TLG 0638 003 :: Flavius PHILOSTRATUS :: Vitae sophistarum

Flavius PHILOSTRATUS Soph.
(Lemnius: A.D. 2–3)

Vitae sophistarum

Source: Kayser, C.L. (ed.), Flavii Philostrati opera, vol. 2. Leipzig: Teubner, 1871 (repr. Hildesheim: Olms, 1964): 1–127.

Citation: Chapter — Olearius page — (line)

VS
.

t

1

ΦΙΛΟΣΤΡΑΤΟΥ ΒΙΟΙ ΣΟΦΙΣΤΩΝ.
VS
.

pref

479

(t1)

ΤΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ΥΠΑΤΩΙ ΑΝΤΩΝΙΩΙ ΓΟΡΔΙΑΝΩΙ
t2ΦΛΑΥΙΟΣ ΦΙΛΟΣΤΡΑΤΟΣ.
1 Τοὺς φιλοσοφήσαντας ἐν δόξῃ τοῦ σοφιστεῦσαι καὶ τοὺς οὕτω κυρίως προσρηθέντας σοφιστὰς ἐς δύο βιβλία ἀνέγραψά σοι, γιγνώσκων μέν, ὅτι καὶ γένος ἐστί σοι πρὸς τὴν τέχνην ἐς Ἡρώδην τὸν
5σοφιστὴν ἀναφέροντι, μεμνημένος δὲ καὶ τῶν κατὰ τὴν Ἀντιόχειαν σπουδασθέντων ποτὲ ἡμῖν ὑπὲρ σοφιστῶν ἐν τῷ τοῦ Δαφναίου ἱερῷ. πατέρας δὲ οὐ προσέγραψα, μὰ Δία, οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀπ’ εὐδοκίμων· οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν
VS
.

pref

480

οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῷ πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρῳ ποταμὸν εἶναι. καὶ ἄλλως οὐκ εὐτυ‐ χὲς τῷ βουλομένῳ πολλὰ εἰδέναι πατέρα μὲν τοῦ
5δεῖνος ἐξεπίστασθαι καὶ μητέρα, τὰς δὲ περὶ αὐτὸν ἀρετάς τε καὶ κακίας οὐ γιγνώσκειν, μηδ’ ὅ τι κατώρ‐ θωσέ τε οὗτος καὶ ἐσφάλη ἢ τύχῃ ἢ γνώμῃ. τὸ δὲ φρόντισμα τοῦτο, ἄριστε ἀνθυπάτων, καὶ τὰ ἄχθη σοι κουφιεῖ τῆς γνώμης, ὥσπερ ὁ κρατὴρ τῆς Ἑλένης
10τοῖς Αἰγυπτίοις φαρμάκοις. ἔρρωσο Μουσηγέτα.1
VS
.

1

.

480

Τὴν ἀρχαίαν σοφιστικὴν ῥητορικὴν ἡγεῖσθαι χρὴ φιλοσοφοῦσαν· διαλέγεται μὲν γὰρ ὑπὲρ ὧν οἱ φιλοσοφοῦντες, ἃ δὲ ἐκεῖνοι τὰς ἐρωτήσεις ὑποκα‐ θήμενοι καὶ τὰ σμικρὰ τῶν ζητουμένων προβιβάζον‐
5τες οὔπω φασὶ γιγνώσκειν, ταῦτα ὁ παλαιὸς σοφιστὴς ὡς εἰδὼς λέγει. προοίμια γοῦν ποιεῖται τῶν λόγων τὸ „οἶδα“ καὶ τὸ „γιγνώσκω“ καὶ „πάλαι διέσκεμμαι“ καὶ „βέβαιον ἀνθρώπῳ οὐδέν“. ἡ δὲ τοιαύτη ἰδέα τῶν προοιμίων εὐγένειάν τε
10προηχεῖ τῶν λόγων καὶ φρόνημα καὶ κατάληψιν
VS
.

1

.

481

σαφῆ τοῦ ὄντος. ἥρμοσται δὲ ἡ μὲν τῇ ἀνθρωπίνῃ μαντικῇ, ἣν Αἰγύπτιοί τε καὶ Χαλδαῖοι καὶ πρὸ τούτων Ἰνδοὶ ξυνέθεσαν, μυρίοις ἀστέρων στοχαζό‐ μενοι τοῦ ὄντος, ἡ δὲ τῇ θεσπιῳδῷ τε καὶ χρηστη‐
5ριώδει· καὶ γὰρ δὴ καὶ τοῦ Πυθίου ἐστὶν ἀκούειν „οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσησ“ καὶ
„τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύσ“ καὶ
10
„Νέρων Ὀρέστης Ἀλκμαίων μητροκτόνοι“ καὶ πολλὰ τοιαῦτα, ὥσπερ σοφιστοῦ, λέγοντος. Ἡ μὲν δὴ ἀρχαία σοφιστικὴ καὶ τὰ φιλοσοφού‐ μενα ὑποτιθεμένη διῄει αὐτὰ ἀποτάδην καὶ ἐς μῆκος, διελέγετο μὲν γὰρ περὶ ἀνδρείας, διελέγετο δὲ περὶ
15δικαιότητος, ἡρώων τε πέρι καὶ θεῶν καὶ ὅπη ἀπε‐ σχημάτισται ἡ ἰδέα τοῦ κόσμου. ἡ δὲ μετ’ ἐκείνην, ἣν οὐχὶ νέαν, ἀρχαία γάρ, δευτέραν δὲ μᾶλλον προσρητέον, τοὺς πένητας ὑπετυπώσατο καὶ τοὺς
πλουσίους καὶ τοὺς ἀριστέας καὶ τοὺς τυράννους καὶ2
20τὰς ἐς ὄνομα ὑποθέσεις, ἐφ’ ἃς ἡ ἱστορία ἄγει. ἦρξε δὲ τῆς μὲν ἀρχαιοτέρας Γοργίας ὁ Λεοντῖνος ἐν Θετταλοῖς, τῆς δὲ δευτέρας Αἰσχίνης ὁ Ἀτρομήτου τῶν μὲν Ἀθήνησι πολιτικῶν ἐκπεσών, Καρίᾳ δὲ ἐνομιλήσας καὶ Ῥόδῳ, καὶ μετεχειρίζοντο τὰς ὑποθέ‐
25σεις οἱ μὲν [ἀπὸ Αἰσχίνου] κατὰ τέχνην, οἱ δὲ ἀπὸ Γοργίου κατὰ τὸ δόξαν.
VS
.

1

.

482

Σχεδίων δὲ πηγὰς λόγων οἱ μὲν ἐκ Περικλέους ῥυῆναι πρώτου φασίν, ὅθεν καὶ μέγας ὁ Περικλῆς ἐνομίσθη τὴν γλῶτταν, οἱ δὲ ἀπὸ τοῦ Βυζαντίου Πύθωνος, ὃν Δημοσθένης μόνος Ἀθηναίων ἀνασχεῖν
5φησι θρασυνόμενον καὶ πολὺν ῥέοντα, οἱ δὲ Αἰσχίνου φασὶ τὸ σχεδιάζειν εὕρημα, τοῦτον γὰρ πλεύσαντα ἐκ Ῥόδου παρὰ τὸν Κᾶρα Μαύσωλον σχεδίῳ αὐτὸν λόγῳ ἧσαι. ἐμοὶ δὲ πλεῖστα μὲν ἀνθρώπων Αἰσχίνης δοκεῖ σχεδιάσαι πρεσβεύων τε καὶ ἀποπρεσβεύων συνη‐
10γορῶν τε καὶ δημηγορῶν, καταλιπεῖν δὲ μόνους τοὺς συγγεγραμμένους τῶν λόγων, ἵνα τῶν Δημοσθένους φροντισμάτων μὴ πολλῷ λείποιτο, σχεδίου δὲ λόγου Γοργίας ἄρξαι—παρελθὼν γὰρ οὗτος ἐς τὸ Ἀθη‐ ναίων θέατρον ἐθάρρησεν εἰπεῖν „προβάλλετε“ καὶ
15τὸ κινδύνευμα τοῦτο πρῶτος ἀνεφθέγξατο, ἐνδει‐ κνύμενος δήπου πάντα μὲν εἰδέναι, περὶ παντὸς δ’ ἂν εἰπεῖν ἐφιεὶς τῷ καιρῷ—τοῦτο δ’ ἐπελθεῖν τῷ Γοργίᾳ διὰ τόδε· Προδίκῳ τῷ Κείῳ συνεγέγραπτό τις οὐκ ἀηδὴς λόγος· ἡ ἀρετὴ καὶ ἡ κακία φοιτῶσαι
20παρὰ τὸν Ἡρακλέα ἐν εἴδει γυναικῶν, ἐσταλμέναι ἡ μὲν ἀπατηλῷ τε καὶ ποικίλῳ, ἡ δὲ ὡς ἔτυχεν, καὶ προτείνουσαι τῷ Ἡρακλεῖ νέῳ ἔτι ἡ μὲν ἀργίαν καὶ τρυφήν, ἡ δὲ αὐχμὸν καὶ πόνους· καὶ τοῦ ἐπὶ πᾶσι διὰ πλειόνων συντεθέντος, τοῦ λόγου ἔμμισθον ἐπί‐
VS
.

1

.

483

δειξιν ἐποιεῖτο Πρόδικος περιφοιτῶν τὰ ἄστη καὶ θέλγων αὐτὰ τὸν Ὀρφέως τε καὶ Θαμύρου τρόπον, ἐφ’ οἷς μεγάλων μὲν ἠξιοῦτο παρὰ Θηβαίοις, πλειό‐ νων δὲ παρὰ Λακεδαιμονίοις, ὡς ἐς τὸ συμφέρον τῶν3
5νέων ἀναδιδάσκων ταῦτα· ὁ δὴ Γοργίας ἐπισκώπτων τὸν Πρόδικον, ὡς ἕωλά τε καὶ πολλάκις εἰρημένα ἀγορεύοντα, ἐπαφῆκεν ἑαυτὸν τῷ καιρῷ. οὐ μὴν φθόνου γε ἥμαρτεν· ἦν γάρ τις Χαιρεφῶν Ἀθήνησιν, οὐχ ὃν ἡ κωμῳδία πύξινον ἐκάλει, ἐκεῖνος μὲν γὰρ ὑπὸ
10φροντισμάτων ἐνόσει τὸ αἷμα, ὃν δὲ νυνὶ λέγω, ὕβριν ἤσκει καὶ ἀναιδῶς ἐτώθαζεν. οὗτος ὁ Χαιρεφῶν τὴν σπουδὴν τοῦ Γοργίου διαμασώμενος „διὰ τί“ ἔφη „ὦ Γοργία, οἱ κύαμοι τὴν μὲν γαστέρα φυσῶσι, τὸ δὲ πῦρ οὐ φυσῶσιν;“ ὁ δὲ οὐδὲν ταραχθεὶς ὑπὸ τοῦ
15ἐρωτήματος „τουτὶ μὲν“ ἔφη „σοὶ καταλείπω σκοπεῖν, ἐγὼ δὲ ἐκεῖνο πάλαι οἶδα, ὅτι ἡ γῆ τοὺς νάρθηκας ἐπὶ τοὺς τοιούτους φύει.“ Δεινότητα δὲ οἱ Ἀθηναῖοι περὶ τοὺς σοφιστὰς ὁρῶντες ἐξεῖργον αὐτοὺς τῶν δικαστηρίων, ὡς ἀδίκῳ
20λόγῳ τοῦ δικαίου κρατοῦντας καὶ ἰσχύοντας παρὰ τὸ εὐθύ, ὅθεν Αἰσχίνης καὶ Δημοσθένης προὔφερον μὲν αὐτὸ ἀλλήλοις, οὐχ ὡς ὄνειδος δέ, ἀλλὰ ὡς διαβεβλημένον τοῖς δικάζουσιν, ἰδίᾳ γὰρ ἠξίουν ἀπ’ αὐτοῦ θαυμάζεσθαι. καὶ Δημοσθένης μέν, εἰ πιστέα
25Αἰσχίνῃ, πρὸς τοὺς γνωρίμους ἐκόμπαζεν, ὡς τὴν τῶν δικαστῶν ψῆφον πρὸς τὸ δοκοῦν ἑαυτῷ μετα‐
VS
.

1

.

484

γαγών, Αἰσχίνης δὲ οὐκ ἄν μοι δοκεῖ πρεσβεῦσαι παρὰ Ῥοδίοις, ἃ μήπω ἐγίγνωσκον, εἰ μὴ καὶ Ἀθήνη‐ σιν αὐτὰ ἐσπουδάκει. Σοφιστὰς δὲ οἱ παλαιοὶ ἐπωνόμαζον οὐ μόνον
5τῶν ῥητόρων τοὺς ὑπερφωνοῦντάς τε καὶ λαμπρούς,
ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ξὺν εὐροίᾳ ἑρμηνεύον‐ τας, ὑπὲρ ὧν ἀνάγκη προτέρων λέγειν, ἐπειδὴ οὐκ ὄντες σοφισταί, δοκοῦντες δὲ παρῆλθον ἐς τὴν ἐπω‐ νυμίαν ταύτην.4
10 αʹ. Εὔδοξος μὲν γὰρ ὁ Κνίδιος τοὺς ἐν Ἀκα‐ δημίᾳ λόγους ἱκανῶς ἐκφροντίσας ὅμως ἐνεγράφη τοῖς σοφισταῖς ἐπὶ τῷ κόσμῳ τῆς ἀπαγγελίας καὶ τῷ σχεδιάζειν εὖ, καὶ ἠξιοῦτο τῆς τῶν σοφιστῶν
15ἐπωνυμίας καθ’ Ἑλλήσποντον καὶ Προποντίδα κατά τε Μέμφιν καὶ τὴν ὑπὲρ Μέμφιν Αἴγυπτον, ἣν Αἰθιοπία τε ὁρίζει καὶ τῶν ἐκείνῃ σοφῶν οἱ Γυμνοί.
VS
.

1

.

485

βʹ. Λέων δὲ ὁ Βυζάντιος νέος μὲν ὢν ἐφοίτα Πλάτωνι, ἐς δὲ ἄνδρας ἥκων σοφιστὴς προσερρήθη πολυειδῶς ἔχων τοῦ λόγου καὶ πιθανῶς τῶν ἀπο‐ κρίσεων. Φιλίππῳ μὲν γὰρ στρατεύοντι ἐπὶ Βυ‐
5ζαντίους προαπαντήσας „εἰπέ μοι, ὦ Φίλιππε,“ ἔφη „τί παθὼν πολέμου ἄρχεις;“ τοῦ δὲ εἰπόντος „ἡ πατρὶς ἡ σὴ καλλίστη πόλεων οὖσα ὑπηγάγετό με ἐρᾶν αὐτῆς καὶ διὰ τοῦτο ἐπὶ θύρας τῶν ἐμαυτοῦ παιδικῶν ἥκω“ ὑπολαβὼν ὁ Λέων „οὐ φοιτῶσιν“
10ἔφη „μετὰ ξιφῶν ἐπὶ τὰς τῶν παιδικῶν θύρας οἱ ἄξιοι τοῦ ἀντερᾶσθαι, οὐ γὰρ πολεμικῶν ὀργάνων, ἀλλὰ μουσικῶν οἱ ἐρῶντες δέονται“. καὶ ἠλευθέρου τὸ Βυζάντιον Δημοσθένους μὲν πολλὰ πρὸς Ἀθηναίους εἰπόντος, Λέοντος δὲ ὀλίγα πρὸς αὐτὸν Φίλιππον.
15καὶ πρεσβεύων δὲ παρ’ Ἀθηναίους οὗτος ὁ Λέων ἐστασίαζε μὲν πολὺν ἤδη χρόνον ἡ πόλις καὶ παρὰ τὰ ἤθη ἐπολιτεύετο, παρελθὼν δ’ ἐς τὴν ἐκκλησίαν προσέβαλεν αὐτοῖς ἀθρόον γέλωτα ἐπὶ τῷ εἴδει,
ἐπειδὴ πίων ἐφαίνετο καὶ περιττὸς τὴν γαστέρα,5
20ταραχθεὶς δὲ οὐδὲν ὑπὸ τοῦ γέλωτος „τί“, ἔφη „ὦ Ἀθηναῖοι, γελᾶτε; ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερομένους δὲ οὐδὲ ἡ οἰκία“, καὶ ἐς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος
25ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος σοφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. γʹ. Δίας δὲ ὁ Ἐφέσιος τὸ μὲν πεῖσμα τῆς ἑαυτοῦ φιλοσοφίας ἐξ Ἀκαδημίας ἐβέβλητο, σοφιστὴς δὲ ἐνομίσθη διὰ τόδε· τὸν Φίλιππον ὁρῶν χαλεπὸν
30ὄντα τοῖς Ἕλλησιν ἐπὶ τὴν Ἀσίαν στρατεύειν ἔπεισε,
VS
.

1

.

486

καὶ πρὸς τοὺς Ἕλληνας διεξῆλθε λέγων, ὡς δέον ἀκολουθεῖν στρατεύοντι, καλὸν γὰρ εἶναι καὶ τὸ ἔξω δουλεύειν ἐπὶ τῷ οἴκοι ἐλευθεροῦσθαι. δʹ. Καὶ Καρνεάδης δὲ ὁ Ἀθηναῖος ἐν σοφι‐
5σταῖς ἐγράφετο, φιλοσόφως μὲν γὰρ κατεσκεύαστο τὴν γνώμην, τὴν δὲ ἰσχὺν τῶν λόγων ἐς τὴν ἄγαν ἤλαυνε δεινότητα. εʹ. Οἶδα καὶ Φιλόστρατον τὸν Αἰγύπτιον Κλεοπάτρᾳ μὲν συμφιλοσοφοῦντα τῇ βασιλίδι, σο‐
10φιστὴν δὲ προσρηθέντα, ἐπειδὴ λόγου ἰδέαν πανη‐ γυρικὴν ἥρμοστο καὶ ποικίλην, γυναικὶ ξυνών, ᾗ καὶ αὐτὸ τὸ φιλολογεῖν τρυφὴν εἶχεν, ὅθεν καὶ παρῴ‐ δουν τινὲς ἐπ’ αὐτῷ τόδε τὸ ἐλεγεῖον·
πανσόφου ὀργὴν ἴσχε Φιλοστράτου, ὃς Κλεοπάτρᾳ
15
νῦν προσομιλήσας τοῖος ἰδεῖν πέφαται. ϛʹ. Καὶ Θεόμνηστον δὲ τὸν Ναυκρατίτην ἐπιδήλως φιλοσοφήσαντα ἡ περιβολὴ τῶν λόγων ἐς τοὺς σοφιστὰς ἀπήνεγκεν. ζʹ. Δίωνα δὲ τὸν Προυσαῖον οὐκ οἶδ’ ὅ τι χρὴ
VS
.

1

.

487

προσειπεῖν διὰ τὴν ἐς πάντα ἀρετήν, Ἀμαλθείας γὰρ
κέρας ἦν, τὸ τοῦ λόγου, ξυγκείμενος μὲν τῶν ἄριστα εἰρημένων τοῦ ἀρίστου, βλέπων δὲ πρὸς τὴν Δημο‐ σθένους ἠχὼ καὶ Πλάτωνος, ᾗ, καθάπερ αἱ μαγάδες6
5τοῖς ὀργάνοις, προσηχεῖ ὁ Δίων τὸ ἑαυτοῦ ἴδιον ξὺν ἀφελείᾳ ἐπεστραμμένῃ. ἀρίστη δὲ ἐν τοῖς Δίωνος λόγοις καὶ ἡ τοῦ ἤθους κρᾶσις· ὑβριζούσαις τε γὰρ πόλεσι πλεῖστα ἐπιπλήξας οὐ φιλολοίδορος, οὐδὲ ἀηδὴς ἔδοξεν, ἀλλ’ οἷον ἵππων ὕβριν χαλινῷ καταρ‐
10τύων μᾶλλον ἢ μάστιγι, πόλεών τε εὐνομουμένων ἐς ἐπαίνους καταστὰς οὐκ ἐπαίρειν αὐτὰς ἔδοξεν, ἀλλ’ ἐπιστρέφειν μᾶλλον ὡς ἀπολουμένας, εἰ μετα‐ βάλοιντο. ἦν δὲ αὐτῷ καὶ τὸ τῆς ἄλλης φιλοσοφίας ἦθος οὐ κοινὸν οὐδὲ εἰρωνικόν, ἀλλὰ ἐμβριθῶς
15μὲν ἐγκείμενον, κεχρωσμένον δέ, οἷον ἡδύσματι, τῇ πρᾳότητι. ὡς δὲ καὶ ἱστορίαν ἱκανὸς ἦν ξυγγράφειν, δηλοῖ τὰ Γετικά, καὶ γὰρ δὴ καὶ ἐς Γέτας ἦλθεν, ὁπότε ἠλᾶτο. τὸν δὲ Εὐβοέα καὶ τὸν τοῦ ψιττακοῦ ἔπαινον καὶ ὁπόσα οὐχ ὑπὲρ μεγάλων ἐσπούδασται
20τῷ Δίωνι, μὴ μικρὰ ἡγώμεθα, ἀλλὰ σοφιστικά, σο‐ φιστοῦ γὰρ τὸ καὶ ὑπὲρ τοιούτων σπουδάζειν. Γενόμενος δὲ κατὰ τοὺς χρόνους, οὓς Ἀπολλώ‐
VS
.

1

.

488

νιός τε ὁ Τυανεὺς καὶ Εὐφράτης ὁ Τύριος ἐφιλοσό‐ φουν, ἀμφοτέροις ἐπιτηδείως εἶχε καίτοι διαφερομέ‐ νοις πρὸς ἀλλήλους ἔξω τοῦ φιλοσοφίας ἤθους. τὴν δὲ ἐς τὰ Γετικὰ ἔθνη πάροδον τοῦ ἀνδρὸς φυγὴν
5μὲν οὐκ ἀξιῶ ὀνομάζειν, ἐπεὶ μὴ προσετάχθη αὐτῷ φυγεῖν, οὐδὲ ἀποδημίαν, ἐπειδὴ τοῦ φανεροῦ ἐξέστη κλέπτων ἑαυτὸν ὀφθαλμῶν τε καὶ ὤτων καὶ ἄλλα ἐν ἄλλῃ γῇ πράττων δέει τῶν κατὰ τὴν πόλιν τυραν‐ νίδων, ὑφ’ ὧν ἠλαύνετο φιλοσοφία πᾶσα. φυτεύων
10δὲ καὶ σκάπτων καὶ ἐπαντλῶν βαλανείοις τε καὶ κήποις καὶ πολλὰ τοιαῦτα ὑπὲρ τροφῆς ἐργαζόμενος
οὐδὲ τοῦ σπουδάζειν ἠμέλει, ἀλλ’ ἀπὸ δυοῖν βιβλίοιν ἑαυτὸν ξυνεῖχεν· ταυτὶ δὲ ἦν ὅ τε Φαίδων ὁ τοῦ Πλάτωνος καὶ Δημοσθένους ὁ κατὰ τῆς πρεσβείας.7
15θαμίζων δὲ ἐς τὰ στρατόπεδα, ἐν οἷσπερ εἰώθει τρύχεσθαι, καὶ τοὺς στρατιώτας ὁρῶν ἐς νεώτερα ὁρμῶντας ἐπὶ Δομετιανῷ ἀπεσφαγμένῳ οὐκ ἐφείσατο ἀταξίαν ἰδὼν ἐκραγεῖσαν, ἀλλὰ γυμνὸς ἀναπηδήσας ἐπὶ βωμὸν ὑψηλὸν ἤρξατο τοῦ λόγου ὧδε·
20
„αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,“ καὶ εἰπὼν ταῦτα καὶ δηλώσας ἑαυτόν, ὅτι μὴ πτωχός, μηδὲ ὃν ᾤοντο, Δίων δὲ εἴη ὁ σοφός, ἐπὶ μὲν τὴν κατηγορίαν τοῦ τυράννου πολὺς ἔπνευσεν, τοὺς δὲ στρατιώτας ἐδίδαξεν ἀμείνω φρονεῖν τὰ δοκοῦντα
25Ῥωμαίοις πράττοντας. καὶ γὰρ ἡ πειθὼ τοῦ ἀνδρὸς οἵα καταθέλξαι καὶ τοὺς μὴ τὰ Ἑλλήνων ἀκριβοῦν‐ τας· Τραιανὸς γοῦν ὁ αὐτοκράτωρ ἀναθέμενος αὐτὸν ἐπὶ τῆς Ῥώμης ἐς τὴν χρυσῆν ἅμαξαν, ἐφ’ ἧς οἱ βασιλεῖς τὰς ἐκ τῶν πολέμων πομπὰς πομ‐
30πεύουσιν, ἔλεγε θαμὰ ἐπιστρεφόμενος ἐς τὸν Δίωνα „τί μὲν λέγεις, οὐκ οἶδα, φιλῶ δέ σε ὡς ἐμαυτόν“. Σοφιστικώτατοι δὲ τοῦ Δίωνος αἱ τῶν λόγων εἰκόνες, ἐν αἷς εἰ καὶ πολύς, ἀλλὰ καὶ ἐναργὴς καὶ τοῖς ὑποκειμένοις ὅμοιος.
VS
.

1

.

489

ηʹ. Ὁμοίως καὶ Φαβωρῖνον τὸν φιλόσοφον ἡ εὐγλωττία ἐν σοφισταῖς ἐκήρυττεν. ἦν μὲν γὰρ τῶν ἑσπερίων Γαλατῶν οὗτος, Ἀρελάτου πόλεως, ἣ ἐπὶ Ἠριδανῷ ποταμῷ ᾤκισται, διφυὴς δὲ ἐτέχθη καὶ
5ἀνδρόθηλυς, καὶ τοῦτο ἐδηλοῦτο μὲν καὶ παρὰ τοῦ εἴδους, ἀγενείως γὰρ τοῦ προσώπου καὶ γηράσκων εἶχεν, ἐδηλοῦτο δὲ καὶ τῷ φθέγματι, ὀξυηχὲς γὰρ ἠκούετο καὶ λεπτὸν καὶ ἐπίτονον, ὥσπερ ἡ φύσις τοὺς εὐνούχους ἥρμοκεν. θερμὸς δὲ οὕτω τις ἦν τὰ
10ἐρωτικά, ὡς καὶ μοιχοῦ λαβεῖν αἰτίαν ἐξ ἀνδρὸς ὑπάτου. διαφορᾶς δὲ αὐτῷ πρὸς Ἀδριανὸν βασιλέα γενομένης οὐδὲν ἔπαθεν. ὅθεν ὡς παράδοξα ἐπε‐ χρησμῴδει τῷ ἑαυτοῦ βίῳ τρία ταῦτα· Γαλάτης ὢν ἑλληνίζειν, εὐνοῦχος ὢν μοιχείας κρίνεσθαι,8
15βασιλεῖ διαφέρεσθαι καὶ ζῆν. τουτὶ δὲ Ἀδριανοῦ ἔπαινος εἴη ἂν μᾶλλον, εἰ βασιλεὺς ὢν ἀπὸ τοῦ ἴσου διεφέρετο πρὸς ὃν ἐξῆν ἀποκτεῖναι. βασιλεὺς δὲ κρείττων,
„ὅτε χώσεται ἀνδρὶ χέρηι,“
20ἢν ὀργῆς κρατῇ, καὶ
„θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,“ ἢν λογισμῷ κολάζηται. βέλτιον δὲ ταῦτα ταῖς τῶν ποιητῶν δόξαις προσγράφειν τοὺς εὖ τιθεμένους τὰ τῶν βασιλέων ἤθη.
VS
.

1

.

490

Ἀρχιερεὺς δὲ ἀναρρηθεὶς ἐς τὰ οἴκοι πάτρια ἐφῆκε μὲν κατὰ τοὺς ὑπὲρ τῶν τοιούτων νόμους, ὡς ἀφειμένος τοῦ λειτουργεῖν, ἐπειδὴ ἐφιλοσόφει, τὸν δὲ αὐτοκράτορα ὁρῶν ἐναντίαν ἑαυτῷ θέσθαι διανο‐
5ούμενον, ὡς μὴ φιλοσοφοῦντι, ὑπετέμετο αὐτὸν ὧδε· „ἐνύπνιόν μοι,“ ἔφη „ὦ βασιλεῦ, γέγονεν, ὃ καὶ πρὸς σὲ χρὴ εἰρῆσθαι· ἐπιστὰς γάρ μοι Δίων ὁ διδάσκαλος ἐνουθέτει με ὑπὲρ τῆς δίκης λέγων, ὅτι μὴ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ ταῖς πατρίσι γεγόναμεν·
10ὑποδέχομαι δή, ὦ βασιλεῦ, τὴν λειτουργίαν καὶ τῷ διδασκάλῳ πείθομαι.“ ταῦτα ὁ μὲν αὐτοκράτωρ δια‐ τριβὴν ἐπεποίητο, καὶ διῆγε τὰς βασιλείους φροντίδας ἀπονεύων ἐς σοφιστάς τε καὶ φιλοσόφους, Ἀθηναίοις δὲ δεινὰ ἐφαίνετο καὶ συνδραμόντες αὐτοὶ μάλιστα
15οἱ ἐν τέλει Ἀθηναῖοι χαλκῆν εἰκόνα κατέβαλον τοῦ ἀνδρὸς ὡς πολεμιωτάτου τῷ αὐτοκράτορι· ὁ δέ, ὡς ἤκουσεν, οὐδὲν σχετλιάσας οὐδὲ ἀγριάνας ὑπὲρ ὧν
ὕβριστο „ὤνητ’ ἂν“ ἔφη „καὶ Σωκράτης εἰκόνα χαλκῆν ὑπ’ Ἀθηναίων ἀφαιρεθεὶς μᾶλλον ἢ πιὼν9
20κώνειον.“ Ἐπιτηδειότατος μὲν οὖν Ἡρώδῃ τῷ σοφιστῇ ἐγέ‐ νετο διδάσκαλόν τε ἡγουμένῳ καὶ πατέρα καὶ πρὸς αὐτὸν γράφοντι „πότε σε ἴδω καὶ πότε σου περιλείξω τὸ στόμα;“ ὅθεν καὶ τελευτῶν κληρο‐
25νόμον Ἡρώδην ἀπέφηνε τῶν τε βιβλίων, ὁπόσα ἐκέκτητο, καὶ τῆς ἐπὶ τῇ Ῥώμῃ οἰκίας καὶ τοῦ Αὐτο‐ ληκύθου. ἦν δὲ οὗτος Ἰνδὸς μὲν καὶ ἱκανῶς μέλας, ἄθυρμα δὲ Ἡρώδου τε καὶ Φαβωρίνου, ξυμπίνοντας γὰρ αὐτοὺς διῆγεν ἐγκαταμιγνὺς Ἰνδικοῖς Ἀττικὰ
30καὶ πεπλανημένῃ τῇ γλώττῃ βαρβαρίζων. Ἡ δὲ γενομένη πρὸς τὸν Πολέμωνα τῷ Φαβωρίνῳ διαφορὰ ἤρξατο μὲν ἐν Ἰωνίᾳ προσθεμένων αὐτῷ τῶν Ἐφεσίων, ἐπεὶ τὸν Πολέμωνα ἡ Σμύρνα ἐθαύ‐ μαζεν, ἐπέδωκε δὲ ἐν τῇ Ῥώμῃ, ὕπατοι γὰρ καὶ
35παῖδες ὑπάτων οἱ μὲν τὸν ἐπαινοῦντες, οἱ δὲ τόν, ἦρξαν αὐτοῖς φιλοτιμίας, ἣ πολὺν ἐκκαίει φθόνον καὶ σοφοῖς ἀνδράσιν. συγγνωστοὶ μὲν οὖν τῆς
VS
.

1

.

491

φιλοτιμίας, τῆς ἀνθρωπείας φύσεως τὸ φιλότιμον ἀγήρων ἡγουμένης, μεμπτέοι δὲ τῶν λόγων, οὓς ἐπ’ ἀλλήλους ξυνέθεσαν, ἀσελγὴς γὰρ λοιδορία, κἂν ἀληθὴς τύχῃ, οὐκ ἀφίησιν αἰσχύνης οὐδὲ τὸν ὑπὲρ
5τοιούτων εἰπόντα. τοῖς μὲν οὖν σοφιστὴν τὸν Φα‐ βωρῖνον καλοῦσιν ἀπέχρη ἐς ἀπόδειξιν καὶ αὐτὸ τὸ διενεχθῆναι αὐτὸν σοφιστῇ, τὸ γὰρ φιλότιμον, οὗ ἐμνήσθην, ἐπὶ τοὺς ἀντιτέχνους φοιτᾷ. Ἥρμοσται δὲ τὴν γλῶτταν ἀνειμένως μέν, σοφῶς
10δὲ καὶ ποτίμως. ἐλέγετο δὲ σὺν εὐροίᾳ σχεδιάσαι. τὰ μὲν δὴ ἐς Πρόξενον μήτ’ ἂν ἐνθυμηθῆναι τὸν Φαβωρῖνον μήτ’ ἂν ξυνθεῖναι, ἀλλ’ εἶναι αὐτὰ μει‐
ρακίου φρόντισμα μεθύοντος, μᾶλλον δὲ ἐμοῦντος, τὸν δὲ ἐπὶ τῷ ἀώρῳ καὶ τὸν ὑπὲρ τῶν μονομάχων10
15καὶ τὸν ὑπὲρ τῶν βαλανείων γνησίους τε ἀποφαι‐ νόμεθα καὶ εὖ ξυγκειμένους, καὶ πολλῷ μᾶλλον τοὺς φιλοσοφουμένους αὐτῷ τῶν λόγων, ὧν ἄριστοι οἱ Πυρρώνειοι· τοὺς γὰρ Πυρρωνείους ἐφεκτικοὺς ὄντας οὐκ ἀφαιρεῖται καὶ τὸ δικάζειν δύνασθαι.
20 Διαλεγομένου δὲ αὐτοῦ κατὰ τὴν Ῥώμην μεστὰ ἦν σπουδῆς πάντα, καὶ γὰρ δὴ καὶ ὅσοι τῆς Ἑλλήνων φωνῆς ἀξύνετοι ἦσαν, οὐδὲ τούτοις ἀφ’ ἡδονῆς ἡ ἀκρόασις ἦν, ἀλλὰ κἀκείνους ἔθελγε τῇ τε ἠχῇ τοῦ φθέγματος καὶ τῷ σημαίνοντι τοῦ βλέμματος καὶ τῷ
VS
.

1

.

492

ῥυθμῷ τῆς γλώττης. ἔθελγε δὲ αὐτοὺς τοῦ λόγου καὶ τὸ ἐπὶ πᾶσιν, ὃ ἐκεῖνοι μὲν ᾠδὴν ἐκάλουν, ἐγὼ δὲ φιλοτιμίαν, ἐπειδὴ τοῖς ἀποδεδειγμένοις ἐφυμνεῖ‐ ται. Δίωνος μὲν οὖν ἀκοῦσαι λέγεται, τοσοῦτον δὲ
5ἀφέστηκεν, ὅσον οἱ μὴ ἀκούσαντες. Τοσαῦτα μὲν ὑπὲρ τῶν φιλοσοφησάντων ἐν δόξῃ τοῦ σοφιστεῦσαι. οἱ δὲ κυρίως προσρηθέντες σοφι‐ σταὶ ἐγένοντο οἵδε· θʹ. Σικελία Γοργίαν ἐν Λεοντίνοις ἤνεγκεν,
10ἐς ὃν ἀναφέρειν ἡγώμεθα τὴν τῶν σοφιστῶν τέχνην, ὥσπερ ἐς πατέρα· εἰ γὰρ τὸν Αἰσχύλον ἐνθυμη‐ θείημεν, ὡς πολλὰ τῇ τραγῳδίᾳ ξυνεβάλετο ἐσθῆτί τε αὐτὴν κατασκευάσας καὶ ὀκρίβαντι ὑψηλῷ καὶ ἡρώων εἴδεσιν ἀγγέλοις τε καὶ ἐξαγγέλοις καὶ οἷς
15ἐπὶ σκηνῆς τε καὶ ὑπὸ σκηνῆς χρὴ πράττειν, τοῦτο ἂν εἴη καὶ ὁ Γοργίας τοῖς ὁμοτέχνοις. ὁρμῆς τε γὰρ τοῖς σοφισταῖς ἦρξε καὶ παραδοξολογίας καὶ πνεύ‐ ματος καὶ τοῦ τὰ μεγάλα μεγάλως ἑρμηνεύειν, ἀποστάσεών τε καὶ προσβολῶν, ὑφ’ ὧν ὁ λόγος ἡδίων
20ἑαυτοῦ γίγνεται καὶ σοβαρώτερος, περιεβάλλετο δὲ
καὶ ποιητικὰ ὀνόματα ὑπὲρ κόσμου καὶ σεμνότητος. ὡς μὲν οὖν καὶ ῥᾷστα ἀπεσχεδίαζεν, εἴρηταί μοι κατὰ ἀρχὰς τοῦ λόγου, διαλεχθεὶς δὲ Ἀθήνησιν ἤδη γηράσκων εἰ μὲν ὑπὸ τῶν πολλῶν ἐθαυμάσθη, οὔπω11
25θαῦμα, ὁ δέ, οἶμαι, καὶ τοὺς ἐλλογιμωτάτους ἀνηρ‐
VS
.

1

.

493

τήσατο, Κριτίαν μὲν καὶ Ἀλκιβιάδην νέω ὄντε, Θουκυδίδην δὲ καὶ Περικλέα ἤδη γηράσκοντε. καὶ Ἀγάθων δὲ ὁ τῆς τραγῳδίας ποιητής, ὃν ἡ κωμῳδία σοφόν τε καὶ καλλιεπῆ οἶδε, πολλαχοῦ τῶν ἰάμβων
5γοργιάζει. Ἐμπρέπων δὲ καὶ ταῖς τῶν Ἑλλήνων πανηγύρεσι τὸν μὲν λόγον τὸν Πυθικὸν ἀπὸ τοῦ βωμοῦ ἤχησεν, ἐφ’ οὗ καὶ χρυσοῦς ἀνετέθη, ἐν τῷ τοῦ Πυθίου ἱερῷ, ὁ δὲ Ὀλυμπικὸς λόγος ὑπὲρ τοῦ μεγίστου
10αὐτῷ ἐπολιτεύθη. στασιάζουσαν γὰρ τὴν Ἑλλάδα ὁρῶν ὁμονοίας ξύμβουλος αὐτοῖς ἐγένετο τρέπων ἐπὶ τοὺς βαρβάρους καὶ πείθων ἆθλα ποιεῖσθαι τῶν ὅπλων μὴ τὰς ἀλλήλων πόλεις, ἀλλὰ τὴν τῶν βαρβάρων χώ‐ ραν. ὁ δὲ ἐπιτάφιος, ὃν διῆλθεν Ἀθήνησιν, εἴρηται μὲν
15ἐπὶ τοῖς ἐκ τῶν πολέμων, [πεσοῦσιν] οὓς Ἀθηναῖοι δημοσίᾳ ξὺν ἐπαίνοις ἔθαψαν, σοφίᾳ δὲ ὑπερβαλ‐ λούσῃ ξύγκειται· παροξύνων τε γὰρ τοὺς Ἀθηναίους ἐπὶ Μήδους τε καὶ Πέρσας καὶ τὸν αὐτὸν νοῦν τῷ Ὀλυμπικῷ ἀγωνιζόμενος ὑπὲρ ὁμονοίας μὲν τῆς πρὸς
20τοὺς Ἕλληνας οὐδὲν διῆλθεν, ἐπειδὴ πρὸς Ἀθηναίους ἦν ἀρχῆς ἐρῶντας, ἣν οὐκ ἦν κτήσασθαι μὴ τὸ
VS
.

1

.

494

δραστήριον αἱρουμένους, ἐνδιέτριψε δὲ τοῖς τῶν Μηδικῶν τροπαίων ἐπαίνοις, ἐνδεικνύμενος αὐτοῖς, ὅτι τὰ μὲν κατὰ τῶν βαρβάρων τρόπαια ὕμνους ἀπαιτεῖ, τὰ δὲ κατὰ τῶν Ἑλλήνων θρήνους.
5 Λέγεται δὲ ὁ Γοργίας ἐς ὀκτὼ καὶ ἑκατὸν ἐλάσας ἔτη μὴ καταλυθῆναι τὸ σῶμα ὑπὸ τοῦ γήρως, ἀλλ’
ἄρτιος καταβιῶναι καὶ τὰς αἰσθήσεις ἡβῶν. ιʹ. Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε12
10δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν. πατὴρ γὰρ ἦν αὐτῷ Μαίανδρος πλούτῳ κατεσκευασμένος παρὰ πολλοὺς τῶν ἐν τῇ Θρᾴκῃ, δεξάμενος δὲ καὶ τὸν Ξέρξην οἰκίᾳ τε καὶ δώροις τὴν ξυνουσίαν τῶν μάγων τῷ παιδὶ παρ’
15αὐτοῦ εὕρετο. οὐ γὰρ παιδεύουσι τοὺς μὴ Πέρσας Πέρσαι μάγοι, ἢν μὴ ὁ βασιλεὺς ἐφῇ. τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσὶ θεοί, εἴτε οὐκ εἰσί, δοκεῖ μοι Πρωταγόρας ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομῆ‐ σαι· μάγοι γὰρ ἐπιθειάζουσι μὲν οἷς ἀφανῶς δρῶσι,
20τὴν δὲ ἐκ φανεροῦ δόξαν τοῦ θείου καταλύουσιν οὐ βουλόμενοι δοκεῖν παρ’ αὐτοῦ δύνασθαι. διὰ μὲν δὴ τοῦτο πάσης γῆς ὑπὸ Ἀθηναίων ἠλάθη, ὡς μέν τινες, κριθείς, ὡς δὲ ἐνίοις δοκεῖ, ψήφου ἐπενεχθείσης μὴ κριθέντι. νήσους δὲ ἐξ ἠπείρων ἀμείβων καὶ τὰς
25Ἀθηναίων τριήρεις φυλαττόμενος πάσαις θαλάτταις ἐνεσπαρμένας κατέδυ πλέων ἐν ἀκατίῳ μικρῷ. Τὸ δὲ μισθοῦ διαλέγεσθαι πρῶτος εὗρε, πρῶτος δὲ παρέδωκεν Ἕλλησι πρᾶγμα οὐ μεμπτόν, ἃ γὰρ σὺν δαπάνῃ σπουδάζομεν, μᾶλλον ἀσπαζόμεθα τῶν
30προῖκα. γνοὺς δὲ τὸν Πρωταγόραν ὁ Πλάτων σεμνῶς μὲν ἑρμηνεύοντα, ἐνυπτιάζοντα δὲ τῇ σεμνότητι καί
VS
.

1

.

495

που καὶ μακρολογώτερον τοῦ συμμέτρου, τὴν ἰδέαν αὐτοῦ μύθῳ μακρῷ ἐχαρακτήρισεν. ιαʹ. Ἱππίας δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν μνημο‐ νικὸν οὕτω τι καὶ γηράσκων ἔρρωτο, ὡς καὶ πεντήκοντα
5ὀνομάτων ἀπούσας ἅπαξ ἀπομνημονεύειν αὐτὰ καθ’ ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις γεωμε‐ τρίαν ἀστρονομίαν μουσικὴν ῥυθμούς, διελέγετο δὲ
καὶ περὶ ζωγραφίας καὶ περὶ ἀγαλματοποιίας. ταῦτα ἑτέρωθι, ἐν Λακεδαίμονι δὲ γένη τε διῄει πόλεων13
10καὶ ἀποικίας καὶ ἔργα, ἐπειδὴ οἱ Λακεδαιμόνιοι διὰ τὸ βούλεσθαι ἄρχειν τῇ ἰδέᾳ ταύτῃ ἔχαιρον. ἔστιν δὲ αὐτῷ καὶ Τρωικὸς διάλογος, οὐ λόγος· ὁ Νέστωρ ἐν Τροίᾳ ἁλούσῃ ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλ‐ λέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι.
15πλεῖστα δὲ Ἑλλήνων πρεσβεύσας ὑπὲρ τῆς Ἤλιδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξαν δημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖς ἐνεγράφη πόλεων μικρῶν τε καὶ μειζόνων. παρῆλθε καὶ ἐς τὴν Ἰνυκὸν ὑπὲρ χρημάτων, τὸ δὲ
20πολίχνιον τοῦτο Σικελικοί εἰσιν, οὓς ὁ Πλάτων [τῷ Γοργίᾳ] ἐπισκώπτει. εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον
VS
.

1

.

496

χρόνον ἔθελγε τὴν Ἑλλάδα ἐν Ὀλυμπίᾳ λόγοις ποικί‐ λοις καὶ πεφροντισμένοις εὖ. ἑρμήνευε δὲ οὐκ ἐλλι‐ πῶς, ἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα κατα‐ φεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα.
5 ιβʹ. Προδίκου δὲ τοῦ Κείου ὄνομα τοσοῦτον ἐπὶ σοφίᾳ ἐγένετο, ὡς καὶ τὸν Γρύλλου [Ξενοφῶντα] ἐν Βοιωτοῖς δεθέντα ἀκροᾶσθαι διαλεγομένου, καθι‐ στάντα ἐγγυητὴν τοῦ σώματος. πρεσβεύων δὲ παρὰ Ἀθηναίους παρελθὼν ἐς τὸ βουλευτήριον ἱκανώτατος
10ἔδοξεν ἀνθρώπων, καίτοι δυσήκοον καὶ βαρὺ φθεγ‐ γόμενος. ἀνίχνευε δὲ οὗτος τοὺς εὐπατρίδας τῶν νέων καὶ τοὺς ἐκ τῶν βαθέων οἴκων, ὡς καὶ προξέ‐ νους ἐκτῆσθαι ταύτης τῆς θήρας, χρημάτων τε γὰρ ἥττων ἐτύγχανε καὶ ἡδοναῖς ἐδεδώκει. τὴν δὲ Ἡρα‐
15κλέους αἵρεσιν τὸν τοῦ Προδίκου λόγον οὗ κατ’ ἀρχὰς ἐπεμνήσθην, οὐδὲ Ξενοφῶν ἀπηξίωσε μὴ οὐχὶ ἑρμηνεῦσαι. καὶ τί ἂν χαρακτηρίζοιμεν τὴν τοῦ Προδίκου γλῶτταν, Ξενοφῶντος αὐτὴν ἱκανῶς ὑπο‐
γράφοντος;14
VS
.

1

.

497

ιγʹ. Πῶλον δὲ τὸν Ἀκραγαντῖνον Γοργίας σοφιστὴν ἐξεμελέτησε πολλῶν, ὥς φασι, χρημάτων, καὶ γὰρ δὴ καὶ τῶν πλουτούντων ὁ Πῶλος. εἰσὶ δέ, οἵ φασι καὶ τὰ πάρισα καὶ τὰ ἀντίθετα καὶ τὰ ὁμοιο‐
5τέλευτα Πῶλον εὑρηκέναι πρῶτον, οὐκ ὀρθῶς λέγον‐ τες, τῇ γὰρ τοιᾷδε ἀγλαίᾳ τοῦ λόγου Πῶλος εὑρη‐ μένῃ κατεχρήσατο, ὅθεν ὁ Πλάτων διαπτύων αὐτὸν ἐπὶ τῇ φιλοτιμίᾳ ταύτῃ φησίν· „ὦ λῷστε Πῶλε, ἵνα σε προσείπω κατὰ σέ.“
10 ιδʹ. Οἱ δὲ καὶ Θρασύμαχον τὸν Καλχηδόνιον ἐν σοφισταῖς γράφοντες δοκοῦσί μοι παρακούειν Πλάτωνος ταὐτὸν εἶναι λέοντα ξυρεῖν καὶ συκοφαν‐ τεῖν Θρασύμαχον· δικογραφίαν γὰρ αὐτῷ προφέ‐ ροντός ἐστί που ταῦτα καὶ τὸ ἐν δικαστηρίοις συκο‐
15φαντοῦντα τρίβεσθαι.
VS
.

1

.

498

ιεʹ. Ἀντιφῶντα δὲ τὸν Ῥαμνούσιον οὐκ οἶδ’, εἴτε χρηστὸν δεῖ προσειπεῖν, εἴτε φαῦλον. χρηστὸς μὲν γὰρ προσειρήσθω διὰ τάδε· ἐστρατήγησε πλεῖστα, ἐνίκησε πλεῖστα, ἑξήκοντα τριήρεσι πεπληρωμέναις
5ηὔξησεν Ἀθηναίοις τὸ ναυτικόν, ἱκανώτατος ἀνθρώ‐ πων ἔδοξεν εἰπεῖν τε καὶ γνῶναι· διὰ μὲν δὴ ταῦτα ἐμοί τε ἐπαινετέος καὶ ἑτέρῳ. κακὸς δ’ ἂν εἰκότως διὰ τάδε φαίνοιτο· κατέλυσε τὴν δημοκρατίαν, ἐδού‐ λωσε τὸν Ἀθηναίων δῆμον, ἐλακώνισε κατ’ ἀρχὰς
10μὲν ἀφανῶς, ὕστερον δ’ ἐπιδήλως, τυράννων τετρα‐ κοσίων δῆμον ἐπαφῆκε τοῖς Ἀθηναίων πράγμασιν. Ῥητορικὴν δὲ τὸν Ἀντιφῶντα οἱ μὲν οὐκ οὖσαν εὑρεῖν, οἱ δ’ εὑρημένην αὐξῆσαι, γενέσθαι τε αὐτὸν οἱ μὲν αὐτομαθῶς σοφόν, οἱ δὲ ἐκ πατρός. πατέρα γὰρ
15εἶναι δὴ αὐτῷ Σώφιλον διδάσκαλον ῥητορικῶν λόγων, ὃς ἄλλους τε τῶν ἐν δυνάμει καὶ τὸν τοῦ Κλεινίου
ἐπαίδευσεν. πιθανώτατος δὲ ὁ Ἀντιφῶν γενόμενος καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῷ περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν15
20οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης.
VS
.

1

.

499

καθάπτεται δὲ ἡ κωμῳδία τοῦ Ἀντιφῶντος ὡς δεινοῦ τὰ δικανικὰ καὶ λόγους κατὰ τοῦ δικαίου ξυγκειμέ‐ νους ἀποδιδομένου πολλῶν χρημάτων αὐτοῖς μάλιστα τοῖς κινδυνεύουσιν. τουτὶ ὁποίαν ἔχει φύσιν, ἐγὼ
5δηλώσω· ἄνθρωποι κατὰ μὲν τὰς ἄλλας ἐπιστήμας καὶ τέχνας τιμῶσι τοὺς ἐν ἑκάστῃ αὐτῶν προὔχοντας καὶ θαυμάζουσι τῶν ἰατρῶν τοὺς μᾶλλον παρὰ τοὺς ἧττον, θαυμάζουσι δ’ ἐν μαντικῇ καὶ μουσικῇ τὸν σοφώτερον, τὴν αὐτὴν καὶ περὶ τεκτονικῆς καὶ πασῶν
10βαναύσων τιθέμενοι ψῆφον, ῥητορικὴν δὲ ἐπαινοῦσι μέν, ὑποπτεύουσι δὲ ὡς πανοῦργον καὶ φιλοχρήμα‐ τον καὶ κατὰ τοῦ δικαίου ξυγκειμένην. γιγνώσκουσι δ’ οὕτω περὶ τῆς τέχνης οὐχ οἱ πολλοὶ μᾶλλον, ἀλλὰ καὶ τῶν σπουδαίων οἱ ἐλλογιμώτατοι· καλοῦσι γοῦν
15δεινοὺς ῥήτορας τοὺς ἱκανῶς μὲν συνιέντας, ἱκανῶς δὲ ἑρμηνεύοντας, οὐκ εὔφημον ἐπωνυμίαν τιθέμενοι τῷ πλεονεκτήματι. τούτου δὲ φύσιν τοιαύτην ἔχον‐ τος οὐκ ἀπεικὸς ἦν, οἶμαι, γενέσθαι καὶ τὸν Ἀντι‐ φῶντα κωμῳδίας λόγον αὐτὰ μάλιστα κωμῳδούσης
20τὰ λόγου ἄξια. Ἀπέθανε μὲν οὖν περὶ Σικελίαν ὑπὸ Διονυσίου τοῦ τυράννου, τὰς δ’ αἰτίας, ἐφ’ αἷς ἀπέθανεν, Ἀντιφῶντι μᾶλλον ἢ Διονυσίῳ προσγράφομεν· διε‐ φαύλιζε γὰρ τὰς τοῦ Διονυσίου τραγῳδίας, ἐφ’ αἷς
25ὁ Διονύσιος ἐφρόνει μεῖζον ἢ ἐπὶ τῷ τυραννεύειν,
VS
.

1

.

500

σπουδάζοντος δὲ τοῦ τυράννου περὶ εὐγενείας χαλ‐ κοῦ καὶ ἐρομένου τοὺς παρόντας, τίς ἤπειρος ἢ νῆσος, ἣ τὸν ἄριστον χαλκὸν φύει, παρατυχὼν ὁ Ἀντιφῶν
τῷ λόγῳ „ἐγὼ ἄριστον“ ἔφη „οἶδα τὸν Ἀθήνησιν, οὗ16
5γεγόνασιν Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες.“ ἐπὶ μὲν δὴ τούτοις ἀπέθανεν, ὡς ὑφέρπων τὸν Διο‐ νύσιον καὶ τρέπων ἐπ’ αὐτὸν τοὺς Σικελιώτας. ἥμαρτε δὲ ὁ Ἀντιφῶν πρῶτον μὲν τυράννῳ προσ‐ κρούων, ὑφ’ ᾧ ζῆν ᾕρητο μᾶλλον ἢ οἴκοι δημο‐
10κρατεῖσθαι, ἔπειτα Σικελιώτας μὲν ἐλευθερῶν, Ἀθη‐ ναίους δὲ δουλούμενος. καὶ μὴν καὶ τοῦ τραγῳδίαν ποιεῖν ἀπάγων τὸν Διονύσιον ἀπῆγεν αὐτὸν τοῦ ῥᾳθυμεῖν, αἱ γὰρ τοιαίδε σπουδαὶ ῥᾴθυμοι, καὶ οἱ τύραννοι δὲ αἱρετώτεροι τοῖς ἀρχομένοις ἀνειμένοι
15μᾶλλον ἢ ξυντείνοντες, εἰ γὰρ ἀνήσουσιν, ἧττον μὲν ἀποκτενοῦσιν, ἧττον δὲ δράξονταί τε καὶ ἁρπάσονται, τύραννος δὲ τραγῳδίαις ἐπιτιθέμενος ἰατρῷ εἰκάσθω νοσοῦντι μέν, ἑαυτὸν δὲ θεραπεύοντι· αἱ γὰρ μυθο‐ ποιίαι καὶ αἱ μονῳδίαι καὶ οἱ ῥυθμοὶ τῶν χορῶν
20καὶ ἡ τῶν ἠθῶν μίμησις, ὧν ἀνάγκη τὰ πλείω χρηστὰ φαίνεσθαι, μεταβάλλει τοὺς τυράννους τοῦ ἀπαραι‐ τήτου καὶ σφοδροῦ, καθάπερ αἱ φαρμακοποσίαι τὰς νόσους. ταῦτα μὴ κατηγορίαν Ἀντιφῶντος, ἀλλὰ ξυμβουλίαν ἐς πάντας ἡγώμεθα τοῦ μὴ ἐκκαλεῖσθαι
25τὰς τυραννίδας, μηδὲ ἐς ὀργὴν ἄγειν ἤθη ὠμά. Λόγοι δ’ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτερος δὲ ὁ ὑπὲρ τῆς ὁμονοίας, ἐν ᾧ γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσο‐
30φοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.
VS
.

1

.

501

ιϛʹ. Κριτίας δὲ ὁ σοφιστὴς εἰ μὲν κατέλυσε τὸν Ἀθηναίων δῆμον, οὔπω κακός—καταλυθείη γὰρ ἂν καὶ ὑφ’ ἑαυτοῦ δῆμος οὕτω τι ἐπηρμένος,
ὡς μηδὲ τῶν κατὰ νόμους ἀρχόντων ἀκροᾶσθαι—17
5ἀλλ’ ἐπεὶ λαμπρῶς μὲν ἐλακώνισε, προὐδίδου δὲ τὰ ἱερά, καθῄρει δὲ διὰ Λυσάνδρου τὰ τείχη, οὓς δ’ ἤλαυνε τῶν Ἀθηναίων τὸ στῆναί ποι τῆς Ἑλλάδος ἀφῃρεῖτο πόλεμον Λακωνικὸν ἀνειπὼν ἐς πάντας, εἴ τις τὸν Ἀθηναῖον φεύγοντα δέξοιτο, ὠμότητι δὲ
10καὶ μιαιφονίᾳ τοὺς τριάκοντα ὑπερεβάλλετο βουλεύ‐ ματός τε ἀτόπου τοῖς Λακεδαιμονίοις ξυνελάμβανεν, ὡς μηλόβοτος ἡ Ἀττικὴ ἀποφανθείη τῆς τῶν ἀνθρώ‐ πων ἀγέλης ἐκκενωθεῖσα, κάκιστος ἀνθρώπων ἔμοιγε φαίνεται ξυμπάντων, ὧν ἐπὶ κακίᾳ ὄνομα. καὶ εἰ
15μὲν ἀπαίδευτος ὢν ἐς τάδε ὑπήχθη, ἔρρωτο ἂν ὁ λόγος τοῖς φάσκουσιν ὑπὸ Θετταλίας καὶ τῆς ἐκείνῃ ὁμιλίας παρεφθορέναι αὐτόν, τὰ γὰρ ἀπαίδευτα ἤθη εὐπαράγωγα πάντως ἐς βίου αἵρεσιν· ἐπεὶ δὲ ἄριστα μὲν ἦν πεπαιδευμένος, γνώμας δὲ πλείστας ἑρμη‐
20νεύων, ἐς Δρωπίδην δ’ ἀναφέρων, ὃς μετὰ Σόλωνα Ἀθηναίοις ἦρξεν, οὐκ ἂν διαφύγοι παρὰ τοῖς πολλοῖς αἰτίαν τὸ μὴ οὐ κακίᾳ φύσεως ἁμαρτεῖν ταῦτα. καὶ γὰρ αὖ κἀκεῖνο ἄτοπον Σωκράτει μὲν τῷ Σωφρο‐ νίσκου μὴ ὁμοιωθῆναι αὐτόν, ᾧ πλεῖστα δὴ συνε‐
25φιλοσόφησε σοφωτάτῳ τε καὶ δικαιοτάτῳ τῶν ἐφ’ ἑαυτοῦ δόξαντι, Θετταλοῖς δ’ ὁμοιωθῆναι, παρ’ οἷς ἀγερωχία καὶ ἄκρατος καὶ τυραννικὰ ἐν οἴνῳ σπου‐ δάζεται. ἀλλ’ ὅμως οὐδὲ Θετταλοὶ σοφίας ἠμέλουν, ἀλλ’ ἐγοργίαζον ἐν Θετταλίᾳ μικραὶ καὶ μείζους
VS
.

1

.

502

πόλεις ἐς Γοργίαν ὁρῶσαι τὸν Λεοντῖνον, μετέβαλον δ’ ἂν καὶ ἐς τὸ κριτιάζειν, εἴ τινα τῆς ἑαυτοῦ σοφίας ἐπίδειξιν ὁ Κριτίας παρ’ αὐτοῖς ἐποιεῖτο· ὁ δὲ ἠμέλει μὲν τούτου, βαρυτέρας δ’ αὐτοῖς ἐποίει τὰς ὀλι‐
5γαρχίας διαλεγόμενος τοῖς ἐκεῖ δυνατοῖς καὶ καθα‐ πτόμενος μὲν δημοκρατίας ἁπάσης, διαβάλλων δ’
Ἀθηναίους, ὡς πλεῖστα ἀνθρώπων ἁμαρτάνοντας, ὥστε ἐνθυμουμένῳ ταῦτα Κριτίας ἂν εἴη Θετταλοὺς διεφθορὼς μᾶλλον ἢ Κριτίαν Θετταλοί.18
10 Ἀπέθανε μὲν οὖν ὑπὸ τῶν ἀμφὶ Θρασύβουλον, οἳ κατῆγον ἀπὸ φυγῆς τὸν δῆμον, δοκεῖ δ’ ἐνίοις ἀνὴρ ἀγαθὸς γενέσθαι παρὰ τὴν τελευτήν, ἐπειδὴ ἐνταφίῳ τῇ τυραννίδι ἐχρήσατο· ἐμοὶ δὲ ἀποπεφάνθω μηδένα ἀνθρώπων καλῶς δὴ ἀποθανεῖν ὑπὲρ ὧν οὐκ ὀρθῶς
15εἵλετο, δι’ ἅ μοι δοκεῖ καὶ ἡ σοφία τοῦ ἀνδρὸς καὶ τὰ φροντίσματα ἧττον σπουδασθῆναι τοῖς Ἕλλησιν· εἰ γὰρ μὴ ὁμολογήσει ὁ λόγος τῷ ἤθει, ἀλλοτρίᾳ τῇ γλώττῃ δόξομεν φθέγγεσθαι, ὥσπερ οἱ αὐλοί. Τὴν δὲ ἰδέαν τοῦ λόγου δογματίας ὁ Κριτίας
20καὶ πολυγνώμων σεμνολογῆσαί τε ἱκανώτατος οὐ τὴν διθυραμβώδη σεμνολογίαν, οὐδὲ καταφεύγουσαν ἐς τὰ ἐκ ποιητικῆς ὀνόματα, ἀλλ’ ἐκ τῶν κυριωτάτων
VS
.

1

.

503

συγκειμένην καὶ κατὰ φύσιν ἔχουσαν. ὁρῶ τὸν ἄνδρα καὶ βραχυλογοῦντα ἱκανῶς καὶ δεινῶς καθα‐ πτόμενον ἐν ἀπολογίας ἤθει, ἀττικίζοντά τε οὐκ ἀκρα‐ τῶς, οὐδὲ ἐκφύλως—τὸ γὰρ ἀπειρόκαλον ἐν τῷ
5ἀττικίζειν βάρβαρον—ἀλλ’ ὥσπερ ἀκτίνων αὐγαὶ τὰ Ἀττικὰ ὀνόματα διαφαίνεται τοῦ λόγου. καὶ τὸ ἀσυνδέτως δὲ χωρίῳ προσβαλεῖν Κριτίου ὥρα, καὶ τὸ παραδόξως μὲν ἐνθυμηθῆναι, παραδόξως δ’ ἀπαγγεῖλαι Κριτίου ἀγών, τὸ δὲ τοῦ λόγου πνεῦμα
10ἐλλιπέστερον μέν, ἡδὺ δὲ καὶ λεῖον, ὥσπερ τοῦ Ζεφύρου ἡ αὔρα. ιζʹ. Ἡ δὲ Σειρὴν ἡ ἐφεστηκυῖα τῷ Ἰσοκρά‐ τους τοῦ σοφιστοῦ σήματι, ἐφέστηκε δὲ καὶ οἷον ᾄδουσα, πειθὼ κατηγορεῖ τοῦ ἀνδρός, ἣν συνεβάλετο
15ῥητορικοῖς νόμοις καὶ ἤθεσι, πάρισα καὶ ἀντίθετα καὶ ὁμοιοτέλευτα οὐχ εὑρὼν πρῶτος, ἀλλ’ εὑρημένοις εὖ
χρησάμενος, ἐπεμελήθη δὲ καὶ περιβολῆς καὶ ῥυθμοῦ καὶ συνθήκης καὶ κρότου. ταυτὶ δ’ ἡτοίμασέ που19
VS
.

1

.

504

καὶ τὴν Δημοσθένους γλῶτταν· Δημοσθένης γὰρ μαθητὴς μὲν Ἰσαίου, ζηλωτὴς δὲ Ἰσοκράτους γενό‐ μενος ὑπερεβάλετο αὐτὸν θυμῷ καὶ ἐπιφορᾷ καὶ περιβολῇ καὶ ταχυτῆτι λόγου τε καὶ ἐννοίας.
5σεμνότης δ’ ἡ μὲν Δημοσθένους ἐπεστραμμένη μᾶλλον, ἡ δὲ Ἰσοκράτους ἁβροτέρα τε καὶ ἡδίων. παράδειγμα δὲ ποιώμεθα τῆς Δημοσθένους σεμνό‐ τητος· „πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις
10αὑτὸν καθείρξας τηρῇ, δεῖ δὲ τοὺς ἀγα‐ θοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς τὴν ἀγαθὴν προβαλλομένους ἐλ‐ πίδα, φέρειν δέ, ἃ ἂν ὁ θεὸς διδῷ, γεν‐ ναίως.“ ἡ δὲ Ἰσοκράτους σεμνότης ὧδε κεκόσμηται·
15„τῆς γὰρ γῆς ἁπάσης τῆς ὑπὸ τῷ κόσμῳ κειμένης δίχα τετμημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς δὲ Εὐρώπης καλουμένης, τὴν ἡμίσειαν ἐκ τῶν συνθηκῶν εἴληφεν, ὥσπερ πρὸς τὸν Δία τὴν χώραν νεμόμενος.“
VS
.

1

.

505

Τὰ μὲν οὖν πολιτικὰ ὤκνει καὶ ἀπεφοίτα τῶν ἐκκλησιῶν διά τε τὸ ἐλλιπὲς τοῦ φθέγματος, διά τε τὸν Ἀθήνησιν φθόνον ἀντιπολιτευόμενον αὐτοῖς μάλιστα τοῖς σοφώτερόν τι ἑτέρου ἀγορεύουσιν.
5ὅμως δ’ οὐκ ἀπεσπούδαζε τῶν κοινῶν· τόν τε γὰρ Φίλιππον, ἐν οἷς πρὸς αὐτὸν ἔγραφεν, Ἀθηναίοις δήπου διωρθοῦτο, καὶ οἷς περὶ τῆς εἰρήνης συνέ‐ γραφεν, ἀνεσκεύαζε τοὺς Ἀθηναίους τῆς θαλάττης, ὡς κακῶς ἐν αὐτῇ ἀκούοντας, [ὁ] πανηγυρικός τ’(ἐστὶν)
10αὐτῷ λόγος, ὃν διῆλθεν Ὀλυμπίασι τὴν Ἑλλάδα πείθων ἐπὶ τὴν Ἀσίαν στρατεύειν παυσαμένους τῶν
οἴκοι ἐγκλημάτων. οὗτος μὲν οὖν εἰ καὶ κάλλιστος λόγων, αἰτίαν ὅμως παρέδωκεν, ὡς ἐκ τῶν Γοργίᾳ σπουδασθέντων ἐς τὴν αὐτὴν ὑπόθεσιν συντεθείη.20
15ἄριστα δὲ τῶν Ἰσοκράτους φροντισμάτων ὅ τε Ἀρχί‐ δαμος ξύγκειται καὶ ὁ Ἀμάρτυρος, τοῦ μὲν γὰρ διήκει φρόνημα [Λακεδαιμονίους] τῶν Λευκτρικῶν ἀναφέ‐ ρον καὶ οὐκ ἀκριβῆ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ ἡ ξυνθήκη λαμπρά, ἐναγώνιος δὲ ὁ λόγος, ὡς καὶ τὸ
20μυθῶδες αὐτοῦ μέρος, τὸ περὶ τὸν Ἡρακλέα καὶ τὰς βοῦς σὺν ἐπιστροφῇ ἑρμηνεῦσθαι, ὁ δὲ Ἀμάρτυρος ἰσχὺν ἐνδείκνυται κεκολασμένην ἐς ῥυθμούς, νόημα γὰρ ἐκ νοήματος ἐς περιόδους ἰσοκώλους τελευτᾷ.
VS
.

1

.

506

Ἀκροαταὶ τοῦ ἀνδρὸς τούτου πολλοὶ μέν, ἐλλογι‐ μώτατος δὲ Ὑπερείδης ὁ ῥήτωρ, Θεόπομπον γὰρ τὸν ἐκ τῆς Χίου καὶ τὸν Κυμαῖον Ἔφορον οὔτ’ ἂν δια‐ βάλοιμι οὔτ’ ἂν θαυμάσαιμι. οἱ δὲ ἡγούμενοι τὴν
5κωμῳδίαν καθάπτεσθαι τοῦ ἀνδρός, ὡς αὐλοποιοῦ, ἁμαρτάνουσιν, πατὴρ μὲν γὰρ αὐτῷ Θεόδωρος ἦν, ὃν ἐκάλουν αὐλοποιὸν Ἀθήνησιν, αὐτὸς δὲ οὔτε αὐλοὺς ἐγίγνωσκεν οὔτε ἄλλο τι τῶν ἐν βαναυσίοις, οὐδὲ γὰρ ἂν οὐδὲ τῆς ἐν Ὀλυμπίᾳ εἰκόνος ἔτυχεν,
10εἴ τι τῶν εὐτελῶν εἰργάζετο. ἀπέθανε μὲν οὖν Ἀθήνησιν ἀμφὶ τὰ ἑκατὸν ἔτη, ἕνα δὲ αὐτὸν ἡγώ‐ μεθα τῶν ἐν πολέμῳ ἀποθανόντων, ἐπειδὴ μετὰ Χαιρώνειαν ἐτελεύτα μὴ καρτερήσας τὴν ἀκρόασιν τοῦ Ἀθηναίων πταίσματος.
VS
.

1

.

507

ιηʹ. Περὶ δὲ Αἰσχίνου τοῦ Ἀτρομήτου, ὅν φαμεν τῆς δευτέρας σοφιστικῆς ἄρξαι, τάδε χρὴ ἐπεσκέφθαι· ἡ Ἀθήνησι δημαγωγία διειστήκει πᾶσα, καὶ οἱ μὲν βασιλεῖ ἐπιτήδειοι ἦσαν, οἱ δὲ Μακεδόσιν,
5ἐφέροντο δὲ ἄρα τὴν πρώτην τῶν μὲν βασιλεῖ χαρι‐ ζομένων ὁ Παιανιεὺς Δημοσθένης, τῶν δὲ ἐς Φίλιπ‐
πον ὁρώντων ὁ Κοθωκίδης Αἰσχίνης, καὶ χρήματα παρ’ ἀμφοῖν ἐφοίτα σφίσι, βασιλέως μὲν ἀσχολοῦν‐ τος δι’ Ἀθηναίων Φίλιππον τὸ μὴ ἐπὶ Ἀσίαν ἐλάσαι,21
10Φιλίππου δὲ πειρωμένου διαλύειν τὴν ἰσχὺν Ἀθη‐ ναίων, ὡς ἐμπόδισμα τῆς διαβάσεως. διαφορᾶς δ’ ἦρξεν Αἰσχίνῃ καὶ Δημοσθένει καὶ αὐτὸ μὲν τὸ ἄλλον ἄλλῳ βασιλεῖ πολιτεύειν, ὡς δ’ ἐμοὶ φαίνεται, τὸ ἐναντίως ἔχειν καὶ τῶν ἠθῶν, ἐξ ἠθῶν γὰρ ἀλλήλοις
15ἀντιξόων φύεται μῖσος αἰτίαν οὐκ ἔχον. ἀντιξόω δ’ ἤστην καὶ διὰ τάδε· ὁ μὲν Αἰσχίνης φιλοπότης τε ἐδόκει καὶ ἡδὺς καὶ ἀνειμένος καὶ πᾶν τὸ ἐπίχαρι ἐκ Διονύσου ᾑρηκώς, καὶ γὰρ δὴ καὶ τοῖς βαρυστόνοις ὑποκριταῖς τὸν ἐν μειρακίῳ χρόνον ὑπετραγῴδησεν,
VS
.

1

.

508

ὁ δ’ αὖ συννενοφώς τε ἐφαίνετο καὶ βαρὺς τὴν ὀφρὺν καὶ ὕδωρ πίνων, ὅθεν [ἐν] δυσκόλοις τε καὶ δυστρόποις ἐνεγράφετο, καὶ πολλῷ πλέον, ἐπειδὴ πρεσβεύοντε ξὺν ἑτέροις παρὰ τὸν Φίλιππον καὶ
5ὁμοδιαίτω ὄντε ὁ μὲν διακεχυμένος τε καὶ ἡδὺς ἐφαίνετο τοῖς συμπρέσβεσιν, ὁ δὲ κατεσκληκώς τε καὶ ἀεὶ σπουδάζων. ἐπέτεινε δὲ αὐτοῖς τὴν δια‐ φορὰν ὁ ὑπὲρ Ἀμφιφόλεως ἐπὶ τοῦ Φιλίππου λόγος, ὅτε δὴ ἐξέπεσε [μὲν] τοῦ λόγου ὁ Δημοσθένης, ὁ δ’
10Αἰσχίνης οὐδὲ τῶν ἀποβεβλημένων ποτὲ τὴν ἀσπίδα ἐνθυμουμένῳ τὸ ἐν Ταμύναις ἔργον, ἐν ᾧ Βοιωτοὺς ἐνίκων Ἀθηναῖοι· ἀριστεῖα τούτου δημοσίᾳ ἐστε‐ φανοῦτο τά τε ἄλλα καὶ χρησάμενος ἀμηχάνῳ τάχει περὶ τὰ εὐαγγέλια τῆς νίκης. διαβάλλοντος δὲ αὐτὸν
15Δημοσθένους, ὡς αἴτιον τοῦ Φωκικοῦ πάθους, ἀπέγνωσαν Ἀθηναῖοι τὴν αἰτίαν, ἐπὶ δὲ τῷ καταψη‐ φισθέντι Ἀντιφῶντι ἥλω μὴ κριθείς, καὶ ἀφείλοντο αὐτὸν οἱ ἐξ Ἀρείου πάγου τὸ μὴ οὐ συνειπεῖν σφισιν ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ. καὶ μὴν καὶ πυλαγό‐
20ρας ἀναρρηθεὶς οὔπω παρὰ τοῖς πολλοῖς διαπέφευγε22
VS
.

1

.

509

τὸ μὴ οὐκ αὐτὸς Ἐλατείᾳ ἐπιστῆσαι τὸν Φίλιππον τὴν Πυλαίαν συνταράξας εὐπροσώποις λόγοις καὶ μύθοις. Ἀθηνῶν δὲ ὑπεξῆλθεν οὐχὶ φεύγειν προσ‐ ταχθείς, ἀλλ’ ἀτιμίᾳ ἐξιστάμενος, ᾗ ὑπήγετο ὑπὸ
5Δημοσθένει παὶ Κτησιφῶντι ἐκπεσὼν τῶν ψήφων. ἡ μὲν δὴ ὁρμὴ τῆς ἀποδημίας αὐτῷ παρὰ τὸν Ἀλέξαν‐ δρον ἦν, ὡς αὐτίκα ἥξοντα ἐς Βαβυλῶνά τε καὶ Σοῦσα, καθορμισθεὶς δὲ ἐς τὴν Ἔφεσον καὶ τὸν μὲν τεθνάναι ἀκούων, τὰ δὲ τῆς Ἀσίας οὕτω ξυγκε‐
10κλυσμένα πράγματα, Ῥόδου εἴχετο, ἡ δὲ νῆσος ἀγαθὴ ἐνσπουδάσαι, καὶ σοφιστῶν φροντιστήριον ἀποφήνας τὴν Ῥόδον αὐτοῦ διῃτᾶτο θύων ἡσυχίᾳ τε καὶ Μούσαις καὶ Δωρίοις ἤθεσιν ἐγκαταμιγνὺς Ἀττικά. Τὸν δὲ αὐτοσχέδιον λόγον ξὺν εὐροίᾳ καὶ θείως
15διατιθέμενος τὸν ἔπαινον τοῦτον πρῶτος ἠνέγκατο. τὸ γὰρ θείως λέγειν οὔπω μὲν ἐπεχωρίασε σοφιστῶν σπουδαῖς, ἀπ’ Αἰσχίνου δ’ ἤρξατο θεοφορήτῳ ὁρμῇ ἀποσχεδιάζοντος, ὥσπερ οἱ τοὺς χρησμοὺς ἀναπνέον‐ τες. ἀκροατὴς δὲ Πλάτωνός τε καὶ Ἰσοκράτους γενό‐
20μενος πολλὰ καὶ παρὰ τῆς ἑαυτοῦ φύσεως ἠγάγετο.
VS
.

1

.

510

σαφηνείας τε γὰρ φῶς ἐν τῷ λόγῳ καὶ ἁβρὰ σεμνο‐ λογία καὶ τὸ ἐπίχαρι σὺν δεινότητι καὶ καθάπαξ ἡ ἰδέα τοῦ λόγου κρείττων ἢ μιμήσει ὑπαχθῆναι. Λόγοι δ’ Αἰσχίνου κατ’ ἐνίους μὲν καὶ τέταρτός
5τις Δηλιακὸς καταψευδόμενος τῆς ἐκείνου γλώττης. οὐ γὰρ ἄν ποτε τοὺς μὲν περὶ τὴν Ἄμφισσαν λόγους, ὑφ’ ὧν ἡ Κιρραία χώρα καθιερώθη, εὐπροσώπως τε καὶ ξὺν ὥρᾳ διέθετο κακὰ βουλεύων Ἀθηναίοις, ὥς φησι Δημοσθένης, ἐπὶ δὲ τοὺς Δηλιακοὺς μύθους,
10ἐν οἷς θεολογία τε καὶ θεογονία καὶ ἀρχαιολογία, φαύλως οὕτως ὥρμησε καὶ τοῦτο προαγωνιζόμενος
Ἀθηναίων οὐ μικρὸν ἀγώνισμα ἡγουμένων τὸ μὴ ἐκπε‐ σεῖν τοῦ ἐν Δήλῳ ἱεροῦ. τρισὶ δὴ λόγοις περιωρίσθω ἡ Αἰσχίνου γλῶττα· τῷ τε κατὰ Τιμάρχου καὶ τῇ23
15ἀπολογίᾳ τῆς πρεσβείας καὶ τῇ τοῦ Κτησιφῶντος κατηγορίᾳ. ἔστι δὲ καὶ τέταρτον αὐτοῦ φρόντισμα, ἐπιστολαί, οὐ πολλαὶ μέν, εὐπαιδευσίας δὲ μεσταὶ καὶ ἤθους. τοῦ δὲ ἠθικοῦ καὶ Ῥοδίοις ἐπίδειξιν ἐποιήσατο· ἀναγνοὺς γάρ ποτε δημοσίᾳ τὸν κατὰ
20Κτησιφῶντος οἱ μὲν ἐθαύμαζον, ὅπως ἐπὶ τοιούτῳ λόγῳ ἡττήθη καὶ καθήπτοντο τῶν Ἀθηναίων ὡς παρανοούντων, ὁ δὲ „οὐκ ἂν“ ἔφη „ἐθαυμάζετε, εἰ Δημοσθένους λέγοντος πρὸς ταῦτα ἠκούσατε“, οὐ μόνον ἐς ἔπαινον ἐχθροῦ καθιστάμενος, ἀλλὰ καὶ
25τοὺς δικαστὰς ἀφιεὶς αἰτίας.
VS
.

1

.

511

ιθʹ. Ὑπερβάντες δ’ Ἀριοβαρζάνην τὸν Κίλικα καὶ Ξενόφρονα τὸν Σικελιώτην καὶ Πειθαγόραν τὸν ἐκ Κυρήνης, οἳ μήτε γνῶναι ἱκανοὶ ἔδοξαν, μήθ’ ἑρμηνεῦσαι τὰ γνωσθέντα, ἀλλ’ ἀπορίᾳ γενναίων
5σοφιστῶν ἐσπουδάσθησαν τοῖς ἐφ’ ἑαυτῶν Ἕλλησιν, ὅν που τρόπον τοῖς σίτου ἀποροῦσιν οἱ ὄροβοι, ἐπὶ Νικήτην ἴωμεν τὸν Σμυρναῖον. οὗτος γὰρ ὁ Νικήτης παραλαβὼν τὴν ἐπιστήμην ἐς στενὸν ἀπει‐ λημμένην ἔδωκεν αὐτῇ παρόδους πολλῷ λαμπροτέρας
10ὧν αὐτὸς τῇ Σμύρνῃ ἐδείματο, συνάψας τὴν πόλιν ταῖς ἐπὶ τὴν Ἔφεσον πύλαις καὶ διὰ μέγεθος ἀντεξά‐ ρας λόγοις ἔργα. ὁ δὲ ἀνὴρ οὗτος τοῖς μὲν δικανι‐ κοῖς ἀμείνων ἐδόκει τὰ δικανικά, τοῖς δὲ σοφιστικοῖς τὰ σοφιστικὰ ὑπὸ τοῦ περιδεξίως τε καὶ πρὸς ἅμιλλαν
15ἐς ἄμφω ἡρμόσθαι. τὸ μὲν γὰρ δικανικὸν σοφιστικῇ περιβολῇ ἐκόσμησεν, τὸ δὲ σοφιστικὸν κέντρῳ δικανικῷ ἐπέρρωσεν. ἡ δὲ ἰδέα τῶν λόγων τοῦ μὲν ἀρχαίου καὶ πολιτικοῦ ἀποβέβηκεν, ὑπόβακχος δὲ καὶ
διθυραμβώδης, τὰς δ’ ἐννοίας ἰδίας τε καὶ παρα‐24
20δόξους ἐκδίδωσιν, ὥσπερ οἱ βακχεῖοι θύρσοι τὸ μέλι καὶ τοὺς ἑσμοὺς τοῦ γάλακτος. Μεγάλων δ’ ἀξιούμενος τῆς Σμύρνης τί οὐκ ἐπ’ αὐτῷ βοώσης ὡς ἐπ’ ἀνδρὶ θαυμασίῳ καὶ ῥήτορι, οὐκ ἐθάμιζεν ἐς τὸν δῆμον, ἀλλ’ αἰτίαν παρὰ τοῖς
25πολλοῖς ἔχων φόβου „φοβοῦμαι“ ἔφη „δῆμον ἐπαί‐ ροντα μᾶλλον ἢ λοιδορούμενον.“ τελώνου δὲ θρα‐ συναμένου ποτὲ πρὸς αὐτὸν ἐν δικαστηρίῳ καὶ εἰπόντος „παῦσαι ὑλακτῶν με“ μάλα ἀστείως ὁ Νικήτης „νὴ Δία“, εἶπεν „ἢν καὶ σὺ παύσῃ
30δάκνων με.“
VS
.

1

.

512

Ἡ δὲ ὑπὲρ Ἄλπεις τε καὶ Ῥῆνον ἀποδημία τοῦ ἀνδρὸς ἐγένετο μὲν ἐκ βασιλείου προστάγματος, αἰτία δὲ αὐτῆς ἥδε· ἀνὴρ ὕπατος, ᾧ ὄνομα Ῥοῦφος, τοὺς Σμυρναίους ἐλογίστευε πικρῶς καὶ δυστρόπως.
5τούτῳ τι προσκρούσας ὁ Νικήτης „ἔρρωσο“, εἶπεν, καὶ οὐκέτι προσῄει δικάζοντι. τὸν μὲν δὴ χρόνον, ὃν μιᾶς πόλεως ἦρξεν, οὔπω δεινὰ πεπονθέναι ᾤετο, ἐπιτραπεὶς δὲ τὰ Κελτικὰ στρατόπεδα ὀργῆς ἀνε‐ μνήσθη—αἱ γὰρ εὐπραγίαι τά τε ἄλλα τοὺς ἀνθρώ‐
10πους ἐπαίρουσι καὶ τὸ μηκέτι καρτερεῖν, ἃ πρὶν εὖ πράττειν ἀνθρωπίνῳ λογισμῷ ἐκαρτέρουν—καὶ γράφει πρὸς τὸν αὐτοκράτορα Νερούαν πολλὰ ἐπὶ τὸν Νικήτην καὶ σχέτλια, καὶ ὁ αὐτοκράτωρ „αὐτὸσ“ εἶπεν „ἀκροάσει ἀπολογουμένου, κἂν ἀδικοῦντα εὕρῃς,
15ἐπίθες δίκην.“ ταυτὶ δὲ ἔγραφεν οὐ τὸν Νικήτην ἐκδιδούς, ἀλλὰ τὸν Ῥοῦφον ἐς συγγνώμην ἑτοιμάζων, οὐ γὰρ ἄν ποτε ἄνδρα τοιοῦτον ἐφ’ ἑαυτῷ γεγονότα οὔτ’ ἂν ἀποκτεῖναι ὁ Ῥοῦφος, οὔτ’ ἂν ἕτερον ζημιῶ‐ σαι οὐδέν, ὡς μὴ φανείη βαρὺς τῷ καθιστάντι αὐτὸν
20δικαστὴν ἐχθροῦ. διὰ μὲν δὴ ταῦτα ἐπὶ Ῥῆνόν τε
καὶ Κελτοὺς ἦλθεν, παρελθὼν δὲ ἐπὶ τὴν ἀπολογίαν οὕτω τι κατέπληξε τὸν Ῥοῦφον, ὡς πλείω μὲν ἀφεῖ‐ ναι ἐπὶ τῷ Νικήτῃ δάκρυα οὗ διεμέτρησεν αὐτῷ ὕδατος, ἀποπέμψαι δὲ οὐκ ἄτρωτον μόνον, ἀλλὰ25
25[καὶ] περίβλεπτον καὶ ἐν τοῖς ζηλωτοῖς Σμυρναίων. τὸν δὲ ἄνδρα τοῦτον χρόνοις ὕστερον Ἡρακλείδης ὁ Λύκιος σοφιστὴς διορθούμενος ἐπέγραψε Νικήτην τὸν κεκαθαρμένον, ἠγνόησε δὲ ἀκροθίνια Πυγμαῖα κολοσσῷ ἐφαρμόζων.
30 κʹ. Ἰσαῖος δὲ ὁ σοφιστὴς ὁ Ἀσσύριος τὸν μὲν ἐν μειρακίῳ χρόνον ἡδοναῖς ἐδεδώκει, γαστρός τε
VS
.

1

.

513

γὰρ καὶ φιλοποσίας ἥττητο καὶ λεπτὰ ἠμπίσχετο καὶ θαμὰ ἤρα καὶ ἀπαρακαλύπτως ἐκώμαζεν, ἐς δὲ ἄνδρας ἥκων οὕτω τι μετέβαλεν, ὡς ἕτερος ἐξ ἑτέρου νομισθῆναι, τὸ μὲν γὰρ φιλόγελων ἐπιπολάζειν αὐτῷ
5δοκοῦν ἀφεῖλε καὶ προσώπου καὶ γνώμης, λυρῶν τε καὶ αὐλῶν κτύποις οὐδ’ ἐπὶ σκηνῆς ἔτι παρετύγχα‐ νεν, ἀπέδυ δὲ καὶ τὰ λῄδια καὶ τὰς τῶν ἐφεστρίδων βαφὰς καὶ τράπεζαν ἐκόλασε καὶ τὸ ἐρᾶν μετέθηκεν, ὥσπερ τοὺς προτέρους ὀφθαλμοὺς ἀποβαλών· Ἄρδυος
10γοῦν τοῦ ῥήτορος ἐρομένου αὐτόν, εἰ ἡ δεῖνα αὐτῷ καλὴ φαίνοιτο, μάλα σωφρόνως ὁ Ἰσαῖος „πέπαυμαι“ εἶπεν „ὀφθαλμιῶν“. ἐρομένου δὲ αὐτὸν ἑτέρου, τίς ἄριστος τῶν ὀρνίθων καὶ τῶν ἰχθύων ἐς βρῶσιν, „πέπαυμαι“ ἔφη ὁ Ἰσαῖος „ταῦτα σπουδάζων, ξυνῆκα
15γὰρ τοὺς Ταντάλου κήπους τρυγῶν“, ἐνδεικνύμενος δήπου τῷ ἐρομένῳ ταῦτα, ὅτι σκιὰ παὶ ὀνείρατα αἱ ἡδοναὶ πᾶσαι. Τῷ δὲ Μιλησίῳ Διονυσίῳ ἀκροατῇ ὄντι τὰς με‐ λέτας ξὺν ᾠδῇ ποιουμένῳ ἐπιπλήττων ὁ Ἰσαῖος
20„μειράκιον“ ἔφη „Ἰωνικόν, ἐγὼ δέ σε ᾄδειν οὐκ ἐπαίδευσα.“ νεανίσκου δὲ Ἰωνικοῦ θαυμάζοντος
πρὸς αὐτὸν τὸ τοῦ Νικήτου μεγαλοφώνως ἐπὶ τοῦ Ξέρξου εἰρημένον „ἐκ τῆς βασιλείου νεὼς Αἴ‐ γιναν ἀναδησώμεθα“ καταγελάσας πλατὺ ὁ26
25Ἰσαῖος „ἀνόητε“, εἶπεν, „καὶ πῶς ἀναχθήσῃ;“
VS
.

1

.

514

Τὰς δὲ μελέτας οὐκ αὐτοσχεδίους ἐποιεῖτο, ἀλλ’ ἐπεσκεμμένας τὸν ἐξ ἕω ἐς μεσημβρίαν καιρόν. ἰδέαν δ’ ἐπήσκησε λόγων οὔτ’ ἐπιβεβλημένην, οὔτ’ αὖον, ἀλλ’ ἀπέριττον καὶ κατὰ φύσιν καὶ ἀποχρῶσαν τοῖς
5πράγμασιν. καὶ τὸ βραχέως ἑρμηνεύειν, τοῦτό τε καὶ πᾶσαν ὑπόθεσιν συνελεῖν ἐς βραχὺ Ἰσαίου εὕρημα, ὡς ἐν πλείοσι μὲν ἑτέροις, μάλιστα δὲ ἐν τοῖσδε ἐδηλώθη· τοὺς μὲν γὰρ Λακεδαιμονίους ἀγωνιζόμενος τοὺς βουλευομένους περὶ τοῦ τείχους
10ἀπὸ τῶν Ὁμήρου ἐβραχυλόγησε τοσοῦτον· „ἀσπὶς ἄρ’ ἀσπίδ’ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ’ ἀνήρ· οὕτω στῆτέ μοι, Λακεδαιμόνιοι, καὶ τετει‐ χίσμεθα.“ κατηγορῶν δὲ τοῦ Βυζαντίου Πύθωνος, ὡς δεθέντος μὲν ἐκ χρησμῶν ἐπὶ προδοσίᾳ, κεκρι‐
15μένης δὲ τῆς προδοσίας, ὡς ἀνέζευξεν ὁ Φίλιππος, ξυνέλαβε τὸν ἀγῶνα τοῦτον ἐς τρεῖς ἐννοίας, ἔστι γὰρ τὰ εἰρημένα ἐν τρισὶ τούτοις· „ἐλέγχω Πύθωνα προδεδωκότα τῷ χρήσαντι θεῷ, τῷ δήσαντι δήμῳ, τῷ ἀναζεύξαντι Φιλίππῳ,
20ὁ μὲν γὰρ οὐκ ἂν ἔχρησεν, εἰ μή τις ἦν, ὁ δὲ οὐκ ἂν ἔδησεν, εἰ μὴ τοιοῦτος ἦν, ὁ δὲ οὐκ ἂν ἀνέζευξεν, εἰ μὴ δι’ ὃν ἦλθεν, οὐχ εὗρεν.“ καʹ. Ὑπὲρ Σκοπελιανοῦ τοῦ σοφιστοῦ δια‐
25λέξομαι καθαψάμενος πρότερον τῶν κακίζειν αὐτὸν πειρωμένων, ἀπαξιοῦσι γὰρ δὴ τὸν ἄνδρα τοῦ τῶν σοφιστῶν κύκλου διθυραμβώδη καλοῦντες καὶ ἀκό‐
VS
.

1

.

515

λαστον καὶ πεπαχυσμένον. ταυτὶ περὶ αὐτοῦ λέγου‐
σιν οἱ λεπτολόγοι καὶ νωθροὶ καὶ μηδὲν ἀπ’ αὐτο‐ σχεδίου γλώττης ἀναπνέοντες· φύσει μὲν γὰρ ἐπί‐ φθονον χρῆμα ἄνθρωποι· διαβάλλουσι γοῦν τοὺς27
5μὲν εὐμήκεις οἱ μικροί, τοὺς δὲ εὐειδεῖς οἱ πονηροὶ τὸ εἶδος, τοὺς δὲ κούφους τε καὶ δρομικοὺς οἱ βραδεῖς καὶ ἑτερόποδες, τοὺς θαρσαλέους οἱ δειλοὶ καὶ οἱ ἄμουσοι τοὺς λυρικούς, τοὺς δ’ ἀμφὶ παλαίστραν οἱ ἀγύμναστοι, καὶ οὐ χρὴ θαυμάζειν, εἰ πεπηδη‐
10μένοι τὴν γλῶττάν τινες καὶ βοῦν ἀφωνίας ἐπ’ αὐτὴν βεβλημένοι καὶ μήτ’ ἂν αὐτοί τι ἐνθυμηθέν‐ τες μέγα, μήτ’ ἂν ἐνθυμηθέντος ἑτέρου ξυμφήσαν‐ τες διαπτύοιέν τε καὶ κακίζοιεν τὸν ἑτοιμότατα δὴ καὶ θαρραλεώτατα καὶ μεγαλειότατα τῶν ἐφ’ ἑαυτοῦ
15Ἑλλήνων ἑρμηνεύσαντα. ὡς δὲ ἠγνοήκασι τὸν ἄνδρα, ἐγὼ δηλώσω, καὶ ὁποῖον αὐτῷ καὶ τὸ τοῦ οἴκου σχῆμα. Ἀρχιερεὺς μὲν γὰρ ἐγένετο τῆς Ἀσίας αὐτός τε καὶ οἱ πρόγονοι αὐτοῦ παῖς ἐκ πατρὸς πάντες, ὁ δὲ
20στέφανος οὗτος πολὺς καὶ ὑπὲρ πολλῶν χρημάτων. δίδυμός τε ἀποτεχθεὶς ἄμφω μὲν ἤστην ἐν σπαρ‐ γάνοις, πεμπταίων δὲ ὄντων κεραυνῷ μὲν ἐβλήθη ὁ ἕτερος, ὁ δὲ οὐδεμίαν ἐπηρώθη τῶν αἰσθήσεων ξυγκατακείμενος τῷ βληθέντι. καίτοι τὸ τῶν σκη‐
25πτῶν πῦρ οὕτω δριμὺ καὶ θειῶδες, ὡς τῶν ἀγχοῦ τοὺς μὲν ἀποκτείνειν κατ’ ἔκπληξιν, τῶν δὲ ἀκοάς τε καὶ ὀφθαλμοὺς σίνεσθαι, τῶν δὲ ἐς τοὺς νοῦς ἀπο‐ σκήπτειν. ἀλλ’ οὐδενὶ τούτων ὁ Σκοπελιανὸς ἥλω, διετέλεσε γὰρ δὴ καὶ ἐς γῆρας βαθὺ ἀκέραιός τε καὶ
30ἄρτιος. τουτὶ δὲ ὁπόθεν θαυμάζω, δηλῶσαί σοι βούλομαι· ἐδείπνουν μὲν κατὰ τὴν Λῆμνον ὑπὸ δρυὶ μεγάλῃ θερισταὶ ὀκτὼ περὶ τὸ καλούμενον Κέρας τῆς νήσου, τὸ δὲ χωρίον τοῦτο λιμήν ἐστιν
VS
.

1

.

516

ἐς κεραίας ἐπιστρέφων λεπτάς, νέφους δὲ τὴν δρῦν περισχόντος καὶ σκηπτοῦ ἐς αὐτὴν ἐκδοθέντος ἡ μὲν ἐβέβλητο, οἱ θερισταὶ δὲ ἐκπλήξεως αὐτοῖς ἐμπεσού‐ σης, ἐφ’ οὗπερ ἔτυχεν ἕκαστος πράττων, οὕτως28
5ἀπέθανεν, ὁ μὲν γὰρ κύλικα ἀναιρούμενος, ὁ δὲ πίνων, ὁ δὲ μάττων, ὁ δὲ ἐσθίων, ὁ δέ τι ποιῶν τὰς ψυχὰς ἀφῆκαν ἐπιτεθυμμένοι καὶ μέλανες, ὥσπερ οἱ χαλκοῖ τῶν ἀνδριάντων περὶ τὰς ἐμπύρους τῶν πηγῶν κεκαπνισμένοι. ὁ δὲ οὕτω τι οὐκ ἀθεεὶ
10ἐτρέφετο, ὡς διαφυγεῖν μὲν τὸν ἐκ τοῦ σκηπτοῦ θάνατον, ὃν μηδὲ οἱ σκληρότατοι τῶν ἀγροίκων διέφυγον, ἄτρωτος δὲ μεῖναι τὰς αἰσθήσεις καὶ τὸν νοῦν ἕτοιμος καὶ ὕπνου κρείττων, καὶ γὰρ δὴ καὶ τὸ νωθρὸν αὐτοῦ ἀπῆν.
15 Ἐφοίτησε δὲ τοὺς ῥητορικοὺς τῶν λόγων παρὰ τὸν Σμυρναῖον Νικήτην μελετήσαντα μὲν ἐπιφανῶς, πολλῷ δὲ μεῖζον ἐν δικαστηρίοις πνεύσαντα. δεο‐ μένων δὲ τῶν Κλαζομενίων τὰς μελέτας αὐτὸν οἴκοι ποιεῖσθαι καὶ προβήσεσθαι τὰς Κλαζομενὰς ἐπὶ μέγα
20ἡγουμένων, εἰ τοιοῦτος δὴ ἀνὴρ ἐμπαιδεύσοι σφίσιν, τουτὶ μὲν οὐκ ἀμούσως παρῃτήσατο τὴν ἀηδόνα φήσας ἐν οἰκίσκῳ μὴ ᾄδειν, ὥσπερ δὲ ἄλσος τι τῆς ἑαυτοῦ εὐφωνίας τὴν Σμύρναν ἐσκέψατο καὶ τὴν ἠχὼ τὴν ἐκεῖ πλείστου ἀξίαν ᾠήθη. πάσης γὰρ τῆς
25Ἰωνίας οἷον μουσείου πεπολισμένης ἀρτιωτάτην ἐπέχει τάξιν ἡ Σμύρνα, καθάπερ ἐν τοῖς ὀργάνοις ἡ μαγάς. Αἱ δὲ αἰτίαι, δι’ ἃς ὁ πατὴρ ἐξ ἡμέρου τε καὶ πρᾴου χαλεπὸς αὐτῷ ἐγένετο, λέγονται μὲν ἐπὶ
30πολλά, καὶ γὰρ ἡ δεῖνα καὶ ἡ δεῖνα καὶ πλείους, ἀλλ’ ἐγὼ τὴν ἀληθεστάτην δηλώσω· μετὰ γὰρ τὴν τοῦ Σκοπελιανοῦ μητέρα γυναῖκα ὁ πρεσβύτης ἤγετο
ἡμίγαμόν τε καὶ οὐ κατὰ νόμους, ὁ δὲ ὁρῶν ταῦτα29
VS
.

1

.

517

ἐνουθέτει καὶ ἀπῆγεν, τουτὶ δὲ τοῖς ἐξώροις ἀηδές. ἡ δ’ αὖ ξυνετίθει κατ’ αὐτοῦ λόγον, ὡς ἐρῶντος μὲν αὐτῆς, τὴν διαμαρτίαν δὲ μὴ καρτεροῦντος. ξυνε‐ λάμβανε δὲ αὐτῇ τῶν διαβολῶν καὶ οἰκέτης τοῦ
5πρεσβύτου μάγειρος, ᾧ ἐπωνυμία Κύθηρος, ὑπο‐ θωπεύων, ὥσπερ ἐν δράματι, τὸν δεσπότην καὶ τοιαυτὶ λέγων· „ὦ δέσποτα, βούλεταί σε ὁ υἱὸς τεθνάναι ἤδη, οὐδὲ τὸν αὐτόματον καὶ μετ’ οὐ πολὺ θάνατον ἐνδιδοὺς τῷ σῷ γήρᾳ, ἀλλὰ καὶ
10αὐτουργῶν μὲν τὴν ἐπιβουλήν, μισθούμενος δὲ καὶ τὰς ἐμὰς χεῖρας. ἔστι γὰρ αὐτῷ φάρμακα ἀνδροφόνα ἐπὶ σέ, ὧν τὸ καιριώτατον κελεύει με ἐμβαλεῖν ἐς ἕν τι τῶν ὄψων ἐλευθερίαν τε ὁμολογῶν καὶ ἀγροὺς καὶ οἰκίας καὶ χρήματα καὶ πᾶν ὅ τι βουλοίμην ἔχειν
15τοῦ σοῦ οἴκου, καὶ ταυτὶ μὲν πειθομένῳ εἶναι, ἀπειθοῦντι δὲ μαστίγωσίν τε καὶ στρέβλωσιν καὶ παχείας πέδας καὶ κύφωνα βαρύν.“ καὶ τοιοῖσδε θωπεύμασι περιελθὼν τὸν δεσπότην τελευτῶντος μετ’ οὐ πολὺ καὶ πρὸς διαθήκαις ὄντος γράφεται
20κληρονόμος, υἱός τε προσρηθεὶς καὶ ὀφθαλμοὶ καὶ ψυχὴ πᾶσα. καὶ οὐχὶ ταυτὶ χρὴ θαυμάζειν, ἐπεὶ πρεσβύτην ἐρῶντα ἔθελξεν ἴσως που καὶ παρα‐ παίοντα ὑπὸ ἡλικίας καὶ αὐτοῦ τοῦ ἐρᾶν—καὶ γὰρ δὴ καὶ νέοι ἐρῶντες οὐκ ἔστιν ὅστις αὐτῶν τὸν
25ἑαυτοῦ νοῦν ἔχει—ἀλλ’ ὅτι καὶ τῆς τοῦ Σκοπελια‐ νοῦ δεινότητος τε καὶ τῆς ἐν τοῖς δικαστηρίοις ἀκμῆς κρείττων ἔδοξεν ἀγωνισάμενος μὲν περὶ τῶν διαθη‐ κῶν πρὸς αὐτόν, ἀντεκτείνας δὲ τῇ ἐκείνου δεινότητι τὸν ἐκείνου πλοῦτον· ἀπαντλῶν γὰρ τῆς οὐσίας
30καὶ μισθούμενος ὑπερβολαῖς χρημάτων γλώττας ὁμοῦ πάσας καὶ δικαστῶν ψήφους πανταχοῦ τὴν
νικῶσαν ἀπηνέγκατο, ὅθεν ὁ Σκοπελιανὸς τὰ μὲν Ἀναξαγόρου μηλόβοτα εἶναι, τὰ δὲ αὑτοῦ δουλόβοτα ἔλεγεν. ἐπιφανὴς δὲ καὶ τὰ πολιτικὰ ὁ Κύθηρος30
35γενόμενος γηράσκων ἤδη καὶ τὴν οὐσίαν ὁρῶν ὑποδιδοῦσαν καταφρονούμενός τε ἱκανῶς καί που καὶ πληγὰς λαβὼν πρὸς ἀνδρός, ὃν χρήματα ἀπαιτῶν ἐτύγχανεν, ἱκέτης τοῦ Σκοπελιανοῦ γίγνεται μνησι‐
VS
.

1

.

518

κακίαν τε αὐτῷ παρεῖναι καὶ ὀργὴν ἀπολαβεῖν τε τὸν τοῦ πατρὸς οἶκον ἀνέντα μὲν αὐτῷ μέρος τῆς οἰκίας πολλῆς οὔσης, ὡς μὴ ἀνελευθέρως ἐνδιαιτήση‐ ται, συγχωρήσαντα δὲ ἀγροὺς δύο τῶν ἐπὶ θαλάττῃ.
5καὶ Κυθήρου οἶκος ἐπωνόμασται νῦν ἔτι τὸ μέρος τῆς οἰκίας, ἐν ᾧ κατεβίω. ταυτὶ μέν, ὡς μὴ ἀγνοεῖν αὐτά, συνιέναι δὲ κἀκ τούτων, ὅτι οἱ ἄνθρωποι μὴ θεοῦ μόνον, ἀλλὰ καὶ ἀλλήλων παίγνια. Σκοπελιανοῦ δὲ σπουδάζοντος ἐν τῇ Σμύρνῃ
10ξυμφοιτᾶν μὲν ἐς αὐτὴν Ἴωνάς τε καὶ Λυδοὺς καὶ Κᾶρας καὶ Μαίονας Αἰολέας τε καὶ τοὺς ἐκ Μυσῶν Ἕλληνας καὶ Φρυγῶν οὔπω μέγα, ἀγχίθυρος γὰρ τοῖς ἔθνεσι τούτοις ἡ Σμύρνα καιρίως ἔχουσα τῶν γῆς καὶ θαλάττης πυλῶν, ὁ δὲ ἦγε μὲν Καππαδόκας
15τε καὶ Ἀσσυρίους, ἦγε δὲ Αἰγυπτίους καὶ Φοίνικας Ἀχαιῶν τε τοὺς εὐδοκιμωτέρους καὶ νεότητα τὴν ἐξ Ἀθηνῶν ἅπασαν. δόξαν μὲν οὖν ἐς τοὺς πολλοὺς παραδεδώκει ῥᾳστώνης τε καὶ ἀμελείας, ἐπειδὴ τὸν πρὸ τῆς μελέτης καιρὸν ξυνῆν ὡς ἐπὶ πολὺ τοῖς
20τῶν Σμυρναίων τέλεσιν ὑπὲρ τῶν πολιτικῶν, ὁ δὲ ἀπεχρῆτο μὲν καὶ τῇ φύσει λαμπρᾷ τε οὔσῃ καὶ μεγαλογνώμονι, καὶ τὸν μεθ’ ἡμέραν καιρὸν ἧττον ἐσπούδαζεν, ἀυπνότατος δ’ ἀνθρώπων γενόμενος „ὦ νύξ“, ἔλεγε „σὺ γὰρ δὴ πλεῖστον σοφίας μετέ‐
25χεις μέρος θεῶν“, ξυνεργὸν δὲ αὐτὴν ἐποιεῖτο τῶν
ἑαυτοῦ φροντισμάτων. λέγεται γοῦν καὶ ἐς ὄρθρον ἀποτεῖναι σπουδάζων ἀπὸ ἑσπέρας. προσέκειτο μὲν οὖν ἅπασι ποιήμασι, τραγῳδίας δὲ ἐνεφορεῖτο, ἀγω‐ νιζόμενος πρὸς τὴν τοῦ διδασκάλου μεγαλοφωνίαν—31
30ἀπὸ γὰρ τούτου τοῦ μέρους ὁ Νικήτης σφόδρα ἐθαυμάζετο—ὁ δὲ οὕτω τι μεγαλοφωνίας ἐπὶ μεῖζον ἤλασεν, ὡς καὶ Γιγαντίαν ξυνθεῖναι παραδοῦναί τε Ὁμηρίδαις ἀφορμὰς ἐς τὸν λόγον. ὡμίλει δὲ σοφισ‐ τῶν μὲν μάλιστα Γοργίᾳ τῷ Λεοντίνῳ, ῥητόρων δὲ
VS
.

1

.

519

τοῖς λαμπρὸν ἠχοῦσιν. τὸ δὲ ἐπίχαρι φύσει μᾶλλον εἶχεν ἢ μελέτῃ, πρὸς φύσεως μὲν γὰρ τοῖς Ἰωνικοῖς τὸ ἀστείζεσθαι, τῷ δ’ αὖ καὶ ἐπὶ τῶν λόγων τοῦ φιλόγελω περιῆν, τὸ γὰρ κατηφὲς δυσξύμβολόν τε
5καὶ ἀηδὲς ἡγεῖτο. παρῄει δὲ καὶ ἐς τοὺς δήμους ἀνειμένῳ τε καὶ διακεχυμένῳ τῷ προσώπῳ, καὶ πολλῷ πλέον, ὅτε ξὺν ὀργῇ ἐκκλησιάζοιεν, ἀνιεὶς αὐτοὺς καὶ διαπραύνων τῇ τοῦ εἴδους εὐθυμίᾳ. τὸ δὲ ἐν τοῖς δικαστηρίοις ἦθος οὔτε φιλοχρήματος οὔτε
10φιλολοίδορος· προῖκα μὲν γὰρ ξυνέταττεν ἑαυτὸν τοῖς ὑπὲρ ψυχῆς κινδυνεύουσι, τοὺς δὲ λοιδορουμένους ἐν τοῖς λόγοις καὶ θυμοῦ τινα ἐπίδειξιν ἡγουμένους ποιεῖσθαι γραίδια ἐκάλει μεθύοντα καὶ λυττῶντα. τὰς δὲ μελέτας μισθοῦ μὲν ἐποιεῖτο, ὁ δὲ μισθὸς ἦν ἄλλος
15ἄλλου καὶ ὡς ἕκαστος οἴκου εἶχεν, παρῄει τε ἐς αὐτοὺς οὔθ’ ὑπερφρονῶν καὶ σεσοβημένος, οὔθ’ ὥσπερ οἱ δεδιότες, ἀλλ’ ὡς εἰκὸς ἦν τὸν ἀγωνιῶντα μὲν ὑπὲρ τῆς ἑαυτοῦ δόξης, θαρροῦντα δὲ τῷ μὴ ἂν σφαλῆναι. διελέγετο δὲ ἀπὸ μὲν τοῦ θρόνου ξὺν
20ἁβρότητι, ὅτε δὲ ὀρθὸς διαλέγοιτο, ἐπιστροφήν τε εἶχεν ὁ λόγος καὶ ἔρρωτο. καὶ ἐπεσκοπεῖτο οὐκ ἔνδον, οὐδ’ ἐν τῷ ὁμίλῳ, ἀλλ’ ὑπεξιὼν ἐν βραχεῖ τοῦ καιροῦ διεώρα πάντα. περιῆν δὲ αὐτῷ καὶ εὐφω‐
νίας, καὶ τὸ φθέγμα ἡδονὴν εἶχε τόν τε μηρὸν θαμὰ32
25ἔπληττεν ἑαυτόν τε ὑπεγείρων καὶ τοὺς ἀκροωμέ‐ νους. ἄριστος μὲν οὖν καὶ σχηματίσαι λόγον καὶ ἐπαμφοτέρως εἰπεῖν, θαυμασιώτερος δὲ περὶ τὰς ἀκμαιοτέρας τῶν ὑποθέσεων καὶ πολλῷ πλέον περὶ τὰς Μηδικάς, ἐν αἷς οἱ Δαρεῖοί τέ εἰσι καὶ οἱ
30Ξέρξαι, ταύτας γὰρ αὐτός τέ μοι δοκεῖ ἄριστα
VS
.

1

.

520

σοφιστῶν ἑρμηνεῦσαι παραδοῦναί τε τοῖς ἐπιγιγνο‐ μένοις ἑρμηνεύειν, καὶ γὰρ φρόνημα ἐν αὐταῖς ὑπεκρίνετο καὶ κουφότητα τὴν ἐν τοῖς βαρβάροις ἤθεσιν. ἐλέγετο καὶ σείεσθαι μᾶλλον ἐν ταύταις,
5ὥσπερ βακχεύων, καί τινος τῶν ἀμφὶ τὸν Πολέμωνα τυμπανίζειν αὐτὸν φήσαντος λαβόμενος ὁ Σκοπε‐ λιανὸς τοῦ σκώμματος „τυμπανίζω μέν“, εἶπεν „ἀλλὰ τῇ τοῦ Αἴαντος ἀσπίδι.“ Βασίλειοι δὲ αὐτοῦ πρεσβεῖαι πολλαὶ μέν, καὶ
10γάρ τις καὶ ἀγαθὴ τύχη ξυνηκολούθει πρεσβεύοντι, ἀρίστη δὲ ἡ ὑπὲρ τῶν ἀμπέλων· οὐ γὰρ ὑπὲρ Σμυρ‐ ναίων μόνων, ὥσπερ αἱ πλείους, ἀλλ’ ὑπὲρ τῆς Ἀσίας ὁμοῦ πάσης ἐπρεσβεύθη. τὸν δὲ νοῦν τῆς πρεσβείας ἐγὼ δηλώσω· ἐδόκει τῷ βασιλεῖ μὴ εἶναι
15τῇ Ἀσίᾳ ἀμπέλους, ἐπειδὴ ἐν οἴνῳ στασιάζειν ἔδοξαν, ἀλλ’ ἐξῃρῆσθαι μὲν τὰς ἤδη πεφυτευμένας, ἄλλας δὲ μὴ φυτεύειν ἔτι. ἔδει δὴ πρεσβείας ἀπὸ τοῦ κοινοῦ καὶ ἀνδρός, ὃς ἔμελλεν ὥσπερ Ὀρφεύς τις ἢ Θάμυρις ὑπὲρ αὐτῶν θέλξειν. αἱροῦνται τοίνυν
20Σκοπελιανὸν πάντες, ὁ δ’ οὕτω τι ἐκ περιουσίας ἐκράτει τὴν πρεσβείαν, ὡς μὴ μόνον τὸ ἐξεῖναι φυτεύειν ἐπανελθεῖν ἔχων, ἀλλὰ καὶ ἐπιτίμια κατὰ τῶν μὴ φυτευόντων. ὡς δὲ ηὐδοκίμησε τὸν ἀγῶνα τὸν ὑπὲρ τῶν ἀμπέλων, δηλοῖ μὲν καὶ τὰ εἰρημένα,
25ὁ γὰρ λόγος ἐν τοῖς θαυμασιωτάτοις, δηλοῖ δὲ καὶ
τὰ ἐπὶ τῷ λόγῳ, δώρων τε γὰρ ἐπ’ αὐτῷ ἔτυχεν, ἃ νομίζεται παρὰ βασιλεῖ, πολλῶν τε προσρήσεών τε καὶ ἐπαίνων, νεότης τε αὐτῷ λαμπρὰ ξυνηκολούθη‐ σεν ἐς Ἰωνίαν σοφίας ἐρῶντες.33
30Ἐπεὶ δὲ Ἀθήνησιν ἐγένετο, ποιεῖται αὐτὸν
VS
.

1

.

521

ξένον ὁ Ἡρώδου τοῦ σοφιστοῦ πατὴρ Ἀττικὸς θαυμάζων ἐπὶ ῥητορικῇ μᾶλλον ἢ τὸν Γοργίαν ποτὲ Θετταλοί. ὁπόσοι γοῦν τῶν πάλαι ῥητόρων ἑρμαῖ ἦσαν ἐν τοῖς τῆς οἰκίας δρόμοις, ἐκέλευε τούτους
5βάλλεσθαι λίθοις, ὡς διεφθορότας αὐτῷ τὸν υἱόν. μειράκιον μὲν δὴ ἐτύγχανεν ὢν ὁ Ἡρώδης τότε καὶ ὑπὸ τῷ πατρὶ ἔτι, τοῦ δὲ αὐτοσχεδιάζειν ἤρα μόνου, οὐ μὴν ἐθάρρει γε αὐτό, οὐδὲ γὰρ τῷ Σκοπελιανῷ ξυγγεγονὼς ἦν ἐς ἐκεῖνό πω τοῦ χρόνου, οὐδ’ ἥτις
10ἡ τῶν αὐτοσχεδίων ὁρμὴ γιγνώσκων, ὅθεν ἀσμένῳ οἱ ἐγένετο ἡ ἐπιδημία τοῦ ἀνδρός· ἐπειδὴ γὰρ λέγοντος ἤκουσε καὶ διατιθεμένου τὸν αὐτοσχέδιον, ἐπτερώθη ὑπ’ αὐτοῦ καὶ ἡτοιμάσθη, καὶ τὸν πατέρα δὲ ἧσαι διανοηθεὶς ἀπαγγέλλει οἱ μελέτην ἐς τὴν
15ἰδέαν τοῦ ξένου. ὁ πατὴρ δὲ ἠγάσθη τε αὐτὸν τῆς μιμήσεως καὶ πεντακόσια ἔδωκεν αὐτῷ τάλαντα, ἔδωκε δὲ καὶ αὐτῷ τῷ Σκοπελιανῷ πεντεκαίδεκα, ὁ δέ, ὅσαπερ ὁ πατήρ, τοσαῦτα ἀπὸ τῆς ἑαυτοῦ δωρεᾶς προσέδωκεν αὐτῷ, ἔτι καὶ διδάσκαλον ἑαυ‐
20τοῦ προσειπών. τουτὶ δὲ συνιέντι Ἡρώδου καὶ τῶν τοῦ Πακτωλοῦ πηγῶν ἥδιον. Τὴν δὲ εὐτυχίαν, ᾗ περὶ τὰς πρεσβείας ἐχρῆτο, ξυμβάλλειν ἐστὶ καὶ τοῖσδε· ἔδει μὲν γὰρ τοῖς Σμυρναίοις τοῦ πρεσβεύσοντος ὑπὲρ αὐτῶν ἀνδρός,
25ἡ πρεσβεία δὲ ἦν ὑπὲρ τῶν μεγίστων. ὁ μὲν δὴ ἐγήρασκεν ἤδη καὶ τοῦ ἀποδημεῖν ἐξώρως εἶχεν, ἐχειροτονεῖτο δὲ ὁ Πολέμων οὔπω πεπρεσβευκὼς
πρότερον. εὐξάμενος οὖν ὑπὲρ τῆς ἀγαθῆς τύχης ἐδεῖτο γενέσθαι οἱ τὴν τοῦ Σκοπελιανοῦ πειθώ, καὶ34
30περιβαλὼν αὐτὸν ἐπὶ τῆς ἐκκλησίας
„δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κ’ ἐμὲ σοὶ ἴσκωσι,“ μάλα ἀστείως ὁ Πολέμων τὰ ἐκ Πατροκλείας ἐπεῖπεν τῷ ἀνδρί. καὶ Ἀπολλώνιος δὲ ὁ Τυανεὺς ὑπερενεγ‐
35κὼν σοφίᾳ τὴν ἀνθρωπίνην φύσιν τὸν Σκοπελιανὸν ἐν θαυμασίοις τάττει. κβʹ. Διονύσιος δὲ ὁ Μιλήσιος εἴθ’, ὡς ἔνιοί φασι, πατέρων ἐπιφανεστάτων ἐγένετο, εἴθ’, ὥς τινες, αὐτὸ τοῦτο ἐλευθέρων, ἀφείσθω τούτου τοῦ
VS
.

1

.

522

μέρους, ἐπειδὴ οἰκείᾳ ἀρετῇ ἐλαμπρύνετο, τὸ γὰρ καταφεύγειν ἐς τοὺς ἄνω ἀποβεβληκότων ἐστὶ τὸν ἐφ’ ἑαυτῶν ἔπαινον. Ἰσαίου δὲ ἀκροατὴς γενόμενος ἀνδρός, ὡς ἔφην, κατὰ φύσιν ἑρμηνεύοντος τουτὶ
5μὲν ἱκανῶς ἀπεμάξατο καὶ πρὸς τούτῳ τὴν εὐταξίαν τῶν νοημάτων, καὶ γὰρ δὴ καὶ τοῦτο Ἰσαίου. μελιχρότατος δὲ περὶ τὰς ἐννοίας γενόμενος οὐκ ἐμέθυε περὶ τὰς ἡδονάς, ὥσπερ ἔνιοι τῶν σοφιστῶν, ἀλλ’ ἐταμιεύετο λέγων ἀεὶ πρὸς τοὺς γνωρίμους, ὅτι
10χρὴ τοῦ μέλιτος ἄκρῳ δακτύλῳ, ἀλλὰ μὴ κοίλῃ χειρὶ γεύεσθαι, ὡς ἐν ἅπασι μὲν τοῖς εἰρημένοις δεδήλω‐ ται τῷ Διονυσίῳ, λογικοῖς τε καὶ νομικοῖς καὶ ἠθι‐ κοῖς ἀγῶσι, μάλιστα δὲ ἐν τῷ ἐπὶ Χαιρωνείᾳ θρήνῳ. διεξιὼν γὰρ τὸν Δημοσθένην τὸν μετὰ Χαιρώνειαν
15προσάγοντα τῇ βουλῇ ἑαυτὸν ἐς τήνδε τὴν μονῳδίαν τοῦ λόγου ἐτελεύτησεν· „ὦ Χαιρώνεια πονηρὸν χωρίον.“ καὶ πάλιν „ὦ αὐτομολήσασα πρὸς τοὺς βαρβάρους Βοιωτία. στενάξατε οἱ κατὰ γῆς ἥρωες, ἐγγὺς Πλαταιῶν νενική‐
20μεθα.“ καὶ πάλιν „ἐν τοῖς κρινομένοις ἐπὶ
τῷ μισθοφορεῖν Ἀρκάσιν ἀγορὰ πολέμου πρόκειται καὶ τὰ τῶν Ἑλλήνων κακὰ τὴν Ἀρκαδίαν τρέφει.“ καὶ „ἐπέρχεται πόλε‐ μος αἰτίαν οὐκ ἔχων.“35
25 Τοιάδε μὲν ἡ ἐπίπαν ἰδέα τοῦ Διονυσίου, καθ’ ἣν τὰ τῆς μελέτης αὐτῷ προὔβαινεν ἐπισκοπουμένῳ
VS
.

1

.

523

καιρόν, ὅσονπερ ὁ Ἰσαῖος, ὁ δὲ λόγος ὁ περὶ τοῦ Διονυσίου λεγόμενος, ὡς Χαλδαίοις τέχναις τοὺς ὁμιλητὰς τὸ μνημονικὸν ἀναπαιδεύοντος πόθεν εἴρηται, ἐγὼ δηλώσω· τέχναι μνήμης οὔτε εἰσὶν
5οὔτ’ ἂν γένοιντο, μνήμη μὲν γὰρ δίδωσι τέχνας, αὐτὴ δὲ ἀδίδακτος καὶ οὐδεμιᾷ τέχνῃ ἁλωτός, ἔστι γὰρ πλεονέκτημα φύσεως ἢ τῆς ἀθανάτου ψυχῆς μοῖρα. οὐ γὰρ ἄν ποτε θνητὰ νομισθείη τὰ ἀνθρώ‐ πεια, οὐδὲ διδακτά, ἃ ἐμάθομεν, εἰ μνήμη συνε‐
10πολιτεύετο ἀνθρώποις, ἣν εἴτε μητέρα δεῖ χρόνου καλεῖν, εἴτε παῖδα, μὴ διαφερώμεθα πρὸς τοὺς ποιητάς, ἀλλ’ ἔστω, ὅ τι βούλονται. πρὸς δὲ τούτοις τίς οὕτως εὐήθης κατὰ τῆς ἑαυτοῦ δόξης ἐν σοφοῖς γραφόμενος, ὡς γοητεύων ἐν μειρακίοις διαβάλλειν
15καὶ ἃ ὀρθῶς ἐπαιδεύθη; πόθεν οὖν τὸ μνημονικὸν τοῖς ἀκροωμένοις; ἄπληστα τὴν ἡδονὴν ἐδόκει τὰ τοῦ Διονυσίου καὶ πολλάκις ἐπαναλαμβάνειν αὐτὰ ἠναγκάζετο, ἐπειδὴ ξυνίει σφῶν χαιρόντων τῇ ἀκροάσει. οἱ δὴ εὐμαθέστεροι τῶν νέων ἐνετυποῦντο
20αὐτὰ ταῖς γνώμαις καὶ ἀπήγγελλον ἑτέροις μελέτῃ μᾶλλον ἢ μνήμῃ ξυνειληφότες, ὅθεν μνημονικοί τε
VS
.

1

.

524

ὠνομάζοντο καὶ τέχνην αὐτὸ πεποιημένοι. ἔνθεν ὁρμώμενοί τινες τὰς τοῦ Διονυσίου μελέτας ἐσπερ‐ ματολογῆσθαί φασιν, ὡς δὴ ἄλλο ἄλλου ξυνενεγκόν‐ των ἐς αὐτάς, ἐν ᾧ ἐβραχυλόγησεν.
5Μεγάλων μὲν οὖν ἠξιοῦτο κἀκ τῶν πόλεων,
ὁπόσαι αὐτὸν ἐπὶ σοφίᾳ ἐθαύμαζον, μεγίστων δὲ ἐκ βασιλέως· Ἀδριανὸς γὰρ σατράπην μὲν αὐτὸν ἀπέφη‐ νεν οὐκ ἀφανῶν ἐθνῶν, (ἐγ)κατέλεξε δὲ τοῖς δημο‐ σίᾳ ἱππεύουσι καὶ τοῖς ἐν τῷ Μουσείῳ σιτουμένοις,36
10τὸ δὲ Μουσεῖον τράπεζα Αἰγυπτία ξυγκαλοῦσα τοὺς ἐν πάσῃ τῇ γῆ ἐλλογίμους. πλείστας δὲ ἐπελθὼν πόλεις καὶ πλείστοις ἐνομιλήσας ἔθνεσιν οὔτε ἐρωτι‐ κήν ποτε αἰτίαν ἔλαβεν οὔτε ἀλαζόνα ὑπὸ τοῦ σω‐ φρονέστατός τε φαίνεσθαι καὶ ἐφεστηκώς. οἱ δὲ
15ἀνατιθέντες Διονυσίῳ τὸν Ἀράσπαν τὸν τῆς Παν‐ θείας ἐρῶντα ἀνήκοοι μὲν τῶν τοῦ Διονυσίου ῥυθμῶν, ἀνήκοοι δὲ τῆς ἄλλης ἑρμηνείας, ἄπειροι δὲ τῆς τῶν ἐνθυμημάτων τέχνης· οὐ γὰρ Διονυσίου τὸ φρόντισμα τοῦτο, ἀλλὰ Κέλερος τοῦ τεχνογράφου,
20ὁ δὲ Κέλερ βασιλικῶν μὲν ἐπιστολῶν ἀγαθὸς προ‐ στάτης, μελέτῃ δὲ οὐκ ἀποχρῶν, Διονυσίῳ δὲ τὸν ἐκ μειρακίου χρόνον διάφορος. Μηδ’ ἐκεῖνα παρείσθω μοι Ἀρισταίου γε ἠκροα‐ μένῳ αὐτὰ πρεσβυτάτου τῶν κατ’ ἐμὲ Ἑλλήνων καὶ
25πλεῖστα ὑπὲρ σοφιστῶν εἰδότος· ἐγήρασκε μὲν ὁ Διονύσιος ἐν δόξῃ λαμπρᾷ, παρῄει δ’ ἐς ἀκμὴν ὁ Πολέμων οὔπω γιγνωσκόμενος τῷ Διονυσίῳ καὶ ἐπεδήμει ταῖς Σάρδεσι ἀγορεύων δίκην ἐν τοῖς ἑκατὸν ἀνδράσιν, ὑφ’ ὧν ἐδικαιοῦτο ἡ Λυδία.
VS
.

1

.

525

ἑσπέρας οὖν ἐς τὰς Σάρδεις ἥκων ὁ Διονύσιος ἤρετο Δωρίωνα τὸν κριτικὸν ξένον ἑαυτοῦ· „εἰπέ μοι,“ ἔφη „ὦ Δωρίων, τί Πολέμων ἐνταῦθα;“ καὶ ὁ Δωρίων „ἀνὴρ“ ἔφη „πλουσιώτατος τῶν ἐν Λυδίᾳ
5κινδυνεύων περὶ τῆς οὐσίας ἄγει συνήγορον τὸν Πολέμωνα ἀπὸ τῆς Σμύρνης πείσας διταλάντῳ μισθῷ, καὶ ἀγωνιεῖται τὴν δίκην αὔριον.“ καὶ ὁ Διονύσιος „οἷον“ ἔφη „ἕρμαιον εἴρηκας, εἰ καὶ
ἀκοῦσαί μοι ἔσται Πολέμωνος οὔπω ἐς πεῖραν αὐτοῦ37
10ἀφιγμένῳ.“ „ἔοικεν“ εἶπεν ὁ Δωρίων „στρέφειν σε ὁ νεανίας ἐς ὄνομα ἤδη προβαίνων μέγα.“ „καὶ καθεύδειν γε οὐκ ἐᾷ, μὰ τὴν Ἀθηνᾶν,“ ἦ δ’ ὁ Διονύ‐ σιος „ἀλλ’ ἐς πήδησιν ἄγει τὴν καρδίαν καὶ τὴν γνώμην ἐνθυμουμένῳ, ὡς πολλοὶ οἱ ἐπαινέται
15αὐτοῦ, καὶ τοῖς μὲν δωδεκάκρουνος δοκεῖ τὸ στόμα, οἱ δὲ καὶ πήχεσι διαμετροῦσιν αὐτοῦ τὴν γλῶτταν, ὥσπερ τὰς τοῦ Νείλου ἀναβάσεις. σὺ δ’ αὖ ταύτην ἰάσαιό μοι τὴν φροντίδα εἰπών, τί μὲν πλέον, τί δὲ ἧττον ἐν ἐμοί τε κἀκείνῳ καθεώρακας.“ καὶ ὁ
20Δωρίων μάλα σωφρόνως „αὐτός,“ εἶπεν „ὦ Διονύσιε, σεαυτῷ τε κἀκείνῳ δικάσεις ἄμεινον, σὺ γὰρ ὑπὸ σοφίας οἷος σαυτόν τε γιγνώσκειν, ἕτερόν τε μὴ ἀγνοῆσαι.“ ἤκουσεν ὁ Διονύσιος ἀγωνιζομένου τὴν δίκην καὶ ἀπιὼν τοῦ δικαστηρίου „ἰσχὺν“ ἔφη „ὁ
25ἀθλητὴς ἔχει, ἀλλ’ οὐκ ἐκ παλαίστρας.“ ταῦτα ὡς ἤκουσεν ὁ Πολέμων, ἦλθε μὲν ἐπὶ θύρας τοῦ Διονυσίου μελέτην αὐτῷ ἐπαγγέλλων, ἀφικομένου δὲ διαπρεπῶς ἀγωνιζόμενος προσῆλθε τῷ Διονυσίῳ
VS
.

1

.

526

καὶ ἀντερείσας τὸν ὦμον, ὥσπερ οἱ τῆς σταδιαίας πάλης ἐμβιβάζοντες, μάλα ἀστείως ἐπετώθασεν εἰπὼν
„ἦσάν ποτ’, ἦσαν ἄλκιμοι Μιλήσιοι.“
5 Ἀνδρῶν μὲν οὖν ἐπιφανῶν πᾶσα γῆ τάφος, Διονυσίῳ δὲ σῆμα ἐν τῇ ἐπιφανεστάτῃ Ἐφέσῳ, τέθαπται γὰρ ἐν τῇ ἀγορᾷ κατὰ τὸ κυριώτατον τῆς Ἐφέσου, ἐν ᾗ κατεβίω παιδεύσας τὸν πρῶτον βίον ἐν τῇ Λέσβῳ.
10 κγʹ. Λολλιανὸς δὲ ὁ Ἐφέσιος προὔστη μὲν τοῦ Ἀθήνησι θρόνου πρῶτος, προὔστη δὲ καὶ τοῦ Ἀθηναίων δήμου στρατηγήσας αὐτοῖς τὴν ἐπὶ τῶν
ὅπλων, ἡ δὲ ἀρχὴ αὕτη πάλαι μὲν κατέλεγέ τε καὶ ἐξῆγεν ἐς τὰ πολέμια, νυνὶ δὲ τροφῶν ἐπιμελεῖται38
15καὶ σίτου ἀγορᾶς. θορύβου δὲ καθεστηκότος παρὰ τὰ ἀρτοπώλια καὶ τῶν Ἀθηναίων βάλλειν αὐτὸν ὡρμηκότων Παγκράτης ὁ κύων ὁ μετὰ ταῦτα ἐν Ἰσθμῷ φιλοσοφήσας παρελθὼν ἐς τοὺς Ἀθηναίους καὶ εἰπὼν „Λολλιανὸς οὐκ ἔστιν ἀρτοπώλης, ἀλλὰ
20λογοπώλησ“ διέχεεν οὕτω τοὺς Ἀθηναίους, ὡς μεθεῖναι τοὺς λίθους διὰ χειρὸς αὐτοῖς ὄντας. σίτου δὲ ἐκ Θετταλίας ἐσπεπλευκότος καὶ χρημάτων δημο‐ σίᾳ οὐκ ὄντων ἐπέτρεψεν ὁ Λολλιανὸς ἔρανον τοῖς αὐτοῦ γνωρίμοις, καὶ χρήματα συχνὰ ἠθροίσθη. καὶ
25τοῦτο μὲν ἀνδρὸς εὐμηχάνου δόξει καὶ σοφοῦ τὰ
VS
.

1

.

527

πολιτικά, ἐκεῖνο δὲ δικαίου τε καὶ εὐγνώμονος· τὰ γὰρ χρήματα ταῦτα τοῖς ξυμβαλομένοις ἀπέδωκεν ἐπανεὶς τὸν μισθὸν τῆς ἀκροάσεως. Ἔδοξε δὲ ὁ σοφιστὴς οὗτος τεχνικώτατός τε καὶ
5φρονιμώτατος τὸ ἐπιχειρηματικὸν ἐν ἐπινοίᾳ τεχνικῇ κείμενον ἱκανῶς ἐκπονῆσαι, καὶ ἑρμηνεῦσαι μὲν ἀποχρῶν, νοῆσαι δὲ καὶ τὰ νοηθέντα τάξαι ἀπέριττος. διαφαίνονται δὲ τοῦ λόγου καὶ λαμπρότητες λήγουσαι ταχέως, ὥσπερ τὸ τῆς ἀστραπῆς σέλας. δηλοῦται δὲ
10τοῦτο ἐν πᾶσι μέν, μάλιστα δὲ ἐν τοῖσδε· κατηγο‐ ρῶν μὲν γὰρ τοῦ Λεπτίνου διὰ τὸν νόμον, ἐπεὶ μὴ ἐφοίτα τοῖς Ἀθηναίοις ἐκ τοῦ Πόντου σῖτος, ὧδε ἤκμασεν· „κέκλεισται τὸ στόμα τοῦ Πόντου νόμῳ καὶ τὰς Ἀθηναίων τροφὰς ὀλίγαι
15κωλύουσι συλλαβαί, καὶ ταὐτὸν δύναται Λύσανδρος ναυμαχῶν καὶ Λεπτίνης νο‐ μομαχῶν“. ἀντιλέγων δὲ τοῖς Ἀθηναίοις ἀπορίᾳ χρημάτων βουλευομένοις πωλεῖν τὰς νήσους ὧδε ἔπνευσεν· „λῦσον, ὦ Πόσειδον, τὴν ἐπὶ
20Δήλῳ χάριν, συγχώρησον αὐτῇ πωλουμένῃ φυγεῖν.“ ἐσχεδίαζε μὲν οὖν κατὰ τὸν Ἰσαῖον, οὗ δὴ καὶ ἠκροάσατο, μισθοὺς δὲ γενναίους ἐπράττετο τὰς συνουσίας οὐ μελετηρὰς μόνον, ἀλλὰ καὶ διδασ‐ καλικὰς παρέχων. εἰκόνες δὲ αὐτοῦ Ἀθήνησι μία39
25μὲν ἐπ’ ἀγορᾶς, ἑτέρα δὲ ἐν τῷ ἄλσει τῷ μικρῷ, ὃ αὐτὸς λέγεται ἐκφυτεῦσαι. κδʹ. Οὐδὲ τὸν Βυζάντιον σοφιστὴν παραλείψω Μάρκον, ὑπὲρ οὗ κἂν ἐπιπλήξαιμι τοῖς Ἕλλησιν, εἰ
VS
.

1

.

528

τοιόσδε γενόμενος, ὁποῖον δηλώσω, μήπω τυγχάνοι τῆς ἑαυτοῦ δόξης. Μάρκῳ τοίνυν ἦν ἀναφορὰ τοῦ γένους ἐς τὸν ἀρχαῖον Βύζαντα, πατὴρ δὲ ὁμώνυμος ἔχων θαλαττουργοὺς οἰκέτας ἐν Ἱερῷ, τὸ δὲ Ἱερὸν
5παρὰ τὰς ἐκβολὰς τοῦ Πόντου. διδάσκαλος δὲ αὐτοῦ Ἰσαῖος ἐγένετο, παρ’ οὗ καὶ τὸ κατὰ φύσιν ἑρμη‐ νεύειν μαθὼν ἐπεκόσμησεν αὐτὸ ὡραισμένῃ πρᾳότητι. καὶ παράδειγμα ἱκανώτατον τῆς Μάρκου ἰδέας ὁ Σπαρτιάτης ὁ ξυμβουλεύων τοῖς Λακεδαιμονίοις μὴ
10παραδέχεσθαι τοὺς ἀπὸ Σφακτηρίας γυμνοὺς ἥκον‐ τας. τῆσδε γὰρ τῆς ὑποθέσεως ἤρξατο ὧδε· „ἀνὴρ Λακεδαιμόνιος μέχρι γήρως φυλάξας τὴν ἀσπίδα ἡδέως μὲν ἂν τοὺς γυμνοὺς τού‐ τους ἀπέκτεινα.“ ὅστις δὲ καὶ τὰς διαλέξεις ὅδε
15ὁ ἀνὴρ ἐγένετο, ξυμβαλεῖν ἐστιν ἐκ τῶνδε· διδάσκων γὰρ περὶ τῆς τῶν σοφιστῶν τέχνης, ὡς πολλὴ καὶ ποικίλη, παράδειγμα τοῦ λόγου τὴν ἶριν ἐποιήσατο καὶ ἤρξατο τῆς διαλέξεως ὧδε· „ὁ τὴν ἶριν ἰδών, ὡς ἓν χρῶμα, οὐκ εἶδεν, ὡς θαυμάσαι, ὁ
20δέ, ὅσα χρώματα, μᾶλλον ἐθαύμασεν.“ οἱ δὲ τὴν διάλεξιν ταύτην Ἀλκινόῳ τῷ Στωικῷ ἀνατιθέντες διαμαρτάνουσι μὲν ἰδέας λόγου, διαμαρτάνουσι δὲ ἀληθείας, ἀδικώτατοι δ’ ἀνθρώπων εἰσὶ προσαφαι‐
ρούμενοι τὸν σοφιστὴν καὶ τὰ οἰκεῖα.40
25 Τὸ δὲ τῶν ὀφρύων ἦθος καὶ ἡ τοῦ προσώπου σύννοια σοφιστὴν ἐδήλου τὸν Μάρκον, καὶ γὰρ ἐτύγχανεν ἀεί τι ἐπισκοπῶν τῇ γνώμῃ καὶ ἀναπαι‐ δεύων ἑαυτὸν τοῖς ἐς τὸ σχεδιάζειν ἄγουσι. καὶ τοῦτο ἐδηλοῦτο μὲν τῇ τῶν ὀφθαλμῶν στάσει
30πεπηγότων τὰ πολλὰ ἐς ἀπορρήτους ἐννοίας, ὡμο‐ λογήθη δὲ καὶ ὑπὸ τοῦ ἀνδρός· ἐρομένου γάρ τινος αὐτὸν τῶν ἐπιτηδείων, ὅπως χθὲς ἐμελέτα „ἐπ’
VS
.

1

.

529

ἐμαυτοῦ μὲν“ ἔφη „λόγου ἀξίως, ἐπὶ δὲ τῶν γνω‐ ρίμων ἧττον.“ θαυμάσαντος δὲ τὴν ἀπόκρισιν „ἐγὼ“ ἔφη ὁ Μάρκος „καὶ τῇ σιωπῇ ἐνεργῷ χρῶμαι καὶ γυμνάζουσί με δύο ὑποθέσεις καὶ τρεῖς ὑπὸ τὴν
5μίαν, ἣν ἐς τὸ κοινὸν ἀγωνίζομαι.“ γενειάδος δὲ καὶ κόμης αὐχμηρῶς εἶχεν, ὅθεν ἀγροικότερος ἀνδρὸς πεπνυμένου ἐδόκει τοῖς πολλοῖς. τουτὶ δὲ καὶ Πολέ‐ μων ὁ σοφιστὴς πρὸς αὐτὸν ἔπαθεν· παρῆλθε μὲν γὰρ ἐς τὴν τοῦ Πολέμωνος διατριβὴν ὀνομαστὸς
10ἤδη ὤν, ξυγκαθημένων δὲ τῶν ἐς τὴν ἀκρόασιν ἀπηντηκότων ἀναγνούς τις αὐτὸν τῶν ἐς τὸ Βυζάν‐ τιον πεπλευκότων διεμήνυσε τῷ πέλας, ὁ δὲ τῷ πλησίον, καὶ διεδόθη ἐς πάντας, ὅτι ὁ Βυζάντιος εἴη σοφιστής, ὅθεν τοῦ Πολέμωνος αἰτοῦντος τὰς
15ὑποθέσεις ἐπεστρέφοντο πάντες ἐς τὸν Μάρκον, ἵνα προβάλοι. τοῦ δὲ Πολέμωνος εἰπόντος „τί ἐς τὸν ἄγροικον ὁρᾶτε; οὐ γὰρ δώσει γε οὗτος ὑπόθε‐ σιν“, ὁ Μάρκος ἐπάρας τὴν φωνήν, ὥσπερ εἰώθει, καὶ ἀνακύψας „καὶ προβαλοῦμαι“ ἔφη „καὶ μελετή‐
20σομαι.“ ἔνθεν ἑλὼν ὁ Πολέμων καὶ ξυνιεὶς δωριά‐ ζοντος διελέχθη ἐς τὸν ἄνδρα πολλά τε καὶ θαυμάσια ἐφιεὶς τῷ καιρῷ, μελετήσας δὲ καὶ μελετῶντος ἀκροασάμενος καὶ ἐθαυμάσθη καὶ ἐθαύμασεν.
Μετὰ ταῦτα δὲ ἥκων ὁ Μάρκος ἐς τὰ Μέγαρα,41
25οἰκισταὶ δὲ (οὗτοι) Βυζαντίων, ἐστασίαζον μὲν οἱ Μεγαρεῖς πρὸς τοὺς Ἀθηναίους ἀκμαζούσαις ταῖς γνώμαις, ὥσπερ ἄρτι τοῦ πινακίου ἐπ’ αὐτοὺς γε‐ γραμμένου, καὶ οὐκ ἐδέχοντο σφᾶς ἐς τὰ Πύθια τὰ μικρὰ ἥκοντας. παρελθὼν δὲ ἐς μέσους ὁ Μάρκος
30οὕτω τι μεθήρμοσε τοὺς Μεγαρέας, ὡς ἀνοῖξαι πεῖσαι τὰς οἰκίας καὶ δέξασθαι τοὺς Ἀθηναίους ἐπὶ γυναῖκάς τε καὶ παῖδας. ἠγάσθη αὐτὸν καὶ Ἀδριανὸς ὁ αὐτοκράτωρ πρεσβεύοντα ὑπὲρ Βυζαντίων, ἐπιτη‐
VS
.

1

.

530

δειότατος τῶν πάλαι βασιλέων γενόμενος ἀρετὰς αὐξῆσαι. κεʹ. Πολέμων δὲ ὁ σοφιστὴς οὔθ’, ὡς οἱ πολλοὶ δοκοῦσι, Σμυρναῖος, οὔθ’, ὥς τινες, ἐκ
5Φρυγῶν, ἀλλὰ ἤνεγκεν αὐτὸν Λαοδίκεια ἡ ἐν Καρίᾳ, ποταμῷ πρόσοικος Λύκῳ, μεσογεία μέν, δυνατωτέρα δὲ τῶν ἐπὶ θαλάττῃ. ἡ μὲν δὴ τοῦ Πολέμωνος οἰκία πολλοὶ ὕπατοι καὶ ἔτι, ἐρασταὶ δὲ αὐτοῦ πολλαὶ μὲν πόλεις, διαφερόντως δὲ ἡ Σμύρνα· οὗτοι γὰρ ἐκ μει‐
10ρακίου κατιδόντες τι ἐν αὐτῷ μέγα πάντας τοὺς οἴκοι στεφάνους ἐπὶ τὴν τοῦ Πολέμωνος κεφαλὴν συνήνεγ‐ καν, αὐτῷ τε ψηφισάμενοι καὶ γένει τὰ οἴκοι ζηλωτά, προκαθῆσθαι γὰρ τῶν Ἀδριανῶν Ὀλυμπίων ἔδοσαν τῷ ἀνδρὶ καὶ ἐγγόνοις, καὶ τῆς ἱερᾶς τριήρους
VS
.

1

.

531

ἐπιβατεύειν. πέμπεται γάρ τις μηνὶ Ἀνθεστηριῶνι μεταρσία τριήρης ἐς ἀγοράν, ἣν ὁ τοῦ Διονύσου ἱερεύς, οἷον κυβερνήτης, εὐθύνει πείσματα ἐκ θαλάτ‐ της λύουσαν.
5 Ἐνσπουδάζων δὲ τῇ Σμύρνῃ τάδε αὐτὴν ὤνησεν· πρῶτα μὲν τὴν πόλιν πολυανθρωποτάτην αὑτῆς φαίνεσθαι, νεότητος αὐτῇ ἐπιρρεούσης ἐξ ἠπείρων τε καὶ νήσων οὐκ ἀκολάστου καὶ ξυγκλύδος, ἀλλ’
ἐξειλεγμένης τε καὶ καθαρᾶς Ἑλλάδος, ἔπειτα ὁμονο‐42
10οῦσαν καὶ ἀστασίαστον πολιτεύειν, τὸν γὰρ πρὸ τοῦ χρόνον ἐστασίαζεν ἡ Σμύρνα καὶ διεστήκεσαν οἱ ἄνω πρὸς τοὺς ἐπὶ θαλάττῃ. πλείστου δὲ ἄξιος τῇ πόλει καὶ τὰ πρεσβευτικὰ ἐγένετο φοιτῶν παρὰ τοὺς αὐτοκράτορας καὶ προαγωνιζόμενος τῶν ἠθῶν.
15Ἀδριανὸν γοῦν προσκείμενον τοῖς Ἐφεσίοις οὕτω τι μετεποίησε τοῖς Σμυρναίοις, ὡς ἐν ἡμέρᾳ μιᾷ μυριάδας χιλίας ἐπαντλῆσαι αὐτὸν τῇ Σμύρνῃ, ἀφ’ ὧν τά τε τοῦ σίτου ἐμπόρια ἐξεποιήθη καὶ γυμνάσιον τῶν κατὰ τὴν Ἀσίαν μεγαλοπρεπέστατον καὶ νεὼς
20τηλεφανὴς ὁ ἐπὶ τῆς ἄκρας ἀντικεῖσθαι δοκῶν τῷ Μίμαντι. καὶ μὴν καὶ τοῖς ἁμαρτανομένοις δημοσίᾳ ἐπιπλήττων καὶ κατὰ σοφίαν πλεῖστα νουθετῶν ὠφέλει, ὕβριν τε ὁμοίως ἐξῄρει καὶ ἀγερωχίαν πᾶσαν, τοσούτῳ πλέον, ὅσῳ μηδὲ τοῦ Ἰωνικοῦ
VS
.

1

.

532

ἀπεθίζειν ** ὠφέλει δὲ κἀκεῖνα δήπου· τὰς δίκας τὰς πρὸς ἀλλήλους οὐκ ἄλλοσέ ποι ἐκφοιτᾶν εἴα, ἀλλ’ οἴκοι ἔπαυεν. λέγω δὲ τὰς ὑπὲρ χρημάτων, τὰς γὰρ ἐπὶ μοιχοὺς καὶ ἱεροσύλους καὶ σφαγέας,
5ὧν ἀμελουμένων ἄγη φύεται, οὐκ ἐξάγειν παρεκε‐ λεύετο μόνον, ἀλλὰ καὶ ἐξωθεῖν τῆς Σμύρνης, δικαστοῦ γὰρ δεῖσθαι αὐτὰς ξίφος ἔχοντος. καὶ ἡ αἰτία δέ, ἣν ἐκ τῶν πολλῶν εἶχεν, ὡς ὁδοιποροῦντι αὐτῷ πολλὰ μὲν σκευοφόρα ἕποιτο, πολλοὶ δὲ ἵπποι,
10πολλοὶ δὲ οἰκέται, πολλὰ δὲ ἔθνη κυνῶν ἄλλα ἐς ἄλλην θήραν, αὐτὸς δὲ ἐπὶ ζεύγους ἀργυροχαλίνου Φρυγίου τινὸς ἢ Κελτικοῦ πορεύοιτο, εὔκλειαν τῇ Σμύρνῃ ἔπραττεν· πόλιν γὰρ δὴ λαμπρύνει μὲν ἀγορὰ καὶ κατασκευὴ μεγαλοπρεπὴς οἰκοδομημάτων,
15λαμπρύνει δὲ οἰκία εὖ πράττουσα, οὐ γὰρ μόνον δίδωσι πόλις ἀνδρὶ ὄνομα, ἀλλὰ καὶ αὐτὴ ἄρνυται
ἐξ ἀνδρός. ἐπεσκοπεῖτο δὲ καὶ τὴν Λαοδίκειαν ὁ Πολέμων θαμίζων ἐς τὸν ἑαυτοῦ οἶκον καὶ δημοσίᾳ ὠφελῶν ὅ τι ἠδύνατο.43
20 Τὰ δὲ ἐκ βασιλέων αὐτῷ τοιαῦτα· Τραιανὸς μὲν αὐτοκράτωρ ἀτελῆ πορεύεσθαι διὰ γῆς καὶ θαλάττης, Ἀδριανὸς δὲ καὶ τοῖς ἀπ’ αὐτοῦ πᾶσιν, (ἐγ)κατέλεξε δὲ αὐτὸν καὶ τῷ τοῦ Μουσείου κύκλῳ
VS
.

1

.

533

ἐς τὴν Αἰγυπτίαν σίτησιν, ἐπί τε τῆς Ῥώμης ἀπαι‐ τουμένου πέντε καὶ εἴκοσι μυριάδας ὑπεραπέδωκε ταῦτα τὰ χρήματα οὔτε εἰπόντος, ὡς δέοιτο, οὔτε προειπών, ὡς δώσοι. αἰτιωμένης δὲ αὐτὸν τῆς
5Σμύρνης, ὡς πολλὰ τῶν ἐπιδοθέντων σφίσιν ἐκ βασιλέως χρημάτων ἐς τὸ ἑαυτοῦ ἡδὺ καταθέμενον ἔπεμψεν ὁ αὐτοκράτωρ ἐπιστολὴν ὧδε ξυγκειμένην· „Πολέμων τῶν ἐπιδοθέντων ὑμῖν χρημά‐ των ὑπ’ ἐμοῦ ἐμοὶ τοὺς λογισμοὺς ἔδωκεν.“
10ταῦτα δὲ εἰ καὶ συγγνώμην ἐρεῖ τις, οὐκ ἦν δήπου συγγνώμην αὐτὸν τὴν ἐπὶ τοῖς χρήμασι μὴ οὐκ ἐς τὸ προὖχον τῆς ἄλλης ἀρετῆς εὑρέσθαι. τὸ δὲ Ἀθήνησιν Ὀλύμπιον δι’ ἑξήκοντα καὶ πεντακοσίων ἐτῶν ἀποτελεσθὲν καθιερώσας ὁ αὐτοκράτωρ, ὡς
15χρόνου μέγα ἀγώνισμα, ἐκέλευσε καὶ τὸν Πολέμωνα ἐφυμνῆσαι τῇ θυσίᾳ. ὁ δέ, ὥσπερ εἰώθει, στήσας τοὺς ὀφθαλμοὺς ἐπὶ τὰς ἤδη παρισταμένας ἐννοίας ἐπαφῆκεν ἑαυτὸν τῷ λόγῳ καὶ ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέχθη πολλὰ καὶ θαυμάσια, προοίμιον
20ποιούμενος τοῦ λόγου τὸ μὴ ἀθεεὶ τὴν περὶ αὐτοῦ ὁρμὴν γενέσθαι οἱ. διήλλαξε δὲ αὐτῷ καὶ τὸν
VS
.

1

.

534

ἑαυτοῦ παῖδα Ἀντωνῖνον ὁ αὐτοκράτωρ ἐν τῇ τοῦ σκήπτρου παραδόσει θεὸς ἐκ θνητοῦ γιγνόμενος. τουτὶ δὲ ὁποῖον, ἀνάγκη δηλῶσαι· ἦρξε μὲν γὰρ δὴ πάσης ὁμοῦ Ἀσίας ὁ Ἀντωνῖνος, καὶ κατέλυσεν ἐν
5τῇ τοῦ Πολέμωνος οἰκίᾳ ὡς ἀρίστῃ τῶν κατὰ τὴν Σμύρναν καὶ ἀρίστου ἀνδρός, νύκτωρ δὲ ἐξ ἀποδη‐ μίας ἥκων ὁ Πολέμων ἐβόα ἐπὶ θύραις, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος, εἶτα συνηνάγκασε τὸν Ἀντωνῖνον ἐς ἑτέραν οἰκίαν μετασκευάσασθαι.44
10ταῦτα ἐγίγνωσκε μὲν ὁ αὐτοκράτωρ, ἠρώτα δὲ ὑπὲρ αὐτῶν οὐδέν, ὡς μὴ ἀναδέροιτο, ἀλλ’ ἐνθυμηθεὶς τὰ μετ’ αὐτὸν καὶ ὅτι πολλάκις καὶ τὰς ἡμέρους ἐκκαλοῦνται φύσεις οἱ προσκείμενοί τε καὶ παρο‐ ξύνοντες, ἔδεισε περὶ τῷ Πολέμωνι, ὅθεν ἐν ταῖς
15ὑπὲρ τῆς βασιλείας διαθήκαις „καὶ Πολέμων ὁ σοφιστὴσ“ ἔφη „ξύμβουλος τῆς διανοίας ἐμοὶ ταύτης ἐγένετο,“ τῷ καὶ χάριν ὡς εὐερ‐ γέτῃ πράττειν τὴν συγγνώμην ἐκ περιουσίας ἑτοι‐ μάζων. καὶ ὁ Ἀντωνῖνος ἠστείζετο μὲν πρὸς τὸν
20Πολέμωνα περὶ τῶν κατὰ τὴν Σμύρναν ἐνδεικνύμε‐ νός που τὸ μὴ ἐκλελῆσθαι, ταῖς δὲ ἑκάστοτε τιμαῖς ἐπὶ μέγα ἦρεν ἐγγυώμενός που τὸ μὴ μεμνῆσθαι. ἠστείζετο δὲ τάδε· ἐς τὴν πόλιν ἥκοντος τοῦ Πολέ‐ μωνος περιβαλὼν αὐτὸν Ἀντωνῖνος „δότε“ ἔφη
25„Πολέμωνι καταγωγήν, καὶ μηδεὶς αὐτὸν ἐκβάλῃ.“ ὑποκριτοῦ δὲ τραγῳδίας ἀπὸ τῶν κατὰ τὴν Ἀσίαν Ὀλυμπίων, οἷς ἐπεστάτει ὁ Πολέμων, ἐφιέναι φήσαν‐
VS
.

1

.

535

τος, ἐξελαθῆναι γὰρ παρ’ αὐτοῦ κατ’ ἀρχὰς τοῦ δράματος, ἤρετο ὁ αὐτοκράτωρ τὸν ὑποκριτήν, πηνίκα εἴη, ὅτε τῆς σκηνῆς ἠλάθη, τοῦ δὲ εἰπόντος, ὡς μεσημβρία τυγχάνοι οὖσα, μάλα ἀστείως ὁ αὐτοκρά‐
5τωρ „ἐμὲ δὲ“ εἶπεν „ἀμφὶ μέσας νύκτας ἐξήλασε τῆς οἰκίας, καὶ οὐκ ἐφῆκα.“ Ἐχέτω μοι [καὶ] ταῦτα δήλωσιν βασιλέως τε πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος. ὑπέρφρων γὰρ δὴ οὕτω τι ὁ Πολέμων, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔ‐
10χοντος, δυνασταῖς δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. Ἀθηναίοις μὲν γὰρ ἐπιδεικνύμενος αὐτοσχεδίους λόγους, ὅτε καὶ πρῶτον Ἀθήναζε ἀφίκετο, οὐκ ἐς ἐγκώμια κατέστησεν ἑαυτὸν τοῦ ἄστεος, τοσούτων ὄντων, ἅ τις ὑπὲρ Ἀθηναίων45
15ἂν εἴποι, οὐδ’ ὑπὲρ τῆς ἑαυτοῦ δόξης ἐμακρηγόρησε, καίτοι καὶ τῆς τοιᾶσδε ἰδέας ὠφελούσης τοὺς σοφι‐ στὰς ἐν ταῖς ἐπιδείξεσιν, ἀλλ’ εὖ γιγνώσκων, ὅτι τὰς Ἀθηναίων φύσεις ἐπικόπτειν χρὴ μᾶλλον ἢ ἐπαίρειν διελέχθη ὧδε· „φασὶν ὑμᾶς, ὦ Ἀθη‐
20ναῖοι, σοφοὺς εἶναι ἀκροατὰς λόγων· εἴσομαι.“ ἀνδρὸς δέ, ὃς ἦρχε μὲν Βοσπόρου, πᾶσαν δὲ Ἑλληνικὴν παίδευσιν ἥρμοστο, καθ’ ἱστο‐ ρίαν τῆς Ἰωνίας ἐς τὴν Σμύρναν ἥκοντος οὐ μόνον οὐκ ἔταξεν ἑαυτὸν ἐν τοῖς θεραπεύουσιν, ἀλλὰ καὶ
25δεομένου ξυνεῖναί οἱ θαμὰ ἀνεβάλλετο, ἕως ἠνάγ‐ κασε τὸν βασιλέα ἐπὶ θύρας ἀφικέσθαι ἀπάγοντα μισθοῦ δέκα τάλαντα. ἥκων δὲ ἐς τὸ Πέργαμον, ὅτε δὴ τὰ ἄρθρα ἐνόσει, κατέδαρθε μὲν ἐν τῷ ἱερῷ, ἐπιστάντος δὲ αὐτῷ τοῦ Ἀσκληπιοῦ καὶ προειπόντος
30ἀπέχεσθαι ψυχροῦ ποτοῦ ὁ Πολέμων „βέλτιστε,“ εἶπεν „εἰ δὲ βοῦν ἐθεράπευες;“ Τὸ δὲ μεγαλόγνωμον τοῦτο καὶ φρονηματῶδες ἐκ Τιμοκράτους ἔσπασε τοῦ φιλοσόφου, συγγενόμε‐
VS
.

1

.

536

νος αὐτῷ ἥκοντι ἐς Ἰωνίαν ἐτῶν τεττάρων. οὐ χεῖρον δὲ καὶ τὸν Τιμοκράτην δηλῶσαι· ἦν μὲν γὰρ ἐκ τοῦ Πόντου ὁ ἀνὴρ οὗτος καὶ ἦν αὐτῷ πατρὶς Ἡράκλεια τὰ Ἑλλήνων ἐπαινοῦντες, ἐφιλο‐
5σόφει δὲ κατ’ ἀρχὰς μὲν τοὺς ἰατρικοὺς τῶν λόγων, εἰδὼς εὖ τὰς Ἱπποκράτους τε καὶ Δημοκρίτου δόξας, ἐπεὶ δὲ ἤκουσεν Εὐφράτου τοῦ Τυρίου, πλήρεσιν ἱστίοις ἐς τὴν ἐκείνου φιλοσοφίαν ἀφῆκεν. ἐπιχολώ‐
τερος δὲ οὕτω τι ἦν τοῦ ξυμμέτρου, ὡς ὑπανίστασθαι46
10αὐτῷ διαλεγομένῳ τήν τε γενειάδα καὶ τὰς ἐν τῇ κεφαλῇ χαίτας, ὥσπερ τῶν λεόντων ἐν ταῖς ὁρμαῖς. τῆς δὲ γλώττης εὐφόρως εἶχε καὶ σφοδρῶς καὶ ἑτοίμως, διὸ καὶ τῷ Πολέμωνι πλείστου ἦν ἄξιος ἀσπαζομένῳ τὴν τοιάνδε ἐπιφορὰν τοῦ λόγου. δια‐
15φορᾶς γοῦν τῷ Τιμοκράτει πρὸς τὸν Σκοπελιανὸν γενομένης ὡς ἐκδεδωκότα ἑαυτὸν πίττῃ καὶ παρα‐ τιλτρίαις διέστη μὲν ἡ ἐνομιλοῦσα νεότης τῇ Σμύρνῃ, ὁ δὲ Πολέμων ἀμφοῖν ἀκροώμενος τῶν τοῦ Τιμο‐ κράτους στασιωτῶν ἐγένετο πατέρα καλῶν αὐτὸν
20τῆς ἑαυτοῦ γλώττης. ἀπολογούμενος δὲ αὐτῷ καὶ ὑπὲρ τῶν πρὸς Φαβωρῖνον λόγων εὐλαβῶς ὑπέ‐ στειλε καὶ ὑφειμένως, ὥσπερ τῶν παίδων οἱ τὰς ἐκ τῶν διδασκάλων πληγάς, εἴ τι ἀτακτήσειαν, δε‐ διότες.
25 Τῷ δὲ ὑφειμένῳ τούτῳ καὶ πρὸς τὸν Σκοπε‐ λιανὸν ἐχρήσατο χρόνῳ ὕστερον, πρεσβεύειν μὲν χειροτονηθεὶς ὑπὲρ τῶν Σμυρναίων, ὡς ὅπλα δὲ Ἀχίλλεια τὴν ἐκείνου πειθὼ αἰτήσας. Ἡρώδῃ δὲ τῷ Ἀθηναίῳ πὴ μὲν ἀπὸ τοῦ ὑφειμένου, πὴ δὲ ἀπὸ
30τοῦ ὑπεραίροντος ξυνεγένετο. ὅπως δὲ καὶ ταῦτα ἔσχε, δηλῶσαι βούλομαι, καλὰ γὰρ καὶ μεμνῆσθαι ἄξια· ἤρα μὲν γὰρ τοῦ αὐτοσχεδιάζειν ὁ Ἡρώδης μᾶλλον ἢ τοῦ ὕπατός τε καὶ ἐξ ὑπάτων δοκεῖν, τὸν Πολέμωνα δὲ οὔπω γιγνώσκων ἀφῖκτο μὲν ἐς τὴν
VS
.

1

.

537

Σμύρναν ἐπὶ ξυνουσίᾳ τοῦ ἀνδρὸς κατὰ χρόνους, οὓς τὰς ἐλευθέρας τῶν πόλεων αὐτὸς διωρ‐ θοῦτο, περιβαλὼν δὲ καὶ ὑπερασπασάμενος ὁμοῦ τῷ τὸ στόμα ἀφελεῖν τοῦ στόματος „πότε,“ εἶπεν
5„ὦ πάτερ, ἀκροασόμεθά σου;“ καὶ ὁ μὲν δὴ ᾤετο ἀναβαλεῖσθαι αὐτὸν τὴν ἀκρόασιν ὀκνεῖν φήσαντα
ἐπ’ ἀνδρὸς τοιούτου ἀποκινδυνεύειν, ὁ δὲ οὐδὲν πλασάμενος „τήμερον“ ἔφη „ἀκροῶ, καὶ ἴωμεν.“ τοῦτο ἀκούσας ὁ Ἡρώδης ἐκπλαγῆναί φησι τὸν47
10ἄνδρα, ὡς καὶ τὴν γλῶτταν αὐτοσχέδιον καὶ τὴν γνώμην. ταῦτα μὲν οὖν φρόνημα ἐνδείκνυται τοῦ ἀνδρὸς καί, νὴ Δία, σοφίαν, ᾗ ἐς τὴν ἔκπληξιν ἐχρήσατο, ἐκεῖνα δὲ σωφροσύνην τε καὶ κόσμον· ἀφικόμενον γὰρ ἐς τὴν ἐπίδειξιν ἐδέξατο ἐπαίνῳ
15μακρῷ καὶ ἐπαξίῳ τῶν Ἡρώδου λόγων τε καὶ ἔργων. τὴν δὲ σκηνὴν τοῦ ἀνδρός, ᾗ ἐς τὰς μελέτας ἐχρή‐ σατο, ἔστι μὲν καὶ Ἡρώδου μαθεῖν ἐν μιᾷ τῶν πρὸς τὸν Βᾶρον ἐπιστολῇ εἰρημένων, δηλώσω δὲ κἀγὼ ἐκεῖθεν· παρῄει μὲν ἐς τὰς ἐπιδείξεις διακεχυμένῳ
20τῷ προσώπῳ καὶ τεθαρρηκότι, φοράδην δὲ ἐσεφοίτα διεφθορότων αὐτῷ ἤδη τῶν ἄρθρων. καὶ τὰς ὑπο‐ θέσεις οὐκ ἐς τὸ κοινὸν ἐπεσκοπεῖτο, ἀλλ’ ἐξιὼν τοῦ ὁμίλου βραχὺν καιρόν. φθέγμα δὲ ἦν αὐτῷ λαμπρὸν καὶ ἐπίτονον καὶ κρότος θαυμάσιος οἷος
25ἀπεκτύπει τῆς γλώττης. φησὶ δὲ αὐτὸν ὁ Ἡρώδης καὶ ἀναπηδᾶν τοῦ θρόνου περὶ τὰς ἀκμὰς τῶν ὑποθέσεων, τοσοῦτον αὐτῷ περιεῖναι ὁρμῆς, καὶ ὅτε ἀποτορνεύοι περίοδον, τὸ ἐπὶ πᾶσιν αὐτῆς κῶλον σὺν μειδιάματι φέρειν, ἐνδεικνύμενον πολὺ τὸ
30ἀλύπως φράζειν, καὶ κροαίνειν ἐν τοῖς τῶν ὑποθέ‐
VS
.

1

.

538

σεων χωρίοις οὐδὲν μεῖον τοῦ Ὁμηρικοῦ ἵππου. ἀκροᾶσθαι δὲ αὐτοῦ τὴν μὲν πρώτην, ὡς οἱ δικάζον‐ τες, τὴν δὲ ἐφεξῆς, ὡς οἱ ἐρῶντες, τὴν δὲ τρίτην, ὡς οἱ θαυμάζοντες, καὶ γὰρ δὴ καὶ τριῶν ἡμερῶν
5ξυγγενέσθαι οἱ. ἀναγράφει καὶ τὰς ὑποθέσεις ὁ Ἡρώδης, ἐφ’ αἷς ξυνεγένετο· ἦν τοίνυν ἡ μὲν πρώτη Δημοσθένης ἐξομνύμενος ταλάντων πεντή‐ κοντα δωροδοκίαν, ἣν ἦγεν ἐπ’ αὐτὸν Δημάδης, ὡς
Ἀλεξάνδρου τοῦτο Ἀθηναίοις ἐκ τῶν Δαρείου λογισ‐48
10μῶν ἐπεσταλκότος, ἡ δὲ ἐφεξῆς τὰ τρόπαια κατέλυε τὰ Ἑλληνικὰ τοῦ Πελοποννησίου πολέμου ἐς διαλ‐ λαγὰς ἥκοντος, ἡ δὲ τρίτη τῶν ὑποθέσεων τοὺς Ἀθηναίους μετὰ Αἰγὸς ποταμοὺς ἐς τοὺς δήμους ἀνεσκεύαζεν· ὑπὲρ οὗ φησιν ὁ Ἡρώδης πέμψαι οἱ
15πεντεκαίδεκα μυριάδας προσειπὼν αὐτὰς μισθὸν τῆς ἀκροάσεως, μὴ προσεμένου δὲ αὐτὸς μὲν ὑπερ‐ ῶφθαι οἴεσθαι, ξυμπίνοντα δὲ αὐτῷ Μουνάτιον τὸν κριτικόν, ὁ δὲ ἀνὴρ οὗτος ἐκ Τραλλέων, „ὦ Ἡρώδη,“ φάναι „δοκεῖ μοι Πολέμων ὀνειροπολήσας
20πέντε καὶ εἴκοσι μυριάδας παρὰ τοῦτ’ ἔλαττον ἔχειν ἡγεῖσθαι, παρ’ ὃ μὴ τοσαύτας ἔπεμψας.“ προσθεῖ‐ ναί φησιν ὁ Ἡρώδης τὰς δέκα καὶ τὸν Πολέμωνα προθύμως λαβεῖν, ὥσπερ ἀπολαμβάνοντα. ἔδωκε τῷ Πολέμωνι ὁ Ἡρώδης καὶ τὸ μὴ παρελθεῖν ἐπ’
VS
.

1

.

539

αὐτῷ ἐς λόγων ἐπίδειξιν, μηδ’ ἐπαγωνίσασθαί οἱ, νύκτωρ δὲ ἐξελάσαι τῆς Σμύρνης, ὡς μὴ βιασθείη, θρασὺ γὰρ καὶ τὸ βιασθῆναι ᾤετο. διετέλει δὲ καὶ τὸν ἄλλον χρόνον ἐπαινῶν τὸν Πολέμωνα καὶ ὑπὲρ
5θαῦμα ἄγων· Ἀθήνησι μὲν γὰρ διαπρεπῶς ἀγω‐ νισάμενος τὸν περὶ τῶν τροπαίων ἀγῶνα καὶ θαυ‐ μαζόμενος ἐπὶ τῇ φορᾷ τοῦ λόγου „τὴν Πολέμωνοσ“ ἔφη „μελέτην ἀνάγνωτε καὶ εἴσεσθε ἄνδρα.“ Ὀλυμ‐ πίασι δὲ βοησάσης ἐπ’ αὐτῷ τῆς Ἑλλάδος „εἶς ὡς
10Δημοσθένης,“ „εἴθε γὰρ“ ἔφη „ὡς ὁ Φρύξ,“ τὸν Πολέμωνα ὧδε ἐπονομάζων, ἐπειδὴ τότε ἡ Λαοδίκεια τῇ Φρυγίᾳ συνετάττετο. Μάρκου δὲ τοῦ αὐτοκρά‐ τορος πρὸς αὐτὸν εἰπόντος „τί σοι δοκεῖ ὁ Πολέμων; στήσας τοὺς ὀφθαλμοὺς ὁ Ἡρώδης
15
„ἵππων μ’“ ἔφη
„ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει,“ ἐνδεικνύμενος δὴ τὸ ἐπίκροτον καὶ τὸ ὑψηχὲς τῶν λόγων. ἐρομένου δὲ αὐτὸν καὶ Βάρου τοῦ ὑπάτου,
49
20τίσι καὶ διδασκάλοις ἐχρήσατο, „τῷ δεῖνι μὲν καὶ τῷ δεῖνι“ ἔφη „παιδευόμενος, Πολέμωνι δὲ ἤδη παιδεύων.“ Φησὶν ὁ Πολέμων ἠκροᾶσθαι καὶ Δίωνος ἀπο‐ δημίαν ὑπὲρ τούτου στείλας ἐς τὸ τῶν Βιθυνῶν
25ἔθνος. ἔλεγε δὲ ὁ Πολέμων τὰ μὲν τῶν καταλο‐ γάδην ὤμοις δεῖν ἐκφέρειν, τὰ δὲ τῶν ποιητῶν ἁμάξαις. Κἀκεῖνα τῶν Πολέμωνι τιμὴν ἐχόντων ἤριζεν ἡ Σμύρνα ὑπὲρ τῶν ναῶν καὶ τῶν ἐπ’ αὐτοῖς
30δικαίων, ξύνδικον πεποιημένη τὸν Πολέμωνα ἐς τέρμα ἤδη τοῦ βίου ἥκοντα. ἐπεὶ δὲ ἐν ὁρμῇ τῆς ὑπὲρ τῶν δικαίων ἀποδημίας ἐτελεύτησεν, ἐγένετο μὲν ἐπ’ ἄλλοις ξυνδίκοις ἡ πόλις, πονηρῶς δὲ αὐτῶν
VS
.

1

.

540

ἐν τῷ βασιλείῳ δικαστηρίῳ διατιθεμένων τὸν λόγον βλέψας ὁ αὐτοκράτωρ ἐς τοὺς τῶν Σμυρναίων ξυνη‐ γόρους „οὐ Πολέμων“ εἶπεν „τουτουὶ τοῦ ἀγῶνος ξύνδικος ὑμῖν ἀπεδέδεικτο;“ „ναί,“ ἔφασαν „εἴ γε
5τὸν σοφιστὴν λέγεις.“ καὶ ὁ αὐτοκράτωρ „ἴσως οὖν“ ἔφη „καὶ λόγον τινὰ ξυνέγραψεν ὑπὲρ τῶν δικαίων, οἷα δὴ ἐπ’ ἐμοῦ τε ἀγωνιούμενος καὶ ὑπὲρ τηλικού‐ των.“ „ἴσως,“ ἔφασαν, ὦ βασιλεῦ, „οὐ μὴν ἡμῖν γε εἰδέναι.“ καὶ ἔδωκεν ἀναβολὰς ὁ αὐτοκράτωρ
10τῇ δίκῃ, ἔστ’ ἂν διακομισθῇ ὁ λόγος, ἀναγνωσθέν‐ τος δὲ ἐν τῷ δικαστηρίῳ κατ’ αὐτὸν ἐψηφίσατο ὁ βασιλεύς, καὶ ἀπῆλθεν ἡ Σμύρνα τὰ πρωτεῖα νικῶσα καὶ τὸν Πολέμωνα αὐτοῖς ἀναβεβιωκέναι φάσκοντες.
15Ἐπεὶ δὲ ἀνδρῶν ἐλλογίμων ἀξιομνημόνευτα οὐ
μόνον τὰ μετὰ σπουδῆς λεχθέντα, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς, ἀναγράψω καὶ τοὺς ἀστεισμοὺς τοῦ Πολέμωνος, ὡς μηδὲ οὗτοι παραλελειμμένοι φαί‐ νοιντο. μειράκιον Ἰωνικὸν ἐτρύφα κατὰ τὴν Σμύρ‐50
20ναν ὑπὲρ τὰ Ἰώνων ἤθη, καὶ ἀπώλλυ αὐτὸ πλοῦτος βαθύς, ὅσπερ ἐστὶ πονηρὸς διδάσκαλος τῶν ἀκολά‐ στων φύσεων. ὄνομα μὲν δὴ τῷ μειρακίῳ Οὔαρος, διεφθορὸς δὲ ὑπὸ κολάκων ἐπεπείκει αὐτὸ ἑαυτό, ὡς καλῶν τε εἴη ὁ κάλλιστος καὶ μέγας ὑπὲρ τοὺς
25εὐμήκεις καὶ τῶν ἀμφὶ παλαίστραν γενναιότατός τε καὶ τεχνικώτατος καὶ μηδ’ ἂν τὰς Μούσας ἀναβάλ‐ λεσθαι αὐτοῦ ἥδιον, ὁπότε πρὸς τὸ ᾄδειν τράποιτο. παραπλήσια δὲ τούτοις καὶ περὶ τῶν σοφιστῶν ᾤετο, παριππεῦσαι γὰρ (ἂν) καὶ τὰς ἐκείνων γλώττας,
30ὁπότε μελετῴη, καὶ γὰρ δὴ καὶ ἐμελέτα, καὶ οἱ δανει‐ ζόμενοι παρ’ αὐτοῦ χρήματα τὸ καὶ μελετῶντος ἀκροάσασθαι προσέγραφον τῷ τόκῳ. ὑπήγετο δὲ καὶ ὁ Πολέμων τῷ δασμῷ τούτῳ νέος ὢν ἔτι καὶ
VS
.

1

.

541

οὔπω νοσῶν, δεδάνειστο γὰρ παρ’ αὐτοῦ χρήματα, καὶ ἐπεὶ μὴ ἐθεράπευε, μηδὲ ἐς τὰς ἀκροάσεις ἐφοίτα, χαλεπὸν ἦν τὸ μειράκιον καὶ ἠπείλει τύπους. οἱ δὲ τύποι γράμμα εἰσὶν ἀγορᾶς, ἐρήμην ἐπαγγέλλον τῷ
5οὐκ ἀποδιδόντι. αἰτιωμένων οὖν τὸν Πολέμωνα τῶν οἰκείων, ὡς ἀηδῆ καὶ δύστροπον, εἰ παρὸν αὐτῷ μὴ ἀπαιτεῖσθαι καὶ τὸ μειράκιον ἐκκαρποῦσθαι παρέχοντα αὐτῷ νεῦμα εὔνουν μὴ ποιεῖ τοῦτο, ἀλλ’ ἐκκαλεῖται αὐτὸ καὶ παροξύνει, τοιαῦτα ἀκούων
10ἀπήντησε μὲν ἐπὶ τὴν ἀκρόασιν, ἐπεὶ δὲ ἐς δείλην ἤδη ὀψίαν τὰ τῆς μελέτης αὐτῷ προὔβαινε καὶ οὐδεὶς ὅρμος ἐφαίνετο τοῦ λόγου, σολοικισμῶν τε καὶ βαρβαρισμῶν καὶ ἐναντιώσεων πλέα ἦν πάντα, ἀνα‐ πηδήσας ὁ Πολέμων καὶ ὑποσχὼν τὼ χεῖρε „Οὔαρε“,
15εἶπεν „φέρε τοὺς τύπους.“ λῃστὴν δὲ πολλαῖς αἰτίαις ἑαλωκότα στρεβλοῦντος ἀνθυπάτου καὶ ἀπορεῖν φάσκοντος, τίς γένοιτ’ ἂν ἐπ’ αὐτῷ τιμωρία τῶν εἰργασμένων ἀξία, παρατυχὼν ὁ Πολέμων „κέλευ‐ σον“ ἔφη „αὐτὸν ἀρχαῖα ἐκμανθάνειν.“ καίτοι51
20γὰρ πλεῖστα ἐκμαθὼν ὁ σοφιστὴς οὗτος ὅμως ἐπι‐ πονώτατον ἡγεῖτο τῶν ἐν ἀσκήσει τὸ ἐκμανθάνειν. ἰδὼν δὲ μονόμαχον ἱδρῶτι ῥεόμενον καὶ δεδιότα τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα „οὕτωσ“ εἶπεν „ἀγω‐ νιᾷς, ὡς μελετᾶν μέλλων.“ σοφιστῇ δὲ ἐντυχὼν
25ἀλλᾶντας ὠνουμένῳ καὶ μαινίδας καὶ τὰ εὐτελῆ ὄψα „ὦ λῷστε,“ εἶπεν „οὐκ ἔστι τὸ Δαρείου καὶ Ξέρξου φρόνημα καλῶς ὑποκρίνασθαι ταῦτα σιτου‐ μένῳ.“ Τιμοκράτους δὲ τοῦ φιλοσόφου πρὸς αὐτὸν εἰπόντος, ὡς λάλον χρῆμα ὁ Φαβωρῖνος γένοιτο,
30ἀστειότατα ὁ Πολέμων „καὶ πᾶσα“ ἔφη „γραῦσ“ τὸ εὐνουχῶδες αὐτοῦ διασκώπτων. ἀγωνιστοῦ δὲ τραγῳ‐ δίας ἐν τοῖς κατὰ τὴν Σμύρναν Ὀλυμπίοις τὸ „ὦ Ζεῦ“ ἐς τὴν γῆν δείξαντος, τὸ δὲ „καὶ γᾶ“ ἐς τὸν
VS
.

1

.

542

οὐρανὸν ἀνασχόντος, προκαθήμενος τῶν Ὀλυμπίων ὁ Πολέμων ἐξέωσεν αὐτὸν τῶν ἄθλων εἰπὼν „οὗτος τῇ χειρὶ ἐσολοίκισεν.“ μὴ πλείω ὑπὲρ τούτων, ἀπό‐ χρη γὰρ καὶ ταῦτα τὸ ἐπίχαρι τοῦ ἀνδρὸς δηλῶσαι.
5 Ἡ δὲ ἰδέα τῶν Πολέμωνος λόγων θερμὴ καὶ ἐναγώνιος καὶ τορὸν ἠχοῦσα, ὥσπερ ἡ Ὀλυμπιακὴ σάλπιγξ, ἐπιπρέπει δὲ αὐτῇ καὶ τὸ Δημοσθενικὸν τῆς γνώμης, καὶ ἡ σεμνολογία οὐχ ὑπτία, λαμπρὰ δὲ καὶ ἔμπνους, ὥσπερ ἐκ τρίποδος. διαμαρτάνουσι
10μέν(τοι) τοῦ ἀνδρὸς φάσκοντες αὐτὸν τὰς μὲν ἐπι‐ φορὰς ἄριστα σοφιστῶν μεταχειρίσασθαι, τὰς δὲ ἀπολογίας ἧττον, ἐλέγχει γὰρ τὸν λόγον τοῦτον ὡς οὐκ ἀληθῆ καὶ ἡ δεῖνα μὲν καὶ ἡ δεῖνα τῶν ὑποθέ‐
σεων, ἐν αἷς ἀπολογεῖται, μάλιστα δὲ ὁ Δημοσθένης52
15ὁ τὰ πεντήκοντα τάλαντα ἐξομνύμενος. ἀπολογίαν γὰρ οὕτω χαλεπὴν διαθέμενος ἤρκεσε τῷ λόγῳ ξὺν περιβολῇ καὶ τέχνῃ. τὴν αὐτὴν ὁρῶ διαμαρτίαν καὶ περὶ τοὺς ἡγουμένους αὐτὸν ἐκφέρεσθαι τῶν ἐσχη‐ ματισμένων ὑποθέσεων εἰργόμενον τοῦ δρόμου,
20καθάπερ ἐν δυσχωρίᾳ ἵππον, παραιτούμενόν τε αὐτὰς τὰς Ὁμηρείους γνώμας εἰπεῖν „ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσιν, ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ“, ταῦτα γὰρ ἴσως ἔλεγεν αἰνιττόμενος καὶ παραδηλῶν
25τὸ δύστροπον τῶν τοιούτων ὑποθέσεων, ἄριστα δὲ κἀκεῖνα ἠγωνίσατο, ὡς δηλοῦσιν ὅ τε μοιχὸς ὁ ἐκκε‐ καλυμμένος καὶ ὁ Ξενοφῶν ὁ ἀξιῶν ἀποθνήσκειν ἐπὶ Σωκράτει καὶ ὁ Σόλων ὁ αἰτῶν ἀπαλείφειν τοὺς νόμους λαβόντος τὴν φρουρὰν τοῦ Πεισιστράτου καὶ
30οἱ Δημοσθένεις τρεῖς, ὁ μετὰ Χαιρώνειαν προσάγων ἑαυτὸν καὶ ὁ δοκῶν θανάτου ἑαυτῷ τιμᾶσθαι ἐπὶ
VS
.

1

.

543

τοῖς Ἁρπαλείοις καὶ ὁ ξυμβουλεύων ἐπὶ τῶν τριήρων φεύγειν ἐπιόντος μὲν Φιλίππου, νόμον δὲ Αἰσχίνου κεκυρωκότος ἀποθνήσκειν τὸν πολέμου μνημονεύ‐ σαντα. ἐν γὰρ ταύταις μάλιστα τῶν ὑπ’ αὐτοῦ
5κατὰ σχῆμα προηγμένων ἡνία τε ἐμβέβληται τῷ λόγῳ καὶ τὸ ἐπαμφότερον αἱ διάνοιαι σώζουσιν. Ἰατροῖς δὲ θαμὰ ὑποκείμενος λιθιώντων αὐτῷ τῶν ἄρθρων παρεκελεύετο αὐτοῖς ὀρύττειν καὶ τέμ‐ νειν τὰς Πολέμωνος λιθοτομίας. Ἡρώδῃ δὲ ἐπιστέλ‐
10λων ὑπὲρ τῆς νόσου ταύτης ὧδε ἐπέστειλεν· „δεῖ ἐσθίειν, χεῖρας οὐκ ἔχω· δεῖ βαδίζειν, πό‐ δες οὐκ εἰσί μοι· δεῖ ἀλγεῖν, τότε καὶ πόδες εἰσί μοι καὶ χεῖρες.“ Ἐτελεύτα μὲν περὶ τὰ ἓξ καὶ πεντήκοντα ἔτη,
15τὸ δὲ μέτρον τῆς ἡλικίας τοῦτο ταῖς μὲν ἄλλαις ἐπιστήμαις γήρως ἀρχή, σοφιστῇ δὲ νεότης ἔτι, γηράσκουσα γὰρ ἥδε ἡ ἐπιστήμη σοφίαν ἀρτύνει. τάφος δὲ αὐτῷ κατὰ τὴν Σμύρναν οὐδείς, εἰ καὶ πλείους λέγονται· οἱ μὲν γὰρ ἐν τῷ κήπῳ τοῦ τῆς53
20Ἀρετῆς ἱεροῦ ταφῆναι αὐτόν, οἱ δὲ οὐ πόρρω τού‐ του ἐπὶ θαλάττῃ, νεὼς δέ τίς ἐστι βραχὺς καὶ ἄγαλμα ἐν αὐτῷ Πολέμωνος ἐσταλμένον, ὡς ἐπὶ τῆς τριήρους ὠργίαζεν, ὑφ’ ᾧ κεῖσθαι τὸν ἄνδρα, οἱ δὲ ἐν τῇ τῆς οἰκίας αὐλῇ ὑπὸ τοῖς χαλκοῖς ἀνδριᾶσιν.
25ἔστι δὲ οὐδὲν τούτων ἀληθές, εἰ γὰρ ἐτελεύτα κατὰ τὴν Σμύρναν, οὐδενὸς ἂν τῶν θαυμασίων παρ’ αὐτοῖς ἱερῶν ἀπηξιώθη τὸ μὴ οὐκ ἐν αὐτῷ κεῖσθαι. ἀλλ’ ἐκεῖνα ἀληθέστερα, κεῖσθαι μὲν αὐτὸν ἐν τῇ Λαοδικείᾳ παρὰ τὰς Συρίας πύλας, οὗ δὴ καὶ τῶν
30προγόνων αὐτοῦ θῆκαι, ταφῆναι δὲ αὐτὸν ζῶντα ἔτι, τουτὶ γὰρ τοῖς φιλτάτοις ἐπισκῆψαι, κείμενόν τε ἐν
VS
.

1

.

544

τῷ σήματι παρακελεύεσθαι τοῖς συγκλείουσι τὸν τάφον „ἔπαγε, ἔπαγε, μὴ γὰρ ἴδοι με σιωπῶντα ἥλιος.“ πρὸς δὲ τοὺς οἰκείους ὀλοφυρομένους αὐτὸν ἀνεβόησε· „δότε μοι σῶμα καὶ μελετήσομαι.“
5 Μέχρι Πολέμωνος τὰ Πολέμωνος, οἱ γὰρ ἐπ’ αὐτῷ γενόμενοι ξυγγενεῖς μέν, οὐ μὴν οἷοι πρὸς τὴν ἐκείνου ἀρετὴν ἐξετάζεσθαι, πλὴν ἑνὸς ἀνδρός, περὶ οὗ μικρὸν ὕστερον λέξω. κϛʹ. Μηδὲ Σεκούνδου τοῦ Ἀθηναίου ἀμνη‐
10μονῶμεν, ὃν ἐκάλουν ἐπίουρόν τινες ὡς τέκτονος παῖδα. Σεκοῦνδος τοίνυν ὁ σοφιστὴς γνῶναι μὲν περιττός, ἑρμηνεῦσαι δὲ ἀπέριττος, Ἡρώδην δὲ ἐκπαιδεύσας ἐς διαφορὰν αὐτῷ ἀφίκετο παιδεύ‐ οντι ἤδη, ὅθεν ὁ Ἡρώδης διετώθαζεν αὐτὸν ἐκεῖνο
15ἐπιλέγων·
„καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ῥήτορι τέκτων,“ ἀλλ’ ἀποθανόντι καὶ λόγον ἐπεφθέγξατο καὶ δάκρυα ἐπέδωκε καίτοι γηραιῷ τελευτήσαντι.
54
VS
.

1

.

545

Μνήμης δὲ ἄξια τοῦ ἀνδρὸς τούτου καὶ πλείω μέν, μάλιστα δὲ ἥδε ἡ ὑπόθεσις· „ὁ ἄρξας στά‐ σεως ἀποθνησκέτω καὶ ὁ παύσας στάσιν ἐχέτω δωρεάν· ὁ αὐτὸς καὶ ἄρξας καὶ παύ‐
5σας αἰτεῖ τὴν δωρεάν.“ τήνδε τὴν ὑπόθεσιν ὧδε ἐβραχυλόγησεν· „οὐκοῦν“ ἔφη „τί πρό‐ τερον; τὸ κινῆσαι στάσιν. τί δεύτερον; τὸ παῦσαι. δοὺς οὖν τὴν ἐφ’ οἷς ἠδίκεις τιμω‐ ρίαν, τὴν ἐφ’ οἷς εὖ πεποίηκας δωρεάν,
10εἰ δύνασαι, λάβε.“ τοιόσδε μὲν ὁ ἀνὴρ οὗτος, τέθαπται δὲ πρὸς τῇ Ἐλευσῖνι ἐν δεξιᾷ τῆς Μέγα‐ ράδε ὁδοῦ.
VS
.

2

.

545

(13)

αʹ. Περὶ δὲ Ἡρώδου τοῦ Ἀθηναίου τάδε χρὴ εἰδέναι· ὁ σοφιστὴς Ἡρώδης ἐτέλει μὲν ἐκ πατέρων
15ἐς τοὺς δισυπάτους, ἀνέφερε δὲ ἐς τὸν τῶν Αἰακι‐
VS
.

2

.

546

δῶν, οὓς ξυμμάχους ποτὲ ἡ Ἑλλὰς ἐπὶ τὸν Πέρσην ἐποιεῖτο, ἀπηξίου δὲ οὐδὲ τὸν Μιλτιάδην, οὐδὲ τὸν Κίμωνα, ὡς ἄνδρε ἀρίστω καὶ πολλοῦ ἀξίω Ἀθη‐
VS
.

2

.

547

ναίοις τε καὶ τοῖς ἄλλοις Ἕλλησι περὶ τὰ Μηδικά, ὁ μὲν γὰρ ἦρξε τροπαίων Μηδικῶν, ὁ δὲ ἀπῄτησε δίκας τοὺς βαρβάρους ὧν μετὰ ταῦτα ὕβρισαν. Ἄριστα δὲ ἀνθρώπων πλούτῳ ἐχρήσατο. τουτὶ
5δὲ μὴ τῶν εὐμεταχειρίστων ἡγώμεθα, ἀλλὰ τῶν παγ‐
χαλέπων τε καὶ δυσκόλων, οἱ γὰρ πλούτῳ μεθύοντες ὕβριν τοῖς ἀνθρώποις ἐπαντλοῦσιν. προσδιαβάλλουσι δὲ ὡς καὶ τυφλὸν τὸν πλοῦτον, ὃς εἰ καὶ τὸν ἄλλον χρόνον ἐδόκει τυφλός, ἀλλ’ ἐπὶ Ἡρώδου ἀνέβλεψεν,55
10ἔβλεψε μὲν γὰρ ἐς φίλους, ἔβλεψε δὲ ἐς πόλεις, ἔβλεψε δὲ ἐς ἔθνη, πάντων περιωπὴν ἔχοντος τοῦ ἀνδρὸς καὶ θησαυρίζοντος τὸν πλοῦτον ἐν ταῖς τῶν μετεχόντων αὐτοῦ γνώμαις. ἔλεγε γὰρ δή, ὡς προσ‐ ήκοι τὸν ὀρθῶς πλούτῳ χρώμενον τοῖς μὲν δεομέ‐
15νοις ἐπαρκεῖν, ἵνα μὴ δέωνται, τοῖς δὲ μὴ δεομένοις, ἵνα μὴ δεηθῶσιν, ἐκάλει τε τὸν μὲν ἀσύμβολον πλοῦτον καὶ φειδοῖ κεκολασμένον νεκρὸν πλοῦτον, τοὺς δὲ θησαυρούς, ἐς οὓς ἀποτίθενται τὰ χρήματα ἔνιοι, πλούτου δεσμωτήρια, τοὺς δὲ καὶ θύειν ἀξι‐
20οῦντας ἀποθέτοις χρήμασιν Ἀλωάδας ἐπωνόμαζε θύοντας Ἄρει μετὰ τὸ δῆσαι αὐτόν. Πηγαὶ δὲ αὐτῷ τοῦ πλούτου πολλαὶ μὲν κἀκ πολλῶν οἴκων, μέγισται δὲ ἥ τε πατρῴα καὶ ἡ μητρόθεν. ὁ μὲν γὰρ πάππος αὐτοῦ Ἵππαρχος ἐδη‐
25μεύθη τὴν οὐσίαν ἐπὶ τυραννικαῖς αἰτίαις, ἃς Ἀθη‐ ναῖοι μὲν οὐκ ἐπῆγον, ὁ δὲ αὐτοκράτωρ οὐκ ἠγνόη‐ σεν, Ἀττικὸν δὲ τὸν μὲν ἐκείνου παῖδα, Ἡρώδου δὲ πατέρα οὐ περιεῖδεν ἡ Τύχη πένητα ἐκ πλουσίου γενόμενον, ἀλλ’ ἀνέδειξεν αὐτῷ θησαυροῦ χρῆμα
30ἀμύθητον ἐν μιᾷ τῶν οἰκιῶν, ἃς πρὸς τῷ θεάτρῳ ἐκέκτητο, οὗ διὰ μέγεθος εὐλαβὴς μᾶλλον ἢ περι‐ χαρὴς γενόμενος ἔγραψε πρὸς τὸν αὐτοκράτορα
VS
.

2

.

548

ἐπιστολὴν ὧδε ξυγκειμένην· „θησαυρόν, ὦ βασιλεῦ, ἐπὶ τῆς ἐμαυτοῦ οἰκίας εὕρηκα· τί οὖν περὶ αὐτοῦ κελεύεις;“ καὶ ὁ αὐτοκρά‐ τωρ, Νερούας δὲ ἦρχε τότε, „χρῶ“ ἔφη „οἷς
5εὕρηκας.“ τοῦ δὲ Ἀττικοῦ ἐπὶ τῆς αὐτῆς εὐλαβείας
μείναντος καὶ γράψαντος ὑπὲρ ἑαυτὸν εἶναι τὰ τοῦ θησαυροῦ μέτρα „καὶ παραχρῶ“ ἔφη „τῷ ἑρμαίῳ, σὸν γάρ ἐστιν.“ ἐντεῦθεν μέγας μὲν ὁ Ἀττικός, μείζων δὲ ὁ Ἡρώδης, πρὸς γὰρ τῷ56
10πατρῴῳ πλούτῳ καὶ ὁ μητρῷος αὐτῷ πλοῦτος οὐ παρὰ πολὺ τούτου ἐπερρύη. Μεγαλοψυχία δὲ λαμπρὰ καὶ περὶ τὸν Ἀττικὸν τοῦτον· ἦρχε μὲν γὰρ τῶν κατὰ τὴν Ἀσίαν ἐλευθέ‐ ρων πόλεων ὁ Ἡρώδης, ἰδὼν δὲ τὴν Τρῳάδα βαλα‐
15νείων τε πονήρως ἔχουσαν καὶ γεῶδες ὕδωρ ἐκ φρεάτων ἀνιμῶντας ὀμβρίων τε ὑδάτων θήκας ὀρύτ‐ τοντας ἐπέστειλεν Ἀδριανῷ αὐτοκράτορι μὴ περιιδεῖν πόλιν ἀρχαίαν καὶ εὐθάλαττον αὐχμῷ φθαρεῖσαν, ἀλλ’ ἐπιδοῦναί σφισι τριακοσίας μυριάδας ἐς ὕδωρ,
20ὧν πολλαπλασίους ἤδη καὶ κώμαις ἐπιδεδώκοι. ἐπῄνεσεν ὁ αὐτοκράτωρ τὰ ἐπεσταλμένα ὡς πρὸς τρόπου ἑαυτῷ ὄντα καὶ τὸν Ἡρώδην αὐτὸν ἐπέταξε τῷ ὕδατι. ἐπεὶ δὲ ἐς ἑπτακοσίας μυριάδας ἡ δαπάνη προὔβαινεν ἐπέστελλόν τε τῷ αὐτοκράτορι οἱ τὴν
25Ἀσίαν ἐπιτροπεύοντες, ὡς δεινὸν πεντακοσίων πόλεων φόρον ἐς μιᾶς πόλεως δαπανᾶσθαι κρήνην, ἐμέμψατο πρὸς τὸν Ἀττικὸν ὁ αὐτοκράτωρ ταῦτα, καὶ ὁ Ἀττικὸς μεγαλοφρονέστατα ἀνθρώπων „ὦ βασιλεῦ“, εἶπεν „ὑπὲρ μικρῶν μὴ παροξύνου, τὸ γὰρ ὑπὲρ τὰς
30τριακοσίας μυριάδας ἀναλωθὲν ἐγὼ μὲν τῷ υἱῷ ἐπιδίδωμι, ὁ δὲ υἱὸς τῇ πόλει ἐπιδίδωσι.“ καὶ αἱ
VS
.

2

.

549

διαθῆκαι δέ, ἐν αἷς τῷ Ἀθηναίων δήμῳ κατέλειπε καθ’ ἕκαστον ἔτος μνᾶν καθ’ ἕνα, μεγαλοφροσύνην κατηγοροῦσι τοῦ ἀνδρός, ᾗ καὶ ἐς τὰ ἄλλα ἐχρῆτο, ἑκατὸν μὲν βοῦς τῇ θεῷ θύων ἐν ἡμέρᾳ μιᾷ πολλά‐
5κις, ἑστιῶν δὲ τῇ θυσίᾳ τὸν Ἀθηναίων δῆμον κατὰ φυλὰς καὶ γένη, ὁπότε δὲ ἥκοι Διονύσια καὶ κατίοι
ἐς Ἀκαδημίαν τὸ τοῦ Διονύσου ἕδος, ἐν Κεραμεικῷ ποτίζων ἀστοὺς ὁμοίως καὶ ξένους κατακειμένους ἐπὶ στιβάδων κιττοῦ.57
10 Ἐπεὶ δὲ τῶν τοῦ Ἀττικοῦ διαθηκῶν ἐπεμνήσθην, ἀνάγκη καὶ τὰς αἰτίας ἀναγράψαι, δι’ ἃς προσέ‐ κρουσεν Ἡρώδης Ἀθηναίοις· εἶχον μὲν γὰρ αἱ δια‐ θῆκαι, ὡς εἶπον, ἔγραψε δὲ αὐτὰς ξυμβουλίᾳ τῶν ἀμφ’ ἑαυτὸν ἀπελευθέρων, οἳ χαλεπὴν ὁρῶντες
15τὴν Ἡρώδου φύσιν ἀπελευθέροις τε καὶ δούλοις ἀποστροφὴν ἐποιοῦντο τοῦ Ἀθηναίων δήμου, ὡς τῆς δωρεᾶς αὐτοὶ αἴτιοι. καὶ ὁποῖα μὲν τῶν ἀπελευ‐ θέρων τὰ πρὸς τὸν Ἡρώδην, δηλούτω ἡ κατηγορία, ἣν πεποίηται σφῶν πᾶν κέντρον ἠρμένος τῆς ἑαυτοῦ
20γλώττης. ἀναγνωσθεισῶν δὲ τῶν διαθηκῶν ξυνέ‐ βησαν οἱ Ἀθηναῖοι πρὸς τὸν Ἡρώδην πέντε μνᾶς αὐτὸν ἐσάπαξ ἑκάστῳ καταβάλλοντα πρίασθαι παρ’ αὐτῶν τὸ μὴ ἀεὶ διδόναι· ἀλλ’ ἐπεὶ προσῄεσαν μὲν ταῖς τραπέζαις ὑπὲρ τῶν ὡμολογημένων, ἐπανεγι‐
25γνώσκετο δὲ αὐτοῖς ξυμβόλαια πατέρων τε καὶ πάπ‐ πων ὡς ὀφειλόντων τοῖς Ἡρώδου γονεῦσιν ἀντιλο‐ γισμοῖς τε ὑπήγοντο καὶ οἱ μὲν μικρὰ ἠριθμοῦντο, οἱ δὲ οὐδέν, οἱ δὲ συνείχοντο ἐπ’ ἀγορᾶς ὡς καὶ ἀποδώ‐ σοντες, παρώξυνε ταῦτα τοὺς Ἀθηναίους ὡς ἡρπασ‐
30μένους τὴν δωρεὰν καὶ οὐκ ἐπαύσαντο μισοῦντες, οὐδὲ ὁπότε τὰ μέγιστα εὐεργετεῖν ᾤετο. τὸ οὖν στάδιον ἔφασαν (εὖ)ἐπωνομάσθαι Παναθηναικόν, κατεσκευ‐ άσθαι γὰρ αὐτὸ ἐξ ὧν ἀπεστεροῦντο Ἀθηναῖοι πάντες. Καὶ μὴν καὶ ἐλειτούργησεν Ἀθηναίοις τήν τε
35ἐπώνυμον καὶ τὴν τῶν Πανελληνίων, στεφανωθεὶς
VS
.

2

.

550

δὲ καὶ τὴν τῶν Παναθηναίων „καὶ ὑμᾶσ“, εἶπεν „ὦ Ἀθηναῖοι, καὶ τῶν Ἑλλήνων τοὺς ἥξοντας καὶ τῶν ἀθλητῶν τοὺς ἀγωνιουμένους ὑποδέξομαι στα‐
δίῳ λίθου λευκοῦ.“ καὶ εἰπὼν ταῦτα τὸ στάδιον τὸ58
5ὑπὲρ τὸν Ἰλισσὸν ἔσω τεττάρων ἐτῶν ἀπετέλεσεν ἔργον ξυνθεὶς ὑπὲρ πάντα τὰ θαύματα, οὐδὲν γὰρ θέατρον αὐτῷ ἁμιλλᾶται. κἀκεῖνα περὶ τῶν Πανα‐ θηναίων τούτων ἤκουον· πέπλον μὲν ἀνῆφθαι τῆς νεὼς ἡδίω γραφῆς ξὺν οὐρίῳ τῷ κόλπῳ, δραμεῖν
10δὲ τὴν ναῦν οὐχ ὑποζυγίων ἀγόντων, ἀλλ’ ὑπογείοις μηχαναῖς ἐπολισθάνουσαν, ἐκ Κεραμεικοῦ δὲ ἄρασαν χιλίᾳ κώπῃ ἀφεῖναι ἐπὶ τὸ Ἐλευσίνιον καὶ περιβα‐ λοῦσαν αὐτὸ παραμεῖψαι τὸ Πελασγικὸν κομιζομένην τε παρὰ τὸ Πύθιον ἐλθεῖν, οἷ νῦν ὥρμισται. τὸ δὲ
15ἐπὶ θάτερα τοῦ σταδίου νεὼς ἐπέχει Τύχης καὶ ἄγαλμα ἐλεφάντινον ὡς κυβερνώσης πάντα. μετε‐ κόσμησε δὲ καὶ τοὺς Ἀθηναίων ἐφήβους ἐς τὸ νῦν σχῆμα χλαμύδας πρῶτος ἀμφιέσας λευκάς, τέως γὰρ δὴ μελαίνας ἐνημμένοι τὰς ἐκκλησίας περιεκάθηντο
20καὶ τὰς πομπὰς ἔπεμπον πενθούντων δημοσίᾳ τῶν Ἀθηναίων τὸν κήρυκα τὸν Κοπρέα, ὃν αὐτοὶ ἀπέκ‐ τειναν τοὺς Ἡρακλείδας τοῦ βωμοῦ ἀποσπῶντα.
VS
.

2

.

551

ἀνέθηκε δὲ Ἡρώδης Ἀθηναίοις καὶ τὸ ἐπὶ Ῥηγίλλῃ θέατρον κέδρου ξυνθεὶς τὸν ὄροφον, ἡ δὲ ὕλη καὶ ἐν ἀγαλματοποιίαις σπουδαία· δύο μὲν δὴ ταῦτα Ἀθή‐ νησιν, ἃ οὐχ ἑτέρωθι τῆς ὑπὸ Ῥωμαίοις, ἀξιούσθω δὲ
5λόγου καὶ τὸ ὑπωρόφιον θέατρον, ὃ ἐδείματο Κοριν‐ θίοις, παρὰ πολὺ μὲν τοῦ Ἀθήνησιν, ἐν ὀλίγοις δὲ τῶν παρ’ ἄλλοις ἐπαινουμένων, καὶ τὰ Ἰσθμοῖ ἀγάλ‐ ματα ὅ τε τοῦ Ἰσθμίου κολοσσὸς καὶ ὁ τῆς Ἀμφι‐ τρίτης καὶ τὰ ἄλλα, ὧν τὸ ἱερὸν ἐνέπλησεν, οὐδὲ
10τὸν τοῦ Μελικέρτου παρελθὼν δελφῖνα. ἀνέθηκε δὲ καὶ τῷ Πυθίῳ τὸ Πυθοῖ στάδιον καὶ τῷ Διὶ τὸ ἐν τῇ Ὀλυμπίᾳ ὕδωρ, Θετταλοῖς τε καὶ τοῖς περὶ Μηλιακὸν κόλπον Ἕλλησι τὰς ἐν Θερμοπύλαις
κολυμβήθρας τοῖς νοσοῦσι παιωνίους. ᾤκισε δὲ καὶ59
15τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικὸν ὑποδεδωκὸς ἤδη καὶ τὸ ἐν τῇ Ἰταλίᾳ Κανύσιον ἡμερώσας ὕδατι μάλα τούτου δεόμενον, ὤνησε δὲ καὶ τὰς ἐν Εὐβοίᾳ καὶ Πελο‐ ποννήσῳ καὶ Βοιωτίᾳ πόλεις ἄλλο ἄλλην. καὶ τοσοῦ‐ τος ὢν ἐν μεγαλουργίᾳ μέγα οὐδὲν εἰργάσθαι ᾤετο,
20ἐπεὶ μὴ τὸν Ἰσθμὸν ἔτεμεν, λαμπρὸν ἡγούμενος ἤπειρον ἀποτεμεῖν καὶ πελάγη ξυνάψαι διττὰ καὶ (ἐς) περίπλουν σταδίων ἓξ καὶ εἴκοσι θαλάττης ξυνελεῖν μήκη. καὶ τούτου ἤρα μέν, οὐκ ἐθάρρει δὲ αὐτὸ αἰτεῖν ἐκ βασιλέως, ὡς μὴ διαβληθείη διανοίας
25δοκῶν ἅπτεσθαι, ᾗ μηδὲ Νέρων ἤρκεσεν. ἐξελάλησε
VS
.

2

.

552

δὲ αὐτὸ ὧδε· ὡς γὰρ ἐγὼ Κτησιδήμου τοῦ Ἀθηναίου ἤκουον, ἤλαυνε μὲν τὴν ἐπὶ Κορίνθου ὁ Ἡρώδης ξυγκαθημένου τοῦ Κτησιδήμου, γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν „Πόσειδον,“ εἶπεν „βούλομαι μέν, ξυγ‐
5χωρήσει δὲ οὐδείς.“ θαυμάσας οὖν ὁ Κτησίδημος τὸ εἰρημένον ἤρετο αὐτὸν τὴν αἰτίαν τοῦ λόγου. καὶ ὁ Ἡρώδης „ἐγὼ“ ἔφη „πολὺν χρόνον ἀγωνίζομαι σημεῖον ὑπολείπεσθαι τοῖς μετ’ ἐμὲ ἀνθρώποις δια‐ νοίας δηλούσης ἄνδρα καὶ οὔπω δοκῶ μοι τῆς δόξης
10ταύτης τυγχάνειν.“ ὁ μὲν δὴ Κτησίδημος ἐπαίνους διῄει τῶν τε λόγων αὐτοῦ καὶ τῶν ἔργων ὡς οὐκ ἐχόντων ὑπερβολὴν ἑτέρῳ, ὁ δὲ Ἡρώδης „φθαρτὰ“ ἔφη „λέγεις ταῦτα, καὶ γάρ ἐστι χρόνῳ ἁλωτά, καὶ τοὺς λόγους ἡμῶν τοιχωρυχοῦσιν ἕτεροι ὁ μὲν τὸ
15μεμφόμενος, ὁ δὲ τό, ἡ δὲ τοῦ Ἰσθμοῦ τομὴ ἔργον ἀθάνατον καὶ ἀπιστούμενον τῇ φύσει, δοκεῖ γάρ μοι τὸ ῥῆξαι τὸν Ἰσθμὸν Ποσειδῶνος δεῖσθαι ἢ ἀνδρός.“ Ὃν (δ’) ἐκάλουν οἱ πολλοὶ Ἡρώδου Ἡρακλέα, νεανίας οὗτος ἦν ἐν ὑπήνῃ πρώτῃ Κελτῷ μεγάλῳ
20ἴσος καὶ ἐς ὀκτὼ πόδας τὸ μέγεθος. διαγράφει δὲ
αὐτὸν ὁ Ἡρώδης ἐν μιᾷ τῶν πρὸς τὸν Ἰουλιανὸν ἐπιστολῶν, κομᾶν τε ξυμμέτρως καὶ τῶν ὀφρύων λασίως ἔχειν, ἃς καὶ ξυμβάλλειν ἀλλήλαις οἷον μίαν, χαροπήν τε ἀκτῖνα ἐκ τῶν ὀμμάτων ἐκδίδοσθαι παρε‐60
25χομένην τι ὁρμῆς ἦθος καὶ γρυπὸν εἶναι καὶ εὐτρα‐ φῶς ἔχοντα τοῦ αὐχένος, τουτὶ δὲ ἐκ πόνων ἥκειν αὐτῷ μᾶλλον ἢ σίτου. εἶναι δὲ αὐτῷ καὶ στέρνα εὐπαγῆ καὶ ξὺν ὥρᾳ κατεσκληκότα, καὶ κνήμην μικρὸν ἐς τὰ ἔξω κυρτουμένην καὶ παρέχουσαν τῇ
VS
.

2

.

553

βάσει τὸ εὖ βεβηκέναι. ἐνῆφθαι δὲ αὐτὸν καὶ δορὰς λύκων, ῥαπτὸν ἔσθημα, ἄθλους τε ποιεῖσθαι τοὺς ἀγρίους τῶν συῶν καὶ τοὺς θῶας καὶ τοὺς λύκους καὶ τῶν ταύρων τοὺς ὑβρίζοντας, καὶ ὠτειλὰς δὲ
5δεικνύναι τούτων τῶν ἀγώνων. γενέσθαι δὲ τὸν Ἡρακλέα τοῦτον οἱ μὲν γηγενῆ φασιν ἐν τῷ Βοιωτίῳ δήμῳ, Ἡρώδης δὲ ἀκοῦσαι λέγοντός φησιν, ὡς μήτηρ μὲν αὐτῷ γένοιτο γυνὴ [βουκόλος] οὕτω τι ἐπερρω‐ μένη, ὡς βουκολεῖν, πατὴρ δὲ Μαραθών, οὗ τὸ ἐν
10Μαραθῶνι ἄγαλμα, ἔστι δὲ ἥρως γεωργός. ἤρετό τε τὸν Ἡρακλέα τοῦτον ὁ Ἡρώδης, εἰ καὶ ἀθάνατος εἴη, ὁ δὲ „θνητοῦ“ ἔφη „μακροημερώτερος.“ ἤρετο αὐτὸν καὶ ὅ τι σιτοῖτο, ὁ δὲ „γαλακτοφαγῶ“ ἔφη „τὸν πλείω τοῦ χρόνου καί με βόσκουσιν αἶγές τε
15καὶ ποιμένες τῶν τε βοῶν καὶ τῶν ἵππων αἱ τοκάδες, ἐκδίδοται δέ τι καὶ θηλῆς ὄνων γάλα εὔποτόν τε καὶ κοῦφον, ἐπειδὰν δὲ ἀλφίτοις προσβάλλω, δέκα σιτοῦμαι χοίνικας, καὶ ξυμφέρουσί μοι τὸν ἔρανον τοῦτον γεωργοὶ Μαραθώνιοί τε καὶ Βοιώτιοι, οἵ με
20καὶ Ἀγαθίωνα ἐπονομάζουσιν, ἐπειδὴ καὶ εὐξύμβολος αὐτοῖς φαίνομαι.“ „τὴν δὲ δὴ γλῶτταν“ ἔφη ὁ Ἡρώδης „πῶς ἐπαιδεύθης καὶ ὑπὸ τίνων; οὐ γάρ μοι τῶν ἀπαιδεύτων φαίνῃ.“ καὶ ὁ Ἀγαθίων „ἡ
μεσογεία“ ἔφη „τῆς Ἀττικῆς ἀγαθὸν διδασκαλεῖον61
25ἀνδρὶ βουλομένῳ διαλέγεσθαι, οἱ μὲν γὰρ ἐν τῷ ἄστει Ἀθηναῖοι μισθοῦ δεχόμενοι Θρᾴκια καὶ Πον‐ τικὰ μειράκια καὶ ἐξ ἄλλων ἐθνῶν βαρβάρων ξυνερ‐ ρυηκότα παραφθείρονται παρ’ αὐτῶν τὴν φωνὴν μᾶλλον ἢ ξυμβάλλονταί τι αὐτοῖς ἐς εὐγλωττίαν, ἡ
30μεσογεία δὲ ἄμικτος βαρβάροις οὖσα ὑγιαίνει αὐτοῖς ἡ φωνὴ καὶ ἡ γλῶττα τὴν ἄκραν Ἀτθίδα ἀποψάλλει.“ „πανηγύρει δὲ“ ἦ δ’ ὁ Ἡρώδης „παρέτυχεσ“; καὶ ὁ Ἀγαθίων „τῇ γε Πυθοῖ“ ἔφη „οὐκ ἐπιμιγνὺς τῷ ὁμίλῳ, ἀλλ’ ἐκ περιωπῆς τοῦ Παρνασοῦ ἀκούων τῶν
35τῆς μουσικῆς ἀγωνιστῶν, ὅτε Παμμένης ἐπὶ τραγῳ‐
VS
.

2

.

554

δίᾳ ἐθαυμάσθη, καί μοι ἔδοξαν οἱ σοφοὶ Ἕλληνες οὐ χρηστὸν πρᾶγμα ἐργάζεσθαι τὰ τῶν Πελοπιδῶν καὶ τὰ τῶν Λαβδακιδῶν κακὰ ξὺν ἡδονῇ ἀκούοντες, ξύμβουλοι γὰρ σχετλίων ἔργων μῦθοι μὴ ἀπιστού‐
5μενοι.“ φιλοσοφοῦντα δὲ αὐτὸν ἰδὼν ὁ Ἡρώδης ἤρετο καὶ περὶ τῆς γυμνικῆς ἀγωνίας ὅπως γιγνώ‐ σκοι, καὶ ὃς „ἐκείνων“ ἔφη „καταγελῶ μᾶλλον ὁρῶν τοὺς ἀνθρώπους διαγωνιζομένους ἀλλήλοις παγκρά‐ τιον καὶ πυγμὴν καὶ δρόμον καὶ πάλην καὶ στεφα‐
10νουμένους ὑπὲρ τούτου· στεφανούσθω δὲ ὁ μὲν δρομικὸς ἀθλητὴς ἔλαφον παρελθὼν ἢ ἵππον, ὁ δὲ τὰ βαρύτερα ἀσκῶν ταύρῳ συμπλακεὶς ἢ ἄρκτῳ, ὃ ἐγὼ ὁσημέραι πράττω μέγαν ἆθλον ἀφῃρημένης μοι τῆς τύχης, ἐπεὶ μηκέτι βόσκει λέοντας Ἀκαρνανία.“
15ἀγασθεὶς οὖν ὁ Ἡρώδης ἐδεῖτο αὐτοῦ ξυσσιτῆσαί οἱ. καὶ ὁ Ἀγαθίων „αὔριον“ ἔφη „ἀφίξομαί σοι κατὰ μεσημβρίαν ἐς τὸ τοῦ Κανώβου ἱερόν, ἔστω δέ σοι κρατὴρ ὁ μέγιστος τῶν ἐν τῷ ἱερῷ γάλακτος πλέως, ὃ μὴ γυνὴ ἤμελξεν.“ καὶ ἀφίκετο μὲν ἐς τὴν
20ὑστεραίαν καθ’ ὃν ὡμολόγησε καιρόν, τὴν δὲ ῥῖνα
ἐρείσας ἐς τὸν κρατῆρα „οὐ καθαρὸν“ ἔφη „τὸ γάλα, προσβάλλει γάρ με χεὶρ γυναικός.“ καὶ εἰπὼν ταῦτα ἀπῆλθε μὴ ἐπισπασάμενος τοῦ γάλακτος. ἐπιστήσας οὖν ὁ Ἡρώδης τῷ περὶ τῆς γυναικὸς λόγῳ ἔπεμψεν62
25ἐς τὰ ἐπαύλια τοὺς ἐπισκεψομένους τἀληθές, καὶ μαθὼν αὐτὸ οὕτως ἔχον ξυνῆκεν, ὡς δαιμονία φύσις εἴη περὶ τὸν ἄνδρα. Οἱ δὲ ποιούμενοι κατηγορίαν τῶν Ἡρώδου χει‐ ρῶν ὡς ἐπενεχθεισῶν Ἀντωνίνῳ ἐν τῇ Ἴδῃ τῷ ὄρει
30κατὰ χρόνους, οὓς ὁ μὲν τῶν ἐλευθέρων πόλεων, ὁ δὲ πασῶν τῶν κατὰ τὴν Ἀσίαν ἦρχον, ἠγνοηκέναι μοι
VS
.

2

.

555

δοκοῦσι τὸν Δημοστράτου πρὸς τὸν Ἡρώδην ἀγῶνα, ἐν ᾧ πλεῖστα διαβάλλων αὐτὸν οὐδαμοῦ τῆς παροινίας ταύτης ἐπεμνήσθη, ἐπεὶ μηδὲ ἐγένετο. ὠθισμὸς μὲν γάρ τις αὐτοῖς ξυνέπεσεν, ὡς ἐν δυσχωρίᾳ καὶ
5στενοῖς, αἱ δὲ χεῖρες οὐδὲν παρηνόμησαν, ὥστε οὐκ ἂν παρῆκεν ὁ Δημόστρατος διελθεῖν αὐτὰ ἐν τῇ πρὸς τὸν Ἡρώδην δίκῃ πικρῶς οὕτω καθαψά‐ μενος τοῦ ἀνδρός, ὡς διαβάλλειν αὐτοῦ καὶ τὰ ἐπαινούμενα.
10 Ἦλθεν ἐπὶ τὸν Ἡρώδην καὶ φόνου δίκη ὧδε ξυντεθεῖσα· κύειν μὲν αὐτῷ τὴν γυναῖκα Ῥήγιλλαν ὄγδοόν που μῆνα, τὸν δὲ Ἡρώδην οὐχ ὑπὲρ μεγάλων Ἀλκιμέδοντι ἀπελευθέρῳ προστάξαι τυπτῆσαι αὐτήν, πληγεῖσαν δὲ ἐς τὴν γαστέρα τὴν γυναῖκα ἀποθανεῖν
15ἐν ὠμῷ τῷ τόκῳ. ἐπὶ τούτοις ὡς ἀληθέσι γράφεται αὐτὸν φόνου Βραδούας ὁ τῆς Ῥηγίλλης ἀδελφὸς εὐδοκιμώτατος ὢν ἐν ὑπάτοις καὶ τὸ ξύμβολον τῆς εὐγενείας περιηρτημένος τῷ ὑποδήματι, τοῦτο δέ ἐστιν ἐπισφύριον ἐλεφάντινον μηνοειδές, καὶ παρελ‐
20θὼν ἐς τὸ Ῥωμαίων βουλευτήριον πιθανὸν μὲν οὐδὲν διῄει περὶ τῆς αἰτίας, ἣν ἐπῆγεν, ἑαυτοῦ δὲ
ἔπαινον ἐμακρηγόρει περὶ τοῦ γένους, ὅθεν ἐπισκώ‐ πτων αὐτὸν ὁ Ἡρώδης „σὺ“ ἔφη „τὴν εὐγένειαν ἐν τοῖς ἀστραγάλοις ἔχεις.“ μεγαλαυχουμένου δὲ τοῦ63
25κατηγόρου καὶ ἐπ’ εὐεργεσίᾳ μιᾶς τῶν ἐν Ἰταλίᾳ πόλεων μάλα γενναίως ὁ Ἡρώδης „κἀγὼ“ ἔφη
VS
.

2

.

556

„πολλὰ τοιαῦτα περὶ ἐμαυτοῦ διῄειν ἄν, εἰ ἐν ἁπάσῃ τῇ γῇ ἐκρινόμην.“ ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ μηδὲν προστάξαι τοιοῦτον ἐπὶ τὴν Ῥήγιλλαν, ἔπειτα τὸ ὑπερπενθῆσαι ἀποθανοῦσαν·
5διεβάλλετο μὲν γὰρ καὶ ταῦτα ὡς πλάσμα, ἀλλ’ ὅμως τἀληθὲς ἴσχυεν, οὐ γάρ ποτε οὔτ’ ἂν θέατρον αὐτῇ ἀναθεῖναι τοιοῦτον, οὔτ’ ἂν δευτέραν κλήρωσιν τῆς ὑπάτου ἀρχῆς ἐπ’ αὐτῇ ἀναβαλέσθαι μὴ καθαρῶς ἔχοντα τῆς αἰτίας, οὔτ’ ἂν τὸν κόσμον αὐτῆς ἐς τὸ
10ἐν Ἐλευσῖνι ἱερὸν ἀναθεῖναι φέροντα φόνῳ μεμια‐ σμένον, τουτὶ γὰρ τιμωροὺς τοῦ φόνου ποιοῦντος ἦν τὰς θεὰς μᾶλλον ἢ ξυγγνώμονας. ὁ δὲ καὶ τὸ σχῆμα τῆς οἰκίας ἐπ’ αὐτῇ ὑπήλλαξε μελαίνων τὰ τῶν οἴκων ἄνθη παραπετάσμασι καὶ χρώμασι καὶ
15λίθῳ Λεσβίῳ—κατηφὴς δὲ ὁ λίθος καὶ μέλας— ὑπὲρ ὧν λέγεται καὶ Λούκιος ἀνὴρ σοφὸς ἐς ξυμ‐ βουλίαν τῷ Ἡρώδῃ καθιστάμενος, ὡς οὐκ ἔπειθε μεταβαλεῖν αὐτὸν διασκῶψαι. ἄξιον δὲ μηδὲ τοῦτο παρελθεῖν λόγου παρὰ τοῖς σπουδαίοις ἀξιούμενον·
20ἦν μὲν γὰρ ἐν τοῖς φανεροῖς σπουδαῖος ὁ ἀνὴρ οὗτος, Μουσωνίῳ δὲ τῷ Τυρίῳ προσφιλοσοφήσας εὐσκόπως εἶχε τῶν ἀποκρίσεων καὶ τὸ ἐπίχαρι σὺν καιρῷ ἐπετήδευεν, ἐπιτηδειότατος δὲ ὢν τῷ Ἡρώδῃ παρῆν αὐτῷ πονήρως διατιθεμένῳ τὸ πένθος καὶ ἐνουθέτει
VS
.

2

.

557

τοιαῦτα λέγων· „ὦ Ἡρώδη, πᾶν τὸ ἀποχρῶν μεσό‐ τητι ὥρισται, καὶ ὑπὲρ τούτου πολλὰ μὲν ἤκουσα Μουσωνίου διαλεγομένου, πολλὰ δὲ αὐτὸς διείλεγ‐
μαι, καὶ σοῦ δὲ ἠκροώμην ἐν Ὀλυμπίᾳ ἐπαινοῦντος64
5αὐτὸ πρὸς τοὺς Ἕλληνας, ὅτε δὴ καὶ τοὺς ποταμοὺς ἐκέλευες μέσους τῆς ὄχθης ῥεῖν. ἀλλὰ μὴν νῦν ποῦ ταῦτα; σεαυτοῦ γὰρ ἐκπεσὼν ἄξια τοῦ πενθεῖ‐ σθαι πράττεις περὶ τῇ δόξῃ κινδυνεύων“ καὶ πλείω ἕτερα. ὡς δὲ οὐκ ἔπειθεν, ἀπῄει δυσχεράνας. ἰδὼν
10δὲ παῖδας ἐν κρήνῃ τινὶ τῶν κατὰ τὴν οἰκίαν ῥαφα‐ νῖδας πλύνοντας ἤρετο αὐτούς, ὅτου εἴη τὸ δεῖπνον, οἱ δὲ ἔφασαν Ἡρώδῃ εὐτρεπίζειν αὐτό. καὶ ὁ Λούκιος „ἀδικεῖ“ ἔφη „Ῥήγιλλαν Ἡρώδης λευκὰς ῥαφανῖδας σιτούμενος ἐν μελαίνῃ οἰκίᾳ.“ ταῦτα ὡς
15ἤκουσεν ἐσαγγελθέντα ὁ Ἡρώδης ἀφεῖλε τὴν ἀχλὺν τῆς οἰκίας, ὡς μὴ ἄθυρμα γένοιτο ἀνδρῶν σπουδαίων. Λουκίου τούτου κἀκεῖνο θαυμάσιον· ἐσπούδαζε μὲν ὁ αὐτοκράτωρ Μάρκος περὶ Σέξτον τὸν ἐκ Βοιωτίας φιλόσοφον, θαμίζων αὐτῷ καὶ φοιτῶν ἐπὶ θύρας,
20ἄρτι δὲ ἥκων ἐς τὴν Ῥώμην ὁ Λούκιος ἤρετο τὸν αὐτοκράτορα προιόντα, ποῖ βαδίζοι καὶ ἐφ’ ὅ τι, καὶ ὁ Μάρκος „καλὸν“ ἔφη „καὶ γηράσκοντι τὸ μανθά‐ νειν· εἶμι δὴ πρὸς Σέξτον τὸν φιλόσοφον μαθησό‐ μενος, ἃ οὔπω οἶδα.“ καὶ ὁ Λούκιος ἐξάρας τὴν
25χεῖρα ἐς τὸν οὐρανὸν „ὦ Ζεῦ,“ ἔφη „ὁ Ῥωμαίων βασιλεὺς γηράσκων ἤδη δέλτον ἐξαψάμενος ἐς διδασ‐ κάλου φοιτᾷ, ὁ δὲ ἐμὸς βασιλεὺς Ἀλέξανδρος δύο καὶ τριάκοντα ἐτῶν ἀπέθανεν.“ ἀπόχρη καὶ τὰ εἰρημένα δεῖξαι τὴν ἰδέαν, ἣν ἐφιλοσόφει Λούκιος,
30ἱκανὰ γάρ που ταῦτα δηλῶσαι τὸν ἄνδρα, καθάπερ τὸν ἀνθοσμίαν τὸ γεῦμα. Τὸ μὲν δὴ ἐπὶ Ῥηγίλλῃ πένθος ὧδε ἐσβέσθη, τὸ δὲ ἐπὶ Παναθηναίδι τῇ θυγατρὶ Ἀθηναῖοι ἐπράυ‐ ναν ἐν ἄστει τε αὐτὴν θάψαντες καὶ ψηφισάμενοι
VS
.

2

.

558

τὴν ἡμέραν, ἐφ’ ἧς ἀπέθανεν, ἐξαιρεῖν τοῦ ἔτους.
ἀποθανούσης δὲ αὐτῷ καὶ τῆς ἄλλης θυγατρός, ἣν Ἐλπινίκην ὠνόμαζεν, ἔκειτο μὲν ἐν τῷ δαπέδῳ τὴν γῆν παίων καὶ βοῶν „τί σοι, θύγατερ, καθαγίσω;65
5τί σοι ξυνθάψω;“ παρατυχὼν δὲ αὐτῷ Σέξτος ὁ φιλόσοφος „μεγάλα“ ἔφη „τῇ θυγατρὶ δώσεις ἐγκρα‐ τῶς αὐτὴν πενθήσας.“ ἐπένθει δὲ ταῖς ὑπερβολαῖς ταύταις τὰς θυγατέρας, ἐπειδὴ Ἀττικὸν τὸν υἱὸν ἐν ὀργῇ εἶχεν. διεβέβλητο δὲ πρὸς αὐτὸν ὡς ἠλιθιώδη
10καὶ δυσγράμματον καὶ παχὺν τὴν μνήμην· τὰ γοῦν πρῶτα γράμματα παραλαβεῖν μὴ δυνηθέντος ἦλθεν ἐς ἐπίνοιαν τῷ Ἡρώδῃ ξυντρέφειν αὐτῷ τέτταρας παῖδας καὶ εἴκοσιν ἰσήλικας ὠνομασμένους ἀπὸ τῶν γραμμάτων, ἵνα ἐν τοῖς τῶν παίδων ὀνόμασι τὰ
15γράμματα ἐξ ἀνάγκης αὐτῷ μελετῷτο. ἑώρα δὲ αὐτὸν καὶ μεθυστικὸν καὶ ἀνοήτως ἐρῶντα, ὅθεν ζῶν μὲν ἐπεχρησμῴδει τῇ ἑαυτοῦ οὐσίᾳ ἐκεῖνο τὸ ἔπος·
„εἷς δ’ ἔτι που μωρὸς καταλείπεται εὐρέι οἴκῳ,“
20τελευτῶν δὲ τὰ μὲν μητρῷα αὐτῷ ἀπέδωκεν, ἐς ἑτέρους δὲ κληρονόμους τὸν ἑαυτοῦ οἶκον μετέστη‐ σεν. ἀλλ’ Ἀθηναίοις ἀπάνθρωπα ἐδόκει ταῦτα οὐκ ἐνθυμουμένοις τὸν Ἀχιλλέα καὶ τὸν Πολυδεύκην καὶ τὸν Μέμνονα, οὓς ἴσα γνησίοις ἐπένθησε τροφίμους
25ὄντας, ἐπειδὴ καλοὶ μάλιστα καὶ ἀγαθοὶ ἦσαν γεν‐ ναῖοί τε καὶ φιλομαθεῖς καὶ τῇ παρ’ αὐτῷ τροφῇ πρέποντες. εἰκόνας γοῦν ἀνετίθει σφῶν θηρώντων
VS
.

2

.

559

καὶ τεθηρακότων καὶ θηρασόντων τὰς μὲν ἐν δρυ‐ μοῖς, τὰς δὲ ἐπ’ ἀγροῖς, τὰς δὲ πρὸς πηγαῖς, τὰς δὲ ὑπὸ σκιαῖς πλατάνων, οὐκ ἀφανῶς, ἀλλὰ ξὺν ἀραῖς τοῦ περικόψοντος ἢ κινήσοντος, οὓς οὐκ ἂν ἐπὶ
5τοσοῦτον ἦρεν, εἰ μὴ ἐπαίνων ἀξίους ἐγίγνωσκεν. Κυντιλίων δέ, ὁπότε ἦρχον τῆς Ἑλλάδος, αἰτιωμένων
αὐτὸν ἐπὶ ταῖς τῶν μειρακίων τούτων εἰκόσιν ὡς περιτταῖς „τί δὲ ὑμῖν“ ἔφη „διενήνοχεν, εἰ ἐγὼ τοῖς ἐμοῖς ἐμπαίζω λιθαρίοις;“66
10 Ἦρξε δὲ αὐτῷ τῆς πρὸς τοὺς Κυντιλίους διαφο‐ ρᾶς, ὡς μὲν οἱ πολλοί φασι, Πυθικὴ πανήγυρις, ἐπειδὴ ἑτεροδόξως τῆς μουσικῆς ἠκροῶντο, ὡς δὲ ἔνιοι, τὰ παισθέντα περὶ αὐτῶν Ἡρώδῃ πρὸς Μάρκον· ὁρῶν γὰρ αὐτοὺς Τρῶας μέν, μεγάλων δὲ
15ἀξιουμένους παρὰ τοῦ βασιλέως „ἐγὼ“ ἔφη „καὶ τὸν Δία μέμφομαι τὸν Ὁμηρικόν, ὅτι τοὺς Τρῶας φιλεῖ.“ ἡ δὲ ἀληθεστέρα αἰτία ἥδε· τὼ ἄνδρε τούτω, ὁπότε ἄμφω τῆς Ἑλλάδος ἠρχέτην, καλέσαντες ἐς τὴν ἐκκλησίαν Ἀθηναῖοι φωνὰς ἀφῆκαν τυραννου‐
20μένων πρὸς τὸν Ἡρώδην ἀποσημαίνοντες καὶ δεό‐ μενοι ἐπὶ πᾶσιν ἐς τὰ βασίλεια ὦτα παραπεμφθῆναι τὰ εἰρημένα. τῶν δὲ Κυντιλίων παθόντων τι πρὸς τὸν δῆμον καὶ ξὺν ὁρμῇ ἀναπεμψάντων ἃ ἤκουσαν, ἐπιβουλεύεσθαι παρ’ αὐτῶν ὁ Ἡρώδης ἔφασκεν ὡς
25ἀναθολούντων ἐπ’ αὐτὸν τοὺς Ἀθηναίους. μετ’ ἐκείνην γὰρ τὴν ἐκκλησίαν Δημόστρατοι ἀνέφυσαν καὶ Πραξαγόραι καὶ Μαμερτῖνοι καὶ ἕτεροι πλείους ἐς τὸ ἀντίξοον τῷ Ἡρώδῃ πολιτεύοντες. γραψά‐
VS
.

2

.

560

μενος δὲ αὐτοὺς Ἡρώδης ὡς ἐπισυνιστάντας αὐτῷ τὸν δῆμον ἦγεν ἐπὶ τὴν ἡγεμονίαν, οἱ δὲ ὑπεξῆλθον ἀφανῶς παρὰ τὸν αὐτοκράτορα Μάρκον, θαρροῦντες τῇ τε φύσει τοῦ βασιλέως δημοτικωτέρᾳ οὔσῃ καὶ
5τῷ καιρῷ· ὧν γὰρ ὑπώπτευσε Λούκιον κοινωνὸν αὐτῷ τῆς ἀρχῆς γενόμενον, οὐδὲ τὸν Ἡρώδην ἠφίει τοῦ μὴ οὐ ξυμμετέχειν αὐτῷ. ὁ μὲν δὴ αὐτοκράτωρ ἐκάθητο ἐς τὰ Παιόνια ἔθνη ὁρμητηρίῳ τῷ Σιρμίῳ χρώμενος, κατέλυον δὲ οἱ μὲν ἀμφὶ τὸν Δημόστρα‐
10τον περὶ τὰ βασίλεια, παρέχοντος αὐτοῖς ἀγορὰν
τοῦ Μάρκου καὶ θαμὰ ἐρωτῶντος, εἴ του δέοιντο. φιλανθρώπως δὲ πρὸς αὐτοὺς ἔχειν αὐτός τε ἑαυτὸν ἐπεπείκει καὶ τῇ γυναικὶ ἐπέπειστο καὶ τῷ θυγατρίῳ ψελλιζομένῳ ἔτι, τοῦτο γὰρ μάλιστα ξὺν πολλοῖς67
15θωπεύμασι περιπῖπτον τοῖς γόνασι τοῦ πατρὸς ἐδεῖτο σῶσαί οἱ τοὺς Ἀθηναίους. ὁ δὲ Ἡρώδης ἐν προαστείῳ ἐσκήνου, ἐν ᾧ πύργοι ἐξῳκοδόμηντο καὶ ἡμιπύργια, καὶ δὴ ξυναπεδήμουν αὐτῷ καὶ δίδυμοι κόραι πρὸς ἀκμῇ γάμων θαυμαζόμεναι ἐπὶ
20τῷ εἴδει, ἃς ἐκνηπιώσας ὁ Ἡρώδης οἰνοχόους ἑαυτῷ καὶ ὀψοποιοὺς ἐπεποίητο θυγάτρια ἐπονομάζων καὶ ὧδε ἀσπαζόμενος—Ἀλκιμέδοντος μὲν δὴ αὗται θυγατέρες, ὁ δὲ Ἀλκιμέδων ἀπελεύθερος τοῦ Ἡρώδου—καθευδούσας δὲ αὐτὰς ἐν ἑνὶ τῶν
25πύργων, ὃς ἦν ἐχυρώτατος, σκηπτὸς ἐνεχθεὶς νύκ‐ τωρ ἀπέκτεινεν. ὑπὸ τούτου δὴ τοῦ πάθους ἔκφρων ὁ Ἡρώδης ἐγένετο καὶ παρῆλθεν ἐς τὸ βασίλειον
VS
.

2

.

561

δικαστήριον οὔτε ἔννους καὶ θανάτου ἐρῶν. παρελ‐ θὼν γὰρ καθίστατο ἐς διαβολὰς τοῦ αὐτοκράτορος οὐδὲ σχηματίσας τὸν λόγον, ὡς εἰκὸς ἦν ἄνδρα γεγυμνασμένον τῆς τοιᾶσδε ἰδέας μεταχειρίσασθαι
5τὴν ἑαυτοῦ χολήν, ἀλλ’ ἀπηγκωνισμένῃ τῇ γλώττῃ καὶ γυμνῇ διετείνετο λέγων „ταῦτά μοι ἡ Λουκίου ξενία, ὃν σύ μοι ἔπεμψας· ὅθεν δικάζεις, γυναικί με καὶ τριετεῖ παιδίῳ καταχαριζόμενος.“ Βασσαίου δὲ τοῦ πεπιστευμένου τὸ ξίφος θάνατον αὐτῷ φήσαντος
10ὁ Ἡρώδης „ὦ λῷστε“, ἔφη „γέρων ὀλίγα φοβεῖται.“ ὁ μὲν οὖν Ἡρώδης ἀπῆλθε τοῦ δικαστηρίου εἰπὼν ταῦτα καὶ μετέωρον καταλείψας πολὺ τοῦ ὕδατος, ἡμεῖς δὲ τῶν ἐπιδήλως τῷ Μάρκῳ φιλοσοφηθέντων καὶ τὰ περὶ τὴν δίκην ταύτην ἡγώμεθα· οὐ γὰρ
15ξυνήγαγε τὰς ὀφρῦς, οὐδὲ ἔτρεψε τὸ ὄμμα, ὃ κἂν
διαιτητής τις ἔπαθεν, ἀλλ’ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Ἀθηναίους „ἀπολογεῖσθε“, ἔφη, ὦ Ἀθηναῖοι, εἰ καὶ μὴ ξυγχωρεῖ Ἡρώδης.“ καὶ ἀκούων ἀπολο‐ γουμένων ἐπὶ πολλοῖς μὲν ἀφανῶς ἤλγησεν, ἀναγιγ‐68
20νωσκομένης δὲ αὐτῷ καὶ Ἀθηναίων ἐκκλησίας, ἐν ᾗ ἐφαίνοντο καθαπτόμενοι τοῦ Ἡρώδου, ὡς τοὺς ἄρ‐ χοντας τῆς Ἑλλάδος ὑποποιουμένου πολλῷ τῷ μέλιτι καί που καὶ βεβοηκότες „ὢ πικροῦ μέλιτοσ“ καὶ πάλιν „μακάριοι οἱ ἐν τῷ λοιμῷ ἀποθνή‐
25σκοντεσ“ οὕτως ἐσείσθη τὴν καρδίαν ὑφ’ ὧν ἤκου‐ σεν, ὡς ἐς δάκρυα φανερὰ ὑπαχθῆναι. τῆς δὲ τῶν Ἀθηναίων ἀπολογίας ἐχούσης κατηγορίαν τοῦ τε Ἡρώδου καὶ τῶν ἀπελευθέρων τὴν ὀργὴν ὁ Μάρκος ἐς τοὺς ἀπελευθέρους ἔτρεψε κολάσει χρησάμενος ὡς
30οἷόν τε ἐπιεικεῖ, οὕτω γὰρ αὐτὸς χαρακτηρίζει τὴν ἑαυτοῦ κρίσιν, μόνῳ δὲ Ἀλκιμέδοντι τὴν τιμωρίαν ἐπανῆκεν ἀποχρῶσαν εἶναί οἱ φήσας τὴν ἐπὶ τοῖς τέκνοις συμφοράν. ταῦτα μὲν δὴ ὧδε ἐφιλοσοφεῖτο τῷ Μάρκῳ.
VS
.

2

.

562

Ἐπιγράφουσι δὲ ἔνιοι καὶ φυγὴν οὐ φυγόντι καί φασιν αὐτὸν οἰκῆσαι τὸ ἐν τῇ Ἠπείρῳ Ὠρικόν, ὃ καὶ πολίσαι αὐτόν, ὡς εἴη δίαιτα ἐπιτηδεία τῷ σώματι. ὁ δὲ Ἡρώδης ᾤκησε μὲν τὸ χωρίον τοῦτο
5νοσήσας ἐν αὐτῷ καὶ θύσας ἐκβατήρια τῆς νόσου, φυγεῖν δὲ οὔτε προσετάχθη οὔτε ἔτλη. καὶ μάρτυρα τοῦ λόγου τούτου ποιήσομαι τὸν θεσπέσιον Μάρκον· μετὰ γὰρ τὰ ἐν τῇ Παιονίᾳ διῃτᾶτο μὲν ὁ Ἡρώδης ἐν τῇ Ἀττικῇ περὶ τοὺς φιλτάτους ἑαυτῷ δήμους
10Μαραθῶνα καὶ Κηφισίαν ἐξηρτημένης αὐτοῦ τῆς πανταχόθεν νεότητος, οἳ κατ’ ἔρωτα τῶν ἐκείνου λόγων ἐφοίτων Ἀθήναζε, πεῖραν δὲ ποιούμενος, μὴ χαλεπὸς αὐτῷ εἴη διὰ τὰ ἐν τῷ δικαστηρίῳ πέμπει
πρὸς αὐτὸν ἐπιστολὴν οὐκ ἀπολογίαν ἔχουσαν, ἀλλ’69
15ἔγκλημα, θαυμάζειν γὰρ ἔφη, τοῦ χάριν οὐκέτι αὐτῷ ἐπιστέλλοι καίτοι τὸν πρὸ τοῦ χρόνον θαμὰ οὕτω γράφων, ὡς καὶ τρεῖς γραμματοφόρους ἀφικέσθαι ποτὲ παρ’ αὐτὸν ἐν ἡμέρᾳ μιᾷ κατὰ πόδας ἀλλήλων. καὶ ὁ αὐτοκράτωρ διὰ πλειόνων μὲν καὶ ὑπὲρ πλειόνων,
20θαυμάσιον δὲ ἦθος ἐγκαταμίξας τοῖς γράμμασιν ἐπέ‐ στειλε πρὸς τὸν Ἡρώδην, ὧν ἐγὼ τὰ ξυντείνοντα ἐς τὸν παρόντα μοι λόγον ἐξελὼν τῆς ἐπιστολῆς δηλώσω· τὸ μὲν δὴ προοίμιον τῶν ἐπεσταλμένων „χαῖρέ μοι, φίλε Ἡρώδη.“ διαλεχθεὶς δὲ ὑπὲρ
25τῶν τοῦ πολέμου χειμαδίων, ἐν οἷς ἦν τότε, καὶ τὴν γυναῖκα ὀλοφυράμενος ἄρτι αὐτῷ τεθνεῶσαν εἰπών τέ τι καὶ περὶ τῆς τοῦ σώματος ἀσθενείας ἐφεξῆς γράφει „σοὶ δὲ ὑγιαίνειν τε εὔχομαι καὶ περὶ ἐμοῦ ὡς εὔνου σοι διανοεῖσθαι, μηδὲ
30ἡγεῖσθαι ἀδικεῖσθαι, εἰ καταφωράσας τινὰς τῶν σῶν πλημμελοῦντας κολάσει ἐπ’ αὐτοὺς ἐχρησάμην ὡς οἷόν τε ἐπιεικεῖ. διὰ μὲν δὴ ταῦτα μή μοι ὀργίζου, εἰ δέ τι λελύ‐
VS
.

2

.

563

πηκά σε ἢ λυπῶ, ἀπαίτησον παρ’ ἐμοῦ δίκας ἐν τῷ ἱερῷ τῆς ἐν ἄστει Ἀθηνᾶς ἐν μυστηρίοις. ηὐξάμην γάρ, ὁπότε ὁ πόλεμος μάλιστα ἐφλέγμαινε, καὶ μυηθῆναι, εἴη δὲ
5καὶ σοῦ μυσταγωγοῦντος.“ τοιάδε ἡ ἀπολογία τοῦ Μάρκου καὶ οὕτω φιλάνθρωπος καὶ ἐρρωμένη. τίς ἂν οὖν ποτε ἢ ὃν φυγῇ περιέβαλεν οὕτω προσεῖπεν ἢ τὸν ἄξιον οὕτω προσειρῆσθαι φεύγειν προσέταξεν; Ἔστι δέ τις λόγος, ὡς νεώτερα μὲν ὁ τὴν ἑῴαν
10ἐπιτροπεύων Κάσσιος ἐπὶ τὸν Μάρκον βουλεύοι, ὁ δὲ Ἡρώδης ἐπιπλήξειεν αὐτῷ δι’ ἐπιστολῆς ὧδε ξυγκειμένης „Ἡρώδης Κασσίῳ· ἐμάνης.“ τήνδε
τὴν ἐπιστολὴν μὴ μόνον ἐπίπληξιν ἡγώμεθα, ἀλλὰ καὶ ῥώμην ἀνδρὸς ὑπὲρ τοῦ βασιλέως τιθεμένου τὰ70
15τῆς γνώμης ὅπλα. Ὁ δὲ λόγος, ὃν διῆλθε πρὸς τὸν Ἡρώδην ὁ Δημόστρατος, ἐν θαυμασίοις δοκεῖ. ἰδέα δὲ αὐτοῦ ἡ μὲν τοῦ ἤθους μία, τὸ γὰρ ἐμβριθὲς ἐκ προοιμίων ἐς τέλος διήκει τοῦ λόγου, αἱ δὲ τῆς ἑρμηνείας ἰδέαι
20πολλαὶ καὶ ἀνόμοιαι μὲν ἀλλήλαις, λόγου δὲ ἄξιαι. ἔστω που καὶ τὸ δι’ Ἡρώδην παρὰ τοῖς βασκάνοις εὐδοκιμεῖν τὸν λόγον, ἐπειδὴ ἀνὴρ τοιοῦτος ἐν αὐτῷ κακῶς ἤκουσεν. ἀλλ’ ὅπως γε καὶ πρὸς τὰς λοιδορίας ἔρρωτο, δηλώσει καὶ τὰ πρὸς τὸν κύνα Πρωτέα
25λεχθέντα ποτὲ ὑπ’ αὐτοῦ Ἀθήνησιν· ἦν μὲν γὰρ τῶν οὕτω θαρραλέως φιλοσοφούντων ὁ Πρωτεὺς οὗτος, ὡς καὶ ἐς πῦρ ἑαυτὸν ἐν Ὀλυμπίᾳ ῥῖψαι, ἐπηκολούθει δὲ τῷ Ἡρώδῃ κακῶς ἀγορεύων αὐτὸν ἡμιβαρβάρῳ γλώττῃ· ἐπιστραφεὶς οὖν ὁ Ἡρώδης
30„ἔστω“, ἔφη „κακῶς με ἀγορεύεις, πρὸς τί καὶ οὕτωσ“; ἐπικειμένου δὲ τοῦ Πρωτέως ταῖς λοιδορίαις „γεγηράκαμεν“ ἔφη „σὺ μὲν κακῶς με ἀγορεύων,
VS
.

2

.

564

ἐγὼ δὲ ἀκούων“ ἐνδεικνύμενος δήπου τὸ ἀκούειν μέν, καταγελᾶν δὲ ὑπὸ τοῦ πεπεῖσθαι τὰς ψευδεῖς λοιδορίας μὴ περαιτέρω ἀκοῆς ἥκειν. Ἑρμηνεύσω καὶ τὴν γλῶτταν τοῦ ἀνδρὸς ἐς
5χαρακτῆρα ἰὼν τοῦ λόγου· ὡς μὲν δὴ Πολέμωνα καὶ Φαβωρῖνον καὶ Σκοπελιανὸν ἐν διδασκάλοις ἑαυτοῦ ἦγε καὶ ὡς Σεκούνδῳ τῷ Ἀθηναίῳ ἐφοίτησεν, εἰρημένον μοι ἤδη, τοὺς δὲ κριτικοὺς τῶν λόγων Θεαγένει τε τῷ Κνιδίῳ καὶ Μουνατίῳ τῷ ἐκ Τραλ‐
10λέων συνεγένετο καὶ Ταύρῳ τῷ Τυρίῳ ἐπὶ ταῖς Πλάτωνος δόξαις. ἡ δὲ ἁρμονία τοῦ λόγου ἱκανῶς κεκολασμένη καὶ ἡ δεινότης ὑφέρπουσα μᾶλλον ἢ
ἐγκειμένη κρότος τε σὺν ἀφελείᾳ καὶ κριτιάζουσα ἠχὼ καὶ ἔννοιαι οἷαι μὴ ἑτέρῳ ἐνθυμηθῆναι κωμική τε71
15εὐγλωττία οὐκ ἐπέσακτος, ἀλλ’ ἐκ τῶν πραγμάτων, καὶ ἡδὺς ὁ λόγος καὶ πολυσχήματος καὶ εὐσχήμων καὶ σοφῶς ἐξαλλάττων τὸ πνεῦμά τε οὐ σφοδρόν, ἀλλὰ λεῖον καὶ καθεστηκὸς καὶ ἡ ἐπίπαν ἰδέα τοῦ λόγου χρυσοῦ ψῆγμα ποταμῷ ἀργυροδίνῃ ὑπαυγά‐
20ζον. προσέκειτο μὲν γὰρ πᾶσι τοῖς παλαιοῖς, τῷ δὲ Κριτίᾳ καὶ προσετετήκει καὶ παρήγαγεν αὐτὸν ἐς ἤθη Ἑλλήνων τέως ἀμελούμενον καὶ περιορώμενον. βοώσης δὲ ἐπ’ αὐτῷ τῆς Ἑλλάδος καὶ καλούσης αὐτὸν ἕνα τῶν δέκα οὐχ ἡττήθη τοῦ ἐπαίνου μεγά‐
25λου δοκοῦντος, ἀλλ’ ἀστειότατα πρὸς τοὺς ἐπαινέ‐
VS
.

2

.

565

σαντας „Ἀνδοκίδου μὲν“ ἔφη „βελτίων εἰμί.“ εὐμαθέστατος δὲ ἀνθρώπων γενόμενος οὐδὲ τοῦ μοχθεῖν ἠμέλησεν, ἀλλὰ καὶ παρὰ πότον ἐσπούδαζε καὶ νύκτωρ ἐν τοῖς διαλείμμασι τῶν ὕπνων, ὅθεν
5ἐκάλουν αὐτὸν σιτευτὸν ῥήτορα οἱ ὀλίγωροί τε καὶ λεπτοί. ἄλλος μὲν οὖν ἄλλο ἀγαθὸς καὶ ἄλλος ἐν ἄλλῳ βελτίων ἑτέρου, ὁ μὲν γὰρ σχεδιάσαι θαυμά‐ σιος, ὁ δὲ ἐκπονῆσαι λόγον, ὁ δὲ τὰ ξύμπαντα ἄριστα τῶν σοφιστῶν διέθετο καὶ τὸ παθητικὸν οὐκ
10ἐκ τῆς τραγῳδίας μόνον, ἀλλὰ κἀκ τῶν ἀνθρωπίνων συνελέξατο. ἐπιστολαὶ δὲ πλεῖσται Ἡρώδου καὶ δια‐ λέξεις καὶ ἐφημερίδες ἐγχειρίδιά τε καὶ καίρια τὴν ἀρχαίαν πολυμάθειαν ἐν βραχεῖ ἀπηνθισμένα. οἱ δὲ προφέροντες αὐτῷ νέῳ ἔτι τὸ λόγου τινὸς ἐν Παιο‐
15νίᾳ ἐκπεσεῖν ἐπὶ τοῦ αὐτοκράτορος ἠγνοηκέναι μοι δοκοῦσιν, ὅτι καὶ Δημοσθένης ἐπὶ Φιλίππου λέγων ταὐτὸν ἔπαθεν· κἀκεῖνος μὲν ἥκων Ἀθήναζε τιμὰς προσῄτει καὶ στεφάνους ἀπολωλυίας Ἀθηναίοις Ἀμφιπόλεως, Ἡρώδης δέ, ἐπεὶ τοῦτο ἔπαθεν, ἐπὶ
20τὸν Ἴστρον ἦλθεν ὡς ῥίψων ἑαυτὸν, τοσοῦτον γὰρ αὐτῷ περιῆν τοῦ ἐν λόγοις βούλεσθαι ὀνομαστῷ εἶναι, ὡς θανάτου τιμᾶσθαι τὸ σφαλῆναι. Ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ξυντακὴς γενόμενος. ἀποθανόντος δὲ αὐτοῦ ἐν τῷ72
25Μαραθῶνι καὶ ἐπισκήψαντος τοῖς ἀπελευθέροις ἐκεῖ θάπτειν Ἀθηναῖοι ταῖς τῶν ἐφήβων χερσὶν ἁρπά‐ σαντες ἐς ἄστυ ἤνεγκαν προαπαντῶντες τῷ λέχει πᾶσα ἡλικία δακρύοις ἅμα καὶ ἀνευφημοῦντες, ὅσα
VS
.

2

.

566

παῖδες χρηστοῦ πατρὸς χηρεύσαντες, καὶ ἔθαψαν ἐν τῷ Παναθηναικῷ ἐπιγράψαντες αὐτῷ βραχὺ καὶ πολὺ ἐπίγραμμα τόδε·
Ἀττικοῦ Ἡρώδης Μαραθώνιος, οὗ τάδε πάντα
5 κεῖται τῷδε τάφῳ, πάντοθεν εὐδόκιμος. τοσαῦτα περὶ Ἡρώδου τοῦ Ἀθηναίου, τὰ μὲν εἰρη‐ μένα, τὰ δὲ ἠγνοημένα ἑτέροις. βʹ. Ἐπὶ τὸν σοφιστὴν Θεόδοτον καλεῖ με ὁ λόγος. Θεόδοτος μὲν προὔστη καὶ τοῦ Ἀθηναίων
10δήμου κατὰ χρόνους, οὓς προσέκρουον Ἡρώδῃ Ἀθηναῖοι, καὶ ἐς ἀπέχθειαν φανερὰν οὐδεμίαν τῷ ἀνδρὶ ἀφίκετο, ἀλλ’ ἀφανῶς αὐτὸν ὑπεκάθητο δεινὸς ὢν χρῆσθαι τοῖς πράγμασιν, καὶ γὰρ δὴ καὶ τῶν ἀγοραίων εἷς οὗτος· τοῖς γοῦν ἀμφὶ τὸν Δημόστρα‐
15τον οὕτω ξυνεκέκρατο, ὡς καὶ ξυνάρασθαί σφισι τῶν λόγων, οὓς ἐξεπόνουν πρὸς τὸν Ἡρώδην. προὔστη δὲ καὶ τῆς Ἀθηναίων νεότητος πρῶτος ἐπὶ ταῖς ἐκ βασιλέως μυρίαις. καὶ οὐ τοῦτό πω λόγου ἄξιον, οὐδὲ γὰρ πάντες οἱ ἐπιβατεύοντες τοῦ θρόνου
20τούτου λόγου ἄξιοι, ἀλλ’ ὅτι τοὺς μὲν Πλατωνείους καὶ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ τοὺς ἀπὸ τοῦ Περι‐ πάτου καὶ αὐτοῦ Ἐπικούρου προσέταξεν ὁ Μάρκος τῷ Ἡρώδῃ κρῖναι, τὸν δὲ ἄνδρα τοῦτον ἀπὸ τῆς
VS
.

2

.

567

περὶ αὐτὸν δόξης αὐτὸς ἐπέκρινε τοῖς νέοις ἀγωνι‐ στὴν τῶν πολιτικῶν προσειπὼν λόγων καὶ ῥητορικῆς ὄφελος. ὁ ἀνὴρ οὗτος Λολλιανοῦ μὲν ἀκροατής, Ἡρώδου δὲ οὐκ ἀνήκοος. ἐβίω μὲν οὖν ὑπὲρ τὰ73
5πεντήκοντα δυοῖν ἐτοῖν κατασχὼν τὸν θρόνον, τὴν δὲ ἰδέαν τῶν λόγων ἀποχρῶν καὶ τοῖς δικανικοῖς καὶ τοῖς ὑπερσοφιστεύουσιν. γʹ. Ὀνομαστὸς ἐν σοφισταῖς καὶ Ἀριστοκλῆς ὁ ἐκ τοῦ Περγάμου, ὑπὲρ οὗ δηλώσω, ὁπόσα τῶν
10πρεσβυτέρων ἤκουον· ἐτέλει μὲν γὰρ ἐς ὑπάτους ὁ ἀνὴρ οὗτος, τὸν δὲ ἐκ παίδων ἐς ἥβην χρόνον τοὺς ἀπὸ τοῦ Περιπάτου φιλοσοφήσας λόγους ἐς τοὺς σοφιστὰς μετερρύη θαμίζων ἐν τῇ Ῥώμῃ τῷ Ἡρώδῃ διατιθεμένῳ σχεδίους λόγους. ὃν δὲ ἐφιλοσόφει
15χρόνον αὐχμηρὸς δοκῶν καὶ τραχὺς τὸ εἶδος καὶ δυσπινὴς τὴν ἐσθῆτα ἥβρυνε καὶ τὸν αὐχμὸν ἀπε‐ τρίψατο ἡδονάς τε, ὁπόσαι λυρῶν τε καὶ αὐλῶν καὶ εὐφωνίας εἰσί, πάσας ἐσηγάγετο ἐπὶ τὴν δίαιταν, ὥσπερ ἐπὶ θύρας αὐτῷ ἡκούσας, τὸν γὰρ πρὸ τοῦ
20χρόνον οὕτω κεκολασμένος ἀτάκτως ἐς τὰ θέατρα ἐφοίτα καὶ ἐπὶ τὴν τούτων ἠχώ. εὐδοκιμοῦντι δὲ αὐτῷ κατὰ τὸ Πέργαμον κἀξηρτημένῳ πᾶν τὸ ἐκείνῃ Ἑλληνικὸν ἐξελαύνων ὁ Ἡρώδης ἐς Πέργαμον ἔπεμψε
VS
.

2

.

568

τοὺς ἑαυτοῦ ὁμιλητὰς πάντας καὶ τὸν Ἀριστοκλέα ἦρεν, ὥσπερ τις Ἀθηνᾶς ψῆφος. ἡ δὲ ἰδέα τοῦ λόγου διαυγὴς μὲν καὶ ἀττικίζουσα, διαλέγεσθαι δὲ ἐπιτη‐ δεία μᾶλλον ἢ ἀγωνίζεσθαι, χολή τε γὰρ ἄπεστι τοῦ
5λόγου καὶ ὁρμαὶ πρὸς βραχὺ αὐτή τε ἡ ἀττίκισις, εἰ παρὰ τὴν τοῦ Ἡρώδου γλῶτταν βασανίζοιτο, λεπτολογεῖσθαι δόξει μᾶλλον ἢ κρότου τε καὶ ἠχοῦς ξυγκεῖσθαι. ἐτελεύτα δὲ ὁ Ἀριστοκλῆς μεσαιπόλιος, ἄρτι προσβαίνων τῷ γηράσκειν.
10 δʹ. Ἀντίοχον δὲ τὸν σοφιστὴν αἱ Κιλίκων Αἰγαὶ ἤνεγκαν οὕτω τι εὐπατρίδην, ὡς νῦν ἔτι τὸ ἀπ’ αὐτοῦ γένος ὑπάτους εἶναι. αἰτίαν δὲ ἔχων δειλίας, ἐπεὶ μὴ παρῄει ἐς τὸν δῆμον, μηδὲ ἐς τὸ κοινὸν ἐπολίτευεν, „οὐχ ὑμᾶσ“, εἶπεν „ἀλλ’ ἐμαυτὸν74
15δέδοικα“, εἰδώς που τὴν ἑαυτοῦ χολὴν ἄκρατόν τε καὶ οὐ καθεκτὴν οὖσαν. ἀλλ’ ὅμως ὠφέλει τοὺς ἀστοὺς ἀπὸ τῆς οὐσίας, ὅ τι εἴη δυνατός, σῖτόν τε ἐπιδιδούς, ὁπότε τούτου δεομένους αἴσθοιτο, καὶ χρήματα ἐς τὰ πεπονηκότα τῶν ἔργων. τὰς δὲ
20πλείους τῶν νυκτῶν ἐς τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἀπεκάθευδεν ὑπέρ τε ὀνειράτων ὑπέρ τε ξυνουσίας, ὁπόση ἐγρηγορότων τε καὶ διαλεγομένων ἀλλήλοις, διελέγετο γὰρ αὐτῷ ἐγρηγορότι ὁ θεὸς καλὸν ἀγώ‐ νισμα ποιούμενος τῆς ἑαυτοῦ τέχνης τὸ τὰς νόσους
25ἐρύκειν τοῦ Ἀντιόχου. Ἀκροατὴς ὁ Ἀντίοχος ἐν παισὶ μὲν Δαρδάνου τοῦ Ἀσσυρίου, προιὼν δὲ ἐς τὰ μειράκια Διονυσίου ἐγένετο τοῦ Μιλησίου κατέχοντος ἤδη τὴν Ἐφεσίων. διελέγετο μὲν οὖν οὐκ ἐπιτηδείως—φρονιμώτατος
VS
.

2

.

569

δ’ ἀνθρώπων γενόμενος διέβαλλεν αὐτὸ ὡς μειρα‐ κιῶδες, ἵνα ὑπερεωρακὼς αὐτοῦ μᾶλλον ἢ ἀπολει‐ πόμενος φαίνοιτο—τὰ δὲ ἀμφὶ μελέτην ἐλλογι‐ μώτατος· ἀσφαλὴς μὲν γὰρ ἐν ταῖς κατὰ σχῆμα
5προηγμέναις τῶν ὑποθέσεων, σφοδρὸς δὲ ἐν ταῖς κατηγορίαις καὶ ἐπιφοραῖς, εὐπρεπὴς δὲ τὰς ἀπολο‐ γίας καὶ τῷ ἠθικῷ ἰσχύων, καὶ καθάπαξ τὴν ἰδέαν τοῦ λόγου δικανικῆς μὲν σοφιστικώτερος, σοφιστικῆς δὲ δικανικώτερος. καὶ τὰ πάθη ἄριστα σοφιστῶν
10μετεχειρίσατο, οὐ γὰρ μονῳδίας ἀπεμήκυνεν, οὐδὲ θρήνους ὑποκειμένους, ἀλλ’ ἐβραχυλόγει αὐτὰ ξὺν διανοίαις λόγου κρείττοσιν, ὡς ἔκ τε τῶν ἄλλων
ὑποθέσεων δηλοῦται καὶ μάλιστα ἐκ τῶνδε· κόρη βιασθεῖσα θάνατον ᾕρηται τοῦ βιασαμένου· μετὰ75
15ταῦτα γέγονε παιδίον ἐκ τῆς βίας καὶ διαμιλλῶνται οἱ πάπποι, παρ’ ὁποτέρῳ τρέφοιτο τὸ παιδίον. ἀγω‐ νιζόμενος οὖν ὑπὲρ τοῦ πρὸς πατρὸς πάππου „ἀπόδοσ“ ἔφη „τὸ παιδίον, ἀπόδος ἤδη, πρὶν γεύσηται μητρῴου γάλακτος.“ ἡ δὲ
20ἑτέρα ὑπόθεσις τοιαύτη· τύραννον καταθέμενον τὴν ἀρχὴν ἐπὶ τῷ ἐκλελύσθαι ἀπέκτεινέ τις εὐνοῦχος ὑπ’ αὐτοῦ γεγονὼς καὶ ἀπολογεῖται ὑπὲρ τοῦ φόνου. ἐνταῦθα τὸ μάλιστα ἐρρωμένον τῆς κατηγορίας τὸν περὶ τῶν σπονδῶν λόγον ἀπεώσατο περίνοιαν ἐγκα‐
25ταμίξας τῷ πάθει· „τίσι γὰρ“ ἔφη „ταῦτα ὡμολόγησε; παισὶ γυναίοις μειρακίοις πρεσβύταις ἀνδράσιν· ἐγὼ δὲ ὄνομα ἐν ταῖς συνθήκαις οὐκ ἔχω.“ ἄριστα δὲ καὶ ὑπὲρ τῶν Κρητῶν ἀπολελόγηται τῶν κρινομένων ἐπὶ τῷ
30τοῦ Διὸς σήματι φυσιολογίᾳ τε καὶ θεολογίᾳ πάσῃ
VS
.

2

.

570

ἐναγωνισάμενος λαμπρῶς. τὰς μὲν οὖν μελέτας αὐτοσχεδίους ἐποιεῖτο, ἔμελε δὲ αὐτῷ καὶ φροντισ‐ μάτων, ὡς ἕτερά τε δηλοῖ τῶν ἐκείνου καὶ μάλιστα ἡ ἱστορία, ἐπίδειξιν γὰρ ἐν αὐτῇ πεποίηται λέξεώς
5τε καὶ ῥητορείας, ἐσποιῶν ἑαυτὸν καὶ τῷ φιλοκαλεῖν. περὶ δὲ τῆς τελευτῆς τοῦ ἀνδρός, οἱ μὲν ἑβδομη‐ κοντούτην τεθνάναι αὐτόν, οἱ δὲ οὔπω, καὶ οἱ μὲν οἴκοι, οἱ δὲ ἑτέρωθι. εʹ. Ἀλεξάνδρῳ δέ, ὃν Πηλοπλάτωνα οἱ πολλοὶ
10ἐπωνόμαζον, πατρὶς μὲν ἦν Σελεύκεια πόλις οὐκ ἀφανὴς ἐν Κιλικίᾳ, πατὴρ δὲ ὁμώνυμος καὶ τοὺς ἀγοραίους λόγους ἱκανώτατος, μήτηρ δὲ περιττὴ τὸ εἶδος, ὡς αἱ γραφαὶ ἑρμηνεύουσι, καὶ προσφερὴς τῇ τοῦ Εὐμήλου Ἑλένῃ· Εὐμήλῳ γάρ τις Ἑλένη
15γέγραπται οἵα ἀνάθεμα εἶναι τῆς Ῥωμαίων ἀγορᾶς. ἐρασθῆναι τῆς γυναικὸς ταύτης καὶ ἑτέρους μέν, ἐπιδήλως δὲ Ἀπολλώνιόν φασι τὸν Τυανέα, καὶ τοὺς μὲν ἄλλους ἀπαξιῶσαι, τῷ δὲ Ἀπολλωνίῳ ξυγγε‐ νέσθαι δι’ ἔρωτα εὐπαιδίας, ἐπειδὴ θειότερος ἀν‐76
20θρώπων. τοῦτο μὲν δὴ ὁπόσοις τρόποις ἀπίθανον, εἴρηται σαφῶς ἐν τοῖς ἐς Ἀπολλώνιον. θεοειδὴς δὲ ὁ Ἀλέξανδρος καὶ περίβλεπτος ξὺν ὥρᾳ, γενειάς τε γὰρ ἦν αὐτῷ βοστρυχώδης καὶ καθειμένη τὸ μέτριον ὄμμα τε ἁβρὸν καὶ μέγα καὶ ῥὶς ξύμμετρος καὶ ὀδόν‐
25τες λευκότατοι δάκτυλοί τε εὐμήκεις καὶ τῇ τοῦ λόγου ἡνίᾳ ἐπιπρέποντες. ἦν δὲ αὐτῷ καὶ πλοῦτος δαπα‐ νώμενος ἐς ἡδονὰς οὐ μεμπτάς. Ἐς δὲ ἄνδρας ἥκων ἐπρέσβευε μὲν ὑπὲρ τῆς Σελευκείας παρὰ τὸν Ἀντωνῖνον, διαβολαὶ δὲ ἐπ’
30αὐτὸν ἐφοίτησαν, ὡς νεότητα ἐπιποιοῦντα τῷ εἴδει.
VS
.

2

.

571

ἧττον δὲ αὐτῷ προσέχειν δοκοῦντος τοῦ βασιλέως ἐπάρας τὴν φωνὴν ὁ Ἀλέξανδρος „πρόσεχέ μοι“, ἔφη „Καῖσαρ.“ καὶ ὁ αὐτοκράτωρ παροξυνθεὶς πρὸς αὐτὸν ὡς θρασυτέρᾳ τῇ ἐπιστροφῇ χρησάμενον
5„προσέχω“ ἔφη „καὶ ξυνίημί σου σὺ γὰρ“ ἔφη „ὁ τὴν κόμην ἀσκῶν καὶ τοὺς ὀδόντας λαμπρύνων καὶ τοὺς ὄνυχας ξέων καὶ τοῦ μύρου ἀεὶ πνέων.“ Τὸν μὲν δὴ πλεῖστον τοῦ βίου τῇ τε Ἀντιοχείᾳ ἐνεσπούδαζε καὶ τῇ Ῥώμῃ καὶ τοῖς Ταρσοῖς καὶ νὴ
10Δία Αἰγύπτῳ πάσῃ, ἀφίκετο γὰρ καὶ ἐς τὰ τῶν Γυμνῶν ἤθη. αἱ δὲ Ἀθήνησι διατριβαὶ τοῦ ἀνδρὸς ὀλίγαι μέν, οὐκ ἄξιαι δὲ ἀγνοεῖσθαι. ἐβάδιζε μὲν γὰρ ἐς τὰ Παιονικὰ ἔθνη μετακληθεὶς ὑπὸ Μάρκου βασιλέως ἐκεῖ στρατεύοντος καὶ δεδωκότος αὐτῷ τὸ
15ἐπιστέλλειν Ἕλλησιν, ἀφικόμενος δὲ ἐς τὰς Ἀθήνας, ὁδοῦ δὲ μῆκος τοῦτο οὐ μέτριον τῷ ἐκ τῆς ἑῴας
ἐλαύνοντι, „ἐνταῦθα“ ἔφη „γόνυ κάμψωμεν.“ καὶ εἰπὼν τοῦτο ἐπήγγειλε τοῖς Ἀθηναίοις αὐτοσχεδίους λόγους ἐρῶσιν αὐτοῦ τῆς ἀκροάσεως. ἀκούων δὲ77
20τὸν Ἡρώδην ἐν Μαραθῶνι διαιτώμενον καὶ τὴν νεότητα ἐπακολουθοῦσαν αὐτῷ πᾶσαν γράφει πρὸς αὐτὸν ἐπιστολὴν αἰτῶν τοὺς Ἕλληνας, καὶ ὁ Ἡρώδης „ἀφίξομαι“ ἔφη „μετὰ τῶν Ἑλλήνων καὶ αὐτός.“ ξυνελέγοντο μὲν δὴ ἐς τὸ ἐν τῷ Κερα‐
25μεικῷ θέατρον, ὃ δὴ ἐπωνόμασται Ἀγριππεῖον, προιούσης δὲ ἤδη τῆς ἡμέρας καὶ τοῦ Ἡρώδου βρα‐ δύνοντος ἤσχαλλον οἱ Ἀθηναῖοι ὡς ἐκλυομένης τῆς ἀκροάσεως καὶ τέχνην αὐτὸ ᾤοντο, ὅθεν ἀνάγκη τῷ
VS
.

2

.

572

Ἀλεξάνδρῳ ἐγένετο παρελθεῖν ἐπὶ τὴν διάλεξιν καὶ πρὶν ἥκειν τὸν Ἡρώδην. ἡ μὲν δὴ διάλεξις ἔπαινοι ἦσαν τοῦ ἄστεος καὶ ἀπολογία πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τοῦ μήπω πρότερον παρ’ αὐτοὺς ἀφῖχθαι, εἶχε
5δὲ καὶ τὸ ἀποχρῶν μῆκος, Παναθηναικοῦ γὰρ λόγου ἐπιτομῇ εἴκαστο. εὐσταλὴς δὲ οὕτω τοῖς Ἀθηναίοις ἔδοξεν, ὡς καὶ βόμβον διελθεῖν αὐτῶν ἔτι σιωπῶντος ἐπαινεσάντων αὐτοῦ τὸ εὔσχημον. ἡ μὲν δὴ νενικη‐ κυῖα ὑπόθεσις ὁ τοὺς Σκύθας ἐπανάγων ἐς τὴν προ‐
10τέραν πλάνην, ἐπειδὴ πόλιν οἰκοῦντες νοσοῦσι, καιρὸν δ’ ἐπισχὼν βραχὺν ἀνεπήδησε τοῦ θρόνου φαιδρῷ τῷ προσώπῳ, καθάπερ εὐαγγέλια ἐπάγων τοῖς ἀκροωμένοις ὧν εἰπεῖν ἔχοι. προιόντος δὲ αὐτῷ τοῦ λόγου ἐπέστη ὁ Ἡρώδης Ἀρκάδι πίλῳ τὴν κεφαλὴν
15σκιάζων, ὡς ἐν ὥρᾳ θέρους εἰώθει Ἀθήνησιν, ἴσως δέ που καὶ ἐνδεικνύμενος αὐτῷ τὸ ἐκ τῆς ὁδοῦ ἥκειν. καὶ ὁ Ἀλέξανδρος ἔνθεν ἑλὼν διελέχθη μὲν ἐς τὴν παρουσίαν τοῦ ἀνδρὸς ὑποσέμνῳ τῇ λέξει καὶ ἠχούσῃ, ἐπ’ αὐτῷ δὲ ἔθετο, εἴτε βούλοιτο τῆς ἤδη
20σπουδαζομένης ὑποθέσεως ἀκροᾶσθαι, εἴτε ἑτέραν
αὐτὸς δοῦναι. τοῦ δὲ Ἡρώδου ἀναβλέψαντος ἐς τοὺς ἀκροωμένους καὶ εἰπόντος, ὡς ποιήσοι, ὅπερ ἂν ἐκείνοις δόξῃ, πάντες ξυνεπένευσαν ἐς τὴν τῶν Σκυθῶν ἀκρόασιν, καὶ γὰρ δὴ καὶ λαμπρῶς διῄει78
25τὸν ἀγῶνα, ὡς δηλοῖ τὰ εἰρημένα. θαυμασίαν δὲ ἰσχὺν ἐνεδείξατο καὶ ἐν τοῖσδε· τὰς γὰρ διανοίας τὰς πρὶν ἥκειν τὸν Ἡρώδην λαμπρῶς αὐτῷ εἰρη‐ μένας μετεχειρίσατο ἐπιστάντος οὕτω τι ἑτέρᾳ λέξει καὶ ἑτέροις ῥυθμοῖς, ὡς τοῖς δεύτερον ἀκροωμένοις
30μὴ διλογεῖν δόξαι. τὸ γοῦν εὐδοκιμώτατα τῶν πρὶν ἐπιστῆναι τὸν Ἡρώδην εἰρημένων „ἑστὸς καὶ τὸ ὕδωρ νοσεῖ“ μετὰ ταῦτα ἐπιστάντος ἑτέρᾳ δυνά‐
VS
.

2

.

573

μει μεταλαβὼν „καὶ ὑδάτων“ εἶπεν „ἡδίω τὰ πλανώμενα.“ κἀκεῖνα τῶν Ἀλεξάνδρου Σκυθῶν· „καὶ πηγνυμένου μὲν Ἴστρου πρὸς μεσημ‐ βρίαν ἤλαυνον, λυομένου δὲ ἐχώρουν πρὸς
5ἄρκτον ἀκέραιος τὸ σῶμα καὶ οὐχ ὥσπερ νυνὶ κείμενος. τί γὰρ ἂν πάθοι δεινὸν ἄνθρωπος ταῖς ὥραις ἑπόμενος;“ ἐπὶ τελευτῇ δὲ τοῦ λόγου διαβάλλων τὴν πόλιν ὡς πνιγηρὸν οἰκητήριον τὸ ἐπὶ πᾶσιν ὧδε ἀνεφθέγ‐
10ξατο· „ἀλλ’ ἀναπέτασον τὰς πύλας, ἀνα‐ πνεῦσαι θέλω.“ προσδραμὼν δὲ τῷ Ἡρώδῃ καὶ περισχὼν αὐτὸν „ἀντεφεστίασόν με“ ἔφη, καὶ ὁ Ἡρώδης „τί δὲ οὐ μέλλω“ εἶπεν „λαμπρῶς οὕτως ἑστιάσαντα“; διαλυθείσης δὲ τῆς ἀκροά‐
15σεως καλέσας ὁ Ἡρώδης τῶν ἑαυτοῦ γνωρί‐ μων τοὺς ἐν ἐπιδόσει ἠρώτα, ποῖός τις αὐτοῖς ὁ σοφιστὴς φαίνοιτο, Σκέπτου δὲ τοῦ ἀπὸ τῆς Κορίν‐ θου τὸν μὲν πηλὸν εὑρηκέναι φήσαντος, τὸν δὲ Πλάτωνα ζητεῖν, ἐπικόπτων αὐτὸν ὁ Ἡρώδης „τουτὶ“
20ἔφη „πρὸς μηδένα εἴπῃς ἕτερον, σεαυτὸν γὰρ“ ἔφη
„διαβαλεῖς ὡς ἀμαθῶς κρίνοντα, ἐμοὶ δὲ ἕπου μᾶλλον ἡγουμένῳ αὐτὸν Σκοπελιανὸν νήφοντα.“ ταυτὶ δὲ ὁ Ἡρώδης ἐχαρακτήριζε καθεωρακὼς τὸν ἄνδρα κεκραμένην ἑρμηνείαν ἐφαρμόζοντα τῇ περὶ79
25τὰς σοφιστικὰς ἐννοίας τόλμῃ. ἐπιδεικνύμενος δὲ τῷ Ἀλεξάνδρῳ τήν τε ἠχὼ τῆς διαλέξεως προσῆρεν, ἐπειδὴ ἐγίγνωσκε τούτῳ καὶ μάλιστα χαίροντα αὐτὸν τῷ τόνῳ, ῥυθμούς τε ποικιλωτέρους αὐλοῦ καὶ λύρας ἐσηγάγετο ἐς τὸν λόγον, ἐπειδὴ πολὺς αὐτῷ
30καὶ περὶ τὰς ἐξαλλαγὰς ἔδοξεν. ἡ δὲ σπουδασθεῖσα
VS
.

2

.

574

ὑπόθεσις οἱ ἐν Σικελίᾳ τρωθέντες ἦσαν αἰτοῦντες τοὺς ἀπανισταμένους ἐκεῖθεν Ἀθηναίους τὸ ὑπ’ αὐτῶν ἀποθνήσκειν. ἐπὶ ταύτης τῆς ὑποθέσεως τὸ θρυλούμενον ἐκεῖνο ἱκέτευσεν ἐπιτέγξας τοὺς ὀφθαλ‐
5μοὺς δακρύοις „ναὶ Νικία, ναὶ πάτερ, οὕτως Ἀθήνας ἴδοισ“, ἐφ’ ᾧ τὸν Ἀλέξανδρόν φασιν ἀναβοῆσαι· „ὦ Ἡρώδη, τεμάχιά σου ἐσμὲν οἱ σοφι‐ σταὶ πάντες,“ καὶ τὸν Ἡρώδην ὑπερησθέντα τῷ ἐπαίνῳ καὶ τῆς ἑαυτοῦ φύσεως γενόμενον δοῦναί
10οἱ δέκα μὲν σκευοφόρα, δέκα δὲ ἵππους, δέκα δὲ οἰνοχόους, δέκα δὲ σημείων γραφέας, τάλαντα δὲ εἴκοσι χρυσοῦ, πλεῖστον δὲ ἄργυρον, δύο δὲ ἐκ Κολλυτοῦ παιδία ψελλιζόμενα, ἐπειδὴ ἤκουεν αὐτὸν χαίροντα νέαις φωναῖς. τοιαῦτα μὲν οὖν αὐτῷ τὰ
15Ἀθήνησιν. Ἐπεὶ δὲ καὶ ἑτέρων σοφιστῶν ἀπομνημονεύματα παρεθέμην, δηλούσθω καὶ ὁ Ἀλέξανδρος ἐκ πλειό‐ νων, οὐδὲ γὰρ ἐς πλῆρές πω τῆς ἑαυτοῦ δόξης ἀφῖκται παρὰ τοῖς Ἕλλησιν. ὡς μὲν δὴ σεμνῶς τε
20καὶ ξὺν ἡδονῇ διελέγετο, δηλοῦσι τῶν διαλέξεων αἵδε· „Μαρσύας ἤρα Ὀλύμπου καὶ Ὄλυμπος τοῦ αὐλεῖν“ καὶ πάλιν „Ἀραβία γῆ δένδρα
πολλά, πεδία κατάσκια, γυμνὸν οὐδέν, φυτὰ ἡ γῆ, τὰ ἄνθη. οὐδὲ φύλλον Ἀράβιον80
25ἐκβαλεῖς, οὐδὲ κάρφος ἀπορρίψεις οὐδὲν ἐκεῖ φυέν, τοσοῦτον ἡ γῆ περὶ τοὺς ἱδρῶ‐ τας εὐτυχεῖ“. καὶ πάλιν „ἀνὴρ πένης ἀπ’ Ἰωνίας, ἡ δὲ Ἰωνία Ἕλληνές εἰσιν οἰκήσαν‐ τες ἐν τῇ βαρβάρων.“ τὴν δὲ ἰδέαν ταύτην
30διατωθάζων ὁ Ἀντίοχος καὶ διαπτύων αὐτὸν ὡς τρυφῶντα ἐς τὴν τῶν ὀνομάτων ὥραν, παρελθὼν ἐς τὴν Ἀντιόχειαν διελέχθη ὧδε· „Ἰωνίαι Λυδίαι Μαρσύαι μωρίαι, δότε προβλήματα.“ τὰ δὲ
VS
.

2

.

575

ἐν τῇ μελέτῃ πλεονεκτήματα δεδήλωται μὲν καὶ ἐπὶ τούτων, δηλούσθω δὲ καὶ ἐπ’ ἄλλων ὑποθέσεων· διεξιὼν μὲν γὰρ τὸν Περικλέα τὸν κελεύοντα ἔχεσθαι τοῦ πολέμου καὶ μετὰ τὸν χρησμόν, ἐν ᾧ καὶ καλού‐
5μενος καὶ ἄκλητος ὁ Πύθιος ἔφη τοῖς Λακεδαιμο‐ νίοις συμμαχήσειν, ὧδε ἀπήντησε τῷ χρησμῷ· „ἀλλ’ ὑπισχνεῖταί, φησι, τοῖς Λακεδαιμονίοις βοηθήσειν ὁ Πύθιος· ψεύδεται· οὕτως αὐ‐ τοῖς καὶ Τεγέαν ἐπηγγείλατο. διεξιὼν δὲ
10τὸν ξυμβουλεύοντα τῷ Δαρείῳ ζεῦξαι τὸν Ἴστρον· „ὑπορρείτω σοι ὁ Σκυθῶν Ἴστρος, κἂν εὔρους τὴν στρατιὰν διαγάγῃ, τίμησον αὐτὸν ἐξ αὐτοῦ πιών.“ τὸν δὲ Ἀρτάβαζον ἀγωνιζόμενος τὸν ἀπαγορεύοντα τῷ Ξέρξῃ μὴ τὸ
15δεύτερον στρατεύειν ἐπὶ τὴν Ἑλλάδα ὧδε ἐβραχυ‐ λόγησεν· „τὰ μὲν δὴ Περσῶν τε καὶ Μήδων τοιαῦτά σοι, βασιλεῦ, κατὰ χώραν μένοντι, τὰ δὲ Ἑλλήνων γῆ λεπτὴ θάλαττα στενὴ καὶ ἄνδρες ἀπονενοημένοι καὶ θεοὶ βάσκα‐
20νοι.“ τοὺς δὲ ἐν τοῖς πεδίοις νοσοῦντας ἐς τὰ ὄρη ἀνοικίζεσθαι πείθων ὧδε ἐφυσιολόγησεν· „δοκεῖ
δέ μοι καὶ ὁ τοῦ παντὸς δημιουργὸς τὰ μὲν πεδία, ὥσπερ ἀτιμότερα ὕλης, ῥῖψαι κάτω,81
VS
.

2

.

576

ἐπαίρειν δὲ τὰ ὄρη, ὥσπερ ἀξιώματα. ταῦτα πρῶτα μὲν ἥλιος ἀσπάζεται, τελευταῖα δὲ ἀπολείπει. τίς οὐκ ἀγαπήσει τόπον μακρο‐ τέρας ἔχοντα τὰς ἡμέρας;“
5 Διδάσκαλοι τῷ Ἀλεξάνδρῳ ἐγένοντο Φαβωρῖνός τε καὶ Διονύσιος· ἀλλὰ Διονυσίου μὲν ἡμιμαθὴς ἀπῆλθε μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς νοσοῦντος, ὅτε δὴ καὶ ἐτελεύτα, Φαβωρίνου δὲ γνησιώτατα ἠκροάσατο, παρ’ οὗ μάλιστα καὶ τὴν ὥραν τοῦ λόγου
10ἔσπασεν. τελευτῆσαι τὸν Ἁλέξανδρον οἱ μὲν ἐν Κελτοῖς φασιν ἔτι ἐπιστέλλοντα, οἱ δ’ ἐν Ἰταλίᾳ πεπαυμένον τοῦ ἐπιστέλλειν, καὶ οἱ μὲν ἑξηκοντού‐ την, οἱ δὲ καὶ οὔπω, καὶ οἱ μὲν ἐπὶ υἱῷ, οἱ δ’ ἐπὶ θυγατρί, ὑπὲρ ὧν οὐδὲν εὗρον λόγου ἄξιον.
15 ϛʹ. Ἀξιούσθω λόγου καὶ Οὔαρος ὁ ἐκ τῆς Πέργης. Οὐάρῳ πατὴρ μὲν Καλλικλῆς ἐγένετο ἀνὴρ ἐν τοῖς δυνατωτάτοις τῶν Περγαίων, διδάσκαλος δὲ Κοδρατίων ὁ ὕπατος ἀποσχεδιάζων τὰς θετικὰς ὑποθέσεις καὶ τὸν Φαβωρίνου τρόπον σοφιστεύων.
20πελαργὸν δὲ τὸν Οὔαρον οἱ πολλοὶ ἐπωνόμαζον διὰ τὸ πυρσὸν τῆς ῥινὸς καὶ ῥαμφῶδες, καὶ τοῦτο μὲν ὡς οὐκ ἀπὸ δόξης ἠστείζοντο, ἔξεστι συμβαλεῖν ταῖς εἰκόσιν, αἳ ἀνάκεινται ἐν τῷ τῆς Περγαίας ἱερῷ. ὁ δὲ χαρακτὴρ τοῦ λόγου τοιοῦτος· „ἐφ’ Ἑλλήσ‐
25ποντον ἐλθὼν ἵππον αἰτεῖς, ἐπ’ Ἄθω δὲ ἐλθὼν πλεῦσαι θέλεις· οὐκ οἶδας, ἄν‐ θρωπε, τὰς ὁδούς; ἀλλ’ Ἑλλησπόντῳ γῆν ὀλίγην ἐπιβαλὼν ταύτην οἴει σοι μένειν,
VS
.

2

.

577

τῶν ὀρῶν μὴ μενόντων;“ ἐλέγετο δὲ ἀπαγ‐ γέλλειν ταῦτα λαμπρᾷ τῇ φωνῇ καὶ ἠσκημένῃ.
ἐτελεύτα μὲν οὖν οἴκοι οὔπω γηράσκων καὶ ἐπὶ παισί, τὸ δὲ ἀπ’ αὐτοῦ γένος εὐδόκιμοι πάντες ἐν82
5τῇ Πέργῃ. ζʹ. Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεν‐ τεκαίδεκα ἔτη γεγονὼς ἐφ’ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρα‐ σχεῖν ἔρωτα ἀκροάσεως· ἐβάδιζε γοῦν ἐπὶ τὴν ἀκρόα‐
10σιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλεγομένου, ἐθαύμαζε δὲ σχεδιάζοντος, δωρεὰς δὲ λαμπρὰς ἔδω‐ κεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου, ὅθεν ἀστεισμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις, ἔφασαν γὰρ τοὺς λόγους
15ἀτεχνῶς καθ’ Ὅμηρον πτερόεντας εἶναι, ἀποβεβλη‐ κέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένην καθάπερ πτερά. καὶ Ἀντίοχος δὲ ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν „οὗτοσ“ ἔφη „Ἑρμογένης, ὁ ἐν παισὶ μὲν
VS
.

2

.

578

γέρων, ἐν δὲ γηράσκουσι παῖς.“ ἡ δὲ ἰδέα τοῦ λόγου, ἣν ἐπετήδευε, τοιάδε τις ἦν· ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος „ἰδοὺ ἥκω σοι“, ἔφη „βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμέ‐
5νων“ καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμόλοχα. ἐτελεύτα μὲν οὖν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος, κατεφρονήθη γὰρ ἀπολιπούσης αὐτὸν τῆς τέχνης. ηʹ. Φίλαγρος δὲ ὁ Κίλιξ Λολλιανοῦ μὲν ἀκρο‐
10ατὴς ἐγένετο, σοφιστῶν δὲ θερμότατος καὶ ἐπιχο‐ λώτατος, λέγεται γὰρ δὴ νυστάζοντά ποτε ἀκροατὴν καὶ ἐπὶ κόρρης πλῆξαι, καὶ ὁρμῇ δὲ λαμπρᾷ ἐκ μει‐ ρακίου χρησάμενος οὐκ ἀπελείφθη αὐτῆς οὐδ’ ὁπότε ἐγήρασκεν, ἀλλ’ οὕτω τι ἐπέδωκεν, ὡς καὶ σχῆμα
15τοῦ διδασκάλου νομισθῆναι. πλείστοις δὲ ἐπιμίξας ἔθνεσι καὶ δοκῶν ἄριστα μεταχειρίζεσθαι τὰς ὑπο‐
θέσεις οὐ μετεχειρίσατο Ἀθήνησιν εὖ τὴν αὑτοῦ χολήν, ἀλλ’ ἐς ἀπέχθειαν Ἡρώδῃ κατέστησεν ἑαυτόν, καθάπερ τούτου ἀφιγμένος ἕνεκα. ἐβάδιζε μὲν γὰρ83
20δείλης ἐν Κεραμεικῷ μετὰ τεττάρων, οἷοι Ἀθήνησιν οἱ τοὺς σοφιστὰς θηρεύοντες, ἰδὼν δὲ νεανίαν ἐκ δεξιᾶς ἀναστρέφοντα μετὰ πλειόνων σκώπτεσθαί τι ὑπ’ αὐτοῦ δόξας „ἀλλ’ ἦ σὺ“ ἔφη „τίσ“; „Ἀμφι‐ κλῆς ἐγώ“, ἔφη „εἰ δὴ τὸν Χαλκιδέα ἀκούεις.“
25„ἀπέχου τοίνυν“ ἔφη „τῶν ἐμῶν ἀκροάσεων, οὐ γάρ μοι δοκεῖς ὑγιαίνειν.“ τοῦ δὲ ἐρομένου „τίς δὲ ὢν ταῦτα κηρύττεισ“; δεινὰ πάσχειν ἦ δ’ ὁ Φίλα‐ γρος, εἰ ἀγνοεῖταί ποι. ἐκφύλου δὲ αὐτὸν ῥήματος ὡς ἐν ὀργῇ διαφυγόντος λαβόμενος ὁ Ἀμφικλῆς, καὶ
30γὰρ δὴ καὶ ἐτύγχανε τῶν Ἡρώδου γνωρίμων τὴν
VS
.

2

.

579

πρώτην φερόμενος, „παρὰ τίνι τῶν ἐλλογίμων“ ἔφη „τοῦτο εἴρηται;“ καὶ ὃς „παρὰ Φιλάγρῳ“ ἔφη. αὕτη μὲν δὴ ἡ παροινία ἐς τὰ τοιαῦτα προὔβη, τῆς δὲ ὑστεραίας μαθὼν τὸν Ἡρώδην ἐν τῷ προαστείῳ
5διαιτώμενον γράφει πρὸς αὐτὸν ἐπιστολὴν καθαπ‐ τόμενος τοῦ ἀνδρὸς ὡς ἀμελοῦντος τοῦ τῶν ἀκροα‐ τῶν κόσμου. καὶ ὁ Ἡρώδης „δοκεῖς μοι“ ἔφη „οὐ καλῶς προοιμιάζεσθαι“ ἐπιπλήττων αὐτῷ ὡς μὴ κτωμένῳ ἀκροατῶν εὔνοιαν, ἣν προοίμιον
10ἡγεῖσθαι χρὴ τῶν ἐπιδείξεων. ὁ δὲ ὥσπερ οὐ ξυνιεὶς τοῦ αἰνίγματος, ἢ ξυνιεὶς μέν, ἐν γέλωτι δὲ τὴν τοῦ Ἡρώδου γνώμην βελτίστην οὖσαν τιθέμενος ἐψεύσθη τῆς ἐπιδείξεως παρελθὼν ἐς ἀκροατὰς οὐκ εὔνους. ὡς γὰρ τῶν πρεσβυτέρων ἤκουον, προσέκρουσε μὲν
15ἡ διάλεξις νεαροηχὴς δόξασα καὶ ἐσπασμένη τὰς ἐννοίας, ἔδοξε δὲ καὶ μειρακιώδης, γυναικὸς γὰρ θρῆνος ἐγκατεμέμικτο τοῖς Ἀθηναίων ἐγκωμίοις τεθ‐ νεώσης αὐτῷ ἐν Ἰωνίᾳ, τὴν δὲ μελέτην οὕτως ἐπε‐
βουλεύθη· ἠγώνιστό τις αὐτῷ κατὰ τὴν Ἀσίαν84
20ὑπόθεσις οἱ παραιτούμενοι τὴν τῶν ἀκλήτων συμ‐ μαχίαν· ταύτης ἐκδεδομένης ἤδη τῆς ὑποθέσεως μνήμην ξυνελέξατο, καὶ γὰρ δὴ καὶ εὐδοκιμηκὼς ἐπ’ αὐτῇ ἐτύγχανε, λόγου δὲ ἥκοντος ἐς τοὺς ἀμφὶ τὸν Ἡρώδην, ὡς ὁ Φίλαγρος τὰς μὲν πρῶτον ὁριζομένας
25ὑποθέσεις αὐτοσχεδιάζοι, τὰς δὲ καὶ δεύτερον οὐκέτι ἀλλ’ ἕωλα μελετῴη καὶ ἑαυτῷ προειρημένα προὔ‐ βαλον μὲν αὐτῷ τοὺς ἀκλήτους τούτους, δο‐ κοῦντι δὲ ἀποσχεδιάζειν ἀντανεγιγνώσκετο ἡ μελέτη. θορύβου δὲ πολλοῦ καὶ γέλωτος τὴν ἀκρόασιν κατα‐
30σχόντος βοῶν ὁ Φίλαγρος καὶ κεκραγώς, ὡς δεινὰ πάσχοι τῶν ἑαυτοῦ εἰργόμενος οὐ διέφυγε τὴν ἤδη
VS
.

2

.

580

πεπιστευμένην αἰτίαν. ταῦτα μὲν οὖν ἐν τῷ Ἀγριπ‐ πείῳ ἐπράχθη, διαλιπὼν δὲ ἡμέρας ὡς τέτταρας παρῆλθεν ἐς τὸ τῶν τεχνιτῶν βουλευτήριον, ὃ δὴ ᾠκοδόμηται παρὰ τὰς τοῦ Κεραμεικοῦ πύλας οὐ
5πόρρω τῶν ἱππέων. εὐδοκιμώτατα δὲ ἀγωνιζόμενος τὸν Ἀριστογείτονα τὸν ἀξιοῦντα κατηγορεῖν τοῦ μὲν Δημοσθένους Μηδισμοῦ, τοῦ δὲ Αἰσχίνου Φιλιπ‐ πισμοῦ, ὑπὲρ ὧν καὶ γεγραμμένοι ἀλλήλους ἐτύγχα‐ νον, ἐσβέσθη τὸ φθέγμα ὑπὸ τῆς χολῆς ἐπισκοτοῦν‐
10τος φύσει τοῖς ἐπιχόλοις τὴν φωνὴν τοῦ φωνητικοῦ πνεύματος. χρόνῳ μὲν οὖν ὕστερον ἐπεβάτευσε τοῦ κατὰ τὴν Ῥώμην θρόνου, Ἀθήνησι δὲ ἀπηνέχθη τῆς ἑαυτοῦ δόξης δι’ ἃς εἴρηκα αἰτίας. Χαρακτὴρ τῶν τοῦ Φιλάγρου λόγων ὁ μὲν ἐν
15ταῖς διαλέξεσι τοιοῦτος· „εἶτα οἴει ἥλιον ἑσπέ‐ ρῳ φθονεῖν ἢ μέλειν αὐτῷ, εἴ τίς ἐστιν ἀστὴρ ἄλλος ἐν οὐρανῷ; οὐχ οὕτως ἔχει τὰ τοῦ μεγάλου τούτου πυρός. ἐμοὶ μὲν γὰρ δοκεῖ καὶ ποιητικῶς ἑκάστῳ διανέμειν, σοὶ
20μὲν ἄρκτον δίδωμι, λέγοντα, σοὶ δὲ μεσημ‐ βρίαν, σοὶ δὲ ἐσπέραν, πάντες δὲ ἐν νυκτί, πάντες, ὅταν ἐγὼ μὴ βλέπωμαι·
Ἠέλιος δ’ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην καὶ ἀστέρες οὐδαμοῦ.“ τίνες δὲ καὶ οἱ τῆς
85
25μελέτης αὐτῷ ῥυθμοὶ ἦσαν, δηλώσει τὰ πρὸς τοὺς ἀκλήτους εἰρημένα, καὶ γὰρ καὶ χαίρειν αὐτοῖς ἐλέγετο· „φίλε, τήμερόν σε τεθέαμαι καὶ τήμερον ἐν ὅπλοις καὶ μετὰ ξίφους μοι λαλεῖσ“ καὶ „τὴν ἀπὸ τῆς ἐκκλησίας μόνην
30οἶδα φιλίαν. ἄπιτε οὖν, ἄνδρες φίλοι, τοῦτο γὰρ ὑμῖν τηροῦμεν τοὔνομα, κἂν δεηθῶμέν ποτε συμμάχων, ἐφ’ ὑμᾶς πέμ‐ ψομεν, εἴ ποτε δήπου.“ Μέγεθος μὲν οὖν ὁ Φίλαγρος μετρίου μείων,
35τὴν δὲ ὀφρὺν πικρὸς καὶ τὸ ὄμμα ἕτοιμος καὶ ἐς
VS
.

2

.

581

ὀργὴν ἐκκληθῆναι πρόθυμος, καὶ τὸ ἐν αὐτῷ δύστρο‐ πον οὐδ’ αὐτὸς ἠγνόει· ἐρομένου γοῦν αὐτὸν ἑνὸς τῶν ἑταίρων, τί μαθὼν παιδοτροφίᾳ οὐ χαίροι, „ὅτι“ ἔφη „οὐδ’ ἐμαυτῷ χαίρω.“ ἀποθανεῖν δὲ αὐτὸν
5οἱ μὲν ἐν τῇ θαλάττῃ, οἱ δὲ ἐν Ἰταλίᾳ περὶ πρῶτον γῆρας. θʹ. Ἀριστείδην δὲ τὸν εἴτε Εὐδαίμονος εἴτε Εὐδαίμονα Ἀδριανοὶ μὲν ἤνεγκαν, οἱ δὲ Ἀδριανοὶ πόλις οὐ μεγάλη ἐν Μυσοῖς, Ἀθῆναι δὲ ἤσκησαν
10κατὰ τὴν Ἡρώδου ἀκμὴν καὶ τὸ ἐν τῇ Ἀσίᾳ Πέργα‐ μον κατὰ τὴν Ἀριστοκλέους γλῶτταν. νοσώδης δὲ ἐκ μειρακίου γενόμενος οὐκ ἠμέλησε τοῦ πονεῖν. τὴν μὲν οὖν ἰδέαν τῆς νόσου καὶ ὅτι τὰ νεῦρα αὐτῷ ἐπεφρίκει, ἐν Ἱεροῖς βιβλίοις αὐτὸς φράζει, τὰ δὲ
15βιβλία ταῦτα ἐφημερίδων ἐπέχει τινὰ αὐτῷ λόγον, αἱ δὲ ἐφημερίδες ἀγαθαὶ διδάσκαλοι τοῦ περὶ παντὸς
εὖ διαλέγεσθαι. ἐπὶ δὲ τὸ σχεδιάζειν μὴ ἑπομένης86
VS
.

2

.

582

αὐτῷ τῆς φύσεως ἀκριβείας ἐπεμελήθη καὶ πρὸς τοὺς παλαιοὺς ἔβλεψεν ἱκανῶς τε τῷ γονίμῳ ἴσχυσε κουφολογίαν ἐξελὼν τοῦ λόγου. ἀποδημίαι δὲ Ἀριστείδου οὐ πολλαί, οὔτε γὰρ ἐς χάριν τῶν
5πολλῶν διελέγετο οὔτε ἐκράτει χολῆς ἐπὶ τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκροωμένους, ἃ δέ γε ἐπῆλθεν ἔθνη, Ἰταλοί τέ εἰσι καὶ Ἑλλὰς καὶ ἡ πρὸς τῷ Δέλτα κατῳκημένη Αἴγυπτος, οἳ χαλκοῦν ἔστησαν αὐτὸν ἐπὶ τῆς κατὰ τὴν Σμύρναν ἀγορᾶς.
10 Οἰκιστὴν δὲ καὶ τὸν Ἀριστείδην τῆς Σμύρνης εἰπεῖν οὐκ ἀλαζὼν ἔπαινος, ἀλλὰ δικαιότατός τε καὶ ἀληθέστατος· τὴν γὰρ πόλιν ταύτην ἀφανισθεῖσαν ὑπὸ σεισμῶν τε καὶ χασμάτων οὕτω τι ὠλοφύρατο πρὸς τὸν Μάρκον, ὡς τῇ μὲν ἄλλῃ μονῳδίᾳ θαμὰ
15ἐπιστενάξαι τὸν βασιλέα, ἐπὶ δὲ τῷ „ζέφυροι δὲ ἐρήμην καταπνέουσι“ καὶ δάκρυα τῷ βιβλίῳ ἐπιστάξαι τὸν βασιλέα ξυνοικίαν τε τῇ πόλει ἐκ τῶν τοῦ Ἀριστείδου ἐνδοσίμων νεῦσαι. ἐτύγχανε δὲ καὶ ξυγγεγονὼς ἤδη τῷ Μάρκῳ ὁ Ἀριστείδης ἐν Ἰωνίᾳ,
20ὡς γὰρ τοῦ Ἐφεσίου Δαμιανοῦ ἤκουον, ἐπεδήμει μὲν ὁ αὐτοκράτωρ ἤδη τῇ Σμύρνῃ τρίτην ἡμέραν, τὸν δὲ Ἀριστείδην οὔπω γιγνώσκων ἤρετο τοὺς Κυντιλίους, μὴ ἐν τῷ τῶν ἀσπαζομένων ὁμίλῳ παρεωραμένος αὐτῷ ὁ ἀνὴρ εἴη, οἱ δὲ οὐδὲ αὐτοὶ
25ἔφασαν ἑωρακέναι αὐτόν, οὐ γὰρ ἂν παρεῖναι τὸ μὴ οὐ ξυστῆσαι, καὶ ἀφίκοντο τῆς ὑστεραίας τὸν Ἀρι‐ στείδην ἄμφω δορυφοροῦντες. προσειπὼν δὲ αὐτὸν ὁ αὐτοκράτωρ „διὰ τί σε“ ἔφη „βραδέως εἴδομεν;“ καὶ ὁ Ἀριστείδης „θεώρημα“, ἔφη „ὦ βασιλεῦ,
30ἠσχόλει, γνώμη δὲ θεωροῦσά τι μὴ ἀποκρεμαννύσθω οὗ ζητεῖ.“ ὑπερησθεὶς δὲ ὁ αὐτοκράτωρ τῷ ἤθει
τἀνδρὸς ὡς ἁπλοικωτάτῳ τε καὶ σχολικωτάτῳ „πότε“87
VS
.

2

.

583

ἔφη „ἀκροάσομαί σου“; καὶ ὁ Ἀριστείδης „τήμερον“ εἶπεν „πρόβαλε καὶ αὔριον ἀκροῶ· οὐ γὰρ ἐσμὲν τῶν ἐμούντων, ἀλλὰ τῶν ἀκριβούντων. ἐξέστω δέ, ὦ βασιλεῦ, καὶ τοὺς γνωρίμους παρεῖναι τῇ ἀκροά‐
5σει.“ „ἐξέστω“ ἦ δ’ ὁ Μάρκος, „δημοτικὸν γάρ.“ εἰπόντος δὲ τοῦ Ἀριστείδου „δεδόσθω δὲ αὐτοῖς, ὦ βασιλεῦ, καὶ βοᾶν καὶ κροτεῖν, ὁπόσον δύνανται“, μειδιάσας ὁ αὐτοκράτωρ „τοῦτο“ ἔφη „ἐπὶ σοὶ κεῖ‐ ται.“ οὐκ ἔγραψα τὴν μελετηθεῖσαν ὑπόθεσιν,
10ἐπειδὴ ἄλλοι ἄλλην φασίν, ἐκεῖνό γε μὴν πρὸς πάν‐ των ὁμολογεῖται, τὸν Ἀριστείδην ἀρίστῃ φορᾷ ἐπὶ τοῦ Μάρκου χρήσασθαι πόρρωθεν τῇ Σμύρνῃ ἑτοι‐ μαζούσης τῆς τύχης τὸ δι’ ἀνδρὸς τοιούτου δὴ ἀνοι‐ κισθῆναι. καὶ οὐ φημὶ ταῦτα, ὡς οὐχὶ καὶ τοῦ
15βασιλέως ἀνοικίσαντος ἂν ἀπολωλυῖαν πόλιν, ἣν οὖσαν ἐθαύμασεν, ἀλλ’ ὅτι αἱ βασίλειοί τε καὶ θεσπέσιοι φύσεις, ἢν προσεγείρῃ αὐτὰς ξυμβουλία καὶ λόγος, ἀναλάμπουσι μᾶλλον καὶ πρὸς τὸ ποιεῖν εὖ ξὺν ὁρμῇ φέρονται.
20 Δαμιανοῦ κἀκεῖνα ἤκουον, τὸν σοφιστὴν τοῦτον διαβάλλειν μὲν τοὺς αὐτοσχεδίους ἐν ταῖς διαλέξεσι, θαυμάζειν δὲ οὕτω τὸ σχεδιάζειν, ὡς καὶ ἰδίᾳ ἐκπο‐ νεῖν αὐτὸ ἐν δωματίῳ ἑαυτὸν καθειργνύντα, ἐξε‐ πόνει δὲ κῶλον ἐκ κώλου καὶ νόημα ἐκ νοήματος
25ἐπανακυκλῶν. τουτὶ δὲ ἡγώμεθα μασωμένου μᾶλλον ἢ ἐσθίοντος, αὐτοσχέδιος γὰρ γλώττης εὐροούσης ἀγώνισμα. κατηγοροῦσι δὲ τοῦ Ἀριστείδου τινὲς ὡς εὐτελὲς εἰπόντος προοίμιον ἐπὶ τῶν μισθοφόρων τῶν ἀπαιτουμένων τὴν γῆν, ἄρξασθαι γὰρ δὴ αὐτὸν
30τῆς ὑποθέσεως ταύτης ὧδε· „οὐ παύσονται οὗτοι οἱ ἄνθρωποι παρέχοντες ἡμῖν πράγ‐
ματα.“ λαμβάνονται δέ τινες καὶ ἀκμῆς τοῦ ἀνδρὸς ἐπὶ τοῦ παραιτουμένου τὸν τειχισμὸν τῆς88
VS
.

2

.

584

Λακεδαίμονος, εἴρηται δὲ ὧδε· „μὴ γὰρ δὴ ἐν τείχει ἐπιπτήξαιμεν ὀρτύγων ἀναψάμενοι φύσιν.“ λαμβάνονται καὶ παροιμίας ὡς ταπεινῶς προσερριμμένης, ἐπιδιαβάλλων γὰρ τὸν Ἀλέξανδρον
5ὡς πατρῴζοντα τὴν ἐν τοῖς πράγμασι δεινότητα τοῦ πατρὸς ἔφη τὸ παιδίον εἶναι. οἱ αὐτοὶ κατηγοροῦσι καὶ σκώμματος, ἐπειδὴ τοὺς Ἀριμασποὺς τοὺς μονομμά‐ τους ἔφη ξυγγενεῖς εἶναι τοῦ Φιλίππου, ὥσπερ τοῦ Δημοσθένους ἀπολελογημένου τοῖς Ἕλλησιν ὑπὲρ τοῦ
10τραγικοῦ πιθήκου καὶ τοῦ ἀρουραίου Οἰνομάου. ἀλλὰ μὴ ἐκ τούτων τὸν Ἀριστείδην, δηλούτω δὲ αὐτὸν ὅ τε Ἰσοκράτης ὁ τοὺς Ἀθηναίους ἐξάγων τῆς θαλάττης καὶ ὁ ἐπιτιμῶν τῷ Καλλιξείνῳ ἐπὶ τῷ μὴ θάπτειν τοὺς δέκα καὶ οἱ βουλευόμενοι περὶ τῶν ἐν Σικελίᾳ
15καὶ ὁ μὴ λαβὼν Αἰσχίνης παρὰ τοῦ Κερσοβλέπτου
VS
.

2

.

585

τὸν σῖτον καὶ οἱ παραιτούμενοι τὰς σπονδὰς μετὰ τὸ κτεῖναι τὰ γένη, ἐν ᾗ μάλιστα ὑποθέσεων ἀναδιδάσ‐ κει ἡμᾶς, πῶς ἄν τις ἀσφαλῶς κεκινδυνευμένας τε καὶ τραγικὰς ἐννοίας μεταχειρίσαιτο. καὶ πλείους
5ἑτέρας ὑποθέσεις οἶδα εὐπαιδευσίαν ἐνδεικνυμένας τοῦ ἀνδρὸς τούτου καὶ ἰσχὺν καὶ ἦθος, ἀφ’ ὧν μᾶλλον αὐτὸν θεωρητέον, ἢ εἴ που καὶ παρέπτυσέ τι ἐς φιλοτιμίαν ἐκπεσών. καὶ τεχνικώτατος δὲ σο‐ φιστῶν ὁ Ἀριστείδης ἐγένετο καὶ πολὺς ἐν θεωρή‐
10μασι, ὅθεν καὶ τοῦ σχεδιάζειν ἀπηνέχθη, τὸ γὰρ κατὰ θεωρίαν βούλεσθαι προάγειν πάντα ἀσχολεῖ τὴν γνώμην καὶ ἀπαλλάττει τοῦ ἑτοίμου. ἀποθανεῖν δὲ τὸν Ἀριστείδην οἱ μὲν οἴκοι γράφουσιν, οἱ δὲ ἐν Ἰωνίᾳ ἔτη βιώσαντα οἱ μὲν ἑξήκοντά φασιν, οἱ δὲ
15ἀγχοῦ τῶν ἑβδομήκοντα.
ιʹ. Ἀδριανὸν δὲ τὸν Φοίνικα Τύρος μὲν ἤνεγκεν, Ἀθῆναι δὲ ἤσκησαν. ὡς γὰρ τῶν ἐμαυτοῦ διδασκάλων ἤκουον, ἀφίκετο μὲν ἐς αὐτὰς κατὰ Ἡρώδην, φύσεως δὲ ἰσχὺν σοφιστικωτάτην ἐνδει‐89
20κνύμενος καὶ οὐκ ἄδηλος ὢν ὡς ἐπὶ μέγα ἥξοι· ἐφοί‐ τησε μὲν γὰρ τῷ Ἡρώδῃ ὀκτὼ καὶ δέκα ἴσως γεγο‐ νὼς ἔτη καὶ ταχέως ἀξιωθείς, ὧν Σκέπτος τε καὶ Ἀμφικλῆς ἠξιοῦντο, ἐνεγράφη καὶ τῇ τοῦ Κλεψυ‐ δρίου ἀκροάσει. τὸ δὲ Κλεψύδριον ὧδε εἶχεν· τῶν
25τοῦ Ἡρώδου ἀκροατῶν δέκα οἱ ἀρετῆς ἀξιούμενοι ἐπεσιτίζοντο τῇ ἐς πάντας ἀκροάσει κλεψύδραν ξυμμεμετρημένην ἐς ἑκατὸν ἔπη, ἃ διῄει ἀποτάδην ὁ Ἡρώδης παρῃτημένος τὸν ἐκ τῶν ἀκροατῶν ἔπαι‐ νον καὶ μόνου γεγονὼς τοῦ λέγειν. παραδεδωκότος
VS
.

2

.

586

δὲ αὐτοῦ τοῖς γνωρίμοις τὸ μηδὲ τὸν τοῦ πότου καιρὸν ἀνιέναι, ἀλλὰ κἀκεῖ τι ἐπισπουδάζειν τῷ οἴνῳ ξυνέπινε μὲν ὁ Ἀδριανὸς τοῖς ἀπὸ τῆς κλεψύ‐ δρας ὡς κοινωνὸς μεγάλου ἀπορρήτου, λόγου δὲ
5αὐτοῖς περὶ τῆς ἑκάστου τῶν σοφιστῶν ἰδέας προ‐ βαίνοντος παρελθὼν ἐς μέσους ὁ Ἀδριανὸς „ἐγὼ“ ἔφη „ὑπογράψω τοὺς χαρακτῆρας οὐ κομματίων ἀπομνημονεύων ἢ νοιδίων ἢ κώλων ἢ ῥυθμῶν, ἀλλ’ ἐς μίμησιν ἐμαυτὸν καθιστὰς καὶ τὰς ἁπάντων ἰδέας
10ἀποσχεδιάζων σὺν εὐροίᾳ καὶ ἐφιεὶς τῇ γλώττῃ.“ παραλιπόντος δὲ αὐτοῦ τὸν Ἡρώδην ὁ μὲν Ἀμφικλῆς ἤρετο τοῦ χάριν τὸν διδάσκαλον αὐτῶν παρέλθοι αὐτός τε ἐρῶν τῆς ἰδέας ἐκείνους τε ἰδὼν ἐρῶντας „ὅτι“ ἔφη „οὗτοι μὲν οἷοι καὶ μεθύοντι παραδοῦναι
15μίμησιν, Ἡρώδην δὲ τὸν βασιλέα τῶν λόγων ἀγα‐ πητὸν ἢν ἄοινός τε καὶ νήφων ὑποκρίνωμαι.“ ταῦτα ἀπαγγελθέντα τῷ Ἡρώδῃ διέχεεν αὐτὸν ὄντα καὶ ἄλλως ἥττω εὐδοξίας. ἐπήγγειλε δὲ τῷ Ἡρώδῃ καὶ
ἀκρόασιν σχεδίου λόγου νεάζων ἔτι, καὶ ὁ Ἡρώδης90
20οὐχ ὡς διαβάλλουσί τινες, βασκαίνων τε καὶ τωθά‐ ζων, ἀλλ’ ἀπὸ τοῦ διακειμένου τε καὶ ἵλεω ἀκροασά‐ μενος ἐπέρρωσε τὸν νεανίαν εἰπὼν ἐπὶ πᾶσιν „κολοσσοῦ ταῦτα μεγάλα σπαράγματ’ ἂν εἴη“, ἅμα μὲν διορθούμενος αὐτὸν ὡς ὑφ’ ἡλικίας
25διεσπασμένον τε καὶ μὴ ξυγκείμενον, ἅμα δὲ ἐπαι‐ νῶν ὡς μεγαλόφωνόν τε καὶ μεγαλογνώμονα. καὶ λόγον τῷ Ἡρώδῃ ἀποθανόντι ἐπεφθέγξατο ἐπάξιον τοῦ ἀνδρός, ὡς ἐς δάκρυα ἐκκληθῆναι τοὺς Ἀθη‐ ναίους ἐν τῇ τοῦ λόγου ἀκροάσει.
30 Μεστὸς δὲ οὕτω παρρησίας ἐπὶ τὸν θρόνον παρῆλθε τὸν Ἀθήνησιν, ὡς προοίμιόν οἱ γενέσθαι
VS
.

2

.

587

τῆς πρὸς αὐτοὺς διαλέξεως μὴ τὴν ἐκείνων σοφίαν, ἀλλὰ τὴν ἑαυτοῦ, ἤρξατο γὰρ δὴ ὧδε „πάλιν ἐκ Φοινίκης γράμματα.“ τὸ μὲν δὴ προοίμιον τοῦτο ὑπερπνέοντος ἦν τοὺς Ἀθηναίους καὶ διδόντος
5τι αὐτοῖς ἀγαθὸν μᾶλλον ἢ λαμβάνοντος, μεγαλοπρε‐ πέστατα δὲ τοῦ Ἀθήνησι θρόνου ἐπεμελήθη ἐσθῆτα μὲν πλείστου ἀξίαν ἀμπεχόμενος, ἐξηρτημένος δὲ τὰς θαυμασιωτέρας τῶν λίθων καὶ κατιὼν μὲν ἐπὶ τὰς σπουδὰς ἐπ’ ἀργυροχαλίνου ὀχήματος, ἐπεὶ δὲ σπου‐
10δάσειε, ζηλωτὸς αὖ ἐπανιὼν ξὺν πομπῇ τοῦ παντα‐ χόθεν Ἑλληνικοῦ. οἵδε γὰρ ἐθεράπευον αὐτόν, ὥσπερ τὰ γένη τῆς Ἐλευσῖνος ἱεροφάντην λαμπρῶς ἱερουργοῦντα. ὑπεποιεῖτο δὲ αὐτοὺς καὶ παιδιαῖς καὶ πότοις καὶ θήραις καὶ κοινωνίᾳ πανηγύρεων
15Ἑλληνικῶν, ἄλλα ἄλλῳ ξυννεάζων, ὅθεν διέκειντο πρὸς αὐτὸν ὡς πρὸς πατέρα παῖδες ἡδύν τε καὶ πρᾷον καὶ ξυνδιαφέροντα αὐτοῖς τὸ Ἑλληνικὸν σκίρτημα. ἐγώ τοι καὶ δακρύοντας αὐτῶν ἐνίους οἶδα, ὁπότε ἐς μνήμην τοῦ ἀνδρὸς τούτου κα‐
20θίσταιντο, καὶ τοὺς μὲν τὸ φθέγμα ὑποκοριζομέ‐ νους, τοὺς δὲ τὸ βάδισμα, τοὺς δὲ τὸ εὔσχημον τῆς στολῆς. Ἐπαχθεῖσαν δὲ αὐτῷ καὶ φονικὴν αἰτίαν ὧδε ἀπέφυγεν· ἦν Ἀθήνησιν ἀνθρώπιον οὐκ ἀγύμναστον91
25τοῦ περὶ τοὺς σοφιστὰς δρόμου· τούτῳ ἀμφορέα μέν τις οἴνου προσάγων ἢ ὄψα ἢ ἐσθῆτα ἢ ἀργύριον εὐμεταχειρίστῳ ἐχρῆτο, καθάπερ οἱ τὰ πεινῶντα τῶν θρεμμάτων τῷ θαλλῷ ἄγοντες, εἰ δὲ ἀμελοῖτο,
VS
.

2

.

588

φιλολοιδόρως εἶχε καὶ ὑλάκτει. τῷ μὲν οὖν Ἀδριανῷ προσκεκρούκει διὰ τὴν εὐχέρειαν τοῦ ἤθους, Χρῆστον δὲ τὸν ἐκ τοῦ Βυζαντίου σοφιστὴν ἐθεράπευεν, καὶ ὁ μὲν Ἀδριανὸς ἐκαρτέρει τὰ ἐξ αὐτοῦ πάντα, δήγ‐
5ματα κόρεων τὰς ἐκ τῶν τοιούτων λοιδορίας καλῶν, οἱ γνώριμοι δὲ οὐκ ἐνεγκόντες παρεκελεύσαντο τοῖς ἑαυτῶν οἰκέταις παίειν αὐτόν, καὶ ἀνοιδησάντων αὐτῷ τῶν σπλάγχνων ἐν ἡμέρᾳ τριακοστῇ ἀπέθανε παρασχών τινα καὶ αὐτὸς τῷ θανάτῳ λόγον, ἐπειδὴ
10ἀκράτου νοσῶν ἔσπασεν. οἱ δὲ προσήκοντες τῷ τεθνεῶτι γράφονται τὸν σοφιστὴν φόνου παρὰ τῷ τῆς Ἑλλάδος ἄρχοντι ὡς ἕνα Ἀθηναίων, ἐπειδὴ φυλή τε ἦν αὐτῷ καὶ δῆμος Ἀθήνησιν, ὁ δὲ ἀπέγνω τὴν αἰτίαν ὡς μήτε ταῖς ἑαυτοῦ χερσὶ μήτε ταῖς τῶν
15ἑαυτοῦ δούλων τετυπτηκότος τὸν τεθνάναι λεγό‐ μενον. ξυνήρατο δὲ αὐτῷ τῆς ἀπολογίας πρῶτον μὲν τὸ Ἑλληνικὸν τίνας οὐχὶ ἀφιέντες ὑπὲρ αὐτοῦ φωνὰς δακρύοις ἅμα, ἔπειτα ἡ τοῦ ἰατροῦ μαρτυρία ἡ ἐπὶ τῷ οἴνῳ.
20 Κατὰ δὲ τοὺς χρόνους, οὓς ὁ αὐτοκράτωρ Μάρ‐ κος Ἀθήναζε ὑπὲρ μυστηρίων ἐστάλη, ἐκράτει μὲν ἤδη τοῦ τῶν σοφιστῶν θρόνου ὁ ἀνὴρ οὗτος, ἐν μέρει δὲ ὁ Μάρκος τῆς τῶν Ἀθηνῶν ἱστορίας ἔθετο
μηδὲ τὴν ἐκείνου σοφίαν ἀγνοῆσαι· καὶ γὰρ δὴ καὶ92
25ἐπέταξεν αὐτὸν τοῖς νέοις οὐκ ἀκροάσει βασανίσας, ἀλλὰ ξυνθέμενος τῇ περὶ αὐτοῦ φήμῃ. Σεβήρου δὲ ἀνδρὸς ὑπάτου διαβάλλοντος αὐτὸν ὡς τὰς σοφιστι‐ κὰς ὑποθέσεις ἐκβακχεύοντα διὰ τὸ ἐρρῶσθαι πρὸς τοὺς ἀγῶνας ἔλεγχον τούτου ποιούμενος ὁ Μάρκος
30προὔβαλε μὲν αὐτῷ τὸν Ὑπερείδην τὸν ἐς μόνας
VS
.

2

.

589

ἐπιστρέφοντα τὰς Δημοσθένους γνώμας, ὅτε δὴ ἐν Ἐλατείᾳ Φίλιππος ἦν, ὁ δὲ οὕτως τὸν ἀγῶνα εὐηνίως διέθετο, ὡς μηδὲ τοῦ Πολέμωνος ῥοίζου λείπεσθαι δόξαι. ἀγασθεὶς δὲ αὐτὸν ὁ αὐτοκράτωρ ἐπὶ μέγα
5ἦρε δωρεαῖς τε καὶ δώροις. καλῶ δὲ δωρεὰς μὲν τάς τε σιτήσεις καὶ τὰς προεδρίας καὶ τὰς ἀτελείας καὶ τὸ ἱερᾶσθαι καὶ ὅσα ἄλλα λαμπρύνει ἄνδρας, δῶρα δὲ χρυσὸν ἄργυρον ἵππους ἀνδράποδα καὶ ὅσα ἑρμηνεύει πλοῦτον, ὧν αὐτόν τε ἐνέπλησε καὶ
10γένος τὸ ἐκείνου πάντας. Κατασχὼν δὲ καὶ τὸν ἄνω θρόνον οὕτως τὴν Ῥώμην ἐς ἑαυτὸν ἐπέστρεψεν, ὡς καὶ τοῖς ἀξυνέτοις γλώττης Ἑλλάδος ἔρωτα παρασχεῖν ἀκροάσεως. ἠκροῶντο δὲ ὥσπερ εὐστομούσης ἀηδόνος, τὴν
15εὐγλωττίαν ἐκπεπληγμένοι καὶ τὸ σχῆμα καὶ τὸ εὔστροφον τοῦ φθέγματος καὶ τοὺς πεζῇ τε καὶ ξὺν ᾠδῇ ῥυθμούς. ὁπότε οὖν σπουδάζοιεν περὶ τὰς ἐγκυκλίους θέας, ὀρχηστῶν δὲ αὗται τὸ ἐπίπαν, φανέντος ἂν περὶ τὴν σκηνὴν τοῦ τῆς ἀκροάσεως
20ἀγγέλου ἐξανίσταντο μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς, ἐξανίσταντο δὲ τῶν δημοσίᾳ ἱππευόντων οὐχ οἱ τὰ Ἑλλήνων σπουδάζοντες μόνον, ἀλλὰ καὶ ὁπόσοι τὴν ἑτέραν γλῶτταν ἐπαιδεύοντο ἐν τῇ Ῥώμῃ καὶ δρόμῳ ἐχώρουν ἐς τὸ Ἀθήναιον ὁρμῆς μεστοὶ καὶ τοὺς
25βάδην πορευομένους κακίζοντες.
Νοσοῦντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην, ὅτε δὴ καὶ93
VS
.

2

.

590

ἐτελεύτα, ἐψηφίσατο μὲν τὰς ἐπιστολὰς ὁ Κόμμοδος ξὺν ἀπολογίᾳ τοῦ μὴ καὶ θᾶττον, ὁ δὲ ἐπιθειάσας μὲν ταῖς Μούσαις, ὥσπερ εἰώθει, προσκυνήσας δὲ τὰς βασιλείους δέλτους τὴν ψυχὴν πρὸς αὐταῖς
5ἀφῆκεν ἐνταφίῳ τῇ τιμῇ χρησάμενος· ἐτελεύτα δὲ ἀμφὶ τὰ ὀγδοήκοντα ἔτη, οὕτω τι εὐδόκιμος, ὡς καὶ πολλοῖς γόης δόξαι· ὅτι μὲν οὖν ἀνὴρ πεπαιδευμένος οὐκ ἄν ποτε ἐς γοήτων ὑπαχθείη τέχνας, ἱκανῶς ἐν τοῖς ὑπὲρ Διονυσίου λόγοις εἴρηκα, ὁ δέ, οἶμαι, τε‐
10ρατευόμενος ἐν ταῖς ὑποθέσεσι περὶ τὰ τῶν μάγων ἤθη τὴν ἐπωνυμίαν ταύτην παρ’ αὐτῶν ἔσπασεν. διαβάλλουσι δὲ αὐτὸν ὡς καὶ ἀναιδῆ τὸ ἦθος, πέμψαι μὲν γὰρ αὐτῷ τινα τῶν γνωρίμων ἰχθῦς διακειμέ‐ νους ἐπὶ δίσκου ἀργυροῦ πεποικιλμένου χρυσῷ, τὸν
15δὲ ὑπερησθέντα τῷ δίσκῳ μήτε ἀποδοῦναι καὶ ἀποκρίνασθαι τῷ πέμψαντι „εὖγε, ὅτι καὶ τοὺς ἰχθῦς.“ τουτὶ δὲ διατριβῆς μὲν ἕνεκα παῖξαι λέγεται πρός τινα τῶν ἑαυτοῦ γνωρίμων, ὃν ἤκουε μικροπρε‐ πῶς τῷ πλούτῳ χρώμενον, τὸν δὲ ἄργυρον ἀπο‐
20δοῦναι σωφρονίσας τὸν ἀκροατὴν τῷ ἀστεισμῶ. Ὁ δὲ σοφιστὴς οὗτος πολὺς μὲν περὶ τὰς ἐννοίας καὶ λαμπρὸς καὶ τὰς διασκευὰς τῶν ὑποθέσεων ποικιλώτατος ἐκ τῆς τραγῳδίας τοῦτο ᾑρηκώς, οὐ μὴν τεταγμένος γε, οὐδὲ τῇ τέχνῃ ἑπόμενος, τὴν δὲ
25παρασκευὴν τῆς λέξεως ἀπὸ τῶν ἀρχαίων σοφιστῶν περιεβάλλετο ἤχῳ προσάγων μᾶλλον ἢ κρότῳ. πολ‐ λαχοῦ δὲ τῆς μεγαλοφωνίας ἐξέπεσεν ἀταμιεύτως τῇ τραγῳδίᾳ χρησάμενος. ιαʹ. Τὸν δὲ Βυζάντιον σοφιστὴν Χρῆστον
30ἀδικεῖ ἡ Ἑλλὰς ἀμελοῦντες ἀνδρός, ὃς ἄριστα μὲν
VS
.

2

.

591

Ἑλλήνων ὑπὸ Ἡρώδου ἐπαιδεύθη, πολλοὺς δὲ ἐπαί‐
δευσε καὶ θαυμασίους ἄνδρας, ὧν ἐγένετο Ἱππόδρο‐ μός τε ὁ σοφιστὴς καὶ Φιλίσκος καὶ Ἰσαγόρας ὁ τῆς τραγῳδίας ποιητὴς ῥήτορές τε εὐδόκιμοι Νικομήδης94
5ὁ ἐκ τοῦ Περγάμου καὶ Ἀκύλας ὁ ἐκ τῆς ἑῴου Γα‐ λατίας καὶ Ἀρισταίνετος ὁ Βυζάντιος καὶ τῶν ἐλλο‐ γίμως φιλοσοφησάντων Κάλλαισχρός τε ὁ Ἀθηναῖος καὶ ὁ ἐπὶ βωμῷ Σῶσπις καὶ πλείους ἕτεροι λόγου ἄξιοι. παιδεύοντι δὲ αὐτῷ κατὰ τοὺς Ἀδριανοῦ τοῦ
10σοφιστοῦ καιροὺς ἑκατὸν ἔμμισθοι ἀκροαταὶ ἦσαν καὶ ἄριστοι τούτων, οὓς εἶπον. Ἀδριανοῦ δὲ καθι‐ δρυθέντος ἐς τὴν Ῥώμην ἐψηφίζοντο μὲν οἱ Ἀθηναῖοι πρεσβεύεσθαι ὑπὲρ Χρήστου τὸν Ἀθήνησιν αὐτῷ θρόνον ἐκ βασιλέως αἰτοῦντες, ὁ δὲ παρελθὼν ἐς
15αὐτοὺς ἐκκλησιάζοντας διέλυσε τὴν πρέσβευσιν ἄλλα τε διαλεχθεὶς ἀξιόλογα καὶ ἐπὶ πᾶσιν εἰπὼν „οὐχ αἱ μύριαι τὸν ἄνδρα.“ Οἴνου δὲ ἡττώμενος παροινίας ἐκράτει καὶ εὐχε‐ ρείας καὶ ἀγερωχίας, ἣν ὁ οἶνος ἐπὶ τὰς γνώμας
20τῶν ἀνθρώπων ἐσάγει, τοσοῦτον δὲ αὐτῷ περιῆν τοῦ νήφειν, ὡς καὶ ἐς ἀλεκτρυόνων ᾠδὰς προβάντος τοῦ πότου σπουδῆς αὐτὸν ἅπτεσθαι, πρὶν ὕπνου σπάσαι. διεβέβλητο δὲ μάλιστα πρὸς τοὺς ἀλαζόνας τῶν νέων καίτοι χρησιμωτέρους τῶν ἄλλων ὄντας
25ἐς τὰς ξυμβολὰς τοῦ μισθοῦ. Διογένη γοῦν τὸν
VS
.

2

.

592

Ἀμαστριανὸν ὁρῶν τετυφωμένον ἐκ μειρακίου καὶ περινοοῦντα μὲν σατραπείας, περινοοῦντα δὲ αὐλὰς καὶ τὸ ἀγχοῦ βασιλέων ἑστήξειν, λέγοντα δέ, ὡς ὁ δεῖνα Αἰγύπτιος προειρήκοι αὐτῷ ταῦτα, ὁ ......
5μηδὲ τὰ ἑαυτοῦ σιωπῶν. Τὴν δὲ ἰδέαν τῶν λόγων πεποίκιλται μὲν ἐκ τῶν Ἡρώδου πλεονεκτημάτων, λείπεται δὲ αὐτῶν τοῦ ἑτοίμου, καθάπερ ἐν ζωγραφίᾳ ἡ ἄνευ χρω‐
μάτων ἐσκιαγραφημένη μίμησις, προὔβη δὲ ἂν95
10καὶ ἐς τὸ ἴσον τῆς ἀρετῆς, εἰ μὴ πεντηκοντούτης ἀπέθανεν. ιβʹ. Πολυδεύκη δὲ τὸν Ναυκρατίτην οὐκ οἶδα, εἴτε ἀπαίδευτον δεῖ καλεῖν εἴτε πεπαιδευμένον, εἴθ’, ὅπερ εὔηθες δόξει, καὶ ἀπαίδευτον καὶ πεπαι‐
15δευμένον· ἐνθυμουμένῳ γὰρ αὐτοῦ τὰ ὀνόματα ἱκανῶς ἐγεγύμναστο τὴν γλῶτταν τῆς ἀττικιζούσης λέξεως, διορῶντι δὲ τὸ ἐν ταῖς μελέταις εἶδος οὐδὲν βέλτιον ἑτέρου ἠττίκισεν. τάδε οὖν χρὴ περὶ αὐτοῦ εἰδέναι· Πολυδεύκης τὰ μὲν κριτικὰ ἱκανῶς ἤσκητο,
20πατρὶ ξυγγενόμενος τοὺς κριτικοὺς λόγους εἰδότι, τοὺς δὲ σοφιστικοὺς τῶν λόγων τόλμῃ μᾶλλον ἢ τέχνῃ ξυνέβαλλε θαρρήσας τῇ φύσει, καὶ γὰρ δὴ καὶ ἄριστα ἐπεφύκει. Ἀδριανοῦ δὲ ἀκροατὴς γενό‐ μενος ἴσον ἀφέστηκεν αὐτοῦ καὶ τῶν πλεονεκτημά‐
25των καὶ τῶν ἐλαττωμάτων, ἥκιστα μὲν γὰρ πίπτει, ἥκιστα δὲ αἴρεται, πλὴν ἀλλ’ εἰσί τινες ἡδονῶν λιβά‐ δες διακεκραμέναι τοῦ λόγου. ἰδέα δὲ αὐτοῦ διαλεγο‐ μένου μὲν ἥδε· „ὁ Πρωτεὺς ὁ Φάριος τὸ θαῦμα
VS
.

2

.

593

τὸ Ὁμηρικὸν πολλαὶ μὲν αὐτοῦ καὶ πολυει‐ δεῖς αἱ μορφαί, καὶ γὰρ ἐς ὕδωρ αἴρεται καὶ ἐς πῦρ ἅπτεται καὶ ἐς λέοντα θυμοῦται καὶ ἐς σῦν ὁρμᾷ καὶ ἐς δράκοντα χωρεῖ καὶ
5ἐς πάρδαλιν πηδᾷ καὶ δένδρον ἢν γένηται, κομᾷ.“ μελετῶντος δὲ αὐτοῦ χαρακτῆρα ποιώμεθα τοὺς νησιώτας τοὺς τὰ γένη πιπράσκοντας ἐς τὴν ἀπαγωγὴν τῶν φόρων, ἐπειδὴ βούλονται καὶ ἄριστα εἰρῆσθαι τήνδε τὴν ὑπόθεσιν, ἧς τὸ ἐπὶ πᾶσιν ὧδε
10εἴρηται· „παῖς ἠπειρώτης ἀπὸ Βαβυλῶνος πατρὶ νησιώτῃ γράφει· δουλεύω βασιλεῖ δῶρον ἐκ σατράπου δοθείς, οὔτε δὲ ἵππον
ἀναβαίνω Μηδικὸν οὔτε τόξον λαμβάνω Περσικόν, ἀλλ’ οὐδὲ ἐπὶ πόλεμον ἢ θήραν,96
15ὡς ἀνήρ, ἐξέρχομαι, ἐν γυναικωνίτιδι δὲ κάθημαι καὶ τὰς βασιλέως θεραπεύω παλ‐ λακάς, καὶ βασιλεὺς οὐκ ὀργίζεται, εὐνοῦ‐ χος γάρ εἰμι. εὐδοκιμῶ δὲ παρ’ αὐταῖς θάλατταν Ἑλληνικὴν διηγούμενος καὶ τὰ
20τῶν Ἑλλήνων μυθολογῶν καλά, πῶς Ἠλεῖοι πανηγυρίζουσι, πῶς Δελφοὶ θεσπίζουσι, τίς ὁ παρ’ Ἀθηναίοις Ἐλέου βωμός. ἀλλὰ καὶ σύ, πάτερ, μοι γράφε, πότε παρὰ Λακε‐ δαιμονίοις Ὑακίνθια καὶ παρὰ Κορινθίοις
25Ἴσθμια καὶ παρὰ Δελφοῖς Πύθια καὶ εἰ νικῶσιν Ἀθηναῖοι ναυμαχοῦντες. ἔρρωσο καὶ τὸν ἀδελφόν μοι προσαγόρευσον, εἰ μήπω πέπραται.“ ταῦτα μὲν δὴ ὁποῖα τοῦ ἀνδρὸς τούτου σκοπεῖν ἔξεστι τοῖς ἀδεκάστως ἀκρο‐
30ωμένοις. ἀδεκάστους δὲ ἀκροατὰς καλῶ τοὺς μήτε εὔνους μήτε δύσνους. ἐλέγετο δὲ ταῦτα καὶ μελιχρᾷ τῇ φωνῇ ἀπαγγέλλειν, ᾗ καὶ βασιλέα Κόμμοδον θέλξας τὸν Ἀθήνησι θρόνον παρ’ αὐτοῦ εὕρετο. ἐβίω μὲν οὖν ἐς ὀκτὼ καὶ πεντήκοντα ἔτη, ἐτελεύτα
35δὲ ἐπὶ παιδὶ γνησίῳ μέν, ἀπαιδεύτῳ δέ.
VS
.

2

.

594

ιγʹ. Καισάρεια δὲ ἡ Καππαδοκῶν ὄρει Ἀργαίῳ πρόσοικος Παυσανίου τοῦ σοφιστοῦ οἶκος. ὁ δὲ Παυσανίας ἐπαιδεύθη μὲν ὑπὸ Ἡρώδου καὶ τῶν τοῦ Κλεψυδρίου μετεχόντων εἷς ἐγένετο, οὓς ἐκάλουν
5οἱ πολλοὶ διψῶντας, ἐς πολλὰ δὲ ἀναφέρων τῶν Ἡρώδου πλεονεκτημάτων καὶ μάλιστα τὸ αὐτοσχε‐ διάζειν ἀπήγγελλε δὲ αὐτὰ παχείᾳ τῇ γλώττῃ καὶ ὡς Καππαδόκαις ξύνηθες, ξυγκρούων μὲν τὰ σύμ‐ φωνα τῶν στοιχείων, συστέλλων δὲ τὰ μηκυνόμενα
10καὶ μηκύνων τὰ βραχέα, ὅθεν ἐκάλουν αὐτὸν οἱ πολλοὶ μάγειρον πολυτελῆ ὄψα πονήρως ἀρτύοντα. ἡ δὲ ἰδέα τῆς μελέτης ὑπτιωτέρα, ἔρρωται δὲ ὅμως καὶ οὐχ ἁμαρτάνει τοῦ ἀρχαίου, ὡς ὑπάρχει ταῖς μελέταις ξυμβαλεῖν, πολλαὶ γὰρ τοῦ Παυσανίου κατὰ97
15τὴν Ῥώμην, οἷ δὴ καὶ καταβιοὺς ἀπέθανε γηράσκων ἤδη, τοῦ θρόνου μετέχων, [καὶ] μετεῖχε δὲ καὶ τοῦ Ἀθήνησιν, ὅτε δὴ καὶ ἀπιὼν ἐκεῖθεν ἐπὶ πᾶσιν, οἷς πρὸς τοὺς Ἀθηναίους διεξῆλθε, καιριώτατα τὸ τοῦ Εὐριπίδου ἐπεφθέγξατο
20
„Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω πόλιν.“ ιδʹ. Ἀθηνόδωρος δὲ ὁ σοφιστὴς τὸ μὲν ἐς πατέρα ἧκον ἐπιφανέστατος ἦν τῶν κατὰ τὴν Αἶνον, τὸ δὲ ἐς διδασκάλους καὶ παίδευσιν φανερώτατος τοῦ Ἑλληνικοῦ. Ἀριστοκλέους μὲν γὰρ ἤκουσε παῖς
25ἔτι, Χρήστου δὲ ἤδη ξυνιείς, ὅθεν ἀπ’ ἀμφοῖν ἐκράθη τὴν γλῶτταν ἀττικίζων τε κἀκ περιβολῆς ἑρμηνεύων. παιδεύων δὲ Ἀθήνησι κατὰ τοὺς χρό‐ νους, οὓς καὶ Πολυδεύκης ἐπαίδευσεν, ἐπέσκωπτεν αὐτὸν ταῖς διαλέξεσιν ὡς μειρακιώδη λέγων „οἱ
VS
.

2

.

595

Ταντάλου κῆποι“ δοκεῖν ἐμοὶ τὸ κοῦφον τοῦ λόγου καὶ ἐπιπόλαιον φαντασίᾳ προσεικάζων οὔσῃ τε καὶ οὐκ οὔσῃ. ἐμβριθὴς δὲ καὶ τὸ ἦθος γενόμενος ἐτε‐ λεύτα ἡβῶν ἔτι ἀφαιρεθεὶς ὑπὸ τῆς τύχης τὸ καὶ
5πρόσω ἐλάσαι δόξης. ιεʹ. Λαμπρὸν ἐν σοφισταῖς καὶ Πτολεμαῖος ὁ Ναυκρατίτης ἤχησεν. ἦν μὲν γὰρ τῶν μετεχόντων τοῦ ἱεροῦ τοῦ περὶ Ναύκρατιν ὀλίγοις Ναυκρατιτῶν ὑπάρχον, Ἡρώδου δὲ ἀκροατὴς μέν, οὐ μὴν ζηλωτὴς
10ἐγένετο, ἀλλ’ ἐς τὸν Πολέμωνα μᾶλλον ὑπηνέχθη, τὸν γὰρ ῥοῖζον τοῦ λόγου καὶ τὸ πνεῦμα καὶ τὸ ἐκ περιβολῆς φράζειν ἐκ τῆς Πολέμωνος σκηνῆς ἐσηγά‐
γετο, λέγεται δὲ καὶ αὐτοσχεδιάσαι σὺν εὐροίᾳ ἀμηχάνῳ. δικῶν τε καὶ δικαστηρίων παρέτραγε μέν,98
15οὐ μήν, ὡς ὄνομα ἐντεῦθεν ἄρασθαι. Μαραθῶνα δὲ αὐτὸν ἐπωνόμαζον, ὡς μέν τινες, ἐπειδὴ τῷ Μαραθῶνι δήμῳ ἐνεγράφη Ἀθήνησιν, ὡς δὲ ἐνίων ἤκουον, ἐπειδὴ ἐν ταῖς Ἀττικαῖς τῶν ὑποθέσεων τῶν Μαραθῶνι προκινδυνευσάντων θαμὰ ἐμνημό‐
20νευεν. Κατηγοροῦσι δὲ τοῦ Πτολεμαίου τινὲς ὡς μὴ διορῶντος τὰς ὑποθέσεις, μηδὲ ὅπη ξυνεστᾶσί τε καὶ μή, τεκμήριον τόδε τιθέμενοι τῆς κατηγορίας ταύτης· τοὺς Μεσσηνίους οἱ Θηβαῖοι γράφονται τὴν
VS
.

2

.

596

τῶν ἀχαριστησάντων, ἐπεὶ τοὺς φεύγοντας αὐτῶν μὴ ἐδέξαντο, ὅτε καὶ αἱ Θῆβαι ὑπὸ Ἀλεξάνδρου ἥλωσαν. ταύτην γὰρ ἐπιφανῶς αὐτῷ εἰρημένην τὴν ὑπόθεσιν καὶ σοφῶς, ὡς οἷόν τε, συκοφαντοῦσι
5λέγοντες, ὡς εἰ μὲν ζῶντος Ἀλεξάνδρου κρίνονται, τίς οὕτω θρασύς, ὡς καταψηφίσασθαι Μεσσηνίων; εἰ δὲ τεθνεῶτος, τίς οὕτω πρᾷος, ὡς ἀπογνῶναι τὴν αἰτίαν; οὐ γὰρ ξυνιᾶσιν οἱ ταῦτα διαβάλλοντες, ὅτι ἡ τῶν Μεσσηνίων ἀπολογία κατὰ ξυγγνώμην ἵσταται
10τὸν Ἀλέξανδρον προισχομένων καὶ τὸν ἐκείνου φόβον, οὗ μηδὲ ἡ ἄλλη Ἑλλὰς ἀπείρως εἶχεν. ταῦτά μοι ἀπολελογήσθω ὑπὲρ τοῦ ἀνδρὸς παραιτουμένῳ αὐτὸν ἀδίκου καὶ πεπανουργημένης αἰτίας· καὶ γὰρ δὴ καὶ εὐφημότατος σοφιστῶν οὗτος. πλεῖστα δὲ
15ἐπελθὼν ἔθνη καὶ πλείσταις ἐνομιλήσας πόλεσιν οὐδαμοῦ διέβαλε τὸ ἑαυτοῦ κλέος, οὐδὲ ἥττων ἢ προσεδοκήθη ἔδοξεν, ἀλλ’ ὥσπερ ἐπὶ λαμπροῦ ὀχή‐ ματος τῆς φήμης πορευόμενος διῄει τὰ ἄστη. ἐτε‐ λεύτα δὲ γηραιὸς ἐν Αἰγύπτῳ τοὺς ὀφθαλμοὺς οὐκ
20ἀφαιρεθεὶς μὲν ὑπὸ τοῦ τῆς κεφαλῆς ῥεύματος,
ἐπικοπεὶς δέ. ιϛʹ. Εὐοδιανὸν δὲ τὸν Σμυρναῖον τὸ μὲν γένος ἐς Νικήτην τὸν σοφιστὴν ἀνῆγεν, αἱ δὲ οἴκοι τιμαὶ ἐς τοὺς ἀρχιερέας τε καὶ στεφανουμένους τὴν99
25ἐπὶ τῶν ὅπλων, τὰ δὲ τῆς φωνῆς ἆθλα ἐς τὴν Ῥώμην καὶ τὸν ἐκείνῃ θρόνον. ἐπιταχθεὶς δὲ καὶ τοῖς ἀμφὶ τὸν Διόνυσον τεχνίταις, τὸ δὲ ἔθνος τοῦτο ἀγέρωχοι καὶ χαλεποὶ ἀρχθῆναι, ἐπιτηδειότατος τὴν ἀρχὴν ἔδοξε καὶ κρείττων ἢ λαβεῖν αἰτίαν. υἱοῦ δὲ
30αὐτῷ τελευτήσαντος ἐν τῇ Ῥώμῃ οὐδὲν θῆλυ οὐδὲ ἀγεννὲς ἀνεφθέγξατο, ἀλλ’ „ὦ τέκνον“ τρὶς ἀνα‐
VS
.

2

.

597

καλέσας ἔθαψεν. ἀποθνήσκοντι δὲ αὐτῷ κατὰ τὴν Ῥώμην παρῆσαν μὲν οἱ ἐπιτήδειοι πάντες, βουλὴν δὲ αὐτῶν ποιουμένων ὑπὲρ τοῦ σώματος, εἴτε χρὴ καταθάπτειν αὐτόθι, εἴτε ταριχεύσαντας πορθμεύειν
5ἐς τὴν Σμύρναν ἀναβοήσας ὁ Εὐοδιανὸς „οὐ κατα‐ λείπω“ ἔφη τὸν υἱὸν μόνον.“ ὧδε μὲν δὴ σοφῶς ἐπέσκηψε τὸ τῷ παιδὶ ξυνταφῆναι. ἀκροατὴς δὲ Ἀριστοκλέους γενόμενος πανηγυρικῆς ἰδέας ἥψατο ἐν στρυφνῷ κρατῆρι συγκεράσας οἷον νᾶμα πότιμον.
10εἰσὶ δὲ οἵ φασι καὶ Πολέμωνος ἠκροᾶσθαι αὐτόν. ιζʹ. Ῥοῦφον δὲ τὸν ἐκ τῆς Περίνθου σοφιστὴν μὴ ἀπὸ τῆς οὐσίας, μηδὲ εἰ πολλοὶ ὕπατοι τὸ ἐκεί‐ νου γένος, μηδὲ εἰ τὴν τῶν Πανελληνίων Ἀθήνησιν εὐκλεῶς ἦρξεν, ταυτὶ γὰρ εἰ καὶ πλείω λέγοιτο,
15οὔπω τῇ σοφίᾳ τοῦ ἀνδρὸς παραβεβλῆσθαι ἄξια, ἀλλ’ ἡ γλῶττα δηλούτω αὐτὸν καὶ ἡ ξύνεσις, ᾗ περὶ τὰς ἐσχηματισμένας μάλιστα τῶν ὑποθέσεων ἐχρή‐ σατο. τὴν δὲ ἰδέαν ταύτην ἐθαυμάσθη πρῶτον μέν, ὅτι χαλεπὴ ἑρμηνεῦσαι, δεῖ γὰρ ἐν ταῖς κατὰ σχῆμα
20ξυγκειμέναις τῶν ὑποθέσεων τοῖς μὲν λεγομένοις ἡνίας, τοῖς δὲ σιωπωμένοις κέντρου, ἔπειτα, οἶμαι,
καὶ διὰ τὴν ἑαυτοῦ φύσιν, ἐκκειμένως γὰρ τοῦ ἤθους καὶ ἀπανούργως ἔχων ὑπεκρίνετο εὖ, καὶ ἃ μὴ ἐπε‐100
VS
.

2

.

598

φύκει. πλουσιώτατος δὲ τῶν κατὰ τὸν Ἑλλήσποντον καὶ Προποντίδα γενόμενος καὶ δόξης αὐτῷ ἐπὶ τῷ σχεδιάζειν πολλῆς μὲν ὑπαρχούσης Ἀθήνησι, πολλῆς δὲ ἐν Ἰωνίᾳ τε καὶ Ἰταλίᾳ, οὐδαμοῦ κατέστησεν
5ἑαυτὸν ἐς ἀπέχθειαν ἢ πόλεως ἢ ἀνδρός, ἀλλὰ πρᾳότητος ἦν χρηματιστής. ἐλέγετο δὲ καὶ γυμνα‐ στικῇ κρατύνειν τὸ σῶμα ἀναγκοφαγῶν ἀεὶ καὶ δια‐ πονῶν αὐτὸ παραπλησίως τοῖς ἀγωνιζομένοις. ἀκρο‐ ατὴς δὲ Ἡρώδου μὲν ἐν παισίν, Ἀριστοκλέους δὲ ἐν
10μειρακίοις γενόμενος καὶ μεγάλων ὑπ’ αὐτοῦ ἀξιω‐ θεὶς ἐλαμπρύνετο τῷ Ἡρώδῃ μᾶλλον δεσπότην τε αὐτὸν καλῶν καὶ Ἑλλήνων γλῶτταν καὶ λόγων βασιλέα καὶ πολλὰ τοιαῦτα. ἐτελεύτα δὲ οἴκοι ἓν καὶ ἑξήκοντα ἔτη γενόμενος καὶ ἐπὶ παισίν, ὑπὲρ
15ὧν γε μέγα οὐδὲν ἔχω εἰπεῖν, πλήν γε δὴ ὅτι ἀπ’ ἐκείνου. ιηʹ. Ὀνόμαρχος δὲ ὁ ἐκ τῆς Ἄνδρου σοφιστὴς οὐκ ἐθαυμάζετο μέν, οὐ μεμπτὸς δὲ ἐφαίνετο. ἐπαί‐ δευσε μὲν γὰρ κατὰ χρόνους, οὓς Ἀδριανός τε καὶ
20Χρῆστος Ἀθήνησι, πρόσοικος δὲ ὢν τῆς Ἀσίας τῆς Ἰωνικῆς ἰδέας οἷον ὀφθαλμίας ἔσπασε, σπουδαζο‐ μένης μάλιστα τῇ Ἐφέσῳ, ὅθεν ἐδόκει τισὶν οὐδ’ ἠκροᾶσθαι Ἡρώδου καταψευδομένοις τοῦ ἀνδρός· τὸ μὲν γὰρ τῆς ἑρμηνείας παρέφθορεν ἔσθ’ ὅπη δι’
25ἣν εἴρηκα αἰτίαν, αἱ δὲ ἐπιβολαὶ τῶν νοημάτων Ἡρώδειοί τε καὶ ἀπορρήτως γλυκεῖαι. ἔξεστι δὲ αὐτὸν θεωρεῖν ἐπὶ τοῦ τῆς εἰκόνος ἐρῶντος, εἰ μὴ μειρακιεύεσθαι δόξω. εἴρηται δὲ ὧδε· „ὦ κάλλος ἔμψυχον ἐν ἀψύχῳ σώματι, τίς ἄρα σε δαι‐
VS
.

2

.

599

μόνων ἐδημιούργησεν; πειθώ τις ἢ χάρις
ἢ αὐτὸς ὁ Ἔρως, ὁ τοῦ κάλλους πατήρ; ὡς πάντα σοι πρόσεστιν ἐν ἀληθείᾳ προσώπου στάσις χρόας ἄνθος βλέμματος κέντρον101
5μειδίαμα κεχαρισμένον παρειῶν ἔρευθος ἀκοῆς ἴχνος. ἔχεις δὲ καὶ φωνὴν μέλλουσαν ἀεί. τάχα τι καὶ λαλεῖς, ἀλλ’ ἐμοῦ μὴ παρ‐ όντος, ἀνέραστε καὶ βάσκανε, πρὸς πιστὸν ἐραστὴν ἄπιστε. οὐδενός μοι μετέδωκας
10ῥήματος· τοιγαροῦν τὴν φρικωδεστάτην ἅπασιν ἀεὶ τοῖς καλοῖς ἀρὰν ἐπὶ σοὶ θήσο‐ μαι· εὔχομαί σοι γηρᾶσαι.“ τελευτῆσαι δὲ αὐτὸν οἱ μὲν Ἀθήνησι, οἱ δὲ οἴκοι, μεσαιπόλιόν τε καὶ παριόντα ἐς γῆρας, γενέσθαι δὲ ἀγροικότερον τὸ
15εἶδος καὶ κατὰ τὸν Μάρκου τοῦ Βυζαντίου αὐχμόν. ιθʹ. Ἀπολλώνιος δὲ ὁ Ναυκρατίτης Ἡρακλείδῃ μὲν ἐναντία ἐπαίδευσε τὸν Ἀθήνησι θρόνον κατει‐ ληφότι, λόγου δὲ ἐπεμελήθη πολιτικοῦ καὶ εὖ κεκο‐ λασμένου, ἧττον δὲ ἀγωνιζομένου, περιβολὴ γὰρ
20ἄπεστιν αὐτοῦ καὶ πνεῦμα. ὄντι δὲ αὐτῷ κακῷ τὰ ἐρωτικὰ γίγνεται παῖς ἐξ ἀδίκων γάμων Ῥουφῖνος ὁ ἐπ’ αὐτῷ σοφιστεύσας οὐδὲν γόνιμον, οὐδὲ ἐκ καρδίας, ἀλλὰ τῶν ἐκείνου κομματίων τε καὶ νοιδίων ἐχόμενος, ἐφ’ ᾧ καὶ λαβὼν αἰτίαν ἐξ ἀνδρὸς σοφοῦ
25„οἱ νόμοι“ ἔφη „διδόασί μοι χρῆσθαι τοῖς πατρῴοις,“ καὶ ὃς „διδόασι μέν“, εἶπεν „ἀλλὰ τοῖς κατὰ νόμους γεγονόσι“. καθάπτονται δὲ αὐτοῦ τινες καὶ τὸ σταλῆναι ἐς Μακεδονίαν μισθωτὸν οἰκίας οὐδὲ εὖ
VS
.

2

.

600

πραττούσης. ἀλλ’ ἀφείσθω τῶν τοιούτων· εὕροις μὲν γὰρ ἂν καὶ τῶν πολὺ σοφῶν ἐνίους πολλὰ καὶ ἀνελεύθερα ὑπὲρ χρημάτων πράξαντας, οὐ μὴν τόν γε Ἀπολλώνιον τοῦτον, κοινήν τε γὰρ παρέσχε τὴν
5οὐσίαν τῶν Ἑλλήνων τοῖς δεομένοις, καὶ οὐ βαρὺς
ἦν ὑπὲρ μισθοῦ ξυμβῆναι. ἐτελεύτα δὲ ἑβδομη‐ κοντούτης Ἀθήνησιν ἔχων ἐντάφιον τὴν ἐξ ἁπάντων Ἀθηναίων εὔνοιαν. Ἀδριανοῦ μὲν καὶ Χρήστου τῶν σοφιστῶν ἀκροατὴς ἐγένετο, ἀμφοῖν δὲ ἀφέστη‐102
10κεν, ὅσον οἱ μὴ ἀκούσαντες. ἐφεώρα δὲ τὰς ὑποθέ‐ σεις ὑπεξιὼν μὲν τοῦ κοινοῦ, καιρὸν δὲ πλείω τοῦ ξυμμέτρου. κʹ. Ὁ δὲ Ἀπολλώνιος ὁ Ἀθηναῖος ὀνόματος μὲν ἠξιώθη καθ’ Ἕλληνας, ὡς ἱκανὸς τὰ δικανικὰ
15καὶ τὰ ἀμφὶ μελέτην οὐ μεμπτός, ἐπαίδευσε δὲ Ἀθήνησι καθ’ Ἡρακλείδην τε καὶ τὸν ὁμώνυμον τοῦ πολιτικοῦ θρόνου προεστὼς ἐπὶ ταλάντῳ. δια‐ πρεπὴς δὲ καὶ τὰ πολιτικὰ γενόμενος ἔν τε πρε‐ σβείαις ὑπὲρ τῶν μεγίστων ἐπρέσβευσεν ἔν τε λει‐
20τουργίαις, ἃς μεγίστας Ἀθηναῖοι νομίζουσι, τήν τε ἐπώνυμον καὶ τὴν ἐπὶ τῶν ὅπλων ἐπετράπη καὶ τὰς
VS
.

2

.

601

ἐξ ἀνακτόρου φωνὰς ἤδη γηράσκων, Ἡρακλείδου μὲν καὶ Λογίμου καὶ Γλαύκου καὶ τῶν τοιούτων ἱεροφαντῶν εὐφωνίᾳ μὲν ἀποδέων, σεμνότητι δὲ καὶ μεγαλοπρεπείᾳ καὶ κόσμῳ παρὰ πολλοὺς δοκῶν
5τῶν ἄνω. Πρεσβεύων δὲ παρὰ Σεβῆρον ἐν Ῥώμῃ τὸν αὐτοκράτορα ἀπεδύσατο πρὸς Ἡρακλείδην τὸν σοφι‐ στὴν τὸν ὑπὲρ μελέτης ἀγῶνα, καὶ ἀπῆλθεν ὁ μὲν τὴν ἀτέλειαν ἀφαιρεθείς, ὁ δὲ Ἀπολλώνιος δῶρα
10ἔχων. διαδόντος δὲ τοῦ Ἡρακλείδου λόγον οὐκ ἀληθῆ ὑπὲρ τοῦ Ἀπολλωνίου, ὡς αὐτίκα δὴ βαδιου‐ μένου ἐς Λιβύην, ἡνίκα [Λεπτίνης] ἦν ὁ αὐτοκρά‐ τωρ ἐκεῖ καὶ τὰς ἐξ ἁπάσης γῆς ἀρετὰς συνῆγεν, καὶ πρὸς αὐτὸν εἰπόντος „ὥρα σοι ἀναγιγνώσκειν
15τὸν πρὸς Λεπτίνην“ „σοὶ μὲν οὖν“, ἦ δ’ ὁ Ἀπολ‐ λώνιος, „καὶ γὰρ δὴ καὶ ὑπὲρ τῆς ἀτελείας γέ‐
γραπται“. Βαλβῖδα μὲν δὴ τοῦ λόγου ὁ Ἀπολλώνιος ἐκ τῆς Ἀδριανοῦ ἰδέας βέβληται ἅτε δὴ καὶ ἀκροατὴς103
20γενόμενος, παραλλάττει δὲ ὅμως ἐς ῥυθμοὺς ἐμμέ‐ τρους τε καὶ ἀναπαίοντας, οὓς εἰ φυλάξαιτο, σεμ‐ νοπρεπὴς τὴν ἀπαγγελίαν δοκεῖ καὶ βεβηκώς. τουτὶ δέ ἐστιν εὑρεῖν καὶ ἐπ’ ἄλλων μὲν ὑποθέσεων, μά‐ λιστα δὲ ἐπὶ τοῦ Καλλίου, ὃς ἀπαγορεύει τοῖς Ἀθη‐
VS
.

2

.

602

ναίοις πυρὶ μὴ θάπτειν· „ὑψηλὴν ἆρον, ἄν‐ θρωπε, τὴν δᾷδα. τί βιάζῃ καὶ κατάγεις κάτω καὶ βασανίζεις τὸ πῦρ; οὐράνιόν ἐστιν, αἰθέριόν ἐστιν, πρὸς τὸ ξυγγενὲς
5ἔρχεται τὸ πῦρ. οὐ κατάγει νεκρούς, ἀλλ’ ἀνάγει θεούς. ἰὼ Προμηθεῦ δᾳδοῦχε καὶ πυρφόρε, οἷά σου τὸ δῶρον ὑβρίζεται· νε‐ κροῖς ἀναισθήτοις ἀναμίγνυται. ἐπάρη‐ ξον βοήθησον κλέψον, εἰ δυνατόν, κἀκεῖ‐
10θεν τὸ πῦρ.“ παρεθέμην δὲ ταῦτα οὐ παραιτού‐ μενος αὐτὸν τῶν ἀκολάστων ῥυθμῶν, ἀλλὰ διδά‐ σκων, ὅτι μηδὲ τοὺς σωφρονεστέρους ῥυθμοὺς ἠγνόει ἐτελεύτα μὲν οὖν ἀμφὶ τὰ πέντε καὶ ἑβδο‐ μήκοντα ἔτη πολὺς καὶ ἐν τῷ Ἀθηναίων δήμῳ
15πνεύσας, ἐτάφη δὲ ἐν τῷ προαστείῳ τῆς Ἐλευσῖ‐ νάδε λεωφόρου. ὄνομα μὲν δὴ τῷ προαστείῳ Ἱερὰ συκῆ, τὰ δὲ Ἐλευσινόθεν ἱερά, ἐπειδὰν ἐς ἄστυ ἄγωσιν, ἐκεῖ ἀναπαύουσιν. κά. Ἀναγράψω καὶ Πρόκλον τὸν Ναυκρατί‐
20την εἰδὼς εὖ τὸν ἄνδρα, καὶ γὰρ δὴ καὶ τῶν ἐμῶν
VS
.

2

.

603

διδασκάλων εἷς οὗτος. Πρόκλος τοίνυν ἦν μὲν τῶν οὐκ ἀφανῶν κατ’ Αἴγυπτον, στασιάζουσαν δὲ ἰδὼν τὴν Ναύκρατιν καὶ παρὰ τὰ ἤθη πολιτεύοντας τὴν Ἀθήνησιν ἡσυχίαν ἠσπάσατο καὶ ὑπεκπλεύσας ἐκεῖ
5ἔζη πολλὰ μὲν ἀγαγὼν χρήματα, πολλοὺς δὲ οἰκέ‐ τας καὶ τὴν ἄλλην κατασκευὴν μεγαλοπρεπῶς κεκο‐ σμημένην. εὖ δὲ ἀκούων Ἀθήνησι καὶ τὸν ἐν μει‐ ρακίῳ χρόνον ηὐδοκίμησε πολλῷ μᾶλλον ἀνὴρ γε‐ νόμενος, πρῶτον μὲν ἐπὶ τῇ τοῦ βίου αἱρέσει,104
10ἔπειτα, οἶμαι, καὶ ἐπὶ εὐεργετήματι γενομένῳ μὲν περὶ ἕνα Ἀθηναῖον, δήλωσιν δὲ παρασχομένῳ χρη‐ στοῦ ἤθους· ἐς γὰρ τὸν Πειραιᾶ ἐσπλεύσας ἤρετό τινα τῶν αὐτόθεν, εἰ ὁ δεῖνα καλῶς Ἀθήνησι ζῇ καὶ εὖ πράττει, ἠρώτα δὲ ταῦτα ὑπὲρ τοῦ ξένου,
15ᾧ προσέμιξεν Ἀθήνησι νέος ὤν, ὅτε δὴ καὶ Ἀδρια‐ νῷ ἐφοίτα. μαθὼν δὲ αὐτὸν εἶναί τε καὶ ζῆν, ἐκπεσεῖ‐ σθαι δὲ αὐτίκα τῆς οἰκίας διακηρυττομένης ἐπ’ ἀγορᾶς πρὸς δραχμὰς μυρίας, ἃς ἐπ’ αὐτῇ ἐδεδά‐ νειστο, ἔπεμψεν αὐτῷ τὰς μυρίας μηδὲ ἀνελθών
20πω ἐς τὸ ἄστυ εἰπὼν „ἐλευθέρωσον τὴν οἰκίαν, ἵνα μή σε κατηφῆ ἴδω“. ταῦτα μὴ πλουσίου μόνον ἡγώμεθα, ἀλλὰ καὶ τῷ πλούτῳ καλῶς χρωμένου πεπαιδευμένου τε ἱκανῶς καὶ τὰ φιλικὰ ἀκριβοῦντος. Ἐκτήσατο δὲ καὶ οἰκίας, δύο μὲν ἐν ἄστει, μίαν
25δὲ ἐν Πειραιεῖ καὶ ἄλλην Ἐλευσῖνι. ἐφοίτα δὲ αὐτῷ καὶ ἀπ’ Αἰγύπτου λιβανωτὸς ἐλέφας μύρον βίβλος βιβλία καὶ πᾶσα ἡ τοιάδε ἀγορά, καὶ ἀποδιδόμενος αὐτὰ τοῖς διατιθεμένοις τὰ τοιαῦτα οὐδαμοῦ φιλο‐ χρήματος ἔδοξεν οὐδὲ ἀνελεύθερος, οὐδὲ ἐραστὴς
30τοῦ πλείονος, οὐδὲ ἐπικέρδια μαστεύων ἢ τόκους, ἀλλ’ αὐτὸ ἀγαπῶν τὸ ἀρχαῖον. υἱῷ τε ἀσώτῳ περὶ ἀλεκτρυόνων τροφὴν περί τε ὀρτύγων κυνῶν τε καὶ κυνιδίων καὶ ἵππων ξυννεάζων μᾶλλον ἢ ἐπιπλήττων καὶ παρὰ τοῖς πολλοῖς ἔχων αἰτίαν „θᾶττον“ ἔφη
35„μεταβαλεῖ τὸ μετὰ γερόντων παίζειν ἢ μετὰ ἡλί‐ κων“. ἀποθανόντος δὲ αὐτῷ τοῦ παιδὸς καὶ τῆς
VS
.

2

.

604

γυναικὸς ἐπὶ παλλακῇ ἐγένετο διὰ τὸ καὶ γηράσκον‐ τας ὀφθαλμοὺς ἐπάγεσθαι, θηλυτάτῃ δὲ αὐτῇ γε‐ νομένῃ πᾶσαν ἐφιεὶς ἡνίαν οὐκ ἀγαθὸς ἔδοξε προ‐ στάτης τοῦ οἴκου.105
5 Τὰ δὲ τῆς μελέτης πάτρια τῷ ἀνδρὶ τούτῳ διέ‐ κειτο ὧδε· ἑκατὸν δραχμὰς ἅπαξ καταβαλόντι ἐξῆν ἀκροᾶσθαι τὸν ἀεὶ χρόνον. ἦν δὲ αὐτῷ καὶ θήκη βιβλίων ἐπὶ τῆς οἰκίας, ὧν μετῆν τοῖς ξυλλεγομέ‐ νοις ἐς τὸ πλήρωμα τῆς ἀκροάσεως. ὡς δὲ μὴ συρίτ‐
10τοιμεν ἀλλήλους, μηδὲ σκώπτοιμεν, ἃ ἐν ταῖς τῶν σοφιστῶν ξυνουσίαις φιλεῖ γίγνεσθαι, ἀθρόοι ἐσεκα‐ λούμεθα καὶ ἐκαθήμεθα ἐσκληθέντες οἱ μὲν παῖδες καὶ οἱ παιδαγωγοὶ μέσοι, τὰ μειράκια δὲ αὐτοί. τὸ μὲν οὖν διαλεχθῆναι αὐτὸν ἐν σπανιστοῖς ἔκειτο,
15ὅτε δὲ ὁρμήσειεν ἐς διάλεξιν, ἱππιάζοντί τε ἐῴκει καὶ γοργιάζοντι. ἡ μελέτη δὲ τῆς προτεραίας προ‐ εωραμένη ἐσεκυκλεῖτο. τὸ δὲ μνημονικὸν ἐνενηκον‐ τούτης ἤδη γηράσκων καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρ‐ ρωτο, καὶ ἑρμήνευε μὲν κατὰ φύσιν, Ἀδριάνειοι δὲ
20ἦσαν αἱ ἐπιβολαὶ τῶν νοημάτων. κβʹ. Φοῖνιξ δὲ ὁ Θετταλὸς οὐδὲ θαυμάσαι ἄξιος, οὐδὲ αὖ διαβαλεῖν πάντα. ἦν μὲν γὰρ τῶν Φιλάγρῳ πεφοιτηκότων, γνῶναι δὲ ἀμείνων ἢ ἑρ‐ μηνεῦσαι, τάξιν τε γὰρ τὸ νοηθὲν εἶχε καὶ οὐθὲν
25ἔξω καιροῦ ἐνοεῖτο, ἡ δὲ ἑρμηνεία διεσπάσθαι τε ἐδόκει καὶ ῥυθμοῦ ἀφεστηκέναι. ἐδόκει δὲ ἐπιτηδειό‐ τερος γεγονέναι τοῖς ἀρχομένοις τῶν νέων ἢ τοῖς ἕξιν τινὰ ἤδη κεκτημένοις, τὰ γὰρ πράγματα γυμνὰ ἐξέκειτο καὶ οὐ περιήμπισχεν αὐτὰ ἡ λέξις. ἑβδομη‐
30κοντούτης δὲ ἀποθανὼν Ἀθήνησιν ἐτάφη οὐκ ἀφα‐ νῶς, κεῖται γὰρ πρὸς τοῖς ἐκ τῶν πολέμων ἐν δε‐ ξιᾷ τῆς Ἀκαδημίανδε καθόδου.
VS
.

2

.

605

κγʹ. Ἄγει με ὁ λόγος ἐπ’ ἄνδρα ἐλλογιμώτατον Δαμιανὸν τὸν ἐκ τῆς Ἐφέσου, ὅθεν ἐξῃρήσθων Σώτηροί τε καὶ Σῶσοι καὶ Νίκανδροι καὶ Φαῖδροι Κῦροί τε καὶ Φύλακες, ἀθύρματα γὰρ τῶν Ἑλλή‐106
5νων μᾶλλον οὗτοι προσρηθεῖεν ἂν ἢ σοφισταὶ λόγου ἄξιοι. Δαμιανῷ τοίνυν ἐλλογιμώτατον μὲν καὶ τὸ ἄνω γένος καὶ πλείστου ἄξιοι τῇ Ἐφέσῳ, εὐδοκι‐ μώτατοι δὲ καὶ οἱ ἀπ’ αὐτοῦ φύντες, ξυγκλήτου γὰρ βουλῆς ἀξιοῦνται πάντες ἐπ’ εὐδοξίᾳ θαυμα‐
10ζόμενοι καὶ ὑπεροψίᾳ χρημάτων, αὐτός τε πλούτῳ ποικίλῳ καὶ πολυπρεπεῖ κατεσκευασμένος ἐπήρκει μὲν καὶ τοῖς δεομένοις τῶν Ἐφεσίων, πλεῖστα δὲ ὠφέλει τὸ κοινὸν χρήματά τε ἐπιδιδοὺς καὶ τὰ ὑπο‐ δεδωκότα τῶν δημοσίων ἔργων ἀνακτώμενος. συνῆ‐
15ψε δὲ καὶ τὸ ἱερὸν τῇ Ἐφέσῳ κατατείνας ἐς αὐτὸ τὴν διὰ τῶν Μαγνητικῶν κάθοδον. ἔστι δὲ αὕτη στοὰ ἐπὶ στάδιον λίθου πᾶσα, νοῦς δὲ τοῦ οἰκοδο‐ μήματος μὴ ἀπεῖναι τοῦ ἱεροῦ τοὺς θεραπεύοντας, ὁπότε ὕοι. τοῦτο μὲν δὴ τοὖργον ἀπὸ πολλῶν χρη‐
20μάτων ἀποτελεσθὲν ἐπέγραψεν ἀπὸ τῆς ἑαυτοῦ γυ‐ ναικός, τὸ δὲ ἐν τῷ ἱερῷ ἑστιατήριον αὐτὸς ἀνέθηκε μεγέθει τε ἐξάρας ὑπὲρ πάνθ’ ὁμοῦ τὰ παρ’ ἑτέροις καὶ λόγου κρείττω περιβαλὼν κόσμον, ὡράισται γὰρ Φρυγίῳ λίθῳ, οἷος οὔπω ἐτμήθη. πλούτῳ δὲ χρῆ‐
25σθαι καλῶς ἐκ μειρακίου ἤρξατο· Ἀριστείδου γὰρ δὴ καὶ Ἀδριανοῦ κατειληφότοιν τοῦ μὲν τὴν Σμύρ‐ ναν, τοῦ δὲ τὴν Ἔφεσον, ἠκροάσατο ἀμφοῖν ἐπὶ μυρίαις εἰπὼν πολλῷ ἥδιον ἐς τοιαῦτα δαπανᾶν παιδικὰ ἢ ἐς καλούς τε καὶ καλάς, ὥσπερ ἔνιοι. καὶ
30ὁπόσα ὑπὲρ τῶν ἀνδρῶν τούτων ἀναγέγραφα Δα‐ μιανοῦ μαθὼν εἴρηκα εὖ τὰ ἀμφοῖν εἰδότος. πλού‐
VS
.

2

.

606

του δὲ ἐπίδειξιν τῷ ἀνδρὶ τούτῳ κἀκεῖνα εἶχεν·
πρῶτα μὲν ἡ γῆ πᾶσα, ὁπόσην ἐκέκτητο, ἐκπεφυ‐ τευμένη δένδρεσι καρπίμοις τε καὶ εὐσκίοις, ἐν δὲ τοῖς ἐπὶ θαλάττῃ καὶ νῆσοι χειροποίητοι καὶ λιμέ‐107
5νων προχώσεις βεβαιοῦσαι τοὺς ὅρμους καταιρούσαις τε καὶ ἀφιείσαις ὁλκάσιν, οἰκίαι τε ἐν προαστείοις αἱ μὲν κατεσκευασμέναι τὸν ἐν ἄστει τρόπον, αἱ δὲ ἀντρώδεις, ἔπειτα αὐτοῦ τοῦ ἀνδρὸς τὸ ἐν τῇ ἀγορᾷ ἦθος οὐ πᾶν ἀσπαζομένου κέρδος, οὐδὲ ἐπαινοῦν‐
10τος τὸ ἐξ ἅπαντος λαμβάνειν, ἀλλ’ οὓς αἴσθοιτο ἀποροῦντας προῖκα τούτοις τὴν ἑαυτοῦ φωνὴν δι‐ δόντος. παραπλήσιον δὲ ἦν κἀν τοῖς σοφιστικοῖς τῶν λόγων, οὓς γὰρ αἴσθοιτο ἀποροῦντας ἐξ ὑπερ‐ ορίων ἐθνῶν ἥκοντας, ἠφίει τούτοις τὸν μισθὸν
15τῆς ἀκροάσεως, μὴ λάθοιεν δαπανώμενοι. Ἦν δὲ δικανικοῦ μὲν σοφιστικώτερος, σοφιστι‐ κοῦ δὲ δικανικώτερος. προιὼν δὲ ἐς γῆρας μεθῆκεν ἄμφω τὰς σπουδὰς τὸ σῶμα καταλυθεὶς μᾶλλον ἢ τὴν γνώμην· τοῖς γοῦν κατὰ κλέος αὐτοῦ φοιτῶσιν
20ἐς τὴν Ἔφεσον παρέχων ἑαυτὸν ἀνέθηκε κἀμοί τινα ξυνουσίαν πρώτην τε καὶ δευτέραν καὶ τρίτην, καὶ εἶδον ἄνδρα παραπλήσιον τῷ Σοφοκλείῳ ἵππῳ, νωθρὸς γὰρ ὑφ’ ἡλικίας δοκῶν νεάζουσαν ὁρμὴν ἐν ταῖς σπουδαῖς ἀνεκτᾶτο. ἐτελεύτα δὲ οἴκοι ἔτη
25βιοὺς ἑβδομήκοντα καὶ ἐτάφη ἐν προαστείῳ τινὶ τῶν ἑαυτοῦ, ᾧ μάλιστα ἐνεβίωσεν. κδʹ. Ἀντιπάτρῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν ἦν Ἱεράπολις, ἐγκαταλεκτέα δὲ αὕτη ταῖς κατὰ τὴν Ἀσίαν εὖ πραττούσαις, πατὴρ δὲ Ζευξίδημος τῶν
VS
.

2

.

607

ἐπιφανεστάτων ἐκείνῃ, Ἀδριανῷ δὲ καὶ Πολυδεύκει φοιτήσας ἀπὸ τοῦ Πολυδεύκους μᾶλλον ἥρμοσται, τὰς ὁρμὰς τῶν νοημάτων ἐκλύων τοῖς τῆς ἑρμηνείας ῥυθμοῖς. ἀκροασάμενος δὲ καὶ Ζήνωνος τοῦ Ἀθη‐
5ναίου τὸ περὶ τὴν τέχνην ἀκριβὲς ἐκείνου ἔμαθεν. αὐτοσχέδιος δὲ ὢν οὐδὲ φροντισμάτων ἠμέλει, ἀλλ’ Ὀλυμπικούς τε ἡμῖν διῄει καὶ Παναθηναικοὺς καὶ ἐς ἱστορίαν ἔλαβε τὰ Σεβήρου τοῦ βασιλέως ἔργα, ὑφ’ οὗ μάλιστα ταῖς βασιλείοις ἐπιστολαῖς ἐπιτα‐108
10χθεὶς λαμπρόν τι ἐν αὐταῖς ἤχησεν. ἐμοὶ μὲν γὰρ δὴ ἀποπεφάνθω μελετῆσαι μὲν καὶ ξυγγράψαι τοῦ ἀνδρὸς τούτου πολλοὺς βέλτιον, ἐπιστεῖλαι δὲ μη‐ δένα ἄμεινον, ἀλλ’ ὥσπερ τραγῳδίας λαμπρὸν ὑπο‐ κριτὴν τοῦ δράματος εὖ ξυνιέντα ἐπάξια τοῦ βασι‐
15λείου προσώπου φθέγξασθαι. σαφήνειάν τε γὰρ τὰ λεγόμενα εἶχε καὶ γνώμης μέγεθος καὶ τὴν ἑρμη‐ νείαν ἐκ τῶν παρόντων καὶ ξὺν ἡδονῇ τὸ ἀσύνδε‐ τον, ὃ δὴ μάλιστα ἐπιστολὴν λαμπρύνει. Ὑπάτοις δὲ ἐγγραφεὶς ἦρξε μὲν τοῦ τῶν Βιθυ‐
20νῶν ἔθνους, δόξας δὲ ἑτοιμότερον χρῆσθαι τῷ ξίφει τὴν ἀρχὴν παρελύθη. βίου μὲν δὴ ὀκτὼ καὶ ἑξή‐ κοντα ἔτη τῷ Ἀντιπάτρῳ ἐγένετο καὶ ἐτάφη οἴκοι, λέγεται δὲ ἀποθανεῖν καρτερίᾳ μᾶλλον ἢ νόσῳ· δι‐ δάσκαλος μὲν γὰρ τῶν Σεβήρου παίδων ἐνομίσθη
25καὶ θεῶν διδάσκαλον ἐκαλοῦμεν αὐτὸν ἐν τοῖς ἐπαί‐ νοις τῆς ἀκροάσεως, ἀποθανόντος δὲ τοῦ νεωτέρου σφῶν ἐπ’ αἰτίᾳ, ὡς τῷ ἀδελφῷ ἐπιβουλεύοι, γρά‐ φει πρὸς τὸν πρεσβύτερον ἐπιστολὴν μονῳδίαν ἐπέ‐ χουσαν καὶ θρῆνον, ὡς εἷς μὲν αὐτῷ ὀφθαλμὸς ἐκ
30δυοῖν, χεὶρ δὲ μία, καὶ οὓς ἐπαίδευσεν ὅπλα ὑπὲρ ἀλλήλων αἴρεσθαι, τούτους ἀκούοι κατ’ ἀλλήλων ἠρμέ‐ νους. ὑφ’ ὧν παροξυνθῆναι τὸν βασιλέα μὴ ἀπιστῶ‐ μεν, καὶ γὰρ ἂν καὶ ἰδιώτην ταῦτα παρώξυνε βου‐ λόμενόν γε τὸ δοκεῖν ἐπιβεβουλεῦσθαι μὴ ἀπιστεῖσθαι.
VS
.

2

.

608

κεʹ. Πολὺς ἐν σοφιστῶν κύκλῳ καὶ Ἑρμοκρά‐ της ὁ Φωκαεὺς ᾄδεται φύσεως ἰσχὺν δηλώσας
παρὰ πάντας, οὓς ἑρμηνεύω, οὐδενὶ γὰρ θαυμα‐ σίῳ σοφιστῇ ξυγγενόμενος, ἀλλὰ Ῥουφίνου τοῦ109
5Σμυρναίου ἀκηκοὼς τὰ σοφιστικὰ τολμῶντος μᾶλλον
VS
.

2

.

609

ἢ κατορθοῦντος ἑρμήνευσε ποικιλώτατα Ἑλλήνων καὶ ἔγνω καὶ ἔταξεν, οὐ τὰς μὲν τῶν ὑποθέσεων, τὰς δὲ οὐχί, ἅπαξ δὲ πάσας τὰς μελετωμένας, καὶ γὰρ δὴ καὶ τὰς ἐσχηματισμένας εὖ διέθετο ἀμφιβο‐
5λίας τε πλείστας ἐπινοήσας καὶ τὸ σημαινόμενον ἐγκαταμίξας τῷ ὑφειμένῳ. Πάππος μὲν δὴ αὐτῷ ἐγένετο Ἄτταλος ὁ Πολέ‐ μωνος τοῦ σοφιστοῦ παῖς, πατὴρ δὲ Ῥουφινιανὸς ὁ ἐκ Φωκαίας, ἀνὴρ ὕπατος Καλλιστὼ γήμας τὴν
VS
.

2

.

610

Ἀττάλου. τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐς διαφορὰν κατέστη πρὸς τὴν ἑαυτοῦ μητέρα οὕτω τι ἀπαραίτητον, ὡς μηδὲ δάκρυον ἐπ’ αὐτῷ τὴν Καλ‐ λιστὼ ἀφεῖναι ἐν μειρακίῳ ἀποθανόντι, ὅτε δὴ καὶ
5τοῖς πολεμιωτάτοις ἐλεεινὰ τὰ τῆς ἡλικίας φαίνεται. καὶ τοῦτο οὑτωσὶ μὲν ἀκούσαντι κακίᾳ τοῦ μειρα‐ κίου προσκείσεται μᾶλλον, εἰ μηδὲ μήτηρ ἐπ’ αὐτῷ τι ἔπαθεν, λογιζομένῳ δὲ τὴν αἰτίαν καὶ ὅτι τὴν μητέρα ἀπέστερξεν ἐπὶ δούλου ἔρωτι, ὁ μὲν ξυμ‐
10βαίνων τοῖς νόμοις φαίνοιτο ἄν, οἳ δεδώκασι τὸ ἐπὶ ταῖς τοιαῖσδε αἰτίαις καὶ ἀποκτείνειν, ἡ δὲ ἀξία μισεῖν καὶ τοῖς οὐ προσήκουσιν ὑπὲρ ὧν ἑαυτήν τε καὶ τὸν υἱὸν ᾔσχυνεν. Ὥσπερ δὲ ταύτην ὁ Ἑρμοκράτης διαφεύγει τὴν
15αἰτίαν, οὕτως ἐκείνην οὐκ ἂν διαφύγοι· τὸν γὰρ πατρῷον οἶκον βαθὺν αὐτῷ παραδοθέντα κατεδα‐ πάνησεν οὐκ ἐς ἱπποτροφίας οὐδὲ ἐς λειτουργίας, ἀφ’ ὧν καὶ ὄνομά ἐστιν ἄρασθαι, ἀλλ’ ἐς ἄκρατον καὶ ἑταίρους οἵους παρασχεῖν καὶ κωμῳδίᾳ λόγον,
20οἷον παρέσχον λόγον οἱ Καλλίαν ποτὲ τὸν Ἱππονί‐
κου κολακεύσαντες. Ἀντιπάτρου δὲ παρεληλυθότος ἐς τὰς βασιλείους ἐπιστολὰς ἤδη ἀσπαζομένου τε ἁρμόσαι οἱ τὴν ἑαυ‐ τοῦ θυγατέρα πονήρως ἔχουσαν τοῦ εἴδους οὐκ110
25ἐπήδησε πρὸς τὴν ἐκείνου εὐπραγίαν, ἀλλὰ καὶ τῆς προμνηστρίας ἀναγούσης ἐς τὴν τοῦ Ἀντιπάτρου ἰσχύν, ἣν εἶχε τότε, οὐκ ἄν ποτε ἔφη δουλεῦσαι προικὶ μακρᾷ καὶ πενθεροῦ τύφῳ. ἐξωθούντων δὲ
VS
.

2

.

611

αὐτὸν τῶν συγγενῶν ἐς τὸν γάμον καὶ Διὸς Κόριν‐ θον ἡγουμένων τὸν Ἀντίπατρον οὐ πρότερον εἶξεν ἢ Σεβῆρον αὐτοκράτορα μεταπέμψαντα αὐτὸν ἐς τὴν ἑῴαν δοῦναί οἱ τὴν κόρην, ὅτε δὴ καὶ τῶν ἐπι‐
5τηδείων ἐρομένου τινὸς αὐτόν, πότε ἄγοι τὰ ἀνα‐ καλυπτήρια, ἀστειότατα ὁ Ἑρμοκράτης „ἐγκαλυπ‐ τήρια μὲν οὖν“ ἔφη „τοιαύτην λαμβάνων“. καὶ διέλυσε μετ’ οὐ πολὺ τὸν γάμον ὁρῶν οὔτε ἰδεῖν ἡδεῖαν οὔτε ἐπιτηδείαν τὸ ἦθος.
10 Καὶ ἀκροατὴς δὲ τοῦ Ἑρμοκράτους ὁ αὐτοκρά‐ τωρ γενόμενος ἠγάσθη αὐτὸν ἴσα τῷ πάππῳ δω‐ ρεάς τε αἰτεῖν ἀνῆκεν· καὶ ὁ Ἑρμοκράτης „στε‐ φάνους μὲν“ ἔφη „καὶ ἀτελείας καὶ σιτήσεις καὶ πορφύραν καὶ τὸ ἱερᾶσθαι ὁ πάππος ἡμῖν
15τοῖς ἀπ’ αὐτοῦ παρέδωκεν, καὶ τί ἂν αἰτοίην παρὰ σοῦ τήμερον, ἃ ἐκ τοσούτου ἔχω; ἐπεὶ δὲ ἐστί μοι προστεταγμένον ὑπὸ τοῦ κατὰ τὸ Πέργαμον Ἀσκληπιοῦ πέρδικα σιτεῖσθαι λιβανωτῷ θυμιώμενον, τὸ δὲ ἄρωμα τοῦτο οὕτω τι σπανιστὸν καθ’ ἡμᾶς
20νῦν, ὡς ψαιστὸν καὶ δάφνης φύλλα τοῖς θεοῖς θυ‐ μιᾶσθαι, δέομαι λιβανωτοῦ ταλάντων πεντήκοντα, ἵνα θεραπεύοιμι μὲν τοὺς θεούς, θεραπευοίμην δὲ αὐτός.“ ἔδωκε τὸν λιβανωτὸν ξὺν ἐπαίνῳ ὁ αὐτο‐ κράτωρ ἐρυθριᾶν εἰπών, ἐπειδὴ μικρὰ ᾐτήθη.
25 Ξυνελάμβανε δὲ τῷ Ἑρμοκράτει τῶν ἐπιδείξεων πρῶτον μὲν τὸ τοῦ πάππου κλέος, ἡ γὰρ φύσις ἡ ἀνθρωπεία τὰς ἀρετὰς ἀσπάζεται μᾶλλον τὰς ἐκ πατέρων ἐς παῖδας διαδοθείσας, ὅθεν εὐκλεέστερος μὲν Ὀλυμπιονίκης ὁ ἐξ Ὀλυμπιονικῶν οἴκου, γεν‐111
VS
.

2

.

612

ναιότερος δὲ στρατιώτης ὁ μὴ ἀστρατεύτων ἡδίους τε τῶν ἐπιτηδεύσεων αἱ πατέρων τε καὶ προγόνων οἴκου, καὶ τέχναι βελτίους αἱ κληρονομούμεναι, ξυνελάμβανε δὲ αὐτῷ καὶ ἡ ὥρα ἡ περὶ τῷ εἴ‐
5δει, καὶ γὰρ ἐπίχαρις καὶ ἀγαλματίας, οἷα ἔφηβοι, καὶ τὸ θάρσος δὲ τοῦ μειρακίου τὸ ἐν τοῖς πλήθε‐ σιν ἔκπληξιν ἐς τοὺς πολλοὺς ἔφερεν, ἣν ἐκπλήτ‐ τονται ἄνθρωποι τοὺς τὰ μεγάλα μὴ ξὺν ἀγωνίᾳ πράττοντας. ἐδίδου τι καὶ ἡ εὔροια καὶ ὁ τῆς γλώτ‐
10της κρότος καὶ τὸ ἐν στιγμῇ τοῦ καιροῦ ξυνορᾶν τὰς ὑποθέσεις καὶ τὰ ἀναγιγνωσκόμενά τε καὶ λεγό‐ μενα παλαιότερα ὄντα ἢ νέῳ γε ἐνθυμηθῆναι καὶ ἑρμηνεῦσαι. αἱ μὲν δὴ μελέται τοῦ Ἑρμοκράτους ὀκτώ που ἴσως ἢ δέκα καί τις λόγος οὐ μακρός, ὃν
15ἐν Φωκαίᾳ διῆλθεν ἐν τῷ Πανιωνίῳ κρατῆρι. ἐμοὶ δὲ ἀποπεφάνθω μὴ ἄν τινα ὑπερφωνῆσαι τὴν μει‐ ρακίου τούτου γλῶτταν, εἰ μὴ ἀφῃρέθη τὸ παρελ‐ θεῖν ἐς ἄνδρας φθόνῳ ἁλούς. ἐτελεύτα δὲ κατ’ ἐνίους μὲν ὀκτὼ καὶ εἴκοσι γεγονώς, ὡς δὲ ἔνιοι,
20πέντε καὶ εἴκοσι, καὶ ἐδέξατο αὐτὸν ἡ πατρῴα γῆ καὶ αἱ πατρῷαι θῆκαι. κϛʹ. Ἀνὴρ ἐλλογιμώτατος καὶ Ἡρακλείδης ὁ Λύκιος καὶ τὰ οἴκοι μέν, ἐπειδὴ πατέρων τε ἀγα‐ θῶν ἔφυ καὶ ἀρχιερεὺς Λυκίων ἐγένετο, τὴν δὲ
VS
.

2

.

613

λειτουργησίαν οὖσαν οὐ μεγάλου ἔθνους Ῥωμαίων μεγάλων ἀξιοῦσιν ὑπὲρ ξυμμαχίας, οἶμαι, παλαιᾶς, ἐλλογιμώτερος δὲ ὁ Ἡρακλείδης τὰ σοφιστικά, ἀπο‐
χρῶν μὲν γὰρ ξυνεῖναι, ἀποχρῶν δὲ ἑρμηνεῦσαι καὶ112
5τοὺς ἀγῶνας ἀπέριττος καὶ τὰς πανηγυρικὰς ἐννοίας οὐχ ὑπερβακχεύων. Ἐκπεσὼν δὲ τοῦ θρόνου τοῦ Ἀθήνησι ξυστάν‐ των ἐπ’ αὐτὸν τῶν Ἀπολλωνίου τοῦ Ναυκρατίτου ἑταίρων, ὧν πρῶτος καὶ μέσος καὶ τελευταῖος Μαρ‐
10κιανὸς ὁ ἐκ Δολίχης ἐγένετο, ἐπὶ τὴν Σμύρναν ἐτράπετο θύουσαν μάλιστα δὴ πόλεων ταῖς τῶν σο‐ φιστῶν Μούσαις. νεότητα μὲν οὖν Ἰωνικήν τε καὶ Λύδιον καὶ τὴν ἐκ Φρυγῶν καὶ Καρίας ξυνδραμεῖν ἐς Ἰωνίαν κατὰ ξυνουσίαν τοῦ ἀνδρὸς οὔπω μέγα,
15ἐπειδὴ ἀγχίθυρος ἁπάσαις ἡ Σμύρνα, ὁ δὲ ἦγε μὲν καὶ τὸ ἐκ τῆς Εὐρώπης Ἑλληνικόν, ἦγε δὲ τοὺς ἐκ τῆς ἑῴας νέους, πολλοὺς δὲ ἦγεν Αἰγυπτίων οὐκ ἀνηκόους αὐτοῦ ὄντας, ἐπειδὴ Πτολεμαίῳ τῷ Ναυ‐ κρατίτῃ κατὰ Αἴγυπτον περὶ σοφίας ἤρισεν. ἐνέ‐
20πλησε μὲν δὴ τὴν Σμύρναν ὁμίλου λαμπροῦ, ὤνησε δὲ καὶ πλείω ἕτερα, ἃ ἐγὼ δηλώσω· πόλις ἐς ξένους πολλοὺς ἐπεστραμμένη ἄλλως τε καὶ σοφίας ἐρῶν‐ τας σωφρόνως μὲν βουλεύσει, σωφρόνως δὲ ἐκκλη‐ σιάσει φυλαττομένη δήπου τὸ ἐν πολλοῖς τε καὶ
25σπουδαίοις κακὴ ἁλίσκεσθαι, ἱερῶν τε ἐπιμελήσεται καὶ γυμνασίων καὶ κρηνῶν καὶ στοῶν, ἵνα ἀπο‐ χρῶσα τῷ ὁμίλῳ φαίνοιτο. εἰ δὲ καὶ ναύκληρος ἡ πόλις εἴη, καθάπερ ἡ Σμύρνα, πολλὰ καὶ ἄφθονα αὐ‐ τοῖς ἡ θάλασσα δώσει. ξυνήρατο δὲ τῇ Σμύρνῃ καὶ
30τοῦ εἴδους ἐλαίου κρήνην ἐπισκευάσας ἐν τῷ τοῦ Ἀσκληπιοῦ γυμνασίῳ χρυσῆν τοῦ ὀρόφου, καὶ τὴν στεφανηφόρον ἀρχὴν παρ’ αὐτοῖς ἦρξεν, ἀφ’ ὧν τοῖς ἐνιαυτοῖς τίθενται Σμυρναῖοι τὰ ὀνόματα.
VS
.

2

.

614

Ἐπὶ Σεβήρου δὲ αὐτοκράτορός φασιν αὐτὸν σχεδίου λόγου ἐκπεσεῖν αὐλὴν καὶ δορυφόρους
δείσαντα. τουτὶ δὲ ἀγοραῖος μέν τις παθὼν κἂν αἰτίαν λάβοι, τὸ γὰρ τῶν ἀγοραίων ἔθνος ἰταμοὶ113
5καὶ θρασεῖς, σοφιστὴς δὲ ξυσπουδάζων μειρακίοις τὸ πολὺ τῆς ἡμέρας πῶς ἂν ἀντίσχοι ἐκπλήξει; ἐκ‐ κρούει γὰρ σχεδίου λόγου καὶ ἀκροατὴς σεμνῷ προσ‐ ώπῳ καὶ βραδὺς ἔπαινος καὶ τὸ μὴ κροτεῖσθαι συνήθως, εἰ δὲ καὶ φθόνου ὑποκαθημένου ἑαυτὸν
10αἴσθοιτο, ὥσπερ ὁ Ἡρακλείδης τὸν τοῦ Ἀντιπάτρου τότε ὑφεωρᾶτο, ἧττον μὲν ἐνθυμηθήσεται, ἧττον δὲ εὐροήσει, αἱ γὰρ τοιαίδε ὑποψίαι γνώμης ἀχλὺς καὶ δεσμὰ γλώττης. Ἱερὰς δὲ λέγεται κέδρους ἐκτεμὼν δημευθῆναι
15τὸ πολὺ τῆς οὐσίας, ὅτε δὴ καὶ ἀπιόντι αὐτῷ τοῦ δικαστηρίου ἐπηκολούθουν μὲν οἱ γνώριμοι παρα‐ μυθούμενοί τε καὶ ἀνέχοντες τὸν ἄνδρα, ἑνὸς δὲ αὐτῶν εἰπόντος „ἀλλ’ οὐ μελέτην ἀφαιρήσεταί τις, ὦ Ἡρακλείδη, οὐδὲ τὸ ἐπ’ αὐτῇ κλέοσ“, καὶ ἐπιρ‐
20ραψῳδήσαντος αὐτῷ τὸ „εἷς δή που λοιπὸς κατερύ‐ κεται εὐρέϊ“ —„φίσκῳ“ ἔφη, ἀστειότατα δὴ ἐπι‐ παίξας τοῖς ἑαυτοῦ κακοῖς. Δοκεῖ δὲ μάλιστα σοφιστῶν οὗτος τὴν ἐπιστή‐ μην πόνῳ κατακτήσασθαι μὴ ξυγχωρούσης αὐτῷ
25τῆς φύσεως, καὶ ἔστιν αὐτῷ φρόντισμα οὐκ ἀηδές, βιβλίον ξύμμετρον, ὃ ἐπιγέγραπται Πόνου ἐγκώ‐
VS
.

2

.

615

μιον, τὸ δὲ βιβλίον τοῦτο πρὸ χειρῶν ἔχων ἐνέτυχε Πτολεμαίῳ τῷ σοφιστῇ κατὰ τὴν Ναύκρατιν, ὁ δὲ ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, τοῦ δὲ εἰπόντος, ὅτι πόνου εἴη ἐγκώμιον, αἰτήσας ὁ Πτολεμαῖος τὸ βι‐
5βλίον καὶ ἀπαλείψας τὸ πῖ „ὥρα σοι“ ἔφη „ἀναγι‐ γνώσκειν τὸ ὄνομα τοῦ ἐγκωμίου“. καὶ αἱ διαλέξεις δέ, ἃς Ἀπολλώνιος ὁ Ναυκρατίτης κατ’ αὐτοῦ διε‐ λέγετο, ὡς νωθροῦ καθάπτονται καὶ μοχθοῦντος.
Ἡρακλείδου διδάσκαλοι Ἡρώδης μὲν τῶν οὐκ114
10ἀληθῶς πεπιστευμένων, Ἀδριανὸς δὲ καὶ Χρῆστος ἐν γνησίοις, καὶ Ἀριστοκλέους δὲ ἠκροᾶσθαι αὐτὸν μὴ ἀπιστῶμεν. λέγεται δὲ καὶ γαστρὶ κοίλῃ χρήσα‐ σθαι καὶ πλεῖστα ὀψοφαγῆσαι, καὶ ἡ πολυφαγία αὕτη ἐς οὐδὲν αὐτῷ ἀποσκῆψαι. ἐτελεύτα γοῦν
15ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη ἄρτιος τὸ σῶμα καὶ τάφος μὲν αὐτῷ Λυκία λέγεται, ἐτελεύτα δὲ ἐπὶ θυγατρὶ καὶ ἀπελευθέροις οὐ σπουδαίοις, ὑφ’ ὧν καὶ τὴν Ῥητορικὴν ἐκληρονομήθη· ἡ δὲ Ῥητορικὴ γήδιον δε‐ κατάλαντον ἦν αὐτῷ κατὰ τὴν Σμύρναν ἐωνημένον
20ἐκ τῶν ἀκροάσεων. κζʹ. Μὴ δεύτερα τῶν προειρημένων σοφιστῶν μηδὲ Ἱππόδρομόν τις ἡγείσθω τὸν Θετταλὸν, τῶν μὲν γὰρ βελτίων φαίνεται, τῶν δὲ οὐκ οἶδα ὅ τι λείπεται. Ἱπποδρόμῳ τοίνυν πατρὶς μὲν ἦν Λά‐
25ρισσα πόλις εὖ πράττουσα ἐν Θετταλοῖς, πατὴρ δὲ Ὀλυμπιόδωρος παρελθὼν ἱπποτροφίᾳ Θετταλοὺς πάντας. Μεγάλου δὲ ἐν Θετταλίᾳ δοκοῦντος τοῦ καὶ ἅπαξ προστῆναι τῶν Πυθίων ὁ Ἱππόδρομος προέ‐
VS
.

2

.

616

στη δὶς τῶν Πυθικῶν ἄθλων, πλούτῳ τε ὑπερήνεγ‐ κε τοὺς ἄνω καὶ κόσμῳ τῷ περὶ τὸν ἀγῶνα καὶ μεγέθει γνώμης καὶ δικαιότητι βραβευούσῃ τὸ εὐθύ. τὸ γοῦν περὶ τὸν τῆς τραγῳδίας ὑποκριτὴν ὑπ’
5αὐτοῦ πραχθὲν οὐδὲ ὑπερβολὴν ἑτέρῳ καταλέλοιπε δικαιότητός τε καὶ γνώμης· Κλήμης γὰρ ὁ Βυζάν‐ τιος τραγῳδίας ὑποκριτὴς ἦν μὲν οἷος οὔπω τις τὴν τέχνην, νικῶν δὲ κατὰ τοὺς χρόνους, οὓς τὸ Βυζάν‐ τιον ἐπολιορκεῖτο, ἀπῄει ἁμαρτάνων τῆς νίκης, ὡς
10μὴ δοκοίη δι’ ἑνὸς ἀνδρὸς κηρύττεσθαι πόλις ὅπλα ἐπὶ Ῥωμαίους ἠρμένη. ἄριστα δὲ αὐτὸν ἀγωνισάμε‐
νον κἀν τοῖς Ἀμφικτυονικοῖς ἄθλοις οἱ μὲν Ἀμφι‐ κτύονες ἀπεψηφίζοντο τῆς νίκης δέει τῆς προειρη‐ μένης αἰτίας, ἀναπηδήσας δὲ ξὺν ὁρμῇ ὁ Ἱππόδρο‐115
15μος „οὗτοι μὲν“ εἶπεν „ἐρρώσθων ἐπιορκοῦντές τε καὶ παραγιγνώσκοντες τοῦ δικαίου, ἐγὼ δὲ Κλή‐ μεντι τὴν νικῶσαν δίδωμι.“ ἐφέντος δὲ θατέρου τῶν ὑποκριτῶν ἐπὶ τὸν βασιλέα, ηὐδοκίμησε πάλιν ἡ τοῦ Ἱπποδρόμου ψῆφος, καὶ γὰρ δὴ καὶ ἐπὶ τῆς
20Ῥώμης ἐνίκα ὁ Βυζάντιος. Τοιοῦτος δὲ ὢν ἐς τὰ πλήθη θαυμασίᾳ πρᾳό‐ τητι ἐπὶ τὰς ἐπιδείξεις ἐχρῆτο· παραλαβὼν γὰρ τὴν τέχνην φίλαυτόν τε καὶ ἀλαζόνα οὔτε ἐς ἔπαινον ἑαυτοῦ κατέστη ποτὲ καὶ ἐπέκοπτε τὰς ὑπερβολὰς
25τῶν ἐπαίνων· βοώντων γοῦν ἐπ’ αὐτῷ ποτε τῶν Ἑλλήνων πολλὰ καὶ εὔφημα καί που καὶ τῷ Πολέ‐ μωνι ὁμοιούντων αὐτὸν „τί μ’ ἀθανάτοισιν ἐίσκεισ“; ἔφη, οὔτε τὸν Πολέμωνα ἀφελόμενος τὸ νομίζεσθαι θεῖον ἄνδρα, οὔτε ἑαυτῷ διδοὺς τὸ
VS
.

2

.

617

τοιούτῳ ὁμοιοῦσθαι. Πρόκλου δὲ τοῦ Ναυκρατίτου πομπείαν οὐ πρεσβευτικὴν ξυνθέντος ἐπὶ πάντας τοὺς παιδεύοντας Ἀθήνησι καὶ τὸν Ἱππόδρομον ἐγκαταλέξαντος τῷ λοιδορησμῷ τούτῳ ἡμεῖς μὲν
5ᾠόμεθα λόγου ἀκροάσασθαι πρὸς τὴν τῶν εἰρημέ‐ νων ἠχὼ ξυγκειμένου, ὁ δὲ οὐδὲν εἰπὼν φλαῦρον ἔπαινον εὐφημίας διεξῆλθεν, ἀρξάμενος ἀπὸ τοῦ ταὼ τοῦ ὄρνιθος ὡς ἀναπτεροῦντος αὐτὸν τοῦ ἐπαί‐ νου. ὧδε μὲν δὴ διέκειτο πρὸς τοὺς ἑαυτοῦ πρε‐
10σβυτέρους καὶ χρόνῳ πολλῷ τε καὶ οὐ πολλῷ προειληφότας, ὡς δὲ καὶ πρὸς τοὺς ἰσήλικας εἶχεν, ὑπάρχει μαθεῖν ἐκ τῶνδε νεανίας ἀπ’ Ἰωνίας ἥκων Ἀθήναζε διῄει ἐπαίνους τοῦ Ἡρακλείδου πέρα ἀχθηδόνος· ἰδὼν οὖν αὐτὸν ὁ Ἱππόδρο‐
15μος ἐν τῇ ἀκροάσει „ὁ νεανίας οὗτοσ“ ἔφη „ἐρᾷ τοῦ ἑαυτοῦ διδασκάλου. καλὸν οὖν ξυλλαβεῖν αὐτῷ τῶν παιδικῶν καὶ γὰρ ἂν καὶ ξὺν ἑρμαίῳ ἀπέλθοι μαθὼν ἐγκωμιάζειν.“ καὶ εἰπὼν ταῦτα ἔπαινον τοῦ Ἡρακλείδου διῆλθεν, οἷος ἐπ’ αὐτῷ οὔπω εἴρηται.116
20τὰ δὲ ἐπὶ Διοδότῳ τῷ Καππαδόκῃ δάκρυα καὶ τὸ ἐσθῆτα μέλαιναν ἐπ’ αὐτῷ ἐνδῦναι φύσιν μὲν παρε‐ σχημένῳ μελέτῃ ἐπιτηδείαν, ἐφήβῳ δὲ ἀποθανόντι πατέρα τοῦ Ἑλληνικοῦ ἐκήρυξε τὸν Ἱππόδρομον καὶ περιωπὴν ἔχοντα τοῦ καὶ μεθ’ ἑαυτὸν γενέσθαι
25τινὰς ἀριπρεπεῖς ἄνδρας. τουτὶ δὲ μάλιστα ἐν Ὀλυμπίᾳ ἐδήλωσεν· Φιλοστράτῳ γὰρ τῷ Λημνίῳ γνωρίμῳ μὲν ἑαυτοῦ ὄντι, δύο δὲ καὶ εἴκοσιν ἔτη γεγονότι ἀναρριπτοῦντί τινα αὐτοσχέδιον πλεῖστα μὲν ἐνέδωκε τῇ τέχνῃ τῶν ἐπαίνων, ὧν τε εἰπεῖν
30ἔδει καὶ μή, ἀξιούσης δὲ καὶ τὸν Ἱππόδρομον τῆς Ἑλλάδος αὐτίκα παριέναι, „οὐκ ἐπαποδύσομαι“ ἔφη „τοῖς ἐμαυτοῦ σπλάγχνοισ“. καὶ εἰπὼν ταῦτα ἀνεβάλετο τὴν ἀκρόασιν ἐπὶ τὴν τῆς θυσίας ἡμέραν. ταῦτα μὲν οὖν ἐχέτω μοι δήλωσιν ἀνδρὸς πεπαι‐
35δευμένου φιλανθρώπου τε καὶ πρᾴου τὸ ἦθος.
VS
.

2

.

618

Τὸν δὲ Ἀθήνησι τῶν σοφιστῶν θρόνον κατα‐ σχὼν ἐτῶν που τεττάρων ἀπηνέχθη αὐτοῦ ὑπὸ τῆς γυναικὸς καὶ τοῦ πλούτου, ἐκείνη γὰρ ἐνεργοτάτη γυναικῶν ἐγένετο καὶ φύλαξ ἀγαθὴ χρημάτων,
5ἀμφοῖν τε ἀπόντων ἡ οὐσία ὑπεδίδου. τοῦ γε μὴν φοιτᾶν ἐς τὰς τῶν Ἑλλήνων πανηγύρεις οὐκ ἠμέλει, ἀλλ’ ἐθάμιζεν ἐς αὐτὰς ἐπιδείξεων ἕνεκα καὶ τοῦ μὴ ἀγνοεῖσθαι. βελτίων δὲ κἀκεῖνα ἐφαίνετο ὑπὸ τοῦ καὶ μετὰ τὸ πεπαῦσθαι τοῦ παιδεύειν ἀεὶ σπου‐
10δάζειν. Ἱππόδρομος μὲν γὰρ δὴ πλεῖστα μὲν ἐξέ‐ μαθεν Ἑλλήνων τῶν γε μετὰ τὸν Καππαδόκην Ἀλέ‐
ξανδρον μνήμην εὐτυχησάντων, πλεῖστα δὲ ἀνέγνω μετά γε Ἀμμώνιον τὸν ἀπὸ τοῦ Περιπάτου, ἐκείνου γὰρ πολυγραμματώτερον ἄνδρα οὔπω ἔγνων. μελέ‐117
15της δὲ ὁ Ἱππόδρομος οὔτε ἐν ἀγρῷ διαιτώμενος ἠμέλει οὔτε ὁδοιπορῶν οὔτε ἐν Θετταλίᾳ, ἀλλὰ καὶ κρεῖττον ὄλβου κτῆμα ἐκάλει αὐτὴν ἐκ τῶν Εὐρι‐ πίδου τε ὕμνων καὶ Ἀμφίονος. Ἀγροικότερός τε ὢν τὸ εἶδος ὅμως ἀμήχανον
20εὐγένειαν ἐπεδήλου τοῖς ὄμμασι γοργόν τε καὶ φαι‐ δρὸν βλέπων. τουτὶ δὲ καὶ Μεγιστίας ὁ Σμυρναῖος ἐν αὐτῷ καθεωρακέναι φησὶν οὐ τὰ δεύτερα τῶν φυσιογνωμονούντων νομισθείς· ἀφίκετο μὲν γὰρ ἐς τὴν Σμύρναν μετὰ τὸν Ἡρακλείδην ὁ Ἱππόδρομος
25οὔπω πρὸ τούτου ἥκων, ἀποβὰς δὲ τῆς νεὼς ἀπῄει ἐς ἀγοράν, εἴ τῳ ἐντύχοι πεπαιδευμένῳ τὰ ἐγχώρια. ἱερὸν δὲ κατιδὼν καὶ παιδαγωγούς τε προσκαθημέ‐ νους ἀκολούθους τε παῖδας ἄχθη βιβλίων ἐν πήραις ἀνημμένους ξυνῆκεν, ὅτι παιδεύοι τις ἔνδον τῶν
30ἐπιφανῶν, καὶ ἔσω παρῄει καὶ προσειπὼν τὸν Μεγι‐ στίαν ἐκάθητο ἐρωτῶν οὐδέν. ὁ μὲν δὴ Μεγιστίας ᾤετο ὑπὲρ μαθητῶν αὐτὸν διαλέξεσθαι οἱ, πατέρα ἴσως ἢ τροφέα παίδων ὄντα, καὶ ἤρετο, ὑπὲρ ὅτου
VS
.

2

.

619

ἥκοι, ὁ δὲ „πεύσῃ“ ἔφη „ἐπειδὰν αὐτοὶ γενώμεθα“. διακωδωνίσας οὖν ὁ Μεγιστίας τὰ μειράκια „λέγε“, ἔφη „ὅ τι βούλει“. καὶ ὁ Ἱππόδρομος „ἀντιδῶμεν ἀλλήλοις τὴν ἐσθῆτα“ εἶπεν, ἦν δὲ ἄρα τῷ μὲν
5Ἱπποδρόμῳ χλαμύς, τῷ δὲ αὖ δημηγορικὸν ἱμάτιον. „καὶ τίνα σοι νοῦν ἔχει τοῦτο“; ἦ δ’ ὁ Μεγιστίας. „ἐπίδειξιν“ ἔφη „σοι μελέτης ποιήσασθαι βούλομαι“. δαιμονᾶν μὲν οὖν αὐτὸν ᾠήθη ταῦτα ἐπαγγείλαντα καὶ τὴν γνώμην ἐλαύνεσθαι, τὰς βολὰς δὲ ἀνασκο‐
10πῶν τῶν ὀμμάτων καὶ ὁρῶν αὐτὸν ἔννουν καὶ κα‐
θεστηκότα ἀντέδωκε τὴν ἐσθῆτα ὑπόθεσίν τε αἰτή‐ σαντι προὔβαλε τὸν μάγον τὸν ἀποθνήσκειν ἀξιοῦντα, ἐπειδὴ μὴ ἐδυνήθη ἀποκτεῖναι μάγον μοιχόν. ὡς δὲ ἱζήσας ἐπὶ τοῦ θρόνου καὶ σμικρὸν ἐπισχὼν ἀνεπή‐118
15δησεν, μᾶλλον ἐσῄει τὸν Μεγιστίαν ὁ τῆς μανίας λόγος καὶ τὰ πλεονεκτήματα ἐμβροντησίαν ᾤετο, ἀρξαμένου δὲ τῆς ὑποθέσεως καὶ εἰπόντος „ἀλλ’ ἐμαυτόν γε δύναμαι“ ἐξέπεσεν ἑαυτοῦ ὑπὸ θαύμα‐ τος καὶ προσδραμὼν αὐτῷ ἱκέτευε μαθεῖν, ὅστις
20εἴη. „εἰμὶ μὲν“ ἔφη „Ἱππόδρομος ὁ Θετταλός, ἥκω δέ σοι ἐγγυμνασόμενος, ἵν’ ἐκμάθοιμι δι’ ἑνὸς ἀν‐ δρὸς οὕτω πεπαιδευμένου τὸ ἦθος τῆς Ἰωνικῆς ἀκροάσεως. ἀλλ’ ὅρα με δι’ ὅλης τῆς ὑποθέσεως.“ περὶ τέρμα δὲ τοῦ λόγου δρόμος ὑπὸ τῶν κατὰ τὴν
25Σμύρναν πεπαιδευμένων ἐπὶ τὰς τοῦ Μεγιστίου θύρας ἐγένετο, ταχείας τῆς φήμης διαδοθείσης ἐς πάντας ἐπιχωριάζειν αὐτοῖς τὸν Ἱππόδρομον, ὁ δὲ ἀναλαβὼν τὴν ὑπόθεσιν ἑτέρᾳ δυνάμει μετεχειρίσατο τὰς ἤδη εἰρημένας ἐννοίας παρελθών τε ἐς τὸ κοινὸν
30τῶν Σμυρναίων ἀνὴρ ἔδοξε θαυμάσιος καὶ οἷος ἐν τοῖς πρὸ αὐτοῦ γράφεσθαι.
VS
.

2

.

620

Ἦν δὲ αὐτῷ τὰ μὲν τῆς διαλέξεως Πλάτωνος ἀνημμένα καὶ Δίωνος, τὰ δὲ τῆς μελέτης κατὰ τὸν Πολέμωνα ἐρρωμένα καί που καὶ ποτιμώτερα, τὰ δὲ τῆς εὐροίας οἷα τοῖς ἀλύπως ἀναγιγνώσκουσι τὰ
5σφόδρα αὐτοῖς καθωμιλημένα. Νικαγόρου δὲ τοῦ σο‐ φιστοῦ μητέρα σοφιστῶν τὴν τραγῳδίαν προσειπόντος διορθούμενος ὁ Ἱππόδρομος τὸν λόγον „ἐγὼ δὲ“ ἔφη „πατέρα Ὅμηρον.“ ἐσπούδαζε δὲ καὶ ἀπὸ Ἀρ‐ χιλόχου καλῶν τὸν μὲν Ὅμηρον φωνὴν σοφιστῶν,
10τὸν δὲ Ἀρχίλοχον πνεῦμα. μελέται μὲν δὴ τοῦ ἀνδρὸς τούτου τριάκοντα ἴσως, ἄρισται δὲ αὐτῶν οἱ
Καταναῖοι καὶ οἱ Σκύθαι καὶ ὁ Δημάδης ὁ μὴ ξυγ‐ χωρῶν ἀφίστασθαι Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος. ᾄδονται δὲ αὐτοῦ καὶ λυρικοὶ νόμοι, καὶ γὰρ δὴ καὶ119
15τῆς νομικῆς λύρας ἥπτετο. ἐτελεύτα δὲ ἀμφὶ τὰ ἑβδομήκοντα καὶ οἴκοι καὶ ἐπὶ υἱῷ ἀγροῦ μὲν προ‐ στῆναι καὶ οἰκίας ἱκανῷ, παραπλῆγι δὲ καὶ ἔκφρονι, τὰ δὲ τῶν σοφιστῶν οὐ πεπαιδευμένῳ. κηʹ. Οἱ τὸν Λαοδικέα Οὔαρον λόγων ἀξιοῦν‐
20τες αὐτοὶ μὴ ἀξιούσθων λόγων, καὶ γὰρ εὐτελὴς καὶ διακεχηνὼς καὶ εὐήθης καὶ ἣν εἶχεν εὐφωνίαν αἰσχύνων καμπαῖς ᾀσμάτων, αἷς κἂν ὑπορχήσαιτό τις τῶν ἀσελγεστέρων· οὗ διδάσκαλον ἢ ἀκροατὴν τί ἂν γράφοιμι, τί δ’ ἂν φράζοιμι, εὖ γιγνώσκων,
25ὅτι μήτ’ ἂν τοιαῦτα διδάξειέ τις καὶ τοῖς μεμαθηκό‐ σιν ὄνειδος τὸ τοιούτων ἠκροᾶσθαι; κθʹ. Κυρίνῳ δὲ τῷ σοφιστῇ πατρὶς μὲν Νικο‐ μήδεια ἐγένετο, γένος δὲ οὔτε εὐδόκιμον οὔτε αὖ
VS
.

2

.

621

κατεγνωσμένον, ἀλλὰ φύσις ἀγαθὴ παραλαβεῖν μαθή‐ ματα καὶ παραδοῦναι βελτίων, οὐ γὰρ μνήμην μόνον, ἀλλὰ καὶ σαφήνειαν ἤσκει. κομματίας ὁ σοφιστὴς οὗτος καὶ περὶ μὲν τὰ θετικὰ τῶν χωρίων οὐ πολύς,
5ἐρρωμένος μὴν καὶ σφοδρὸς καὶ κατασεῖσαι δεινὸς ἀκροατοῦ ὦτα, καὶ γὰρ δὴ καὶ ἀπεσχεδίαζεν, προσ‐ φυέστερος δὲ ταῖς κατηγορίαις δοκῶν ἐπιστεύθη ἐκ βασιλέως τὴν τοῦ ταμιείου γλῶτταν, καὶ παρελθὼν ἐς τὸ δυνηθῆναί τι οὔτε βαρὺς οὔτε ἀλαζὼν ἔδοξεν,
10ἀλλὰ πρᾷός τε καὶ ἑαυτῷ ὅμοιος, οὔτε ἐρασιχρήμα‐ τος, ἀλλ’ ὥσπερ τὸν Ἀριστείδην Ἀθηναῖοι ᾄδουσι μετὰ τὴν ἐπίταξιν τῶν φόρων καὶ τὰς νήσους ἐπαν‐ ελθεῖν σφισιν ἐν τῷ προτέρῳ τρίβωνι, οὕτω καὶ ὁ Κυρῖνος ἀφίκετο ἐς τὰ ἑαυτοῦ ἤθη πενίᾳ σεμνυνό‐
15μενος. αἰτιωμένων δὲ αὐτὸν τῶν κατὰ τὴν Ἀσίαν
ἐνδεικτῶν, ὡς πρᾳότερον περὶ τὰς κατηγορίας ἢ αὐτοὶ διδάσκουσιν „καὶ μὴν καὶ πολλῷ βέλτιον“ εἶπεν „ὑμᾶς λαβεῖν τὴν ἐμὴν πρᾳόητα ἢ ἐμὲ τὴν ὑμετέραν ὠμότητα.“ ἐνδειξάντων δὲ αὐτῶν καὶ120
20πόλιν οὐ μεγάλην ἐπὶ πολλαῖς μυριάσιν ἐκράτει μὲν ὁ Κυρῖνος τὴν δίκην ἄκων μάλα, προσιόντες δὲ αὐτῷ οἱ ἐνδεῖκται „αὕτη σε“ ἔφασαν „ἡ δίκη ἀρεῖ μέγαν παρελθοῦσα ἐς τὰ τοῦ βασιλέως ὦτα“. καὶ ὁ Κυρῖ‐ νος „οὐκ ἐμοὶ πρέπον,“ ἔφη „ἀλλ’ ὑμῖν ἐπὶ τῷ πόλιν
25ἀοίκητον εἰργάσθαι τιμᾶσθαι.“ ἐπὶ δὲ υἱῷ τελευτή‐ σαντι παραμυθουμένων αὐτὸν τῶν προσηκόντων „πότε“ εἶπεν „ἀνὴρ ἢ νῦν δόξω“; Ἀδριανοῦ δὲ ἀκροατὴς γενόμενος οὐ πᾶσιν ὡμολόγει τοῖς ἐκείνου, ἀλλ’ ἔστιν ἃ καὶ διέγραφεν οὐκ ὀρθῶς εἰρημένα.
30τέρμα δὲ αὐτῷ τοῦ βίου ἔτος ἑβδομηκοστὸν καὶ τὸ σῆμα οἴκοι. λʹ. Φιλίσκος δὲ ὁ Θετταλὸς Ἱπποδρόμῳ μὲν συνῆπται γένος, τοῦ δὲ Ἀθήνησι θρόνου προὔστη
VS
.

2

.

622

ἐτῶν ἑπτὰ τὴν ἀτέλειαν τὴν ἐπ’ αὐτῷ ἀφαιρεθείς, τουτὶ δὲ πῶς συνέβη, δηλῶσαι ἀνάγκη· Ἑορδαῖοι Μακεδόνες (ἀνειπόντες ἐς) τὰς οἰκείας λειτουργίας τὸν Φιλίσκον, ὡς δὴ ὑπάρχον αὐτοῖς ἐπὶ πάντας
5τοὺς ἀπὸ μητέρων, ** ἐφίεσαν· τῆς δίκης τοίνυν γενομένης ἐπὶ τὸν αὐτοκράτορα, Ἀντωνῖνος δὲ ἦν ὁ τῆς φιλοσόφου παῖς Ἰουλίας, ἐστάλη ἐς τὴν Ῥώμην ὡς τὰ ἑαυτοῦ θησόμενος, καὶ προσρυεὶς τοῖς περὶ τὴν Ἰουλίαν γεωμέτραις τε καὶ φιλοσόφοις εὕρετο
10παρ’ αὐτῆς διὰ τοῦ βασιλέως τὸν Ἀθήνησι θρόνον. ὁ δ’, ὥσπερ οἱ θεοὶ Ὁμήρῳ πεποίηνται οὐ πάντα ἑκόντες ἀλλήλοις διδόντες, ἀλλ’ ἔστιν ἃ καὶ ἄκοντες, οὕτω δὴ ἠγρίαινε καὶ χαλεπὸς ἦν ὡς περιδραμόντι, ὡς δὲ ἤκουσεν εἶναί τινα αὐτῷ καὶ δίκην, ἧς αὐτὸς
15ἀκροατὴς ἔσοιτο, κελεύει τὸν ἐπιτεταγμένον ταῖς δίκαις προειπεῖν οἱ τὸ μὴ δι’ ἑτέρου, δι’ ἑαυτοῦ δὲ ἀγωνίσασθαι. ἐπεὶ δὲ παρῆλθεν ἐς τὸ δικαστήριον,121
VS
.

2

.

623

προσέκρουσε μὲν τὸ βάδισμα, προσέκρουσε δὲ ἡ στάσις, καὶ τὴν στολὴν οὐκ εὐσχήμων ἔδοξε καὶ τὴν φωνὴν μιξόθηλυς καὶ τὴν γλῶτταν ὕπτιος καὶ βλέ‐ πων ἑτέρωσέ ποι μᾶλλον ἢ ἐς τὰ νοούμενα· ἐκ τού‐
5των ἀποστραφεὶς ὁ αὐτοκράτωρ ἐς τὸν Φιλίσκον ἐπεστόμιζεν αὐτὸν καὶ παρὰ πάντα τὸν λόγον διείρων ἐς αὐτὸν τοῦ ὕδατος καὶ ἐρωτήσεις ἐν αὐτῷ στενὰς ποιούμενος, ὡς δὲ οὐ πρὸς τὰ ἐρωτώμενα αἱ ἀπο‐ κρίσεις ἐγένοντο Φιλίσκου „τὸν μὲν ἄνδρα“ ἔφη
10„δείκνυσιν ἡ κόμη, τὸν δὲ ῥήτορα ἡ φωνή“, καὶ μετὰ πολλὰς τοιαύτας ἐπικοπὰς ἐπήγαγεν ἑαυτὸν τοῖς Ἑορδαίοις. εἰπόντος δὲ τοῦ Φιλίσκου „σύ μοι λειτουργιῶν ἀτέλειαν δέδωκας δοὺς τὸν Ἀθήνησι θρόνον“ ἀναβοήσας ὁ αὐτοκράτωρ „οὔτε σὺ“ εἶπεν
15„ἀτελὴς οὔτε ἄλλος οὐδεὶς τῶν παιδευόντων· οὐ γὰρ ἄν ποτε διὰ μικρὰ καὶ δύστηνα λογάρια τὰς πόλεις ἀφελοίμην τῶν λειτουργησόντων.“ ἀλλ’ ὅμως καὶ μετὰ ταῦτα Φιλοστράτῳ τῷ Λημνίῳ λει‐ τουργιῶν ἀτέλειαν ἐπὶ μελέτῃ ἐψηφίσατο τέτταρα καὶ
20εἴκοσιν ἔτη γεγονότι. αἱ μὲν δὴ προφάσεις, δι’ ἃς ὁ Φιλίσκος ἀφῃρέθη τὸ εἶναι ἀτελής, αἵδε ἐγένοντο, μὴ ἀφαιρείσθω δὲ αὐτὸν τὰ περὶ τῷ βλέμματι καὶ τῷ φθέγματι καὶ σχήματι ἐλαττώματα τὸ μὴ οὐ κράτιστα ῥητόρων ἑλληνίσαι τε καὶ συνθεῖναι. ἡ δὲ
25ἰδέα τοῦ λόγου λάλος μᾶλλον ἢ ἐναγώνιος, διεφαί‐ νετο δὲ αὐτῆς καὶ καθαρὰ ὀνόματα καὶ καινοπρεπὴς ἦχος. ἐτελεύτα μὲν οὖν ἐπὶ θυγατρὶ καὶ υἱῷ οὐδενὸς ἀξίῳ, μέτρον δὲ αὐτῷ τοῦ βίου ἔτη ἑπτὰ καὶ ἑξή‐
VS
.

2

.

624

κοντα. κεκτημένος δὲ Ἀθήνησι χωρίον οὐκ ἀηδὲς
οὐκ ἐν αὐτῷ ἐτάφη, ἀλλ’ ἐν τῇ Ἀκαδημίᾳ, οὗ τίθησι τὸν ἀγῶνα ἐπὶ τοῖς ἐκ τῶν πολέμων θαπτομένοις ὁ πολέμαρχος.122
5 λαʹ. Αἰλιανὸς δὲ Ῥωμαῖος μὲν ἦν, ἠττίκιζε δέ, ὥσπερ οἱ ἐν τῇ μεσογείᾳ Ἀθηναῖοι. ἐπαίνου μοι δοκεῖ ἄξιος ὁ ἀνὴρ οὗτος, πρῶτον μέν, ἐπειδὴ καθα‐ ρὰν φωνὴν ἐξεπόνησε πόλιν οἰκῶν ἑτέρᾳ φωνῇ χρωμένην, ἔπειθ’, ὅτι προσρηθεὶς σοφιστὴς ὑπὸ τῶν
10χαριζομένων τὰ τοιαῦτα οὐκ ἐπίστευσεν, οὐδὲ ἐκο‐ λάκευσε τὴν ἑαυτοῦ γνώμην, οὐδὲ ἐπήρθη ὑπὸ τοῦ ὀνόματος οὕτω μεγάλου ὄντος, ἀλλ’ ἑαυτὸν εὖ δια‐ σκεψάμενος ὡς μελέτῃ οὐκ ἐπιτήδειον τῷ ξυγγράφειν ἐπέθετο καὶ ἐθαυμάσθη ἐκ τούτου. ἡ μὲν ἐπίπαν
15ἰδέα τοῦ ἀνδρὸς ἀφέλεια προσβάλλουσά τι τῆς Νικοστράτου ὥρας, ἡ δὲ ἐνίοτε, πρὸς Δίωνα ὁρᾷ καὶ τὸν ἐκείνου τόνον. Ἐντυχὼν δέ ποτε αὐτῷ Φιλόστρατος ὁ Λήμνιος βιβλίον ἔτι πρόχειρον ἔχοντι καὶ ἀναγιγνώσκοντι
20αὐτὸ σὺν ὀργῇ καὶ ἐπιτάσει τοῦ φθέγματος ἤρετο αὐτόν, ὅ τι σπουδάζοι, καὶ ὃς „ἐκπεπόνηταί μοι“ ἔφη „κατηγορία τοῦ Γύννιδος, καλῶ γὰρ οὕτω τὸν
VS
.

2

.

625

ἄρτι καθῃρημένον τύραννον, ἐπειδὴ ἀσελγείᾳ πάσῃ τὰ Ῥωμαίων ᾔσχυνε.“ καὶ ὁ Φιλόστρατος „ἐγώ σε“ εἶπεν „ἐθαύμαζον ἄν, εἰ ζῶντος κατηγόρησασ“. εἶναι γὰρ δὴ τὸ μὲν ζῶντα τύραννον ἐπικόπτειν ἀνδρός,
5τὸ δὲ ἐπεμβαίνειν κειμένῳ παντός. Ἔφασκε δὲ ὁ ἀνὴρ οὗτος μηδ’ ἀποδεδημηκέναι ποι τῆς γῆς ὑπὲρ τὴν Ἰταλῶν χώραν, μηδὲ ἐμβῆναι ναῦν, μηδὲ γνῶναι θάλατταν, ὅθεν καὶ λόγου πλείο‐ νος κατὰ τὴν Ῥώμην ἠξιοῦτο ὡς τιμῶν τὰ ἤθη.
10Παυσανίου μὲν οὖν ἀκροατὴς ἐγένετο, ἐθαύμαζε δὲ τὸν Ἡρώδην ὡς ποικιλώτατον ῥητόρων. ἐβίω δὲ
ὑπὲρ τὰ ἑξήκοντα ἔτη καὶ ἐτελεύτα οὐκ ἐπὶ παισίν, παιδοποιίαν γὰρ παρῃτήσατο τῷ μὴ γῆμαί ποτε. τοῦτο δὲ εἴτε εὔδαιμον εἴτε ἄθλιον οὐ τοῦ παρόντος123
15καιροῦ φιλοσοφῆσαι. λβʹ. Ἐπεὶ δὲ ἡ τύχη κράτιστον ἐπὶ πάντα τὰ ἀνθρώπεια, μηδὲ Ἡλιόδωρος ἀπαξιούσθω σοφι‐ στῶν κύκλου παράδοξον ἀγώνισμα τύχης γενόμενος· ἐχειροτονήθη μὲν γὰρ ὁ ἀνὴρ οὗτος πρόδικος τῆς
20ἑαυτοῦ πατρίδος ἐς τὰ Κελτικὰ ἔθνη ξὺν ἑτέρῳ, νοσοῦντος δὲ θατέρου καὶ λεγομένου τοῦ βασιλέως διαγράφειν πολλὰς τῶν δικῶν διέδραμεν ὁ Ἡλιόδω‐ ρος ἐς τὸ στρατόπεδον δείσας περὶ τῇ δίκῃ, ἐσκα‐ λούμενος δὲ θᾶττον ἢ ᾤετο ἐς τὸν νοσοῦντα ἀνε‐
25βάλλετο, ὑβριστὴς δὲ ὢν ὁ τὰς δίκας ἐσκαλῶν οὐ
VS
.

2

.

626

συνεχώρει ταῦτα, ἀλλὰ παρήγαγεν αὐτὸν ἐς τὰ δικαστήρια ἄκοντά τε καὶ τοῦ γενείου ἕλκων. ὡς δὲ ἔσω παρῆλθε καὶ θαρραλέον μὲν ἐς τὸν βασιλέα εἶδεν, καιρὸν δὲ ᾔτησεν ὕδατος, αὐτὴν δὲ τὴν
5παραίτησιν ἐντρεχῶς διέθετο εἰπὼν „καινόν σοι δόξει, μέγιστε αὐτοκράτορ, ἑαυτόν τις παραγραφό‐ μενος μόνος ἀγωνίσασθαι τὴν δίκην ἐντολὰς οὐκ ἔχων“ ἀναπηδήσας ὁ αὐτοκράτωρ ἄνδρα τε „οἷον οὔπω ἔγνωκα, τῶν ἐμαυτοῦ καιρῶν εὕρημα“ καὶ τὰ
10τοιαῦτα ἐκάλει τὸν Ἡλιόδωρον ἀνασείων τὴν χεῖρα καὶ τὸν κόλπον τῆς χλαμύδος. κατ’ ἀρχὰς μὲν οὖν ἐνέπεσέ τις καὶ ἡμῖν ὁρμὴ γέλωτος οἰομένοις, ὅτι διαπτύοι αὐτόν, ἐπεὶ δὲ ἱππεύειν αὐτῷ τε δημοσίᾳ ἔδωκε καὶ παισίν, ὁπόσους ἔχοι, ἐθαυμάζετο ἡ τύχη
15ὡς τὴν ἑαυτῆς ἰσχὺν ἐνδεικνυμένη διὰ τῶν οὕτω παραλόγων, καὶ πολλῷ πλέον τοῦτο ἐκ τῶν ἐφεξῆς ἐδηλοῦτο· ὡς γὰρ ξυνῆκεν ὁ Ἀράβιος, ὅτι κατὰ δαί‐ μονα ἀγαθὸν τὰ πράγματα αὐτῷ προὔβαινεν, ἀπε‐
χρήσατο τῇ φορᾷ τοῦ βασιλέως, καθάπερ τῶν124
20ναυκλήρων οἱ τὰ ἱστία πλήρη ἀνασείοντες ἐν ταῖς εὐπλοίαις καὶ „ὦ βασιλεῦ“, ἔφη „ἀνάθες μοι καιρὸν ἐς ἐπίδειξιν μελέτησ“, καὶ ὁ βασιλεὺς „ἀκροῶμαι“, εἶπε „καὶ λέγε ἐς τόδε· ὁ Δημοσθένης ἐπὶ τοῦ Φιλίππου ἐκπεσὼν καὶ δειλίας φεύγων.“ μελετῶντι
25δὲ οὐ μόνον ἑαυτὸν εὔνουν παρεῖχεν, ἀλλ’ ἡτοίμαζε καὶ τὸν ἐξ ἄλλων ἔπαινον φοβερὸν βλέπων ἐς τοὺς μὴ ξὺν ἐπαίνῳ ἀκούοντας. καὶ μὴν καὶ προὐστήσατο αὐτὸν τῆς μεγίστης τῶν κατὰ τὴν Ῥώμην συνηγο‐ ριῶν ὡς ἐπιτηδειότερον δικαστηρίοις καὶ δίκαις.
30ἀποθανόντος δὲ τοῦ βασιλέως προσετάχθη μέν τις αὐτῷ νῆσος, λαβὼν δὲ ἐν τῇ νήσῳ φονικὴν αἰτίαν ἀνεπέμφθη ἐς τὴν Ῥώμην ὡς ἀπολογησόμενος τοῖς
VS
.

2

.

627

τῶν στρατοπέδων ἡγεμόσι, δόξαντι δὲ αὐτῷ καθαρῷ εἶναι τῆς αἰτίας ἐπανείθη καὶ ἡ νῆσος. καὶ γηράσκει ἐν τῇ Ῥώμῃ μήτε σπουδαζόμενος μήτε ἀμελούμενος. λγʹ. Ἀσπᾴσιον δὲ τὸν σοφιστὴν Ῥάβεννα μὲν
5ἤνεγκεν, ἡ δὲ Ῥάβεννα Ἰταλοί, Δημητριανὸς δὲ ὁ πατὴρ ἐπαίδευσεν εὖ γιγνώσκων τοὺς κριτικοὺς τῶν λόγων. πολυμαθὴς δὲ ὁ Ἀσπάσιος καὶ πολυήκοος καὶ τὸ μὲν καινοπρεπὲς ἐπαινῶν, ἐς ἀπειροκαλίαν δὲ οὐδαμοῦ ἐκπίπτων ὑπὸ τοῦ ἐν καιρῷ χρῆσθαι οἷς
10γιγνώσκει. τουτὶ δέ που καὶ ἐν μουσικῇ κράτιστον, οἱ γὰρ καιροὶ τῶν τόνων λύρᾳ τε φωνὴν ἔδωκαν καὶ αὐλῷ καὶ μελῳδίαν ἐπαίδευσαν. ἐπιμεληθεὶς δὲ τοῦ δοκίμως τε καὶ σὺν ἀφελείᾳ ἑρμηνεύειν πνεύματός τε καὶ περιβολῆς ἠμέλησε, τὸ σχεδιάζειν τε ἐκ φύσεως
15οὐκ ἔχων πόνῳ παρεστήσατο. Ἦλθε δὲ καὶ ἐπὶ πολλὰ τῆς γῆς μέρη βασιλεῖ τε ξυνὼν καὶ καθ’ ἑαυτὸν μεταβαίνων. προὔστη δὲ καὶ τοῦ κατὰ τὴν Ῥώμην θρόνου νεάζων μὲν εὐδοκι‐
μώτατος, γηράσκων δὲ ξὺν αἰτίᾳ τοῦ μὴ ἑτέρῳ125
20ἀποστῆναι βούλεσθαι. ἡ δὲ πρὸς τὸν Λήμνιον Φιλό‐ στρατον τῷ Ἀσπασίῳ διαφορὰ ἤρξατο μὲν ἀπὸ τῆς Ῥώμης, ἐπέδωκε δὲ ἐν Ἰωνίᾳ ὑπὸ Κασσιανοῦ τε καὶ Αὐρηλίου τῶν σοφιστῶν αὐξηθεῖσα. ἦν δὲ αὐτοῖν ὁ μὲν Αὐρήλιος οἷος καὶ ἐν καπηλείοις μελετᾶν πρὸς
25τὸν ἐκεῖ οἶνον, ὁ δ’ οἷος θρασύνεσθαι μὲν ἐπὶ τὸν Ἀθήνησι θρόνον διὰ καιρούς, οἷς ἀπεχρήσατο, παι‐ δεῦσαι δὲ μηδένα, πλὴν Περίγητος τοῦ Λυδοῦ. περὶ μὲν οὖν τοῦ τρόπου τῆς διαφορᾶς εἴρηταί μοι καὶ τί ἂν αὖθις ἑρμηνεύοιμι τὰ ἀποχρώντως δεδηλωμένα;
VS
.

2

.

628

τὸ δὲ εἶναί τι χρηστὸν καὶ παρ’ ἐχθροῦ εὑρέσθαι ἐν πολλοῖς μὲν τῶν ἀνθρωπίνων διεφάνη, μάλιστα δὲ ἐπὶ τῶν ἀνδρῶν τούτων· διενεχθέντε γὰρ ὁ μὲν Ἀσπάσιος προσεποίησεν αὑτῷ τὸ σχεδιάζειν ξὺν
5εὐροίᾳ, ἐπειδὴ ὁ Φιλόστρατος καὶ τούτου τοῦ μέρους ἐλλογίμως εἶχεν, ὁ δ’ αὖ τὸν ἑαυτοῦ λόγον τέως ὑλομανοῦντα πρὸς τὴν ἀκρίβειαν τὴν ἐκείνου ἐκό‐ λασεν. Ἡ δὲ ξυγγεγραμμένη ἐπιστολὴ τῷ Φιλοστράτῳ
10περὶ τοῦ πῶς χρὴ ἐπιστέλλειν πρὸς τὸν Ἀσπάσιον τείνει, ἐπειδὴ παρελθὼν ἐς βασιλείους ἐπιστολὰς τὰς μὲν ἀγωνιστικώτερον τοῦ δέοντος ἐπέστελλε, τὰς δὲ οὐ σαφῶς, ὧν οὐδέτερον βασιλεῖ πρέπον· αὐτο‐ κράτωρ γὰρ δὴ ὁπότε ἐπιστέλλοι, οὐ δεῖ ἐνθυμημά‐
15των οὐδ’ ἐπιχειρημάτων, ἀλλὰ δόξης, οὐδ’ αὖ ἀσα‐ φείας, ἐπειδὴ νόμους φθέγγεται, σαφήνεια δὲ ἑρμηνεὺς νόμου. Παυσανίου μὲν οὖν μαθητὴς ὁ Ἀσπάσιος, Ἱππο‐ δρόμου δὲ οὐκ ἀνήκοος, ἐπαίδευε δὲ κατὰ τὴν
20Ῥώμην ἱκανῶς γηράσκων, ὁπότε μοι ταῦτα ἐγράφετο. Τοσαῦτα περὶ Ἀσπασίου. περὶ δὲ Φιλοστράτου
Λημνίου καὶ τίς μὲν ἐν δικαστηρίοις ὁ ἀνὴρ οὗτος, τίς δὲ ἐν δημηγορίαις, τίς δὲ ἐν συγγράμμασι, τίς δὲ ἐν μελέταις, ὅσος δὲ ἐν σχεδίῳ λόγῳ, καὶ περὶ126
25Νικαγόρου τοῦ Ἀθηναίου, ὃς καὶ τοῦ Ἐλευσινίου ἱεροῦ κήρυξ ἐστέφθη, καὶ Ἀψίνης ὁ Φοῖνιξ ἐφ’ ὅσον προὔβη μνήμης τε καὶ ἀκριβείας, οὐκ ἐμὲ δεῖ γρά‐ φειν, καὶ γὰρ ἂν καὶ ἀπιστηθείην ὡς χαρισάμενος,
ἐπειδὴ φιλία μοι πρὸς αὐτοὺς ἦν.127