣ. Ἄκουε δὴ λόγου ἀτόπου μέν, ἐν ὀφθαλ‐ μοῖς δὲ Ἑλλήνων πεπραγμένου· Ἰσθμοῖ γὰρ νόμου | |
15 | κειμένου μήτε κωμῳδίαν ἀγωνίζεσθαι μήτε τραγῳ‐ δίαν ἐδόκει Νέρωνι τραγῳδοὺς νικᾶν, καὶ παρῆλθον ἐς τὴν ἀγωνίαν ταύτην πλείους μέν, ὁ δ’ Ἠπειρώτης ἄριστα φωνῆς ἔχων, εὐδοκιμῶν δ’ ἐπ’ αὐτῇ καὶ θαυμαζόμενος λαμπροτέρᾳ τοῦ εἰωθότος ἐπλάττετο | |
642 | καὶ τοῦ στεφάνου ἐρᾶν καὶ μηδ’ ἀνήσειν πρότερον ἢ δέκα τάλαντα δοῦναί οἱ Νέρωνα ὑπὲρ τῆς νίκης, ὁ δ’ ἠγρίαινέ τε καὶ μανικῶς εἶχε, καὶ γὰρ δὴ καὶ ἠκροᾶτο ὑπὸ τῇ σκηνῇ ἐπ’ αὐτῷ δὴ τἀγῶνι, βοών‐ | |
5 | των τε τῶν Ἑλλήνων ἐπὶ τῷ Ἠπειρώτῃ πέμπει τὸν γραμματέα κελεύων ὑφεῖναι ἑαυτῷ τοῦτον, τοῦ δὲ ὑπεραίροντος τὸ φθέγμα καὶ δημοτικῶς ἐρίζοντος ἐσπέμπει Νέρων ἐπ’ ὀκριβάντων τοὺς ἑαυτοῦ ὑπο‐ κριτὰς οἷον προσήκοντάς τι τῷ πράγματι, καὶ γὰρ δὴ | |
10 | καὶ δέλτους ἐλεφαντίνας (ἔχοντες καὶ) διθύρους .... προβεβλημένοι αὐτάς, ὥσπερ ἐγχειρίδια καὶ τὸν Ἠπειρώτην ἀναστήσαντες πρὸς τὸν ἀγχοῦ κίονα κα‐ τέαξαν αὐτοῦ τὴν φάρυγγα παίοντες ὀρθαῖς ταῖς δέλτοις. | |
15 | ΜΕΝ. Τραγῳδίαν δὲ ἐνίκα, Μουσώνιε, μιαρὸν οὕτω πάθος ἐν ὀφθαλμοῖς τῶν Ἑλλήνων ἐργα‐ σάμενος; ΜΟΥΣ. Παιδιὰ ταῦτα νεανίᾳ τῷ μητροκτονή‐ σαντι· εἰ δὲ τραγῳδίας ὑποκριτὴν ἀπέκτεινεν ἐκτε‐ | 223 |
20 | μὼν αὐτοῦ τὸ φθέγμα, τί χρὴ θαυμάζειν; καὶ γὰρ δὴ καὶ τὸ Πυθικὸν στόμιον, παρ’ οὗ αἱ ὀμφαὶ ἀνέπνεον, ἀποφράττειν ὥρμησεν, ὡς μηδὲ τῷ Ἀπόλ‐ λωνι φωνὴ εἴη, καίτοι τοῦ Πυθίου καταλέξαντος | |
643 | αὐτὸν ἐς τοὺς Ὀρέστας τε καὶ Ἀλκμαίωνας, οἷς τὸ μητροκτονῆσαι καὶ λόγον τινὰ εὐκλείας ἔδωκεν, ἐπειδὴ πατράσιν ἐτιμώρησαν, ὁ δὲ μηδαμῶς εἰπεῖν ἔχων, ὅτῳ ἐτιμώρησεν, ὑβρίσθαι ὑπὸ τοῦ θεοῦ ᾤετο | |
5 | πρᾳότερα τῶν ἀληθῶν ἀκούων. ἀλλὰ μεταξὺ λόγων, τίς ἡ προσιοῦσα ναῦς; ὡς ἐπάγειν τι ἀγαθὸν ἔοικεν ἐστεφάνωνται γὰρ τὰς κεφαλάς, ὥσπερ χορὸς εὔφη‐ μος, καί τις ἐκ τῆς πρῴρας προτείνει τὴν χεῖρα παρακελευόμενος ἡμῖν θαρρεῖν τε καὶ χαίρειν βοᾷ τε, | |
10 | εἰ μὴ παρακούω, Νέρωνα οἴχεσθαι. ΜΕΝ. Βοᾷ γάρ, Μουσώνιε, καὶ σαφέστερόν γε, ὅσῳ τῆς γῆς ἅπτεται· εὖ γε, ὦ θεοί. ΜΟΥΣ. Ἀλλὰ μὴ ἐπευχώμεθα· ἐπὶ γὰρ τοῖς | |
κειμένοις οὔ φασι δεῖν. | 224 |