TLG 0638 001 :: Flavius PHILOSTRATUS :: Vita Apollonii

Flavius PHILOSTRATUS Soph.
(Lemnius: A.D. 2–3)

Vita Apollonii

Source: Kayser, C.L. (ed.), Flavii Philostrati opera, vol. 1. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1964): 1–344.

Citation: Chapter — section — (line)

VA
.

t

1

ΦΙΛΟΣΤΡΑΤΟΥ ΤΑ ΕΣ ΤΟΝ ΤΥΑΝΕΑ ΑΠΟΛΛΩΝΙΟΝ.
VA
.

1

.

1

Οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν· ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ
5θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βω‐ μούς, ἀλλὰ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυ‐ μνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ
10θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθά‐ νειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας
15ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ
ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ ὅ1
20τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλε‐ πὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λό‐
25γος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βα‐ δίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ
χαίρετ’, ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός καὶ
ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κόρη τε κόρος τε
30καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησά‐ μενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλο‐ σοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι
VA
.

1

.

2

προὐθέμην· ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενό‐ μενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὔτ’ αὖ νέους
5οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν, ἀλλ’ ὁ μὲν τό, ὁ δὲ τὸ ἐπαινεῖ τοῦ ἀνδρός, οἱ δέ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται
10αὐτὸν καὶ διαβάλλουσιν ὡς βιαίως σοφόν, κακῶς γιγνώσκοντες· Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ, Πλά‐ των τε βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προ‐
15φητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτοῦ λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν
χρώματα οὔπω μαγεύειν ἔδοξε καίτοι πλεῖστα ἀν‐ θρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ προ‐ αισθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν2
20Ἀπολλώνιον ἐς τὴν σοφίαν ταύτην, ἢ διαβεβλήσεταί γε καὶ Σωκράτης ἐφ’ οἷς παρὰ τοῦ δαιμονίου προ‐ εγίγνωσκε καὶ Ἀναξαγόρας ἐφ’ οἷς προὔλεγε· καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπίασι μέν, ὁπότε ἥκιστα ὗε, παρελθόντα ὑπὸ κωδίῳ ἐς τὸ στάδιον
25ἐπὶ προρρήσει ὄμβρου οἰκίαν τε, ὡς πεσεῖται, προ‐ ειπόντα μὴ ψεύσασθαι, πεσεῖν γάρ, νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ ἐκδοθήσονται, προαναφωνήσαντα ἀληθεῦ‐ σαι; καὶ σοφίᾳ ταῦτα τοῦ Ἀναξαγόρου προστιθέντες
30ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προ‐ γιγνώσκειν καί φασιν, ὡς μάγῳ τέχνῃ ταῦτ’ ἔπρατ‐ τεν. δοκεῖ οὖν μοι μὴ περιιδεῖν τὴν τῶν πολλῶν ἄγνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρό‐ νοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας
35τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς ἤδη, τὰ δὲ ἐξ ὧν εἶπον ἕτεροι περὶ αὐτοῦ, τὰ δὲ ἐκ τῶν ἐκεί‐
40νου ἐπιστολῶν. ἐπέστελλε δὲ βασιλεῦσι σοφισταῖς φιλοσόφοις Ἠλείοις Δελφοῖς Ἰνδοῖς Αἰγυπτίοις ὑπὲρ θεῶν ὑπὲρ ἐθῶν ὑπὲρ ἠθῶν ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἁμαρτάνοιτο, ἐπηνώρθου. τὰ δὲ ἀκριβέστερα
VA
.

1

.

3

ὧδε συνελεξάμην· ἐγένετο Δάμις ἀνὴρ οὐκ ἄσοφος τὴν ἀρχαίαν ποτὲ οἰκῶν Νῖνον· οὗτος τῷ Ἀπολ‐ λωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀνα‐ γέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι, καὶ γνώ‐
5μας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπε. καὶ
προσήκων τις τῷ Δάμιδι τὰς δέλτους τῶν ὑπομνη‐ μάτων τούτων οὔπω γιγνωσκομένας ἐς γνῶσιν ἤγα‐ γεν Ἰουλίᾳ τῇ βασιλίδι. μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου—καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας3
10λόγους ἐπῄνει καὶ ἠσπάζετο—μεταγράψαι τε προσ‐ έταξε τὰς διατριβὰς ταύτας καὶ τῆς ἀπαγγελίας αὐ‐ τῶν ἐπιμεληθῆναι, τῷ γὰρ Νινίῳ σαφῶς μέν, οὐ μὴν δεξιῶς γε ἀπηγγέλλετο. ἐνέτυχον δὲ καὶ Μαξί‐ μου τοῦ Αἰγιέως βιβλίῳ ξυνειληφότι τὰ ἐν Αἰγαῖς
15Ἀπολλωνίου πάντα, καὶ διαθῆκαι δὲ τῷ Ἀπολλωνίῳ γεγράφαται, παρ’ ὧν ὑπάρχει μαθεῖν, ὡς ὑποθειά‐ ζων τὴν φιλοσοφίαν ἐγένετο. οὐ γὰρ Μοιραγένει γε προσεκτέον βιβλία μὲν ξυνθέντι ἐς Ἀπολλώνιον τέτ‐ ταρα, πολλὰ δὲ τῶν περὶ τὸν ἄνδρα ἀγνοήσαντι. ὡς
20μὲν οὖν ξυνήγαγον ταῦτα διεσπασμένα καὶ ὡς ἐπε‐ μελήθην τοῦ ξυνθεῖναι αὐτά, εἴρηκα, ἐχέτω δὲ ὁ λό‐ γος τῷ τε ἀνδρὶ τιμήν, ἐς ὃν ξυγγέγραπται, τοῖς τε φιλομαθεστέροις ὠφέλειαν· ἦ γὰρ ἂν μάθοιεν, ἃ μήπω γιγνώσκουσιν.
VA
.

1

.

4

Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυ‐ μος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ
5δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος ὁ Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων· ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι· ὁ δὲ „ἐμέ“ εἶπε. „σὺ δὲ τίς;“ εἰπούσης „Πρωτεὺσ“ ἔφη „ὁ Αἰγύπτιος θεόσ“. ὅστις μὲν δὴ τὴν σοφίαν ὁ
10Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρω‐
τέως, μάλιστα ἐπειδὰν προϊὼν ὁ λόγος δεικνύῃ τὸν4
15ἄνδρα πλείω μὲν ἢ ὁ Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν
VA
.

1

.

5

αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι. τεχθῆναι δὲ ἐν λει‐ μῶνι λέγεται, πρὸς ᾧ νῦν τὸ ἱερὸν αὐτῷ ἐκπεπόνη‐ ται. καὶ μηδὲ ὁ τρόπος ἀγνοείσθω, ὃν ἀπετέχθη· ἀγούσῃ γὰρ τῇ μητρὶ τόκου ὥραν ὄναρ ἐγένετο βα‐
5δίσαι ἐς τὸν λειμῶνα καὶ ἄνθη κεῖραι, καὶ δῆτα ἀφι‐ κομένη αἱ μὲν δμωαὶ προσεῖχον τοῖς ἄνθεσιν ἐσκε‐ δασμέναι κατὰ τὸν λειμῶνα, αὐτὴ δὲ ἐς ὕπνον ἀπήχθη κλιθεῖσα ἐν τῇ πόᾳ. κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν ἐστήσαντο περὶ αὐτὴν καθεύ‐
10δουσαν, καὶ τὰς πτέρυγας, ὥσπερ εἰώθασιν, ἄραντες ἀθρόον ἤχησαν, καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι, ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτε‐ κεν, ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. οἱ δὲ ἐγχώριοί φασιν, ὡς ὁμοῦ τε τίκτοιτο
15καὶ σκηπτὸς ἐν τῇ γῇ πεσεῖσθαι δοκῶν ἐμμετεωρι‐ σθείη τῷ αἰθέρι καὶ ἀφανισθείη ἄνω, τό, οἶμαι, ἐκ‐ φανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ὁ ἀνὴρ ἐγένετο, φαίνοντες οἱ
VA
.

1

.

6

θεοὶ καὶ προσημαίνοντες. ἔστι δέ τι περὶ Τύανα ὕδωρ Ὁρκίου Διός, ὥς φασι, καλοῦσι δὲ αὐτὸ Ἀσβα‐ μαῖον, οὗ πηγὴ ἀναδίδοται ψυχρά, παφλάζει δέ, ὥσπερ ὁ θερμαινόμενος λέβης. τοῦτο εὐόρκοις μὲν
5ἵλεών τε καὶ ἡδὺ ὕδωρ, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη· ἀποσκήπτει γὰρ καὶ ἐς ὀφθαλμοὺς καὶ ἐς χεῖ‐ ρας καὶ ἐς πόδας, καὶ ὑδέροις ἁλίσκονται καὶ φθόαις, καὶ οὐδ’ ἀπελθεῖν δυνατόν, ἀλλ’ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι ὁμολογοῦντες ἃ ἐπι‐
10ώρκησαν· οἱ μὲν δὴ ἐγχώριοί φασι παῖδα τοῦ Διὸς τὸν Ἀπολλώνιον γεγονέναι, ὁ δ’ ἀνὴρ Ἀπολλωνίου
ἑαυτὸν καλεῖ.5
VA
.

1

.

7

Προϊὼν δὲ ἐς ἡλικίαν, ἐν ᾗ γράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδ’ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο, καὶ
5γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ’ Εὐθύδημον τὸν ἐκ Φοινίκης. ὁ δὲ Εὐθύδημος ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ μὲν δι‐ δασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε
10ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι, τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι, ποταμός τε αὐτοὺς διαρρεῖ Κύ‐ δνος, ᾧ παρακάθηνται, καθάπερ τῶν ὀρνίθων οἱ
15ὑγροί. τό τοι „παύσασθε μεθύοντες τῷ ὕδατι“ Ἀπολλωνίῳ πρὸς αὐτοὺς ἐν ἐπιστολῇ εἴρηται. με‐ θίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν
20Ἀσκληπιοῦ καὶ ὁ Ἀσκληπιὸς αὐτὸς ἐπίδηλος τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλα‐ τώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπά‐ του, διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δέ γε Πυθαγορείους ἀρ‐
25ρήτῳ τινὶ σοφίᾳ ξυνέλαβε· διδάσκαλος μὲν γὰρ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· ἦν δὲ οὗτος Εὔξενος ὁ ἐξ Ἡρακλείας
30τοῦ Πόντου, τὰς δὲ Πυθαγόρου δόξας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώ‐
πων, τὸ γὰρ „χαῖρε“ καὶ τὸ „εὖ πρᾶττε“ καὶ τὸ „Ζεὺς ἵλεωσ“ καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν οὔτε διακείμενοι πρὸς6
35τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν· ὁ δέ, ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτοὺς μελε‐ τώμενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δυνηθῶσιν, ὑπερπέτονται τοὺς γονέας ἄλλως τε κἂν
40λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πε‐ τομένους, οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχέ τε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος δέκατον καὶ ἕκτον ὥρμησεν ἐπὶ τὸν τοῦ Πυθαγόρου βίον, πτερωθεὶς
45ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τόν γε Εὔ‐ ξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐξαιτήσας αὐτῷ προ‐ άστειον παρὰ τοῦ πατρός, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, „σὺ μὲν ζῆθι τὸν σεαυτοῦ τρόπον“
VA
.

1

.

8

ἔφη „ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι“. ἡγουμένου δὲ αὐτὸν τοῦ Εὐξένου μεγάλης διανοίας ἅπτεσθαι καὶ ἐρομένου, ὁπόθεν ἄρξοιτο „ὅθεν περ οἱ ἰατροί“, ἔφη „καὶ γὰρ ἐκεῖνοι καθαίροντες τὰς γαστέρας τοὺς
5μὲν οὐδὲ νοσεῖν ἐῶσι, τοὺς δὲ ἰῶνται.“ καὶ εἰπὼν τοῦτο τὰς μὲν ἐμψύχους βρώσεις ὡς οὔτε καθαρὰς καὶ τὸν νοῦν παχυνούσας παρῃτήσατο, τραγήματα δὲ καὶ λάχανα ἐσιτεῖτο, καθαρὰ εἶναι φάσκων, ὁπόσα ἡ γῆ αὐτὴ δίδωσι, καὶ τὸν οἶνον καθαρὸν μὲν ἔφα‐
10σκεν εἶναι πῶμα ἐκ φυτοῦ οὕτως ἡμέρου τοῖς ἀνθρώ‐ ποις ἥκοντα, ἐναντιοῦσθαι δὲ τῇ τοῦ νοῦ συστάσει διαθολοῦντα τὸν ἐν τῇ ψυχῇ αἰθέρα. μετὰ δὲ τὴν κάθαρσιν τῆς γαστρὸς τοιαύτην γενομένην ἀνυπο‐ δησίαν τε ποιεῖται κόσμημα καὶ λίνου ἐσθῆτα ἀμπ‐
15ίσχεται παραιτησάμενος τὴν ἀπὸ τῶν ζῴων, ἀνῆκέ
τε τὴν κόμην καὶ ἐν τῷ ἱερῷ ἔζη. ἐκπεπληγμένων δὲ αὐτὸν τῶν περὶ τὸ ἱερὸν καὶ τοῦ Ἀσκληπιοῦ ποτε πρὸς τὸν ἱερέα φήσαντος, ὡς χαίροι θεραπεύων τοὺς νοσοῦντας ὑπὸ Ἀπολλωνίῳ μάρτυρι, ξυνῄεσαν ἐς τὰς7
20Αἰγὰς ἐφ’ ἱστορίᾳ Κίλικές τε αὐτοὶ καὶ οἱ πέριξ, ὅ τε Κιλίκιος λόγος ποῖ τρέχεις; ἦ ἐπὶ τὸν ἔφη‐ βον; ἐπ’ ἐκείνῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν.
VA
.

1

.

9

Ἄξιον δὲ μηδὲ τὰ ἐν τῷ ἱερῷ παρελθεῖν βίον γε ἀφηγούμενον ἀνδρός, ὃς καὶ τοῖς θεοῖς ἦν ἐν λόγῳ· μειράκιον γὰρ δὴ Ἀσσύριον παρὰ τὸν Ἀσκλη‐ πιὸν ἧκον ἐτρύφα νοσοῦν καὶ ἐν πότοις ἔζη, μᾶλλον
5δὲ ἀπέθνησκεν· ὑδέρῳ δὲ ἄρα εἴχετο καὶ μέθῃ χαῖ‐ ρον αὐχμοῦ ἠμέλει. ἠμελεῖτο δὴ ὑπὸ τοῦ Ἀσκληπιοῦ διὰ ταῦτα καὶ οὐδὲ ὄναρ αὐτῷ ἐφοίτα. ἐπιμεμφο‐ μένῳ δὲ ταῦτα ἐπιστὰς ὁ θεὸς „εἰ Ἀπολλωνίῳ“ ἔφη „διαλέγοιο, ῥᾴων ἔσῃ“. προσελθὼν οὖν τῷ Ἀπολ‐
10λωνίῳ „τί ἂν“ ἔφη „τῆς σῆς σοφίας ἐγὼ ἀπολαύ‐ σαιμι; κελεύει γάρ με ὁ Ἀσκληπιὸς συνεῖναί σοι.“ „ὃ“ ἦ δ’ ὃς „ἔσται σοι πρὸς τὰ παρόντα πολλοῦ ἄξιον· ὑγιείας γάρ που δέῃ;“ „νὴ Δί’“ εἶπεν „ἥν γε ὁ Ἀσκληπιὸς ἐπαγγέλλεται μέν, οὐ δίδωσι δέ.“
15„εὐφήμει“, ἔφη „τοῖς γὰρ βουλομένοις δίδωσι, σὺ δὲ ἐναντία τῇ νόσῳ πράττεις, τρυφῇ γὰρ διδοὺς ὀψο‐ φαγίαν ἐπεσάγεις ὑγροῖς καὶ διεφθορόσι τοῖς σπλάγ‐ χνοις καὶ ὕδατι ἐπαντλεῖς πηλόν.“ ταυτὶ μὲν σαφέ‐ στερα, οἶμαι, τῆς Ἡρακλείτου σοφίας ἐχρησμῴδει·
20ὁ μὲν γὰρ δεῖσθαι ἔφη τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν, ἐσελθόντος αὐτὸν τουτουὶ τοῦ πάθους, οὐκ εὐξύνετά που λέγων, οὐδὲ δῆλα, ὁ δ’ ἤγαγεν ἐς ὑγίειαν τὸ μειράκιον τὰ σοφὰ σαφῶς ἑρμηνεύσας.
VA
.

1

.

10

ἰδὼν δὲ ἀθρόον ποτὲ ἐν τῷ βωμῷ αἷμα καὶ διακεί‐
μενα ἐπὶ τοῦ βωμοῦ τὰ ἱερὰ τεθυμένους τε βοῦς Αἰγυπτίους καὶ σῦς μεγάλους, καὶ τὰ μὲν δέροντας αὐτούς, τὰ δὲ κόπτοντας, χρυσίδας τε ἀνακειμένας8
5δύο καὶ λίθους ἐν αὐταῖς τῶν ἰνδικωτάτων καὶ θαυ‐ μασίων, προσελθὼν τῷ ἱερεῖ „τί ταῦτα;“ ἔφη „λαμ‐ πρῶς γάρ τις χαρίζεται τῷ θεῷ“. ὁ δὲ „θαυμάσῃ“ ἔφη „μᾶλλον, ὅτι μήτε ἱκετεύσας ποτὲ ἐνταῦθα μήτε διατρίψας, ὃν οἱ ἄλλοι χρόνον, μήτε ὑγιάνας πω
10παρὰ τοῦ θεοῦ, μηδ’ ἅπερ αἰτήσων ἦλθεν ἔχων, χθὲς γὰρ δὴ ἀφιγμένῳ ἔοικεν, ὁ δ’ οὕτως ἀφθόνως θύει. φησὶ δὲ πλείω μὲν θύσειν, πλείω δὲ ἀναθή‐ σειν, εἰ πρόσοιτο αὐτὸν ὁ Ἀσκληπιός. ἔστι δὲ τῶν πλουσιωτάτων· κέκτηται γοῦν ἐν Κιλικίᾳ βίον πλείω
15ἢ Κίλικες ὁμοῦ πάντες· ἱκετεύει δὲ τὸν θεὸν ἀπο‐ δοῦναί οἱ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξερρυηκότα.“ ὁ δὲ Ἀπολλώνιος, ὥσπερ γεγηρακὼς εἰώθει, τοὺς ὀφθαλμοὺς ἐς τὴν γῆν στήσας „τί δὲ ὄνομα αὐτῷ;“ ἤρετο. ἐπεὶ δὲ ἤκουσε „δοκεῖ μοι,“ ἔφη „ὦ ἱερεῦ,
20τὸν ἄνθρωπον τοῦτον μὴ προσδέχεσθαι τῷ ἱερῷ, μιαρὸς γάρ τις ἥκει καὶ κεχρημένος οὐκ ἐπὶ χρηστοῖς τῷ πάθει, καὶ αὐτὸ δὲ τὸ πρὶν εὑρέσθαί τι παρὰ τοῦ θεοῦ πολυτελῶς θύειν οὐ θύοντός ἐστιν, ἀλλ’ ἑαυ‐ τὸν παραιτουμένου σχετλίων τε καὶ χαλεπῶν ἔργων.“
25ταῦτα μὲν ὁ Ἀπολλώνιος. ὁ δ’ Ἀσκληπιὸς ἐπιστὰς νύκτωρ τῷ ἱερεῖ „ἀπίτω“ ἔφη „ὁ δεῖνα τὰ ἑαυτοῦ ἔχων, ἄξιος γὰρ μηδὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἔχειν.“ ἀναμανθάνων οὖν ὁ ἱερεὺς τὸν ἄνθρωπον, γυνὴ μὲν τῷ Κίλικι τούτῳ ἐγεγόνει θυγατέρα ἔχουσα
30προτέρων γάμων, ὁ δὲ ἤρα τῆς κόρης καὶ ἀκολάστως εἶχε ξυνῆν τε οὐδ’ ὡς λαθεῖν· ἐπιστᾶσα γὰρ ἡ μή‐ τηρ τῇ εὐνῇ τῆς μὲν ἄμφω, τοῦ δὲ τὸν ἕτερον τῶν
VA
.

1

.

11

ὀφθαλμῶν ἐξέκοψεν ἐναράξασα τὰς περόνας. τό
γε μὴν θύοντας ἢ ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο· πλειόνων γάρ ποτε ξυνεληλυθότων ἐς τὸ ἱερὸν ἄρτι ἐξεληλαμένου τοῦ9
5Κίλικος ἤρετο τὸν ἱερέα οὑτωσί· „ἆρα“ ἔφη „οἱ θεοὶ δίκαιοι;“ „δικαιότατοι μὲν οὖν“ εἶπε. „τί δέ· ξυνετοί;“ „καὶ τί“ ἔφη „ξυνετώτερον τοῦ θείου;“ „τὰ δὲ τῶν ἀνθρώπων ἴσασιν, ἢ ἄπειροι αὐτῶν εἰσι;“ „καὶ μὴν τοῦτ’“ ἔφη „πλεονεκτοῦσι μάλιστα
10οἱ θεοὶ τῶν ἀνθρώπων, ὅτι οἱ μὲν ὑπ’ ἀσθενείας οὐδὲ τὰ ἑαυτῶν ἴσασι, τοῖς δὲ γιγνώσκειν ὑπάρχει τὰ ἐκείνων τε καὶ τὰ αὑτῶν.“ „πάντα“ ἔφη „ἄριστα, ὦ ἱερεῦ, καὶ ἀληθέστατα. ἐπεὶ τοίνυν πάντα γιγνώ‐ σκουσι, δοκεῖ μοι τὸν ἥκοντα ἐς θεοῦ καὶ χρηστὰ
15ἑαυτῷ ξυνειδότα τοιάνδε εὐχὴν εὔχεσθαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· ὀφείλεται γάρ που, ὦ ἱερεῦ, τοῖς μὲν ὁσίοις τὰ ἀγαθά, τοῖς δὲ φαύλοις τἀναντία, καὶ οἱ θεοὶ οὖν εὖ ποιοῦντες, ὃν μὲν ἂν ὑγιᾶ τε καὶ ἄτρωτον κακίας εὕρωσι, πέμπουσι δήπου
20στεφανώσαντες οὐ χρυσοῖς στεφάνοις, ἀλλ’ ἀγαθοῖς πᾶσιν, ὃν δ’ ἂν κατεστιγμένον ἴδωσι καὶ διεφθορότα, καταλείπουσι τῇ δίκῃ, τοσοῦτον αὐτοῖς ἐπιμηνίσαν‐ τες, ὅσον ἐτόλμησαν καὶ ἱερὰ ἐσφοιτᾶν μὴ καθαροὶ ὄντες.“ καὶ ἅμα ἐς τὸν Ἀσκληπιὸν βλέψας „φιλοσο‐
25φεῖς,“ ἔφη „ὦ Ἀσκληπιέ, τὴν ἄρρητόν τε καὶ συγ‐ γενῆ σαυτῷ φιλοσοφίαν μὴ συγχωρῶν τοῖς φαύλοις δεῦρο ἥκειν, μηδ’ ἂν πάντα σοι τὰ ἀπὸ Ἰνδῶν καὶ Σαρδῴων ξυμφέρωσιν· οὐ γὰρ τιμῶντες τὸ θεῖον θύουσι ταῦτα καὶ ἀνάπτουσιν, ἀλλ’ ὠνούμενοι τὴν
30δίκην, ἣν οὐ ξυγχωρεῖτε αὐτοῖς δικαιότατοι ὄντες.“ πολλὰ τοιαῦτα ἐν τῷ ἱερῷ ἐφιλοσόφει ἐν ἐφήβῳ ἔτι.
VA
.

1

.

12

κἀκεῖνα τῆς ἐν Αἰγαῖς διατριβῆς· Κιλίκων ἦρχεν ὑβριστὴς ἄνθρωπος καὶ κακὸς τὰ ἐρωτικά· ἐς τοῦ‐
τον ἦλθε λόγος τῆς τοῦ Ἀπολλωνίου ὥρας, ὁ δὲ ἐρρῶσθαι φράσας οἷς ἔπραττεν, ἐν Ταρσοῖς δὲ ἄρα10
5ἀγορὰν ἦγεν, ἐξωρμήθη ἐς τὰς Αἰγὰς νοσεῖν τε ἑαυ‐ τὸν φήσας καὶ τοῦ Ἀσκληπιοῦ δεῖσθαι, καὶ προσελ‐ θὼν τῷ Ἀπολλωνίῳ βαδίζοντι ἰδίᾳ „σύστησόν με“ ἔφη „τῷ θεῷ“. ὁ δὲ ὑπολαβὼν „καὶ τί σοι δεῖ τοῦ συστήσοντοσ“, εἶπεν „εἰ χρηστὸς εἶ; τοὺς γὰρ σπου‐
10δαίους οἱ θεοὶ καὶ ἄνευ τῶν προξενούντων ἀσπά‐ ζονται.“ „ὅτι νὴ Δί’,“ ἔφη „Ἀπολλώνιε, σὲ μὲν ὁ θεὸς πεποίηται ξένον, ἐμὲ δὲ οὔπω“. „ἀλλὰ κἀμοῦ“ ἔφη „καλοκαγαθία προὐξένησεν, ᾗ χρώμενος, ὡς δυνατὸν νέῳ, θεράπων τέ εἰμι τοῦ Ἀσκληπιοῦ καὶ
15ἑταῖρος· εἰ δὲ καὶ σοὶ καλοκαγαθίας μέλει, χώρει θαρρῶν παρὰ τὸν θεὸν καὶ εὔχου, ὅ τι ἐθέλεις.“ „νὴ Δί’,“ „εἶπεν „ἢν σοί γε προτέρῳ εὔξωμαι.“ „καὶ τί“ ἔφη „ἐμοὶ εὔξῃ;“ ὃ“ ἦ δ’ ὃς „εὔχεσθαι δεῖ τοῖς καλοῖς· εὐχόμεθα δὲ αὐτοῖς κοινωνεῖν τοῦ
20κάλλους καὶ μὴ φθονεῖν τῆς ὥρας.“ ἔλεγε δὲ ταῦτα ὑποθρύπτων ἑαυτὸν καὶ τοὺς ὀφθαλμοὺς ὑγραίνων καὶ τί γὰρ οὐχ ἑλίττων τῶν οὕτως ἀσελγῶν τε καὶ ἐπιρρήτων; ὁ δὲ ταυρηδὸν ὑποβλέψας αὐτὸν „μαίνῃ“, ἔφη „ὦ κάθαρμα.“ τοῦ δ’ οὐ μόνον πρὸς ὀργὴν
25ταῦτα ἀκούσαντος, ἀλλὰ καὶ ἀπειλήσαντος, ὡς ἀπο‐ κόψοι αὐτοῦ τὴν κεφαλήν, καταγελάσας ὁ Ἀπολλώ‐ νιος „ὦ ἡ δεῖνα ἡμέρα“ ἀνεβόησε· τρίτη δὲ ἄρα ἦν ἀπ’ ἐκείνης, ἐν ᾗ δήμιοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν τὸν ὑβριστὴν ἐκεῖνον, ὡς ξὺν Ἀρχελάῳ τῷ Καππα‐
30δοκίας βασιλεῖ νεώτερα ἐπὶ Ῥωμαίους πράττοντα. ταῦτα καὶ πολλὰ τοιαῦτα Μαξίμῳ τῷ Αἰγιεῖ ξυγγέ‐ γραπται, ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν.
VA
.

1

.

13

Ἐπεὶ δὲ τεθνεῶτα τὸν πατέρα ἤκουσεν, ἔδραμεν
ἐς τὰ Τύανα, κἀκεῖνον μὲν ταῖς ἑαυτοῦ χερσὶν ἔθαψε πρὸς τῷ τῆς μητρὸς σήματι, ἐτεθνήκει δὲ κἀκείνη οὐ πάλαι, τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε11
5πρὸς τὸν ἀδελφὸν ἀκόλαστόν τε καὶ φιλοπότην ὄντα. καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, ὁ δ’ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις. διατρίψας οὖν ἐν Αἰγαῖς πάλιν καὶ τὸ ἱερὸν Λύκειόν τε ἀπο‐
10φήνας καὶ Ἀκαδημίαν, φιλοσοφίας γὰρ ἠχὼ πάσης ἐν αὐτῷ ἦν, ἐπανῆλθεν ἐς τὰ Τύανα ἀνὴρ ἤδη καὶ κύριος τῶν ἑαυτοῦ, εἰπόντος δὲ πρὸς αὐτόν τινος, ὡς σωφρονίσαι τὸν ἀδελφὸν προσήκοι αὐτῷ καὶ με‐ ταβαλεῖν τοῦ τρόπου, „τουτὶ μὲν θρασὺ“ ἔφη „δόξει,
15πρεσβύτερον γὰρ νέος πῶς ἂν σωφρονίζοιμι; ὡς δέ μοι δυνατόν, ἰάσομαι αὐτὸν τουτωνὶ τῶν παθῶν·“ δίδωσι δὴ αὐτῷ τὴν ἡμίσειαν τῆς ἑαυτοῦ μοίρας, τὸν μὲν πλειόνων δεῖσθαι φήσας, ἑαυτὸν δὲ ὀλίγων, ἐφιστὰς δὲ αὐτὸν καὶ σοφῶς ὑπαγόμενος ἐς τὸ σω‐
20φρονίζοντι πείθεσθαι „ὁ μὲν πατὴρ“ ἔφη „μεθέστη‐ κεν, ὃς ἐπαίδευέ τε ἡμᾶς καὶ ἐνουθέτει, λοιπὸς δὲ σὺ ἐμοὶ καὶ σοὶ δήπου ἐγώ· εἴτ’ οὖν ἐγώ τι ἁμαρ‐ τάνοιμι, σύμβουλος γίγνου καὶ ἰῶ τἀμά, εἴτ’ αὐτός τι ἁμαρτάνοις, ἀνέχου διδάσκοντος.“ κἀκεῖνον μέν,
25ὥσπερ οἱ καταψῶντες τοὺς δυσηνίους τε καὶ μὴ εὐαγώγους τῶν ἵππων, ἐς πειθὼ ἤγαγε καὶ μετερ‐ ρύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων, καὶ γὰρ κύβων ἥττητο καὶ οἴνου καὶ ἐφ’ ἑταίρας ἐκώμαζεν ἐπαιρούσης αὐτὸν κόμης, ἣν καὶ βαφαῖς ἤσκει, σο‐
30βῶν τε καὶ ἄνω βαίνων. ἐπεὶ δὲ καὶ τὰ πρὸς τὸν ἀδελφὸν αὐτῷ εὖ εἶχεν, ἐπὶ τοὺς ἄλλους ἤδη συγγε‐ νεῖς ἐτράπετο καὶ τοὺς δεομένους σφῶν ἀνεκτήσατο τῇ λοιπῇ οὐσίᾳ μικρὰ ἑαυτῷ ὑπολιπόμενος, ὅτε δὴ
τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀγέλαις τε καὶ12
35μήλοις τὰ ἑαυτοῦ ἀνέντα προβάτοις ἔφη μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι, τὸν δὲ Θηβαῖον Κράτητα καταποντώσαντα τὴν οὐσίαν οὔτε ἀνθρώποις γενέ‐ σθαι ἐπιτήδειον οὔτε προβάτοις. εὐδοκιμήσαντος δὲ τοῦ Πυθαγόρου ἐπὶ τῷ λόγῳ, ὃν ἔλεγε περὶ τοῦ μὴ
40δεῖν παρ’ ἄλλην ἰέναι γυναῖκα ἢ τὴν ἑαυτοῦ, τουτὶ μὲν ἑτέροις ἔφη ὑπὸ Πυθαγόρου προειρῆσθαι, αὐτὸς δὲ μήτ’ ἂν γῆμαι μήτ’ ἂν ἐς ὁμιλίαν ἀφικέσθαι ποτὲ ἀφροδισίων, ὑπερβαλλόμενος καὶ τὸ τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀπο‐
45φυγεῖν ἐς γῆρας ἐλθών, ὁ δ’ ὑπ’ ἀρετῆς τε καὶ σω‐ φροσύνης οὐδ’ ἐν μειρακίῳ ἡττήθη τούτου, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυτ‐ τῶντος ἐδέσποζεν. ἀλλ’ ὅμως συκοφαντοῦσί τινες ἐπὶ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρη‐
VA
.

1

.

13

(50)

σάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυ‐ θῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη· οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπὶ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ’ αὐτοῦ ξυνθείς, ὡς ἐν
55τοῖς περὶ Εὐφράτου λόγοις δείξομεν, διεφέρετο δὲ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ’ ὑπὲρ χρημά‐ των αὐτὸν πράττοντα ἐπέκοπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαί τε καὶ τὴν σοφίαν καπηλεύειν. ἀλλὰ ταῦτα μὲν ἐς τοὺς αὐτῶν χρόνους ἀναβεβλή‐
60σθω μοι.
VA
.

1

.

14

Ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξέ‐ νου, τί δῆτα οὐ ξυγγράφοι καίτοι γενναίως δοξάζων καὶ ἀπαγγελίᾳ χρώμενος δοκίμῳ καὶ ἐγηγερμένῃ „ὅτι“ ἔφη „οὔπω ἐσιώπησα.“ καὶ ἐνθένδε ἀρξάμε‐
5νος σιωπᾶν ᾠήθη δεῖν, καὶ τὴν μὲν φωνὴν κατεῖχεν,
οἱ δ’ ὀφθαλμοὶ καὶ ὁ νοῦς πλεῖστα μὲν ἀνεγίγνωσκον, πλεῖστα δὲ ἐς μνήμην ἀνελέγοντο· τό τοι μνημονι‐ κὸν ἑκατοντούτης γενόμενος καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔρρωτο, καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην13
10ᾔδετο, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθά‐ νατον παρὰ τῆς μνημοσύνης εἶναι. οὐ μὴν ἄχαρις τά γε ἐς ξυνουσίας ἦν παρ’ ὃν ἐσιώπα χρόνον, ἀλλὰ πρὸς τὰ λεγόμενα καὶ οἱ ὀφθαλμοί τι ἐπεσήμαινον
15καὶ ἡ χεὶρ καὶ τὸ τῆς κεφαλῆς νεῦμα, οὐδὲ ἀμειδὴς ἢ σκυθρωπὸς ἐφαίνετο, τὸ γὰρ φιλέταιρόν τε καὶ τὸ εὐμενὲς εἶχε. τοῦτον ἐπιπονώτατον αὑτῷ φησι γε‐ νέσθαι τὸν βίον ὅλων πέντε ἐτῶν ἀσκηθέντα, πολλὰ μὲν γὰρ εἰπεῖν ἔχοντα μὴ εἰπεῖν, πολλὰ δὲ πρὸς ὀρ‐
20γὴν ἀκούσαντα μὴ ἀκοῦσαι, πολλοῖς δ’ ἐπιπλῆξαι προ‐ αχθέντα τέτλαθι δὴ κραδίη τε καὶ γλῶττα πρὸς ἑαυτὸν φάναι, λόγων τε προσκρουσάντων αὐτῷ
VA
.

1

.

15

παρεῖναι τὰς ἐλέγξεις τότε. διέτριψέ τε τοὺς τῆς σιωπῆς χρόνους τὸν μὲν ἐν Παμφύλοις, τὸν δὲ ἐν Κιλικίᾳ, καὶ βαδίζων δι’ οὕτω τρυφώντων ἐθνῶν οὐδαμοῦ ἐφθέγξατο, οὐδ’ ὑπήχθη γρύξαι. ὁπότε
5μὴν στασιαζούσῃ πόλει ἐντύχοι, πολλαὶ δὲ ἐστασίαζον ὑπὲρ θεαμάτων οὐ σπουδαίων, παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητ’ ἂν ἀτα‐ ξία πᾶσα καὶ ὥσπερ ἐν μυστηρίοις ἐσιώπων. καὶ τὸ
10μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα, οἱ γὰρ ὑπὲρ τοιού‐ των ἀτακτοῦντες, ἂν πρὸς ἄνδρα ἴδωσιν, ἐρυθριῶσί τε καὶ αὑτῶν ἐπιλαμβάνονται καὶ ῥᾷστα δὴ ἐς νοῦν ἥκουσι, λιμῷ δὲ πεπιεσμένην πόλιν οὐ ῥᾴδιον εὐηνίῳ
15καὶ πιθανῷ λόγῳ μεταδιδάξαι καὶ ὀργῆς παῦσαι.
ἀλλ’ Ἀπολλωνίῳ καὶ ἡ σιωπὴ πρὸς τοὺς οὕτω δια‐ κειμένους ἤρκει. ἀφίκετο μὲν γὰρ ἐς Ἄσπενδον τὴν Παμφύλων—πρὸς Εὐρυμέδοντι δὲ οἰκεῖται ποταμῷ ἡ πόλις αὕτη, τρίτη τῶν ἐκεῖ—ὄροβοι δ’ ὤνιοι καὶ14
20τὰ ἐς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς, τὸν γὰρ σῖτον οἱ δυνατοὶ ξυγκλείσαντες εἶχον, ἵν’ ἐκκαπη‐ λευθείη τῆς χώρας. ἀνηρέθιστο δὴ ἐπὶ τὸν ἄρχοντα ἡλικία πᾶσα καὶ πυρὸς ἐπ’ αὐτὸν ἥπτοντο καίτοι προσκείμενον τοῖς βασιλείοις ἀνδριᾶσιν, οἳ καὶ τοῦ
25Διὸς τοῦ ἐν Ὀλυμπίᾳ φοβερώτεροι ἦσαν τότε καὶ ἀσυλότεροι, Τιβερίου γε ὄντες, ἐφ’ οὗ λέγεταί τις ἀσεβῆσαι δόξαι τυπτήσας τὸν ἑαυτοῦ δοῦλον φέροντα δραχμὴν ἀργυρᾶν νενομισμένην ἐς Τιβέριον. προσ‐ ελθὼν οὖν τῷ ἄρχοντι ἤρετο αὐτὸν τῇ χειρί, ὅ τι εἴη
30τοῦτο, τοῦ δὲ ἀδικεῖν μὲν οὐδὲν φήσαντος, ἀδικεῖ‐ σθαι δὲ μετὰ τοῦ δήμου, λόγου δ’ εἰ μὴ τύχοι, ξυν‐ απολεῖσθαι τῷ δήμῳ, μετεστράφη τε εἰς τοὺς περι‐ εστηκότας ὁ Ἀπολλώνιος καὶ ἔνευσεν ὡς χρὴ ἀκοῦ‐ σαι, οἱ δὲ οὐ μόνον ἐσιώπησαν ὑπ’ ἐκπλήξεως τῆς
35πρὸς αὐτόν, ἀλλὰ καὶ τὸ πῦρ ἔθεντο ἐπὶ τῶν βωμῶν τῶν αὐτόθι. ἀναθαρρήσας οὖν ὁ ἄρχων „ὁ δεῖνα“ ἔφη „καὶ ὁ δεῖνα“ πλείους εἰπὼν „τοῦ λιμοῦ τοῦ καθεστηκότος αἴτιοι, τὸν γὰρ σῖτον ἀπολαβόντες φυ‐ λάττουσι κατ’ ἄλλος ἄλλος τῆς χώρας.“ διακελευο‐
40μένων δὲ τῶν Ἀσπενδίων ἀλλήλοις ἐπὶ τοὺς ἀγροὺς φοιτᾶν, ἀνένευσεν ὁ Ἀπολλώνιος μὴ πράττειν τοῦτο, μετακαλεῖν δὲ μᾶλλον τοὺς ἐν τῇ αἰτίᾳ καὶ παρ’ ἑκόντων εὑρέσθαι τὸν σῖτον. ἀφικομένων δὲ μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπ’ αὐτοὺς ῥῆξαι, παθών τι
45πρὸς τὰ τῶν πολλῶν δάκρυα—καὶ γὰρ παιδία ξυνερρυήκει καὶ γύναια, καὶ ὠλοφύροντο οἱ γεγηρα‐ κότες, ὡς αὐτίκα δὴ ἀποθανούμενοι λιμῷ—τιμῶν
δὲ τὸ τῆς σιωπῆς δόγμα γράφει ἐς γραμματεῖον ἐπί‐ πληξιν καὶ δίδωσιν ἀναγνῶναι τῷ ἄρχοντι· ἡ δὲ15
VA
.

1

.

15

(50)

ἐπίπληξις ὧδε εἶχεν· „Ἀπολλώνιος σιτοκαπήλοις Ἀσπενδίων. ἡ γῆ πάντων μήτηρ, δικαία γάρ, ὑμεῖς δὲ ἄδικοι ὄντες πεποίησθε αὐτὴν αὑτῶν μόνων μη‐ τέρα, καὶ εἰ μὴ παύσεσθε, οὐκ ἐάσω ὑμᾶς ἐπ’ αὐτῆς ἑστάναι.“ ταῦτα δείσαντες ἐνέπλησαν τὴν ἀγορὰν
55σίτου καὶ ἀνεβίω ἡ πόλις.
VA
.

1

.

16

Ἐπεφοίτησε καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ πεπαυμέ‐ νος τοῦ σιωπᾶν, καὶ παρῆλθεν ἐς τὸ ἱερὸν τοῦ Δα‐ φναίου Ἀπόλλωνος, ᾧ περιάπτουσιν Ἀσσύριοι τὸν μῦθον τὸν Ἀρκάδα· τὴν γὰρ τοῦ Λάδωνος Δάφνην
5ἐκεῖ μεταφῦναι λέγουσι καὶ ποταμὸς αὐτοῖς ῥεῖ Λά‐ δων, καὶ φυτὸν τιμᾶται παρ’ αὐτοῖς δάφνης, τοῦτο δὴ τὸ ἀντὶ τῆς παρθένου, κυπαρίττων τε ὕψη ἀμή‐ χανα περιέστηκε κύκλῳ τὸ ἱερὸν καὶ πηγὰς ἐκδίδω‐ σιν ὁ χῶρος ἀφθόνους τε καὶ ἠρεμούσας, αἷς τὸν
10Ἀπόλλω φασὶ ῥαίνεσθαι. ἐνταῦθα κυπαρίττου τι ἔρνος ἡ γῆ ἀναδέδωκεν ἐπὶ Κυπαρίττῳ φασὶν ἐφήβῳ Ἀσσυρίῳ, καὶ πιστοῦται τὴν μεταβολὴν ἡ ὥρα τοῦ φυτοῦ. καὶ ἴσως νεανικώτερον ἅπτεσθαι δοκῶ τοῦ λόγου διαμυθολογῶν τὰ τοιαῦτα· ἀλλ’ οὐχ ὑπὲρ
15μυθολογίας ταῦτα. τί δέ μοι ὁ λόγος βούλεται; ὁ Ἀπολλώνιος ἰδὼν τὸ ἱερὸν χαρίεν μέν, σπουδὴν δ’ ἐν αὐτῷ οὐδεμίαν, ἀλλ’ ἀνθρώπους ἡμιβαρβάρους καὶ ἀμούσους „Ἄπολλον,“ ἔφη „μετάβαλε τοὺς ἀφώ‐ νους ἐς δένδρα, ἵνα κἂν ὡς κυπάριττοι ἠχῶσιν.“
20τὰς δὲ πηγὰς ἐπισκεψάμενος, ὡς γαλήνην ἄγουσι καὶ κελαρύζει σφῶν οὐδεμία, „ἡ ἀφωνία“ εἶπεν „ἡ ἐν‐ ταῦθα οὐδὲ ταῖς πηγαῖς ξυγχωρεῖ φθέγγεσθαι.“ πρὸς δὲ τὸν Λάδωνα ἰδὼν „οὐχ ἡ θυγάτηρ“ ἔφη „σοὶ μόνη μετέβαλεν, ἀλλὰ καὶ σὺ τῷ δόξαι βάρβαρος ἐξ
25Ἕλληνός τε καὶ Ἀρκάδος.“ ἐπεὶ δὲ ἔγνω διαλέγε‐ σθαι, τὰ μὲν ὁμιλούμενα τῶν χωρίων καὶ ἀτακτοῦντα παρῃτεῖτο φήσας οὐκ ἀνθρώπων ἑαυτῷ δεῖν, ἀλλ’ ἀνδρῶν, τὰ δὲ σεμνότερα ἐσεφοίτα καὶ ᾤκει τῶν ἱερῶν τὰ μὴ κληιστά. ἡλίου μὲν δὴ ἀνίσχοντος ἐφ’16
30ἑαυτοῦ τινα ἔπραττεν, ἃ μόνοις ἐποίει δῆλα τοῖς ἐτῶν τεττάρων σιωπᾶν γεγυμνασμένοις, τὸν δὲ μετὰ ταῦτα καιρόν, εἰ μὲν Ἑλλὰς ἡ πόλις εἴη καὶ τὰ ἱερὰ γνώ‐ ριμα, ξυγκαλῶν ἂν τοὺς ἱερέας ἐφιλοσόφει περὶ τῶν θεῶν καὶ διωρθοῦτο αὐτούς, εἴ που τῶν νομιζομέ‐
35νων ἐξαλλάττοιεν, εἰ δὲ βάρβαρά τε καὶ ἰδιότροπα εἴη, διεμάνθανε τοὺς ἱδρυσαμένους αὐτὰ καὶ ἐφ’ ὅτῳ ἱδρύθη, πυθόμενός τε, ὅπη θεραπεύεται ταῦτα καὶ ὑποθέμενος, εἴ τι σοφώτερον τοῦ δρωμένου ἐν‐ θυμηθείη, μετῄει ἐπὶ τοὺς ὁμιλητὰς καὶ ἐκέλευεν
40ἐρωτᾶν, ἃ βούλονται. ἔφασκε γὰρ χρῆναι τοὺς οὕτω φιλοσοφοῦντας ἠοῦς μὲν ἀρχομένης ξυνεῖναι θεοῖς, προϊούσης δὲ περὶ θεῶν, τὸν δὲ μετὰ ταῦτα καιρὸν ἀνθρωπείων πέρι τὰς ξυνουσίας ποιεῖσθαι. εἰπὼν δ’ ἂν πρὸς τοὺς ἑταίρους, ὁπόσα ἠρώτων, καὶ ἱκανῶς
45τῆς τοιαύτης ξυνουσίας ἔχων ἐπὶ τὴν διάλεξιν ἀνί‐ στατο λοιπὸν τὴν ἐς πάντας, οὐ πρὸ μεσημβρίας, ἀλλ’ ὁπότε μάλιστα ἡ ἡμέρα ἑστήκοι. καὶ διαλεχθεὶς ἂν ὡς ἀπαρκεῖν ᾤετο, ἠλείφετό τε καὶ τριψάμενος ἵει ἑαυτὸν ἐς ὕδωρ ψυχρὸν γῆρας ἀνθρώπων καλῶν
VA
.

1

.

16

(50)

τὰ βαλανεῖα· τῆς γοῦν Ἀντιοχείας ἀποκλεισθείσης ἐς αὐτὰ ἐπὶ μεγάλοις ἁμαρτήμασιν „ἔδωκεν ὑμῖν“ ἔφη „ὁ βασιλεὺς κακοῖς οὖσι βιῶναι πλείονα ἔτη.“ Ἐφε‐ σίων δὲ βουλομένων καταλιθῶσαι τὸν ἄρχοντα ἐπὶ τῷ μὴ ἐκπυροῦν τὰ βαλανεῖα „ὑμεῖς μὲν τὸν ἄρ‐
55χοντα“ ἔφη „αἰτιᾶσθε, ἐπειδὴ πονηρῶς λοῦσθε, ἐγὼ
VA
.

1

.

17

δὲ ὑμᾶς, ὅτι λοῦσθε.“ λόγων δὲ ἰδέαν ἐπήσκησεν
οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνό‐ μασιν, οὐδ’ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζου‐ σαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο,17
5οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν ἢ περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ’ ὥσπερ ἐκ τρίποδος ὅτε δια‐ λέγοιτο „οἶδα“ ἔλεγε καὶ „δοκεῖ μοι“ καὶ „ποῖ φέ‐ ρεσθε;“ καὶ „χρὴ εἰδέναι.“ καὶ αἱ δόξαι βραχεῖαι
10καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, „ὅτι“ ἔφη „μειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ
15ζητεῖν, ἀλλὰ διδάσκειν ἃ εὕρηκα.“ „πῶς οὖν, Ἀπολ‐ λώνιε, διαλέξεται ὁ σοφός;“ πάλιν ἐπερομένου αὐτὸν „ὡς νομοθέτης,“ ἔφη „δεῖ γὰρ τὸν νομοθέτην, ἃ πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολ‐ λοὺς ποιεῖσθαι.“ ὧδε αὐτῷ τὰ ἐν Ἀντιοχείᾳ ἐσπου‐
20δάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμου‐ σοτάτους.
VA
.

1

.

18

Μετὰ δὲ ταῦτα λογισμὸν ἑαυτῷ διδοὺς ἀποδη‐ μίας μείζονος, ἐνθυμεῖται τὸ Ἰνδικὸν ἔθνος καὶ τοὺς ἐν αὐτῷ σοφούς, οἳ λέγονται Βραχμᾶνές τε καὶ Ὑρκάνιοι εἶναι, προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδη‐
5μεῖν τε καὶ ὑπερορίῳ αἴρεσθαι. εὕρημα δὲ τοὺς μά‐ γους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσι, καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος. καὶ πρὸς τοὺς ὁμιλητὰς ἑπτὰ ὄντας ἀνέφηνε τὴν γνώ‐ μην. πειρωμένων δὲ αὐτῶν ξυμβουλεύειν ἕτερα, εἴ
10πη ἀφελχθείη τῆς ὁρμῆς ταύτης, „ἐγὼ μὲν θεοὺσ“ ἔφη „συμβούλους πεποίημαι καὶ τὰ δεδογμένα εἴρηκα, ὑμῶν δὲ βάσανον ἐποιούμην, εἰ πρὸς ἅπερ ἐγὼ
ἔρρωσθε· ἐπεὶ τοίνυν μαλακῶς ἔχετε, ὑμεῖς μὲν ὑγιαίνετε“ ἔφη „καὶ φιλοσοφεῖτε· ἐμοὶ δὲ βαδιστέα,18
15οἷ σοφία τε καὶ δαίμων με ἄγει.“ ταῦτα εἰπὼν ἐξε‐ λαύνει τῆς Ἀντιοχείας μετὰ δυοῖν θεραπόντοιν, οἵπερ αὐτῷ πατρικὼ ἤστην, ὁ μὲν ἐς τάχος γράφων, ὁ δὲ
VA
.

1

.

19

ἐς κάλλος. καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα Ἰὼ ἡ Ἰνάχου καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ
5πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος ἢ οἱ ἱερεῖς καὶ προφῆται, προσεφοίτησε Δάμις ὁ Νίνιος, ὃν καταρ‐ χὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενέ‐ σθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρὸς δια‐ σώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦ
10„ἴωμεν,“ ἔφη „Ἀπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν· εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δ’ οὖν ἐς Βαβυλῶνα ἧκον, πόλεις τε, ὁπόσαι εἰσίν, οἶδα ἀνελθὼν οὐ πάλαι καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς
15φωνὰς τῶν βαρβάρων, ὁπόσαι εἰσίν, εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας.“ „ἐγὼ δέ,“ εἶπεν „ὦ ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν.“ θαυμάσαντος δὲ τοῦ Νινίου „μὴ θαυμάσῃς,“ εἶπεν
20„εἰ πάσας οἶδα φωνὰς ἀνθρώπων· οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρωποι.“ ὁ μὲν δὴ Ἀσσύριος προσ‐ ηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ
25ξυμμέτρως πράττουσα, τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις, διατριβὴν δὲ ἀναγρά‐ ψαι καὶ συνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυ‐
πῶσαι καὶ ὑπόμνημα τῶν τοιούτων ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν καὶ ἐπετήδευε τοῦτο ἄριστα ἀνθρώπων.19
30ἡ γοῦν δέλτος ἡ τῶν ἐκφατνισμάτων τοιοῦτον τῷ Δά‐ μιδι νοῦν εἶχεν· ὁ Δάμις ἐβούλετο μηδὲν τῶν Ἀπολ‐ λωνίου ἀγνοεῖσθαι, ἀλλ’ εἴ τι καὶ παρεφθέγξατο ἢ (ἀμελῶς) εἶπεν, ἀναγεγράφθαι καὶ τοῦτο, καὶ ἄξιόν γε εἰπεῖν, ἃ καὶ πρὸς τὸν μεμψάμενον τὴν διατριβὴν ταύ‐
35την ἀπεφθέγξατο· διασύροντος γὰρ αὐτὸν ἀνθρώπου ῥᾳθύμου τε καὶ βασκάνου καὶ τὰ μὲν ἄλλα ὀρθῶς ἀναγράφειν φήσαντος, ὁπόσαι γνῶμαί τέ εἰσι καὶ δόξαι τοῦ ἀνδρός, ταυτὶ δὲ τὰ οὕτω μικρὰ ξυλλεγό‐ μενον παραπλήσιόν που τοῖς κυσὶ πράττειν τοῖς
40σιτουμένοις τὰ ἐκπίπτοντα τῆς δαιτός, ὑπολαβὼν ὁ Δάμις „εἰ δαῖτεσ“ ἔφη „θεῶν εἰσι καὶ σιτοῦνται θεοί, πάντως που καὶ θεράποντες αὐτοῖς εἰσιν, οἷς μέλει τοῦ μηδὲ τὰ πίπτοντα τῆς ἀμβροσίας ἀπόλλυσθαι.“ Τοιοῦδε μὲν ἑταίρου καὶ ἐραστοῦ ἔτυχεν, ᾧ τὸ
VA
.

1

.

20

πολὺ τοῦ βίου συνεπορεύθη. παριόντας δὲ αὐτοὺς ἐς τὴν μέσην τῶν ποταμῶν ὁ τελώνης ὁ ἐπιβεβλη‐ μένος τῷ Ζεύγματι πρὸς τὸ πινάκιον ἦγε καὶ ἠρώτα, ὅ τι ἀπάγοιεν, ὁ δὲ Ἀπολλώνιος „ἀπάγω“
5ἔφη „σωφροσύνην δικαιοσύνην ἀρετὴν ἐγκράτειαν ἀνδρείαν ἄσκησιν,“ πολλὰ καὶ οὕτω θήλεα εἴρας ὀνόματα. ὁ δ’ ἤδη βλέπων τὸ ἑαυτοῦ κέρδος „ἀπό‐ γραψαι οὖν“ ἔφη „τὰς δούλασ“. ὁ δὲ „οὐκ ἔξεστιν,“ εἶπεν „οὐ γὰρ δούλας ἀπάγω ταύτας, ἀλλὰ δεσποί‐
10νας.“ τὴν δὲ τῶν ποταμῶν μέσην ὁ Τίγρις ἀποφαί‐ νει καὶ ὁ Εὐφράτης ῥέοντες μὲν ἐξ Ἀρμενίας καὶ Ταύρου λήγοντος, περιβάλλοντες δὲ ἤπειρον, ἐν ᾗ καὶ πόλεις μέν, τὸ δὲ πλεῖστον κῶμαι, ἔθνη τε Ἀρ‐ μένια καὶ Ἀράβια, ἃ ξυγκλείσαντες οἱ ποταμοὶ ἔχου‐
15σιν, ὧν καὶ νομάδες οἱ πολλοὶ στείχουσιν, οὕτω τι
νησιώτας ἑαυτοὺς νομίζοντες, ὡς ἐπὶ θάλαττάν τε καταβαίνειν φάσκειν, ὅτ’ ἐπὶ τοὺς ποταμοὺς βαδί‐ ζοιεν, ὅρον τε ποιεῖσθαι τῆς γῆς τὸν τῶν ποταμῶν κύκλον· ἀποτορνεύσαντες γὰρ τὴν προειρημένην20
20ἤπειρον ἐπὶ τὴν αὐτὴν ἵενται θάλατταν. εἰσὶ δ’, οἵ φασιν ἐς ἕλος ἀφανίζεσθαι τὸ πολὺ τοῦ Εὐφράτου καὶ τελευτᾶν τὸν ποταμὸν τοῦτον ἐν τῇ γῇ. λόγου δ’ ἔνιοι θρασυτέρου ἐφάπτονται, φάσκοντες αὐτὸν ὑπὸ τῇ γῇ ῥέοντα ἐς Αἴγυπτον ἀναφαίνεσθαι καὶ
25Νείλῳ συγκεράννυσθαι. ἀκριβολογίας μὲν δὴ ἕνεκα καὶ τοῦ μηδὲν παραλελεῖφθαί μοι τῶν γεγραμμένων ὑπὸ τοῦ Δάμιδος ἐβουλόμην ἂν καὶ τὰ διὰ τῶν βαρ‐ βάρων τούτων (πορευομένοις) σπουδασθέντα εἰπεῖν, ξυνελαύνει δὲ ἡμᾶς ὁ λόγος ἐς τὰ μείζω τε καὶ θαυ‐
30μασιώτερα, οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρείας, ᾗ χρώμενος ὁ Ἀπολλώνιος διεπο‐ ρεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδ’ ὑπὸ Ῥω‐ μαίοις πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρό‐ πον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε
35δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε αὐτὸ καὶ πραττόντων. ἔστι γὰρ τῶν Ἀραβίων ἤδη κοινὸν καὶ τῶν ὀρνίθων ἀκούειν μαντευομένων, ὁπόσα οἱ χρησμοί, ξυμβάλ‐ λονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ
40μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.
VA
.

1

.

21

Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια φρουρὰ μὲν αὐτόθι ἦν ἐκ βασιλέως, ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς ἑαυτόν τε καὶ πόλιν καὶ ἐφ’ ὅ τι ἥκοι. σατράπης δὲ τῇ φρουρᾷ
5ταύτῃ ἐπετέτακτο, βασιλέως τις, οἶμαι, ὀφθαλμός, ὁ γὰρ Μῆδος ἄρτι ἐς τὸ ἄρχειν ἥκων οὐ ξυνεχώρει ἑαυτῷ ἀδεῶς ζῆν, ἀλλὰ ὄντα τε καὶ οὐκ ὄντα δεδιὼς
ἐς φόβους κατεπεπτώκει καὶ πτοίας. ἄγονται τοίνυν παρὰ τὸν σατράπην Ἀπολλώνιός τε καὶ οἱ ἀμφ’21
10αὐτόν, ὁ δὲ ἔτυχε μὲν σκηνὴν ἐφ’ ἁρμαμάξης πε‐ ποιημένος καὶ ἐξελαύνων ποι, ἰδὼν δὲ ἄνδρα αὐχμοῦ πλέων ἀνέκραγέ τε ὥσπερ τὰ δειλὰ τῶν γυναίων καὶ ξυνεκαλύψατο, μόγις τε ἀναβλέψας ἐς αὐτόν, „πόθεν ἡμῖν ἐπιπεμφθεὶς ἥκεις;“ οἷον δαίμονα ἠρώτα. ὁ δὲ
15„ὑπ’ ἐμαυτοῦ,“ ἔφη „εἴ πη καὶ ἄκοντες ἄνδρες γέ‐ νοισθε.“ πάλιν ἤρετο, ὅστις ὢν ἐσφοιτᾷ τὴν βασι‐ λέως χώραν, ὁ δὲ „ἐμὴ“ ἔφη „πᾶσα ἡ γῆ καὶ ἀνεῖ‐ ταί μοι δι’ αὐτῆς πορεύεσθαι.“ τοῦ δὲ „βασανιῶ σε,“ εἰπόντος „εἰ μὴ λέγοισ“, „εἰ γὰρ ταῖς σαυτοῦ
20χερσίν,“ εἶπεν „ὡς αὐτὸς βασανισθείης, θιγὼν ἀν‐ δρός.“ ἐκπλαγεὶς δὲ αὐτὸν ὁ εὐνοῦχος, ἐπεὶ μηδὲ ἑρμηνέως ἑώρα δεόμενον, ἀλλ’ ὑπολαμβάνοντα τὴν φωνὴν ἀλύπως τε καὶ εὐκόλως „πρὸς θεῶν“ εἶπε „τίς εἶ;“ λιπαρῶν ἤδη καὶ μεταβαλὼν τοῦ τόνου.
25ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος „ἐπειδὴ μετρίωσ“ ἔφη „ταῦτα καὶ οὐκ ἀπανθρώπως ἤρου, ἄκουε, ὅς εἰμι· εἰμὶ μὲν ὁ Τυανεὺς Ἀπολλώνιος, ἡ δὲ ὁδὸς παρὰ τὸν Ἰνδῶν βασιλέα καθ’ ἱστορίαν τῶν ἐκεῖ, βουλοί‐ μην δ’ ἂν καὶ τῷ σῷ βασιλεῖ ἐντυχεῖν· φασὶ γὰρ
30αὐτὸν οἱ ξυγγεγονότες οὐ τῶν φαύλων εἶναι, εἰ δὴ Οὐαρδάνης οὗτος, ὁ τὴν ἀρχὴν ἀπολωλυῖάν ποτ’ αὐτῷ νῦν ἀνακεκτημένος.“ „ἐκεῖνος,“ ἔφη „θεῖε Ἀπολλώνιε· πάλαι γάρ σε ἠκούομεν. σοφῷ δὲ ἀνδρὶ κἂν αὐτοῦ παραχωρήσειε τοῦ χρυσοῦ θρόνου καὶ
35πέμποι δ’ ἂν ὑμᾶς ἐς Ἰνδοὺς ἐπὶ καμήλου ἕκαστον. ἐγὼ δὲ καὶ ξένον ἐμαυτοῦ ποιοῦμαί σε καὶ δίδωμί σοι τούτων τῶν χρημάτων,“ ἅμα θησαυρὸν χρυ‐ σοῦ δείξας „ὁπόσα βούλει δράττεσθαι, καὶ μὴ ἐς ἅπαξ, ἀλλὰ δεκάκις.“ παραιτησαμένου δὲ αὐτοῦ τὰ
40χρήματα „σὺ δ’ ἀλλὰ οἴνου“ ἔφη „Βαβυλωνίου, προπίνει δὲ αὐτοῦ βασιλεὺς δέκα ἡμῖν σατράπαις, ἀμφορέα ἔχε, συῶν τε καὶ δορκάδων τεμάχη ὀπτὰ ἄλευρά τε καὶ ἄρτους καὶ ὅ τι ἐθέλεις. ἡ γὰρ μετὰ ταῦτα ὁδὸς ἐπὶ πολλὰ στάδια κῶμαί εἰσιν οὐ πάνυ22
45εὔσιτοι.“ καὶ λαβόμενος ἑαυτοῦ ὁ εὐνοῦχος, „οἷον,“ ἔφη „ὦ θεοί, ἔπαθον· ἀκούων γὰρ τὸν ἄνδρα μήτ’ ἀπὸ ζῴων σιτεῖσθαι μήτε οἴνου πίνειν, παχέως αὐτὸν καὶ ἀμαθῶς ἑστιῶ.“ „ἀλλ’ ἔστι σοι“ ἔφη „καὶ λε‐ πτῶς με ἑστιᾶν, ἢν ἄρτους τε δῷς καὶ τραγήματα.“
VA
.

1

.

21

(50)

„δώσω“ ἔφη „ζυμίτας τε ἄρτους καὶ φοίνικος βαλά‐ νους ἠλεκτρώδεις τε καὶ μεγάλας. δώσω καὶ λάχανα, ὁπόσα ὁ Τίγρις κηπεύει.“ „ἀλλ’ ἡδίω“ εἶπεν ὁ Ἀπολλώνιος „τὰ ἄγρια καὶ αὐτόματα λάχανα τῶν ἠναγκασμένων καὶ τεχνητῶν.“ „ἡδίω μέν,“ ἔφη ὁ
55σατράπης „ἡ χώρα δὲ ἡμῖν ἡ ἐπὶ Βαβυλῶνος ἀψιν‐ θίου πλήρης οὖσα ἀηδῆ αὐτὰ φύει καὶ πικρά.“ πλὴν ἀλλὰ τοῦ σατράπου γε ἀπεδέξατο, καὶ ἀπιὼν ἤδη „ὦ λῷστε,“ ἔφη „μὴ λῆγε μόνον καλῶς, ἀλλὰ καὶ ἄρχου“ νουθετῶν που αὐτὸν ἐπὶ τῷ „βασανιῶ σε,“
60καὶ οἷς ἐν ἀρχῇ βαρβαρίζοντος ἤκουσε.
VA
.

1

.

22

Προελθόντες δὲ εἴκοσι στάδια λεαίνῃ ἐντυγχά‐ νουσιν ἀπεσφαγμένῃ ἐν θήρᾳ, καὶ ἦν τὸ θηρίον μέγα καὶ ὅσον οὔπω εἶδον, ἐβόων τε οἱ ἐκ τῆς κώμης συνερρυηκότες, καί, νὴ Δί’, οἱ τεθηρακότες, ὥς τι
5μέγα θαῦμα ἐν αὐτῷ ὁρῶντες· καὶ ἦν ἀτεχνῶς θαῦμα· σκύμνους γὰρ ἀνατμηθεῖσα ὀκτὼ εἶχεν. ὁ δὲ τῆς λεαίνης τόκος, αἱ λέαιναι μηνῶν μὲν κυΐσκου‐ σιν ἕξ, τρὶς δὲ ἀποτίκτουσιν, ἀριθμὸς δὲ τῶν σκύ‐ μνων παρὰ μὲν τὴν πρώτην τρεῖς, ἐπὶ δὲ τῆς δευ‐
10τέρας δύο, τρίτου δὲ ἁπτομένη τόκου μονήρη σκύμνον ἀποτίκτει μέγαν, οἶμαι, καὶ ἀγριώτερον τῆς φύσεως.
οὐ γὰρ προσεκτέα τοῖς λέγουσιν, ὡς ξήναντες οἱ σκύμνοι τὰς τῶν λεαινῶν μήτρας ἐκδίδονται τοῦ σπλάγχνου. δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς23
15τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους. ἐνιδὼν οὖν ὁ Ἀπολλώνιος τῷ θηρίῳ καὶ πολὺν χρό‐ νον ἐπισχὼν „ὦ Δάμι,“ ἔφη „ὁ χρόνος τῆς παρὰ βασιλέα ἀποδημίας ἐνιαυτοῦ ἔσται καὶ μηνῶν ὀκτώ, οὔτε γὰρ ἐκεῖνος ἀνήσει θᾶττον, οὔτε ὑμῖν λῷον
20ἀπελθεῖν πρὸ τούτου. τεκμαίρεσθαι δὲ χρὴ τῶν μὲν σκύμνων ἐς μῆνας, τῆς λεαίνης δὲ ἐς ἐνιαυτόν, τέ‐ λεια γὰρ τελείοις παραβλητέα.“ „οἱ δὲ δὴ στρου‐ θοὶ“ ἔφη ὁ Δάμις „οἱ παρὰ τῷ Ὁμήρῳ τί φήσουσιν, οὓς ὁ δράκων μὲν ἐν τῇ Αὐλίδι ἐδαίσατο ὀκτὼ ὄντας
25ἐννάτην ἐπ’ αὐτοῖς τὴν μητέρα ἑλών; Κάλχας δ’ ἐξηγούμενος ταῦτα ἐννέα ἐνιαυτοῖς ἀνεῖπε καταπο‐ λεμήσεσθαι τὴν Τροίαν· καὶ ὅρα μὴ καθ’ Ὅμηρόν τε καὶ Κάλχαντα ἐς ἐννέα ἡμῖν ἔτη ἡ ἀποδημία τείνῃ.“ „καὶ εἰκότως,“ ἔφη „ὦ Δάμι, καὶ τοὺς νεοτ‐
30τοὺς Ὅμηρος ἐνιαυτοῖς εἰκάζει, γεγόνασι γὰρ ἤδη καί εἰσιν, ἐγὼ δὲ ἀτελῆ θηρία καὶ μήπω γεγονότα, ἴσως δὲ μηδ’ ἂν γενόμενα, πῶς ἂν ἐνιαυτοῖς εἰκά‐ ζοιμι; τὰ γὰρ παρὰ φύσιν οὔτ’ ἂν γένοιτο, ταχεῖάν τε ἴσχει διαφθοράν, κἂν γένηται. ἀλλ’ ἕπου δὴ τῷ
35λόγῳ, καὶ ἴωμεν εὐξόμενοι τοῖς θεοῖς, οἳ ταῦτα φαί‐
VA
.

1

.

23

νουσι.“ προελθόντι δὲ αὐτῷ ἐς τὴν Κισσίαν χώραν καὶ πρὸς Βαβυλῶνι ἤδη ὄντι δόξα ἐνυπνίου ἐφοίτη‐ σεν ὧδε τῷ φήναντι θεῷ ξυντεθεῖσα· ἰχθῦς ἐκ‐ πεπτωκότες τῆς θαλάττης ἐν τῇ γῇ ἤσπαιρον θρῆνον
5ἀνθρώπων ἱέντες καὶ ὀλοφυρόμενοι τὸ ἐκβεβηκέναι τοῦ ἤθους, δελφῖνά τε τῇ γῇ παρανέοντα ἱκέτευον ἀμῦναί σφισιν ἐλεεινοὶ ὄντες, ὥσπερ τῶν ἀνθρώπων οἱ ἐν τῇ ξένῃ κλαίοντες. ἐκπλαγεὶς δὲ οὐδὲν ὑπὸ
τοῦ ἐνυπνίου ξυμβάλλεται μὲν αὐτοῦ ὅπως καὶ ὅπη24
10εἶχε, διαταράττειν δὲ βουλόμενος τὸν Δάμιν, καὶ γὰρ τῶν εὐλαβεστέρων αὐτὸν ἐγίγνωσκεν, ἀπαγγέλλει πρὸς αὐτὸν τὴν ὄψιν δέος πλασάμενος ὡς ἐπὶ πονη‐ ροῖς, οἷς εἶδεν, ὁ δὲ ἀνεβόησέ τε ὡς αὐτὸς ἰδὼν ταῦτα καὶ ἀπῆγε τὸν Ἀπολλώνιον τοῦ πρόσω „μή
15πη“ ἔφη „καὶ ἡμεῖς ὥσπερ ἰχθύες ἐκπεσόντες τῶν ἠθῶν ἀπολώμεθα καὶ πολλὰ ἐλεεινὰ ἐν τῇ ἀλλοδαπῇ εἴπωμεν, καί που καὶ ἐς ἀμήχανον ἐμπεσόντες ἱκε‐ τεύσωμεν δυνάστην τινὰ ἢ βασιλέα, ὁ δὲ ἡμᾶς ἀτι‐ μάσῃ, καθάπερ τοὺς ἰχθῦς οἱ δελφῖνες.“ γελάσας
20δὲ ὁ Ἀπολλώνιος „σὺ μὲν οὔπω φιλοσοφεῖς,“ εἶπεν „εἰ δέδιας ταῦτα, ἐγὼ δὲ οἷ τὸ ἐνύπνιον τείνει δη‐ λώσω· Ἐρετριεῖς γὰρ τὴν Κισσίαν ταύτην χώραν οἰκοῦσιν οἱ ἐξ Εὐβοίας ποτὲ Δαρείῳ ἀναχθέντες ἔτη ταῦτα πεντακόσια, καὶ λέγονται, ὥσπερ ἡ ὄψις ἐφάνη,
25ἰχθύων πάθει περὶ τὴν ἅλωσιν χρήσασθαι· σαγη‐ νευθῆναι γὰρ δὴ καὶ ἁλῶναι πάντας. ἐοίκασιν οὖν οἱ θεοὶ κελεύειν με ἐς αὐτοὺς παρελθόντα ἐπιμελη‐ θῆναι σφῶν, εἴ τι δυναίμην. ἴσως δὲ καὶ αἱ ψυχαὶ τῶν Ἑλλήνων, οἵπερ ἔλαχον τὴν ἐνταῦθα μοῖραν,
30ἐπάγονταί με ἐπ’ ὠφελείᾳ τῆς γῆς· ἴωμεν οὖν ἐξαλ‐ λάξαντες τῆς ὁδοῦ περὶ μόνου ἐρωτῶντες τοῦ φρέα‐ τος, πρὸς ᾧ οἰκοῦσι.“ λέγεται δὲ τοῦτο κεκρᾶσθαι μὲν ἀσφάλτου καὶ ἐλαίου καὶ ὕδατος, ἐκχέαντος δὲ τοῦ ἀνιμήσαντος ἀποχωρεῖν ταῦτα καὶ ἀπ’ ἀλλήλων
35κρίνεσθαι. παρελθεῖν μὲν δὴ ἐς τὴν Κισσίαν καὶ αὐτὸς ὡμολόγηκεν ἐν οἷς πρὸς τὸν Κλαζομένιον σο‐ φιστὴν γράφει, χρηστὸς γὰρ οὕτω τι καὶ φιλότιμος ἦν, ὡς ἐπειδὴ Ἐρετριέας εἶδε, σοφιστοῦ τε ἀναμνη‐ σθῆναι καὶ γράψαι πρὸς αὐτὸν ἅ τε εἶδεν ἅ τε ὑπὲρ
40αὐτῶν ἔπραξεν· καὶ παρακελεύεταί οἱ παρὰ τὴν ἐπι‐
στολὴν πᾶσαν ἐλεεῖν τοὺς Ἐρετριέας, καὶ ὁπότε μελετῴη τὸν περὶ αὐτῶν λόγον, μηδὲ τὸ κλάειν ἐπ’25
VA
.

1

.

24

αὐτοῖς παραιτεῖσθαι. ξυνῳδὰ δὲ τούτοις καὶ ὁ Δάμις περὶ τῶν Ἐρετριέων ἀναγέγραφεν· οἰκοῦσι γὰρ ἐν τῇ Μηδικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες, ἡμέρας (ὁδὸν) δρομικῷ ἀνδρί, ἡ χώρα δὲ ἄπολις, ἡ γὰρ Κισ‐
5σία κῶμαι πᾶσα καί τι καὶ νομάδων ἐν αὐτῇ γένος μικρὰ τῶν ἵππων ἀποβαίνοντες. ἡ δὲ τῶν Ἐρετριέων οἰκεῖται μὲν τῶν ἄλλων μέση, περιβέβληται δὲ ποτα‐ μοῦ τάφρον, ἣν αὐτοὶ βαλέσθαι περὶ τῇ κώμῃ λέ‐ γονται τεῖχος αὐτὴν ποιούμενοι πρὸς τοὺς ἐν τῇ
10Κισσίᾳ βαρβάρους. ὕπομβρος δὲ ἀσφάλτῳ ἡ χώρα καὶ πικρὰ ἐμφυτεῦσαι, βραχυβιώτατοί τε οἱ ἐκείνῃ ἄνθρωποι, τὸ γὰρ ἀσφαλτῶδες ποτὸν ἐς πολλὰ τῶν σπλάγχνων ἱζάνει. τρέφει δ’ αὐτοὺς λόφος ἐν ὁρίοις τῆς κώμης, ὃν ὑπεραίροντα τοῦ παρεφθορότος χω‐
15ρίου σπείρουσι τε καὶ ἡγοῦνται γῆν. φασὶ δὲ ἀκοῦ‐ σαι τῶν ἐγχωρίων, ὡς ἑπτακόσιοι μὲν τῶν Ἐρετριέων πρὸς τοῖς ὀγδοήκοντα ἥλωσαν, οὔτι που μάχιμοι πάντες, ἦν γάρ τι καὶ θῆλυ ἐν αὐτοῖς γένος καὶ γεγηρακός, ἦν δ’, οἶμαί, τι καὶ παιδία, τὸ γὰρ πολὺ
20τῆς Ἐρετρίας τὸν Καφηρέα ἀνέφυγε καὶ ὅ τι ἀκρό‐ τατον τῆς Εὐβοίας. ἀνήχθησαν δὲ ἄνδρες μὲν ἀμφὶ τοὺς τετρακοσίους, γύναια δὲ ἴσως δέκα, οἱ δὲ λοιποὶ ἀπ’ Ἰωνίας τε καὶ Λυδίας ἀρξάμενοι διεφθάρησαν ἐλαυνόμενοι ἄνω. λιθοτομίαν δὲ αὐτοῖς παρεχομένου
25τοῦ λόφου καί τινες καὶ λιθουργοὺς εἰδότες τέχνας ἱερά τε ἐδείμαντο Ἑλληνικὰ καὶ ἀγοράν, ὁπόσην εἰκὸς ἦν, βωμούς τε ἱδρύσαντο Δαρείῳ μὲν δύο, Ξέρξῃ δὲ ἕνα, Δαριδαίῳ δὲ πλείους. διετέλεσαν δὲ ἐς Δαρι‐ δαῖον ἔτη μετὰ τὴν ἅλωσιν ὀκτὼ καὶ ὀγδοήκοντα
30γράφοντες τὸν Ἑλλήνων τρόπον, καὶ οἱ τάφοι δὲ οἱ
ἀρχαῖοι σφῶν „ὁ δεῖνα τοῦ δεῖνοσ“ γεγράφαται, καὶ τὰ γράμματα Ἑλλήνων μέν, ἀλλ’ οὔπω ταῦτα ἰδεῖν φασι. καὶ ναῦς ἐγκεχαραγμένας τοῖς τάφοις, ὡς ἕκαστος ἐν Εὐβοίᾳ ἔζη [πορθμεύων ἢ πορφυρεύων] ἢ26
35θαλάττιον ἢ καὶ ἁλουργὸν πράττων, καί τι καὶ ἐλε‐ γεῖον ἀναγνῶναι γεγραμμένον ἐπὶ ναυτῶν τε καὶ ναυκλήρων σήματι·
Οἵδε ποτ’ Αἰγαίοιο βαθύρροον οἶδμα πλέοντες
Ἐκβατάνων πεδίῳ κείμεθ’ ἐνὶ μεσάτῳ.
40 χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ’ Ἀθῆναι,
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη. τοὺς μὲν δὴ τάφους διεφθορότας ἀναλαβεῖν τε αὐτὸν ὁ Δάμις φησὶ καὶ ξυγκλεῖσαι χέασθαί τε καὶ ἐπε‐ νεγκεῖν σφισιν, ὁπόσα νόμιμα, πλὴν τοῦ τεμεῖν τι ἢ
45καθαγίσαι, δακρύσαντά τε καὶ ὑποπλησθέντα ὁρμῆς τάδε ἐν μέσοις ἀναφθέγξασθαι· „Ἐρετριεῖς οἱ κλήρῳ τύχης δεῦρ’ ἀπενεχθέντες, ὑμεῖς μέν, εἰ καὶ πόρρω τῆς αὑτῶν, τέθαφθε γοῦν, οἱ δ’ ὑμᾶς ἐνταῦθα ῥί‐ ψαντες ἀπώλοντο περὶ τὴν ὑμετέραν νῆσον ἄταφοι
VA
.

1

.

24

(50)

δεκάτῳ μεθ’ ὑμᾶς ἔτει· τὸ γὰρ ἐν κοίλῃ Εὐβοίᾳ πά‐ θος θεοὶ φαίνουσιν.“ Ἀπολλώνιος δὲ πρὸς τὸν σο‐ φιστὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς „καὶ ἐπεμελήθην,“ φησὶν „ὦ Σκοπελιανέ, τῶν σῶν Ἐρετριέων νέος ὢν ἔτι καὶ ὠφέλησα ὅ τι ἐδυνάμην καὶ τοὺς τεθνεῶτας
55αὐτῶν καὶ τοὺς ζῶντας.“ τί δῆτα ἐπεμελήθη τῶν ζώντων; οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν Ἐρετριέων αὐτὸν ἐληίζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. ὁπότ’ οὖν παρὰ βασιλέα ἀφίκετο, εὕρετο αὐτοῖς τὸ
60χρῆσθαι μόνους τῷ λόφῳ.
VA
.

1

.

25

Τὰ δὲ ἐν Βαβυλῶνι τοῦ ἀνδρὸς τούτου καὶ ὁπόσα Βαβυλῶνος πέρι προσήκει γιγνώσκειν, τοιάδε
εὗρον· ἡ Βαβυλὼν τετείχισται μὲν ὀγδοήκοντα καὶ τετρακόσια στάδια, τοσαύτη κύκλῳ, τεῖχος δὲ αὐτῆς27
5τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος, ποταμῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους, ὃν ἀπόρρητος ὑποστείχει γέφυρα τὰ βα‐ σίλεια τὰ ἐπὶ ταῖς ὄχθαις ἀφανῶς ξυνάπτουσα. γυνὴ γὰρ λέγεται Μήδεια τῶν ἐκείνῃ ποτὲ ἄρχουσα τὸν
10ποταμὸν ὑποζεῦξαι τρόπον, ὃν μήπω τις ποταμὸς ἐζεύχθη· λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδεσιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ νήσασα τὸ ῥεῦμα ἐς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν
15ὀργυιὰς ἐς δύο σήραγγα ἐργαζομένη κοίλην, ἵν’ ἐς τὰ βασίλεια τὰ παρὰ ταῖς ὄχθαις ὥσπερ ἐκ γῆς ἀνα‐ φαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος, ἅτε δὲ τῆς ἀσφάλτου δεομένης τοῦ
20ὕδατος ἐς τὸ λιθοῦσθαί τε καὶ πήγνυσθαι ὁ Εὐφρά‐ της ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ καὶ ὧδε ἔστη τὸ ζεῦγμα. τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπ’ αὐτῶν ἀστράπτει, θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαί, τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασι, τὰ
25δὲ χρυσῷ αὐτῷ καθάπερ γραφαῖς ἠγλάισται, τὰ δὲ ποικίλματα τῶν πέπλων ἐκ τῶν Ἑλληνικῶν σφίσιν ἥκει λόγων, Ἀνδρομέδαι καὶ Ἀμυμῶναι καὶ Ὀρφεὺς πολλαχοῦ. χαίρουσι δὲ τῷ Ὀρφεῖ, τιάραν ἴσως καὶ ἀναξυρίδα τιμῶντες, οὐ γὰρ μουσικήν γε, οὐδὲ ᾠδάς,
30αἷς ἔθελγεν. ἐνύφανταί που καὶ ὁ Δᾶτις τὴν Νάξον ἐκ τῆς θαλάττης ἀνασπῶν καὶ Ἀρταφέρνης περι‐ εστηκὼς τὴν Ἐρέτριαν καὶ τῶν ἀμφὶ Ξέρξην, ἃ νικᾶν ἔφασκεν· Ἀθῆναι γὰρ δὴ ἐχόμεναί εἰσι καὶ Θερμο‐ πύλαι καὶ τὰ Μηδικώτερα ἔτι, ποταμοὶ ἐξαιρούμενοι
35τῆς γῆς καὶ θαλάττης ζεῦγμα καὶ ὁ Ἄθως ὡς ἐτμήθη. φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆχθαι σχῆμα οὐρανῷ τινι εἰκασμένον, σαπ‐ φειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ—κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν—καὶ θεῶν ἀγάλματα,28
40οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαίνεται, καθάπερ ἐξ αἰθέρος. δικάζει μὲν δὴ ὁ βασιλεὺς ἐν‐ ταῦθα, χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν Ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀνθρώπους αἴρεσθαι. ταύτας οἱ μάγοι
45αὐτοί φασιν ἁρμόττεσθαι φοιτῶντες ἐς τὰ βασίλεια,
VA
.

1

.

26

καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας. περὶ δὲ τῶν μά‐ γων Ἀπολλώνιος μὲν τὸ ἀποχρῶν εἴρηκε, συγγενέ‐ σθαι γὰρ αὐτοῖς καὶ τὰ μὲν μαθεῖν, τὰ δὲ ἀπελθεῖν διδάξας, Δάμις δὲ τοὺς μὲν λόγους, οἷοι ἐγένοντο
5τῷ ἀνδρὶ πρὸς τοὺς μάγους, οὐκ οἶδεν, ἀπαγορεῦσαι γὰρ αὐτῷ μὴ συμφοιτᾶν παρ’ αὐτοὺς ἰόντι, λέγει δ’ οὖν φοιτᾶν αὐτὸν τοῖς μάγοις μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας, καὶ ἔρεσθαί ποτε „τί οἱ μάγοι;“ τὸν δὲ ἀποκρίνασθαι „σοφοὶ μέν, ἀλλ’ οὐ πάντα.“
VA
.

1

.

27

Ταυτὶ μὲν ὕστερον. ἀφικομένῳ δὲ αὐτῷ ἐς Βαβυλῶνα ὁ σατράπης ὁ ἐπὶ τῶν μεγάλων πυλῶν μαθὼν ὅτι ὑπὲρ ἱστορίας ἥκοι, ὀρέγει χρυσῆν εἰκόνα τοῦ βασιλέως, ἣν εἰ μὴ προσκυνήσειέ τις, οὐ θεμιτὸν
5ἦν ἐσφοιτᾶν ἔσω. πρεσβεύοντι μὲν οὖν παρὰ τοῦ Ῥωμαίων ἄρχοντος οὐδεμία ἀνάγκη τούτου, παρὰ βαρβάρων δὲ ἥκοντι ἢ ἀφιστοροῦντι τὴν χώραν, εἰ μὴ τὴν εἰκόνα προθεραπεύσειεν, ἄτιμον ἀπειλῆφθαι καὶ σατραπεύεται παρὰ τοῖς βαρβάροις τὰ οὕτως
10εὐήθη. ἐπεὶ τοίνυν τὴν εἰκόνα εἶδε „τίσ“ ἔφη „οὗ‐ τος;“ ἀκούσας δὲ ὅτι ὁ βασιλεύς „οὗτος,“ εἶπεν „ὃν ὑμεῖς προσκυνεῖτε, εἰ ἐπαινεθείη ὑπ’ ἐμοῦ καλὸς
κἀγαθὸς δόξας μεγάλων τεύξεται·“ καὶ εἰπὼν ταῦτα διὰ πυλῶν ᾔει. θαυμάσας δὲ ὁ σατράπης αὐτὸν ἐπη‐29
15κολούθησέ τε καὶ κατασχὼν τὴν χεῖρα τοῦ Ἀπολλω‐ νίου δι’ ἑρμηνέος ἤρετο ὄνομά τε αὐτοῦ καὶ οἶκον καὶ ὅ τι ἐπιτηδεύοι καὶ ἐφ’ ὅ τι φοιτῴη, καὶ ἀπογρα‐ ψάμενος ταῦτα ἐς γραμματεῖον στολήν τε αὐτοῦ καὶ εἶδος ἐκεῖνον μὲν περιμεῖναι κελεύει, δραμὼν δὲ
VA
.

1

.

28

αὐτὸς παρὰ τοὺς ἄνδρας, οἳ δὴ νομίζονται βασιλέως ὦτα, ἀνατυποῖ τὸν Ἀπολλώνιον προειπών, ὅτι μήτε προσκυνεῖν βούλεται μήτε τι ἀνθρώπῳ ἔοικεν· οἱ δὲ ἄγειν κελεύουσι τιμῶντά τε καὶ μηδὲν ὕβρει πράτ‐
5τοντα, ἐπεὶ δὲ ἦλθεν, ἤρετο αὐτὸν ὁ πρεσβύτατος ὅ τι μαθὼν καταφρονήσειε τοῦ βασιλέως, ὁ δὲ „οὔπω“ ἔφη „κατεφρόνησα.“ „καταφρονήσειας δ’ ἄν;“ πά‐ λιν ἐρομένου „νὴ Δί’“ εἶπεν „ἤν γε ξυγγενόμενος μὴ καλόν τε καὶ ἀγαθὸν εὕρω αὐτόν.“ „ἀπάγεις δὲ
10δὴ τίνα αὐτῷ δῶρα;“ τοῦ δὲ αὖ τήν τε ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰ τοιαῦτα φήσαντος „πότερον,“ ἔφη, „ὡς οὐκ ἔχοντι;“ „μὰ Δί’,“ εἶπεν „ἀλλ’ ὡς μαθησομένῳ χρῆσθαι, ἢν ἔχῃ αὐτάς.“ „καὶ μὴν χρώμενος τούτοισ“ ἔφη „τήν τε βασιλείαν, ἣν ὁρᾷς,
15ἀπολωλυῖαν αὐτῷ ἀνέλαβε τόν τε οἶκον ἐπανήγαγε τοῦτον οὐκ ἀπόνως, οὐδὲ ῥᾳθύμως.“ „ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ;“ „τρίτου“ ἔφη „ἀρχόμεθα, δύο ἤδη που μῆνες.“ ἀναστήσας οὖν, ὥσπερ εἰώθει, τὴν γνώμην „ὦ σωματοφύλαξ,“
20εἶπεν „ἢ ὅ τί σε προσήκει καλεῖν, Δαρεῖος ὁ Κύ‐ ρου καὶ Ἀρταξέρξου πατὴρ τὰ βασίλεια ταῦτα κατα‐ σχὼν ἑξήκοντα, οἶμαι, ἔτη λέγεται τελευτὴν ὑπο‐ πτεύσας τοῦ βίου τῇ δικαιοσύνῃ θῦσαι, καὶ „ὦ δέσποινα,“ εἰπεῖν, „ἥ τίς ποτε εἶ·“ ὥσπερ ἐπιθυ‐
25μήσας μὲν πάλαι τῆς δικαιοσύνης, οὔπω δὲ αὐτὴν
γιγνώσκων, οὐδὲ δοκῶν κεκτῆσθαι, τὼ παῖδέ τε οὕτως ἀμαθῶς ἐπαίδευσεν, ὡς ὅπλα ἐπ’ ἀλλήλους ἄρασθαι, καὶ ὁ μὲν τρωθῆναι, ὁ δὲ ἀποθανεῖν ὑπὸ τοῦ ἑτέρου, σὺ δ’ ἤδη τοῦτον ἴσως οὐδ’ ἐν τῷ βα‐30
30σιλείῳ θρόνῳ καθῆσθαι εἰδότα ξυνειληφέναι ὁμοῦ πάσας ἀρετὰς βούλει καὶ ἐπαίρεις αὐτὸν σοὶ φέρων, οὐκ ἐμοί, κέρδος, εἰ βελτίων γένοιτο.“ βλέψας οὖν ὁ βάρβαρος ἐς τὸν πλησίον „ἕρμαιον“ ἔφη „θεῶν τις ἄγει τουτονὶ τὸν ἄνδρα ἐνταῦθα, ἀγαθὸς γὰρ
35ξυγγενόμενος ἀγαθῷ πολλῷ βελτίω τὸν βασιλέα ἡμῖν ἀποφανεῖ καὶ σωφρονέστερον καὶ ἡδίω, ταυτὶ γὰρ διαφαίνεται τοῦ ἀνδρός.“ ἐσέθεον οὖν εὐαγγελιζό‐ μενοι πᾶσιν, ὅτι ἀνὴρ ἐπὶ ταῖς βασιλέως θύραις ἑστήκοι σοφός τε καὶ Ἕλλην καὶ ξύμβουλος ἀγαθός.
VA
.

1

.

29

ἐπεὶ δὲ τῷ βασιλεῖ ἀνηγγέλη ταῦτα, ἔτυχε μὲν θύων παρόντων αὐτῷ τῶν μάγων, τὰ γὰρ ἱερὰ ὑπ’ ἐκεί‐ νοις δρᾶται, καλέσας δὲ αὐτῶν ἕνα „ἥκει“ ἔφη „τὸ ἐνύπνιον, ὃ διηγούμην σοι τήμερον ἐπισκοπουμένῳ
5με ἐν τῇ εὐνῇ.“ ὄναρ δὲ ἄρα τῷ βασιλεῖ τοιοῦτον ἀφῖκτο· ἐδόκει Ἀρταξέρξης εἶναι ὁ τοῦ Ξέρξου καὶ μεθεστηκέναι ἐς ἐκεῖνον τὸ εἶδος, περιδεῶς τε εἶχε, μὴ ἐς μεταβολὴν ἤδη τὰ πράγματα ἥκῃ αὐτῷ ἐς τοῦτο ἐξηγουμένῳ τὴν μεταβολὴν τοῦ εἴδους. ἐπεὶ
10δὲ ἤκουσεν Ἕλληνά τε καὶ σοφὸν εἶναι τὸν ἥκοντα, ἐσῆλθεν αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος, ὃς ἀπὸ Ἑλλήνων ποτὲ ἥκων ξυνεγένετο τῷ Ἀρταξέρξῃ καὶ πολλοῦ ἄξιον ἐκεῖνόν τε ἐποίησεν ἑαυτόν τε παρ‐ έσχετο. καὶ προτείνας τὴν δεξιὰν „κάλει,“ ἔφη „καὶ
15γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας
VA
.

1

.

30

τε καὶ ξυνευξάμενος.“ εἰσῄει μὲν δὴ παραπεμπόμε‐ νος ὑπὸ πλειόνων, τουτὶ γὰρ ᾤοντο καὶ τῷ βασιλεῖ χαρίζεσθαι μαθόντες ὡς χαίροι ἀφιγμένῳ, διιὼν δὲ
ἐς τὰ βασίλεια οὐ διέβλεψεν ἐς οὐδὲν τῶν θαυμαζο‐31
5μένων, ἀλλ’ ὥσπερ ὁδοιπορῶν διῄει αὐτά, καὶ καλέ‐ σας τὸν Δάμιν „ἤρου με“ ἔφη „πρώην, ὅ τι ὄνομα ἦν τῇ Παμφύλῳ γυναικί, ἣ δὴ Σαπφοῖ τε ὁμιλῆσαι λέγεται καὶ τοὺς ὕμνους, οὓς ἐς τὴν Ἄρτεμιν τὴν Περγαίαν ᾄδουσι, ξυνθεῖναι τὸν Αἰολέων τε καὶ
10Παμφύλων τρόπον.“ „ἠρόμην,“ ἔφη „τὸ δὲ ὄνομα οὐκ εἶπας.“ „οὐκ, ὦ χρηστέ, εἶπον, ἀλλ’ ἐξηγούμην σοι τοὺς νόμους τῶν ὕμνων καὶ τὰ ὀνόματα καὶ ὅπη τὰ Αἰολέων ἐς τὸ ἀκρότατόν τε καὶ τὸ ἴδιον Παμ‐ φύλων παρήλλαξε· πρὸς ἄλλῳ μετὰ ταῦτα ἐγενό‐
15μεθα, καὶ οὐκέτ’ ἤρου με περὶ τοῦ ὀνόματος· κα‐ λεῖται τοίνυν ἡ σοφὴ αὕτη Δαμοφύλη, καὶ λέγεται τὸν Σαπφοῦς τρόπον παρθένους τε ὁμιλητρίας κτή‐ σασθαι ποιήματά τε ξυνθεῖναι τὰ μὲν ἐρωτικά, τὰ δὲ ὕμνους. τά τοι ἐς τὴν Ἄρτεμιν καὶ παρῴδηται
20αὐτῇ καὶ ἀπὸ τῶν Σαπφῴων ᾖσται.“ ὅσον μὲν δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βασιλέα τε καὶ ὄγκον, ἐδή‐ λου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖσθαι τὰ τοιαῦτα, ἀλλὰ ἑτέρων πέρι διαλέγεσθαι κἀκεῖνα δήπου ἡγεῖ‐
VA
.

1

.

31

σθαι ὁρᾶν. προϊδὼν δὲ ὁ βασιλεὺς προσιόντα, καὶ γάρ τι καὶ μῆκος ἡ τοῦ ἱεροῦ αὐλὴ εἶχε, διελάλησέ τε πρὸς τοὺς ἐγγύς, οἷον ἀναγιγνώσκων τὸν ἄνδρα, πλησίον τε ἤδη γιγνομένου μέγα ἀναβοήσας „οὗτοσ“
5ἔφη „ὁ Ἀπολλώνιος, ὃν Μεγαβάτης ὁ ἐμὸς ἀδελφὸς ἰδεῖν ἐν Ἀντιοχείᾳ φησὶ θαυμαζόμενόν τε καὶ προσ‐ κυνούμενον ὑπὸ τῶν σπουδαίων, καὶ ἀπεζωγράφησέ μοι τότε τοιοῦτον αὐτόν, ὁποῖος ἥκει. προσελθόντα δὲ καὶ ἀσπασάμενον προσεῖπέ τε ὁ βασιλεὺς φωνῇ
10Ἑλλάδι καὶ (δὴ) ἐκέλευσε θύειν μετ’ αὐτοῦ· λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας, ὥσπερ ἐς πομ‐
πήν, ὁ δ’ ὑπολαβὼν „σὺ μέν, ὦ βασιλεῦ, θῦε,“ ἔφη, „τὸν σαυτοῦ τρόπον, ἐμοὶ δὲ ξυγχώρησον θῦσαι τὸν32
15ἐμαυτοῦ·“ καὶ δραξάμενος τοῦ λιβανωτοῦ, „Ἥλιε,“ ἔφη, „πέμπε με ἐφ’ ὅσον τῆς γῆς ἐμοί τε καὶ σοὶ δοκεῖ, καὶ γιγνώσκοιμι ἄνδρας ἀγαθούς, φαύλους δὲ μήτε ἐγὼ μάθοιμι μήτε ἐμὲ φαῦλοι.“ καὶ εἰπὼν ταῦτα τὸν λιβανωτὸν ἐς τὸ πῦρ ἧκεν, ἐπισκεψάμενος
20δὲ αὐτὸ ὅπη διανίσταται καὶ ὅπη θολοῦται καὶ ὁπό‐ σαις κορυφαῖς ᾄττει καί που καὶ ἐφαπτόμενος τοῦ πυρός, ὅπη εὔσημόν τε καὶ καθαρὸν φαίνοιτο „θῦε,“ ἔφη, „λοιπόν, ὦ βασιλεῦ, κατὰ τὰ σαυτοῦ πάτρια,
VA
.

1

.

32

τὰ γὰρ πάτρια τἀμὰ τοιαῦτα.“ καὶ ἀνεχώρησε τῆς θυσίας, ὡς μὴ κοινωνοίη τοῦ αἵματος. μετὰ δὲ τὴν θυσίαν προσῆλθε καὶ „ὦ βασιλεῦ,“ ἔφη „τὴν φωνὴν τὴν Ἑλλάδα πᾶσαν γιγνώσκεις, ἢ σμικρὰ αὐτῆς ὑπὲρ
5τοῦ εὐξυμβόλου ἴσως καὶ τοῦ μὴ ἀηδὴς δοκεῖν, εἴ τις ἀφίκοιτο Ἕλλην;“ „πᾶσαν“ εἶπεν „ἴσα τῇ ἐγχω‐ ρίῳ ταύτῃ, καὶ λέγε ὅ τι βούλει, διὰ τοῦτο γάρ που ἐρωτᾷς·“ „διὰ τοῦτο,“ ἔφη „καὶ ἄκουε· ἡ μὲν ὁρμή μοι τῆς ἀποδημίας Ἰνδοί εἰσι, παρελθεῖν δὲ οὐδ’
10ὑμᾶς ἐβουλήθην, σέ τε ἀκούων ἄνδρα, οἷον ἐξ ὄνυ‐ χος ἤδη ὁρῶ, σοφίαν τε, ἥπερ ὑμῖν ἐστιν ἐπιχώριος μελετωμένη μάγοις ἀνδράσι, κατιδεῖν δεόμενος, εἰ τὰ θεῖα, ὡς λέγονται, σοφοί εἰσι· σοφία δὲ ἐμοὶ Πυ‐ θαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν
15ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διάλεξιν θεῶν καὶ γηίνῳ τούτῳ ἐρίῳ ἐστάλθαι, οὐ γὰρ προβάτου ἐπέχθη, ἀλλ’ ἀκήρατος ἀκηράτων φύεται ὕδατός τε καὶ γῆς δῶρα ὀθόνη· καὶ αὐτὸ δὲ τὸ ἄνετον τῆς κόμης ἐκ
20Πυθαγόρου ἐπήσκησα, καὶ τὸ καθαρεύειν ζῴου βο‐ ρᾶς ἐκ τῆς ἐκείνου μοι σοφίας ἥκει. ξυμπότης μὲν
δὴ καὶ κοινωνὸς ῥᾳστώνης ἢ τρυφῆς οὔτ’ ἄν σοι γενοίμην οὔτ’ ἂν ἑτέρῳ οὐδενί, φροντίδων δὲ ἀπό‐ ρων τε καὶ δυσευρέτων δοίην ἂν λύσεις οὐ γιγνώ‐33
25σκων τὰ πρακτέα μόνον, ἀλλὰ καὶ προγιγνώσκων.“ ταῦτα ὁ Δάμις μὲν διαλεχθῆναί φησι τὸν ἄνδρα, Ἀπολλώνιος δὲ ἐπιστολὴν αὐτὰ πεποίηται, πολλὰ δὲ καὶ ἄλλα τῶν ἑαυτῷ ἐς διάλεξιν εἰρημένων ἐς ἐπιστολὰς ἀνετυπώσατο.
VA
.

1

.

33

Ἐπεὶ δὲ χαίρειν ὁ βασιλεὺς ἔφη καὶ ἀγάλλεσθαι ἥκοντι μᾶλλον, ἢ εἰ τὰ Περσῶν καὶ Ἰνδῶν πρὸς τοῖς οὖσιν αὐτῷ ἐκτήσατο, ξένον τε ποιεῖσθαι καὶ κοινωνὸν τῆς βασιλείου στέγης, „εἰ ἐγώ σε, ὦ βασι‐
5λεῦ,“ εἶπεν „ἐς πατρίδα τὴν ἐμὴν Τύανα ἥκοντα ἠξίουν οἰκεῖν οὗ ἐγώ, οἰκῆσαι ἂν ἤρας;“ „μὰ Δί’“ εἶπεν „εἰ μὴ τοσαύτην γε οἰκίαν οἰκήσειν ἔμελλον, ὁπόσην δορυφόρους τε καὶ σωματοφύλακας ἐμοὺς αὐτόν τε ἐμὲ λαμπρῶς δέξασθαι.“ „ὁ αὐτὸς οὖν“
10ἔφη „καὶ παρ’ ἐμοῦ λόγος· εἰ γὰρ ὑπὲρ ἐμαυτὸν οἰκήσω, πονήρως διαιτήσομαι, τὸ γὰρ ὑπερβάλλον λυπεῖ τοὺς σοφοὺς μᾶλλον ἢ ὑμᾶς τὸ ἐλλεῖπον· ξενι‐ ζέτω με οὖν ἰδιώτης ἔχων ὁπόσα ἐγώ, σοὶ δὲ ἐγὼ ξυνέσομαι ὁπόσα βούλει.“ ξυνεχώρει ὁ βασιλεύς,
15ὡς μὴ ἀηδές τι αὐτῷ λάθοι πράξας, καὶ ᾤκησε παρ’ ἀνδρὶ Βαβυλωνίῳ χρηστῷ τε καὶ ἄλλως γενναίῳ. δειπνοῦντι δὲ ἤδη εὐνοῦχος ἐφίσταται τῶν τὰς ἀγγε‐ λίας διαφερόντων καὶ προσειπὼν τὸν ἄνδρα „βασι‐ λεὺσ“ ἔφη „δωρεῖταί σε δέκα δωρεαῖς καὶ ποιεῖται
20κύριον τοῦ ἐπαγγεῖλαι αὐτάς, δεῖται δέ σου μὴ μικρὰ αἰτῆσαι, μεγαλοφροσύνην γὰρ ἐνδείξασθαι σοί τε καὶ ἡμῖν βούλεται.“ ἐπαινέσας δὲ τὴν ἐπαγγελίαν „πότε οὖν χρὴ αἰτεῖν;“ ἤρετο, ὁ δὲ „αὔριον“ ἔφη, καὶ ἅμα ἐφοίτησε παρὰ πάντας τοὺς βασιλέως φίλους
25τε καὶ ξυγγενεῖς, παρεῖναι κελεύων αἰτοῦντι καὶ τιμωμένῳ τῷ ἀνδρί. φησὶ δὲ ὁ Δάμις ξυνιέναι μέν, ὅτι μηδὲν αἰτήσοι, τόν τε τρόπον αὐτοῦ καθεωρακὼς καὶ εἰδὼς εὐχόμενον τοῖς θεοῖς εὐχὴν τοιαύτην. „ὦ θεοί, δοίητε μοι μικρὰ ἔχειν καὶ δεῖσθαι μηδενός.“34
30ἐφεστηκότα μέντοι ὁρῶν καὶ ἐνθυμουμένῳ ὅμοιον οἴεσθαι ὡς αἰτήσοι μέν, βασανίζοι δέ, ὅ τι μέλλει αἰτήσειν. ὁ δὲ ἑσπέρας ἤδη „ὦ Δάμι,“ ἔφη „θεωρῶ πρὸς ἐμαυτόν, ἐξ ὅτου ποτὲ οἱ βάρβαροι τοὺς εὐνού‐ χους σώφρονας ἡγοῦνται καὶ ἐς τὰς γυναικωνίτιδας
35ἐσάγονται.“ „ἀλλὰ τοῦτο,“ ἔφη „ὦ Ἀπολλώνιε, καὶ παιδὶ δῆλον· ἐπειδὴ γὰρ ἡ τομὴ τὸ ἀφροδισιάζειν ἀφαιρεῖται σφᾶς, ἀνεῖνταί σφισιν αἱ γυναικωνίτιδες, κἂν ξυγκαθεύδειν ταῖς γυναιξὶ βούλωνται.“ „τὸ δὲ ἐρᾶν“ εἶπεν „ἢ τὸ ξυγγίγνεσθαι γυναιξὶν ἐκτετμῆ‐
40σθαι αὐτοὺς οἴει;“ „ἄμφω,“ ἔφη „εἰ γὰρ σβεσθείη τὸ μόριον ὑφ’ οὗ διοιστρεῖται τὸ σῶμα, οὐδ’ ἂν τὸ ἐρᾶν ἐπέλθοι οὐδενί.“ ὁ δὲ βραχὺ ἐπισχὼν „αὔριον,“ ἔφη „ὦ Δάμι, μάθοις ἄν, ὅτι καὶ εὐνοῦχοι ἐρῶσι καὶ τὸ ἐπιθυμητικόν, ὅπερ ἐσάγονται διὰ τῶν ὀφθαλ‐
45μῶν, οὐκ ἀπομαραίνεται σφῶν, ἀλλ’ ἐμμένει θερμόν τε καὶ ζώπυρον, δεῖ γάρ τι περιπεσεῖν, ὃ τὸν σὸν ἐλέγξει λόγον. εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννός τε καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης, οὐκ ἄν μοι δοκῶ τοὺς εὐνούχους ποτὲ ἐς
VA
.

1

.

33

(50)

τὰ τῶν σωφρονούντων ἤθη προσγράψαι κατηναγκα‐ σμένους τὴν σωφροσύνην καὶ βιαίῳ τέχνῃ ἐς τὸ μὴ ἐρᾶν ἠγμένους. σωφροσύνη γὰρ τὸ ὀρεγόμενόν τε καὶ ὁρμῶντα μὴ ἡττᾶσθαι ἀφροδισίων, ἀλλ’ ἀπέχε‐ σθαι καὶ κρείττω φαίνεσθαι τῆς λύττης ταύτης.“
55ὑπολαβὼν οὖν ὁ Δάμις „ταῦτα μὲν καὶ αὖθις ἐπι‐ σκεψόμεθα,“ ἔφη „ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρί‐
νασθαι αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν γὰρ ἴσως οὐδέν, τὸ δ’ ὅπως ἂν μὴ ἄλλῳ, φασί,35
60τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό, ὁρῶν οἷ τῆς γῆς εἶ καὶ ὅτι ἐπ’ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι δια‐ βολάς, ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπαν‐
65ιοῦσι δὲ ἐκεῖθεν οὔτ’ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο δὲ οὐκ ἂν ἕτερα.“ καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέ‐
VA
.

1

.

35

χνῃ, μὴ ἀπαξιῶσαι λαβεῖν, ὅ τι διδοίη, ὁ δὲ Ἀπολ‐ λώνιος ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγου „παρα‐ δειγμάτων δὲ,“ εἶπεν „ὦ Δάμι, ἀμελήσεις; ἐν οἷς ἐστιν, ὡς Αἰσχίνης μὲν ὁ τοῦ Λυσανίου παρὰ Διο‐
5νύσιον ἐς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο, Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ, Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ὁ ἐκ Κυζίκου καὶ Φύτων, ὅτ’ ἔφευγεν, ὁ Ῥη‐ γῖνος, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυ‐
10ρούς, ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον, ἐς Αἴγυπτόν ποτε ἀφικόμε‐ νον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγε‐ σθαι τῷ βασιλεῖ ὑπὲρ τούτου, καὶ ἵνα μὴ πλείους διαβάλλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασι‐
15χρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασάνδρου γάμον ἐς Μακεδονίαν κωμάσαι ποιήματα ψυχρὰ ξυν‐ θέντα, καὶ δημοσίᾳ ταῦθ’ ὑπὲρ χρημάτων ᾆσαι. ἐγὼ δὲ ἡγοῦμαι, ὦ Δάμι, τὸν ἄνδρα τὸν σοφὸν πλείω κινδυνεύειν ἢ οἱ πλέοντές τε καὶ ξὺν ὅπλοις μαχό‐
20μενοι, φθόνος γὰρ ἐπ’ αὐτὸν στείχει καὶ σιωπῶντα καὶ φθεγγόμενον καὶ ξυντείνοντα καὶ ἀνιέντα κἂν παρέλθῃ τι κἂν προσέλθῃ τῳ κἂν προσείπῃ κἂν μὴ
προσείπῃ. δεῖ δὲ πεφράχθαι τὸν ἄνδρα γιγνώσκειν τε ὡς ἀργίας μὲν ἡττηθεὶς ὁ σοφὸς ἢ χολῆς ἢ ἔρω‐36
25τος ἢ φιλοποσίας ἢ ἑτοιμότερόν τε τοῦ καιροῦ πράξας ἴσως ἂν καὶ ξυγγνώμην φέροιτο, χρήμασι δὲ ὑπο‐ θεὶς ἑαυτὸν οὔτ’ ἂν ξυγγινώσκοιτο καὶ μισοῖτ’ ἄν, ὡς ὁμοῦ πάσας κακίας συνειληφώς· μὴ γὰρ ἂν ἡτ‐ τηθῆναι χρημάτων αὐτόν, εἰ μὴ γαστρὸς ἥττητο καὶ
30ἀμπεχόνης καὶ οἴνου καὶ τοῦ ἐς ἑταίρας φέρεσθαι. σὺ δ’ ἴσως ἡγῇ τὸ ἐν Βαβυλῶνι ἁμαρτεῖν ἧττον εἶναι τοῦ Ἀθήνησιν ἢ Ὀλυμπίασιν ἢ Πυθοῖ, καὶ οὐκ ἐνθυμῇ ὅτι σοφῷ ἀνδρὶ Ἑλλὰς πάντα καὶ οὐδὲν ἔρημον ἢ βάρβαρον χωρίον οὔτε ἡγήσεται ὁ σοφὸς
35οὔτε νομιεῖ ζῶν γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς, καὶ βλέπει μὲν ὀλίγους τῶν ἀνθρώπων, μυρίοις δ’ ὄμμασιν αὐτὸς ὁρᾶται. εἰ δὲ καὶ ἀθλητῇ ξυνῆσθα τούτων τινί, ὦ Δάμι, οἳ παλαίειν τε καὶ παγκρα‐ τιάζειν ἀσκοῦσιν, ἆρα ἂν ἠξίους αὐτόν, εἰ μὲν Ὀλύμ‐
40πια ἀγωνίζοιτο καὶ ἐς Ἀρκαδίαν ἴοι, γενναῖόν τε καὶ ἀγαθὸν εἶναι, καὶ νὴ Δί’, εἰ Πύθια ἄγοιτο ἢ Νέμεα, ἐπιμελεῖσθαι τοῦ σώματος, ἐπειδὴ φανεροὶ οἱ ἀγῶνες καὶ τὰ στάδια ἐν σπουδαίῳ τῆς Ἑλλάδος, εἰ δὲ θύοι Φίλιππος Ὀλύμπια πόλεις ᾑρηκὼς ἢ ὁ τούτου παῖς
45Ἀλέξανδρος ἐπὶ ταῖς ἑαυτοῦ νίκαις ἀγῶνα ἄγοι, χεῖ‐ ρον ἤδη παρασκευάζειν τὸ σῶμα καὶ μὴ φιλονίκως ἔχειν, ἐπειδὴ ἐν Ὀλύνθῳ ἀγωνιεῖται ἢ Μακεδονίᾳ ἢ Αἰγύπτῳ, ἀλλὰ μὴ ἐν Ἕλλησι καὶ σταδίοις τοῖς ἐκεῖ;“ ὑπὸ μὲν δὴ τῶν λόγων τούτων ὁ Δάμις οὕτω
VA
.

1

.

35

(50)

διατεθῆναί φησιν, ὡς ξυγκαλύψασθαί τε ἐφ’ οἷς αὐτὸς εἰρηκὼς ἔτυχε παραιτεῖσθαί τε τὸν Ἀπολλώ‐ νιον ξυγγνώμην αὐτῷ ἔχειν, εἰ μήπω κατανενοηκὼς αὐτὸν ἐς ξυμβουλίαν τε καὶ πειθὼ τοιαύτην ὥρμη‐ σεν. ὁ δὲ ἀναλαμβάνων αὐτὸν „θάρρει,“ ἔφη „οὐ
55γὰρ ἐπίπληξιν ποιούμενος, ἀλλὰ τοὐμὸν ὑπογράφων37
VA
.

1

.

36

σοι ταῦτα εἶπον.“ ἀφικομένου δὲ τοῦ εὐνούχου καὶ καλοῦντος αὐτὸν παρὰ τὸν βασιλέα „ἀφίξομαι,“ εἶπεν „ἐπειδὰν τὰ πρὸς τοὺς θεοὺς εὖ μοι ἔχῃ.“ θύσας οὖν καὶ εὐξάμενος ἀπῄει περιβλεπόμενός τε
5καὶ θαυμαζόμενος τοῦ σχήματος. ὡς δὲ ἔσω παρ‐ ῆλθε, „δίδωμί σοι“ ἔφη ὁ βασιλεὺς „δέκα δωρεὰς ἄνδρα σε ἡγούμενος, οἷος οὔπω τις ἀπὸ Ἑλλήνων δεῦρ’ ἦλθεν.“ ὁ δὲ ὑπολαβὼν „οὐ πάσας,“ εἶπεν „ὦ βασιλεῦ, παραιτήσομαι, „μίαν δέ, ἣν ἀντὶ πολ‐
10λῶν δεκάδων αἱροῦμαι, προθύμως αἰτήσω·“ καὶ ἅμα τὸν περὶ τῶν Ἐρετριέων διῆλθε λόγον ἀναλα‐ βὼν ἀπὸ τοῦ Δάτιδος. „αἰτῶ οὖν“ ἔφη „μὴ περι‐ κόπτεσθαι τοὺς ἀθλίους τούτους τῶν ὁρίων τε καὶ τοῦ λόφου, ἀλλὰ νέμεσθαι σφᾶς μέτρον τῆς γῆς, ὃ
15Δαρεῖος ἐνόμισε, δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόν‐ τες μηδ’ ἣν ἀντ’ ἐκείνης ἔχουσιν, ἕξουσιν.“ ξυντι‐ θέμενος οὖν ὁ βασιλεὺς „Ἐρετριεῖσ“ εἶπεν „ἐς μὲν τὴν χθὲς ἡμέραν ἐμοῦ τε πολέμιοι καὶ πατέρων ἐμῶν ἦσαν, ἐπειδὴ ὅπλων ποτὲ ἐφ’ ἡμᾶς ἦρξαν, καὶ παρ‐
20εωρῶντο, ὡς τὸ γένος αὐτῶν ἀφανισθείη, λοιπὸν δὲ φίλοι τε ἀναγεγράψονται καὶ σατραπεύσει αὐτῶν ἀνὴρ ἀγαθός, ὃς δικαιώσει τὴν χώραν. τὰς δὲ ἐννέα δωρεὰσ“ ἔφη „διὰ τί οὐ λήψῃ;“ „ὅτι, ὦ βασιλεῦ“ εἶπεν „οὔπω φίλους ἐνταῦθα ἐκτησάμην.“ „αὐτὸς
25δὲ οὐδενὸς δέῃ;“ φήσαντος· „τῶν γε τραγημάτων“ ἔφη „καὶ τῶν ἄρτων, ἅ με ἡδέως τε καὶ λαμπρῶς
VA
.

1

.

37

ἑστιᾷ.“ τοιαῦτα δὴ λαλούντων πρὸς ἀλλήλους κραυγὴ τῶν βασιλείων ἐξεφοίτησεν εὐνούχων καὶ γυναικῶν ἅμα· εἴληπτο δὲ ἄρα εὐνοῦχός τις ἐπὶ μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν ξυγκατακείμενός τε καὶ
5ὁπόσα οἱ μοιχοὶ πράττων, καὶ ἦγον αὐτὸν οἱ ἀμφὶ τὴν
γυναικωνῖτιν ἐπισπῶντες τῆς κόμης, ὃν δὴ ἄγονται τρόπον οἱ βασιλέως δοῦλοι. ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆ‐ σθαι ἔφη καὶ προειρηκέναι οἱ μὴ προσδιαλέγεσθαι38
10αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμε‐ νον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λό‐ γου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ
15τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι, ὁ δὲ βασιλεὺς πρὸς τοὺς παρόντας „ἀλλ’ αἰσχρόν γε“ εἶπεν „ὦ ἄνδρες, παρόντος ἡμῖν Ἀπολλωνίου περὶ σωφροσύνης ἡμᾶς, ἀλλὰ μὴ τοῦτον, ἀποφαίνεσθαι· τί οὖν κελεύεις, Ἀπολλώνιε, παθεῖν αὐτόν;“ „τί δὲ ἄλλο ἢ ζῆν;“
20εἶπε παρὰ τὴν πάντων ἀποκρινάμενος δόξαν. ἀνε‐ ρυθριάσας οὖν ὁ βασιλεὺς „εἶτα οὐ πολλῶν“ ἔφη „θανάτων ἄξιος ὑφέρπων οὕτως τὴν εὐνὴν τὴν ἐμήν;“ „ἀλλ’ οὐχ ὑπὲρ ξυγγνώμησ“ ἔφη „βασιλεῦ, ταῦτα εἶπον, ἀλλ’ ὑπὲρ τιμωρίας, ἣ ἀποκναίσει αὐ‐
25τόν· εἰ γὰρ ζήσεται νοσῶν καὶ ἀδυνάτων ἁπτόμενος καὶ μήτε σῖτα μήτε ποτὰ ἥσει αὐτὸν μήτε θεάματα, ἃ σέ τε καὶ τούς σοι συνόντας εὐφρανεῖ, πηδήσεταί τε ἡ καρδία θαμὰ ἐκθρώσκοντος τοῦ ὕπνου, ὃ δὴ μάλιστα περὶ τοὺς ἐρῶντάς φασι γίγνεσθαι, [καὶ],
30τίς μὲν οὕτω φθόη τήξει αὐτόν, τίς δὲ οὕτω λιμὸς ἐπιθρύψει τὰ σπλάγχνα; εἰ δὲ μὴ τῶν φιλοψύχων εἴη τις, αὐτός, ὦ βασιλεῦ, δεήσεταί σού ποτε καὶ ἀποκτεῖναι αὐτὸν ἢ ἑαυτόν γε ἀποκτενεῖ πολλὰ ὀλο‐ φυρόμενος τὴν παροῦσαν ταύτην ἡμέραν, ἐν ᾗ μὴ
35εὐθὺς ἀπέθανε.“ τοῦτο μὲν δὴ τοιοῦτον τοῦ Ἀπολ‐ λωνίου καὶ οὕτω σοφόν τε καὶ ἥμερον, ἐφ’ ᾧ ὁ βα‐ σιλεὺς ἀνῆκε τὸν θάνατον τῷ εὐνούχῳ.
VA
.

1

.

38

Μέλλων δέ ποτε πρὸς θήρᾳ γίγνεσθαι τῶν ἐν τοῖς παραδείσοις θηρίων, ἐς οὓς λέοντές τε ἀπό‐ κεινται τοῖς βαρβάροις καὶ ἄρκτοι καὶ παρδάλεις, ἠξίου τὸν Ἀπολλώνιον παρατυχεῖν οἱ θηρῶντι, ὁ δὲ39
5„ἐκλέλησαι, ὦ βασιλεῦ,“ ἔφη „ὅτι μηδὲ θύοντί σοι παρατυγχάνω; καὶ ἄλλως οὐχ ἡδὺ θηρίοις βεβασα‐ νισμένοις καὶ παρὰ τὴν φύσιν τὴν ἑαυτῶν δεδουλω‐ μένοις ἐπιτίθεσθαι.“ ἐρομένου δὲ αὐτὸν τοῦ βασι‐ λέως, πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι, „πολλοὺσ“
10ἔφη „τιμῶν, πιστεύων δὲ ὀλίγοις.“ πρεσβευομένου δέ ποτε τοῦ τῆς Συρίας ἄρχοντος περὶ κωμῶν, οἶμαι, δύο προσοίκων τῷ Ζεύγματι καὶ φάσκοντος ὑπακη‐ κοέναι μὲν αὐτὰς Ἀντιόχῳ καὶ Σελεύκῳ πάλαι, νῦν δὲ ὑπ’ αὐτῷ εἶναι Ῥωμαίοις προσηκούσας, καὶ τοὺς
15μὲν Ἀραβίους τε καὶ Ἀρμενίους μὴ ἐνοχλεῖν τὰς κώμας, αὐτὸν δὲ ὑπερβαίνοντα τοσαύτην γῆν καρ‐ ποῦσθαι σφᾶς, ὡς αὐτοῦ μᾶλλον ἢ Ῥωμαίων οὔσας, μεταστησάμενος ὁ βασιλεὺς τοὺς πρέσβεις „τὰς μὲν κώμας ταύτας,“ ἔφη „Ἀπολλώνιε, ξυνεχώρησαν τοῖς
20ἐμοῖς προγόνοις οἱ βασιλεῖς, οὓς εἶπον, τροφῆς ἕνεκα τῶν θηρίων, ἃ παρ’ ἡμῖν ἁλισκόμενα φοιτᾷ ἐς τὴν ἐκείνων διὰ τοῦ Εὐφράτου, οἱ δ’, ὥσπερ ἐκλαθόμενοι τούτου καινῶν τε καὶ ἀδίκων ἅπτονται. τίς οὖν φαίνεταί σοι τῆς πρεσβείας ὁ νοῦς;“ „μέτριος, ὦ
25βασιλεῦ,“ ἔφη „καὶ ἐπιεικής, εἰ, ἃ δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα, βούλονται παρ’ ἑκόντος εὑρίσκεσθαι μᾶλλον.“ προσετίθει δὲ καὶ τὸ μὴ δεῖν ὑπὲρ κωμῶν, ὧν μείζους κέκτηνται τάχα καὶ ἰδιῶται, διαφέρεσθαι πρὸς Ῥωμαίους καὶ πόλεμον
30οὐδ’ ὑπὲρ μεγάλων αἴρεσθαι. νοσοῦντι δὲ τῷ βα‐ σιλεῖ παρὼν τοσαῦτά τε καὶ οὕτω θεῖα περὶ ψυχῆς διεξῆλθεν, ὡς τὸν βασιλέα ἀναπνεῦσαι καὶ πρὸς τοὺς
παρόντας εἰπεῖν, ὅτι „Ἀπολλώνιος οὐχ ὑπὲρ τῆς βασιλείας μόνης ἀφροντιστεῖν εἴργασταί με, ἀλλὰ καὶ40
VA
.

1

.

39

ὑπὲρ τοῦ θανάτου.“ τὴν δὲ σήραγγα τὴν ὑπὸ τῷ Εὐφράτῃ δεικνύντος αὐτῷ ποτε τοῦ βασιλέως καὶ „τί σοι φαίνεται τὸ θαῦμα;“ εἰπόντος καταβάλλων τὴν τερατουργίαν ὁ Ἀπολλώνιος „θαῦμα ἂν ἦν, ὦ
5βασιλεῦ,“ ἔφη, „εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε.“ δείξαντος δὲ καὶ τὰ ἐν Ἐκβατάνοις τείχη καὶ θεῶν φάσκοντος ταῦτα εἶναι οἴκησιν „θεῶν μὲν οὐκ ἔστιν ὅλως οἴκησις,“ εἶπεν „εἰ δὲ ἀνδρῶν οὐκ οἶδα· ἡ γὰρ Λακεδαιμο‐
10νίων, ὦ βασιλεῦ, πόλις ἀτείχιστος ᾤκισται.“ καὶ μὴν καὶ δίκην τινὰ δικάσαντος αὐτοῦ κώμαις καὶ μεγαλοφρονουμένου πρὸς τὸν Ἀπολλώνιον, ὡς δυοῖν ἡμερῶν ἠκροαμένος εἴη τῆς δίκης „βραδέως γ’“ ἔφη „τὸ δίκαιον εὗρες.“ χρημάτων δὲ ἐκ τῆς ὑπη‐
15κόου φοιτησάντων ποτὲ ἀθρόων ἀνοίξας τοὺς θησαυ‐ ροὺς ἐδείκνυ τῷ ἀνδρὶ τὰ χρήματα ὑπαγόμενος αὐτὸν ἐς ἐπιθυμίαν πλούτου, ὁ δὲ οὐδὲν ὧν εἶδε θαυμάσας „σοὶ ταῦτα,“ ἔφη „ὦ βασιλεῦ, χρήματα, ἐμοὶ δὲ ἄχυρα·“ „τί ἂν οὖν“ ἔφη „πράττων καλῶς αὐτοῖς
20χρησαίμην;“ „χρώμενος,“ ἔφη „βασιλεὺς γὰρ εἶ.“
VA
.

1

.

40

Πολλὰ τοιαῦτα πρὸς τὸν βασιλέα εἰπὼν καὶ τυ‐ χὼν αὐτοῦ προθύμου πράττειν ἃ ξυνεβούλευεν, ἔτι καὶ τῆς πρὸς τοὺς μάγους ξυνουσίας ἱκανῶς ἔχων „ἄγε, ὦ Δάμι,“ ἔφη „ἐς Ἰνδοὺς ἴωμεν. οἱ μὲν γὰρ
5τοῖς Λωτοφάγοις προσπλεύσαντες ἀπήγοντο τῶν οἰ‐ κείων ἠθῶν ὑπὸ τοῦ βρώματος, ἡμεῖς δὲ μὴ γευό‐ μενοί τινος τῶν ἐνταῦθα καθήμεθα πλείω χρόνον τοῦ εἰκότος τε καὶ ξυμμέτρου.“ „κἀμοὶ“ ἔφη ὁ Δά‐ μις „ὑπερδοκεῖ ταῦτα· ἐπεὶ δὲ ἐνεθυμούμην τὸν
10χρόνον, ὃν ἐν τῇ λεαίνῃ διεσκέψω, περιέμενον ἀνυ‐
σθῆναι αὐτόν· οὔπω μὲν οὖν ἐξήκει πᾶς, ἐνιαυτὸς γὰρ ἡμῖν ἤδη καὶ μῆνες τέτταρες· εἰ δὲ ἤδη κομι‐ ζοίμεθα, εὖ ἂν ἔχοι;“ „οὐδὲ ἀνήσει ἡμᾶς,“ ἔφη „ὦ Δάμι, ὁ βασιλεὺς πρότερον ἢ τὸν ὄγδοον τελευτῆσαι41
15μῆνα· χρηστὸν γάρ που ὁρᾷς αὐτὸν καὶ κρείττω ἢ
VA
.

1

.

41

βαρβάρων ἄρχειν.“ ἐπεὶ δὲ ἀπαλλάττεσθαι λοιπὸν ἐδόκει καὶ ξυνεχώρησέ ποτε ὁ βασιλεὺς ἀπιέναι, ἀνε‐ μνήσθη τῶν δωρεῶν ὁ Ἀπολλώνιος, ἃς ἀνεβάλλετο ἔς τ’ ἂν φίλοι αὐτῷ γένωνται, καὶ „ὦ βέλτιστε“ ἔφη
5„βασιλεῦ, τὸν ξένον οὐδὲν εὖ πεποίηκα καὶ μισθὸν ὀφείλω τοῖς μάγοις· σὺ οὖν ἐπιμελήθητι αὐτῶν καὶ τοὐμὸν προθυμήθητι περὶ ἄνδρας σοφούς τε καὶ σοὶ σφόδρα εὔνους.“ ὑπερησθεὶς οὖν ὁ βασιλεὺς „τού‐ τους μὲν αὔριον ζηλωτοὺσ“ ἔφη „καὶ μεγάλων ἠξιω‐
10μένους ἀποδείξω σοι, σὺ δ’ ἐπεὶ μηδενὸς δέῃ τῶν ἐμῶν, ἀλλὰ τούτοις γε ξυγχώρησον χρήματα παρ’ ἐμοῦ λαβεῖν καὶ ὅ τι βούλονται,“ τοὺς ἀμφὶ τὸν Δά‐ μιν δείξας. ἀποστραφέντων οὖν κἀκείνων τὸν λόγον τοῦτον „ὁρᾷς,“ ἔφη „ὦ βασιλεῦ, τὰς ἐμὰς χεῖρας,
15ὡς πολλαί τέ εἰσι καὶ ἀλλήλαις ὅμοιαι;“ „σὺ δὲ ἀλλὰ ἡγεμόνα ἄγου“ ὁ βασιλεὺς ἔφη „καὶ καμήλους, ἐφ’ ὧν ὀχήσεσθε, τὸ γὰρ μῆκος τῆς ὁδοῦ κρεῖττον ἢ βαδίσαι πᾶσαν.“ „γιγνέσθω,“ ἔφη „ὦ βασιλεῦ, τοῦτο, φασὶ γὰρ τὴν ὁδὸν ἄπορον εἶναι μὴ οὕτως
20ὀχουμένῳ, καὶ ἄλλως τὸ ζῷον εὔσιτόν τε καὶ ῥᾴδιον βόσκειν, ὅπου μὴ χιλὸς εἴη. καὶ ὕδωρ δέ, οἶμαι, χρὴ ἐπισιτίσασθαι καὶ ἀπάγειν αὐτὸ ἐν ἀσκοῖς, ὥσπερ τὸν οἶνον.“ „τριῶν ἡμερῶν“ ἔφη ὁ βασιλεὺς „ἄνυ‐ δρος ἡ χώρα, μετὰ ταῦτα δὲ πολλὴ ἀφθονία ποταμῶν
25τε καὶ πηγῶν, βαδίζειν δὲ (δεῖ) τὴν ἐπὶ Καυκάσου, τὰ γὰρ ἐπιτήδεια ἄφθονα καὶ φίλη ἡ χώρα.“ ἐρο‐ μένου δὲ αὐτὸν τοῦ βασιλέως ὅ τι αὐτῷ ἀπάξει ἐκεῖ‐
θεν· „χαρίεν“ ἔφη „ὦ βασιλεῦ, δῶρον· ἢν γὰρ ἡ συνουσία τῶν ἀνδρῶν σοφώτερόν με ἀποφήνῃ, βελ‐42
30τίων ἀφίξομαί σοι ἢ νῦν εἰμι.“ περιέβαλεν ὁ βασι‐ λεὺς ταῦτα εἰπόντα καὶ „ἀφίκοιο,“ εἶπε „τὸ γὰρ δῶρον μέγα.“
VA
.

2

.

1

Ἐντεῦθεν ἐξελαύνουσι περὶ τὸ θέρος αὐτοί τε ὀχούμενοι καὶ ὁ ἡγεμών, ἱπποκόμος δὲ ἦν τῶν κα‐ μήλων καὶ τὰ ἐπιτήδεια, ὁπόσων ἐδέοντο, ἦν ἄφθονα βασιλέως δόντος, ἥ τε χώρα, δι’ ἧς ἐπορεύοντο, εὖ
5ἔπραττεν, ἐδέχοντο δὲ αὐτοὺς αἱ κῶμαι θεραπεύ‐ ουσαι· χρυσοῦ γὰρ ψάλιον ἡ πρώτη κάμηλος ἐπὶ τοῦ μετώπου ἔφερε, γιγνώσκειν τοῖς ἐντυγχάνου‐ σιν, ὡς πέμποι τινὰ ὁ βασιλεὺς τῶν ἑαυτοῦ φίλων.
VA
.

2

.

2

προσιόντες δὲ τῷ Καυκάσῳ φασὶν εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι· τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιώμεθα Ταύρου τοῦ δι’ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμ‐ φύλους καὶ Μυκάλην στείχοντος, ἣ τελευτῶσα ἐς
5θάλατταν, ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτ’ ἄν, ἀλλ’ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή, τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν, ὡς σχίζεσθαι περὶ αὐτὰς τὸν ἥλιον. περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ
10καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος, τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου, τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν
15πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις, ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων
ἀρωματοφόρῳ. χαίρουσι γὰρ τοῖς ἀρώμασι κἀκ πολ‐ λοῦ τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος, ἐπειδὰν43
20οἵ τε ἄνεμοι ἀπ’ αὐτοῦ πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. καὶ ἁλῶναί ποτέ φασιν ἐν τῇ Παμ‐ φυλίᾳ πάρδαλιν στρεπτῷ ἅμα, ὃν περὶ τῇ δέρῃ ἔφερε, χρυσοῦς δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι ΒΑΣΙΛΕΥΣ ἈΡΣΑΚΗΣ ΘΕΩΙ ΝΥΣΙΩΙ. βασι‐
25λεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτός, οἶμαι, ἰδὼν τὴν πάρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου. Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. ἡ δὲ χρόνον μέν τινα
30ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων, ὡς εἶχε τοῦ κόσμου καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλ‐
35χθεῖσα. ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικήν τε καὶ Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν Ἐρυθρὰν θάλατ‐
VA
.

2

.

3

ταν ἑτέρῳ ἀγκῶνι. μυθολογεῖται δὲ ὑπὸ τῶν βαρ‐ βάρων τὸ ὄρος, ἃ καὶ Ἕλληνες ἐπ’ αὐτῷ ᾄδουσιν, ὡς Προμηθεὺς μὲν ἐπὶ φιλανθρωπίᾳ δεθείη ἐκεῖ, Ἡρακλῆς δὲ ἕτερος, οὐ γὰρ τὸν Θηβαῖόν γε βούλον‐
5ται, μὴ ἀνάσχοιτο τοῦτο, ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις· δεθῆναι δὲ αὐτὸν οἱ μὲν ἐν ἄντρῳ φασίν, ὃ δὴ ἐν πρόποδι τοῦ ὄρους δείκνυται, καὶ δεσμὰ ὁ Δάμις ἀνῆφθαι τῶν πετρῶν λέγει οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην, οἱ
10δ’ ἐν κορυφῇ τοῦ ὄρους· δικόρυμβος δὲ ἡ κορυφὴ καί φασιν, ὡς τὰς χεῖρας ἀπ’ αὐτῶν ἐδέθη διαλει‐ πουσῶν οὐ μεῖον ἢ στάδιον, τοσοῦτος γὰρ εἶναι. τὸν
δὲ ὄρνιν τὸν ἀετὸν οἱ τῷ Καυκάσῳ προσοικοῦντες ἐχθρὸν ἡγοῦνται καὶ καλιάς γε, ὁπόσας ἐν τοῖς πά‐44
15γοις οἱ ἀετοὶ ποιοῦνται, καταπιμπρᾶσιν ἱέντες βέλη πυρφόρα, θήρατρά τε ἐπ’ αὐτοὺς ἵστανται τιμωρεῖν τῷ Προμηθεῖ φάσκοντες· ὧδε γὰρ τοῦ μύθου ἥτ‐ τηνται.
VA
.

2

.

4

Παραμείψαντες δὲ τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν, οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλ‐ θόντες. ἐν δὲ τῇ μέχρι τοῦ ποταμοῦ τούτου ὁδοιπο‐
5ρίᾳ τάδε εὗρον ἀφηγήσεως ἄξια· ἐπορεύοντο μὲν γὰρ ἐν σελήνῃ λαμπρᾷ, φάσμα δὲ αὐτοῖς ἐμπούσης ἐνέπεσε τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι, ὁ δὲ Ἀπολλώνιος ξυνῆκεν, ὅ τι εἴη, καὶ αὐτός τε ἐλοιδορεῖτο τῇ ἐμπούσῃ, τοῖς τε ἀμφ’ αὑτὸν προσ‐
10έταξε ταὐτὸ πράττειν, ταυτὶ γὰρ ἄκος εἶναι τῆς προσβολῆς ταύτης· καὶ τὸ φάσμα φυγῇ ᾤχετο τετρι‐ γός, ὥσπερ τὰ εἴδωλα.
VA
.

2

.

5

Κορυφὴν δ’ ὑπερβάλλοντες τοῦ ὄρους καὶ βαδί‐ ζοντες αὐτὴν, ἐπειδὴ ἀποτόμως εἶχεν, ἤρετο οὑτωσὶ τὸν Δάμιν· „εἰπέ μοι,“ ἔφη „ποῦ χθὲς ἦμεν;“ ὁ δὲ „ἐν τῷ πεδίῳ“ ἔφη. „τήμερον δέ, ὦ Δάμι, ποῦ;“
5„ἐν τῷ Καυκάσῳ,“ εἶπεν „εἰ μὴ ἐμαυτοῦ ἐκλέλη‐ σμαι.“ „πότε οὖν κάτω μᾶλλον ἦσθα;“ πάλιν ἤρετο, ὁ δὲ „τουτὶ μὲν“ ἔφη „οὐδὲ ἐπερωτᾶν ἄξιον·“ χθὲς μὲν γὰρ διὰ κοίλης τῆς γῆς ἐπορευόμεθα, τήμερον δὲ πρὸς τῷ οὐρανῷ ἐσμέν.“ „οἴει οὖν,“ ἔφη „ὦ
10Δάμι, τὴν μὲν χθὲς ὁδοιπορίαν κάτω εἶναι, τὴν δὲ τήμερον ἄνω;“ „νὴ Δί’,“ εἶπεν „εἰ μὴ μαίνομαί γε.“ „τί οὖν ἡγῇ“ ἔφη „παραλλάττειν τὰς ὁδοὺς ἀλλήλων ἢ τί τήμερον πλέον εἶναί σοι τοῦ χθές;“ „ὅτι χθὲσ“ ἔφη „ἐβάδιζον οὗπερ πολλοί, σήμερον
15δέ, οὗπερ ὀλίγοι.“ „τί γάρ,“ ἔφη „ὦ Δάμι, οὐ καὶ τὰς ἐν ἄστει λεωφόρους ἐκτρεπομένῳ βαδίζειν ἐστὶν ἐν ὀλίγοις τῶν ἀνθρώπων;“ „οὐ τοῦτο“ ἔφη „εἶπον, ἀλλ’ ὅτι χθὲς μὲν διὰ κωμῶν ἐκομιζόμεθα καὶ ἀν‐ θρώπων, σήμερον δὲ ἀστιβές τι ἀναβαίνομεν χωρίον45
20καὶ θεῖον, ἀκούεις γὰρ τοῦ ἡγεμόνος, ὅτι οἱ βάρ‐ βαροι θεῶν αὐτὸ ποιοῦνται οἶκον“ καὶ ἅμα ἀνέβλε‐ πεν ἐς τὴν κορυφὴν τοῦ ὄρους. ὁ δὲ ἐμβιβάζων αὐτὸν ἐς ὃ ἐξ ἀρχῆς ἠρώτα „ἔχεις οὖν εἰπεῖν, ὦ Δάμι, ὅ τι ξυνῆκας τοῦ θείου βαδίζων ἀγχοῦ τοῦ
25οὐρανοῦ;“ „οὐδὲν“ ἔφη. „καὶ μὴν ἐχρῆν γε“ εἶπεν „ἐπὶ μηχανῆς τηλικαύτης καὶ θείας οὕτως ἑστηκότα περί τε τοῦ οὐρανοῦ σαφεστέρας ἤδη ἐκφέρειν δόξας περί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, ὧν γε καὶ ῥάβδῳ ἴσως ἡγῇ ψαύσειν προσεστηκὼς τῷ οὐρανῷ τούτῳ.“
30„ἃ χθὲσ“ ἔφη „περὶ τοῦ θείου ἐγίγνωσκον, γιγνώσκω καὶ τήμερον καὶ οὔπω μοι ἑτέρα προσέπεσε περὶ αὐτοῦ δόξα.“ „οὐκοῦν,“ ἔφη „ὦ Δάμι, κάτω τυγ‐ χάνεις ὢν ἔτι καὶ οὐδὲν παρὰ τοῦ ὕψους εἴληφας ἀπέχεις τε τοῦ οὐρανοῦ ὁπόσον χθές· καὶ εἰκότως
35σε ἠρόμην, ἃ ἐν ἀρχῇ· σὺ γὰρ ᾤου γελοίως ἐρωτᾶ‐ σθαι.“ „καὶ μὴν“ ἔφη „καταβήσεσθαί γε σοφώτερος ᾤμην ἀκούων, Ἀπολλώνιε, τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀπὸ τοῦ κατὰ Ἰωνίαν Μίμαντος ἐπε‐ σκέφθαι τὰ ἐν τῷ οὐρανῷ, Θαλῆν τε τὸν Μιλήσιον
40ἀπὸ τῆς προσοίκου Μυκάλης, λέγονται δὲ καὶ τῷ Παγγαίῳ ἔνιοι φροντιστηρίῳ χρήσασθαι καὶ ἕτεροι τῷ Ἄθῳ. ἐγὼ δὲ μέγιστον τούτων ἀνελθὼν ὕψος οὐδὲν σοφώτερος ἑαυτοῦ καταβήσομαι.“ „οὐδὲ γὰρ ἐκεῖνοι,“ ἔφη „αἱ γὰρ τοιαίδε περιωπαὶ γλαυκότερον
45μὲν τὸν οὐρανὸν ἀποφαίνουσι καὶ μείζους τοὺς ἀστέ‐ ρας καὶ τὸν ἥλιον ἀνίσχοντα ἐκ νυκτός, ἃ καὶ ποι‐
μέσιν ἤδη καὶ αἰπόλοις ἐστὶ δῆλα, ὅπη δὲ τὸ θεῖον ἐπιμελεῖται τοῦ ἀνθρωπείου γένους καὶ ὅπη χαίρει ὑπ’ αὐτοῦ θεραπευόμενον, ὅ τί τε ἀρετὴ καὶ ὅ τι46
VA
.

2

.

5

(50)

δικαιοσύνη τε καὶ σωφροσύνη, οὔτε Ἄθως ἐκδείξει τοῖς ἀνελθοῦσιν οὔτε ὁ θαυμαζόμενος ὑπὸ τῶν ποι‐ ητῶν Ὄλυμπος, εἰ μὴ διορῴη αὐτὰ ἡ ψυχή, ἥν, εἰ καθαρὰ καὶ ἀκήρατος αὐτῶν ἅπτοιτο, πολλῷ μεῖζον ἔγωγ’ ἂν φαίην ᾄττειν τουτουὶ τοῦ Καυκάσου.“
VA
.

2

.

6

Ὑπερβάντες δὲ τὸ ὄρος ἐντυγχάνουσιν ἐπ’ ἐλε‐ φάντων ἤδη ὀχουμένοις ἀνδράσιν, εἰσὶ δ’ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κωφῆνος ἄβιοί τε καὶ ἱππό‐ ται τῆς ἀγέλης ταύτης, καὶ κάμηλοι δὲ ἐνίους ἦγον,
5αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά, πορεύονται δὲ χί‐ λια στάδια τῆς ἡμέρας γόνυ οὐδαμοῦ κάμψασαι. προσελάσας οὖν τῶν Ἰνδῶν εἷς ἐπὶ καμήλου τοιαύ‐ της ἠρώτα τὸν ἡγεμόνα οἷ στείχοιεν, ἐπεὶ δὲ τὸν νοῦν τῆς ἀποδημίας ἤκουσεν, ἀπήγγειλε τοῖς νομά‐
10σιν, οἱ δὲ ἀνεβόησαν ὥσπερ ἡσθέντες ἐκέλευόν τε πλησίον ἥκειν καὶ ἀφικομένοις οἶνόν τε ὤρεγον, ὃν ἀπὸ τῶν φοινίκων σοφίζονται καὶ μέλι ἀπὸ ταὐτοῦ φυτοῦ καὶ τεμάχη λεόντων καὶ παρδάλεων, ὧν καὶ τὰ δέρματα νεόδαρτα ἦν, δεξάμενοι δὲ πλὴν τῶν
15κρεῶν πάντα ἀπήλασαν [τοὺς Ἰνδοὺς] καὶ ἐχώρουν πρὸς ἕω.
VA
.

2

.

7

Ἀριστοποιουμένων δὲ αὐτῶν πρὸς πηγῇ ὕδατος ἐγχέας ὁ Δάμις τοῦ παρὰ τῶν Ἰνδῶν οἴνου „Διὸσ“ ἔφη „Σωτῆρος ἥδε σοι, Ἀπολλώνιε, διὰ πολλοῦ γε πίνοντι. οὐ γὰρ, οἶμαι, παραιτήσῃ καὶ τοῦτον, ὥσπερ
5τὸν ἀπὸ τῶν ἀμπέλων“ καὶ ἅμα ἔσπεισεν, ἐπειδὴ τοῦ Διὸς ἐπεμνήσθη. γελάσας οὖν ὁ Ἀπολλώνιος „οὐ καὶ χρημάτων“ ἔφη „ἀπεχόμεθα, ὦ Δάμι;“ „νὴ Δί’“ εἶπεν „ὡς πολλαχοῦ ἐπεδείξω.“ „ἆρ’ οὖν“
ἔφη „χρυσῆς μὲν δραχμῆς καὶ ἀργυρᾶς ἀφεξόμεθα,47
10καὶ οὐχ ἡττησόμεθα τοιούτου νομίσματος καίτοι κε‐ χηνότας ἐς αὐτὸ ὁρῶντες οὐκ ἰδιώτας μόνον, ἀλλὰ καὶ βασιλέας, εἰ δὲ χαλκοῦν τις ὡς ἀργυροῦν ἢ ὑπό‐ χρυσόν τε καὶ κεκιβδηλευμένον ἡμῖν διδοίη, ληψό‐ μεθα τοῦτο, ἐπεὶ μὴ ἐκεῖνό ἐστιν, οὗ οἱ πολλοὶ γλί‐
15χονται; καὶ μὴν καὶ νομίσματά ἐστιν Ἰνδοῖς ὀρει‐ χάλκου τε καὶ χαλκοῦ μέλανος, ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας ἐς τὰ Ἰνδῶν ἤθη· τί οὖν; εἰ χρήματα ἡμῖν ὤρεγον οἱ χρηστοὶ νομάδες, ἆρ’ ἄν, ὦ Δάμι, παραιτούμενόν με ὁρῶν ἐνουθέτεις τε καὶ
20ἐδίδασκες, ὅτι χρήματα μὲν ἐκεῖνά ἐστιν, ἃ Ῥωμαῖοι χαράττουσιν ἢ ὁ Μήδων βασιλεύς, ταυτὶ δὲ ὕλη τις ἑτέρα κεκομψευμένη τοῖς Ἰνδοῖς; καὶ ταῦτα πείσας τίνα ἂν ἡγήσω με; ἆρ’ οὐ κίβδηλόν τε καὶ τὴν φι‐ λοσοφίαν ἀποβεβληκότα μᾶλλον ἢ οἱ πονηροὶ στρα‐
25τιῶται τὰς ἀσπίδας; καίτοι ἀσπίδος μὲν ἀποβληθεί‐ σης ἑτέρα γένοιτ’ ἂν τῷ ἀποβαλόντι κακίων οὐδὲν τῆς προτέρας, ὡς Ἀρχιλόχῳ δοκεῖ, φιλοσοφία δὲ πῶς ἀνακτητέα τῷ γε ἀτιμάσαντι αὐτὴν καὶ ῥίψαντι; καὶ νῦν μὲν ἂν ξυγγιγνώσκοι ὁ Διόνυσος οὐδενὸς οἴνου
30ἡττημένῳ, τὸν δὲ ἀπὸ τῶν φοινίκων εἰ πρὸ τοῦ ἀμ‐ πελίνου αἱροίμην, ἀχθέσεται, εὖ οἶδα, καὶ περι‐ υβρίσθαι φήσει τὸ ἑαυτοῦ δῶρον. ἐσμὲν δὲ οὐ πόρρω τοῦ θεοῦ, καὶ γὰρ τοῦ ἡγεμόνος ἀκούεις, ὡς πλη‐ σίον ἡ Νῦσα τὸ ὄρος, ἐφ’ οὗ ὁ Διόνυσος πολλά,
35οἶμαι, καὶ θαυμαστὰ πράττει. καὶ μὴν καὶ τὸ με‐ θύειν, ὦ Δάμι, οὐκ ἐκ βοτρύων μόνων ἐσφοιτᾷ τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπὸ τῶν φοινίκων παραπλη‐ σίως ἐκβακχεύει· πολλοῖς γοῦν ἤδη τῶν Ἰνδῶν ἐνε‐ τύχομεν κατεσχημένοις τῷ οἴνῳ τούτῳ, καὶ οἱ μὲν
40ὀρχοῦνται πίπτοντες, οἱ δὲ ᾄδουσιν ὑπονυστάζοντες,
ὥσπερ οἱ παρ’ ἡμῖν ἐκ πότου νύκτωρ τε καὶ οὐκ ἐν ὥρᾳ ἀναλύοντες. ὅτι δὲ οἶνον ἡγῇ καὶ τοῦτο τὸ πῶμα, δηλοῖς τῷ σπένδειν τε ἀπ’ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι. καὶ εἴρηταί μοι, ὦ Δάμι,48
45πρὸς σὲ ὑπὲρ ἐμαυτοῦ ταῦτα· οὔτε γὰρ σὲ τοῦ πί‐ νειν ἀπάγοιμ’ ἂν οὔτε τοὺς ὀπαδοὺς τούτους, ξυγ‐ χωροίην δ’ ἂν ὑμῖν καὶ κρεῶν σιτεῖσθαι, τὸ γὰρ ἀπέχεσθαι τούτων ὑμῖν μὲν ἐς οὐδὲν ὁρῶ προβαῖ‐ νον, ἐμαυτῷ δὲ ἐς ἃ ὡμολόγηταί μοι πρὸς φιλοσο‐
VA
.

2

.

7

(50)

φίαν ἐκ παιδός.“ ἐδέξαντο τὸν λόγον τοῦτον οἱ περὶ τὸν Δάμιν καὶ ἠσπάσαντο εὐωχεῖσθαι, ῥᾷον ἡγού‐ μενοι πορεύσεσθαι, ἢν ἀφθονώτερον διαιτῶνται.
VA
.

2

.

8

Διαβάντες δὲ τὸν Κωφῆνα ποταμὸν αὐτοὶ μὲν ἐπὶ νεῶν, κάμηλοι δὲ πεζῇ τὸ ὕδωρ, ὁ γὰρ ποταμὸς οὔπω μέγας, ἐγένοντο ἐν τῇ βασιλευομένῃ ἠπείρῳ, ἐν ᾗ ἀνατεῖνον πεφύτευται Νῦσα ὄρος ἐς κορυφὴν
5ἄκραν, ὥσπερ ὁ ἐν Λυδίᾳ Τμῶλος, ἀναβαίνειν δ’ αὐτὸ ἔξεστιν, ὡδοποίηται γὰρ ὑπὸ τοῦ γεωργεῖσθαι. ἀνελθόντες οὖν ἱερῷ Διονύσου ἐντυχεῖν φασιν, ὃ δὴ Διόνυσον ἑαυτῷ φυτεῦσαι δάφναις περιεστη‐ κυίαις κύκλῳ, τοσοῦτον περιεχούσαις τῆς γῆς, ὅσον
10ἀπόχρη νεῷ ξυμμέτρῳ, κιττόν τε περιβαλεῖν αὐτὸν καὶ ἀμπέλους ταῖς δάφναις, ἄγαλμά τε ἑαυτοῦ ἔνδον στήσασθαι γιγνώσκοντα ὡς ξυμφύσει τὰ δένδρα ὁ χρόνος καὶ δώσει τινὰ ἀπ’ αὐτῶν ὄροφον, ὃς οὕτω ξυμβέβληται νῦν, ὡς μήτε ὕεσθαι τὸ ἱερὸν μήτ’
15ἀνέμῳ ἐσπνεῖσθαι. δρέπανα δὲ καὶ ἄρριχοι καὶ λη‐ νοὶ καὶ τὰ ἀμφὶ ληνοὺς ἀνάκειται τῷ Διονύσῳ χρυσᾶ καὶ ἀργυρᾶ καθάπερ τρυγῶντι. τὸ δὲ ἄγαλμα εἴκα‐ σται μὲν ἐφήβῳ Ἰνδῷ, λίθου δὲ ἔξεσται λευκοῦ. ὀργιάζοντος δὲ αὐτοῦ καὶ σείοντος τὴν Νῦσαν ἀκού‐
20ουσιν αἱ πόλεις αἱ ὑπὸ τῷ ὄρει καὶ ξυνεξαίρονται.
VA
.

2

.

9

διαφέρονται δὲ περὶ τοῦ Διονύσου τούτου καὶ Ἕλ‐ ληνες Ἰνδοῖς καὶ Ἰνδοὶ ἀλλήλοις· ἡμεῖς μὲν γὰρ τὸν Θηβαῖον ἐπ’ Ἰνδοὺς ἐλάσαι φαμὲν στρατεύοντά τε καὶ βακχεύοντα τεκμηρίοις χρώμενοι τοῖς τε ἄλλοις49
5καὶ τῷ Πυθοῖ ἀναθήματι, ὃ δὴ ἀπόθετον οἱ ἐκεῖ θησαυροὶ ἴσχουσιν· ἔστι δὲ ἀργύρου Ἰνδικοῦ δίσκος, ᾧ ἐπιγέγραπται· ΔΙΟΝΥΣΟΣ Ὁ ΣΕΜΕΛΗΣ ΚΑΙ ΔΙΟΣ ΑΠΟ ΙΝΔΩΝ ΑΠΟΛΛΩΝΙ ΔΕΛΦΩΙ. Ἰνδῶν δὲ οἱ περὶ Καύκασον καὶ Κωφῆνα ποταμὸν
10ἐπηλύτην Ἀσσύριον αὐτόν φασιν ἐλθεῖν τὰ τοῦ Θη‐ βαίου εἰδότα· οἱ δὲ τὴν Ἰνδοῦ τε καὶ Ὑδραώτου μέσην νεμόμενοι καὶ τὴν μετὰ ταῦτα ἤπειρον, ἣ δὴ ἐς ποταμὸν Γάγγην τελευτᾷ, Διόνυσον γενέσθαι πο‐ ταμοῦ παῖδα Ἰνδοῦ λέγουσιν, ᾧ φοιτήσαντα τὸν ἐκ
15Θηβῶν ἐκεῖνον θύρσου τε ἅψασθαι καὶ δοῦναι ὀρ‐ γίοις, εἰπόντα δέ, ὡς εἴη Διὸς καὶ τῷ τοῦ πατρὸς ἐμβιῴη μηρῷ τόκου ἕνεκα, Μηρόν τε εὑρέσθαι παρ’ αὐτοῦ ὄρος, ᾧ προσβέβηκεν ἡ Νῦσα, καὶ τὴν Νῦ‐ σαν τῷ Διονύσῳ ἐκφυτεῦσαι ἀπάγοντα ἐκ Θηβῶν
20τὸ γόνυ τῆς ἀμπέλου, οὗ καὶ Ἀλέξανδρος ὀργιάσαι. οἱ δὲ τὴν Νῦσαν οἰκοῦντες οὔ φασι τὸν Ἀλέξανδρον ἀνελθεῖν ἐς τὸ ὄρος, ἀλλ’ ὁρμῆσαι μέν, ἐπειδὴ φι‐ λότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων, δείσαντα δὲ μὴ ἐς ἀμπέλους παρελθόντες οἱ Μακεδόνες, ἃς χρό‐
25νου ἤδη οὐχ ἑωράκεσαν, ἐς πόθον τῶν οἴκοι ἀπενε‐ χθῶσιν ἢ ἐπιθυμίαν τινὰ οἴνου ἀναλάβωσιν εἰθισμέ‐ νοι ἤδη τῷ ὕδατι, παρελάσαι τὴν Νῦσαν, εὐξάμενον τῷ Διονύσῳ καὶ θύσαντα ἐν τῇ ὑπωρείᾳ. καὶ γιγνώ‐ σκω μὲν οὐκ ἐς χάριν ταῦτα ἐνίοις γράφων, ἐπειδὴ
30οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες οὐδὲ ταῦτα ἐς τὸ ἀληθὲς ἀνέγραψαν, δεῖ δὲ ἀληθείας ἐμοὶ γοῦν, ἣν εἰ κἀκεῖνοι ἐπῄνεσαν, οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε
τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον· τοῦ γὰρ ἀνελθεῖν ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἃ ἐκεῖνοι λέγουσι,50
35μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι.
VA
.

2

.

10

Τὴν δὲ Ἄορνον πέτραν οὐ πολὺ ἀπέχουσαν τῆς Νύσης ἰδεῖν μὲν οὔ φησιν ὁ Δάμις, ἐν ἐκβολῇ γὰρ κεῖσθαι τῆς ὁδοῦ καὶ δεδιέναι τὸν ἡγεμόνα ἐκτρέ‐ πεσθαί ποι παρὰ τὸ εὐθύ, ἀκοῦσαι δέ, ὡς ἁλωτὸς
5μὲν Ἀλεξάνδρῳ γένοιτο, Ἄορνος δὲ ὀνομάζοιτο οὐκ ἐπειδὴ στάδια πεντεκαίδεκα ἀνέστηκε, πέτονται γὰρ καὶ ὑπὲρ τοῦτο οἱ ἱεροὶ ὄρνιθες, ἀλλ’ ἐν κορυφῇ τῆς πέτρας ῥῆγμα εἶναί φασι τοὺς ὑπερπετομένους τῶν ὀρνίθων ἐπισπώμενον, ὡς Ἀθήνησί τε ἰδεῖν
10ἐστιν ἐν προδόμῳ τοῦ Παρθενῶνος καὶ πολλαχοῦ τῆς Φρυγῶν καὶ Λυδῶν γῆς, ὑφ’ οὗ τὴν πέτραν Ἄορνον κεκλῆσθαί τε καὶ εἶναι.
VA
.

2

.

11

Ἐλαύνοντες δὲ ἐπὶ τὸν Ἰνδὸν παιδὶ ἐντυγχάνουσι τρισκαίδεκά που ἔτη γεγονότι ἐπ’ ἐλέφαντος ὀχου‐ μένῳ καὶ παίοντι τὸ θηρίον. ἐπεὶ δὲ ἐθαύμασαν ὁρῶντες „τί ἔργον,“ ἔφη „ὦ Δάμι, ἀγαθοῦ ἱππέως;“
5„τί δ’ ἄλλο γε,“ εἶπεν, „ἢ ἱζήσαντα ἐπὶ τοῦ ἵππου ἄρχειν τε αὐτοῦ καὶ τῷ χαλινῷ στρέφειν καὶ κολά‐ ζειν ἀτακτοῦντα καὶ προορᾶν, ὡς μὴ ἐς βόθρον ἢ τάφρον ἢ χάσμα κατενεχθείη ὁ ἵππος, ὅτε γε δι’ ἕλους ἢ πηλοῦ χωροίη;“ „ἄλλο δὲ οὐδέν, ὦ Δάμι,
10ἀπαιτήσομεν“ ἔφη „τὸν ἀγαθὸν ἱππέα;“ „νὴ Δί’,“ εἶπε „τό τε ἀναπηδῶντι μὲν τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν, κατὰ πρανοῦς δὲ ἰόντι οἱ μὴ ξυγχωρεῖν, ἀλλ’ ἀνθέλκειν, καὶ τὸ καταψῆσαι δὲ τὰ ὦτα ἢ τὴν χαίτην, καὶ μὴ ἀεὶ ἡ μάστιξ σοφοῦ ἔμοιγε
15δοκεῖ ἱππέως, καὶ ἐπαινοίην ἂν τὸν ὧδε ὀχούμενον.“ „τῷ δὲ δὴ μαχίμῳ τε καὶ πολεμιστηρίῳ τίνων δεῖ;“
„τῶν γε αὐτῶν,“ ἔφη „ὦ Ἀπολλώνιε, καὶ πρός γε τούτοις τοῦ βάλλειν τε καὶ φυλάττεσθαι, καὶ τὸ ἐπε‐ λάσαι δὲ καὶ τὸ ἀπελάσαι καὶ τὸ ἀνειλῆσαι πολεμίους51
20καὶ μὴ ἐᾶν ἐκπλήττεσθαι τὸν ἵππον, ὅτε δουπήσειεν ἀσπὶς ἢ ἀστράψειαν αἱ κόρυθες ἢ παιανιζόντων τε καὶ ἀλαλαζόντων βοὴ γένοιτο, σοφίᾳ, οἶμαι, ἱππικῇ πρόσκειται.“ „τοῦτον οὖν“ ἔφη „τὸν ἐπὶ τοῦ ἐλέ‐ φαντος ἱππέα τί φήσεις;“ „πολλῷ“ ἔφη „θαυμα‐
25σιώτερον, Ἀπολλώνιε, τὸ γὰρ θηρίῳ τηλικούτῳ ἐπι‐ τετάχθαι τηλικόνδε ὄντα καὶ εὐθύνειν αὐτὸ καλαύ‐ ροπι, ἣν ὁρᾷς αὐτὸν ἐμβαλόντα τῷ ἐλέφαντι, ὥσπερ ἄγκυραν, καὶ μήτε τὴν ὄψιν τοῦ θηρίου δεδιέναι μήτε τὸ ὕψος μήτε τὴν ῥώμην τοσαύτην οὖσαν, δαι‐
30μόνιον ἔμοιγε δοκεῖ, καὶ οὐδ’ ἂν ἐπίστευσα, μὰ τὴν Ἀθηνᾶν, εἰ ἑτέρου ἤκουσα.“ „τί οὖν,“ ἔφη „εἰ ἀπο‐ δόσθαι τις ἡμῖν τὸν παῖδα βούλοιτο, ὠνήσῃ αὐτόν, ὦ Δάμι;“ „νὴ Δί’,“ εἶπε „τῶν γε ἐμαυτοῦ πάν‐ των. τὸ γὰρ ὥσπερ ἀκρόπολιν κατειληφότα δεσπό‐
35ζειν θηρίου μεγίστου ὧν ἡ γῆ βόσκει, ἐλευθέρας ἔμοιγε δοκεῖ φύσεως καὶ λαμπρᾶς εἶναι.“ τί οὖν χρήσῃ τῷ παιδί,“ ἔφη „εἰ μὴ καὶ τὸν ἐλέφαντα ὠνήσῃ;“ „τῇ τε οἰκίᾳ“ ἔφη „ἐπιστήσω τῇ ἐμαυτοῦ καὶ τοῖς οἰκέταις καὶ πολλῷ βέλτιον τούτων ἢ ἐγὼ
40ἄρξει.“ „σὺ δὲ οὐχ ἱκανὸσ“ ἔφη „τῶν σεαυτοῦ ἄρ‐ χειν;“ „ὅν γε“ εἶπε „καὶ σὺ τρόπον, ὦ Ἀπολλώνιε· καταλιπὼν γὰρ τἀμὰ περίειμι, ὥσπερ σύ, φιλομαθῶν καὶ περιφρονῶν τὰ ἐν τῇ ξένῃ.“ „εἰ δὲ δὴ πρίαιο τὸν παῖδα, καὶ ἵππω σοι γενοίσθην ὁ μὲν ἁμιλλητή‐
45ριος, ὁ δὲ πολεμικός, ἀναθήσῃ αὐτόν, ὦ Δάμι, ἐπὶ τοὺς ἵππους;“ „ἐπὶ μὲν τὸν ἁμιλλητήριον“ εἶπεν „ἴσως ἄν, ἐπειδὴ καὶ ἑτέρους ὁρῶ, τὸν δὲ μάχιμόν τε καὶ ὁπλιτεύοντα πῶς ἂν ἀναβαίνοι οὗτος; οὔτε
γὰρ ἀσπίδα δύναιτ’ ἂν φέρειν, ἧς δεῖ τοῖς ἱππεύ‐52
VA
.

2

.

11

(50)

ουσιν, οὔτ’ ἂν θώρακα ἢ κράνος, αἰχμὴν δὲ πῶς οὗτος, ὃς οὐδὲ ἄτρακτον βέλους ἢ τοξεύματος κρα‐ δαίνοι ἂν ψελλιζομένῳ (ἐς τὰ πολεμικὰ) ἐοικὼς ἔτι;“ „ἕτερον οὖν τι,“ ἔφη „ὦ Δάμι, ἐστίν, ὃ τὸν ἐλέ‐ φαντα τοῦτον ἡνιοχεῖ καὶ πέμπει, καὶ οὐχ ὁ ἡνίοχος
55οὗτος, ὃν σὺ μονονοὺ προσκυνεῖς ὑπὸ θαύματος.“ τοῦ δὲ εἰπόντος „τί ἂν εἴη τοῦτο, Ἀπολλώνιε; ὁρῶ γὰρ ἐπὶ τοῦ θηρίου πλὴν τοῦ παιδὸς οὐδὲν ἕτερον.“ „τὸ θηρίον“ ἔφη „τοῦτο εὐπαίδευτόν τε παρὰ πάντα ἐστί, κἀπειδὰν ἅπαξ ἀναγκασθῇ ὑπὸ ἀνθρώπῳ ζῆν,
60ἀνέχεται τὰ ἐκ τοῦ ἀνθρώπου πάντα καὶ ὁμοήθειαν ἐπιτηδεύει τὴν πρὸς αὐτόν, χαίρει τε σιτούμενον ἀπὸ τῆς χειρός, ὥσπερ οἱ μικροὶ τῶν κυνῶν, προσ‐ ιόντα τε τῇ προνομαίᾳ αἰκάλλει καὶ τὴν κεφαλὴν ἐς τὴν φάρυγγα ἐσωθοῦντα ἀνέχεται καὶ κέχηνεν ἐφ’
65ὅσον τῷ ἀνθρώπῳ δοκεῖ, καθάπερ ἐν τοῖς νομάσιν ἑωρῶμεν. νύκτωρ δὲ λέγεται τὴν δουλείαν ὀλοφύ‐ ρεσθαι, μὰ Δί’, οὐ τετριγός, ὁποῖον εἴωθεν, ἀλλ’ οἰκτρόν τε καὶ ἐλεεινὸν ἀνακλᾶον, εἰ δὲ ἄνθρωπος ἐπισταίη ὀδυρομένῳ ταῦτα, ἴσχει τὸν θρῆνον ὁ ἐλέ‐
70φας, ὥσπερ αἰδούμενος. αὐτὸς δὴ ἑαυτοῦ, ὦ Δάμι, ἄρχει καὶ ἡ πειθὼ αὐτὸν ἡ τῆς φύσεως ἄγει μᾶλλον ἢ ὁ ἐπικείμενός τε καὶ ἀπευθύνων.“
VA
.

2

.

12

Ἐπὶ δὲ τὸν Ἰνδὸν ἐλθόντες ἀγέλην ἐλεφάντων ἰδεῖν φασι περαιουμένους τὸν ποταμὸν καὶ τάδε ἀκοῦσαι περὶ τοῦ θηρίου· ὡς οἱ μὲν αὐτῶν ἕλειοι, οἱ δ’ αὖ ὄρειοι, καὶ τρίτον ἤδη γένος πεδινοί εἰσιν,
5ἁλίσκονταί τε ἐς τὴν τῶν πολεμικῶν χρείαν. μάχον‐ ται γὰρ δὴ ἐπεσκευασμένοι πύργους οἵους κατὰ δέκα καὶ πεντεκαίδεκα ὁμοῦ τῶν Ἰνδῶν δέξασθαι, ἀφ’ ὧν τοξεύουσί τε καὶ ἀκοντίζουσιν οἱ Ἰνδοί, καθάπερ
ἐκ πυλῶν βάλλοντες. καὶ αὐτὸ δὲ τὸ θηρίον χεῖρα53
10τὴν προνομαίαν ἡγεῖται καὶ χρῆται αὐτῇ ἐς τὸ ἀκον‐ τίζειν. ὅσον δὲ ἵππου Νισαίου μείζων ὁ Λιβυκὸς ἐλέφας, τοσοῦτον τῶν ἐκ Λιβύης οἱ Ἰνδοὶ μείζους. περὶ δὲ ἡλικίας τοῦ ζῴου καὶ ὡς μακροβιώτατοι, εἴρηται μὲν καὶ ἑτέροις, ἐντυχεῖν δὲ καὶ οὗτοί φασιν
15ἐλέφαντι περὶ Τάξιλα μεγίστην τῶν ἐν Ἰνδοῖς πόλιν, ὃν μυρίζειν τε οἱ ἐπιχώριοι καὶ ταινιοῦν· εἶναι γὰρ δὴ τῶν πρὸς Ἀλέξανδρον ὑπὲρ Πώρου μεμαχημένων εἷς οὗτος, ὅν, ἐπειδὴ προθύμως ἐμεμάχητο, ἀνῆκεν ὁ Ἀλέξανδρος τῷ Ἡλίῳ. εἶναι δὲ αὐτῷ καὶ χρυσοῦ
20ἕλικας περὶ τοῖς εἴτ’ ὀδοῦσιν εἴτε κέρασι καὶ γράμ‐ ματα ἐπ’ αὐτῶν Ἑλληνικὰ λέγοντα ΑΛΕΞΑΝΔΡΟΣ Ο ΔΙΟΣ ΤΟΝ ΑΙΑΝΤΑ ΤΩΙ ΗΛΙΩΙ. ὄνομα γὰρ τοῦτο τῷ ἐλέφαντι ἔθετο μεγάλου ἀξιώσας μέγαν. ξυνεβάλοντο δὲ οἱ ἐπιχώριοι πεντήκοντα εἶναι καὶ
25τριακόσια ἔτη μετὰ τὴν μάχην οὔπω λέγοντες καὶ
VA
.

2

.

13

ὁπόσα γεγονὼς ἐμάχετο. Ἰόβας δέ, ὃς ἦρξέ ποτε τοῦ Λιβυκοῦ ἔθνους, φησὶ μὲν ξυμπεσεῖν ἀλλήλοις ἐπ’ ἐλεφάντων πάλαι Λιβυκοὺς ἱππέας—εἶναι δὲ τοῖς μὲν πύργον ἐς τοὺς ὀδόντας κεχαραγμένον, τοῖς δὲ
5οὐδέν—νυκτὸς δὲ ἐπιλαβούσης τὴν μάχην ἡττη‐ θῆναι μὲν τοὺς ἐπισήμους φησί, φυγεῖν δὲ ἐς τὸν Ἄτλαντα τὸ ὄρος, αὐτὸς δὲ ἑλεῖν τετρακοσίων μήκει ἐτῶν ὕστερον τῶν διαφυγόντων ἕνα καὶ τοὐπίσημον εἶναι αὐτῷ κοῖλον καὶ οὔπω περιτετριμμένον ὑπὸ
10τοῦ χρόνου. οὗτος ὁ Ἰόβας τοὺς ὀδόντας κέρατα ἡγεῖται τῷ φύεσθαι μὲν αὐτοὺς ὅθεν περ οἱ κρότα‐ φοι, παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ, μένειν δ’ ὡς ἔφυσαν καὶ μή, ὅπερ οἱ ὀδόντες, ἐκπίπτειν εἶτ’ ἀνα‐ φύεσθαι· ἐγὼ δ’ οὐ προσδέχομαι τὸν λόγον· κέρατά
15τε γὰρ εἰ μὴ πάντα, τά γε τῶν ἐλάφων ἐκπίπτει καὶ
ἀναφύεται, ὀδόντες δὲ οἱ μὲν τῶν ἀνθρώπων ἐκ‐ πεσοῦνται καὶ ἀναφύσονται πάντες, ζῴων δ’ ἂν οὐδενὶ ἑτέρῳ χαυλιόδους ἢ κυνόδους αὐτομάτως ἐκ‐ πέσοι, οὐδ’ ἂν ἐπανέλθοι ἐκπεσών, ὅπλου γὰρ ἕνεκα54
20ἡ φύσις ἐμβιβάζει αὐτοὺς ἐς τὰς γένυς. καὶ ἄλλως τὰ κέρατα γραμμὴν ἀποτορνεύει κύκλῳ πρὸς τῇ ῥίζῃ κατ’ ἐνιαυτὸν ἕκαστον, ὡς αἶγές τε δηλοῦσι καὶ ποῖ‐ μναι καὶ βόες, ὀδοὺς δὲ λεῖος ἐκφύεται καὶ ἢν μὴ πηρώσῃ τι αὐτόν, τοιόσδε ἀεὶ μένει, μετέχει γὰρ τῆς
25λιθώδους ὕλης τε καὶ οὐσίας. καὶ μὴν καὶ τὸ κερασ‐ φορεῖν περὶ τὰ δίχηλα τῶν ζῴων μόνα ἕστηκε, τὸ δὲ ζῷον τοῦτο πεντώνυχον καὶ πολυσχιδὲς τὴν βάσιν, ἣ διὰ τὸ μὴ ἐσφίγχθαι χηλαῖς ὥσπερ ἐν ὑγρῷ ἕστηκε. καὶ τοῖς μὲν κερασφόροις ἅπασιν ὑποβάλλουσα ἡ φύ‐
30σις ὀστᾶ σηραγγώδη περιφύει τὸ κέρας ἔξωθεν, τὸ δὲ τῶν ἐλεφάντων πλῆρες ἀποφαίνει καὶ ὅμοιον, ἀναπτύξαντι δὲ σύριγξ αὐτὸ λεπτὴ διέρπει μέσον, ὥσπερ τοὺς ὀδόντας. εἰσὶ δὲ οἱ μὲν τῶν ἑλείων ὀδόν‐ τες πελιδνοὶ καὶ μανοὶ μεταχειρίσασθαί τε ἄτοποι,
35πολλαχοῦ γὰρ αὐτῶν ὑποδεδύκασι σήραγγες, πολλα‐ χοῦ δὲ ἀνεστᾶσι χάλαζαι μὴ ξυγχωροῦσαι τῇ τέχνῃ, οἱ δὲ τῶν ὀρείων μείους μὲν ἢ οὗτοι, λευκοὶ δὲ ἱκα‐ νῶς καὶ δύσεργον περὶ αὐτοὺς οὐδέν, ἄριστοι δὲ οἱ τῶν πεδινῶν ὀδόντες, μέγιστοί τε γὰρ καὶ λευκότατοι
40καὶ ἀναπτύξαι ἡδεῖς καὶ γίγνονται πᾶν ὅ τι θέλει ἡ χείρ. εἰ δὲ καὶ ἤθη ἐλεφάντων χρὴ ἀναγράφειν, τοὺς μὲν ἐκ τῶν ἑλῶν ἁλισκομένους ἀνοήτους ἡγοῦνται καὶ κούφους Ἰνδοί, τοὺς δὲ ἐκ τῶν ὀρῶν κακοήθεις τε καὶ ἐπιβουλευτὰς καὶ ἢν μὴ δέωνταί τινος, οὐ βε‐
45βαίους τοῖς ἀνθρώποις, οἱ πεδινοὶ δὲ χρηστοί τε εἶναι λέγονται καὶ εὐάγωγοι καὶ μιμήσεως ἐρασταί· γρά‐ φουσι γοῦν καὶ ὀρχοῦνται καὶ παρενσαλεύουσι πρὸς
αὐλὸν καὶ πηδῶσιν ἀπὸ τῆς γῆς ἐκεῖνοι.55
VA
.

2

.

14

Ἰδὼν δὲ τοὺς ἐλέφαντας ὁ Ἀπολλώνιος τὸν Ἰν‐ δὸν περαιουμένους, ἦσαν δέ, οἶμαι, τριάκοντα, καὶ χρωμένους ἡγεμόνι τῷ σμικροτάτῳ σφῶν, καὶ τοὺς μείζους αὐτῶν ἀνειληφότας τοὺς αὑτῶν πώλους ἐπὶ
5τὰς τῶν ὀδόντων προβολὰς τάς τε προνομαίας ἐπε‐ ζευχότας δεσμοῦ ἕνεκα „ταῦτα μέν,“ ἔφη „ὦ Δάμι, οὐδὲ ἐπιτάττοντος οὐδενὸς αὐτοῖς ἀφ’ ἑαυτῶν οὗτοι διὰ ξύνεσίν τε καὶ σοφίαν πράττουσι, καὶ ὁρᾷς, ὡς παραπλησίως τοῖς σκευαγωγοῦσιν ἀνειλήφασι τοὺς
10πώλους καὶ καταδησάμενοι αὐτοὺς ἄγουσιν;“ „ὁρῶ,“ ἔφη „ὦ Ἀπολλώνιε, ὡς σοφῶς τε αὐτὸ καὶ ξυνετῶς πράττουσι. τί οὖν βούλεται τὸ εὔηθες ἐκεῖνο φρόν‐ τισμα τοῖς ἐρεσχελοῦσι φυσικὴν ἢ μὴ τὴν πρὸς τὰ τέκνα εἶναι εὔνοιαν; τουτὶ γὰρ καὶ ἐλέφαντες ἤδη
15βοῶσιν, ὡς παρὰ τῆς φύσεως αὐτοῖς ἥκει· οὐ γὰρ δὴ παρὰ ἀνθρώπων γε μεμαθήκασιν αὐτό, ὥσπερ τὰ ἄλλα, οἵ γε μηδὲ ξυμβεβιώκασί πω ἀνθρώποις, ἀλλὰ φύσει κεκτημένοι τὸ φιλεῖν, ἃ ἔτεκον, προκήδονταί τε αὐτῶν καὶ παιδοτροφοῦσι.“ „καὶ μὴ τοὺς ἐλέ‐
20φαντας εἴπῃς, ὦ Δάμι· τοῦτο γὰρ τὸ ζῷον δεύτερον ἀνθρώπου τάττω κατὰ ξύνεσίν τε καὶ βουλάς, ἀλλὰ τάς τε ἄρκτους ἐνθυμοῦμαι μᾶλλον, ὡς ἀγριώταται θηρίων οὖσαι πάνθ’ ὑπὲρ τῶν σκύμνων πράττουσι, τούς τε λύκους, ὡς ἀεὶ προσκείμενοι τῷ ἁρπάζειν ἡ
25μὲν θήλεια φυλάττει, ἃ ἔτεκεν, ὁ δὲ ἄρρην ὑπὲρ σωτηρίας τῶν σκυλάκων ἀπάγει αὐτῇ σῖτον, τάς τε παρδάλεις ὡσαύτως, αἳ διὰ θερμότητα χαίρουσι τῷ γίγνεσθαι μητέρες, δεσπόζειν γὰρ δὴ τότε βούλονται τῶν ἀρρένων καὶ τοῦ οἴκου ἄρχειν, οἱ δὲ ἀνέχονται
30τὸ ἐξ αὐτῶν πᾶν ἡττώμενοι τοῦ τόκου. λέγεται δέ τις καὶ περὶ τῶν λεαινῶν λόγος, ὡς ἐραστὰς μὲν
ποιοῦνται τοὺς παρδάλεις καὶ δέχονται αὐτοὺς ἐπὶ τὰς εὐνὰς τῶν λεόντων ἐς τὰ πεδία, τῆς δὲ γαστρὸς ὥραν ἀγούσης ἀναφεύγουσιν ἐς τὰ ὄρη καὶ τὰ τῶν56
35παρδάλεων ἤθη, στικτὰ γὰρ τίκτουσιν, ὅθεν κρύπτου‐ σιν αὐτὰ καὶ θηλάζουσιν ἐν σκολιαῖς λόχμαις πλα‐ σάμεναι ἀφημερεύειν πρὸς θήραν. εἰ γὰρ φωράσειαν τουτὶ οἱ λέοντες, διασπῶνται τοὺς σκύμνους καὶ ξαί‐ νουσι τὴν σπορὰν ὡς νόθον. ἐνέτυχες δήπου καὶ
40τῶν Ὁμηρείων λεόντων ἑνί, ὡς ὑπὲρ τῶν ἑαυτοῦ σκύμνων δεινὸν βλέπει καὶ ῥώννυσιν ἑαυτὸν μάχης ἅπτεσθαι. καὶ τὴν τίγριν δὲ χαλεπωτάτην οὖσάν φασιν ἐν τῇδε τῇ χώρᾳ καὶ περὶ τὴν θάλατταν τὴν Ἐρυθρὰν ἐπὶ τὰς ναῦς ἵεσθαι, τοὺς σκύμνους ἀπαι‐
45τοῦσαν, καὶ ἀπολαβοῦσαν μὲν ἀπιέναι χαίρουσαν, εἰ δὲ ἀποπλεύσαιεν, ὠρύεσθαι αὐτὴν πρὸς τῇ θα‐ λάττῃ καὶ ἀποθνήσκειν ἐνίοτε. τὰ δὲ τῶν ὀρνίθων τίς οὐκ οἶδεν; ὡς ἀετοὶ μὲν καὶ πελαργοὶ καλιὰς οὐκ ἂν πήξαιντο μὴ πρότερον αὐταῖς ἐναρμόσαντες
VA
.

2

.

14

(50)

ὁ μὲν τὸν ἀετίτην λίθον, ὁ δὲ τὸν λυχνίτην ὑπὲρ τῆς ᾠογονίας καὶ τοῦ μὴ πελάζειν σφίσι τοὺς ὄφεις. κἂν τὰ ἐν τῇ θαλάττῃ σκοπῶμεν, τοὺς μὲν δελφῖνας οὐκ ἂν θαυμάσαιμεν, εἰ χρηστοὶ ὄντες φιλοτεκνοῦσι, φαλαίνας δὲ καὶ φώκας καὶ τὰ ζῳοτόκα ἔθνη πῶς
55οὐ θαυμασόμεθα, εἰ φώκη μέν, ἣν εἶδον ἐγὼ ἐν Αἰγαῖς καθειργμένην ἐς κυνήγια, οὕτως ἐπένθησεν ἀποθανόντα τὸν σκύμνον, ὃν ἐν τῷ οἰκίσκῳ ἀπε‐ κύησεν, ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον, καίτοι βορωτάτη θηρίων οὖσα, φάλαινα δὲ ἐς τοὺς
60χηραμοὺς τῆς φάρυγγος ἀναλαμβάνει τοὺς σκύμνους, ἐπειδὰν φεύγῃ τι ἑαυτῆς μεῖζον; καὶ ἔχιδνα ὤφθη ποτὲ τοὺς ὄφεις, οὓς ἀπέτεκε, λιχμωμένη καὶ θερα‐ πεύουσα ἐκκειμένῃ τῇ γλώττῃ. μὴ γὰρ δεχώμεθα,
ὦ Δάμι, τὸν εὐήθη λόγον, ὡς ἀμήτορες οἱ τῶν57
65ἐχιδνῶν τίκτονται, τουτὶ γὰρ οὐδὲ ἡ φύσις ξυγκε‐ χώρηκεν, οὔτε ἡ πεῖρα.“ ὑπολαβὼν οὖν ὁ Δάμις „ξυγχωρεῖς οὖν“ ἔφη „τὸν Εὐριπίδην ἐπαινεῖν ἐπὶ τῷ ἰαμβείῳ τούτῳ, ᾧ πεποίηται αὐτῷ ἡ Ἀνδρομάχη λέγουσα
70
ἅπασι δ’ ἀνθρώποις ἄρ’ ἦν ψυχὴ τέκνα;“ „ξυγχωρῶ, ἔφη „σοφῶς γὰρ καὶ δαιμονίως εἴρηται, πολλῷ δ’ ἂν σοφώτερον καὶ ἀληθέστερον εἶχεν, εἰ περὶ πάντων ζῴων ὕμνητο.“ „ἔοικας,“ ἔφη „Ἀπολ‐
75λώνιε, μεταγράφειν τὸ ἰαμβεῖον, ἵν’ οὕτως ᾄδοιμεν·
ἅπασι δὲ ζῴοις ἄρ’ ἦν
ψυχὴ τέκνα.
VA
.

2

.

15

καὶ ἕπομαί σοι, βέλτιον γάρ. „ἀλλ’ ἐκεῖνο μοι εἰπέ· οὐκ ἐν ἀρχῇ τῶν λόγων ἔφαμεν σοφίαν εἶναι περὶ τοὺς ἐλέφαντας καὶ νοῦν περὶ ἃ πράττουσι;“ „καὶ εἰκότως,“ εἶπεν „ὦ Δάμι, ἔφαμεν, εἰ γὰρ μὴ νοῦς
5ἐκυβέρνα τόδε τὸ θηρίον, οὔτ’ ἂν αὐτὸ διεγίγνετο οὔτ’ ἂν τὰ ἔθνη, ἐν οἷς γίγνεται.“ „τί οὖν“ ἔφη „οὕτως ἀμαθῶς καὶ οὐ πρὸς τὸ χρήσιμον ἑαυτοῖς τὴν διάβασιν ποιοῦνται; ἡγεῖται μὲν γάρ, ὡς ὁρᾷς, ὁ μικρότατος, ἕπεται δὲ αὐτῷ τις ὀλίγῳ μείζων, εἶτα
10ὑπὲρ τοῦτον ἕτερος, καὶ οἱ μέγιστοι κατόπιν πάντες. ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι.“ „ἀλλ’, ὦ Δάμι,“ ἔφη „πρῶτον μὲν ὑπο‐ φεύγειν ἐοίκασι δίωξιν ἀνθρώπων, οἷς που καὶ ἐν‐
15τευξόμεθα ἑπομένοις τῷ ἴχνει, πρὸς δὲ τοὺς ἐπικει‐ μένους δεῖ τὰ κατὰ νώτου πεφράχθαι μᾶλλον, ὥσπερ ἐν τοῖς πολέμοις, καὶ τοῦτο τακτικώτατον ἡγοῦ τῶν θηρίων, ἔπειτα ἡ διάβασις, εἰ μὲν προδιέβαινον οἱ
μέγιστοι σφῶν, οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ58
20ὕδατος εἰ διαβήσονται πάντες, τοῖς μὲν γὰρ εὔπορός τε καὶ ῥᾳδία ἡ περαίωσις ὑψηλοτάτοις οὖσι, τοῖς δὲ χαλεπή τε καὶ ἄπορος, μὴ ὑπεραίρουσι τοῦ ῥεύμα‐ τος, διελθὼν δὲ ὁ σμικρότατος τὸ ἄλυπον ἤδη καὶ τοῖς λοιποῖς ἑρμηνεύει, καὶ ἄλλως οἱ μὲν μείζους
25προεμβαίνοντες κοιλότερον ἂν τὸν ποταμὸν ἀποφαί‐ νοιεν τοῖς σμικροῖς, ἀνάγκη γὰρ συνιζάνειν τὴν ἰλὺν ἐς βόθρους διά τε βαρύτητα τοῦ θηρίου διά τε πα‐ χύτητα τῶν ποδῶν, οἱ δ’ ἐλάττους οὐδὲν ἂν βλά‐ πτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύ‐
VA
.

2

.

16

οντες.“ ἐγὼ δὲ εὗρον ἐν τοῖς Ἰόβα λόγοις, ὡς καὶ ξυλλαμβάνουσιν ἀλλήλοις ἐν τῇ θήρᾳ καὶ προΐσταν‐ ται τοῦ ἀπειπόντος, κἂν ἐξέλωνται αὐτόν, τὸ δάκρυον τῆς ἀλόης ἐπαλείφουσι τοῖς τραύμασι περιεστῶτες
5ὥσπερ ἰατροί. πολλὰ τοιαῦτα ἐφιλοσοφεῖτο αὐτοῖς ἀφορμὰς ποιουμένοις τὰ λόγου ἄξια.
VA
.

2

.

17

Τὰ δὲ Νεάρχῳ τε καὶ Πυθαγόρᾳ περὶ τοῦ Ἀκε‐ σίνου ποταμοῦ εἰρημένα, ὡς ἐσβάλλει μὲν ἐς τὸν Ἰνδὸν οὗτος, τρέφει δὲ ὄφεις ἑβδομήκοντα πηχῶν μῆκος, τοιαῦτα εἶναί φασιν, ὁποῖα εἴρηται, καὶ ἀνα‐
5κείσθω μοι ὁ λόγος ἐς τοὺς δράκοντας, ὧν ὁ Δάμις ἀφηγεῖται τὴν θήραν. ἀφικόμενοι δὲ ἐπὶ τὸν Ἰνδὸν καὶ πρὸς διαβάσει τοῦ ποταμοῦ ὄντες ἤροντο τὸν Βαβυλώνιον, εἴ τι τοῦ ποταμοῦ οἶδε, διαβάσεως πέρι ἐρωτῶντες, ὁ δὲ οὔπω ἔφη πεπλευκέναι αὐτόν, οὐδὲ
10γιγνώσκειν, ὁπόθεν πλεῖται. „τί οὖν“ ἔφασαν „οὐκ ἐμισθώσω ἡγεμόνα;“ „ὅτι ἔστιν“ ἔφη „ὁ ἡγησόμε‐ νοσ“ καὶ ἅμα ἐδείκνυ τινὰ ἐπιστολὴν ὡς τοῦτο πρά‐ ξουσαν, ὅτε δὴ καὶ τὸν Οὐαρδάνην τῆς τε φιλαν‐ θρωπίας καὶ τῆς ἐπιμελείας ἀγασθῆναί φασι· πρὸς
15γὰρ τὸν ἐπὶ τοῦ Ἰνδοῦ σατράπην ἔπεμψε τὴν ἐπι‐
στολὴν ταύτην καίτοι μὴ ὑποκείμενον τῇ ἑαυτοῦ ἀρχῇ, εὐεργεσίας ἀναμιμνήσκων αὐτόν, καὶ χάριν μὲν οὐκ ἂν ἐπ’ ἐκείνῃ ἀπαιτῆσαι φάσκων—οὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖν—59
20Ἀπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βού‐ λεται χάριν ἂν γνῶναι. χρυσίον δὲ τῷ ἡγεμόνι ἔδω‐ κεν, ἵν’ εἰ δεηθέντα τὸν Ἀπολλώνιον αἴσθοιτο, δοίη τοῦτο καὶ μὴ ἐς ἄλλου χεῖρα βλέψειεν. ἐπεὶ δὲ τὴν ἐπιστολὴν ὁ Ἰνδὸς ἔλαβε, μεγάλων τε ἀξιοῦσθαι ἔφη
25καὶ φιλοτιμήσεσθαι περὶ τὸν ἄνδρα μεῖον οὐδὲν ἢ εἰ ὁ βασιλεὺς τῶν Ἰνδῶν ὑπὲρ αὐτοῦ ἔγραφε, καὶ τήν τε ναῦν τὴν σατραπίδα ἔδωκεν αὐτῷ ἐμβῆναι πλοῖά τε ἕτερα, ἐφ’ ὧν αἱ κάμηλοι ἐκομίζοντο, ἡγε‐ μόνα τε τῆς γῆς πάσης, ἣν ὁ Ὑδραώτης ὁρίζει,
30πρός τε τὸν βασιλέα τὸν ἑαυτοῦ ἔγραψε μὴ χείρω αὐτοῦ Οὐαρδάνου γενέσθαι περὶ ἄνδρα Ἕλληνά τε καὶ θεῖον.
VA
.

2

.

18

Τὸν μὲν δὴ Ἰνδὸν ὧδε ἐπεραιώθησαν σταδίους μάλιστα τεσσαράκοντα, τὸ γὰρ πλόιμον αὐτοῦ τοσοῦ‐ τον, περὶ δὲ τοῦ ποταμοῦ τούτου τάδε γράφουσι· τὸν Ἰνδὸν ἄρχεσθαι μὲν ἐκ τοῦ Καυκάσου μείζω
5αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προ‐ χωρεῖν δὲ πολλοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιού‐ μενον, ἀδελφὰ δὲ τῷ Νείλῳ πράττοντα τῇ τε Ἰνδικῇ ἐπιχεῖσθαι γῆν τε ἐπάγειν τῇ γῇ καὶ παρέχειν Ἰνδοῖς τὸν Αἰγυπτίων τρόπον σπείρειν. χιόσι δ’ Αἰθιόπων
10τε καὶ Καταδούπων ὀρῶν ἀντιλέγειν μὲν οὐκ ἀξιῶ διὰ τοὺς εἰπόντας, οὐ μὴν ξυντίθεμαί γε λογιζόμε‐ νος τὸν Ἰνδόν, ὡς ταὐτὸν τῷ Νείλῳ ἐργάζεται μὴ νιφομένης τῆς ὑπὲρ αὐτὸν χώρας, καὶ ἄλλως τὸν θεὸν οἶδα κέρατα τῆς γῆς ξυμπάσης Αἰθίοπάς τε καὶ
15Ἰνδοὺς ἀποφαίνοντα μελαίνοντά τε τοὺς μὲν ἀρχο‐
μένου ἡλίου, τοὺς δὲ λήγοντος, ὃ πῶς ἂν ξυνέβαινε περὶ τοὺς ἀνθρώπους, εἰ μὴ καὶ τὸν χειμῶνα ἐθέ‐ ροντο; ἣν δὲ ἀνὰ πᾶν ἔτος θάλπει γῆν ἥλιος, πῶς ἄν τις ἡγοῖτο νίφεσθαι, πῶς δ’ ἂν τὴν χιόνα χορη‐60
20γὸν τοῖς ἐκείνῃ ποταμοῖς γίγνεσθαι τοῦ ὑπεραίρειν τὰ σφῶν αὐτῶν μέτρα; εἰ δὲ καὶ φοιτᾶν χιόνα ἐς τὰ οὕτω πρόσειλα, πῶς ἂν αὐτὴν ἐς τοσόνδε ἀναχυθῆ‐ ναι πέλαγος; πῶς δ’ ἂν ἀποχρῆσαι ποταμῷ βυθί‐
VA
.

2

.

19

ζοντι Αἴγυπτον; κομιζόμενοι δὲ διὰ τοῦ Ἰνδοῦ πολ‐ λοῖς μὲν ποταμίοις ἵπποις ἐντυχεῖν φασι, πολλοῖς δὲ κροκοδείλοις, ὥσπερ οἱ τὸν Νεῖλον πλέοντες, λέγουσι δὲ καὶ ἄνθη τῷ Ἰνδῷ εἶναι, οἷα τοῦ Νείλου
5ἀναφύεται, καὶ τὰς ὥρας, αἳ περὶ τὴν Ἰνδικήν εἰσι, χειμῶνος μὲν ἀλεεινὰς εἶναι, θέρους δὲ πνιγηράς, πρὸς δὲ τοῦτο ἄριστα μεμηχανῆσθαι τῷ δαίμονι, τὴν γὰρ χώραν αὐτοῖς θαμὰ ὕεσθαι. φασὶ δὲ καὶ ἀκοῦ‐ σαι τῶν Ἰνδῶν, ὡς ἀφικνοῖτο μὲν ὁ βασιλεὺς ἐπὶ
10τὸν ποταμὸν τοῦτον, ὅτε ἀναβιβάζοιεν αὐτὸν αἱ ὧραι, θύοι δὲ αὐτῷ ταύρους τε καὶ ἵππους μέλανας—τὸ γὰρ λευκὸν ἀτιμότερον Ἰνδοὶ τίθενται τοῦ μέλανος δι’, οἶμαι, τὸ ἑαυτῶν χρῶμα—θύσαντα δὲ κατα‐ ποντοῦν φασι τῷ ποταμῷ χρυσοῦν μέτρον, εἰκασμέ‐
15νον τῷ ἀπομετροῦντι τὸν σῖτον, καὶ ἐφ’ ὅτῳ μὲν τοῦτο πράττει ὁ βασιλεύς, οὐ ξυμβαλέσθαι τοὺς Ἰν‐ δούς, αὐτοὶ δὲ τεκμαίρεσθαι τὸ μέτρον καταποντοῦ‐ σθαι τοῦτο ἢ ὑπὲρ ἀφθονίας καρπῶν, οὓς γεωργοὶ ἀπομετροῦσιν, ἢ ὑπὲρ ξυμμετρίας τοῦ ῥεύματος, ὡς
20μὴ κατακλύσειε τὴν γῆν πολὺς ἀφικόμενος.
VA
.

2

.

20

Πορευθέντας δὲ αὐτοὺς ὑπὲρ τὸν ποταμὸν ἦγεν ὁ παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. στολὴν δὲ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδή‐
5ματα βύβλου καὶ κυνῆν, ὅτε ὕοι, καὶ βύσσῳ δὲ τοὺς φανερωτέρους αὐτῶν φασιν ἐστάλθαι, τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλησίου δὲ τῇ ἰτέᾳ τὰ πέταλα. καὶ ἡσθῆ‐ ναι τῇ βύσσῳ φησὶν ὁ Ἀπολλώνιος, ἐπειδὴ ἔοικε61
10φαιῷ τρίβωνι. καὶ ἐς Αἴγυπτον δὲ ἐς Ἰνδῶν ἐς πολλὰ τῶν ἱερῶν φοιτᾷ ἡ βύσσος. τὰ δὲ Τάξιλα μέγεθος μὲν εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ ξυμμέτρως, ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀν‐ δρὸς τὴν Πώρου τότε ἀρχὴν ἄρχοντος, νεὼν δὲ πρὸ
15τοῦ τείχους ἰδεῖν φασιν οὐ παρὰ πολὺ τῶν ἑκατομ‐ πόδων λίθου κογχυλιάτου, καὶ κατεσκευάσθαι τι ἱερὸν ἐν αὐτῷ ἧττον μὲν ἢ κατὰ τὸν νεὼν τοσοῦτόν τε ὄντα καὶ περικίονα, θαυμάσαι δὲ ἄξιον· χαλκοῖ γὰρ πίνακες ἐγκεκρότηνται τοίχῳ ἑκάστῳ, γεγραμ‐
20μένοι τὰ Πώρου τε καὶ Ἀλεξάνδρου ἔργα· γεγρά‐ φαται δὲ ὀρειχάλκῳ καὶ ἀργύρῳ καὶ χρυσῷ καὶ χαλκῷ μέλανι ἐλέφαντες ἵπποι στρατιῶται κράνη ἀσπίδες, λόγχαι δὲ καὶ βέλη καὶ ξίφη σιδήρου πάντα, καὶ ὥσπερ λόγος εὐδοκίμου γραφῆς, οἷον εἰ Ζεύξιδος εἴη
25τι ἢ Πολυγνώτου τε καὶ Εὐφράνορος, οἳ τὸ εὔσκιον ἠσπάσαντο καὶ τὸ ἔμπνουν καὶ τὸ ἐσέχον τε καὶ ἐξέ‐ χον, οὕτως, φασί, κἀκεῖ διαφαίνεται, καὶ ξυντετή‐ κασιν αἱ ὕλαι καθάπερ χρώματα. ἡδὺ δὲ καὶ αὐτὸ τὸ ἦθος τῆς γραφῆς· ἀναθεὶς γὰρ ταῦτα μετὰ τὴν
30τοῦ Μακεδόνος τελευτὴν ὁ Πῶρος νικᾷ ἐν αὐτοῖς ὁ Μακεδὼν καὶ τὸν Πῶρον ἀνακτᾶται τετρωμένον καὶ δωρεῖται τὴν Ἰνδικὴν ἑαυτοῦ λοιπὸν οὖσαν. λέγεται δὲ καὶ πενθῆσαι τὸν Ἀλέξανδρον ἀποθανόντα ὁ Πῶ‐ ρος ὀλοφύρασθαί τε ὡς γενναῖον καὶ χρηστὸν βασι‐
35λέα, ζῶντός τε Ἀλεξάνδρου μετὰ τὴν ἐκ τῆς Ἰνδικῆς ἀναχώρησιν μήτε εἰπεῖν τι ὡς βασιλεὺς καίτοι ξυγχω‐
ροῦντος, μήτε προστάξαι τοῖς Ἰνδοῖς, ἀλλ’ ὥσπερ σατράπης σωφροσύνης μεστὸς εἶναι καὶ πράττειν ἐς62
VA
.

2

.

21

χάριν τὴν ἐκείνου πάντα. οὐ ξυγχωρεῖ μοι ὁ λόγος παρελθεῖν, ἃ περὶ τοῦ Πώρου τούτου ἀναγράφουσι· πρὸς διαβάσει γὰρ τοῦ Μακεδόνος ὄντος καὶ ξυμ‐ βουλευόντων αὐτῷ ἐνίων τοὺς ὑπὲρ τὸν Ὕφασίν τε
5καὶ τὸν Γάγγην ποταμὸν ποιεῖσθαι ξυμμάχους, οὐ γὰρ ἂν πρὸς τὴν Ἰνδικὴν πᾶσαν ξυμφρονοῦσαν πα‐ ρατάξεσθαί ποτε αὐτόν „εἰ τοιοῦτόν ἐστί μοι“ ἔφη „τὸ ὑπήκοον, ὡς μὴ σώζεσθαι ἄνευ ξυμμάχων, ἐμοὶ βέλτιον τὸ μὴ ἄρχειν.“ ἀπαγγείλαντος δὲ αὐτῷ τινος,
10ὅτι Δαρεῖον ᾕρηκε „βασιλέα,“ ἔφη „ἄνδρα δὲ οὔ.“ τὸν δὲ ἐλέφαντα, ἐφ’ οὗ μάχεσθαι ἔμελλε, κοσμή‐ σαντος τοῦ ὀρεωκόμου καὶ εἰπόντος „οὗτος σέ, ὦ βα‐ σιλεῦ, οἴσει,“ „ἐγὼ μὲν οὖν“ ἔφη „τοῦτον, ἤν γε ἀνὴρ ἐμαυτῷ ὅμοιος γένωμαι.“ γνώμην δὲ ποιουμέ‐
15νων θῦσαι αὐτὸν τῷ ποταμῷ, ὡς μὴ δέξαιτο τὰς Μακεδόνων σχεδίας, μηδὲ εὔπορος τῷ Ἀλεξάνδρῳ γένοιτο, „οὐκ ἔστιν“ ἔφη „τῶν ὅπλα ἐχόντων τὸ καταρᾶσθαι.“ μετὰ δὲ τὴν μάχην, ὅτε καὶ τῷ Ἀλε‐ ξάνδρῳ θεῖός τε καὶ ὑπὲρ τὴν φύσιν τὴν ἀνθρω‐
20πείαν ἔδοξεν, εἰπόντος τῶν ξυγγενῶν τινος, „εἰ δὲ προσεκύνησας διαβάντα, ὦ Πῶρε, οὔτ’ ἂν ἡττήθης μαχόμενος οὔτ’ ἂν τοσοῦτοι Ἰνδῶν ἀπώλοντο, οὔτ’ ἂν αὐτὸς ἐτέτρωσο,“ „ἐγὼ τὸν Ἀλέξανδρον“ εἶπε „φιλοτιμότατον ἀκούων ξυνῆκα, ὅτι προσκυνήσαντα
25μὲν δοῦλόν με ἡγήσεται, πολεμήσαντα δὲ βασιλέα, καὶ θαυμάζεσθαι μᾶλλον ἠξίουν ἢ ἐλεεῖσθαι, καὶ οὐκ ἐψεύσθην· παρασχὼν γὰρ ἐμαυτόν, οἷον Ἀλέξ‐ ανδρος εἶδε, πάντα ἐν ἡμέρᾳ μιᾷ καὶ ἀπώλεσα καὶ ἐκτησάμην.“ τοιοῦτον μὲν τὸν Ἰνδὸν τοῦτον ἐξιστο‐
30ροῦσι, γενέσθαι δέ φασιν αὐτὸν κάλλιστον Ἰνδῶν
καὶ μῆκος, ὅσον οὔπω τινὰ ἀνθρώπων τῶν μετὰ τοὺς Τρωικοὺς ἄνδρας, εἶναι δὲ κομιδῇ νέον, ὅτε τῷ Ἀλεξάνδρῳ ἐπολέμει.63
VA
.

2

.

22

Ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστ’ ἂν ἀγγελθῇ τῷ βασιλεῖ ξένους ἥκειν, „ὦ Δάμι“ ἔφη ὁ Ἀπολλώνιος, „ἔστι τι γρα‐ φική;“ „εἴ γε“ εἶπε „καὶ ἀλήθεια.“ „πράττει δὲ
5τί ἡ τέχνη αὕτη;“ „τὰ χρώματα“ ἔφη „ξυγκεράν‐ νυσιν, ὁπόσα ἐστί, τὰ κυανᾶ τοῖς βατραχείοις καὶ τὰ λευκὰ τοῖς μέλασι καὶ τὰ πυρσὰ τοῖς ὠχροῖς.“ „ταυτὶ δὲ“ ἦ δ’ ὃς „ὑπὲρ τίνος μίγνυσιν; οὐ γὰρ ὑπὲρ μό‐ νου τοῦ ἄνθους, ὥσπερ αἱ κήριναι.“ „ὑπὲρ μιμή‐
10σεωσ“ ἔφη „καὶ τοῦ κύνα τε ἐξεικάσαι καὶ ἵππον καὶ ἄνθρωπον καὶ ναῦν καὶ ὁπόσα ὁρᾷ ὁ ἥλιος· ἤδη δὲ καὶ τὸν ἥλιον αὐτὸν ἐξεικάζει τοτὲ μὲν ἐπὶ τεττά‐ ρων ἵππων, οἷος ἐνταῦθα λέγεται φαίνεσθαι, τοτὲ δ’ αὖ καὶ διαπυρσεύοντα τοῦ οὐρανοῦ, ἐπειδὰν αἰ‐
15θέρα ὑπογράφῃ καὶ θεῶν οἶκον.“ „μίμησις οὖν ἡ γραφική, ὦ Δάμι;“ „τί δὲ ἄλλο;“ εἶπεν „εἰ γὰρ μὴ τοῦτο πράττοι, γελοία δόξει χρώματα ποιοῦσα εὐήθως.“ „τὰ δ’ ἐν τῷ οὐρανῷ“ ἔφη „βλεπόμενα, ἐπειδὰν αἱ νεφέλαι διασπασθῶσιν ἀπ’ ἀλλήλων, τοὺς
20κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δί’, οἱ λύκοι τε καὶ οἱ ἵπποι, τί φήσεις; ἆρ’ οὐ μιμητικῆς εἶναι ἔργα;“ „ἔοικεν,“ ἔφη. „ζωγράφος οὖν ὁ θεός, ὦ Δάμι, καὶ καταλιπὼν τὸ πτηνὸν ἅρμα, ἐφ’ οὗ πο‐ ρεύεται διακοσμῶν τὰ θεῖά τε καὶ ἀνθρώπεια, κάθη‐
25ται τότε ἀθύρων τε καὶ γράφων ταῦτα, ὥσπερ οἱ παῖδες ἐν τῇ ψάμμῳ;“ ἠρυθρίασεν ὁ Δάμις ἐς οὕτως ἄτοπον ἐκπεσεῖν δόξαντος τοῦ λόγου. οὐχ ὑπερι‐ δὼν οὖν αὐτὸν ὁ Ἀπολλώνιος, οὐδὲ γὰρ πικρὸς πρὸς τὰς ἐλέγξεις ἦν, „ἀλλὰ μὴ τοῦτο“ ἔφη „βούλει
30λέγειν, ὦ Δάμι, τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ, ἡμᾶς δὲ φύσει τὸ μιμητικὸν ἔχοντας ἀναρρυθμίζειν τε αὐτὰ καὶ ποιεῖν;“ „μᾶλλον“ ἔφη „τοῦτο ἡγώμεθα, ὦ Ἀπολλώνιε, πιθανώτερον γὰρ καὶ πολλῷ βέλτιον.“64
35„διττὴ ἄρα ἡ μιμητική, ὦ Δάμι, καὶ τὴν μὲν ἡγώ‐ μεθα οἵαν τῇ χειρὶ ἀπομιμεῖσθαι καὶ τῷ νῷ, γραφι‐ κὴν δὲ εἶναι ταύτην, τὴν δ’ αὖ μόνῳ τῷ νῷ εἰκά‐ ζειν.“ „οὐ διττήν,“ ἔφη ὁ Δάμις „ἀλλὰ τὴν μὲν τελεωτέραν ἡγεῖσθαι προσήκει γραφικήν γε οὖσαν,
40ἣ δύναται καὶ τῷ νῷ καὶ τῇ χειρὶ ἐξεικάσαι, τὴν δὲ ἑτέραν ἐκείνης μόριον, ἐπειδὴ ξυνίησι μὲν καὶ μιμεῖ‐ ται τῷ νῷ καὶ μὴ γραφικός τις ὤν, τῇ χειρὶ δὲ οὐκ ἂν ἐς τὸ γράφειν αὐτὰ χρήσαιτο.“ „ἆρα,“ ἔφη „ὦ Δάμι, πεπηρωμένος τὴν χεῖρα ὑπὸ πληγῆς τινος ἢ
45νόσου;“ „μὰ Δί’“ εἶπεν „ἀλλ’ ὑπὸ τοῦ μήτε γρα‐ φίδος τινὸς ἧφθαι, μήτε ὀργάνου τινὸς ἢ χρώματος, ἀλλ’ ἀμαθῶς ἔχειν τοῦ γράφειν.“ „οὐκοῦν,“ ἔφη „ὦ Δάμι, ἄμφω ὁμολογοῦμεν μιμητικὴν μὲν ἐκ φύ‐ σεως τοῖς ἀνθρώποις ἥκειν, τὴν γραφικὴν δὲ ἐκ
VA
.

2

.

22

(50)

τέχνης. τουτὶ δ’ ἂν καὶ περὶ τὴν πλαστικὴν φαί‐ νοιτο. τὴν δὲ δὴ ζωγραφίαν αὐτὴν οὔ μοι δοκεῖς μόνον τὴν διὰ τῶν χρωμάτων ἡγεῖσθαι, καὶ γὰρ ἓν χρῶμα ἐς αὐτὴν ἤρκεσε τοῖς γε ἀρχαιοτέροις τῶν γραφέων καὶ προϊοῦσα τεττάρων εἶτα πλειόνων ἥψα‐
55το, ἀλλὰ καὶ γραμμὴν καὶ τὸ ἄνευ χρώματος, ὃ δὴ σκιᾶς τε ξύγκειται καὶ φωτός, ζωγραφίαν προσήκει καλεῖν· καὶ γὰρ ἐν αὐτοῖς ὁμοιότης τε ὁρᾶται εἶδός τε καὶ νοῦς καὶ αἰδὼς καὶ θρασύτης, καίτοι χηρεύει χρωμάτων ταῦτα, καὶ οὔτε αἷμα ἐνσημαίνει οὔτε κό‐
60μης τινὸς ἢ ὑπήνης ἄνθος, ἀλλὰ μονοτρόπως ξυν‐ τιθέμενα τῷ τε ξανθῷ ἀνθρώπῳ ἔοικε καὶ τῷ λευκῷ,
κἂν τούτων τινὰ τῶν Ἰνδῶν λευκῇ τῇ γραμμῇ γρά‐ ψωμεν, μέλας δήπου δόξει, τὸ γὰρ ὑπόσιμον τῆς ῥινὸς καὶ οἱ ὀρθοὶ βόστρυχοι καὶ ἡ περιττὴ γένυς65
65καὶ ἡ περὶ τοῖς ὀφθαλμοῖς οἷον ἔκπληξις μελαίνει τὰ ὁρώμενα καὶ Ἰνδὸν ὑπογράφει τοῖς γε μὴ ἀνοή‐ τως ὁρῶσιν. ὅθεν εἴποιμ’ ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι· οὐ γὰρ ἂν ἐπαινέσειέ τις τὸν γεγραμμένον ἵππον ἢ ταῦρον μὴ
70τὸ ζῷον ἐνθυμηθείς, ᾧ εἴκασται, οὐδ’ ἂν τὸν Αἴαντά τις τὸν Τιμομάχου ἀγασθείη, ὃς δὴ ἀναγέγραπται αὐτῷ μεμηνώς, εἰ μὴ ἀναλάβοι τι ἐς τὸν νοῦν Αἴ‐ αντος εἴδωλον καὶ ὡς εἰκὸς αὐτὸν ἀπεκτονότα τὰ ἐν τῇ Τροίᾳ βουκόλια καθῆσθαι ἀπειρηκότα, βουλὴν
75ποιούμενον καὶ ἑαυτὸν κτεῖναι. ταυτὶ δέ, ὦ Δάμι, τὰ τοῦ Πώρου δαίδαλα μήτε χαλκευτικῆς μόνον ἀπο‐ φαινώμεθα, γεγραμμένοις γὰρ εἴκασται, μήτε γραφι‐ κῆς, ἐπειδὴ ἐχαλκεύθη, ἀλλ’ ἡγώμεθα σοφίσασθαι αὐτὰ γραφικόν τε καὶ χαλκευτικὸν ἕνα ἄνδρα, οἷον
80δή τι παρ’ Ὁμήρῳ τὸ τοῦ Ἡφαίστου περὶ τὴν τοῦ Ἀχιλλέως ἀσπίδα ἀναφαίνεται. μεστὰ γὰρ καὶ ταῦτα ὀλλύντων τε καὶ ὀλλυμένων, καὶ τὴν γῆν ᾑματῶσθαι φήσεις χαλκῆν οὖσαν.“
VA
.

2

.

23

Τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐ‐ τὸν ὁ βασιλεὺς ξένον ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλει‐ όνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει,
5καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δ’ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δ’ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύ‐ ασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δ’ ἔσω παρέλθοι τις, ὑπογείοις
10ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.
VA
.

2

.

24

ἱερὸν δὲ ἰδεῖν Ἡλίου φασίν, ᾧ ἀνεῖτο Αἴας ἐλέφας, καὶ ἀγάλματα Ἀλεξάνδρου χρυσᾶ καὶ Πώρου ἕτερα, χαλκοῦ δ’ ἦν ταῦτα μέλανος. οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς αὐγὴν ἐκδι‐66
5δοὺς ἐοικυῖαν ἀκτῖνι. τὸ δὲ ἕδος αὐτὸ μαργαρίτιδος ξύγκειται ξυμβολικὸν τρόπον, ᾧ βάρβαροι πάντες ἐς τὰ ἱερὰ χρῶνται.
VA
.

2

.

25

Περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰ‐ κοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλ’ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ
5τέτταρας καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς
VA
.

2

.

26

στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν. ἔδο‐ ξεν οὖν τῷ Ἀπολλωνίῳ φιλοσοφεῖν ὁ Ἰνδὸς καὶ παραστησάμενος τὸν ἑρμηνέα „χαίρω,“ εἶπεν „ὦ βασιλεῦ, φιλοσοφοῦντά σε ὁρῶν.“ ἐγὼ δὲ ὑπερχαί‐
5ρω,“ ἔφη „ἐπειδὴ οὕτω περὶ ἐμοῦ οἴει.“ „τουτὶ δὲ νενόμισται παρ’ ὑμῖν,“ εἶπεν „ἢ σὺ πρὸς τὸ ἐπι‐ εικὲς τοῦτο τὴν ἀρχὴν κατεστήσω;“ „σωφρόνωσ“ ἔφη „νενομισμένῳ σωφρονέστερον χρῶμαι, καὶ πλεῖ‐ στα μὲν ἔχω ἀνθρώπων, δέομαι δὲ ὀλίγων, τὰ γὰρ
10πολλὰ τῶν φίλων τῶν ἐμαυτοῦ ἡγοῦμαι.“ „μακάριε τοῦ θησαυροῦ,“ εἶπεν „εἰ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύῃ τοὺς φίλους, ἐξ ὧν ἀναφύεταί σοι πολλά τε καὶ ἀγαθά.“ „καὶ μὴν καὶ τοῖς ἐχθροῖσ“ ἔφη „κοινωνῶ τοῦ πλούτου. τοὺς γὰρ ἀεί ποτε διαφό‐
15ρους τῇ χώρᾳ ταύτῃ βαρβάρους προσοικοῦντας καὶ καταδρομαῖς χρωμένους ἐς τἀμὰ ὅρια ὑποποιοῦμαι τουτοισὶ τοῖς χρήμασι καὶ δορυφορεῖταί μοι ὑπ’ αὐ‐ τῶν ἡ χώρα, καὶ οὔτε αὐτοὶ ἐπὶ τἀμὰ φοιτῶσι τούς
τε ὁμόρους αὐτοῖς βαρβάρους ἀνείργουσι, χαλεποὺς67
20ὄντας.“ ἐρομένου δὲ αὐτὸν τοῦ Ἀπολλωνίου, εἰ καὶ Πῶρος αὐτοῖς ἐτέλει χρήματα, „Πῶροσ“ εἶπε „πο‐ λέμου ἤρα, ἐγὼ δὲ εἰρήνης.“ πάνυ τοῖς λόγοις τού‐ τοις ἐχειροῦτο τὸν Ἀπολλώνιον καὶ οὕτως αὐτοῦ ἡττήθη, ὡς Εὐφράτῃ ποτὲ ἐπιπλήττων μὴ φιλοσο‐
25φοῦντι „ἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώ‐ μεθα,“ φάναι, ὄνομα γὰρ τῷ Ἰνδῷ τοῦτο ἦν. σατρά‐ που δέ, ἐπειδὴ μεγάλων παρ’ αὐτοῦ ἠξιώθη, βουλη‐ θέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις „ἐγώ,“ ἔφη „εἰ καὶ τῶν ζηλούντων
30τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέρ‐ ριψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος;“ ἤρετο αὐτὸν καὶ περὶ διαίτης ὁ Ἀπολλώνιος, ὁ δὲ
35„οἴνου μὲν“ ἔφη „πίνω τοσοῦτον, ὅσον τῷ Ἡλίῳ σπένδω, ἃ δ’ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δ’ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ ὁ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα ὁ ποταμὸς κηπεύει. πολλὰ
40δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες.“ ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δάμιν θαμὰ ἑώρα.
VA
.

2

.

27

Ἐπεὶ δὲ ἱκανῶς διελέχθησαν περὶ τῆς ὁδοῦ τῆς παρὰ τοὺς Βραχμᾶνας, τὸν μὲν παρὰ τοῦ Βαβυλω‐ νίου ἡγεμόνα ἐκέλευσε ξενίζειν, ὥσπερ εἰώθει τοὺς ἐκ Βαβυλῶνος ἥκοντας, τὸν δὲ παρὰ τοῦ σατράπου
5ἀπιέναι λαβόντα ἐφόδια, αὐτὸς δὲ λαβόμενος τῆς τοῦ Ἀπολλωνίου χειρός, καὶ κελεύσας ἀπελθεῖν τὸν ἑρμηνέα „ἆρ’ ἂν“ ἔφη „ποιήσαιό με συμπότην;“ ἤρετο δ’ αὐτὸν φωνῇ Ἑλλάδι. ἐκπλαγέντος δὲ τοῦ
Ἀπολλωνίου καὶ „τοῦ χάριν οὐκ ἐξ ἀρχῆς οὕτω68
10διελέγου;“ φήσαντος „ἔδεισα“ ἔφη „θρασὺς δόξαι μὴ γιγνώσκων ἐμαυτόν, μηδ’ ὅτι βάρβαρον εἶναί με δοκεῖ τῇ τύχῃ, σοῦ δὲ ἡττηθείς, ἐπειδὴ καὶ σὲ ὁρῶ ἐμοὶ χαίροντα, οὐκ ἠδυνήθην ἐμαυτὸν κρύπτειν, ὡς δὲ μεστός εἰμι τῆς Ἑλλήνων φωνῆς, ἐν πολλοῖς δη‐
15λώσω.“ „τί οὖν“ εἶπεν „οὐκ αὐτὸς ἐπήγγειλας ἐμοὶ τὸ συμπόσιον, ἀλλ’ ἐμέ σοι κελεύεις ἐπαγγέλλειν;“ „ὅτι σε“ ἔφη „βελτίω ἐμαυτοῦ ἡγοῦμαι, τὸ γὰρ βα‐ σιλικώτερον σοφία ἔχει.“ καὶ ἅμα ἦγεν αὐτόν τε καὶ τοὺς ἀμφ’ αὐτόν, οὗπερ εἰώθει λοῦσθαι. τὸ δὲ
20βαλανεῖον παράδεισος ἦν σταδίου μῆκος, ᾧ μέση κολυμβήθρα ἐνωρώρυκτο πηγὰς ἐκδεχομένη ποτίμου τε καὶ ψυχροῦ ὕδατος, τὰ δὲ ἐφ’ ἑκάτερα δρόμοι ἦσαν, ἐν οἷς ἀκοντίῳ τε καὶ δίσκῳ τὸν Ἑλληνικὸν τρόπον ἑαυτὸν ἐξήσκει, καὶ γὰρ τὸ σῶμα ἔρρωτο
25ὑπό τε ἡλικίας—ἑπτὰ γὰρ καὶ εἴκοσιν ἔτη γεγο‐ νὼς ἦν—ὑπό τε τοῦ ὧδε γυμνάζεσθαι. ἐπεὶ δὲ ἱκανῶς ἔχοι, ἐπήδα ἐς τὸ ὕδωρ καὶ ἐγύμναζεν ἑαυ‐ τὸν τῷ νεῖν. ὡς δὲ ἐλούσαντο, ἐβάδιζον ἐς τὸ συσ‐ σίτιον ἐστεφανωμένοι, τουτὶ δὲ νενόμισται Ἰνδοῖς,
30ἐπειδὰν ἐς τοῦ βασιλέως πίνωσιν.
VA
.

2

.

28

Ἄξιον δὲ μηδὲ τὸ σχῆμα παραλιπεῖν τοῦ πότου σαφῶς γε ἀναγεγραμμένον ὑπὸ τοῦ Δάμιδος· εὐω‐ χεῖται μὲν γὰρ ἐπὶ στιβάδος ὁ βασιλεὺς καὶ τῶν ξυγ‐ γενῶν μέχρι πέντε οἱ ἐγγύς, οἱ δὲ λοιποὶ πάντες ἐν
5θάκοις συσσιτοῦσι. τράπεζα δέ, ὥσπερ βωμὸς ὕψος ἐς γόνυ ἀνδρὸς ἐξῳκοδόμηται μέση, κύκλον ἐπέ‐ χουσα χοροῦ ξυμβεβλημένου ἀνδρῶν τριάκοντα, ἐφ’ ἧς δάφναι τε διαστρώννυνται καὶ κλῶνες ἕτεροι παραπλήσιοι μὲν τῇ μυρρίνῃ, φέροντες δὲ Ἰνδοῖς
10μύρον. ἐνταῦθα διάκεινται ἰχθῦς μὲν καὶ ὄρνιθες,
διάκεινται δὲ λέοντές τε ὅλοι καὶ δορκάδες καὶ σύες καὶ τίγρεων ὀσφύες, τὰ γὰρ λοιπὰ τοῦ θηρίου παραι‐ τοῦνται ἐσθίειν, ἐπειδὴ τὸ ζῷον τοῦτό φασιν, ὅταν πρῶτον γένηται, τοὺς ἐμπροσθίους τῶν ποδῶν ἀνί‐69
15σχοντι αἴρειν τῷ Ἡλίῳ. καὶ ἀνιστάμενος ὁ δαιτυμὼν φοιτᾷ πρὸς τὴν τράπεζαν καὶ τὰ μὲν ἀνελόμενος τούτων, τὰ δὲ ἀποτεμὼν ἀπελθὼν ἐς τὸν ἑαυτοῦ θᾶκον ἐμπίπλαται θαμινὰ ἐπεσθίων τοῦ ἄρτου. ἐπει‐ δὰν δὲ ἱκανῶς ἔχωσιν, ἐσφέρονται κρατῆρες ἀργυροῖ
20τε καὶ χρυσοῖ, δέκα συμπόταις ἀποχρῶν εἷς, ἀφ’ ὧν πίνουσι κύψαντες, ὥσπερ ποτιζόμενοι. μεταξὺ δὲ πίνοντες ἐπεσάγονται ἀγερωχίας ἐπικινδύνους καὶ οὐκ ἔξω τοῦ σπουδάζειν· παῖς γάρ τις, ὥσπερ ὁ τῶν ὀρχηστρίδων, ἀνερριπτεῖτο κούφως συναφιεμένου
25αὐτῷ βέλους ἐς τὸ ἄνω, καὶ ἐπειδὴ πολὺ ἀπὸ τῆς γῆς γένοιτο, ἐκυβίστα ὁ παῖς ὑπεραίρων ἑαυτὸν τοῦ βέλους, καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βε‐ βλῆσθαι· ὁ γὰρ τοξότης πρὶν ἀφιέναι περιῄει τοὺς ξυμπότας ἐπιδεικνὺς τὴν ἀκίδα καὶ διδοὺς ἔλεγχον
30τοῦ βέλους. καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγρα‐ φῆσαι βέλεσιν ἀνεστῶτα πρὸς σανίδα σπουδάζουσιν
VA
.

2

.

29

ἐν τοῖς πότοις καὶ κατορθοῦσιν αὐτὰ μεθύοντες. οἱ μὲν δὴ περὶ τὸν Δάμιν ἐξεπλήττοντο αὐτὰ ὡς εὔ‐ σκοπα καὶ τὴν ξυμμετρίαν τῆς τοξείας ἐθαύμαζον, ὁ δὲ Ἀπολλώνιος, ξυνεσίτει γὰρ τῷ βασιλεῖ ὁμο‐
5διαίτῳ ὄντι, τούτοις μὲν ἧττον προσεῖχε, πρὸς δὲ τὸν βασιλέα „εἰπέ μοι, ὦ βασιλεῦ,“ ἔφη „πόθεν οὕ‐ τως ἔχεις φωνῆς Ἑλλάδος φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐ γὰρ ἐς διδασκάλους γε οἶμαι ἀναφέρειν, ἐπεὶ μηδὲ εἶναί τινας ἐν Ἰνδοῖς εἰκὸς δι‐
10δασκάλους τούτου.“ γελάσας οὖν ὁ βασιλεὺς „οἱ μὲν
παλαιοὶ“ ἔφη „τὰς ἐρωτήσεις τῶν καταπλεόντων ἐποιοῦντο, εἰ λῃσταί εἰσιν, οὕτως αὐτὸ καίτοι χαλε‐ πὸν ὂν κοινὸν ἡγοῦντο, ὑμεῖς δέ μοι δοκεῖτε τοὺς ἐπιφοιτῶντας ὑμῖν ἐρωτᾶν, μὴ φιλόσοφοί εἰσιν, οὕ‐70
15τως αὐτὸ καίτοι θειότατον τῶν κατ’ ἀνθρώπους ὂν καὶ τοῖς ἐπιτυχοῦσιν ὑπάρχειν οἴεσθε. καὶ ὅτι μὲν παρ’ ὑμῖν ταὐτὸν τῷ λῃστεύειν ἐστίν, οἶδα, ὁμοίῳ μὲν γὰρ σοὶ ἀνδρὶ οὔ φασιν εἶναι ἐντυχεῖν, τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περι‐
20βεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν ἀλλοτρίαν ἐσθῆτα ἐπισύροντας· καὶ νὴ Δί’, ὥσπερ οἱ λῃσταὶ τρυφῶσιν εἰδότες ὅτι ὑπὸ τῇ δίκῃ κεῖνται, οὕτω κἀκείνους φασὶ γαστρί τε διδόναι καὶ ἀφροδισίοις καὶ ἀμπεχόνῃ λεπτῇ. τὸ δὲ αἴτιον· νόμοι ὑμῖν, οἶ‐
25μαι, εἰσίν, εἰ μὲν τὸ νόμισμα παραφθείροι τις, ἀπο‐ θνήσκειν αὐτόν, καὶ παιδίον εἴ τις παρεγγράφοι, ἢ οὐκ οἶδ’ ὅ τι ἐπὶ τούτῳ, τοὺς δὲ τὴν φιλοσοφίαν ὑποβαλλομένους ἢ παραφθείροντας οὐδείς, οἶμαι, νόμος παρ’ ὑμῖν ἴσχει, οὐδὲ ἀρχή τις ἐπ’ αὐτοὺς
VA
.

2

.

30

τέτακται. παρ’ ἡμῖν δὲ ὀλίγοι μὲν τοῦ φιλοσοφεῖν ἅπτονται, δοκιμάζονται δὲ ὧδε· χρὴ τὸν νέον, ἐπει‐ δὰν ὀκτωκαίδεκα ἔτη γεγονὼς τύχῃ, τουτὶ δ’, οἶμαι, καὶ παρ’ ὑμῖν ἐφήβου μέτρον, ὑπὲρ τὸν Ὕφασιν πο‐
5ταμὸν ἐλθεῖν παρὰ τοὺς ἄνδρας, οὓς σὺ ὥρμηκας, εἰπόντα δημοσίᾳ πρότερον ὅτι φιλοσοφήσοι, ἵν’ ᾖ τοῖς βουλομένοις ἐξείργειν αὐτόν, εἰ μὴ καθαρὸς φοιτῴη. καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον, μὴ περὶ αὐτοὺς ὄνειδός τι ἀναφαί‐
10νοιτο, εἶθ’ οἱ τούτων γονεῖς καὶ τρίτον γένος ἐς ἄνω, μὴ ὑβριστής τις ἢ ἀκρατὴς ἢ χρηματιστὴς ἄδικος. ὅταν δὲ μηδεμία οὐλὴ περὶ τούτους ἀναφαίνηται, μηδὲ στίγμα ὅλως μηδέν, αὐτὸν ἤδη διορᾶν τὸν νέον
καὶ βασανίζειν, πρῶτον μέν, εἰ μνημονικός, εἶτα, εἰ71
15κατὰ φύσιν αἰδήμων, ἀλλὰ μὴ πλαττόμενος τοῦτο, μὴ μεθυστικὸς μὴ λίχνος μὴ ἀλαζὼν μὴ φιλόγελως μὴ θρασὺς μὴ φιλολοίδορος, εἰ πατρὸς ὑπήκοος εἰ μητρὸς εἰ διδασκάλων εἰ παιδαγωγῶν, ἐπὶ πᾶσιν, εἰ μὴ κακὸς περὶ τὴν ἑαυτοῦ ὥραν. τὰ μὲν δὴ τῶν
20γειναμένων αὐτὸν καὶ οἳ ἐκείνους ἐγείναντο, ἐκ μαρ‐ τύρων ἀναλέγονται καὶ γραμμάτων, ἃ δημοσίᾳ κεῖ‐ ται. ἐπειδὰν γὰρ τελευτήσῃ ὁ Ἰνδός, φοιτᾷ ἐπὶ θύρας αὐτοῦ μία ἀρχὴ τεταγμένη ὑπὸ τῶν νόμων ἀναγράφειν αὐτόν, ὡς ἐβίω, καὶ ψευσαμένῳ ἢ ψευ‐
25σθέντι τῷ ἄρχοντι ἐπιτιμῶσιν οἱ νόμοι μὴ ἄρξαι αὐ‐ τὸν ἔτι ἀρχὴν μηδεμίαν, ὡς παραποιήσαντα βίον ἀνθρώπου, τὰ δὲ τῶν ἐφήβων ἐς αὐτοὺς ὁρῶντες ἀναμανθάνουσι· πολλὰ μὲν γὰρ ὀφθαλμοὶ τῶν ἀν‐ θρωπείων ἠθῶν ἑρμηνεύουσι, πολλὰ δ’ ἐν ὀφρύσι
30καὶ παρειαῖς κεῖται γνωματεύειν τε καὶ θεωρεῖν, ἀφ’ ὧν σοφοί τε καὶ φυσικοὶ ἄνδρες, ὥσπερ ἐν κατόπτρῳ εἴδωλα, τοὺς νοῦς τῶν ἀνθρώπων διαθεῶνται. με‐ γάλων γὰρ δὴ ἀξιουμένης φιλοσοφίας ἐνταῦθα καὶ τιμὴν τούτου παρ’ Ἰνδοῖς ἔχοντος ἀνάγκη πᾶσα ἐκ‐
35βασανίζεσθαί τε τοὺς ἐπ’ αὐτὴν ἰόντας ἐλέγχοις τε ὑποβεβλῆσθαι μυρίοις. ὡς μὲν δὴ ἐπὶ διδασκάλοις αὐτὸ ποιούμεθα καὶ ἐς δοκιμασίαν ἡμῖν τὸ φιλοσο‐
VA
.

2

.

31

φεῖν ἥκει, σαφῶς εἴρηκα, τοὐμὸν δὲ ὧδε ἔχει· ἐγὼ μὲν πάππου βασιλέως ἐγενόμην, ὃς ἦν μοι ὁμώνυ‐ μος, πατρὸς δὲ ἰδιώτου· καταλειφθεὶς γὰρ κομιδῇ νέος ἐπίτροποι μὲν αὐτῷ ἐγένοντο δύο τῶν ξυγγε‐
5νῶν κατὰ τοὺς τῶν Ἰνδῶν νόμους, ἔπραττον δὲ ὑπὲρ αὐτοῦ τὰ βασιλικὰ οὐ χρηστῶς, μὰ τὸν Ἥλιον, οὐδὲ ξυμμέτρως, ὅθεν βαρεῖς τοῖς ὑπηκόοις ἐφαίνοντο καὶ ἡ ἀρχὴ κακῶς ἤκουε. ξυστάντες οὖν ἐπ’ αὐτοὺς
τῶν δυνατῶν τινες ἐπιτίθενταί σφισιν ἐν ἑορτῇ καὶ72
10κτείνουσι τῷ Ἰνδῷ θύοντας, αὐτοί τε ἐπεσπηδήσαν‐ τες τῷ ἄρχειν ξυνέσχον τὰ κοινά. δείσαντες οὖν οἱ ξυγγενεῖς περὶ τῷ πατρὶ μήπω ἑκκαίδεκα ἔτη γεγο‐ νότι πέμπουσιν αὐτὸν ὑπὲρ τὸν Ὕφασιν παρὰ τὸν ἐκεῖ βασιλέα. πλειόνων δὲ ἢ ἐγὼ ἄρχει καὶ εὐδαί‐
15μων ἡ χώρα παρὰ πολὺ τῆς ἐνταῦθα. βουλομένου δ’ αὐτὸν τοῦ βασιλέως παῖδα ποιεῖσθαι, τουτὶ μὲν παρῃτήσατο φήσας μὴ φιλονεικεῖν τῇ τύχῃ ἀφῃρη‐ μένῃ αὐτὸν τὸ ἄρχειν, ἐδεήθη δ’ αὐτοῦ ξυγχωρῆσαί οἱ φιλοσοφῆσαι βαδίσαντι παρὰ τοὺς σοφούς, καὶ γὰρ
20ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά. βουλομένου δὲ τοῦ βασιλέως καὶ κατάγειν αὐτὸν ἐπὶ τὴν πα‐ τρῴαν ἀρχήν „εἰ γνησίωσ“ ἔφη „φιλοσοφοῦντα αἴ‐ σθοιο, κάταγε, εἰ δὲ μή, ἔα με οὕτως ἔχειν.“ αὐτὸς οὖν ὁ βασιλεὺς ἥκων παρὰ τοὺς σοφοὺς μεγάλων ἂν
25ἔφη παρ’ αὐτῶν τυχεῖν, εἰ τοῦ παιδὸς ἐπιμεληθεῖεν γενναίου τὴν φύσιν ἤδη ὄντος, οἱ δὲ κατιδόντες τι ἐν αὐτῷ πλέον ἠσπάσαντο προσδοῦναί οἱ τῆς αὑτῶν σοφίας καὶ προθύμως ἐπαίδευον προσκείμενον πάνυ τῷ μανθάνειν. ἑβδόμῳ δὲ ἔτει νοσῶν ὁ βασιλεύς,
30ὅτε δὴ καὶ ἐτελεύτα, μεταπέμπεται αὐτὸν καὶ κοινω‐ νὸν τῆς ἀρχῆς ἀποφαίνει τῷ υἱῷ τήν τε θυγατέρα ὁμολογεῖ πρὸς ὥραν οὖσαν, ὁ δέ, ἐπειδὴ τὸν τοῦ βα‐ σιλέως υἱὸν εἶδε κολάκων καὶ οἴνου καὶ τῶν τοιού‐ των κακῶν ἥττω μεστόν τε ὑποψιῶν πρὸς αὐτόν,
35„σὺ μὲν“ ἔφη „ταῦτ’ ἔχε καὶ τῆς ἀρχῆς ἁπάσης ἐμ‐ φοροῦ, καὶ γὰρ εὔηθες μηδὲ τὴν προσήκουσαν ἑαυτῷ βασιλείαν κτήσασθαι δυνηθέντα θρασέως δοκεῖν ἐπὶ τὴν μὴ προσήκουσαν ἥκειν, ἐμοὶ δὲ τὴν ἀδελφὴν δίδου, τουτὶ γὰρ μόνον ἀπόχρη μοι τῶν σῶν.“ καὶ
40λαβὼν τὸν γάμον ἔζη πλησίον τῶν σοφῶν ἐν κώμαις
ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε τῇ ἀδελφῇ ὁ βασιλεὺς ἐς ζώνην. γίγνομαι τοίνυν ἐγὼ τοῦ γάμου τούτου καί με ὁ πατὴρ τὰ Ἑλλήνων παιδεύσας ἄγει παρὰ τοὺς σοφοὺς πρὸ ἡλικίας ἴσως, δώδεκα γάρ μοι τότε73
45ἦν ἔτη, οἱ δὲ ἔτρεφον ἴσα καὶ ἑαυτῶν παῖδα, οὓς γὰρ ἂν ὑποδέξωνται τὴν Ἑλλήνων φωνὴν εἰδότας, ἀγαπῶσι μᾶλλον, ὡς ἐς τὸ ὁμόηθες αὐτοῖς ἤδη
VA
.

2

.

32

προσήκοντας. ἀποθανόντων δέ μοι καὶ τῶν γονέων οὐ μεταπολὺ ἀλλήλων αὐτοί με βαδίσαντα ἐπὶ τὰς κώμας ἐκέλευσαν ἐπιμεληθῆναι τῶν ἐμαυτοῦ γεγο‐ νότα ἐννεακαίδεκα ἔτη. τὰς μὲν οὖν κώμας ἀφῄρητό
5με ἤδη ὁ χρηστὸς θεῖος καὶ οὐδὲ τὰ γῄδιά μοι ὑπέ‐ λιπε τὰ κεκτημένα τῷ πατρί, πάντα γὰρ τῇ ἑαυτοῦ ἀρχῇ προσήκειν αὐτά, ἐμὲ δ’ ἂν μεγάλων παρ’ αὐ‐ τοῦ τυχεῖν, εἴ με ἐῴη ζῆν. ἔρανον οὖν ξυλλεξάμενος παρὰ τῶν τῆς μητρὸς ἀπελευθέρων ἀκολούθους εἶχον
10τέτταρας. καί μοι ἀναγιγνώσκοντι τοὺς Ἡρακλείδας τὸ δρᾶμα ἐπέστη τις ἐντεῦθεν ἐπιστολὴν φέρων παρὰ ἀνδρὸς ἐπιτηδείου τῷ πατρί, ὅς με ἐκέλευσε δια‐ βάντα τὸν Ὑδραώτην ποταμὸν ξυγγίγνεσθαί οἱ περὶ τῆς ἀρχῆς τῆς ἐνταῦθα, πολλὰς γὰρ ἐλπίδας εἶναί
15μοι ἀνακτήσασθαι αὐτὴν μὴ ἐλινύοντι. τὸ μὲν δὴ δρᾶμα θεῶν τις οἶμαι ἐπὶ νοῦν ἤγαγε καὶ εἱπόμην τῇ φήμῃ, διαβὰς δὲ τὸν ποταμὸν τὸν μὲν ἕτερον τῶν βεβιασμένων ἐς τὴν ἀρχὴν τεθνάναι ἤκουσα, τὸν δὲ ἕτερον ἐν τοῖς βασιλείοις πολιορκεῖσθαι τούτοις. ἐχώ‐
20ρουν δὴ ξυντείνων καὶ βοῶν πρὸς τοὺς ἐν ταῖς κώ‐ μαις, δι’ ὧν ἔστειχον, ὡς ὁ τοῦ δεῖνος εἴην υἱὸς καὶ ἐπὶ τὴν ἀρχὴν τὴν ἐμαυτοῦ ἴοιμι, οἱ δὲ χαίροντές τε καὶ ἀσπαζόμενοί με προὔπεμπον παραπλήσιον ἡγού‐ μενοι τῷ πάππῳ, ἐγχειρίδιά τε ἦν αὐτοῖς καὶ τόξα
25καὶ πλείους ἀεὶ ἐγιγνόμεθα, καὶ προσελθόντα ταῖς
πύλαις οὕτω τι ἄσμενοι ἐδέξαντο οἱ ἐνταῦθα, ὡς ἀπὸ τοῦ βωμοῦ τοῦ Ἡλίου δᾷδας ἁψάμενοι πρὸ πυλῶν τε ἥκειν καὶ ἡγεῖσθαι δεῦρο ἐφυμνοῦντες πολλὰ τῷ πατρὶ καὶ τῷ πάππῳ, τὸν δὲ ἔσω κηφῆνα πέριξ τὸ74
30τεῖχος ἔκλῃσαν καίτοι ἐμοῦ παραιτουμένου μὴ τοιῷδε
VA
.

2

.

33

τρόπῳ ἀποθανεῖν αὐτόν.“ ὑπολαβὼν οὖν ὁ Ἀπολ‐ λώνιος „Ἡρακλειδῶν“ ἔφη „κάθοδον ἀτεχνῶς διε‐ λήλυθας, καὶ ἐπαινετέοι οἱ θεοὶ τῆς διανοίας, ὅτι γενναίῳ ἀνδρὶ ἐπὶ τὰ ἑαυτοῦ στείχοντι ξυνήραντο
5τῆς καθόδου. ἀλλ’ ἐκεῖνό μοι περὶ τῶν σοφῶν εἰπέ· οὐ καὶ ὑπὸ Ἀλεξάνδρῳ ποτὲ ἐγένοντο οὗτοι καὶ ἀνα‐ χθέντες αὐτῷ περὶ τοῦ οὐρανοῦ ἐφιλοσόφησαν;“ „Ὀξυδράκαι“ ἔφη „ἐκεῖνοι ἦσαν, τὸ δὲ ἔθνος τοῦτο ἐλευθεριάζει τε ἀεὶ καὶ πολεμικῶς ἐξήρτυται, σοφίαν
10τε μεταχειρίζεσθαί φασιν οὐδὲν χρηστὸν εἰδότες· οἱ δὲ ἀτεχνῶς σοφοὶ κεῖνται μὲν τοῦ Ὑφάσιδος καὶ τοῦ Γάγγου μέσοι, τὴν δὲ χώραν ταύτην οὐδὲ ἐπῆλθεν ὁ Ἀλέξανδρος, οὔτι που τὰ ἐν αὐτῇ δείσας, ἀλλ’, οἶμαι, τὰ ἱερὰ ἀπεσήμηνεν αὐτῷ. εἰ δὲ καὶ διέβη
15τὸν Ὕφασιν καὶ τὴν περὶ αὐτοὺς γῆν ἠδυνήθη ἑλεῖν, ἀλλὰ τήν γε τύρσιν, ἣν ἐκεῖνοι κατοικοῦσιν, οὐδ’ ἂν μυρίους μὲν Ἀχιλλέας, τρισμυρίους δὲ Αἴαντας ἄγων ποτὲ ἐχειρώσατο· οὐ γὰρ μάχονται τοῖς προσ‐ ελθοῦσιν, ἀλλὰ διοσημίαις τε καὶ σκηπτοῖς βάλλοντες
20ἀποκρούονται σφᾶς ἱεροὶ καὶ θεοφιλεῖς ὄντες· τὸν γοῦν Ἡρακλέα τὸν Αἰγύπτιον καὶ τὸν Διόνυσον ξὺν ὅπλοις διαδραμόντας τὸ Ἰνδῶν ἔθνος φασὶ μέν ποτε ἐλάσαι ἐπ’ αὐτοὺς ἅμα μηχανάς τε παλαμήσασθαι καὶ τοῦ χωρίου ἀποπειρᾶσθαι, οἱ δὲ ἀντιπράττειν
25οὐδέν, ἀλλ’ ἀτρεμεῖν, ὡς ἐκείνοις ἐφαίνοντο, ἐπεὶ δ’ αὐτοὶ προσῄεσαν, πρηστῆρες αὐτοὺς ἀπεώσαντο καὶ βρονταὶ κάτω στρεφόμεναι καὶ ἐμπίπτουσαι τοῖς
ὅπλοις, τήν τε ἀσπίδα χρυσῆν οὖσαν ἀποβαλεῖν ἐκεῖ λέγεται ὁ Ἡρακλῆς, καὶ πεποίηνται αὐτὴν ἀνάθημα75
30οἱ σοφοὶ διά τε τὴν τοῦ Ἡρακλέους δόξαν, διά τε τὸ ἐκτύπωμα τῆς ἀσπίδος· αὐτὸς γὰρ πεποίηται ὁ Ἡρα‐ κλῆς ὁρίζων τὰ Γάδειρα καὶ τὰ ὄρη στήλας ποιούμε‐ νος τόν τε Ὠκεανὸν ἐς τὰ ἔσω ἐπισπώμενος, ὅθεν δηλοῦται μὴ τὸν Θηβαῖον Ἡρακλέα, τὸν δὲ Αἰγύ‐
35πτιον ἐπὶ τὰ Γάδειρα ἐλθεῖν καὶ ὁριστὴν γενέσθαι
VA
.

2

.

34

τῆς γῆς.“ τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, „Ἰνδοὶ“ ἔφη „παραι‐ νέσεις τῷ βασιλεῖ ᾄδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύ‐
5δειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις.“ „πῶς οὖν,“ ἔφη „ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν.“ „οὐ καταγελῶ,“ ἔφη „δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως
10μέντοι μηδεμιᾶς δεῖσθαι, ὅσα γὰρ ἂν ὁ βασιλεὺς με‐ τρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.“
VA
.

2

.

35

Τοιαῦτα διαλεχθέντες ἀνεπαύσαντο, ἐπεὶ δὲ ἡμέρα ὑπεφαίνετο, αὐτὸς ὁ βασιλεὺς ἀφίκετο ἐς τὸ δωμάτιον, ᾧ ἐνεκάθευδον οἱ περὶ τὸν Ἀπολλώνιον, καὶ τὸν σκίμποδα ἐπιψηλαφήσας προσεῖπέ τε τὸν
5ἄνδρα, καὶ ἤρετο αὐτόν, ὅ τι ἐνθυμοῖτο, „οὐ γάρ που καθεύδεισ“ εἶπεν „ὕδωρ πίνων καὶ καταγελῶν τοῦ οἴνου.“ „οὐ γὰρ καθεύδειν ἡγῇ“ ἔφη „τοὺς τὸ ὕδωρ πίνοντας;“ „καθεύδειν μέν,“ ἔφη „λεπτὸν δὲ ὕπνον, ὅνπερ ἄκροις αὐτῶν τοῖς ὀφθαλμοῖς ἐφι‐
10ζάνειν φῶμεν, οὐ τῷ νῷ.“ „ἀμφοτέροισ“ εἶπε, „καὶ ἴσως τῷ νῷ μᾶλλον· εἰ γὰρ μὴ ἀτρεμήσει ὁ νοῦς, οὐδὲ ὑποδέξονται οἱ ὀφθαλμοὶ τὸν ὕπνον· οἱ γοῦν
μεμηνότες οὐδὲ καθεύδειν δύνανται διὰ τὴν τοῦ νοῦ πήδησιν, ἀλλ’ ἐς ἄλλα καὶ ἄλλα ἀπιούσης τῆς ἐννοίας76
15γοργότερόν τε ἀναβλέπουσι καὶ ἀναιδέστερον, ὥσπερ οἱ ἄυπνοι τῶν δρακόντων.“ „ἐπεὶ τοίνυν, ὦ βασι‐ λεῦ,“ εἶπε „σαφῶς ἡρμήνευται τὸ τοῦ ὕπνου ἔργον καὶ ἅττα δηλοῦται (αὐτῷ) τοῖς ἀνθρώποις, σκεψώ‐ μεθα, τί μειονεκτήσει ἐν τῷ ὕπνῳ τοῦ μεθύοντος ὁ
20τὸ ὕδωρ πίνων.“ „μὴ σοφίζου,“ ἔφη ὁ βασιλεὺς „εἰ γὰρ μεθύοντα ὑποθήσῃ, οὐ καθευδήσει τοῦτο, βακ‐ χεύουσα γὰρ ἡ γνώμη στροβήσει τε αὐτὸν καὶ ταρα‐ χῆς ἐμπλήσει· δοκοῦσί τοι πάντες οἱ ἐκ μέθης κα‐ ταδαρθεῖν πειρώμενοι ἀναπέμπεσθαί τε ἐς τὸν ὄρο‐
25φον, καὶ αὖ ὑπόγειοι εἶναι δίνην τε ἐμπεπτωκέναι σφίσιν, οἵα δὴ περὶ τὸν Ἰξίονα λέγεται ξυμβαίνειν. οὔκουν ἀξιῶ τὸν μεθύοντα, ἀλλὰ τὸν πεπωκότα μὲν τοῦ οἴνου, νήφοντα δὲ θεωρεῖν, ὡς καθευδήσει, καὶ
VA
.

2

.

36

ὡς πολλῷ βέλτιον τοῦ ἀοίνου. καλέσας οὖν ὁ Ἀπολ‐ λώνιος τὸν Δάμιν „πρὸς δεινὸν ἄνδρα“ ἔφη „ὁ λό‐ γος καὶ σφόδρα γεγυμνασμένον τοῦ διαλέγεσθαι.“ „ὁρῶ,“ ἔφη „καὶ τοῦτ’ ἴσως ἦν τὸ μελαμπύγου τυ‐
5χεῖν. κἀμὲ δὲ πάνυ αἱρεῖ ὁ λόγος, ὃν εἴρηκεν· ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν. ἀνακουφίσας οὖν τὴν κεφαλὴν ὁ Ἀπολλώνιος „καὶ μὴν ὅσον“ ἔφη „πλεονεκτοῦμεν οἱ τὸ ὕδωρ πίνοντες πρὸς τὸ καθ‐ εύδειν ἥδιον, ἐγὼ δηλώσω τοῦ γε σοῦ λόγου ἐχό‐
10μενος· ὡς μὲν γὰρ τετάρακται ἡ γνώμη τοῖς μεθύ‐ ουσι καὶ μανικώτερον διάκεινται, σαφῶς εἴρηκας, ὁρῶμεν γὰρ τοὺς μέθῃ κατεσχημένους διττὰς μὲν σελήνας δοκοῦντας βλέπειν, διττοὺς δὲ ἡλίους, τοὺς δὲ ἧττον πεπωκότας, κἂν πάνυ νήφωσιν, οὐδὲν μὲν
15τούτων ἡγουμένους, μεστοὺς δὲ εὐφροσύνης καὶ ἡδο‐ νῆς, ἣ δὴ προσπίπτει σφίσιν οὐδὲ ἐξ εὐπραγίας πολ‐
λάκις, καὶ μελετῶσι δὲ οἱ τοιοῦτοι δίκας οὐδὲ φθεγξά‐ μενοί πω ἐν δικαστηρίῳ καὶ πλουτεῖν φασιν οὐδὲ δραχμῆς αὐτοῖς ἔνδον οὔσης. ταῦτα δέ, ὦ βασιλεῦ,77
20μανικὰ πάθη· καὶ γὰρ αὐτὸ τὸ ἥδεσθαι διακινεῖ τὴν γνώμην καὶ πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων εὖ πράττειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλ’ ἐκ‐ πηδῶντας τοῦ ὕπνου, καὶ τοῦτ’ ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τἀγαθά. ἔστι δὲ καὶ φάρμακα ὕπνου
25μεμηχανημένα τοῖς ἀνθρώποις, ὧν πιόντες τε καὶ ἀλειψάμενοι καθεύδουσιν ἐκτείναντες αὑτοὺς ὥσπερ ἀποθανόντες, ὅθεν μετά τινος λήθης ἀνίστανται καὶ ἄλλοσέ ποι μᾶλλόν εἰσιν ἢ οὗπερ εἶναι δοκοῦσιν. ὅτι μὲν δὴ τὰ πινόμενα, μᾶλλον δὲ τὰ ἐπαντλούμενα
30τῇ ψυχῇ καὶ τῷ σώματι οὐ γνήσιον οὐδὲ οἰκεῖον ἐπεσάγεται τὸν ὕπνον, ἀλλ’ ἢ βαθὺν καὶ ἡμιθνῆτα ἢ βραχὺν καὶ διασπώμενον ὑπὸ τῶν ἐντρεχόντων, κἂν χρηστὰ ᾖ, ξυνθήσῃ τάχα, εἰ μὴ τὸ δύσερι μᾶλ‐ λον ἢ τὸ ἐριστικὸν σπουδάζεις. οἱ δὲ ἐμοὶ ξυμπόται
35τὰ μὲν ὄντα ὁρῶσιν ὡς ὄντα, τὰ δὲ οὐκ ὄντα οὔτ’ ἀναγράφουσιν αὑτοῖς οὔθ’ ὑποτυποῦνται, κοῦφοί τε οὔπω ἔδοξαν, οὐδὲ μεστοὶ βλακείας οὐδὲ εὐηθείας ἢ ἱλαρώτεροι τοῦ προσήκοντος, ἀλλ’ ἐφεστηκότες εἰσὶ καὶ λογισμοῦ πλέῳ, παραπλήσιοι δείλης τε καὶ ὁπότε
40ἀγορὰ πλήθει, οὐ γὰρ νυστάζουσιν οὗτοι, κἂν πόρρω τῶν νυκτῶν σπουδάζωσιν. οὐ γὰρ ἐξωθεῖ αὐτοὺς ὁ ὕπνος ὥσπερ δεσπότης βρίσας ἐς τὸν αὐχένα δεδου‐ λωμένον ὑπὸ τοῦ οἴνου, ἀλλ’ ἐλεύθεροί τε καὶ ὀρ‐ θοὶ φαίνονται, καταδαρθέντες δὲ καθαρᾷ τῇ ψυχῇ
45δέχονται τὸν ὕπνον οὔτε ὑπὸ τῶν εὐπραγιῶν ἀνα‐ κουφιζόμενοι αὐτοῦ οὔτε ὑπὸ κακοπραγίας τινὸς ἐκ‐ θρώσκοντες. ξύμμετρος γὰρ πρὸς ἄμφω ταῦτα ψυχὴ νήφουσα καὶ οὐδετέρου τῶν παθῶν ἥττων, ὅθεν
καθεύδει ἥδιστα καὶ ἀλυπότατα μὴ ἐξισταμένη τοῦ78
VA
.

2

.

37

ὕπνου. καὶ μὴν καὶ τὸ μαντικὸν τὸ ἐκ τῶν ὀνει‐ ράτων, ὃ θειότατον τῶν ἀνθρωπίνων δοκεῖ, ῥᾷον διορᾷ μὴ ξυντεθολωμένη ὑπὸ τοῦ οἴνου, ἀλλ’ ἀκή‐ ρατος δεχομένη αὐτὸ καὶ περιαθροῦσα· οἱ γοῦν ἐξη‐
5γηταὶ τῶν ὄψεων, οὓς ὀνειροπόλους οἱ ποιηταὶ κα‐ λοῦσιν, οὐκ ἂν ὑποκρίνοιντο ὄψιν οὐδεμίαν μὴ πρό‐ τερον ἐρόμενοι τὸν καιρόν, ἐν ᾧ εἶδεν. ἂν μὲν γὰρ ἑῷος ᾖ καὶ τοῦ περὶ τὸν ὄρθρον ὕπνου, ξυμβάλλον‐ ται αὐτὴν ὡς ὑγιῶς μαντευομένης τῆς ψυχῆς, ἐπει‐
10δὰν ἀπορρύψηται τὸν οἶνον, εἰ δ’ ἀμφὶ πρῶτον ὕπνον ἢ μέσας νύκτας, ὅτε βεβύθισταί τε καὶ ξυντε‐ θόλωται ἔτι ὑπὸ τοῦ οἴνου, παραιτοῦνται τὴν ὑπό‐ κρισιν σοφοὶ ὄντες. ὡς δὲ καὶ τοῖς θεοῖς δοκεῖ ταῦτα καὶ τὸ χρησμῶδες ἐν ταῖς νηφούσαις ψυχαῖς τίθεν‐
15ται, σαφῶς δηλώσω· ἐγένετο, ὦ βασιλεῦ, παρ’ Ἕλλησιν Ἀμφιάρεως ἀνὴρ μάντις.“ „οἶδα,“ εἶπε „λέγεις γάρ που τὸν τοῦ Οἰκλέους, ὃν ἐκ Θηβῶν ἐπανιόντα ἐπεσπάσατο ἡ γῆ ζῶντα.“ „οὗτος, ὦ βα‐ σιλεῦ,“ ἔφη „μαντευόμενος ἐν τῇ Ἀττικῇ νῦν ὀνεί‐
20ρατα ἐπάγει τοῖς χρωμένοις, καὶ λαβόντες οἱ ἱερεῖς τὸν χρησόμενον σίτου τε εἴργουσι μίαν ἡμέραν καὶ οἴνου τρεῖς, ἵνα διαλαμπούσῃ τῇ ψυχῇ τῶν λογίων σπάσῃ· εἰ δὲ ὁ οἶνος ἀγαθὸν ἦν τοῦ ὕπνου φάρμα‐ κον, ἐκέλευσεν ἂν ὁ σοφὸς Ἀμφιάρεως τοὺς θεωροὺς
25τὸν ἐναντίον ἐσκευασμένους τρόπον καὶ οἴνου με‐ στούς, ὥσπερ ἀμφορέας, ἐς τὸ ἄδυτον αὐτῷ φέρεσθαι. πολλὰ δὲ καὶ μαντεῖα λέγοιμ’ ἂν εὐδόκιμα παρ’ Ἕλ‐ λησί τε καὶ βαρβάροις, ἐν οἷς ὁ ἱερεὺς ὕδατος, ἀλλ’ οὐχὶ οἴνου σπάσας ἀποφθέγγεται τὰ ἐκ τοῦ τρίποδος.
30θεοφόρητον δὴ κἀμὲ ἡγοῦ καὶ πάντας, ὦ βασιλεῦ, τοὺς τὸ ὕδωρ πίνοντας· νυμφόληπτοι γὰρ ἡμεῖς
καὶ βάκχοι τοῦ νήφειν.“ „ποιήσῃ οὖν,“ ἔφη „ὦ Ἀπολλώνιε, κἀμὲ θιασώτην;“ „εἴπερ μὴ φορτικὸσ“ εἶπε „τοῖς ὑπηκόοις δόξεις· φιλοσοφία γὰρ περὶ βα‐79
35σιλεῖ ἀνδρὶ ξύμμετρος μὲν καὶ ὑπανειμένη θαυμα‐ στὴν ἐργάζεται κρᾶσιν, ὥσπερ ἐν σοὶ διαφαίνεται, ἡ δ’ ἀκριβὴς καὶ ὑπερτείνουσα φορτική τε, ὦ βασι‐ λεῦ, καὶ ταπεινοτέρα τῆς ὑμετέρας σκηνῆς φαίνεται καὶ τύφου δὲ αὐτό τι ἂν (ἔχειν) ἡγοῖντο βάσκανοι.“
VA
.

2

.

38

Ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχα‐ νεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις „σὺ μέν,“ ἔφη „ὦ βασιλεῦ, τὰ προσή‐
5κοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ, δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξα‐ σθαι.“ „καὶ ἀκούοι γε εὐχομένου,“ ἔφη „χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν· ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ
VA
.

2

.

39

δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.“ ἐπαν‐ ελθὼν οὖν προκεχωρηκυίας ἤδη τῆς ἡμέρας ἠρώτα περὶ ὧν ἐδίκασεν, ὁ δὲ „τήμερον“ ἔφη „οὐκ ἐδίκασα, τὰ γὰρ ἱερὰ οὐ ξυνεχώρει μοι.“ ὑπολαβὼν οὖν ὁ
5Ἀπολλώνιος „ἐφ’ ἱεροῖς οὖν“ ἔφη „ποιεῖσθε καὶ ταύτας, ὥσπερ τὰς ἐξόδους τε καὶ τὰς στρατείας;“ „νὴ Δί’“ εἶπε „καὶ γὰρ ἐνταῦθα κίνδυνος, εἰ ὁ δικάζων ἀπενεχθείη τοῦ εὐθέος.“ εὖ λέγειν τῷ Ἀπολλωνίῳ ἔδοξε, καὶ ἤρετο αὐτὸν πάλιν, τίς εἴη,
10ἣν δικάσοι δίκην, „ὁρῶ γὰρ“ εἶπεν „ἐφεστηκότα σε καὶ ἀποροῦντα, ὅπη ψηφίσαιο.“ „ὁμολογῶ“ ἔφη „ἀπορεῖν, ὅθεν ξύμβουλον ποιοῦμαί σε· ἀπέδοτο μὲν γάρ τις ἑτέρῳ γῆν, ἐν ᾗ θησαυρὸς ἀπέκειτό τις οὔπω δῆλος, χρόνῳ δὲ ὕστερον ἡ γῆ ῥαγεῖσα χρυ‐
15σοῦ τινα ἀνέδειξε θήκην, ἥν φησι μὲν ἑαυτῷ προσ‐
ήκειν μᾶλλον ὁ τὴν γῆν ἀποδόμενος, καὶ γὰρ οὐδ’ ἂν ἀποδόσθαι τὴν γῆν, εἰ προὔμαθεν, ὅτι βίον ἐπ’ αὐτῇ ἔχοι, ὁ πριάμενος δὲ αὐτὸς ἀξιοῖ πεπᾶσθαι, ἃ ἐν τῇ λοιπὸν ἑαυτοῦ γῇ εὗρε· καὶ δίκαιος μὲν ὁ ἀμ‐80
20φοῖν λόγος, εὐήθης δ’ ἂν ἐγὼ φαινοίμην, εἰ κελεύ‐ σαιμι ἄμφω νείμασθαι τὸ χρυσίον, τουτὶ γὰρ ἂν καὶ γραῦς διαιτῴη.“ ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος „ὡς μὲν οὐ φιλοσόφω“ ἔφη „τὼ ἄνδρε, δηλοῖ τὸ περὶ χρυσίου διαφέρεσθαι σφᾶς, ἄριστα δ’ ἄν μοι δικάσαι
25δόξεις ὧδε ἐνθυμηθείς, ὡς οἱ θεοὶ πρῶτον μὲν ἐπι‐ μέλειαν ποιοῦνται τῶν ξὺν ἀρετῇ φιλοσοφούντων, δεύτερον δὲ τῶν ἀναμαρτήτων τε καὶ μηδὲν πώποτε ἀδικεῖν δοξάντων. διδόασι δὲ τοῖς μὲν φιλοσοφοῦσι διαγιγνώσκειν εὖ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπεια, τοῖς
30δ’ ἄλλως χρηστοῖς βίον ἀποχρῶντα, ὡς μὴ χήτει ποτὲ τῶν ἀναγκαίων ἄδικοι γένωνται· δοκεῖ δή μοι, βασιλεῦ, καθάπερ ἐπὶ τρυτάνης ἀντικρῖναι τούτους καὶ τὸν ἀμφοῖν ἀναθεωρῆσαι βίον, οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ
35μὴ φαῦλος ἦν, τῷ δ’ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.“ ἀφίκοντο ἐς τὴν ὑστεραίαν δικασόμενοι ἄμφω, καὶ ὁ μὲν ἀποδό‐ μενος ὑβριστής τε ἠλέγχετο καὶ θυσίας ἐκλελοιπώς, ἃς ἔδει τοῖς ἐν τῇ γῇ θεοῖς θύειν, ὁ δὲ ἐπιεικής τε
40ἐφαίνετο καὶ ὁσιώτατα θεραπεύων τοὺς θεούς. ἐκρά‐ τησεν οὖν ἡ τοῦ Ἀπολλωνίου γνώμη καὶ ἀπῆλθεν ὁ χρηστὸς ὡς παρὰ τῶν θεῶν ταῦτα ἔχων.
VA
.

2

.

40

Ἐπεὶ δὲ τὰ τῆς δίκης ὧδε ἔσχε, προσελθὼν ὁ Ἀπολλώνιος τῷ Ἰνδῷ „τήμερον“ εἶπεν „ἡ τρίτη τῶν ἡμερῶν, ἐν αἷς ἐποιοῦ με, ὦ βασιλεῦ, ξένον, τῆς δ’ ἐπιούσης ἕω χρὴ ἐξελαύνειν ἑπόμενον τῷ
5νόμῳ.“ ἀλλ’ οὐδὲ ὁ νόμοσ“ εἶπεν „ἤδη διαλέγεταί
σοι, καὶ γὰρ τῇ αὔριον μένειν ἔξεστιν, ἐπειδὴ μετὰ μεσημβρίαν ἀφίκου.“ „χαίρω“ ἔφη „τῷ ξενίῳ, καὶ γάρ μοι δοκεῖς καὶ σοφίζεσθαι τὸν νόμον δι’ ἐμέ.“ „εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμην“ εἶπε „τό γε81
10ὑπὲρ σοῦ. ἀλλ’ ἐκεῖνό μοι εἰπέ, Ἀπολλώνιε, αἱ κά‐ μηλοι, ἐφ’ ὧν ὀχεῖσθαί σέ φασιν, οὐκ ἐκ Βαβυλῶνος ἄγουσιν ὑμᾶς;“ „ἐκεῖθεν“ ἔφη „δόντος γε αὐτὰς Οὐαρδάνου.“ ἔτ’ οὖν ὑμᾶς ἀπάγειν δυνήσονται, τοσαῦτα ἤδη στάδια ἐκ Βαβυλῶνος ἥκουσαι;“ ἐσιώ‐
15πησε μὲν ὁ Ἀπολλώνιος, ὁ δὲ Δάμις „οὔπω συνί‐ ησιν,“ ἔφη „ὦ βασιλεῦ, τῆς ἀποδημίας ὁ ἀνὴρ οὗτος, οὐδὲ τῶν ἐθνῶν, ἐν οἷς λοιπόν ἐσμεν, ἀλλ’ ὡς παν‐ ταχοῦ σέ τε καὶ Οὐαρδάνην ἕξων παιδιὰν ἡγεῖται τὸ ἐς Ἰνδοὺς παρελθεῖν. τό τοι τῶν καμήλων οὐ διο‐
20μολογεῖται πρὸς σέ, ὃν ἔχει τρόπον· διάκεινται γὰρ οὕτω κακῶς, ὡς αὐταὶ μᾶλλον ὑφ’ ἡμῶν φέρεσθαι, καὶ δεῖ ἑτέρων. ἂν γὰρ ὀκλάσωσιν ἐν ἐρήμῳ που τῆς Ἰνδικῆς, ἡμεῖς μὲν“ ἔφη „καθεδούμεθα τοὺς γῦπάς τε καὶ τοὺς λύκους ἀποσοβοῦντες τῶν καμή‐
25λων, ἡμῶν δὲ οὐδεὶς ἀποσοβήσει, προσαπολούμεθα γάρ.“ ὑπολαβὼν οὖν ὁ βασιλεὺς „ἐγὼ“ ἔφη „τοῦτο ἰάσομαι, ὑμῖν τε γὰρ ἑτέρας δώσω—τεττάρων, οἶμαι, δεῖσθε—καὶ ὁ σατράπης δὲ ὁ ἐπὶ τοῦ Ἰνδοῦ πέμψει ἐς Βαβυλῶνα ἑτέρας τέτταρας. ἔστι δέ μοι
30ἀγέλη καμήλων ἐπὶ τῷ Ἰνδῷ, λευκαὶ πᾶσαι.“ „ἡγε‐ μόνα δὲ“ εἶπεν ὁ Δάμις „οὐκ ἄν, ὦ βασιλεῦ, δοίης;“ „καὶ κάμηλόν γε“ ἔφη „τῷ ἡγεμόνι δώσω καὶ ἐφό‐ δια, ἐπιστελῶ δὲ καὶ Ἰάρχᾳ τῷ πρεσβυτάτῳ τῶν σο‐ φῶν, ἵν’ Ἀπολλώνιον μὲν ὡς μηδὲν κακίω ἑαυτοῦ
35δέξηται, ὑμᾶς δὲ ὡς φιλοσόφους τε καὶ ὀπαδοὺς ἀν‐ δρὸς θείου.“ καὶ χρυσίον δὲ ἐδίδου ὁ Ἰνδὸς καὶ ψήφους καὶ ὀθόνας καὶ μυρία τοιαῦτα· ὁ δὲ Ἀπολ‐
λώνιος „χρυσίον μὲν“ ἔφη „ἱκανὸν ἑαυτῷ εἶναι δόντος γε Οὐαρδάνου τῷ ἡγεμόνι ἀφανῶς αὐτό, τὰς82
40δὲ ὀθόνας λαμβάνειν, ἐπειδὴ ἐοίκασι τρίβωνι τῶν ἀρχαίων τε καὶ πάνυ Ἀττικῶν. μίαν δέ τινα τῶν ψήφων ἀνελόμενος „ὦ βελτίστη“ εἶπεν „ὡς ἐς και‐ ρόν σε καὶ οὐκ ἀθεεὶ εὕρηκα“ ἰσχύν, οἶμαί, τινα ἐν αὐτῇ καθεωρακὼς ἀπόρρητόν τε καὶ θείαν. οἱ δὲ
45ἀμφὶ τὸν Δάμιν χρυσίον μὲν οὐδ’ αὐτοὶ προσίεντο, τῶν ψήφων δὲ ἱκανῶς ἐδράττοντο, ὡς θεοῖς ἀναθή‐ σοντες, ὅτε ἐπανέλθοιεν ἐς τὰ ἑαυτῶν ἤθη.
VA
.

2

.

41

Καταμείνασι δὲ αὐτοῖς καὶ τὴν ἐπιοῦσαν, οὐ γὰρ μεθίετο σφῶν ὁ Ἰνδός, δίδωσι τὴν πρὸς τὸν Ἰάρχαν ἐπιστολὴν γεγραμμένην ὧδε· „Βασιλεὺς Φραώτης Ἰάρχᾳ διδασκάλῳ καὶ τοῖς περὶ αὐτὸν
5
χαίρειν. Ἀπολλώνιος ἀνὴρ σοφώτατος σοφωτέρους ὑμᾶς ἑαυ‐ τοῦ ἡγεῖται καὶ μαθησόμενος ἥκει τὰ ὑμέτερα. πέμ‐ πετε οὖν αὐτὸν εἰδότα ὁπόσα ἴστε· ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν, καὶ γὰρ λέγει ἄριστα
10ἀνθρώπων καὶ μέμνηται. ἰδέτω δὲ καὶ τὸν θρόνον, ἐφ’ οὗ καθίσαντί μοι τὴν βασιλείαν ἔδωκας, Ἰάρχα πάτερ. καὶ οἱ ἑπόμενοι δὲ αὐτῷ ἄξιοι ἐπαίνου, ὅτι τοιοῦδε ἀνδρὸς ἥττηνται. εὐτύχει καὶ εὐτυχεῖτε.“
VA
.

2

.

42

Ἐξελάσαντες δὲ τῶν Ταξίλων καὶ δύο ἡμερῶν ὁδὸν διελθόντες ἀφίκοντο ἐς τὸ πεδίον, ἐν ᾧ λέγε‐ ται πρὸς Ἀλέξανδρον ἀγωνίσασθαι Πῶρος, καὶ πύ‐ λας ἐν αὐτῷ ἰδεῖν φασι ξυγκλειούσας οὐδέν, ἀλλὰ
5τροπαίων ἕνεκα ᾠκοδομημένας. ἀνακεῖσθαι γὰρ ἐπ’ αὐτῶν τὸν Ἀλέξανδρον ἐφεστηκότα τετραρρύμοις ἅρμασιν, οἷος ἐπὶ τοῖς Δαρείου σατράπαις ἐν Ἰσ‐ σοῖς ἕστηκε. διαλείπουσαι δ’ οὐ πολὺ ἀλλήλων δύο ἐξῳκοδομῆσθαι λέγονται πύλαι, καὶ φέρειν ἡ μὲν
10Πῶρον, ἡ δὲ Ἀλέξανδρον, ξυμβεβηκότε, οἶμαι, μετὰ τὴν μάχην, ὁ μὲν γὰρ ἀσπαζομένῳ ἔοικεν, ὁ δὲ προσ‐ κυνοῦντι.83
VA
.

2

.

43

Ποταμὸν δὲ Ὑδραώτην ὑπερβάντες καὶ πλείω ἔθνη ἀμείψαντες ἐγένοντο πρὸς τῷ Ὑφάσιδι, στάδια δὲ ἀπέχοντες τούτου τριάκοντα βωμοῖς τε ἐνέτυχον, οἷς ἐπεγέγραπτο ΠΑΤΡΙ ΑΜΜΩΝΙ ΚΑΙ ΗΡΑ‐
5ΚΛΕΙ ΑΔΕΛΦΩΙ ΚΑΙ ΑΘΗΝΑΙ ΠΡΟΝΟΙΑΙ ΚΑΙ ΔΙΙ ΟΛΥΜΠΙΩΙ ΚΑΙ ΣΑΜΟΘΡΑΙΞΙ ΚΑ‐ ΒΕΙΡΟΙΣ ΚΑΙ ΙΝΔΩΙ ΗΛΙΩΙ ΚΑΙ ΔΕΛΦΩΙ ΑΠΟΛΛΩΝΙ, φασὶ δὲ καὶ στήλην ἀνακεῖσθαι χαλ‐ κῆν, ᾗ ἐπιγεγράφθαι ΑΛΕΞΑΝΔΡΟΣ ΕΝΤΑΥΘΑ
10ΕΣΤΗ. τοὺς μὲν δὴ βωμοὺς Ἀλεξάνδρου ἡγώμεθα τὸ τῆς ἑαυτοῦ ἀρχῆς τέρμα τιμῶντος, τὴν δὲ στή‐ λην τοὺς μετὰ τὸν Ὕφασιν Ἰνδοὺς ἀναθεῖναι δοκῶ μοι λαμπρυνομένους ἐπὶ τῷ Ἀλέξανδρον μὴ προ‐ ελθεῖν πρόσω.
VA
.

3

.

1

Περὶ δὲ τοῦ Ὑφάσιδος καὶ ὁπόσος τὴν Ἰνδικὴν διαστείχει καὶ ὅ τι περὶ αὐτὸν θαῦμα, τάδε χρὴ γιγνώσκειν· αἱ πηγαὶ τοῦ ποταμοῦ τούτου βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐτόθεν, προϊοῦσαι δὲ
5καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν. ἀκρωνυχίαι γὰρ πε‐ τρῶν παραλλὰξ ὑπανίσχουσι τοῦ ὕδατος, περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἑλίττεσθαι καὶ ποιεῖν τὸν ποταμὸν ἄπλουν. εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον, ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι δι’ Εὐρώπης ῥέουσι.
10δένδρα δέ οἱ προσόμοια φύει παρὰ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ὃ ποιοῦνται Ἰνδοὶ γαμικὸν χρίσμα, καὶ εἰ μὴ τῷ μύρῳ τούτῳ
ῥάνωσι τοὺς νυμφίους οἱ ξυνιόντες ἐς τὸν γάμον, ἀτελὴς δοκεῖ καὶ οὐκ ἐς χάριν τῇ Ἀφροδίτῃ ξυναρ‐84
15μοσθείς. ἀνεῖσθαι δὲ τῇ θεῷ ταύτῃ λέγουσιν αὐτό τε τὸ περὶ τῷ ποταμῷ νέμος καὶ τοὺς ἰχθῦς τοὺς ταώς, οὓς οὗτος μόνος ποταμῶν τρέφει, πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ
20οὐραῖα καί, ὁπότε βούλοιντο, ἀνακλώμενα. ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ τούτῳ σκώληκι εἰκασμένον λευκῷ. τοῦτο οἱ τήκοντες ἔλαιον ποιοῦνται, πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται καὶ στέγει αὐτὸ πλὴν ὑελοῦ οὐδέν. ἁλίσκεται δὲ τῷ βασιλεῖ μόνῳ τὸ θη‐
25ρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν. ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων ἡ πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστηρίων, ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα
VA
.

3

.

2

εὕρηται. καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκεσθαί φασιν, εἶναι δὲ τοῖς θηρίοις τού‐ τοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεν‐ νῶς μάχονται, καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα
5τὸ κέρας τοῦτο, οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπ’ αὐτοῦ πιὼν οὔτε ἂν τρωθεὶς ἀλγῆσαι πυρός τε διεξελθεῖν ἂν καὶ μηδ’ ἂν φαρμάκοις ἁλῶναι ὁπόσα ἐπὶ κακῷ πίνεται, βασιλέων δὲ τὸ ἔκπωμα εἶναι καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Ἀπολλώνιος
10δὲ τὸ μὲν θηρίον ἑωρακέναι φησὶ καὶ ἄγασθαι αὐτὸ τῆς φύσεως, ἐρομένου δὲ αὐτὸν τοῦ Δάμιδος, εἰ τὸν λόγον τὸν περὶ τοῦ ἐκπώματος προσδέχοιτο, „προσ‐ δέξομαι“ εἶπεν „ἢν ἀθάνατον μάθω τὸν βασιλέα τῶν δεῦρο Ἰνδῶν ὄντα, τὸν γὰρ ἐμοί τε καὶ τῷ δεῖνι ὀρέ‐
15γοντα πῶμα ἄνοσόν τε καὶ οὕτως ὑγιὲς πῶς οὐχὶ μᾶλλον εἰκὸς αὐτὸν ἐπεγχεῖν ἑαυτῷ τούτου καὶ ὁση‐ μέραι πίνειν ἀπὸ τοῦ κέρατος τούτου μέχρι κραιπά‐
λης; οὐ γὰρ διαβαλεῖ τις, οἶμαι, (τὸ) τούτῳ μεθύειν.“85
VA
.

3

.

3

Ἐνταῦθα καὶ γυναίῳ φασὶν ἐντετυχηκέναι τὰ μὲν ἐκ κεφαλῆς ἐς μαζοὺς μέλανι, τὰ δὲ ἐκ μαζῶν ἐς πόδας λευκῷ πάντα, καὶ αὐτοὶ μὲν ὡς δεῖμα φυγεῖν, τὸν δὲ Ἀπολλώνιον ξυνάψαι τε τῷ γυναίῳ τὴν χεῖρα
5καὶ ξυνεῖναι ὅ τι εἴη· ἱεροῦται δὲ ἄρα τῇ Ἀφροδίτῃ Ἰνδὴ τοιαύτη, καὶ τίκτεται τῇ θεῷ γυνὴ ποικίλη, καθάπερ ὁ Ἆπις Αἰγυπτίοις.
VA
.

3

.

4

Ἐντεῦθέν φασιν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν, εἶναι δὲ αὐτὸ ξυνηρεφὲς ἴδαις ἀρωμάτων. τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ
5αὐτὸ νέοις κλήμασι, βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυ‐ ζήσεται πρὸς τὴν χεῖρα, καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸ ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. ἐν
10δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλοὶ πεφύ‐ κασι καὶ πολλὰ εἴδη ἕτερα καὶ τὰ δένδρα αἱ πεπε‐ ρίδες, ὧν γεωργοὶ πίθηκοι, καὶ οὐδὲ ᾧ εἴκασται τοῦτο, παρεῖταί σφισιν, ὃν δὲ εἴρηται τρόπον, ἐγὼ δηλώσω· τὸ δένδρον ἡ πεπερὶς εἴκασται μὲν τῷ παρ’
15Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς τοῦ ὄρους καὶ ὅ τι αὐτοῦ κοῖλον, οὓς πολ‐ λοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι
20ἀποτρυγῶσι, τοὺς λέοντας ἀπ’ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου, τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα, γεγηρακὼς δὲ ὑπὲρ σίτου, τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πι‐
25θήκους λαφύσσουσιν ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. οὐ μὴν οἱ ἄνθρωποι περιορῶσιν, ἀλλ’ εὐερ‐ γέτας ἡγούμενοι τὰ θηρία ταῦτα πρὸς τοὺς λέοντας ὑπὲρ αὐτῶν αἰχμὴν αἴρονται. τὰ γὰρ πραττόμενα περὶ τὰς πεπερίδας ὧδε ἔχει· προσελθόντες οἱ Ἰνδοὶ86
30τοῖς κάτω δένδρεσι τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφοροῦσιν οἷον ῥιπτοῦντες, ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις, οἱ δὲ ἄνωθεν καὶ ἐκ τῶν ἀβάτων ἀφεωρακότες ταῦτα, νυκτὸς γενο‐
35μένης ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες ῥιπτοῦσι φέ‐ ροντες ἐς τὰς ἅλως, οἱ Ἰνδοὶ δὲ ἅμα ἡμέρᾳ σωροὺς ἀναιροῦνται τοῦ ἀρώματος οὐδὲ πονήσαντες οὐδέν, ἀλλὰ ῥᾴθυμοί τε καὶ καθεύδοντες.
VA
.

3

.

5

Ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον ἰδεῖν φασι λεῖον κατατετμημένον ἐς τάφρους πλήρεις ὕδατος. εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθάς, διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου τῆς τε χώρας
5ὅρια οὔσας τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδι‐ κῆς εἶναι καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαί‐ δεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαί‐ δεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ
10ξυμπαρατείνει. πεδιὰς πᾶσα ἡ χώρα μέλαινά τε καὶ πάντων εὔφορος. ἰδεῖν μὲν γὰρ ἐν αὐτῇ στάχυας ἀνεστῶτας, ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τρι‐ πλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος σήσαμόν τε καὶ κέγχρον ὑπερφυᾶ πάντα. ἐνταῦθα καὶ τὰ κάρυα
15φύεσθαί φασιν, ὧν πολλὰ πρὸς ἱεροῖς ἀνακεῖσθαι τοῖς δεῦρο θαύματος ἕνεκα. τὰς δὲ ἀμπέλους φύ‐ εσθαι μὲν μικράς, καθάπερ αἱ Λυδῶν τε καὶ Μαιό‐
νων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀπο‐ τρυγᾶν. ἐνταῦθα καὶ δένδρῳ φασὶν ἐντετυχηκέναι87
20προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥόᾳ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μέν, ὥσπερ τῶν ὑακίνθων αἱ κάλυ‐ κες, πάντων δὲ ἥδιστον, ὁπόσα ἐξ ὡρῶν ἥκει.
VA
.

3

.

6

Καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περι‐ τυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι· καὶ γὰρ σφόδρα εὔηθες ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλο‐
5μένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα δρακόντων μὲν γὰρ δὴ ἀπεί‐ ροις μήκεσι κατέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς
10λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακον‐ τάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστη‐ κεν, ἀλλ’ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος
15ἢ οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐ‐ λίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοι‐ νὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν,
VA
.

3

.

7

ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν. οἱ δὲ ὑπὸ τὰς ὑπωρείας τε καὶ τοὺς λόφους ἵενται μὲν ἐς τὰ πεδία ἐπὶ θήρᾳ, πλεονεκτοῦσι δὲ τῶν ἑλείων πάντα, καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι καὶ ταχύ‐
5τεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται καὶ διαφεύγει αὐτοὺς οὐδέν· τούτοις καὶ λοφιὰ φύεται νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, τελειουμένοις δὲ συναυξα‐ νομένη τε καὶ συνανιοῦσα ἐς πολύ, ὅτε δὴ πυρσοί
τε καὶ πριόνωτοι γίγνονται. οὗτοι καὶ γενειάσκουσι88
10καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι καὶ τὴν φολίδα στίλ‐ βουσι δίκην ἀργύρου, αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος, ἰσχὺν δ’ αὐτῶν ἀμήχανον εἶναί φασιν ἐς πολλὰ τῶν ἀποθέτων. γίγνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων
15τινὰ ἐπισπάσηται, τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοί τε γίγνονται καὶ δορὰ καὶ ὀδόντες. εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ
VA
.

3

.

8

τῶν μεγάλων ἰχθύων. οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φολίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς, γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀ‐ κεῖνα, καὶ κατωφρύωνται μᾶλλον ἢ οἱ πεδινοὶ ὄμμα
5τε ὑποκάθηται τῇ ὀφρύι δεινὸν καὶ ἀναιδὲς δεδορ‐ κός, ὑπόχαλκόν τε ἠχὼ φέρουσιν, ἐπειδὰν τῇ γῇ ὑποκυμαίνωσιν, ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄττει λαμπαδίου πλέον. οὗτοι καὶ τοὺς ἐλέφαντας αἱροῦσιν, αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως
10ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείραντες γράμματα τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύ‐ σαντες τοῖς γράμμασιν, ὑφ’ οὗ νικᾶται τοὺς ὀφθαλ‐ μοὺς ὁ δράκων ἀτρέπτους ὄντας, καὶ πολλὰ τῆς ἀπορ‐ ρήτου σοφίας ἐπ’ αὐτὸν ᾄδουσιν, οἷς ἄγεταί τε καὶ
15τὸν αὐχένα ὑπερβαλὼν τῆς χειᾶς ἐπικαθεύδει τοῖς γράμμασι· προσπεσόντες οὖν οἱ Ἰνδοὶ κειμένῳ πελέ‐ κεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτεμόντες λῄ‐ ζονται τὰς ἐν αὐτῇ λίθους. ἀποκεῖσθαι δέ φασιν ἐν ταῖς τῶν ὀρείων δρακόντων κεφαλαῖς λίθους τὸ μὲν
20εἶδος ἀνθηρὰς καὶ πάντα ἀπαυγαζούσας χρώματα, τὴν δὲ ἰσχὺν ἀρρήτους κατὰ τὸν δακτύλιον, ὃν γε‐
νέσθαι φασὶ τῷ Γύγῃ. πολλάκις δὲ καὶ τὸν Ἰνδὸν αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ συλλαβὼν ἐς τὴν αὑ‐ τοῦ χειὰν φέρων ᾤχετο μονονοὺ σείων τὸ ὄρος. οὗτοι89
25καὶ τὰ ὄρη τὰ περὶ τὴν Ἐρυθρὰν οἰκεῖν λέγονται, σύριγμα δὲ δεινόν φασιν ἀκούεσθαι τούτων καὶ κατ‐ ιόντας αὐτοὺς ἐπὶ τὴν θάλατταν πλεῖν ἐπὶ πολὺ τοῦ πελάγους. περὶ δὲ ἐτῶν μήκους τοῦ θηρίου τού‐ του γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. τοσαῦτα
30περὶ δρακόντων οἶδα.
VA
.

3

.

9

Τὴν δὲ πόλιν τὴν ὑπὸ τῷ ὄρει μεγίστην οὖσαν φασὶ μὲν καλεῖσθαι Πάρακα, δρακόντων δὲ ἀνακεῖ‐ σθαι κεφαλὰς ἐν μέσῃ πλείστας γυμναζομένων τῶν ἐν ἐκείνῃ Ἰνδῶν τὴν θήραν ταύτην ἐκ νέων. λέγον‐
5ται δὲ καὶ ζῴων ξυνιέναι φθεγγομένων τε καὶ βου‐ λευομένων σιτούμενοι δράκοντος οἱ μὲν καρδίαν, οἱ δὲ ἧπαρ. προϊόντες δὲ αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νο‐ μέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς, ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας
10εὐτραφὲς ἡγούμενοι τὸ ἀπ’ αὐτῶν γάλα.
VA
.

3

.

10

Ἐντεῦθεν ἡμερῶν τεττάρων ὁδὸν πορευόμενοι δι’ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας προσελθεῖν φασι τῇ τῶν σοφῶν τύρσει. τὸν δὲ ἡγεμόνα κελεύ‐ σαντα συνοκλάσαι τὴν κάμηλον ἀποπηδῆσαι αὐτῆς
5περιδεᾶ καὶ ἱδρῶτος πλέων. τὸν δὲ Ἀπολλώνιον ξυνεῖναι μὲν οὗ ἥκοι, γελάσαντα δὲ ἐπὶ τῷ τοῦ Ἰν‐ δοῦ δέει „δοκεῖ μοι“ φάναι „οὗτος, εἰ καὶ κατέπλευ‐ σεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθε‐ σθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι.“ καὶ
10ἅμα εἰπὼν ταῦτα προσέταξε τῇ καμήλῳ συνιζῆσαι, καὶ γὰρ δὴ καὶ ἐθὰς λοιπὸν ἦν τῶν τοιούτων, περί‐ φοβον δὲ ἄρα ἐποίει τὸν ἡγεμόνα τὸ πλησίον τῶν σοφῶν ἥκειν, Ἰνδοὶ γὰρ δεδίασι τούτους μᾶλλον ἢ
τὸν σφῶν αὐτῶν βασιλέα, ὅτι καὶ βασιλεὺς αὐτός,90
15ὑφ’ ᾧ ἐστιν ἡ χώρα, περὶ πάντων, ἃ λεκτέα τε αὐτῷ καὶ πρακτέα, ἐρωτᾷ τούσδε τοὺς ἄνδρας, ὥσπερ οἱ ἐς θεοῦ πέμποντες, οἱ δὲ σημαίνουσι μέν, ὅ τι λῷον, αὐτῷ πράττειν, ὅ τι δὲ μὴ λῷον, ἀπαγορεύουσί τε καὶ ἀποσημαίνουσι.
VA
.

3

.

11

Καταλύσειν δὲ μέλλοντες ἐν τῇ κώμῃ τῇ πλη‐ σίον—ἀπέχει δὲ τοῦ ὄχθου τῶν σοφῶν οὔπω στά‐ διον—ἰδεῖν φασι νεανίαν δρόμῳ ἥκοντα μελάντα‐ τον Ἰνδῶν πάντων, ὑποστίλβειν δὲ αὐτῷ μηνοειδῶς
5τὸ μεσόφρυον. τουτὶ δὲ ἀκούω χρόνοις ὕστερον καὶ περὶ Μένωνα τὸν Ἡρώδου τοῦ σοφιστοῦ τρόφιμον, ἀπ’ Αἰθιόπων δὲ ἦν, ἐν μειρακίῳ δόξαι, προϊόντος δὲ ἐς ἄνδρας ἐκλιπεῖν τὴν αὐγὴν ταύτην καὶ συνα‐ φανισθῆναι τῇ ὥρᾳ, τὸν δὲ Ἰνδὸν χρυσῆν μὲν φέρειν
10φασὶν ἄγκυραν, ἣν νομίζουσιν Ἰνδοὶ κηρύκειον ἐπὶ
VA
.

3

.

12

τῷ πάντα ἴσχειν. προσδραμόντα δὲ τῷ Ἀπολλωνίῳ φωνῇ Ἑλλάδι προσειπεῖν αὐτόν, καὶ τοῦτο μὲν οὔπω θαυμαστὸν δόξαι διὰ τὸ καὶ τοὺς ἐν τῇ κώμῃ πάν‐ τας ἀπὸ Ἑλλήνων φθέγγεσθαι, τὸ δὲ „ὁ δεῖνα χαῖρε“
5τοῖς μὲν ἄλλοις παρασχεῖν ἔκπληξιν, τῷ δὲ ἀνδρὶ θάρσος ὑπὲρ ὧν ἀφῖκτο, βλέψας γὰρ ἐς τὸν Δάμιν, „παρὰ ἄνδρασ“ ἔφη „σοφοὺς ἀτεχνῶς ἥκομεν, ἐοί‐ κασι γὰρ προγιγνώσκειν.“ καὶ ἅμα ἤρετο τὸν Ἰνδόν, ὅ τι χρὴ πράττειν, ποθῶν ἤδη τὴν ξυνουσίαν, ὁ δὲ
10Ἰνδὸς „τούτους μὲν“ ἔφη „καταλύειν χρὴ ἐνταῦθα,
VA
.

3

.

13

σὲ δὲ ἥκειν ὡς ἔχεις, κελεύουσι γὰρ αὐτοί.“ τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη καὶ ἠκολούθει χαίρων. Τὸν δὲ ὄχθον, ἐφ’ οὗ οἱ σοφοὶ ἀνῳκισμένοι εἰσίν,
5ὕψος μὲν εἶναι κατὰ τὴν Ἀθηναίων φασὶν ἀκρόπο‐ λιν, ἀνίστασθαι δὲ ἐκ πεδίου ἄνω, εὐφυᾶ δὲ ὁμοίως
πέτραν ὀχυροῦν αὐτὸν κύκλῳ περιήκουσαν, ἧς πολ‐ λαχοῦ δίχηλα ὁρᾶσθαι ἴχνη καὶ γενειάδων τύπους καὶ προσώπων καί που καὶ νῶτα ἰδεῖν ἀπωλισθηκό‐91
10σιν ὅμοια, τὸν γὰρ Διόνυσον, ὅτε ξὺν Ἡρακλεῖ ἀπε‐ πειρᾶτο τοῦ χωρίου, προσβαλεῖν μὲν αὐτῷ φασι κελεῦσαι τοὺς Πᾶνας, ὡς πρὸς τὸν σεισμὸν ἱκανούς, ἐμβροντηθέντας δὲ αὐτοὺς ὑπὸ τῶν σοφῶν πεσεῖν ἄλλον ἄλλως, καὶ τὰς πέτρας οἷον ἐντυπωθῆναι τὰ
15τῆς διαμαρτίας σχήματα. περὶ δὲ τῷ ὄχθῳ νεφέλην ἰδεῖν φασιν, ἐν ᾗ τοὺς Ἰνδοὺς οἰκεῖν φανερούς τε καὶ ἀφανεῖς καὶ ὅ τι βούλονται. πύλας δὲ εἰ μὲν καὶ ἄλλας εἶναι τῷ ὄχθῳ, οὐκ εἰδέναι. τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτ’ αὖ
VA
.

3

.

14

ξυγκεκλεισμένῳ φαίνεσθαι. αὐτὸς δὲ ἀναβῆναι μὲν κατὰ τὸ νότιον μάλιστα τοῦ ὄχθου τῷ Ἰνδῷ ἑπόμε‐ νος, ἰδεῖν δὲ πρῶτον μὲν φρέαρ ὀργυιῶν τεττάρων, οὗ τὴν αὐγὴν ἐπὶ τὸ στόμιον ἀναπέμπεσθαι κυανω‐
5τάτην οὖσαν καὶ ὁπότε ἡ μεσημβρία τοῦ ἡλίου σταίη περὶ αὐτό, ἀνιμᾶσθαι τὴν αὐγὴν ἀπὸ τῆς ἀκτῖνος καὶ χωρεῖν ἄνω παρεχομένην εἶδος θερμῆς ἴριδος. μαθεῖν δὲ ὕστερον περὶ τοῦ φρέατος, ὡς σανδαρα‐ κίνη μὲν εἴη ἡ ὑπ’ αὐτῷ γῆ, ἀπόρρητον δὲ τὸ ὕδωρ
10ἡγοῖντο καὶ οὔτε πίνοι τις αὐτὸ οὔτε ἀνασπῴη, ὅρ‐ κιον δὲ νομίζοιτο τῇ πέριξ Ἰνδικῇ πάσῃ. πλησίον δὲ τούτου κρατῆρα εἶναι πυρός, οὗ φλόγα ἀναπέμ‐ πεσθαι μολυβδώδη, καπνὸν δὲ οὐδένα ἀπ’ αὐτῆς ᾄττειν, οὐδὲ ὀσμὴν οὐδεμίαν, οὐδὲ ὑπερχυθῆναί
15ποτε ὁ κρατὴρ οὗτος, ἀλλ’ ἀναδίδοσθαι τοσοῦτος, ὡς μὴ ὑπερβλύσαι τοῦ βόθρου. ἐνταῦθα Ἰνδοὶ καθ‐ αίρονται τῶν ἀκουσίων, ὅθεν οἱ σοφοὶ τὸ μὲν φρέαρ ἐλέγχου καλοῦσι, τὸ δὲ πῦρ ξυγγνώμης. καὶ διττὼ ἑωρακέναι φασὶ πίθω λίθου μέλανος ὄμβρων τε καὶ
20ἀνέμων ὄντε. ὁ μὲν δὴ τῶν ὄμβρων, εἰ αὐχμῷ ἡ Ἰνδικὴ πιέζοιτο, ἀνοιχθεὶς νεφέλας ἀναπέμπει καὶ ὑγραίνει τὴν γῆν πᾶσαν, εἰ δὲ ὄμβροι πλεονεκτοῖεν, ἴσχει αὐτοὺς ξυγκλειόμενος, ὁ δὲ τῶν ἀνέμων πίθος ταὐτόν, οἶμαι, τῷ τοῦ Αἰόλου ἀσκῷ πράττει, παρ‐92
25ανοιγνύντες γὰρ τὸν πίθον ἕνα τῶν ἀνέμων ἀνιᾶσιν ἐμπνεῖν ὥρᾳ κἀντεῦθεν ἡ γῆ ἔρρωται. θεῶν δὲ ἀγάλμασιν ἐντυχεῖν φασιν, εἰ μὲν Ἰνδοῖς ἢ Αἰγυ‐ πτίοις, θαῦμα οὐδέν, τὰ δέ γε ἀρχαιότατα τῶν παρ’ Ἕλλησι τό τε τῆς Ἀθηνᾶς τῆς Πολιάδος. καὶ τὸ τοῦ
30Ἀπόλλωνος τοῦ Δηλίου καὶ τὸ τοῦ Διονύσου τοῦ Λιμναίου καὶ τὸ τοῦ Ἀμυκλαίου καὶ ὁπόσα ὧδε ἀρ‐ χαῖα, ταῦτα ἱδρύεσθαί τε τοὺς Ἰνδοὺς τούτους καὶ νομίζειν Ἑλληνικοῖς ἤθεσι, φασὶ δ’ οἰκεῖν τὰ μέσα τῆς Ἰνδικῆς. καὶ τὸν ὄχθον ὀμφαλὸν ποιοῦνται τοῦ
35λόφου τούτου, πῦρ τε ἐπ’ αὐτοῦ ὀργιάζουσιν, ὅ φασιν ἐκ τῶν τοῦ ἡλίου ἀκτίνων αὐτοὶ ἕλκειν· τούτῳ καὶ τὸν ὕμνον ἡμέραν ἅπασαν ἐς μεσημβρίαν ᾄδουσιν.
VA
.

3

.

15

Ὁποῖοι μὲν δὴ καὶ οἱ ἄνδρες καὶ ὅπως οἰκοῦντες τὸν ὄχθον, αὐτὸς ὁ ἀνὴρ δίεισιν· ἐν μιᾷ γὰρ τῶν πρὸς Αἰγυπτίους ὁμιλιῶν „εἶδον“ φησὶν „Ἰνδοὺς Βραχμᾶνας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ’ αὐτῆς,
5καὶ ἀτειχίστως τετειχισμένους, καὶ οὐδὲν κεκτημέ‐ νους ἢ τὰ πάντων“ ταυτὶ δὲ ἐκεῖνος μὲν σοφώτερον ἔγραψεν, ὁ δέ γε Δάμις φησὶ χαμευνίᾳ μὲν αὐτοὺς χρῆσθαι, τὴν γῆν δὲ ὑποστρωννύναι πόας, ἃς ἂν αὐτοὶ αἱρῶνται, καὶ μετεωροποροῦντας δὴ ἰδεῖν ἀπὸ
10τῆς γῆς ἐς πήχεις δύο, οὐ θαυματοποιίας ἕνεκα, τὸ γὰρ φιλότιμον τοῦτο παραιτεῖσθαι τοὺς ἄνδρας, ἀλλ’ ὁπόσα τῷ Ἡλίῳ ξυναποβαίνοντες τῆς γῆς δρῶσιν, ὡς πρόσφορα τῷ θεῷ πράττοντας. τό τοι πῦρ, ὃ ἀπὸ τῆς ἀκτῖνος ἐπισπῶνται καίτοι σωματοειδὲς ὂν
15οὔτε ἐπὶ βωμοῦ καίειν αὐτοὺς οὔτε ἐν ἰπνοῖς φυλάτ‐ τειν, ἀλλ’ ὥσπερ τὰς αὐγάς, αἳ ἐξ ἡλίου τε ἀνα‐ κλῶνται καὶ ὕδατος, οὕτω μετέωρόν τε ὁρᾶσθαι αὐτὸ καὶ σαλεῦον ἐν τῷ αἰθέρι. τὸν μὲν οὖν δὴ Ἥλιον ὑπὲρ τῶν ὡρῶν, ἃς ἐπιτροπεύει αὐτός, ἵν’ ἐς και‐93
20ρὸν τῇ γῇ ἴωσι καὶ ἡ Ἰνδικὴ εὖ πράττῃ, νύκτωρ δὲ λιπαροῦσι τὴν ἀκτῖνα μὴ ἄχθεσθαι τῇ νυκτί, μένειν δέ, ὡς ὑπ’ αὐτῶν ἤχθη. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολ‐ λωνίου τὸ „ἐν τῇ γῇ τε εἶναι τοὺς Βραχμᾶνας καὶ οὐκ ἐν τῇ γῇ“. τὸ δὲ „ἀτειχίστως τετειχισμένουσ“
25δηλοῖ τὸν ἀέρα, ὑφ’ ᾧ ζῶσιν, ὑπαίθριοι γὰρ δοκοῦν‐ τες αὐλίζεσθαι σκιάν τε ὑπεραίρουσιν αὑτῶν καὶ ὕοντος οὐ ψεκάζονται καὶ ὑπὸ τῷ ἡλίῳ εἰσίν, ἐπει‐ δὰν αὐτοὶ βούλωνται. τὸ δὲ „μηδὲν κεκτημένους τὰ πάντων ἔχειν“ ὧδε ὁ Δάμις ἐξηγεῖται· πηγαί, ὁπόσαι
30τοῖς βάκχοις παρὰ τῆς γῆς ἀναθρώσκουσιν, ἐπειδὰν ὁ Διόνυσος αὐτούς τε καὶ τὴν γῆν σείσῃ, φοιτῶσι καὶ τοῖς Ἰνδοῖς τούτοις ἑστιωμένοις τε καὶ ἑστιῶσιν· εἰκότως οὖν ὁ Ἀπολλώνιος τοὺς μηδὲν μὲν ἐκ παρα‐ σκευῆς, αὐτοσχεδίως δέ, ἃ βούλονται, ποριζομένους,
35ἔχειν φησίν, ἃ μὴ ἔχουσιν. κομᾶν δὲ ἐπιτηδεύουσιν, ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι Ταραντῖνοί τε καὶ Μήλιοι καὶ ὁπόσοις τὰ Λακωνικὰ ἦν ἐν λόγῳ, μίτραν τε ἀναδοῦνται λευκήν, καὶ γυμνὸν αὐτοῖς βάδισμα καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλησίως
40ταῖς ἐξωμίσιν. ἡ δὲ ὕλη τῆς ἐσθῆτος ἔριον αὐτο‐ φυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δὲ τίκτει, ἡ δὲ πιμελὴ οἷα ἔλαιον ἀπ’ αὐτοῦ λείβεται. τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται καὶ εἴ τις ἕτερος παρὰ τοὺς Ἰνδοὺς τούτους ἀνασπῴη
45αὐτό, οὐ μεθίεται ἡ γῆ τοῦ ἐρίου. τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, ἃ φορεῖν αὐτοὺς ἄμφω,
δύνασθαι μὲν πάντα, δύω δὲ ἀρρήτω τετιμῆσθαι.94
VA
.

3

.

16

Προσιόντα δὲ τὸν Ἀπολλώνιον οἱ μὲν ἄλλοι σοφοὶ προσήγοντο ἀσπαζόμενοι ταῖς χερσίν, ὁ δὲ Ἰάρχας ἐκάθητο μὲν ἐπὶ δίφρου ὑψηλοῦ—χαλκοῦ δὲ μέλα‐ νος ἦν καὶ πεποίκιλτο χρυσοῖς ἀγάλμασιν, οἱ δὲ τῶν
5ἄλλων δίφροι χαλκοῖ μέν, ἄσημοι δὲ ἦσαν, ὑψηλοὶ δὲ ἧττον, ὑπεκάθηντο γὰρ τῷ Ἰάρχᾳ—τὸν δὲ Ἀπολ‐ λώνιον ἰδὼν φωνῇ τε ἠσπάσατο Ἑλλάδι καὶ τὰ τοῦ Ἰνδοῦ γράμματα ἀπῄτει. θαυμάσαντος δὲ τοῦ Ἀπολ‐ λωνίου τὴν πρόγνωσιν καὶ γράμμα γε ἓν ἔφη λεί‐
10πειν τῇ ἐπιστολῇ, δέλτα εἰπών, παρῆλθε γὰρ αὐτὸν γράφοντα. καὶ ἐφάνη τοῦτο ὧδε ἔχον· ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν „πῶς,“ ἔφη „ὦ Ἀπολλώνιε, περὶ ἡμῶν φρονεῖτε;“ „πῶσ“ εἶπεν „ἢ ὡς δηλοῖ τὸ ὑμῶν ἕνεκα ἥκειν με ὁδόν, ἣν μήπω τις τῶν ὅθεν περ ἐγὼ
15ἀνθρώπων;“ „τί δὲ ἡμᾶς πλέον οἴει σαυτοῦ γιγνώ‐ σκειν;“ „ἐγὼ μὲν“ εἶπε „σοφώτερά τε ἡγοῦμαι τὰ ὑμέτερα καὶ πολλῷ θειότερα. εἰ δὲ μηδὲν πλέον ὧν οἶδα παρ’ ὑμῖν εὕροιμι, μεμαθηκὼς ἂν εἴην καὶ τὸ μηκέτ’ ἔχειν ὅ τι μάθοιμι.“ ὑπολαβὼν οὖν ὁ Ἰνδὸς
20„οἱ μὲν ἄλλοι“ ἔφη „τοὺς ἀφικνουμένους ἐρωτῶσι, ποταποί τε ἥκουσι καὶ ἐφ’ ὅ τι, ἡμῖν δὲ σοφίας ἐπί‐ δειξιν πρώτην ἔχει τὸ μὴ ἀγνοῆσαι τὸν ἥκοντα. ἔλεγχε δὲ πρῶτον τοῦτο.“ καὶ εἰπὼν ταῦτα πατρό‐ θεν τε διῄει τὸν Ἀπολλώνιον καὶ μητρόθεν καὶ τὰ
25ἐν Αἰγαῖς πάντα καὶ ὡς προσῆλθεν αὐτῷ ὁ Δάμις καὶ εἰ δή τι ἐσπούδασαν ὁδοιποροῦντες ἢ σπουδά‐ ζοντος ἑτέρου εἶδον, πάντα ταῦθ’ ὥσπερ κοινωνήσας αὐτοῖς τῆς ἀποδημίας ὁ Ἰνδὸς ἀπνευστί τε καὶ σα‐ φῶς εἶρεν. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ
30ὁπόθεν εἰδείη, ἐπερομένου „καὶ σὺ μέτοχοσ“ ἔφη „τῆς σοφίας ταύτης ἥκεις, ἀλλ’ οὔπω πάσης.“ „δι‐
δάξῃ οὖν με“ ἔφη „τὴν σοφίαν πᾶσαν;“ „καὶ ἀφθό‐ νως γε,“ εἶπε „τουτὶ γὰρ σοφώτερον τοῦ βασκαίνειν τε καὶ κρύπτειν τὰ σπουδῆς ἄξια, καὶ ἄλλως, Ἀπολ‐95
35λώνιε, μεστόν σε ὁρῶ τῆς μνημοσύνης, ἣν ἡμεῖς μά‐ λιστα θεῶν ἀγαπῶμεν.“ „ἦ γὰρ καθεώρακας,“ εἶπεν „ὅπως πέφυκα;“ „ἡμεῖς,“ ἔφη „ὦ Ἀπολλώνιε, πάντα ὁρῶμεν τὰ τῆς ψυχῆς εἴδη ξυμβόλοις αὐτὰ μυρίοις ἐξιχνεύοντες. ἀλλ’ ἐπεὶ μεσημβρία πλησίον
40καὶ τὰ πρόσφορα τοῖς θεοῖς χρὴ παρασκευάσαι, νῦν μὲν ταῦτ’ ἐκπονῶμεν, μετὰ ταῦτα δέ, ὁπόσα βούλει, διαλεγώμεθα, παρατύγχανε δὲ πᾶσι τοῖς δρωμένοις.“ „νὴ Δί’,“ εἶπεν „ἀδικοίην ἂν τὸν Καύκασον καὶ τὸν Ἰνδόν, οὓς ὑπερβὰς δι’ ὑμᾶς ἥκω, εἰ μὴ πάντων
VA
.

3

.

17

ἐμφοροίμην ὧν δρῴητε.“ „ἐμφοροῦ“ ἔφη „καὶ ἴωμεν.“ ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν ὁ Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς
5κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων, εἶτα ἔρριψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ
10τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥά‐ βδοις τὴν γῆν ἔπληξαν, ἡ δὲ κυρτωθεῖσα δίκην κύ‐ ματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος ὁ παιὰν ὁ τοῦ Σοφοκλέους,
15ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾄδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας ὁ Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρον „ἐπιμελήθητι“ ἔφη „τῶν Ἀπολλω‐ νίου ἑταίρων.“ ὁ δὲ πολλῷ θᾶττον ἢ οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼν „ἐπιμεμέλη‐
20μαι“ ἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μει‐ ράκιον „ἔκφερε“ εἶπε „τῷ σοφῷ Ἀπολλωνίῳ τὸν96
VA
.

3

.

18

Φραώτου θρόνον, ἵν’ ἐπ’ αὐτοῦ διαλέγοιτο.“ ὡς δὲ ἐκάθισεν „ἐρώτα,“ ἔφη „ὅ τι βούλει, παρ’ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας.“ ἤρετο οὖν ὁ Ἀπολλώ‐ νιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ
5Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν „ἡμεῖσ“ ἔφη „πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φι‐ λοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν.“ ὁ δὲ
10Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ „θεοὺσ“ εἶπεν, ἐπερομένου δὲ
15αὐτοῦ, διὰ τί, „ὅτι“ ἔφη „ἀγαθοί ἐσμεν ἄνθρωποι.“ τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν
VA
.

3

.

19

ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις. ἀναλαβὼν οὖν τὴν ἐρώτησιν „περὶ ψυχῆς δὲ“ εἶπε „πῶς φρο‐ νεῖτε;“ „ὥς γε“ εἶπε „Πυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν.“ „εἴποις ἂν οὖν,“
5ἔφη „καθάπερ ὁ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέ‐ φηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθ’ ἥκειν τὸ σῶμα, Τρώων τις ἢ Ἀχαιῶν ἦσθα ἢ ὁ δεῖνα;“ ὁ δὲ Ἰνδὸς „Τροία μὲν ἀπώλετο“ εἶπεν „ὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπ’ αὐτῇ
10λόγοι· μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς ἥ τε ὑμετέρα γῆ καὶ ἡ Αἰγυπτίων καὶ
ἡ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον97
15ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων;“ „ἐγὼ“ ἔφη „Ἀχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε. καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε
20καὶ Νιρέας, οἳ μετ’ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γεν‐ ναῖοι ᾄδονται.“ „πρὸς τοῦτον,“ ἔφη „Ἀπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Εὔφορ‐
VA
.

3

.

20

βον ἡγεῖτο. ἦν τοίνυν“ ἔφη „χρόνος, ὅτ’ Αἰθίοπες μὲν ᾤκουν ἐνταῦθα, γένος Ἰνδικόν, Αἰθιοπία δ’ οὔπω ἦν, ἀλλ’ ὑπὲρ Μερόην τε καὶ Καταδούπους ὥριστο Αἴγυπτος, αὐτὴ καὶ τὰς πηγὰς τοῦ Νείλου
5παρεχομένη καὶ ταῖς ἐκβολαῖς ξυναπολήγουσα. ὃν μὲν δὴ χρόνον ᾤκουν ἐνταῦθα οἱ Αἰθίοπες ὑποκεί‐ μενοι βασιλεῖ Γάγγῃ, ἥ τε γῆ αὐτοὺς ἱκανῶς ἔφερβε καὶ οἱ θεοὶ σφῶν ἐπεμελοῦντο, ἐπεὶ δὲ ἀπέκτειναν τὸν βασιλέα τοῦτον, οὔτε τοῖς ἄλλοις Ἰνδοῖς καθαροὶ
10ἔδοξαν, οὔτε ἡ γῆ ξυνεχώρει αὐτοῖς ἵστασθαι, τήν τε γὰρ σποράν, ἣν ἐς αὐτὴν ἐποιοῦντο, πρὶν ἐς κά‐ λυκα ἥκειν, ἔφθειρε τούς τε τῶν γυναικῶν τόκους ἀτελεῖς ἐποίει καὶ τὰς ἀγέλας πονήρως ἔβοσκε, πόλιν τε ὅποι βάλοιντο, ὑπεδίδου ἡ γῆ καὶ ὑπεχώρει κάτω.
15καὶ γάρ τι καὶ φάσμα τοῦ Γάγγου προϊόντας αὐτοὺς ἤλαυνεν ἐνταραττόμενον τῷ ὁμίλῳ, ὃ οὐ πρότερον ἀνῆκε, πρίν γε δὴ τοὺς αὐθέντας καὶ τοὺς τὸ αἷμα χερσὶ πράξαντας τῇ γῇ καθιέρευσαν. ἦν δὲ ἄρα ὁ Γάγγης οὗτος δεκάπηχυς μὲν τὸ μῆκος, τὴν δὲ ὥραν
20οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς· τὸν δὲ πατέρα τὸν ἑαυτοῦ τὴν Ἰνδικὴν ἐπικλύζοντα
αὐτὸς ἐς τὴν Ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῇ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀπο‐ θανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος98
25ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν δώ‐ δεκα μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ἕν‐ δεκα, γυναῖκά τε ὑπὸ τοῦ βασιλέως ἀφαιρεθέντα ἐς μῆνιν ἀπενεχθῆναι, ὅτε δὴ ἀτεράμονα καὶ ὠμὸν δόξαι, σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα· πόλεων
30μὲν τοίνυν ἑξήκοντα οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώτατοι τῶν τῇδε—τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν οὐκ ἔστι —Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασόν ποτε στρατεύ‐ σαντας ἐπὶ τήνδε τὴν γῆν ἀπεώσατο. τὸ δὲ ἐλευθε‐
35ροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν πόλει καὶ ταῦθ’ ὑπὲρ γυναικός, ἣν εἰκὸς μηδὲ ἄκουσαν ἡρπάσθαι. ξυμμαχίας δὲ αὐτῷ γενομένης πρὸς τὸν ἄρχοντα τῆς χώρας, ἧς νῦν Φραώτης ἄρχει, κἀκείνου παρανομώ‐
40τατά τε καὶ ἀσελγέστατα γυναῖκα ἀφελομένου αὐτὸν οὐ παρέλυσε τοὺς ὅρκους, οὕτω βεβαίως ὀμωμοκέναι
VA
.

3

.

21

φήσας, ὡς μηδὲ ὁπότε ἠδικεῖτο λυπεῖν αὐτόν. καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα· ἑπτὰ γάρ ποτε
5ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαν‐ τος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπή‐ γει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγη‐
10τὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας
VA
.

3

.

22

κατατεθεῖσθαι αὐτά. καὶ μήπω θαυμάσῃς τοὐμόν, εἰ ἐξ Ἰνδοῦ ἐς Ἰνδὸν διεδόθην· οὗτος γὰρ“ δείξας
τι μειράκιον εἴκοσί που γεγονὸς ἔτη „πέφυκε μὲν πρὸς φιλοσοφίαν ὑπὲρ πάντας ἀνθρώπους, ἔρρωται99
5δέ, ὡς ὁρᾷς, καὶ κατεσκεύασται γενναίως τὸ σῶμα, καρτερεῖ δὲ πῦρ καὶ τομὴν πᾶσαν, καὶ τοιόσδε ὢν ἀπεχθάνεται τῇ φιλοσοφίᾳ.“ „τί οὖν,“ εἶπεν „ὦ Ἰάρχα, τὸ μειρακίου πάθος; δεινὸν γὰρ λέγεις, εἰ ξυντεταγμένος οὕτως ὑπὸ τῆς φύσεως μὴ ἀσπάζεται
10τὴν φιλοσοφίαν, μηδὲ ἐρᾷ τοῦ μανθάνειν καὶ ταῦτα ὑμῖν ξυνών.“ „οὐ ξύνεστιν,“ εἶπεν „ἀλλ’ ὥσπερ οἱ λέοντες, ἄκων εἴληπται, καὶ καθεῖρκται μέν, ὑπο‐ βλέπει δὲ ἡμῶν τιθασευόντων αὐτὸν καὶ καταψών‐ των. γέγονε μὲν οὖν τὸ μειράκιον τοῦτο Παλαμήδης
15ὁ ἐν Τροίᾳ, κέχρηται δὲ ἐναντιωτάτοις Ὀδυσσεῖ καὶ Ὁμήρῳ, τῷ μὲν ξυνθέντι ἐπ’ αὐτὸν τέχνας, ὑφ’ ὧν κατελιθώθη, τῷ δὲ οὐδὲ ἔπους αὐτὸν ἀξιώσαντι. καὶ ἐπειδὴ μήθ’ ἡ σοφία αὐτόν τι, ἣν εἶχεν, ὤνησε, μήτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφ’ οὗ πολλοὶ καὶ
20τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν, Ὀδυσ‐ σέως τε ἥττητο ἀδικῶν οὐδέν, διαβέβληται πρὸς φι‐ λοσοφίαν καὶ ὀλοφύρεται τὸ ἑαυτοῦ πάθος. ἔστι δὲ οὗτος Παλαμήδης, ὃς καὶ γράφει μὴ μαθὼν γράμ‐ ματα.“
VA
.

3

.

23

Τοιαῦτα διαλεγομένων προσελθὼν τῷ Ἰάρχᾳ ἄγ‐ γελος „ὁ βασιλεὺσ“ ἔφη „περὶ δείλην πρώτην ἀφί‐ ξεται ξυνεσόμενος ὑμῖν περὶ τῶν ἑαυτοῦ πραγμά‐ των.“ ὁ δὲ „ἡκέτω,“ εἶπε „καὶ γὰρ ἂν καὶ βελτίων
5ἀπέλθοι γνοὺς ἄνδρα Ἕλληνα.“ καὶ εἰπὼν ταῦτα πάλιν τοῦ προτέρου λόγου εἴχετο. ἤρετο οὖν τὸν Ἀπολλώνιον „σὺ δ’ ἂν εἴποισ“ ἔφη „τὸ πρῶτον σῶμα καὶ ὅστις πρὸ τοῦ νῦν ἦσθα;“ ὁ δὲ εἶπεν „ἐπειδὴ ἄδοξον ἦν μοι ἐκεῖνο, ὀλίγα αὐτοῦ μέμνη‐
10μαι.“ ὑπολαβὼν οὖν ὁ Ἰάρχας „εἶτα ἄδοξον“ ἔφη
„ἡγῇ τὸ γενέσθαι κυβερνήτης Αἰγυπτίας νεώς; τουτὶ γάρ σε ὁρῶ γεγονότα.“ „ἀληθῆ μὲν“ εἶπεν „λέγεις, ὦ Ἰάρχα, τουτὶ γὰρ ἀτεχνῶς ἐγενόμην, ἡγοῦμαι δ’ αὐτὸ οὐκ ἄδοξον μόνον, ἀλλὰ καὶ κατα‐100
15βεβλημένον, καὶ τοσούτου μὲν ἄξιον τοῖς ἀνθρώποις, ὅσου περ τὸ ἄρχειν καὶ τὸ στρατοῦ ἡγεῖσθαι, κακῶς δὲ ἀκοῦον ὑπὸ τῶν καθαπτομένων τῆς θαλάττης. τὸ γοῦν γενναιότατον τῶν ἐμοὶ πραχθέντων οὐδὲ ἐπαίνου τις ἠξίωσε τότε.“ „τί δὲ δὴ γενναῖον εἰργά‐
20σθαι φήσεις ἢ τὸ περιβεβληκέναι Μαλέαν τε καὶ Σούνιον χαλινώσας ἐκφερομένην τὴν ναῦν, καὶ τὸ κατὰ πρύμναν τε καὶ πρῷραν τῶν ἀνέμων, ὁπόθεν ἐκδοθήσονται, σαφῶς διεγνωκέναι ἑρμάτων τε ὑπερ‐ ᾶραι τὸ σκάφος ἐν Εὐβοίᾳ κοίλῃ, οὗπερ πολλὰ τῶν
VA
.

3

.

24

ἀκρωτηρίων ἀναπέπηγεν;“ ὁ δὲ Ἀπολλώνιος „ἐπεί με“ εἶπεν „ἐς κυβερνητικὸν ἐμβιβάζεις λόγον, ἄκουε, ὃ δοκῶ μοι τότε ὑγιῶς πρᾶξαι· τὴν θάλαττάν ποτε τῶν Φοινίκων λῃσταὶ ὑπεκάθηντο καὶ ἐφοίτων περὶ
5τὰς πόλεις ἀναμανθάνοντες τίς τί ἄγοι. κατιδόντες οὖν ἐμπορίαν λαμπρὰν τῆς νεὼς οἱ τῶν λῃστῶν πρόξενοι διελέγοντό μοι ἀπολαβόντες με, πόσον τι μεθέξοιμι τοῦ ναύλου, ἐγὼ δὲ χιλίων ἔφην, ἐπειδὴ τέτταρες ἐκυβέρνων τὴν ναῦν. „οἰκία δὲ“ ἔφασαν
10„ἔστι σοι;“ „καλύβη πονηρὰ“ ἔφην „περὶ τὴν νῆσον τὴν Φάρον, οὗ πάλαι ποτὲ ὁ Πρωτεὺς ᾤκει.“ „βού‐ λοιο ἂν οὖν“ ἤροντό με „γενέσθαι σοι γῆν μὲν ἀντὶ θαλάττης, οἰκίαν δὲ ἀντὶ τῆς καλύβης, τὸ δὲ ναῦ‐ λον δεκάκις τοῦτο κακῶν τε ἐξελθεῖν μυρίων, ἃ ἀπὸ
15τῆς θαλάττης ἀνοιδούσης ἐγχρίπτει τοῖς κυβερνῶ‐ σιν;“ βούλεσθαι μὲν εἶπον, οὐ μὴν ἁρπαγῶν γε ἐμαυτὸν ἀξιοῦν, ὁπότε σοφώτερος ἐμαυτοῦ γέγονα καὶ στεφάνων ἠξίωμαι παρὰ τῆς τέχνης. προϊόντων
δ’ αὐτῶν καὶ βαλάντιά μοι δραχμῶν μυρίων δώσειν101
20φασκόντων, εἰ γενοίμην αὐτοῖς, ὃ ἐβούλοντο, λέγειν ἤδη παρεκελευσάμην ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι· λέγουσι δὴ μελεδωνοὶ μὲν εἶναι λῃστῶν, δεῖσθαι δέ μου μὴ ἀφελέσθαι αὐτοὺς τὸ τὴν ναῦν ἑλεῖν, μηδὲ ἐς ἄστυ ἐκπλεῦσαι, ὁπότε
25ἐκεῖθεν ἄραιμι, ἀλλ’ ὑφορμίσασθαι τῷ ἀκρωτηρίῳ, τὰς ναῦς γὰρ τὰς λῃστρικὰς ἐν περιβολῇ ἑστάναι, καὶ ὀμνύναι μοι ἐβούλοντο μήτ’ αὐτόν με ἀποκτε‐ νεῖν καὶ ἀνήσειν δὲ τὸν θάνατον οἷς ἂν ἐγὼ παραι‐ τῶμαι. ἐγὼ δὲ νουθετεῖν μὲν αὐτοὺς οὐκ ἀσφαλὲς
30ἐμαυτῷ ἡγούμην δείσας μὴ ἀπογνόντες ἐμβάλωσι μετεώρῳ τῇ νηὶ καὶ ἀπολώμεθά που τοῦ πελάγους, ὡς δὲ ὑπουργῆσαι (ὑπεσχόμην), ἃ ἐβούλοντο, ὀμνύ‐ ναι ἔφην αὐτοὺς δεῖν ἦ μὴν ἀληθεύσειν ταῦτα. ὀμοσάντων τοίνυν, καὶ γὰρ ἐν ἱερῷ διελέγοντο, „χω‐
35ρεῖτε“ ἔφην „ἐπὶ τὰ τῶν λῃστῶν πλοῖα, ἡμεῖς γὰρ νύκτωρ ἀφήσομεν.“ καὶ πιθανώτερος ἐδόκουν ἔτι περὶ τοῦ νομίσματος διαλεγόμενος, ὡς δόκιμον ἀπα‐ ριθμηθείη μοι καὶ μὴ πρότερον ἢ τὴν ναῦν ἕλωσιν. οἱ μὲν δὴ ἐχώρουν, ἐγὼ δὲ ἧκα ἐς τὸ πέλαγος ὑπερ‐
40άρας τοῦ ἀκρωτηρίου.“ „ταῦτ’ οὖν,“ εἶπεν ὁ Ἰάρ‐ χας „Ἀπολλώνιε, δικαιοσύνης ἡγῇ ἔργα;“ „καὶ πρός γε“ ἔφη „φιλανθρωπίας, τὸ γὰρ μὴ ἀποδόσθαι ψυ‐ χὰς ἀνθρώπων, μηδ’ ἀπεμπολῆσαι τὰ τῶν ἐμπόρων, χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς
VA
.

3

.

25

ἀρετὰς οἶμαι ξυνειληφέναι.“ γελάσας οὖν ὁ Ἰνδὸς „ἔοικασ“ ἔφη „τὸ μὴ ἀδικεῖν δικαιοσύνην ἡγεῖσθαι, τουτὶ δὲ οἶμαι καὶ πάντας Ἕλληνας· ὡς γὰρ ἐγώ ποτε Αἰγυπτίων δεῦρο ἀφικομένων ἤκουσα, φοιτῶσι
5μὲν ὑμῖν ἀπὸ τῆς Ῥώμης ἡγεμόνες γυμνὸν ἠρμένοι τὸν πέλεκυν ἐφ’ ὑμᾶς, οὔπω γιγνώσκοντες, εἰ φαύ‐
λων ἄρξουσιν, ὑμεῖς δέ, εἰ μὴ πωλοῖεν τὰς δίκας οὗτοι, φατὲ αὐτοὺς δικαίους εἶναι. τουτὶ δὲ καὶ τοὺς τῶν ἀνδραπόδων καπήλους ἀκούω ἐκεῖ πράτ‐102
10τειν, εἰ γὰρ ἀφίκοιντο κατάγοντες ὑμῖν ἀνδράποδα Καρικὰ καὶ τὸ ἦθος αὐτῶν ἐφερμηνεύοιεν ὑμῖν, ἔπαι‐ νον ποιοῦνται τῶν ἀνδραπόδων τὸ μὴ κλέπτειν αὐτά. τοὺς μὲν δὴ ἄρχοντας, οἷς ὑποκεῖσθαί φατε, τοιού‐ των ἀξιοῦτε, καὶ λαμπρύνοντες αὐτοὺς ἐπαίνοις, οἷς
15περ τὰ ἀνδράποδα, ζηλωτοὺς πέμπετε, ὡς οἴεσθε, οἱ δέ γε σοφώτατοι ποιηταὶ ὑμῶν οὐδ’ εἰ βούλεσθε δίκαιοί τε καὶ χρηστοὶ εἶναι, ξυγχωροῦσιν ὑμῖν γε‐ νέσθαι. τὸν γὰρ Μίνω τὸν ὠμότητι ὑπερβαλόμενον πάντας καὶ δουλωσάμενον ταῖς ναυσὶ τοὺς ἐπὶ θα‐
20λάττῃ τε καὶ ἐν θαλάττῃ δικαιοσύνης σκήπτρῳ τιμῶν‐ τες ἐν Ἅιδου καθίζουσι διαιτᾶν ταῖς ψυχαῖς, τὸν δ’ αὖ Τάνταλον, ἐπειδὴ χρηστός τε ἦν καὶ τοῖς φίλοις τῆς ὑπαρχούσης αὐτῷ παρὰ τῶν θεῶν ἀθανασίας μετεδίδου, ποτοῦ τε εἴργουσι καὶ σίτου, εἰσὶ δὲ οἳ
25καὶ λίθους αὐτῷ ἐπικρεμάσαντες δεινὰ ἐφυβρίζουσι θείῳ τε καὶ ἀγαθῷ ἀνδρί, οὓς ἐβουλόμην ἂν μᾶλλον λίμνην αὐτῷ περιβλύσαι νέκταρος, ἐπειδὴ φιλανθρώ‐ πως αὐτοῦ καὶ ἀφθόνως προὔπινε.“ καὶ ἅμα λέγων ταῦτα ἐπεδείκνυ ἄγαλμα ἐν ἀριστερᾷ, ᾧ ἐπεγέγραπτο
30ΤΑΝΤΑΛΟΣ. τὸ μὲν δὴ ἄγαλμα τετράπηχυ ἦν, ἀνδρὶ δὲ ἐῴκει πεντηκοντούτῃ καὶ τρόπον Ἀργολι‐ κὸν ἔσταλτο, παρήλλαττε δὲ τὴν χλαμύδα, ὥσπερ οἱ Θετταλοί, φιάλην τε προὔπινεν ἀποχρῶσαν ἑνὶ δι‐ ψῶντι, ἐν ᾗ στάλαγμα ἐκάχλαζεν ἀκηράτου πώματος
35οὐχ ὑπερβλύζον τῆς φιάλης. ὅ τι μὲν οὖν ἡγοῦνται αὐτὸ καὶ ἐφ’ ὅτῳ ἀπ’ αὐτοῦ πίνουσι, δηλώσω αὐ‐ τίκα. πλὴν ἀλλὰ ἡγεῖσθαι χρὴ τὸν Τάνταλον μὴ τῇ γλώττῃ ἐφέντα, κοινωνήσαντα δὲ ἀνθρώποις τοῦ
νέκταρος ὑπὸ τῶν ποιητῶν ἐλαύνεσθαι, θεοῖς δὲ μὴ103
40διαβεβλῆσθαι αὐτόν, οὐ γὰρ ἄν, εἰ θεοῖς ἀπήχθετο, κριθῆναί ποτε ὑπὸ τῶν Ἰνδῶν ἀγαθὸν θεοφιλεστά‐ των ὄντων καὶ μηδὲν ἔξω τοῦ θείου πραττόντων.
VA
.

3

.

26

Διατρίβοντας δὲ αὐτοὺς περὶ τὸν λόγον τοῦτον θόρυβος ἐκ τῆς κώμης προσέβαλεν, ἀφῖκτο δὲ ἄρα ὁ βασιλεὺς μηδικώτερον κατεσκευασμένος καὶ ὄγκου μεστός. ἀχθεσθεὶς οὖν ὁ Ἰάρχας „εἰ δὲ Φραώτησ“
5ἔφη „καταλύων ἐτύγχανεν, εἶδες ἂν ὥσπερ ἐν μυ‐ στηρίῳ σιωπῆς μεστὰ πάντα.“ ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος, ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λεί‐ ποιτο, ῥᾳθύμους δὲ ἰδὼν τοὺς σοφοὺς καὶ μηδὲν
10παρασκευάζοντας, ὧν δεῖ τῷ βασιλεῖ μετὰ μεσημ‐ βρίαν ἥκοντι „ποῖ“ ἔφη „ὁ βασιλεὺς διαιτήσεται;“ „ἐνταῦθα,“ ἔφασαν, „ὧν γὰρ ἕνεκα ἥκει, νύκτωρ δια‐ λεγόμεθα, ἐπειδὴ καὶ βελτίων ὁ καιρὸς πρὸς βου‐ λάς.“ „καὶ τράπεζα“ ἔφη „παρακείσεται ἥκοντι;“
15„νὴ Δί’,“ εἶπον „παχεῖά τε καὶ πάντα ἔχουσα, ὁπόσα ἐνταῦθα.“ „παχέως οὖν“ ἔφη „διαιτᾶσθε;“ „ἡμεῖς μὲν“ ἔφασαν „λεπτῶς, πλείονα γὰρ ἡμῖν ἐξὸν σιτίζεσθαι μικροῖς χαίρομεν, τῷ δὲ βασιλεῖ πολλῶν δεῖ, βούλεται γάρ. σιτήσεται δὲ ἔμψυχον μὲν οὐδέν,
20οὐ γὰρ θέμις ἐνταῦθα, τραγήματα δὲ καὶ ῥίζας καὶ ὡραῖα, ὁπόσα νῦν ἡ Ἰνδικὴ ἔχει ὁπόσα τε αἱ ἐς
VA
.

3

.

27

νέωτα ὧραι δώσουσιν. ἀλλ’ ἰδοὺ“ ἔφη „οὗτος.“ προῄει δὲ ἄρα ὁ βασιλεὺς ἀδελφῷ τε καὶ υἱῷ ἅμα χρυσῷ τε ἀστράπτων καὶ ψήφοις. ὑπανισταμένου δὲ τοῦ Ἀπολλωνίου, κατεῖχεν αὐτὸν ὁ Ἰάρχας ἐν τῷ
5θρόνῳ, μηδὲ γὰρ αὐτοῖς πάτριον εἶναι τοῦτο. τού‐ τοις ὁ Δάμις αὐτὸς μὲν οὔ φησι παρατυχεῖν διὰ τὸ τὴν ἡμέραν ἐκείνην ἐν τῇ κώμῃ διαιτᾶσθαι, Ἀπολ‐
λωνίου δὲ ἀκηκοὼς ἐγγράψαι αὐτὰ ἐς τὸν αὑτοῦ λόγον. φησὶ τοίνυν καθημένοις μὲν αὐτοῖς τὸν βα‐104
10σιλέα προτείνοντα τὴν χεῖρα οἷον εὔχεσθαι τοῖς ἀν‐ δράσι, τοὺς δὲ ἐπινεύειν, ὥσπερ ξυντιθεμένους οἷς ᾔτει, τὸν δὲ ὑπερήδεσθαι τῇ ἐπαγγελίᾳ, καθάπερ ἐς θεοῦ ἥκοντα. τὸν δὲ ἀδελφὸν τοῦ βασιλέως καὶ τὸν υἱὸν κάλλιστον μειράκιον ὄντα μηδὲν ὁρᾶσθαι βέλ‐
15τιον ἢ εἰ ἀνδράποδα τουτωνὶ τῶν ἀκολούθων ἦσαν. μετὰ ταῦτα ἐξαναστῆναι τὸν Ἰνδὸν καὶ φωνὴν ἱέντα κελεύειν αὐτὸν σίτου ἅπτεσθαι, προσδεξαμένου δ’ αὐτοῦ καὶ τοῦτο μάλιστα ἀσμένως τρίποδες μὲν ἐξε‐ πορεύθησαν Πυθικοὶ τέτταρες αὐτόματοι, καθάπερ
20οἱ Ὁμήρειοι προϊόντες, οἰνοχόοι δ’ ὑπ’ αὐτοῖς χαλ‐ κοῦ μέλανος, οἷοι παρ’ Ἕλλησιν οἱ Γανυμήδεις τε καὶ οἱ Πέλοπες. ἡ γῆ δὲ ὑπεστόρνυ πόας μαλακω‐ τέρας ἢ αἱ εὐναί. τραγήματα δὲ καὶ ἄρτοι καὶ λά‐ χανα καὶ τρωκτὰ ὡραῖα, πάντα ἐν κόσμῳ ἐφοίτα
25διακείμενα ἥδιον ἢ εἰ ὀψοποιοὶ αὐτὰ παρεσκεύαζον, τῶν δὲ τριπόδων οἱ μὲν δύο οἴνου ἐπέρρεον, τοῖν δυοῖν δὲ ὁ μὲν ὕδατος θερμοῦ κρήνην παρεῖχεν, ὁ δὲ αὖ ψυχροῦ. αἱ δ’ ἐξ Ἰνδῶν φοιτῶσαι λίθοι παρ’ Ἕλλησι μὲν ἐς ὅρμους τε καὶ δακτυλίους ἐμβιβάζον‐
30ται διὰ σμικρότητα, παρὰ δὲ Ἰνδοῖς οἰνοχόαι τε ψυκτῆρές τε γίγνονται διὰ μέγεθος καὶ κρατῆρες ἡλίκοι ἐμπλῆσαι τέτταρας ὥρᾳ ἔτους διψῶντας. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι μέν φησι ξυμ‐ μέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν
35δὲ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. κατακεῖσθαι δὲ αὐτοὺς ὡς ἐν ξυσσιτίῳ μέν, οὐ μὴν πρόκριτόν γε τὸν βασιλέα, τοῦτο δὴ τὸ παρ’ Ἕλλησί τε καὶ Ῥω‐ μαίοις πολλοῦ ἄξιον, ἀλλ’ ὡς ἔτυχέ γε, οὗ ἕκαστος ὥρμησεν.
VA
.

3

.

28

Ἐπεὶ δὲ προῄει ὁ πότος „προπίνω σοι,“ ὁ Ἰάρ‐ χας εἶπεν „ὦ βασιλεῦ, ἄνδρα Ἕλληνα τὸν Ἀπολλώ‐ νιον ὑποκεκλιμένον αὐτῷ δείξας καὶ τῇ χειρὶ προση‐ μαίνων, ὅτι γενναῖός τε εἴη καὶ θεῖος. ὁ δὲ βασι‐105
5λεὺς „ἤκουσα“ ἔφη „προσήκειν Φραώτῃ τοῦτόν τε καὶ τοὺς ἐν τῇ κώμῃ καταλύοντας.“ „ὀρθῶσ“ ἔφη „καὶ ἀληθῶς ἤκουσας, ἐκεῖνος γὰρ κἀνταῦθα ξενίζει αὐτόν.“ „τί“ ἔφη „ἐπιτηδεύοντα;“ „τί δ’ ἄλλο γε“ εἶπεν „ἢ ἅπερ ἐκεῖνος;“ „οὐδὲν“ ἔφη „ξένον
10εἴρηκας ἀσπαζόμενον ἐπιτήδευσιν, ἣ μηδὲ ἐκείνῳ ξυνεχώρησε γενναίῳ γενέσθαι.“ ὁ μὲν δὴ Ἰάρχας „σωφρονέστερον,“ ἔφη „ὦ βασιλεῦ, περὶ φιλοσοφίας τε καὶ Φραώτου γίγνωσκε, τὸν μὲν γὰρ χρόνον, ὃν μειράκιον ἦσθα, ξυνεχώρει σοι ἡ νεότης τὰ τοιαῦτα,
15ἐπεὶ δὲ ἐς ἄνδρας ἐξαλλάττεις ἤδη, φειδώμεθα τῶν ἀνοήτων τε καὶ εὐκόλων.“ ὁ δὲ Ἀπολλώνιος ἑρμη‐ νεύοντος τοῦ Ἰάρχα „σοὶ δὲ τί,“ ἔφη „ὦ βασιλεῦ, τὸ μὴ φιλοσοφῆσαι δέδωκεν;“ „ἐμοὶ δὲ ἀρετὴν πᾶ‐ σαν καὶ τὸ εἶναί με τὸν αὐτὸν τῷ Ἡλίῳ.“ ὁ δὲ ἐπι‐
20στομίζων αὐτοῦ τὸν τῦφον „εἰ ἐφιλοσόφεις,“ εἶπεν „οὐκ ἂν ταῦτα ᾤου.“ „σὺ δέ, ἐπειδὴ φιλοσοφεῖς, ὦ βέλτιστε,“ ἔφη „τί περὶ σαυτοῦ οἴει;“ „τό γε ἀνὴρ“ ἔφη „ἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην.“ ἀνα‐ τείνας οὖν τὴν χεῖρα ἐς τὸν οὐρανὸν „νὴ τὸν Ἥλιον,“
25ἔφη „Φραώτου μεστὸς ἥκεις.“ ὁ δὲ ἕρμαιόν γε ἐποι‐ ήσατο τὸν λόγον καὶ ὑπολαβὼν „οὐ μάτην ἀποδεδή‐ μηταί μοι,“ εἶπεν „εἰ Φραώτου μεστὸς γέγονα· εἰ δὲ κἀκείνῳ νῦν ἐντύχοις, πάνυ φήσεις αὐτὸν ἐμοῦ μεστὸν εἶναι, καὶ γράφειν δὲ ὑπὲρ ἐμοῦ πρὸς σὲ
30ἐβούλετο, ἀλλ’ ἐπειδὴ ἔφασκεν ἄνδρα ἀγαθὸν εἶναί σε, παρῃτησάμην τὸν ὄχλον τῆς ἐπιστολῆς, ἐπεὶ μηδὲ
VA
.

3

.

29

ἐκείνῳ τις ὑπὲρ ἐμοῦ ἐπέστειλεν.“ ἡ μὲν δὴ πρώτη
παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου „χαῖρε,“106
5ἔφη „ἀγαθὲ ξένε.“ ὁ δὲ Ἀπολλώνιος „καὶ σύ, βα‐ σιλεῦ,“ εἶπεν „ἔοικας γὰρ νῦν ἥκοντι.“ τίς σε ἔφη „πρὸς ἡμᾶς ἤγαγεν;“ „οὗτοι“ εἶπεν „οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες.“ „περὶ ἐμοῦ δέ,“ ἔφη „ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν;“ „ὅσος γε“ εἶπε „καὶ
10περὶ Ἑλλήνων ἐνταῦθα.“ „οὐδὲν,“ ἔφη „τῶν παρ’ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ.“ „ἀπαγγελῶ ταῦτα,“
VA
.

3

.

30

εἶπε „καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ. καὶ προσ‐ κλιθεὶς τῷ Ἰάρχᾳ „τοῦτον μὲν“ ἔφη „μεθύειν ἔα, σὺ δέ μοι εἰπὲ τοῦ χάριν τοὺς περὶ αὐτὸν τούτους ἀδελφόν, ὡς φατέ, καὶ υἱὸν ὄντας οὐκ ἀξιοῦτε κοι‐
5νῆς τραπέζης, οὐδὲ ἄλλης τιμῆς οὐδεμιᾶς;“ „ὅτι“ ἔφη „βασιλεύσειν ποτὲ ἡγοῦνται, δεῖ δὲ αὐτοὺς ὑπερ‐ ορωμένους παιδεύεσθαι τὸ μὴ ὑπερορᾶν.“ ὀκτω‐ καίδεκα δὲ ὁρῶν τοὺς σοφοὺς πάλιν τὸν Ἰάρχαν ἤρετο, τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους; „οὔτε
10γὰρ τῶν τετραγώνων ὁ ἀριθμός, οὔτε τῶν εὐδοκι‐ μούντων τε καὶ τιμωμένων, καθάπερ ὁ τῶν δέκα καὶ ὁ τῶν δώδεκα καὶ ὁ ἑκκαίδεκα καὶ ὁπόσοι τοι‐ οίδε.“ ὑπολαβὼν οὖν ὁ Ἰνδὸς „οὔτε ἡμεῖσ“ ἔφη „ἀριθμῷ δουλεύομεν οὔτε ἀριθμὸς ἡμῖν, ἀλλ’ ἀπὸ
15σοφίας τε καὶ ἀρετῆς προτιμώμεθα, καὶ ὁτὲ μὲν πλείους τῶν νῦν ὄντων ἐσμέν, ὁτὲ δὲ ἐλάττους. τόν τοι πάππον τὸν ἐμαυτοῦ ἀκούω καταλεχθῆναι μὲν ἐς ἑβδομήκοντα σοφοὺς ἄνδρας νεώτατον αὐτὸν ὄντα, προελθόντα δὲ ἐς τριάκοντα καὶ ἑκατὸν ἔτη κατα‐
20λειφθῆναι μόνον ἐνταῦθα τῷ μήτ’ ἐκείνων τινὰ λεί‐ πεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς ἢ φιλό‐ σοφον ἢ γενναίαν φύσιν. Αἰγυπτίων τοίνυν ἐν τοῖς
εὐδαιμονεστάτοις γραψάντων αὐτόν, ἐπειδὴ μόνος ἐτῶν τεττάρων ἐξηγήσατο τούτου τοῦ θρόνου, παρῄ‐107
25νει παύσασθαι ὀνειδίζοντας Ἰνδοῖς σοφῶν ὀλιγαν‐ δρίαν. ἡμεῖς δέ, ὦ Ἀπολλώνιε, καὶ τὰ Ἠλείων πάτρια Αἰγυπτίων ἀκούοντες καὶ τοὺς Ἑλλανοδίκας, οἳ προΐστανται τῶν Ὀλυμπίων, δέκα ὄντας, οὐκ ἐπαι‐ νοῦμεν τὸν νόμον τὸν ἐπὶ τοῖς ἀνδράσι κείμενον,
30κλήρῳ γὰρ ξυγχωροῦσι τὴν αἵρεσιν, ὃς προνοεῖ οὐδέν, καὶ γὰρ ἂν καὶ τῶν φαυλοτέρων τις αἱρεθείη ὑπὸ τοῦ κλήρου. εἰ δέ γε ἀριστίνδην ἢ καὶ κατὰ ψῆφον ᾑροῦντο τοὺς ἄνδρας, οὐκ ἂν ἡμάρτανον; παραπλησίως· ὁ γὰρ τῶν δέκα ἀριθμὸς ἀπαραίτητος
35ὢν ἢ πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι ἢ οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει· ὅθεν πολλῷ σοφώτερον ἐφρόνουν ἂν Ἠλεῖοι ἀριθμῷ μὲν ἄλλοτε ἄλλοι ὄντες, δικαιότητι δὲ οἱ αὐτοί.“
VA
.

3

.

31

Ταῦτα σπουδάζοντας αὐτοὺς ὁ βασιλεὺς ἐκ‐ κρούειν ἐπειρᾶτο διείργων αὐτοὺς παντὸς λόγου καὶ ἀεί τι ἔμπληκτον καὶ ἀμαθὲς λέγων. πάλιν οὖν ἤρετο ὑπὲρ τοῦ σπουδάζοιεν, ὁ δὲ Ἀπολλώνιος „διαλεγό‐
5μεθα μὲν ὑπὲρ μεγάλων καὶ τῶν παρ’ Ἕλλησιν εὐδο‐ κιμωτάτων, σὺ δ’ ἂν μικρὰ ταῦτα ἡγοῖο, φῂς γὰρ διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων.“ „διαβέβλημαι μὲν ἀληθῶς,“ εἶπεν „ἀκοῦσαι δ’ ὅμως βούλομαι, δοκεῖτε γάρ μοι λέγειν ὑπὲρ Ἀθηναίων τῶν Ξέρξου δού‐
10λων.“ ὁ δὲ „ὑπὲρ ἄλλων μὲν“ ἔφη „διαλεγόμεθα, ἐπεὶ δ’ ἀτόπως τε καὶ ψευδῶς Ἀθηναίων ἐπεμνή‐ σθης, ἐκεῖνό μοι εἰπέ· εἰσί σοι, βασιλεῦ, δοῦλοι;“ „δισμύριοι,“ ἔφη „καὶ οὐδὲ ἐώνημαί γε αὐτῶν οὐ‐ δένα, ἀλλ’ εἰσὶν οἰκογενεῖς πάντες.“ πάλιν οὖν
15ἤρετο ἑρμηνεύοντος τοῦ Ἰάρχα, πότερ’ αὐτὸς ἀπο‐
διδράσκοι τοὺς αὑτοῦ δούλους ἢ οἱ δοῦλοι ἐκεῖνον, ὁ δὲ ὑβρίζων αὐτὸν „τὸ μὲν ἐρώτημα“ ἔφη „ἀνδρα‐ ποδῶδες, ὅμως δ’ οὖν ἀποκρίνομαι τὸν ἀποδιδρά‐ σκοντα δοῦλόν τε εἶναι καὶ ἄλλως κακόν, δεσπότην108
20δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρε‐ βλοῦν τε καὶ ξαίνειν.“ „οὐκοῦν,“ ἔφη „ὦ βασιλεῦ, δοῦλος εἶναι Ἀθηναίων Ξέρξης ὑπὸ σοῦ ἀποπέφαν‐ ται καὶ ὡς κακὸς δοῦλος ἀποδρᾶναι αὐτούς, ἡττη‐ θεὶς γὰρ ὑπ’ αὐτῶν τῇ ναυμαχίᾳ τῇ περὶ τὰ στενὰ
25καὶ δείσας περὶ ταῖς ἐν Ἑλλησπόντῳ σχεδίαις ἐν μιᾷ νηὶ ἔφυγε.“ „καὶ μὴν καὶ ἐνέπρησεν“ ἔφη „τὰς Ἀθήνας ταῖς ἑαυτοῦ χερσίν.“ ὁ δὲ Ἀπολλώνιος „τούτου μέν,“ εἶπεν „ὦ βασιλεῦ, τοῦ τολμήματος ἔδωκε δίκας, ὡς οὔπω τις ἕτερος· οὓς γὰρ ἀπολω‐
30λεκέναι ᾤετο, τούτους ἀποδρὰς ᾤχετο. ἐγὼ δὲ καὶ (τὰ) Ξέρξου θεωρῶν ἐπὶ μὲν τῇ διανοίᾳ, καθ’ ἣν ἐστράτευσεν, ἡγοίμην ἂν αὐτὸν ἀξίως δοξασθῆναι ἐνίοις, ὅτι Ζεὺς εἴη, ἐπὶ δὲ τῇ φυγῇ κακοδαιμονέ‐ στατον ἀνθρώπων ὑπείληφα· εἰ γὰρ ἐν χερσὶ τῶν
35Ἑλλήνων ἀπέθανε, τίς μὲν ἂν λόγων λαμπροτέρων ἠξιώθη; τῷ δ’ ἂν μείζω τάφον ἐπεσημήναντο Ἕλλη‐ νες; ἀγωνία δ’ ἐνόπλιος καὶ ἀγωνία μουσικὴ τίς οὐκ ἂν ἐπ’ αὐτῷ ἐτέθη; εἰ γὰρ Μελικέρται καὶ Παλαί‐ μονες καὶ Πέλοψ ὁ ἐπηλύτης Λυδός, οἱ μὲν ἔτι πρὸς
40μαζῷ ἀποθανόντες, ὁ δὲ τὴν Ἀρκαδίαν τε καὶ τὴν Ἀργολίδα καὶ τὴν ἐντὸς Ἰσθμοῦ δουλωσάμενος ἐς θείαν μνήμην ὑπὸ τῶν Ἑλλήνων ἤρθησαν, τί οὐκ ἂν ἐπὶ Ξέρξῃ ἐγένετο ὑπ’ ἀνδρῶν ἀσπαζομένων τε ἀρετὰς φύσει καὶ ἔπαινον αὑτῶν ἡγουμένων τὸ ἐπαι‐
45νεῖν οὓς νικῶσιν;“
VA
.

3

.

32

Ταῦτα τοῦ Ἀπολλωνίου λέγοντος ἐς δάκρυα ἀπήχθη ὁ βασιλεύς, καὶ „ὦ φίλτατε,“ εἶπεν „οἵους
ἄνδρας ἑρμηνεύεις μοι τοὺς Ἕλληνας εἶναι.“ „πόθεν οὖν, ὦ βασιλεῦ, χαλεπῶς πρὸς αὐτοὺς εἶχες;“ „δια‐109
5βάλλουσιν,“ εἶπεν „ὦ ξένε, τὸ Ἑλλήνων γένος οἱ ἐξ Αἰγύπτου φοιτῶντες ἐνταῦθα, σφᾶς μὲν αὐτοὺς ἱερούς τε καὶ σοφοὺς ἀποφαίνοντες καὶ νομοθέτας θυσιῶν τε καὶ τελετῶν, ὁπόσας νομίζουσιν οἱ Ἕλλη‐ νες, ἐκείνους δὲ οὐδὲν ὑγιὲς εἶναι φάσκοντες, ἀλλ’
10ὑβριστάς τε καὶ ξυγκλύδας καὶ ἀναρχίαν πᾶσαν καὶ μυθολόγους καὶ τερατολόγους καὶ πένητας μέν, ἐν‐ δεικνυμένους δὲ τοῦτο οὐχ ὡς σεμνόν, ἀλλ’ ὑπὲρ ξυγγνώμης τοῦ κλέπτειν, σοῦ δὲ ἀκούων ταῦτα καὶ ὅπως φιλότιμοί τε καὶ χρηστοί εἰσι, σπένδομαί τε
15λοιπὸν τοῖς Ἕλλησι καὶ δίδωμι αὐτοῖς ἐπαινεῖσθαί τε ὑπ’ ἐμοῦ καὶ εὔχεσθαί με ὑπὲρ Ἑλλήνων ὅ τι δύναμαι καὶ τοὺς Αἰγυπτίους ὑπ’ ἐμοῦ ἀπιστεῖ‐ σθαι.“ ὁ δὲ Ἰάρχας „κἀγώ,“ ἔφη „ὦ βασιλεῦ, ἐγί‐ γνωσκον, ὅτι σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυ‐
20πτίων τούτων, διῄειν δὲ ὑπὲρ Ἑλλήνων οὐδέν, ἔστ’ ἂν ξυμβόλου τοιούτου τύχῃς, ἀλλ’ ἐπεὶ βελτίων γέ‐ γονας ὑπ’ ἀνδρὸς σοφοῦ, νῦν μὲν ἡμῖν ἡ Ταντάλου φιλοτησία πινέσθω καὶ καθεύδωμεν δι’ ἃ χρὴ νύκτωρ σπουδάσαι, λόγων δὲ Ἑλληνικῶν, πλεῖστοι δ’ οὗτοι
25τῶν κατ’ ἀνθρώπους, ἐμπλήσω σε λοιπὸν ἐγὼ χαί‐ ροντα, ὁπότε ἀφίκοιο.“ καὶ ἅμα ἐξῆρχε τοῖς ξυμπό‐ ταις πρῶτος ἐς τὴν φιάλην κύπτων, ἡ δὲ ἐπότιζεν ἱκανῶς πάντας, τὸ γὰρ νᾶμα ἀφθόνως ἐπεδίδου, καθάπερ δὴ τοῖς πηγαίοις ἀναδιδομένοις, ἔπιέ τε καὶ
30ὁ Ἀπολλώνιος, ὑπὲρ γὰρ φιλότητος Ἰνδοῖς τὸ ποτὸν τοῦτο εὕρηται. ποιοῦνται δὲ αὐτοῦ οἰνοχόον Τάν‐ ταλον, ἐπειδὴ φιλικώτατος ἀνθρώπων ἔδοξεν.
VA
.

3

.

33

Πιόντας δὲ αὐτοὺς ἐδέξατο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον
μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο,110
5ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν ὁ βασιλεὺς οὔ φησιν ὁ Δάμις, οἴε‐ σθαι δ’ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀπορρήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσ‐ ῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βα‐
10σίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, ὁ δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρό‐ νον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ
15βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκει‐ μένου „βασιλεὺσ“ ἔφη „ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει.“ προσελθὼν οὖν ὁ Ἰάρχας „ἀδικεῖς,“ εἶπεν „ὦ βασιλεῦ „τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλ‐
20λως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυν‐ ουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπ’ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην, ἴσως δὲ οὐδ’ αὐτῷ σοι χρηστόν τι ἕξου‐
VA
.

3

.

34

σαν.“ ὁ μὲν δὴ κατῄει ἐς τὴν κώμην, ὁ γὰρ θεσμὸς τῶν σοφῶν οὐ ξυνεχώρει τῷ βασιλεῖ ξυνεῖναί σφισιν ὑπὲρ μίαν ἡμέραν, ὁ δὲ Ἰάρχας πρὸς τὸν ἄγγελον „καὶ Δάμιν“ εἶπε „τῶν δεῦρο ἀπορρήτων ἀξιοῦμεν
5καὶ ἡκέτω, τῶν δὲ ἄλλων ἐπιμελοῦ ἐν τῇ κώμῃ.“ Ὡς δὲ ἀφίκετο, ξυνιζήσαντες, ὥσπερ εἰώθεσαν, ξυν‐ εχώρουν τῷ Ἀπολλωνίῳ ἐρωτᾶν, ἤρετό τε ἐκ τίνων ξυγκεῖσθαι τὸν κόσμον ἡγοῖντο, οἱ δὲ ἔφασαν „ἐκ στοιχείων.“ „μῶν“ ἔφη „τεττάρων;“ „οὐ τεττά‐
10ρων,“ ἔφη ὁ Ἰάρχας „ἀλλὰ πέντε.“ „καὶ τί ἂν“ ἔφη „πέμπτον γένοιτο παρὰ τὸ ὕδωρ τε καὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ πῦρ;“ „ὁ αἰθήρ,“ εἶπεν „ὃν
ἡγεῖσθαι χρὴ γένεσιν θεῶν εἶναι, τὰ μὲν γὰρ τοῦ ἀέρος ἕλκοντα θνητὰ πάντα, τὰ δὲ τοῦ αἰθέρος ἀθά‐111
15νατά τε καὶ θεῖα.“ πάλιν ἤρετο, τί τῶν στοιχείων πρῶτον γένοιτο, ὁ δὲ Ἰάρχας „ὁμοῦ“ ἔφη „πάντα, τὸ γὰρ ζῷον κατὰ μέρος οὐ τίκτεται.“ „ζῷον“ ἔφη „ἡγῶμαι τὸν κόσμον;“ „ἤν γε“ ἔφη „ὑγιῶς γιγνώ‐ σκῃς, αὐτὸς γὰρ ζωογονεῖ πάντα.“ „θῆλυν“ εἶπεν
20„αὐτὸν καλῶμεν ἢ τῆς ἄρσενός τε καὶ ἀντικειμένης φύσεως;“ „ἀμφοῖν,“ ἔφη „αὐτὸς γὰρ αὑτῷ ξυγ‐ γιγνόμενος τὰ μητρός τε καὶ πατρὸς ἐς τὴν ζωογονίαν πράττει ἔρωτά τε ἑαυτοῦ ἴσχει θερμότερον ἢ ἕτερόν τι ἑτέρου, ὃς ἁρμόττει αὐτὸν καὶ ξυνίστησιν· ἀπει‐
25κὸς δὲ οὐδὲν ἑαυτῷ ξυμφύεσθαι. καὶ ὥσπερ χειρῶν τε καὶ ποδῶν ἔργον πεποίηται ἡ τοῦ ζῴου κίνησις καὶ ὁ ἐν αὐτῷ νοῦς, ὑφ’ οὗ ὁρμᾷ, οὕτως ἡγώμεθα καὶ τὰ μέρη τοῦ κόσμου διὰ τὸν ἐκείνου νοῦν ἐπι‐ τήδεια παρέχειν αὑτὰ τοῖς τικτομένοις τε καὶ κυου‐
30μένοις πᾶσι. καὶ γὰρ τὰ πάθη τὰ ἐξ αὐχμῶν φοι‐ τῶντα κατὰ τὸν ἐκείνου φοιτᾷ νοῦν, ἐπειδὰν ἐκ‐ πεσοῦσα ἡ δίκη τῶν ἀνθρώπων ἀτίμως πράττῃ, ποι‐ μαίνεταί τε χειρὶ οὐ μιᾷ τόδε τὸ ζῷον, ἀλλὰ πολλαῖς τε καὶ ἀρρήτοις, αἷς χρῆται, ἀχαλίνωτον μὲν διὰ
VA
.

3

.

35

μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον. καὶ παράδειγμα μὲν οὐκ οἶδ’ ὅ τι ἀρκέσει τῷ λόγῳ με‐ γίστῳ τε ὄντι καὶ πρόσω ἐννοίας, ὑποκείσθω δὲ ναῦς, οἵαν Αἰγύπτιοι ξυντιθέντες ἐς τὴν θάλατταν
5τὴν ἡμεδαπὴν ἀφιᾶσιν ἀγωγίμων Ἰνδικῶν ἀντιδι‐ δόντες Αἰγύπτια, θεσμοῦ γὰρ παλαιοῦ περὶ τὴν Ἐρυθρὰν ὄντος, ὃν βασιλεὺς Ἐρύθρας ἐνόμισεν, ὅτε τῆς θαλάττης ἐκείνης ἦρχε, μακρῷ μὲν πλοίῳ μὴ ἐσπλεῖν ἐς αὐτὴν Αἰγυπτίους, στρογγύλῃ δ’ αὖ μιᾷ
10νηὶ χρῆσθαι, σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς
πολλὰ τῶν παρ’ ἑτέροις καὶ παραπλευρώσαντες αὐτὸ ἁρμονίαις, ὁπόσαι ναῦν ξυνιστᾶσι, τοίχοις τε ὑπερά‐ ραντες καὶ ἱστῷ καὶ πηξάμενοι πλείους οἰκίας, οἵας ἐπὶ τῶν σελμάτων, πολλοὶ μὲν κυβερνῆται τῆς νεὼς112
15ταύτης ὑπὸ τῷ πρεσβυτάτῳ τε καὶ σοφωτάτῳ πλέ‐ ουσι, πολλοὶ δὲ κατὰ πρῷραν ἄρχοντες ἄριστοί τε καὶ δεξιοὶ ναῦται καὶ πρὸς ἱστία πηδῶντες, ἔστι δέ τι τῆς νεὼς ταύτης καὶ ὁπλιτεῦον, πρὸς γὰρ τοὺς κολπίτας βαρβάρους, οἳ ἐν δεξιᾷ τοῦ ἔσπλου κεῖν‐
20ται, παρατάττεσθαι δεῖ τὴν ναῦν, ὅτε ληίζοιντο αὐ‐ τὴν ἐπιπλέοντες. τοῦτο ἡγώμεθα καὶ περὶ τόνδε τὸν κόσμον εἶναι, θεωροῦντες αὐτὸν πρὸς τὸ τῆς ναυτι‐ λίας σχῆμα, τὴν μὲν γὰρ δὴ πρώτην καὶ τελεωτάτην ἕδραν ἀποδοτέον θεῷ γενέτορι τοῦδε τοῦ ζῴου, τὴν
25δὲ ἐπ’ ἐκείνῃ θεοῖς, οἳ τὰ μέρη αὐτοῦ κυβερνῶσι, καὶ τῶν γε ποιητῶν ἀποδεχώμεθα, ἐπειδὰν πολλοὺς μὲν φάσκωσιν ἐν τῷ οὐρανῷ θεοὺς εἶναι, πολλοὺς δὲ ἐν θαλάττῃ, πολλοὺς δὲ ἐν πηγαῖς τε καὶ νάμασι, πολλοὺς δὲ περὶ γῆν, εἶναι δὲ καὶ ὑπὸ γῆν τινας.
30τὸν δὲ ὑπὸ γῆν τόπον, εἴπερ ἐστίν, ἐπειδὴ φρι‐ κώδη αὐτὸν καὶ φθαρτικὸν ᾄδουσιν, ἀποτάττωμεν τοῦ κόσμου.“
VA
.

3

.

36

Ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπ’ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλά‐ σαι γλώττης Ἑλλάδος, μηδ’ ἄν, εἴπερ τὴν γλῶτταν
5ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολ‐ λώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώ‐ μενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ
10ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε,
VA
.

3

.

37

προσεοικέναι τῷ Ἰάρχᾳ. ἐπαινεσάντων δὲ τῶν ἄλλων πρὸς τῇ φωνῇ τὰ εἰρημένα, πάλιν ὁ Ἀπολ‐ λώνιος ἤρετο, πότερα τὴν θάλατταν μείζω ἡγοῖντο ἢ τὴν γῆν, ὁ δὲ Ἰάρχας „εἰ μὲν πρὸς τὴν θάλατταν“113
5ἔφη „ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται, τὴν γὰρ θάλατ‐ ταν αὕτη ἔχει, εἰ δὲ πρὸς πᾶσαν τὴν ὑγρὰν οὐσίαν θεωροῖτο, ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν, καὶ γὰρ ἐκείνην τὸ ὕδωρ φέρει.“
VA
.

3

.

38

Μεταξὺ δὲ τῶν λόγων τούτων ἐφίσταται τοῖς σοφοῖς ὁ ἄγγελος Ἰνδοὺς ἄγων σωτηρίας δεομένους. καὶ παρῆγε γύναιον ἱκετεῦον ὑπὲρ παιδός, ὃν ἔφασκε μὲν ἑκκαίδεκα ἔτη γεγονέναι, δαιμονᾶν δὲ δύο ἔτη,
5τὸ δὲ ἦθος τοῦ δαίμονος εἴρωνα εἶναι καὶ ψεύστην. ἐρομένου δέ τινος τῶν σοφῶν, ὁπόθεν λέγοι ταῦτα, „τοῦ παιδὸς τούτου“ ἔφη „τὴν ὄψιν εὐπρεπεστέρου ὄντος ὁ δαίμων ἐρᾷ καὶ οὐ ξυγχωρεῖ αὐτῷ νοῦν ἔχειν, οὐδὲ ἐς διδασκάλου βαδίσαι ἐᾷ ἢ τοξότου,
10οὐδὲ οἴκοι εἶναι, ἀλλ’ ἐς τὰ ἔρημα τῶν χωρίων ἐκ‐ τρέπει, καὶ οὐδὲ τὴν φωνὴν ὁ παῖς τὴν ἑαυτοῦ ἔχει, ἀλλὰ βαρὺ φθέγγεται καὶ κοῖλον, ὥσπερ οἱ ἄνδρες, βλέπει δὲ ἑτέροις ὀφθαλμοῖς μᾶλλον ἢ τοῖς ἑαυτοῦ. κἀγὼ μὲν ἐπὶ τούτοις κλάω τε καὶ ἐμαυτὴν δρύπτω
15καὶ νουθετῶ τὸν υἱόν, ὁπόσα εἰκός, ὁ δὲ οὐκ οἶδέ με. διανοουμένης δέ μου τὴν ἐνταῦθα ὁδόν, τουτὶ δὲ πέρυσι διενοήθην, ἐξηγόρευσεν ὁ δαίμων ἑαυτὸν ὑποκριτῇ χρώμενος τῷ παιδί, καὶ δῆτα ἔλεγεν εἶναι μὲν εἴδωλον ἀνδρός, ὃς πολέμῳ ποτὲ ἀπέθανεν, ἀπο‐
20θανεῖν δὲ ἐρῶν τῆς ἑαυτοῦ γυναικός, ἐπεὶ δὲ ἡ γυνὴ περὶ τὴν εὐνὴν ὕβρισε τριταίου κειμένου γα‐ μηθεῖσα ἑτέρῳ, μισῆσαι μὲν ἐκ τούτου τὸ γυναικῶν ἐρᾶν, μεταρρυῆναι δὲ ἐς τὸν παῖδα τοῦτον. ὑπ‐ ισχνεῖτο δέ, εἰ μὴ διαβάλλοιμι αὐτὸν πρὸς ὑμᾶς, δώ‐
25σειν τῷ παιδὶ πολλὰ ἐσθλὰ καὶ ἀγαθά. ἐγὼ μὲν δὴ ἔπαθόν τι πρὸς ταῦτα, ὁ δὲ διάγει με πολὺν ἤδη χρόνον καὶ τὸν ἐμὸν οἶκον ἔχει μόνος οὐδὲν μέτριον οὐδὲ ἀληθὲς φρονῶν.“ ἤρετο οὖν ὁ σοφὸς πάλιν, εἰ πλησίον εἴη ὁ παῖς, ἡ δὲ οὐκ ἔφη, πολλὰ μὲν γὰρ114
30ὑπὲρ τοῦ ἀφικέσθαι αὐτὸν πρᾶξαι „ὁ δ’ ἀπειλεῖ κρη‐ μνοὺς καὶ βάραθρα καὶ ἀποκτενεῖν μοι τὸν υἱόν, εἰ δικαζοίμην αὐτῷ δεῦρο.“ „θάρσει,“ ἔφη ὁ σοφός „οὐ γὰρ ἀποκτενεῖ αὐτὸν ἀναγνοὺς ταῦτα“ καί τινα ἐπιστολὴν ἀνασπάσας τοῦ κόλπου ἔδωκε τῇ γυναικί,
35ἐπέσταλτο δὲ ἄρα ἡ ἐπιστολὴ πρὸς τὸ εἴδωλον ξὺν
VA
.

3

.

39

ἀπειλῇ καὶ ἐκπλήξει. καὶ μὴν καὶ χωλεύων τις ἀφίκετο γεγονὼς μὲν ἤδη τριάκοντα ἔτη, λεόντων δὲ θηρατὴς δεινός, ἐμπεπτωκότος δὲ αὐτῷ λέοντος ὠλι‐ σθήκει τὸν γλουτὸν καὶ τοῦ σκέλους ἑτέρως εἶχεν.
5ἀλλ’ αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν ἐς ὀρ‐ θὸν τοῦ βαδίσματος ὁ νεανίας ἦλθε. καὶ ὀφθαλμὼ δέ τις ἐρρυηκὼς ἀπῆλθε πᾶν ἔχων τὸ ἐν αὐτοῖς φῶς, καὶ ἄλλος τὴν χεῖρα ἀδρανὴς ὢν ἐγκρατὴς ᾤχετο. γυνὴ δέ τις ἑπτὰ ἤδη γαστέρας δυστοκοῦσα δεομέ‐
10νου ὑπὲρ αὐτῆς τἀνδρὸς ὧδε ἰάθη· τὸν ἄνδρα ἐκέ‐ λευσεν, ἐπειδὰν τίκτῃ ἡ γυνή, λαγὼν ὑπὸ κόλπῳ ζῶντα ἐσφέρεσθαι οὗ τίκτει, καὶ περιελθόντα αὐτὴν ἀφεῖναι ὁμοῦ τὸν λαγών, συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενε‐
VA
.

3

.

40

χθείη θύραζε. πατρὸς δ’ αὖ τινος εἰπόντος, ὡς γέ‐ νοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας „καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέ‐
5φυγον τὸ μὴ μανῆναι, θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατα‐
σταῖεν, εἴ σοι πάλιν παιδίον γένοιτο, γέγονε δὲ ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ115
10ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει
15θερμοῦ.“ Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκ‐ πληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁση‐ μέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρω‐
VA
.

3

.

41

τῶντο. τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀπορρήτους σπουδάς, αἷς ἀστρικὴν [ἢ] μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπού‐ δαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαί‐
5ρουσι, μόνον φησὶν ὁ Δάμις τὸν Ἀπολλώνιον ξυμ‐ φιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχα‐
10ρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοι‐ αύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦ‐ μαι φύσιν καὶ οὐδ’ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν
15τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ ὁ Δάμις καὶ δακτυ‐ λίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώ‐
VA
.

3

.

42

νιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς
πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαι‐116
5νῶν αὐτὸν ὁ Ἰάρχας „οἱ μαντικῇ“ ἔφη „χαίροντες, ὦ χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπ’ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφ’ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις,
10ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ ἡ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθα‐ ροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἢ „ἔξιθι τοῦ νεὼ“ πρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον
15ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμε‐ μάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφη‐ τεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα. γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον
20τὰ λόγια ἐκδώσει· ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ
VA
.

3

.

43

φέρων αἰθέρα.“ καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν „σὺ δ’ οὐδὲν“ ἔφη „προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ;“ „νὴ Δί’,“ εἶπε „τά γε ἐμαυτῷ ἀναγκαῖα· ἐπειδὴ γὰρ πρώτῳ ἐνέ‐
5τυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτε‐ ρεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν
10ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευ‐ μένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπου‐ δάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλ‐ λησί τε ἐπιμίξειν Ἕλλην ὑπ’ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε
15καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δ’ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευο‐117
VA
.

3

.

44

μένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.“ ἐπὶ τού‐ τοις μὲν δὴ ἐγέλασαν οἱ σοφοὶ πάντες, καταστάντος δὲ τοῦ γέλωτος ἐπανῆγεν ὁ Ἰάρχας ἐς τὸν περὶ τῆς μαντικῆς λόγον, καὶ πολλὰ μὲν αὐτὴν ἀγαθὰ ἔλεγε
5τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρι‐ κῆς δῶρον· οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιά‐ δας ἐς ἐπιστήμην τούτου παρελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος καὶ κατὰ τὰς ἐκεί‐ νου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσφορα
10ταῖς νόσοις φάρμακα παισί τε ἑαυτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς ξυμμετρίας τε ποτίμων φαρμάκων, ὑφ’ ὧν ὕδεροι ἀποχετεύονται καὶ αἷμα ἴσχεται φθόαι τε παύονται
15καὶ τὰ οὕτω κοῖλα. καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν; οὐ γάρ μοι δοκοῦσιν ἄνευ τῆς προγιγνωσκούσης σοφίας θαρσῆ‐ σαί ποτε ἄνθρωποι τὰ πάντων ὀλεθριώτατα φαρμά‐
20κων ἐγκαταμῖξαι τοῖς σώζουσιν.
VA
.

3

.

45

Ἐπεὶ δὲ καὶ ὅδε ὁ λόγος ἀναγέγραπται τῷ Δά‐ μιδι σπουδασθεὶς ἐκεῖ περὶ τῶν ἐν Ἰνδοῖς μυθολο‐ γουμένων θηρίων τε καὶ πηγῶν καὶ ἀνθρώπων, μηδ’ ἐμοὶ παραλειπέσθω, καὶ γὰρ κέρδος (ἂν) εἴη
5μήτε πιστεύειν, μήτε ἀπιστεῖν πᾶσιν. ἤρετο γὰρ δὴ ὁ Ἀπολλώνιος „ἔστι τι ζῷον ἐνταῦθα μαρτιχόρας; ὁ δὲ Ἰάρχας „καὶ τίνα“ ἔφη „φύσιν τοῦ ζῴου τού‐ του ἤκουσας; εἰκὸς γὰρ καὶ περὶ εἴδους αὐτοῦ (τι) λέγεσθαι.“ „λέγεται“ εἶπε „μεγάλα καὶ ἄπιστα,
10τετράπουν μὲν γὰρ εἶναι αὐτό, τὴν κεφαλὴν δὲ ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν τοῦ θηρίου τούτου πηχυαίας ἐκφέρειν καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύ‐ ματα ἐς τοὺς θηρῶντας αὐτό.“ ἐρομένου δὲ αὐτοῦ118
15καὶ περὶ τοῦ χρυσοῦ ὕδατος, ὅ φασιν ἐκ πηγῆς βλύ‐ ζειν, καὶ περὶ τῆς ψήφου τῆς ἅπερ ἡ μαγνῆτις ποιούσης ἀνθρώπων τε ὑπὸ γῆν οἰκούντων καὶ πυγμαίων αὖ καὶ σκιαπόδων ὑπολαβὼν ὁ Ἰάρχας „περὶ μὲν ζῴων ἢ φυτῶν“ εἶπεν „ἢ πηγῶν, ὧν αὐ‐
20τὸς ἐνταῦθα ἥκων εἶδες, τί ἄν σοι λέγοιμι; σὸν γὰρ ἤδη νῦν ἐξηγεῖσθαι αὐτὰ ἑτέροις· θηρίον δὲ τοξεῦον
VA
.

3

.

46

ἢ χρυσοῦ πηγὰς ὕδατος οὔπω ἐνταῦθα ἤκουσα. περὶ μέντοι τῆς ψήφου τῆς ἐπισπωμένης τε καὶ ξυνδού‐ σης ἑαυτῇ λίθους ἑτέρας οὐ χρὴ ἀπιστεῖν· ἔστι γάρ σοι καὶ ἰδεῖν τὴν λίθον καὶ θαυμάσαι τὰ ἐν αὐτῇ
5πάντα. γίγνεται μὲν γὰρ ἡ μεγίστη κατὰ ὄνυχα δακτύλου τούτου,“ δείξας τὸν ἑαυτοῦ ἀντίχειρα „κυίσκεται δὲ ἐν γῇ κοίλῃ βάθος ὀργυιαὶ τέτταρες, τοσοῦτον δὲ αὐτῇ περίεστι τοῦ πνεύματος, ὡς ὑποι‐ δεῖν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυισκομέ‐
10νης ἐν αὐτῇ τῆς λίθου. μαστεῦσαι δὲ αὐτὴν οὐδενὶ ἔξεστιν, ἀποδιδράσκει γάρ, εἰ μὴ μετὰ λόγου ἀνα‐ σπῷτο ἀλλ’ ἡμεῖς μόνοι τὰ μὲν δράσαντες, τὰ δὲ εἰπόντες ἀναιρούμεθα τὴν παντάρβην· ὄνομα γὰρ αὐτῇ τοῦτο. νύκτωρ μὲν οὖν ἡμέραν ἀναφαίνει,
15καθάπερ τὸ πῦρ, ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης, εἰ δὲ μεθ’ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρ‐ μαρυγαῖς μυρίαις. τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρρήτου ἰσχύος, πᾶν γὰρ τὸ ἐγγὺς ἐσποιεῖ αὑτῇ. τί λέγω τὸ ἐγγύς; ἔστι σοι λίθους, ὁπόσας βούλει, κατα‐
20ποντῶσαί ποι ἢ τῶν ποταμῶν ἢ τῆς θαλάττης καὶ
μηδὲ ἐγγὺς ἀλλήλων, ἀλλὰ σποράδας καὶ ὡς ἔτυχεν, ἡ δὲ ἐς αὐτὰς καθιμηθεῖσα ξυλλέγεται πάσας τῇ τοῦ πνεύματος διαδόσει καὶ ὑποκείσονται αὐτῇ βο‐119
VA
.

3

.

47

τρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.“ καὶ εἰπὼν ταῦτα ἔδειξε τὴν λίθον αὐτήν τε καὶ ὁπόσα ἐργάζε‐ ται. τοὺς δὲ πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖ‐ σθαι δὲ ὑπὲρ τὸν Γάγγην ζῶντας τρόπον, ὃς πᾶσιν
5εἴρηται. σκιάποδας δὲ ἀνθρώπους ἢ μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾄδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰν‐
VA
.

3

.

48

δοῖς. ὃν δ’ ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν οἷον σπινθῆρσιν ἐστιγμέναι ταῖς τοῦ χρυσοῦ ῥανίσιν, ἃς λιθοτομεῖ τὸ θηρίον τοῦτο τῇ τοῦ ῥάμ‐ φους ἰσχύι. τὰ γὰρ θηρία ταῦτα εἶναί τε ἐν Ἰνδοῖς
5καὶ ἱεροὺς νομίζεσθαι τοῦ Ἡλίου τέθριππά τε αὐτῶν ὑποζευγνύναι τοῖς ἀγάλμασι τοὺς τὸν Ἥλιον ἐν Ἰν‐ δοῖς γράφοντας μέγεθός τε καὶ ἀλκὴν εἰκάσθαι αὐ‐ τοὺς τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων
10δὲ καὶ δρακόντων ὑπερτέρους εἶναι. πέτονται δὲ οὔπω μέγα, ἀλλ’ ὅσον οἱ βραχύποροι ὄρνιθες, μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς, ὡς ὄρνισι πάτριον, ἀλλ’ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς, ὡς εἶναι κυκλώσαν‐ τας πέτεσθαί τε καὶ ἐκ μετεώρου μάχεσθαι, τὴν
15τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην, ἐπειδὴ τὸ
VA
.

3

.

49

τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις. καὶ τὸν φοίνικα δὲ τὸν ὄρνιν τὸν διὰ πεντακοσίων ἐτῶν ἐς Αἴγυπτον ἥκοντα πέτεσθαι μὲν ἐν τῇ Ἰνδικῇ τὸν χρόνον τοῦ‐ τον, εἶναι δὲ ἕνα ἐκδιδόμενον τῶν ἀκτίνων καὶ χρυσῷ
5λάμποντα, μέγεθος ἀετοῦ καὶ εἶδος, ἐς καλιάν τε ἱζάνειν τὴν ἐκ τοῦ ἀρώματος ποιουμένην αὐτῷ πρὸς ταῖς τοῦ Νείλου πηγαῖς. ἃ δὲ Αἰγύπτιοι περὶ αὐτοῦ
ᾄδουσιν, ὡς ἐς Αἴγυπτον φέρεται, καὶ Ἰνδοὶ ξυμ‐ μαρτυροῦσι προσᾴδοντες τῷ λόγῳ τὸ τὸν φοίνικα120
10τὸν ἐν τῇ καλιᾷ τηκόμενον προπεμπτηρίους ὕμνους αὑτῷ ᾄδειν. τουτὶ δὲ καὶ τοὺς κύκνους φασὶ δρᾶν οἱ σοφώτερον αὐτῶν ἀκούοντες.
VA
.

3

.

50

Τοιαίδε μὲν αἱ πρὸς τοὺς σοφοὺς ξυνουσίαι Ἀπολλωνίῳ ἐγένοντο μηνῶν τεττάρων ἐκεῖ διατρί‐ ψαντι καὶ ξυλλαβόντι λόγους φανερούς τε καὶ ἀπορ‐ ρήτους πάντας, ἐπεὶ δὲ ἐξελαύνειν ἐβούλετο, τὸν μὲν
5ἡγεμόνα καὶ τὰς καμήλους πείθουσιν αὐτὸν ἀποπέμ‐ ψαι τῷ Φραώτῃ μετ’ ἐπιστολῆς, αὐτοὶ δὲ ἡγεμόνα ἕτερον καὶ καμήλους δόντες προέπεμπον αὐτὸν εὐ‐ δαιμονίζοντες αὑτούς τε κἀκεῖνον. ἀσπασάμενοι δὲ τὸν Ἀπολλώνιον καὶ θεὸν τοῖς πολλοῖς εἶναι δόξειν
10οὐ τεθνεῶτα μόνον, ἀλλὰ καὶ ζῶντα φήσαντες αὐτοὶ μὲν ὑπέστρεψαν ἐς τὸ φροντιστήριον * ἐπιστρεφόμενοι πρὸς τὸν ἄνδρα καὶ δηλοῦντες, ὅτι ἄκοντες αὐτοῦ ἀπαλλάττονται, ὁ δὲ Ἀπολλώνιος ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχων, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατῄει ἐπὶ
15τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. κατιοῦσι δ’ αὐτοῖς πολλαὶ μὲν στρουθοὶ ἐφαίνοντο, πολλοὶ δὲ ἄγριοι βόες, πολλοὶ δὲ ὄνοι καὶ λέοντες καὶ παρδάλεις καὶ τίγρεις καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπερίσι, μέλανές τε γὰρ καὶ λά‐
20σιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ σμικροῖς ἀνθρώ‐ ποις ἴσοι. διαλεγόμενοι δὲ περὶ τῶν ὁρωμένων, ὁποῖα εἰώθεσαν, ἀφίκοντο ἐπὶ τὴν θάλατταν, ἐν ᾗ κατε‐ σκεύαστο ἐμπόρια μικρά, καὶ πλοῖα δὲ ἐν αὐτοῖς ὥρ‐ μει πορθμεῖα παραπλήσια τοῖς Τυρρηνοῖς. τὴν δὲ
25θάλατταν τὴν Ἐρυθρὰν εἶναι μὲν κυανωτάτην, ὠνο‐ μάσθαι δέ, ὡς εἶπον, ἀπὸ Ἐρύθρα βασιλέως, ὃς ἐπω‐
VA
.

3

.

51

νόμασεν ἑαυτὸν ἐκείνῳ τῷ πελάγει. ἐνταῦθα ἥκων
τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετ’ ἐπιστολῆς· „Ἀπολλώνιος Ἰάρχᾳ καὶ (τοῖς) ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θά‐121
5λατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνή‐ σομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου.
VA
.

3

.

52

ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι.“ αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς δι’ αὐτοῦ ἐκχεῖ‐ ται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ
5στενὰ καὶ κρημνοὺς ἐκπίπτει, δι’ ὧν καταρρηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.
VA
.

3

.

53

Καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπ’ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς
5θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυ‐ θρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαί‐ νοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς
10τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνη‐ μονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ [τὸ τοῦ κογχυλίου μέγεθος καὶ] οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. ἁλίσκεται δὲ
15καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.
VA
.

3

.

54

Κατασχεῖν δέ φασι καὶ ἐς Πηγάδας τῆς τῶν Ὠρειτῶν χώρας, οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς
αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. χρυσῖτιν δὲ ἡγοῦνται τὴν γῆν122
5διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ.
VA
.

3

.

55

Φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πό‐ λιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυ‐ ώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας
5βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύ‐ κοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδ’ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλ’ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς
10ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.
VA
.

3

.

56

Προσπλεῦσαί φασι καὶ Βαλάροις, ἐμπόριον δὲ εἶναι τὰ Βάλαρα μεστὸν μυρρινῶν τε καὶ φοινίκων καὶ δάφνας ἐν αὐτῷ ἰδεῖν καὶ πηγαῖς διαρρεῖσθαι τὸ χωρίον. κῆποι δὲ ὁπόσοι τρωκτοὶ καὶ ὁπόσοι ἀν‐
5θέων κῆποι, βρύειν αὐτὸ καὶ λιμένας μεστοὺς γαλή‐ νης ἐν αὐτῷ εἶναι. προκεῖσθαι δὲ τοῦ χωρίου τού‐ του νῆσον ἱεράν, ἣν καλεῖσθαι Σέληρα καὶ στάδια μὲν ἑκατὸν εἶναι τῷ πορθμῷ, νηρηίδα δὲ οἰκεῖν ἐν αὐτῇ δεινὴν δαίμονα, πολλοὺς γὰρ τῶν πλεόντων
10ἁρπάζειν καὶ μηδὲ ταῖς ναυσὶ ξυγχωρεῖν πεῖσμα ἐκ τῆς νήσου βάλλεσθαι.
VA
.

3

.

57

Ἄξιον δὲ μηδὲ τὸν περὶ τῆς ἑτέρας μαργαρίτιδος παρελθεῖν λόγον, ἐπεὶ μηδὲ Ἀπολλωνίῳ μειρακιώ‐ δης ἔδοξεν, ἀλλὰ πλάττεται ἥδιστος καὶ τῶν ἐν τῇ θαλαττουργίᾳ θαυμασιώτατος. τὰ γὰρ τετραμμένα
5τῆς νήσου πρὸς τὸ πελαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάττης, φέρει δὲ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς, οὐδὲ γὰρ λίθον φύει οὐδένα. γαλήνην δὲ ἐπιφυλάξαντες καὶ τὴν θάλατταν αὐτοὶ λεάναντες,
τουτὶ δὲ ἡ τοῦ ἐλαίου ἐπιρροὴ πράττει, καταδύεταί123
10τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου τὰ μὲν ἄλλα κατε‐ σκευασμένος, ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρᾶ καὶ ἀλάβαστρος μύρου. παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται, τὸ δὲ ἀνοίγνυταί τε καὶ
15μεθύει ὑπ’ αὐτοῦ, κέντρῳ δὲ διελαθὲν ἀποπτύει τὸν ἰχῶρα, ὁ δὲ ἐκδέχεται αὐτὸν τῇ πλινθίδι τύ‐ πους ὀρωρυγμένῃ. λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται, καθάπερ ἡ φύσει μαργαρὶς κἄστιν ἡ μαργαρὶς αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάττης.
20ἐπιτίθεσθαι δὲ τῇ θήρᾳ ταύτῃ καὶ τοὺς Ἀραβίους φασὶν ἀντιπέρας οἰκοῦντας. τὸ δὲ ἐντεῦθεν θη‐ ριώδη μὲν τὴν θάλατταν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κω‐ δωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρῷραν, τὴν δὲ
25ἠχὼ ἐκπλήττειν τὰ θηρία, καὶ μὴ ἐᾶν ἐμπελάζειν ταῖς ναυσί.
VA
.

3

.

58

Καταπλεύσαντες δὲ ἐς τὰς ἐκβολὰς τοῦ Εὐ‐ φράτου φασὶν ἐς Βαβυλῶνα δι’ αὐτοῦ ἀναπλεῦσαι παρὰ τὸν Οὐαρδάνην, καὶ τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον, ἐπὶ τὴν Νῖνον ἐλθεῖν αὖθις, καὶ τῆς
5Ἀντιοχείας συνήθως ὑβριζούσης καὶ μηδὲν τῶν Ἑλ‐ ληνικῶν ἐσπουδακυίας ἐπὶ θάλαττάν τε καταβῆναι τὴν ἐπὶ Σελεύκειαν νεώς τε ἐπιτυχόντες προσπλεῦ‐ σαι Κύπρῳ κατὰ τὴν Πάφον, οὗ τὸ τῆς Ἀφροδίτης ἕδος, ὃ ξυμβολικῶς ἱδρυμένον θαυμάσαι τὸν Ἀπολ‐
10λώνιον, καὶ πολλὰ τοὺς ἱερέας ἐς τὴν ὁσίαν τοῦ ἱεροῦ διδαξάμενον ἐς Ἰωνίαν πλεῦσαι θαυμαζόμε‐ νον ἱκανῶς καὶ μεγάλων ἀξιούμενον παρὰ τοῖς τὴν
σοφίαν τιμῶσιν.124
VA
.

4

.

1

Ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυ‐ τῶν τέχναις ἦσαν, ἀλλ’ ἠκολούθουν ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάν‐
5των ὁμοῦ θαυμασταὶ ὄντες, λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοι‐ αῦτα τὸν ἄνδρα ᾄδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν
10ὑγιείας δεομένων ὁ θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δο‐ κεῖν ταῖς Μοίραις. ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐ‐ τὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων,
15ὁ δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφίξε‐ σθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ ὅ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλι‐ παρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, ὅ τι αὐτοῦ δέοιντο, ὁ δὲ „ἰδεῖν“ ἔφη „καὶ ὀφθῆναι.“
VA
.

4

.

2

ὁ δὲ Ἀπολλώνιος „ἀφίξομαι“ εἶπε „δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων.“ Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρη‐ πῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ
5ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβου‐ λεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφε‐ σον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν· ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυρρίχαις
10αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ
ἀνδρογύνων, μεστὰ δὲ κτύπων· ὁ δὲ καίτοι μετα‐ θεμένων τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιο‐ ρᾶν ταῦτα, ἀλλ’ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολ‐125
VA
.

4

.

3

λοῖς. τὰς δὲ ἄλλας διαλέξεις περὶ τὰ ἄλση τὰ ἐν τοῖς ξυστοῖς δρόμοις ἐποιεῖτο, διαλεγομένου δέ ποτε περὶ κοινωνίας καὶ διδάσκοντος, ὅτι χρὴ τρέφειν τε ἀλλή‐ λους καὶ ὑπ’ ἀλλήλων τρέφεσθαι, στρουθοὶ μὲν ἐκά‐
5θηντο ἐπὶ τῶν δένδρων σιωπῶντες, εἷς δὲ αὐτῶν προσπετόμενος ἐβόα, παρακελεύεσθαί τι δοκῶν τοῖς ἄλλοις, οἱ δέ, ὡς ἤκουσαν, αὐτοί τε ἀνέκραγον καὶ ἀρθέντες ἐπέτοντο ὑπὸ τῷ ἑνί. ὁ μὲν δὴ Ἀπολλώ‐ νιος εἴχετο τοῦ λόγου γιγνώσκων μέν, ἐφ’ ὅ τι οἱ
10στρουθοὶ πέτοιντο, πρὸς δὲ τοὺς πολλοὺς οὐχ ἑρμη‐ νεύων αὐτό, ἐπεὶ δὲ ἀνέβλεψαν ἐς αὐτοὺς πάντες καὶ ἀνοήτως ἔνιοι τερατῶδες αὐτὸ ἐνόμισαν, παραλλάξας ὁ Ἀπολλώνιος τοῦ λόγου „παῖσ“ εἶπεν „ὤλισθεν ἀπάγων πυροὺς ἐν σκάφῃ καὶ κακῶς αὐτοὺς ξυλ‐
15λεξάμενος αὐτὸς μὲν ἀπελήλυθε, πολλοὺς δ’ ἐσκε‐ δασμένους ἀπολέλοιπεν ἐν στενωπῷ τῷ δεῖνι, ὁ δὲ στρουθὸς παρατυχὼν οὗτος πρόξενος τοῖς ἄλλοις ἥκει τοῦ ἑρμαίου καὶ ποιεῖται αὐτοὺς ξυσσίτους.“ οἱ μὲν δὴ πλεῖστοι τῶν ἀκροωμένων δρόμῳ ἐπὶ τοῦτο ᾤχον‐
20το, ὁ δὲ Ἀπολλώνιος πρὸς τοὺς παρόντας διῄει τὸν λόγον, ὃν περὶ τῆς κοινωνίας προὔθετο, καὶ ἐπειδὴ ἀφίκοντο βοῶντές τε καὶ μεστοὶ θαύματος „οἱ μὲν στρουθοὶ“ εἶπεν „ὁρᾶτε, ὡς ἐπιμελοῦνταί τε ἀλλήλων καὶ κοινωνίᾳ χαίρουσιν, ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν, ἀλλὰ
25κἂν κοινωνοῦντα ἑτέροις ἴδωμεν, ἐκεῖνον μὲν ἀσω‐ τίαν καὶ τρυφὴν καὶ τὰ τοιαῦτα ἡγούμεθα, τοὺς δὲ ὑπ’ αὐτοῦ τρεφομένους παρασίτους τε καὶ κόλακας φαμέν. καὶ τί λοιπὸν ἀλλ’ ἢ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ
30γαστρίζεσθαι, μέχρις ἂν διαρραγῶμεν παχυνόμενοι;“126
VA
.

4

.

4

Λοιμοῦ δὲ ὑφέρποντος τὴν Ἔφεσον καὶ οὔπω ἀνοιδούσης τῆς νόσου ξυνῆκε μὲν ὁ Ἀπολλώνιος τῆς προσβολῆς, ξυνεὶς δὲ προὔλεγε πολλαχοῦ τε τῶν δια‐ λέξεων „ὦ γῆ, μένε ὁμοία,“ καὶ τοιαῦτα ἐπεφθέγγετο
5ξὺν ἀπειλῇ· „τούσδε σῶζε“ καὶ „οὐ παρελεύσῃ ἐν‐ ταῦθα.“ οἱ δ’ οὐ προσεῖχον καὶ τερατολογίαν τὰ τοιαῦτα ᾤοντο τοσῷδε μᾶλλον, ὅσῳ καὶ ἐς πάντα τὰ ἱερὰ φοιτῶν ἀποτρέπειν αὐτὸ ἐδόκει καὶ ἀπεύχεσθαι. ἐπεὶ δὲ ἀνοήτως εἶχον τοῦ πάθους, ἐκείνοις μὲν οὐ‐
10δὲν ᾤετο δεῖν ἐπαρκεῖν ἔτι, τὴν δὲ ἄλλην Ἰωνίαν περιῄει διορθούμενος τὰ παρ’ ἑκάστοις καὶ διαλεγό‐ μενος ἀεί τι σωτήριον τοῖς παροῦσιν.
VA
.

4

.

5

Ἀφικνουμένῳ δὲ αὐτῷ ἐς τὴν Σμύρναν προσα‐ πήντων μὲν οἱ Ἴωνες, καὶ γὰρ ἔτυχον Πανιώνια θύοντες, ἀναγνοὺς δὲ καὶ ψήφισμα Ἰωνικόν, ἐν ᾧ ἐδέοντο αὐτοῦ κοινωνῆσαί σφισι τοῦ ξυλλόγου, καὶ
5ὀνόματι προστυχὼν ἥκιστα Ἰωνικῷ, Λούκουλλος γάρ τις ἐπεγέγραπτο τῇ γνώμῃ, πέμπει ἐπιστολὴν ἐς τὸ κοινὸν αὐτῶν ἐπίπληξιν ποιούμενος περὶ τοῦ βαρ‐ βαρισμοῦ τούτου· καὶ γὰρ δὴ καὶ Φαβρίκιον καὶ τοιούτους ἑτέρους ἐν τοῖς ἐψηφισμένοις εὗρεν. ὡς
10μὲν οὖν ἐρρωμένως ἐπέπληξε, δηλοῖ ἡ περὶ τούτου
VA
.

4

.

6

ἐπιστολή. παρελθὼν δὲ ἐπ’ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, „τίσ“ ἔφη „ὁ κρατὴρ οὗτος;“ οἱ δὲ ἔφασαν „Πανιώνιος.“ ἀρυσάμενος οὖν καὶ σπείσας, „ ὦ θεοί,“ εἶπεν „Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποι‐
5κίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδ’ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις.“ τοιαῦτα ἐπε‐ θείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον
10καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα.127
VA
.

4

.

7

Σπουδῇ δὲ ὁρῶν τοὺς Σμυρναίους ἁπάντων ἁπτομένους λόγων ἐπερρώννυε καὶ σπουδαιοτέρους ἐποίει, φρονεῖν τε ἐκέλευεν ἐφ’ ἑαυτοῖς μᾶλλον ἢ τῷ τῆς πόλεως εἴδει, καὶ γάρ, εἰ καὶ καλλίστη πό‐
5λεων, ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκει‐ οῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλ’ ἀνδράσιν ἐστε‐ φανῶσθαι αὐτὴν ἥδιον ἢ στοαῖς τε καὶ γραφαῖς καὶ χρυσῷ πλείονι τοῦ * ὄντος. τὰ μὲν γὰρ οἰκοδομήματα ἐπὶ ταὐτοῦ μένειν οὐδαμοῦ ὁρώμενα πλὴν ἐκείνου
10τοῦ μέρους τῆς γῆς, ἐν ᾧ ἐστιν, ἄνδρας δὲ ἀγαθοὺς πανταχοῦ μὲν ὁρᾶσθαι, πανταχοῦ δὲ φθέγγεσθαι, τὴν δὲ πόλιν, ἧς γεγόνασιν, ἀποφαίνειν τοσαύτην, ὅσοι περ αὐτοὶ γῆν ἐπελθεῖν δύνανται. ἔλεγε δὲ τὰς μὲν πόλεις τὰς οὕτω καλὰς ἐοικέναι τῷ τοῦ Διὸς
15ἀγάλματι, ὃς ἐν Ὀλυμπίᾳ τῷ Φειδίᾳ ἐκπεποίηται, καθῆσθαι γὰρ αὐτὸ—οὕτως τῷ δημιουργῷ ἔδοξε —τοὺς δὲ ἄνδρας ἐπὶ πάντα ἥκοντας μηδὲν ἀπεοι‐ κέναι τοῦ Ὁμηρείου Διός, ὃς ἐν πολλαῖς ἰδέαις Ὁμή‐ ρῳ πεποίηται θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλε‐
20φαντίνου· τὸν μὲν γὰρ ἐν γῇ φαίνεσθαι, τὸν δὲ ἐς πάντα ἐν τῷ οὐρανῷ ὑπονοεῖσθαι.
VA
.

4

.

8

Καὶ μὴν καὶ περὶ τοῦ πῶς ἂν πόλεις ἀσφαλῶς οἰκοῖντο ξυνεφιλοσόφει τοῖς Σμυρναίοις, διαφερομέ‐ νους ὁρῶν ἀλλήλοις καὶ μὴ ξυγκειμένους τὰς γνώ‐ μας· ἔλεγε γὰρ δὴ τὴν ὀρθῶς οἰκησομένην πόλιν
5ὁμονοίας στασιαζούσης δεῖσθαι, τούτου δὲ ἀπιθάνως τε καὶ οὐκ ἐς τὸ ἀκόλουθον εἰρῆσθαι δόξαντος, ξυν‐ εὶς ὁ Ἀπολλώνιος, ὅτι μὴ ἕπονται οἱ πολλοὶ τῷ λόγῳ „λευκὸν μὲν“ ἔφη „καὶ μέλαν οὐκ ἄν ποτε ταὐτὸν γένοιτο, οὐδ’ ἂν τῷ γλυκεῖ τὸ πικρὸν ὑγιῶς ξυγκρα‐
10θείη, ὁμόνοια δὲ στασιάσει σωτηρίας ἕνεκα τῶν πό‐
λεων. ὃ δὲ λέγω, τοιοῦτον ἡγώμεθα· στάσις ἡ μὲν ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, ᾗ παιδοτροφίας τε δεῖ καὶ νόμων καὶ ἀν‐ δρῶν, ἐφ’ οἷς λόγοι καὶ ἔργα, φιλοτιμία δὲ ἡ πρὸς128
15ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ καὶ πῶς ἂν ὁ μὲν γνώμης εἴποι βελτίω γνώμην, ὁ δ’ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, ὁ δὲ πρεσβεύσειεν, ὁ δ’ ἐξοικοδομήσαιτο λαμπρότερον τῆς ἑτέρου ἐπιστατείας, ἔρις, οἶμαι, αὕτη ἀγαθὴ καὶ στάσις πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ.
20τὸ δ’ ἄλλον ἄλλο ἐπιτηδεύοντας ἐς τὸ τῆς πόλεως ὄφελος ξυμφέρειν Λακεδαιμονίοις μὲν εὔηθες ἐδόκει πάλαι, τὰ γὰρ πολεμικὰ ἐξεπονεῖτό (σφισι) καὶ ἐς τοῦτο ἔρρωντο πάντες καὶ τούτου μόνου ἥπτοντο, ἐμοὶ δ’ ἄριστον δοκεῖ τὸ πράττειν ἕκαστον, ὅ τι
25οἶδε καὶ ὅ τι δύναται. εἰ γὰρ ὁ μὲν ἀπὸ δημαγω‐ γίας θαυμασθήσεται, ὁ δὲ ἀπὸ σοφίας, ὁ δὲ ἀπὸ τοῦ ἐς τὸ κοινὸν πλουτεῖν, ὁ δὲ ἀπὸ τοῦ χρηστὸς εἶναι, ὁ δὲ ἀπὸ τοῦ ἐμβριθὴς καὶ μὴ ξυγγνώμων τοῖς ἁμαρ‐ τάνουσιν, ὁ δὲ ἀπὸ τοῦ μὴ διαβεβλῆσθαι τὰς χεῖ‐
VA
.

4

.

9

ρας, εὖ κείσεται ἡ πόλις, μᾶλλον δὲ ἑστήξει.“ καὶ ἅμα διιὼν ταῦτα ναῦν εἶδε τῶν τριαρμένων ἐκπλέ‐ ουσαν καὶ τοὺς ναύτας ἄλλον ἄλλως ἐς τὸ ἀνάγε‐ σθαι αὐτὴν πράττοντας. ἐπιστρέφων οὖν τοὺς παρ‐
5όντας „ὁρᾶτε“ εἶπε „τὸν τῆς νεὼς δῆμον, ὡς οἱ μὲν τὰς ἐφολκίδας ἐμβεβήκασιν ἐρετικοὶ ὄντες, οἱ δ’ ἀγκύρας ἀνιμῶσί τε καὶ ἀναρτῶσιν, οἱ δὲ ὑπέ‐ χουσι τὰ ἱστία τῷ ἀνέμῳ, οἱ δὲ ἐκ πρύμνης τε καὶ πρῴρας προορῶσιν; εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει
10τι τῶν ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψε‐ ται, πονήρως πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξου‐ σιν· εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιά‐ σουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὅρμοι
τῇ νηὶ ταύτῃ, μεστὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα,129
15Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτοῖς εὐβουλία δόξει.“
VA
.

4

.

10

Τοιούτοις μὲν δὴ λόγοις ξυνεῖχε τὴν Σμύρναν, ἐπεὶ δὲ ἡ νόσος τοῖς Ἐφεσίοις ἐνέπεσε καὶ οὐδὲν ἦν πρὸς αὐτὴν αὔταρκες, ἐπρεσβεύοντο παρὰ τὸν Ἀπολλώνιον, ἰατρὸν ποιούμενοι αὐτὸν τοῦ πάθους,
5ὁ δὲ οὐκ ᾤετο δεῖν ἀναβάλλεσθαι τὴν ὁδόν, ἀλλ’ εἰπὼν „ἴωμεν“ ἦν ἐν Ἐφέσῳ, τοῦ Πυθαγόρου, οἶμαι, ἐκεῖνο πράττων τὸ ἐν Θουρίοις ὁμοῦ καὶ Μεταπον‐ τίοις εἶναι. ξυναγαγὼν οὖν τοὺς Ἐφεσίους „θαρ‐ σεῖτε,“ ἔφη „τήμερον γὰρ παύσω τὴν νόσον,“ καὶ
10εἰπὼν ἦγεν ἡλικίαν πᾶσαν ἐπὶ τὸ θέατρον, οὗ τὸ τοῦ Ἀποτροπαίου ἵδρυται. πτωχεύειν δέ τις ἐνταῦθα ἐδόκει γέρων ἐπιμύων τοὺς ὀφθαλμοὺς τέχνῃ, καὶ πήραν ἔφερε καὶ ἄρτου ἐν αὐτῇ τρύφος, ῥάκεσί τε ἠμφίεστο καὶ αὐχμηρῶς εἶχε τοῦ προσώπου. περι‐
15στήσας οὖν τοὺς Ἐφεσίους αὐτῷ „βάλλετε τὸν θεοῖς ἐχθρὸν“ εἶπε „ξυλλεξάμενοι τῶν λίθων ὡς πλεί‐ στουσ“. θαυμαζόντων δὲ τῶν Ἐφεσίων, ὅ τι λέγοι, καὶ δεινὸν ἡγουμένων, εἰ ξένον ἀποκτενοῦσιν ἀθλίως οὕτω πράττοντα, καὶ γὰρ ἱκέτευε καὶ πολλὰ ἐπὶ ἐλέῳ
20ἔλεγεν, ἐνέκειτο παρακελευόμενος τοῖς Ἐφεσίοις ἐρεί‐ δειν τε καὶ μὴ ἀνιέναι. ὡς δὲ ἀκροβολισμῷ τινες ἐπ’ αὐτῷ ἐχρήσαντο καὶ (ὁ) καταμύειν δοκῶν ἀνέβλε‐ ψεν ἀθρόον πυρός τε μεστοὺς τοὺς ὀφθαλμοὺς ἔδειξε, ξυνῆκαν οἱ Ἐφέσιοι τοῦ δαίμονος καὶ κατελίθωσαν
25οὕτως αὐτόν, ὡς κολωνὸν λίθων περὶ αὐτὸν χώσα‐ σθαι. διαλιπὼν δὲ ὀλίγον ἐκέλευσεν ἀφελεῖν τοὺς λίθους, καὶ τὸ θηρίον, ὃ ἀπεκτόνασι, γνῶναι. γυ‐ μνωθέντος οὖν τοῦ βεβλῆσθαι δοκοῦντος ὁ μὲν ἠφάνιστο, κύων δὲ τὸ μὲν εἶδος ὅμοιος τῷ ἐκ Μο‐
30λοττῶν, μέγεθος δὲ κατὰ τὸν μέγιστον λέοντα ξυν‐ τετριμμένος ὤφθη ὑπὸ τῶν λίθων καὶ παραπτύων ἀφρόν, ὥσπερ οἱ λυττῶντες. τὸ μὲν δὴ τοῦ Ἀποτρο‐ παίου ἕδος, ἔστι δὲ Ἡρακλῆς, ἵδρυται περὶ τὸ χω‐ ρίον, ἐν ᾧ τὸ φάσμα ἐβλήθη.130
VA
.

4

.

11

Καθήρας δὲ τοὺς Ἐφεσίους τῆς νόσου καὶ τῶν κατὰ τὴν Ἰωνίαν ἱκανῶς ἔχων ἐς τὴν Ἑλλάδα ὥρ‐ μητο. βαδίσας οὖν ἐς τὸ Πέργαμον καὶ ἡσθεὶς τῷ τοῦ Ἀσκληπιοῦ ἱερῷ τοῖς τε ἱκετεύουσι τὸν θεὸν
5ὑποθέμενος, ὁπόσα δρῶντες εὐξυμβόλων ὀνειράτων τεύξονται, πολλοὺς δὲ καὶ ἰασάμενος ἦλθεν ἐς τὴν Ἰλιάδα καὶ πάσης τῆς περὶ αὐτῶν ἀρχαιολογίας ἐμ‐ φορηθεὶς ἐφοίτησεν ἐπὶ τοὺς τῶν Ἀχαιῶν τάφους, καὶ πολλὰ μὲν εἰπὼν ἐπ’ αὐτοῖς, πολλὰ δὲ τῶν ἀναί‐
10μων τε καὶ καθαρῶν καθαγίσας τοὺς μὲν ἑταίρους ἐκέλευσεν ἐπὶ τὴν ναῦν χωρεῖν, αὐτὸς δὲ ἐπὶ τοῦ κολωνοῦ τοῦ Ἀχιλλέως ἐννυχεύσειν ἔφη. δεδιττο‐ μένων οὖν τῶν ἑταίρων αὐτόν, καὶ γὰρ δὴ καὶ οἱ Διοσκορίδαι καὶ οἱ Φαίδιμοι καὶ ἡ τοιάδε ὁμιλία πᾶσα
15ξυνῆσαν ἤδη τῷ Ἀπολλωνίῳ, τόν τε Ἀχιλλέα φοβε‐ ρὸν ἔτι φασκόντων φαίνεσθαι, τουτὶ γὰρ καὶ τοὺς ἐν τῷ Ἰλίῳ περὶ αὐτοῦ πεπεῖσθαι „καὶ μὴν ἐγὼ“ ἔφη „τὸν Ἀχιλλέα σφόδρα οἶδα ταῖς ξυνουσίαις χαί‐ ροντα, τόν τε γὰρ Νέστορα τὸν ἐκ τῆς Πύλου μάλα
20ἠσπάζετο, ἐπειδὴ ἀεί τι αὐτῷ διῄει χρηστόν, τόν τε Φοίνικα τροφέα καὶ ὀπαδὸν καὶ τὰ τοιαῦτα τιμᾶν ἐνόμιζεν, ἐπειδὴ διῆγεν αὐτὸν ὁ Φοῖνιξ λόγοις, καὶ τὸν Πρίαμον δὲ καίτοι πολεμιώτατον αὐτῷ ὄντα πρᾳότατα εἶδεν, ἐπειδὴ διαλεγομένου ἤκουσε, καὶ
25Ὀδυσσεῖ δὲ ἐν διχοστασίᾳ ξυγγενόμενος οὕτω μέ‐ τριος ὤφθη, ὡς καλὸς τῷ Ὀδυσσεῖ μᾶλλον ἢ φοβερὸς δόξαι. τὴν μὲν δὴ ἀσπίδα καὶ τὴν κόρυν τὴν δει‐
νόν, ὥς φασι, νεύουσαν, ἐπὶ τοὺς Τρῶας οἶμαι αὐτῷ εἶναι μεμνημένῳ, ἃ ὑπ’ αὐτῶν ἔπαθεν ἀπιστησάν‐131
30των πρὸς αὐτὸν ὑπὲρ τοῦ γάμου, ἐγὼ δὲ οὔτε μετέχω τι τοῦ Ἰλίου διαλέξομαί τε αὐτῷ χαριέστερον ἢ οἱ τότε ἑταῖροι, κἂν ἀποκτείνῃ με, ὥς φατε, μετὰ Μέ‐ μνονος δήπου καὶ Κύκνου κείσομαι καὶ ἴσως με ἐν καπέτῳ κοίλῃ, καθάπερ τὸν Ἕκτορα, ἡ Τροία θά‐
35ψει.“ τοιαῦτα πρὸς τοὺς ἑταίρους ἀναμὶξ παίξας τε καὶ σπουδάσας προσέβαινε τῷ κολωνῷ μόνος, οἱ δὲ
VA
.

4

.

12

ἐβάδιζον ἐπὶ τὴν ναῦν ἑσπέρας ἤδη. ὁ δὲ Ἀπολλώ‐ νιος περὶ ὄρθρον ἥκων „ποῦ“ ἔφη „Ἀντισθένης ὁ Πάριοσ“; ἑβδόμην δὲ οὗτος ἡμέραν ἐτύγχανεν ἤδη προσπεφοιτηκὼς αὐτῷ ἐν Ἰλίῳ. ὑπακούσαντος δὲ
5τοῦ Ἀντισθένους „προσήκεις τι“, ἔφη „ὦ νεανία, τῇ Τροίᾳ“; „σφόδρα“, εἶπεν „εἰμὶ γὰρ δὴ ἄνωθεν Τρώσ“. „ἦ καὶ Πριαμίδης;“ „νὴ Δί’,“ εἶπεν „ἐκ τούτου γὰρ δὴ ἀγαθός τε οἶμαι κἀξ ἀγαθῶν εἶναι“. „εἰκότως οὖν“ ἔφη „ὁ Ἀχιλλεὺς ἀπαγορεύει μοι μὴ
10ξυνεῖναί σοι, κελεύσαντος γὰρ αὐτοῦ πρεσβεῦσαί με πρὸς τοὺς Θετταλοὺς περὶ ὧν αἰτιᾶται σφᾶς, ὡς ἠρόμην, τί ἂν πρὸς τούτῳ ἕτερον πρὸς χάριν αὐτῷ πράττοιμι, τὸ μειράκιον ἔφη τὸ ἐκ Πάρου μὴ ποιού‐ μενος ξυνέμπορον τῆς ἑαυτοῦ σοφίας, Πριαμίδης τε
15γὰρ ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύε‐
VA
.

4

.

13

ται.“ ὁ μὲν δὴ Ἀντισθένης ἄκων ἀπῆλθεν, ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὸ πνεῦμα ἐκ τῆς γῆς ἐπεδίδου περί τε ἀναγωγὴν ἡ ναῦς εἶχεν, ἐπέρρεον αὐτῇ σμι‐ κρᾷ οὔσῃ πλείους ἕτεροι βουλόμενοι τῷ Ἀπολλωνίῳ
5ξυμπλεῖν, καὶ γὰρ μετόπωρον ἤδη ἐτύγχανε καὶ ἡ θάλαττα ἧττον βεβαία. πάντες οὖν καὶ χειμῶνος καὶ πυρὸς καὶ τῶν χαλεπωτάτων κρείττω τὸν ἄνδρα ἡγούμενοι ξυνεμβαίνειν ἤθελον καὶ ἐδέοντο προσ‐
δοῦναί σφισι τῆς κοινωνίας τοῦ πλοῦ. ἐπεὶ δὲ τὸ132
10πλήρωμα πολλαπλάσιον ἦν τῆς νεώς, ναῦν μείζω ἑτέραν ἐπισκεψάμενος, πολλαὶ δὲ περὶ τὸ Αἰάντειον ἦσαν „ἐνταῦθα“ ἔφη „ἐμβαίνωμεν, καλὸν γὰρ τὸ μετὰ πλειόνων σώζεσθαι.“ περιβαλὼν οὖν τὸ Τρωι‐ κὸν ἀκρωτήριον, ἐκέλευσε τὸν κυβερνήτην κατασχεῖν
15ἐς τὴν Αἰολέων, ἣ ἀντιπέρας Λέσβου κεῖται, πρὸς Μήθυμνάν τε μᾶλλον τετραμμένον ποιεῖσθαι τὸν ὅρμον. „ἐνταῦθα γάρ που τὸν Παλαμήδην φησὶν ὁ Ἀχιλλεὺς κεῖσθαι, οὗ καὶ ἄγαλμα αὐτοῦ εἶναι πηχυαῖον, ἐν πρεσβυτέρῳ, ἢ ὡς Παλαμήδης, τῷ
20εἴδει.“ καὶ ἅμα ἐξιὼν τῆς νεὼς „ἐπιμεληθῶμεν“, εἶπεν „ὦ ἄνδρες Ἕλληνες, ἀγαθοῦ ἀνδρός, δι’ ὃν σοφία πᾶσα, καὶ γὰρ ἂν καὶ τῶν γε Ἀχαιῶν βελ‐ τίους γενοίμεθα, τιμῶντες δι’ ἀρετήν, ὃν ἐκεῖνοι δίκῃ οὐδεμιᾷ ἀπέκτειναν.“ οἱ μὲν δὴ ἐξεπήδων
25τῆς νεώς, ὁ δὲ ἐνέτυχε τῷ τάφῳ καὶ τὸ ἄγαλμα κατορωρυγμένον πρὸς αὐτῷ εὗρεν. ἐπεγέγραπτο δὲ τῇ βάσει τοῦ ἀγάλματος ΘΕΙΩΙ ΠΑΛΑΜΗΔΕΙ. καθιδρύσας οὖν αὐτό, ὡς κἀγὼ εἶδον, καὶ ἱερὸν περὶ αὐτὸ βαλόμενος, ὅσον οἱ τὴν Ἐνοδίαν τιμῶν‐
30τες, ἔστι γὰρ ὡς δέκα ξυμπότας ἐν αὐτῷ εὐωχεῖ‐ σθαι, τοιάνδε εὐχὴν ηὔξατο· „Παλάμηδες, ἐκλάθου τῆς μήνιδος, ἣν ἐν τοῖς Ἀχαιοῖς ποτε ἐμήνισας, καὶ δίδου γίγνεσθαι πολλούς τε καὶ σοφοὺς ἄνδρας. ναὶ Παλάμηδες, δι’ ὃν λόγοι, δι’ ὃν Μοῦσαι, δι’
35ὃν ἐγώ.“
VA
.

4

.

14

Παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσ‐ ορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμε‐ λῆσθαι αὐτόν. ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοί‐
5των ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον
μήτ’ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ „πέπαυσο“ ἔφη „τῶν ἐμῶν, καὶ γὰρ δὴ (καὶ) ᾄδοντά σε ἱκανῶς ἤνεγκα“.133
VA
.

4

.

15

Πλεόντων δὲ αὐτῶν μετὰ ταῦτα τὸ ἐπ’ Εὐβοίας πέλαγος, ὃ καὶ Ὁμήρῳ δοκεῖ τῶν χαλεπῶν καὶ δυσμε‐ τρήτων εἶναι, ἡ μὲν θάλαττα ὑπτία καὶ τῆς ὥρας κρείττων ἐφαίνετο λόγοι τε ἐγίγνοντο περί τε νήσων,
5ἐπειδὴ πολλαῖς τε καὶ ὀνομασταῖς ἐνετύγχανον, περί τε ναυπηγίας καὶ κυβερνητικῆς πρόσφοροι τοῖς πλέ‐ ουσιν, ἐπεὶ δὲ ὁ Δάμις τοὺς μὲν διέβαλλε τῶν λό‐ γων, τοὺς δὲ ὑπετέμνετο, τοὺς δὲ οὐ ξυνεχώρει ἐρωτᾶν, ξυνῆκεν ὁ Ἀπολλώνιος, ὅτι λόγον ἕτερον
10σπουδάσαι βούλοιτο, καὶ „τί παθών“, ἔφη „ὦ Δάμι, διασπᾷς τὰ ἐρωτώμενα; οὐ γὰρ ναυτιῶν γε ἢ ὑπὸ τοῦ πλοῦ πονήρως ἔχων ἀποστρέφῃ τοὺς λόγους, ἡ γὰρ θάλαττα, ὁρᾷς, ὡς ὑποτέθεικεν ἑαυτὴν τῇ νηὶ καὶ πέμπει. τί οὖν δυσχεραίνεις;“ „ὅτι“ ἔφη „λό‐
15γου μεγάλου ἐν μέσῳ ὄντος, ὃν εἰκὸς ἦν ἐρωτᾶν μᾶλλον, ἡμεῖς δὲ τοὺς ἑώλους τε καὶ ἀρχαίους ἐρω‐ τῶμεν.“ „καὶ τίσ“ εἶπεν „ὁ λόγος οὗτος εἴη ἄν, δι’ ὃν τοὺς ἄλλους ἡγῇ περιττούς;“ „Ἀχιλλεῖ“ ἔφη „ξυγγενόμενος, ὦ Ἀπολλώνιε, καὶ πολλὰ ἴσως δια‐
20κηκοὼς μήπω ἡμῖν γιγνωσκόμενα οὐ δίει ταῦτα, οὐδὲ τὸ εἶδος ἡμῖν τοῦ Ἀχιλλέως ἀνατυποῖς, περι‐ πλεῖς δὲ τὰς νήσους καὶ ναυπηγεῖς τῷ λόγῳ.“ „εἰ μὴ ἀλαζονεύεσθαι“ ἔφη „δόξω, πάντα εἰρήσεται.“
VA
.

4

.

16

δεομένων δὲ καὶ τῶν ἄλλων τοῦ λόγου τούτου καὶ φιληκόως ἐχόντων αὐτοῦ „ἀλλ’ οὐχὶ βόθρον“ εἶπεν „Ὀδυσσέως ὀρυξάμενος, οὐδὲ ἀρνῶν αἵματι ψυχα‐ γωγήσας ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ’ εὐξά‐
5μενος, ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασιν εὔχεσθαι, „ὦ
Ἀχιλλεῦ,“ ἔφην „τεθνάναι σε οἱ πολλοὶ τῶν ἀνθρώ‐ πων φασίν, ἐγὼ δὲ οὐ ξυγχωρῶ τῷ λόγῳ, οὐδὲ Πυ‐ θαγόρας σοφίας * ἐμῆς πρόγονος. εἰ δὴ ἀληθεύομεν, δεῖξον ἡμῖν τὸ σεαυτοῦ εἶδος, καὶ γὰρ ἂν ὄναιο ἄγαν134
10τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο.“ ἐπὶ τούτοις σεισμὸς μὲν περὶ τὸν κολωνὸν βραχὺς ἐγένετο, πεντάπηχυς δὲ νεανίας ἀνεδόθη Θετταλικὸς τὴν χλαμύδα, τὸ δὲ εἶδος οὐκ ἀλαζών τις ἐφαίνετο, ὡς ἐνίοις ὁ Ἀχιλλεὺς δοκεῖ, δεινός τε
15ὁρώμενος οὐκ ἐξήλλαττε τοῦ φαιδροῦ, τὸ δὲ κάλλος οὔπω μοι δοκεῖ ἐπαινέτου ἀξίου ἐπειλῆφθαι καίτοι Ὁμήρου πολλὰ ἐπ’ αὐτῷ εἰπόντος, ἀλλὰ ἄρρητον εἶναι καὶ καταλύεσθαι μᾶλλον ὑπὸ τοῦ ὑμνοῦντος ἢ παραπλησίως ἑαυτῷ ᾄδεσθαι. ὁρώμενος δέ, ὁπό‐
20σον εἶπον, μείζων ἐγίγνετο καὶ διπλάσιος καὶ ὑπὲρ τοῦτο, δωδεκάπηχυς γοῦν ἐφάνη μοι, ὅτε δὴ τελεώ‐ τατος ἑαυτοῦ ἐγένετο, καὶ τὸ κάλλος ἀεὶ ξυνεπεδίδου τῷ μήκει. τὴν μὲν δὴ κόμην οὐδὲ κείρασθαί ποτε ἔλεγεν, ἀλλὰ ἄσυλον φυλάξαι τῷ Σπερχειῷ, ποτα‐
25μῶν γὰρ πρώτῳ Σπερχειῷ χρήσασθαι, τὰ γένεια δ’ αὐτῷ πρώτας ἐκβολὰς εἶχε. προσειπὼν δέ με „ἀσμέ‐ νωσ“ εἶπεν „ἐντετύχηκά σοι, πάλαι δεόμενος ἀνδρὸς τοιοῦδε· Θετταλοὶ γὰρ τὰ ἐναγίσματα χρόνον ἤδη πολὺν ἐκλελοίπασί μοι, καὶ μηνίειν μὲν οὔπω ἀξιῶ,
30μηνίσαντος γὰρ ἀπολοῦνται μᾶλλον ἢ οἱ ἐνταῦθά ποτε Ἕλληνες, ξυμβουλίᾳ δὲ ἐπιεικεῖ χρῶμαι, μὴ ὑβρίζειν σφᾶς ἐς τὰ νόμιμα, μηδὲ κακίους ἐλέγχε‐ σθαι τουτωνὶ τῶν Τρώων, οἳ τοσούσδε ἄνδρας ὑπ’ ἐμοῦ ἀφαιρεθέντες δημοσίᾳ τε θύουσί μοι καὶ ὡραίων
35ἀπάρχονται καὶ ἱκετηρίαν τιθέμενοι σπονδὰς αἰτοῦ‐ σιν, ἃς ἐγὼ οὐ δώσω· τὰ γὰρ ἐπιορκηθέντα τούτοις ἐπ’ ἐμὲ οὐκ ἐάσει τὸ Ἴλιόν ποτε τὸ ἀρχαῖον ἀναλα‐
βεῖν εἶδος, οὐδὲ τυχεῖν ἀκμῆς, ὁπόση περὶ πολλὰς τῶν καθῃρημένων ἐγένετο, ἀλλ’ οἰκήσουσιν αὐτὸ135
40βελτίους οὐδὲν ἢ εἰ χθὲς ἥλωσαν. ἵν’ οὖν μὴ καὶ τὰ Θετταλῶν ἀποφαίνω ὅμοια, πρέσβευε παρὰ τὸ κοινὸν αὐτῶν ὑπὲρ ὧν εἶπον.“ „πρεσβεύσω“, ἔφην „ὁ γὰρ νοῦς τῆς πρεσβείας ἦν μὴ ἀπολέσθαι αὐτούς. ἀλλ’ ἐγώ τί σου, Ἀχιλλεῦ, δέομαι.“ „ξυνίημι“, ἔφη
45„δῆλος γὰρ εἶ περὶ τῶν Τρωικῶν (ἐρωτήσων)· ἐρώτα δὲ λόγους πέντε, οὓς αὐτός τε βούλει καὶ Μοῖραι ξυγχωροῦσιν.“ ἠρόμην οὖν πρῶτον, εἰ κατὰ τὸν τῶν ποιητῶν λόγον ἔτυχε τάφου. „κεῖμαι μέν,“ εἶπεν „ὡς ἔμοιγε ἥδιστον καὶ Πατρόκλῳ ἐγένετο,
VA
.

4

.

16

(50)

ξυνέβημεν γὰρ δὴ κομιδῇ νέοι, ξυνέχει δὲ ἄμφω χρυ‐ σοῦς ἀμφορεὺς κειμένους, ὡς ἕνα. Μουσῶν δὲ θρῆ‐ νοι καὶ Νηρηίδων, οὓς ἐπ’ ἐμοὶ γενέσθαι φασί, Μοῦ‐ σαι μὲν οὐδ’ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηίδες δὲ ἔτι φοιτῶσι.“ μετὰ ταῦτα δὲ ἠρόμην, εἰ ἡ Πολυξένη
55ἐπισφαγείη αὐτῷ, ὁ δὲ ἀληθὲς μὲν ἔφη τοῦτο εἶναι, σφαγῆναι δὲ αὐτὴν οὐχ ὑπὸ τῶν Ἀχαιῶν, ἀλλ’ ἑκοῦσαν ἐπὶ τὸ σῆμα ἐλθοῦσαν καὶ τὸν ἑαυτῆς τε κἀκείνου ἔρωτα μεγάλων ἀξιῶσαι προσπεσοῦσαν ξί‐ φει ὀρθῷ. τρίτον ἠρόμην· ἡ Ἑλένη, ὦ Ἀχιλλεῦ, ἐς
60Τροίαν ἦλθεν ἢ Ὁμήρῳ ἔδοξεν ὑποθέσθαι ταῦτα;“ „πολὺν“ ἔφη „χρόνον ἐξηπατώμεθα πρεσβευόμενοί τε παρὰ τοὺς Τρῶας καὶ ποιούμενοι τὰς ὑπὲρ αὐτῆς μάχας, ὡς ἐν τῷ Ἰλίῳ οὔσης, ἡ δ’ Αἴγυπτόν τε ᾤκει καὶ τὸν Πρωτέως οἶκον ἁρπασθεῖσα ὑπὸ τοῦ Πάρι‐
65δος. ἐπεὶ δὲ ἐπιστεύθη τοῦτο, ὑπὲρ αὐτῆς τῆς Τροίας λοιπὸν ἐμαχόμεθα, ὡς μὴ αἰσχρῶς ἀπέλθοι‐ μεν.“ ἡψάμην καὶ τετάρτης ἐρωτήσεως καὶ θαυμά‐ ζειν ἔφην, εἰ τοσούσδε ὁμοῦ καὶ τοιούσδε ἄνδρας ἡ Ἑλλὰς ἤνεγκεν, ὁπόσους Ὅμηρος ἐπὶ τὴν Τροίαν
70ξυντάττει. ὁ δὲ Ἀχιλλεὺς „οὐδὲ οἱ βάρβαροι“ ἔφη „πολὺ ἡμῶν ἐλείποντο, οὕτως ἡ γῆ πᾶσα ἀρετῆς ἤν‐ θησε.“ πέμπτον δ’ ἠρόμην· τί παθὼν Ὅμηρος τὸν Παλαμήδην οὐκ οἶδεν, ἢ οἶδε μέν, ἐξαιρεῖ δὲ τοῦ περὶ ὑμῶν λόγου; „εἰ Παλαμήδησ“ εἶπεν „ἐς Τροίαν136
75οὐκ ἦλθεν, οὐδὲ Τροία ἐγένετο· ἐπεὶ δὲ ἀνὴρ σο‐ φώτατός τε καὶ μαχιμώτατος ἀπέθανεν, ὡς Ὀδυσσεῖ ἔδοξεν, οὐκ ἐσάγεται αὐτὸν ἐς τὰ ποιήματα Ὅμηρος, ὡς μὴ τὰ ὀνείδη τοῦ Ὀδυσσέως ᾄδοι.“ καὶ ἐπολο‐ φυράμενος αὐτῷ ὁ Ἀχιλλεὺς ὡς μεγίστῳ τε καὶ καλ‐
80λίστῳ νεωτάτῳ τε καὶ πολεμικωτάτῳ σωφροσύνῃ τε ὑπερβαλομένῳ πάντας καὶ πολλὰ ξυμβαλομένῳ ταῖς Μούσαις „ἀλλὰ σύ,“ ἔφη „Ἀπολλώνιε, σοφοῖς γὰρ πρὸς σοφοὺς ἐπιτήδεια, τοῦ τε τάφου ἐπιμελήθητι καὶ τὸ ἄγαλμα τοῦ Παλαμήδους ἀνάλαβε φαύλως
85ἐρριμμένον· κεῖται δὲ ἐν τῇ Αἰολίδι κατὰ Μήθυ‐ μναν τὴν ἐν Λέσβῳ.“ ταῦτα εἰπὼν καὶ ἐπὶ πᾶσι τὰ περὶ τὸν νεανίαν τὸν ἐκ Πάρου ἀπῆλθε ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.
VA
.

4

.

17

Τοιαῦτα μὲν τὰ ἐπὶ τῆς νεώς, ἐς δὲ τὸν Πειραιᾶ ἐσπλεύσας περὶ μυστηρίων ὥραν, ὅτε Ἀθηναῖοι πο‐ λυανθρωπότατα Ἑλλήνων πράττουσιν, ἀνῄει ξυν‐ τείνας ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ, προιὼν δὲ πολλοῖς
5τῶν φιλοσοφούντων ἐνετύγχανε Φάληράδε κατιοῦσιν, ὧν οἱ μὲν γυμνοὶ ἐθέροντο, καὶ γὰρ τὸ μετόπωρον εὐήλιον τοῖς Ἀθηναίοις, οἱ δὲ ἐκ βιβλίων ἐσπούδα‐ ζον, οἱ δ’ ἀπὸ στόματος ἠσκοῦντο, οἱ δὲ ἤριζον. παρῄει δὲ οὐδεὶς αὐτόν, ἀλλὰ τεκμηράμενοι πάντες,
10ὡς εἴη Ἀπολλώνιος, ξυνανεστρέφοντό τε καὶ ἠσπά‐ ζοντο χαίροντες, νεανίσκοι δὲ ὁμοῦ δέκα περιτυχόν‐ τες αὐτῷ „νὴ τὴν Ἀθηνᾶν ἐκείνην,“ ἔφασαν ἀνα‐
τείναντες τὰς χεῖρας ἐς τὴν ἀκρόπολιν, ἡμεῖς ἄρτι ἐς Πειραιᾶ ἐβαδίζομεν πλευσόμενοι ἐς Ἰωνίαν παρὰ137
15σέ.“ ὁ δὲ ἀπεδέχετο αὐτῶν καὶ ξυγχαίρειν ἔφη φι‐ λοσοφοῦσιν.
VA
.

4

.

18

Ἦν μὲν δὴ Ἐπιδαυρίων ἡμέρα. τὰ δὲ Ἐπιδαύρια μετὰ πρόρρησίν τε καὶ ἱερεῖα δεῦρο μυεῖν Ἀθηναίοις πάτριον ἐπὶ θυσίᾳ δευτέρᾳ, τουτὶ δὲ ἐνόμισαν Ἀσκλη‐ πιοῦ ἕνεκα, ὅτι δὴ ἐμύησαν αὐτὸν ἥκοντα Ἐπιδαυ‐
5ρόθεν ὀψὲ μυστηρίων. ἀμελήσαντες δὲ οἱ πολλοὶ τοῦ μυεῖσθαι περὶ τὸν Ἀπολλώνιον εἶχον καὶ τοῦτ’ ἐσπού‐ δαζον μᾶλλον ἢ τὸ ἀπελθεῖν τετελεσμένοι, ὁ δὲ ξυν‐ έσεσθαι μὲν αὐτοῖς αὖθις ἔλεγεν, ἐκέλευσε δὲ πρὸς τοῖς ἱεροῖς τότε γίγνεσθαι, καὶ γὰρ αὐτὸς μυεῖσθαι.
10ὁ δὲ ἱεροφάντης οὐκ ἐβούλετο παρέχειν τὰ ἱερά, μὴ γὰρ ἄν ποτε μυῆσαι γόητα, μηδὲ τὴν Ἐλευσῖνα ἀνοῖ‐ ξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ὁ δὲ Ἀπολ‐ λώνιος οὐδὲν ὑπὸ τούτων ἥττων αὑτοῦ γενόμενος „οὔπω“ ἔφη „τὸ μέγιστον, ὧν ἐγὼ ἐγκληθείην ἄν,
15εἴρηκας, ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον.“ ἐπαινεσάντων δὲ τῶν παρόντων, ὡς ἐρρω‐ μένως καὶ παραπλησίως αὑτῷ ἀπεκρίνατο, ὁ μὲν ἱεροφάντης, ἐπειδὴ ἐξείργων αὐτὸν οὐ φίλα τοῖς πολ‐
20λοῖς ἐδόκει πράττειν, μετέβαλε τοῦ τόνου καὶ „μυοῦ“, ἔφη „σοφὸς γάρ τις ἥκειν ἔοικασ“, ὁ δὲ Ἀπολλώνιος „μυήσομαι“ ἔφη „αὖθις, μυήσει δέ με ὁ δεῖνα“ προ‐ γνώσει χρώμενος ἐς τὸν μετ’ ἐκεῖνον ἱεροφάντην, ὃς μετὰ τέτταρα ἔτη τοῦ ἱεροῦ προὔστη.
VA
.

4

.

19

Τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δά‐ μις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδα‐ σθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλο‐
5θύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπέν‐ δοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει.138
10διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτ’ ἐλέγχων τὸν ἱεροφάντην δι’ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε· τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;
VA
.

4

.

20

Διαλεγομένου δὲ αὐτοῦ περὶ τοῦ σπένδειν παρ‐ έτυχε μὲν τῷ λόγῳ μειράκιον τῶν ἁβρῶν οὕτως ἀσελ‐ γὲς νομιζόμενον, ὡς γενέσθαι ποτὲ καὶ ἁμαξῶν ᾆσμα, πατρὶς δὲ αὐτῷ Κέρκυρα ἦν καὶ ἐς Ἀλκίνουν ἀνέ‐
5φερε τὸν ξένον τοῦ Ὀδυσσέως τὸν Φαίακα, καὶ διῄει μὲν ὁ Ἀπολλώνιος περὶ τοῦ σπένδειν, ἐκέλευε δὲ μὴ πίνειν τοῦ ποτηρίου τούτου, φυλάττειν δὲ αὐτὸ τοῖς θεοῖς ἄχραντόν τε καὶ ἄποτον. ἐπεὶ δὲ καὶ ὦτα ἐκέ‐ λευσε τῷ ποτηρίῳ ποιεῖσθαι καὶ σπένδειν κατὰ τὸ
10οὖς, ἀφ’ οὗ μέρους ἥκιστα πίνουσιν ἄνθρωποι, τὸ μειράκιον κατεσκέδασε τοῦ λόγου πλατύν τε καὶ ἀσελγῆ γέλωτα· ὁ δὲ ἀναβλέψας ἐς αὐτὸ „οὐ σὺ“ ἔφη „ταῦτα ὑβρίζεις, ἀλλ’ ὁ δαίμων, ὃς ἐλαύνει σε οὐκ εἰδότα.“ ἐλελήθει δὲ ἄρα δαιμονῶν τὸ μειρά‐
15κιον· ἐγέλα τε γὰρ ἐφ’ οἷς οὐδεὶς ἕτερος καὶ μετέ‐ βαλλεν ἐς τὸ κλάειν αἰτίαν οὐκ ἔχον, διελέγετό τε πρὸς ἑαυτὸν καὶ ᾖδε. καὶ οἱ μὲν πολλοὶ τὴν νεότητα σκιρτῶσαν ᾤοντο ἐκφέρειν αὐτὸ ἐς ταῦτα, ὁ δ’ ὑπε‐ κρίνετο ἄρα τῷ δαίμονι καὶ ἐδόκει παροινεῖν, ἃ ἐπα‐
20ρῴνει τότε, ὁρῶντός τε ἐς αὐτὸ τοῦ Ἀπολλωνίου, δεδοικότως τε καὶ ὀργίλως φωνὰς ἠφίει τὸ εἴδωλον, ὁπόσαι καομένων τε καὶ στρεβλουμένων εἰσίν, ἀφεξε‐
σθαί τε τοῦ μειρακίου ὤμνυ καὶ μηδενὶ ἀνθρώπων ἐμπεσεῖσθαι. τοῦ δὲ οἷον δεσπότου πρὸς ἀνδράπο‐139
25δον ποικίλον πανοῦργόν τε καὶ ἀναιδὲς καὶ τὰ τοι‐ αῦτα ξὺν ὀργῇ λέγοντος καὶ κελεύοντος αὐτῷ ξὺν τεκμηρίῳ ἀπαλλάττεσθαι „τὸν δεῖνα“ ἔφη „κατα‐ βαλῶ ἀνδριάντα“ δείξας τινὰ τῶν περὶ τὴν Βασί‐ λειον στοάν, πρὸς ᾗ ταῦτα ἐπράττετο· ἐπεὶ δὲ ὁ
30ἀνδριὰς ὑπεκινήθη πρῶτον, εἶτα ἔπεσε, τὸν μὲν θό‐ ρυβον τὸν ἐπὶ τούτῳ καὶ ὡς ἐκρότησαν ὑπὸ θαύ‐ ματος τί ἄν τις γράφοι; τὸ δὲ μειράκιον, ὥσπερ ἀφυ‐ πνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν αἰδῶ τε ἐπεσπάσατο πάντων ἐς αὐτὸ
35ἐστραμμένων ἀσελγές τε οὐκέτι ἐφαίνετο, οὐδὲ ἄτα‐ κτον βλέπον, ἀλλ’ ἐπανῆλθεν ἐς τὴν ἑαυτοῦ φύσιν μεῖον οὐδὲν ἢ εἰ φαρμακοποσίᾳ ἐκέχρητο, μεταβαλόν τε τῶν χλανιδίων καὶ λῃδίων καὶ τῆς ἄλλης συβάρι‐ δος ἐς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος καὶ ἐς τὰ
40τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο.
VA
.

4

.

21

Ἐπιπλῆξαι δὲ λέγεται περὶ Διονυσίων Ἀθη‐ ναίοις, ἃ ποιεῖταί σφισιν ἐν ὥρᾳ τοῦ ἀνθεστηριῶ‐ νος· ὁ μὲν γὰρ μονῳδίας ἀκροασομένους καὶ μελο‐ ποιίας παραβάσεών τε καὶ ῥυθμῶν, ὁπόσοι κωμῳδίας
5τε καὶ τραγῳδίας εἰσίν, ἐς τὸ θέατρον ξυμφοιτᾶν ᾤετο, ἐπεὶ δὲ ἤκουσεν, ὅτι αὐλοῦ ὑποσημήναντος λυγισμοὺς ὀρχοῦνται καὶ μεταξὺ τῆς Ὀρφέως ἐπο‐ ποιίας τε καὶ θεολογίας τὰ μὲν ὡς Ὧραι, τὰ δὲ ὡς Νύμφαι, τὰ δὲ ὡς Βάκχαι πράττουσιν, ἐς ἐπίπληξιν
10τούτου κατέστη καὶ „παύσασθε“ εἶπεν „ἐξορχού‐ μενοι τοὺς Σαλαμινίους καὶ πολλοὺς ἑτέρους κειμέ‐ νους ἀγαθοὺς ἄνδρας, εἰ μὲν γὰρ Λακωνικὴ ταῦτα ὄρχησις, εὖγε οἱ στρατιῶται, γυμνάζεσθε γὰρ πολέμῳ καὶ ξυνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύ‐
15δουσα, τί φῶ περὶ τῶν τροπαίων; οὐ γὰρ κατὰ Μήδων ταῦτα ἢ Περσῶν, καθ’ ὑμῶν δὲ ἑστήξει, τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε. κροκωτοὶ δὲ ὑμῖν καὶ ἁλουργία καὶ κοκκοβαφία τοιαύτη πόθεν; οὐδὲ γὰρ αἱ Ἀχαρναί γε ὧδε ἐστέλλοντο, οὐδὲ ὁ Κολωνὸς ὧδε140
20ἵππευε. καὶ τί λέγω ταῦτα; γυνὴ ναύαρχος ἐκ Κα‐ ρίας ἐφ’ ὑμᾶς ἔπλευσε μετὰ Ξέρξου, καὶ ἦν αὐτῇ γυναικεῖον οὐδέν, ἀλλ’ ἀνδρὸς στολὴ καὶ ὅπλα, ὑμεῖς δὲ ἁβρότεροι τῶν Ξέρξου γυναικῶν ἐφ’ ἑαυτοὺς στέλλεσθε οἱ γέροντες οἱ νέοι τὸ ἐφηβικόν, οἳ πάλαι
25μὲν ὤμνυσαν ἐς Ἀγραύλου φοιτῶντες ὑπὲρ τῆς πατρίδος ἀποθανεῖσθαι καὶ ὅπλα θήσεσθαι, νῦν δὲ ἴσως ὀμοῦνται ὑπὲρ τῆς πατρίδος βακχεύσειν καὶ θύρσον λήψεσθαι κόρυν μὲν οὐδεμίαν φέρον, γυναι‐ κομίμῳ δὲ μορφώματι, κατὰ τὸν Εὐριπίδην, αἰσχρῶς
30διαπρέπον. ἀκούω δὲ ὑμᾶς καὶ ἀνέμους γίγνεσθαι καὶ λῄδια ἀνασείειν λέγεσθε ἔπιπλα μετεώρως αὐτὰ κολποῦντες. ἔδει δὲ ἀλλὰ τούτους γε αἰδεῖσθαι, ξυμ‐ μάχους ὄντας καὶ πνεύσαντας ὑπὲρ ὑμῶν μέγα, μηδὲ τὸν Βορέαν κηδεστήν γε ὄντα καὶ παρὰ πάντας τοὺς
35ἀνέμους ἄρσενα ποιεῖσθαι θῆλυν, οὐδὲ γὰρ τῆς Ὠρειθυίας ἐραστὴς ἄν ποτε ὁ Βορέας ἐγένετο, εἰ κἀκείνην ὀρχουμένην εἶδε.“
VA
.

4

.

22

Διωρθοῦτο δὲ κἀκεῖνο Ἀθήνησιν· οἱ Ἀθηναῖοι ξυνιόντες ἐς θέατρον τὸ ὑπὸ τῇ ἀκροπόλει προσεῖχον σφαγαῖς ἀνθρώπων καὶ ἐσπουδάζετο ταῦτα ἐκεῖ μᾶλ‐ λον ἢ ἐν Κορίνθῳ νῦν, χρημάτων τε μεγάλων ἐωνη‐
5μένοι ἤγοντο μοιχοὶ καὶ πόρνοι καὶ τοιχωρύχοι καὶ βαλαντιοτόμοι καὶ ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη, οἱ δ’ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ξυμπίπτειν. ἐλάβετο δὲ καὶ τούτων ὁ Ἀπολλώνιος καὶ καλούντων αὐτὸν ἐς ἐκκλησίαν Ἀθηναίων οὐκ ἂν ἔφη παρελ‐
10θεῖν ἐς χωρίον ἀκάθαρτον καὶ λύθρου μεστόν. ἔλεγε δὲ ταῦτα ἐν ἐπιστολῇ. καὶ θαυμάζειν ἔλεγεν „ὅπως ἡ θεὸς οὐ καὶ τὴν ἀκρόπολιν ἤδη ἐκλείπει τοιοῦτον αἷμα ὑμῶν ἐκχεόντων αὐτῇ. δοκεῖτε γάρ μοι προ‐ ιόντες, ἐπειδὰν τὰ Παναθήναια πέμπητε, μηδὲ βοῦς141
15ἔτι, ἀλλ’ ἑκατόμβας ἀνθρώπων καταθύσειν τῇ θεῷ. σὺ δέ, Διόνυσε, μετὰ τοιοῦτον αἷμα ἐς τὸ θέατρον φοιτᾷς; κἀκεῖ σοι σπένδουσιν οἱ σοφοὶ Ἀθηναῖοι; μετάστηθι καὶ σύ, Διόνυσε· Κιθαιρὼν καθαρώτε‐ ρος.“ τοιάδε εὗρον τὰ σπουδαιότατα τῶν φιλοσοφη‐
20θέντων Ἀθήνησιν αὐτῷ τότε.
VA
.

4

.

23

Ἐπρέσβευσε δὲ καὶ παρὰ τοὺς Θετταλοὺς ὑπὲρ τοῦ Ἀχιλλέως κατὰ τοὺς ἐν Πυλαίᾳ ξυλλόγους, ἐν οἷς οἱ Θετταλοὶ τὰ Ἀμφικτυονικὰ πράττουσιν, οἱ δὲ δείσαντες ἐψηφίσαντο ἀναλαβεῖν τὰ προσήκοντα τῷ
5τάφῳ. καὶ τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου μο‐ νονοὺ περιέβαλεν ἀγασθεὶς τὸν ἄνδρα. ἐπὶ δὲ τὸν κολωνὸν βαδίζων, ἐφ’ οὗ λέγονται Λακεδαιμόνιοι περιχωσθῆναι τοῖς τοξεύμασιν, ἤκουσε τῶν ὁμιλητῶν διαφερομένων ἀλλήλοις, ὅ τι εἴη τὸ ὑψηλότατον τῆς
10Ἑλλάδος, παρεῖχε δὲ ἄρα τὸν λόγον ἡ Οἴτη τὸ ὄρος ἐν ὀφθαλμοῖς οὖσα, καὶ ἀνελθὼν ἐπὶ τὸν λόφον, „ἐγὼ“ ἔφη „τὸ ὑψηλότατον τοῦτο ἡγοῦμαι, οἱ γὰρ ἐνταῦθα ὑπὲρ ἐλευθερίας ἀποθανόντες ἀντανήγαγον αὐτὸ τῇ Οἴτῃ καὶ ὑπὲρ πολλοὺς Ὀλύμπους ἦραν.
15ἐγὼ δὲ ἄγαμαι μὲν καὶ τούσδε τοὺς ἄνδρας, τὸν δὲ Ἀκαρνᾶνα Μεγιστίαν καὶ πρὸ τούτων, ἃ γὰρ πεισο‐ μένους ἐγίγνωσκε, τούτων ἐπεθύμησε κοινωνῆσαι τοῖς ἀνδράσιν, οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι.
VA
.

4

.

24

Ἐπεφοίτησε δὲ καὶ τοῖς Ἑλληνικοῖς ἱεροῖς πᾶσι τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ τῷ ἐν Ἀβαῖς,
ἐς Ἀμφιάρεώ τε καὶ Τροφωνίου ἐβάδισε καὶ ἐς τὸ Μουσεῖον τὸ ἐν Ἑλικῶνι ἀνέβη. φοιτῶντι δὲ ἐς τὰ142
5ἱερὰ καὶ διορθουμένῳ αὐτὰ ξυνεφοίτων μὲν οἱ ἱερεῖς, ἠκολούθουν δὲ οἱ γνώριμοι, λόγων τε κρατῆρες ἵσταντο καὶ ἠρύοντο αὐτῶν οἱ διψῶντες. ὄντων δὲ καὶ Ὀλυμπίων καὶ καλούντων αὐτὸν Ἠλείων ἐπὶ κοινωνίαν τοῦ ἀγῶνος „δοκεῖτέ μοι“ ἔφη „διαβάλ‐
10λειν τὴν τῶν Ὀλυμπίων δόξαν πρεσβειῶν δεόμενοι πρὸς τοὺς αὐτόθεν ἥξοντας.“ γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν μυκησαμένης τῆς περὶ τὸ Λέχαιον θαλάτ‐ της „οὗτοσ“ εἶπεν „ὁ αὐχὴν τῆς γῆς τετμήσεται, μᾶλλον δὲ οὔ.“ εἶχε δὲ αὐτῷ καὶ τοῦτο πρόρρησιν
15τῆς μικρὸν ὕστερον περὶ τὸν Ἰσθμὸν τομῆς, ἣν μετὰ ἔτη ἑπτὰ Νέρων διενοήθη· τὰ γὰρ βασίλεια ἐκλι‐ πὼν ἐς τὴν Ἑλλάδα ἀφίκετο κηρύγμασιν ὑποθήσων ἑαυτὸν Ὀλυμπικοῖς τε καὶ Πυθικοῖς, ἐνίκα δὲ καὶ Ἰσθμοῖ· αἱ δὲ νῖκαι ἦσαν κιθαρῳδίαι καὶ κήρυκες,
20ἐνίκα δὲ καὶ τραγῳδοὺς ἐν Ὀλυμπίᾳ. τότε λέγεται καὶ τῆς περὶ τὸν Ἰσθμὸν καινοτομίας ἅψασθαι περί‐ πλουν αὐτὸν ἐργαζόμενος καὶ τὸν Αἰγαῖον τῷ Ἀδρίᾳ ξυμβάλλων, ὡς μὴ πᾶσα ναῦς ὑπὲρ Μαλέαν πλέοι κομίζοιντό τε αἱ πολλαὶ διὰ τοῦ ῥήγματος ξυντέ‐
25μνουσαι τὰς περιβολὰς τοῦ πλοῦ. πῆ δὲ ἀπέβη τὸ τοῦ Ἀπολλωνίου λόγιον; ἡ ὀρυχὴ τὴν ἀρχὴν ἀπὸ Λεχαίου λαβοῦσα στάδια προὔβη ἴσως τέτταρα ξυν‐ εχῶς ὀρυττόντων, σχεῖν δὲ λέγεται Νέρων τὴν το‐ μὴν οἱ μὲν Αἰγυπτίων φιλοσοφησάντων αὐτῷ τὰς
30θαλάττας καὶ τὸ ὑπὲρ Λεχαίου πέλαγος ὑπερχυθὲν ἀφανιεῖν εἰπόντων τὴν Αἴγιναν, οἱ δὲ νεώτερα περὶ τῇ ἀρχῇ δείσαντα. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ τὸν Ἰσθμὸν τετμήσεσθαι καὶ οὐ τετμήσεσθαι.
VA
.

4

.

25

Ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημή‐
τριος ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λό‐ γων οὐκ ἀγεννῶς ἐπεμνήσθη, παθὼν δὲ πρὸς τὸν143
5Ἀπολλώνιον, ὅπερ φασὶ τὸν Ἀντισθένην πρὸς τὴν τοῦ Σωκράτους σοφίαν παθεῖν, εἵπετο αὐτῷ μαθη‐ τιῶν καὶ προσκείμενος τοῖς λόγοις καὶ τῶν αὐτῷ γνωρίμων τοὺς εὐδοκιμωτέρους ἐπὶ τὸν Ἀπολλώνιον ἔτρεπεν, ὧν καὶ Μένιππος ἦν ὁ Λύκιος ἔτη μὲν γε‐
10γονὼς πέντε καὶ εἴκοσι, γνώμης δὲ ἱκανῶς ἔχων καὶ τὸ σῶμα εὖ κατεσκευασμένος, ἐῴκει γοῦν ἀθλητῇ καλῷ καὶ ἐλευθερίῳ τὸ εἶδος. ἐρᾶσθαι δὲ τὸν Μέ‐ νιππον οἱ πολλοὶ ᾤοντο ὑπὸ γυναίου ξένου, τὸ δὲ γύναιον καλή τε ἐφαίνετο καὶ ἱκανῶς ἁβρὰ καὶ πλου‐
15τεῖν ἔφασκεν, οὐδὲν δὲ τούτων ἄρα ἀτεχνῶς ἦν, ἀλλὰ ἐδόκει πάντα. κατὰ γὰρ τὴν ὁδὸν τὴν ἐπὶ Κεγχρεὰς βαδίζοντι αὐτῷ μόνῳ φάσμα ἐντυχὸν γυνή τε ἐγένετο καὶ χεῖρα ξυνῆψεν ἐρᾶν αὐτοῦ πάλαι φάσκουσα, Φοίνισσα δὲ εἶναι καὶ οἰκεῖν ἐν προαστείῳ
20τῆς Κορίνθου, τὸ δεῖνα εἰποῦσα προάστειον, „ἐς ὃ ἑσπέρασ“ ἔφη „ἀφικομένῳ σοι ᾠδή τε ὑπάρξει ἐμοῦ ᾀδούσης καὶ οἶνος, οἷον οὔπω ἔπιες, καὶ οὐδὲ ἀντε‐ ραστὴς ἐνοχλήσει σε, βιώσομαι δὲ καλὴ ξὺν καλῷ.“ τούτοις ὑπαχθεὶς ὁ νεανίας, τὴν μὲν γὰρ ἄλλην φι‐
25λοσοφίαν ἔρρωτο, τῶν δὲ ἐρωτικῶν ἥττητο, ἐφοίτησε περὶ ἑσπέραν αὐτῇ καὶ τὸν λοιπὸν χρόνον ἐθάμιζεν, ὥσπερ παιδικοῖς, οὔπω ξυνεὶς τοῦ φάσματος. ὁ δὲ Ἀπολλώνιος ἀνδριαντοποιοῦ δίκην ἐς τὸν Μένιππον βλέπων ἐζωγράφει τὸν νεανίαν καὶ ἐθεώρει, κατα‐
30γνοὺς δὲ αὐτὸν „σὺ μέντοι“ εἶπεν „ὁ καλός τε καὶ ὑπὸ τῶν καλῶν γυναικῶν θηρευόμενος ὄφιν θάλπεις καὶ σὲ ὄφις.“ θαυμάσαντος δὲ τοῦ Μενίππου „ὅτι γυνή σοι“ ἔφη „ἐστὶν οὐ γαμετή. τί δέ; ἡγῇ ὑπ’
αὐτῆς ἐρᾶσθαι; „νὴ Δί’,“ εἶπεν „ἐπειδὴ διάκειται144
35πρός με ὡς ἐρῶσα.“ „καὶ γήμαις δ’ ἂν αὐτήν;“ ἔφη. „χαρίεν γὰρ ἂν εἴη τὸ ἀγαπῶσαν γῆμαι.“ ἤρετο οὖν „πηνίκα οἱ γάμοι;“ „θερμοὶ“ ἔφη „καὶ ἴσως αὔριον.“ ἐπιφυλάξας οὖν τὸν τοῦ συμποσίου και‐ ρὸν ὁ Ἀπολλώνιος καὶ ἐπιστὰς τοῖς δαιτυμόσιν ἄρτι
40ἥκουσι „ποῦ“ ἔφη „ἡ ἁβρά, δι’ ἣν ἥκετε;“ „ἐν‐ ταῦθα“ εἶπεν ὁ Μένιππος καὶ ἅμα ὑπανίστατο ἐρυ‐ θριῶν. „ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;“ „τῆς γυ‐ ναικός,“ ἔφη „τἀμὰ γὰρ τοσαῦτα“ δείξας τὸν ἑαυ‐
45τοῦ τρίβωνα. ὁ δὲ Ἀπολλώνιος „τοὺς Ταντάλου κήπουσ“ ἔφη „εἴδετε, ὡς ὄντες οὐκ εἰσί;“ „παρ’ Ὁμήρῳ γε,“ ἔφασαν „οὐ γὰρ ἐς Αἵδου γε καταβάν‐ τες.“ „τοῦτ’“ ἔφη „καὶ τουτονὶ τὸν κόσμον ἡγεῖσθε, οὐ γὰρ ὕλη ἐστίν, ἀλλὰ ὕλης δόξα. ὡς δὲ γιγνώ‐
VA
.

4

.

25

(50)

σκοιτε, ὃ λέγω, ἡ χρηστὴ νύμφη μία τῶν ἐμπουσῶν ἐστιν, ἃς λαμίας τε καὶ μορμολυκίας οἱ πολλοὶ ἡγοῦν‐ ται. ἐρῶσι δ’ αὗται καὶ ἀφροδισίων μέν, σαρκῶν δὲ μάλιστα ἀνθρωπείων ἐρῶσι καὶ παλεύουσι τοῖς ἀφροδισίοις, οὓς ἂν ἐθέλωσι δαίσασθαι.“ ἡ δὲ „εὐ‐
55φήμει“ ἔλεγε „καὶ ἄπαγε“ καὶ μυσάττεσθαι ἐδόκει, ἃ ἤκουε, καί που καὶ ἀπέσκωπτε τοὺς φιλοσόφους, ὡς ἀεὶ ληροῦντας. ἐπεὶ μέντοι τὰ ἐκπώματα τὰ χρυσᾶ καὶ ὁ δοκῶν ἄργυρος ἀνεμιαῖα ἠλέγχθη καὶ διέπτη τῶν ὀφθαλμῶν ἅπαντα οἰνοχόοι τε καὶ ὀψο‐
60ποιοὶ καὶ ἡ τοιαύτη θεραπεία πᾶσα ἠφανίσθησαν ἐλεγχόμενοι ὑπὸ τοῦ Ἀπολλωνίου, δακρύοντι ἐῴκει τὸ φάσμα καὶ ἐδεῖτο μὴ βασανίζειν αὐτό, μηδὲ ἀναγ‐ κάζειν ὁμολογεῖν, ὅ τι εἴη, ἐπικειμένου δὲ καὶ μὴ ἀνιέντος ἔμπουσά τε εἶναι ἔφη καὶ πιαίνειν ἡδοναῖς
65τὸν Μένιππον ἐς βρῶσιν τοῦ σώματος, τὰ γὰρ καλὰ
τῶν σωμάτων καὶ νέα σιτεῖσθαι ἐνόμιζεν, ἐπειδὴ ἀκραιφνὲς αὐτοῖς τὸ αἷμα. τοῦτον τὸν λόγον γνωρι‐ μώτατον τῶν Ἀπολλωνίου τυγχάνοντα ἐξ ἀνάγκης ἐμήκυνα, γιγνώσκουσι μὲν γὰρ πλείους αὐτόν, ἅτε145
70καθ’ Ἑλλάδα μέσην πραχθέντα, ξυλλήβδην δὲ αὐτὸν παρειλήφασιν, ὅτι ἕλοι ποτὲ ἐν Κορίνθῳ λάμιαν, ὅ τι μέντοι πράττουσαν καὶ ὅτι ὑπὲρ Μενίππου, οὔπω γιγνώσκουσιν, ἀλλὰ Δάμιδί τε καὶ ἐκ τῶν ἐκείνου λόγων ἐμοὶ εἴρηται.
VA
.

4

.

26

Τότε καὶ πρὸς Βάσσον διηνέχθη τὸν ἐκ τῆς Κο‐ ρίνθου, πατραλοίας γὰρ οὗτος καὶ ἐδόκει καὶ ἐπε‐ πίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν
5ἐπέσχεν ὁ Ἀπολλώνιος οἷς τε ἐπέστειλεν οἷς τε διε‐ λέχθη κατ’ αὐτοῦ. πᾶν γάρ, ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει, μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδ’ ἂν εἰπεῖν τὸ μὴ ὄν.
VA
.

4

.

27

Τὰ δὲ ἐν Ὀλυμπίᾳ τοῦ ἀνδρὸς τοιαῦτα· ἀνιόντι τῷ Ἀπολλωνίῳ ἐς Ὀλυμπίαν ἐνέτυχον Λακεδαιμο‐ νίων πρέσβεις ὑπὲρ ξυνουσίας, Λακωνικὸν δὲ οὐδὲν περὶ αὐτοὺς ἐφαίνετο, ἀλλ’ ἁβρότερον αὑτῶν εἶχον
5καὶ συβάριδος μεστοὶ ἦσαν. ἰδὼν δὲ ἄνδρας λείους τὰ σκέλη λιπαροὺς τὰς κόμας καὶ μηδὲ γενείοις χρω‐ μένους, ἀλλὰ καὶ τὴν ἐσθῆτα μαλακούς, τοιαῦτα πρὸς τοὺς ἐφόρους ἐπέστειλεν, ὡς ἐκείνους κήρυγμα ποι‐ ήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαι‐
10ροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα, ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία. μαθὼν δὲ αὐτοὺς τὰ οἴκοι διορθουμένους ἔπεμψεν ἐπιστολὴν
15ἀπ’ Ὀλυμπίας βραχυτέραν τῆς Λακωνικῆς σκυτάλης.
ἔστι δὲ ἥδε·
„Ἀπολλώνιος ἐφόροις χαίρειν. Ἀνδρῶν μὲν τὸ μὴ ἁμαρτάνειν, γενναίων δὲ τὸ καὶ ἁμαρτάνοντας αἰσθέσθαι.“
146
VA
.

4

.

28

Ἰδὼν δὲ ἐς τὸ ἕδος τὸ ἐν Ὀλυμπίᾳ „χαῖρε,“ εἶπεν „ἀγαθὲ Ζεῦ, σὺ γὰρ οὕτω τι ἀγαθός, ὡς καὶ σαυτοῦ κοινωνῆσαι τοῖς ἀνθρώποις.“ ἐξηγήσατο δὲ καὶ τὸν χαλκοῦν Μίλωνα καὶ τὸν λόγον τοῦ περὶ
5αὐτὸν σχήματος. ὁ γὰρ Μίλων ἑστάναι μὲν ἐπὶ δίσκου δοκεῖ τὼ πόδε ἄμφω συμβεβηκώς, ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ, ἡ δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες. οἱ μὲν δὴ κατ’ Ὀλυμπίαν τε καὶ Ἀρκαδίαν λόγοι τὸν ἀθλητὴν
10ἱστοροῦσι τοῦτον ἄτρεπτον γενέσθαι καὶ μὴ ἐκβιβα‐ σθῆναί ποτε τοῦ χώρου, ἐν ᾧ ἔστη, δηλοῦσθαι δὲ τὸ μὲν ἀπρὶξ τῶν δακτύλων ἐν τῇ ξυνοχῇ τῆς ῥόας, τὸ δὲ μηδ’ ἂν σχισθῆναί ποτ’ ἀπ’ ἀλλήλων αὐτούς, εἴ τις πρὸς ἕνα αὐτῶν ἁμιλλῷτο, τῷ τὰς διαφυὰς
15ἐν ὀρθοῖς τοῖς δακτύλοις εὖ ξυνηρμόσθαι, τὴν ται‐ νίαν δέ, ἣν ἀναδεῖται, σωφροσύνης ἡγοῦνται ξύμβο‐ λον. ὁ δὲ Ἀπολλώνιος σοφῶς μὲν εἶπεν ἐπινενοῆ‐ σθαι ταῦτα, σοφώτερα δὲ εἶναι τὰ ἀληθέστερα. „ὡς δὲ γιγνώσκοιτε τὸν νοῦν τοῦ Μίλωνος, Κροτωνιᾶται
20τὸν ἀθλητὴν τοῦτον ἱερέα ἐστήσαντο τῆς Ἥρας. τὴν μὲν δὴ μίτραν ὅ τι χρὴ νοεῖν, τί ἂν ἐξηγοίμην ἔτι, μνημονεύσας ἱερέως ἀνδρός; ἡ ῥόα δὲ μόνη φυτῶν τῇ Ἥρᾳ φύεται, ὁ δὲ ὑπὸ τοῖς ποσὶ δίσκος, ἐπὶ ἀσπιδίου βεβηκὼς ὁ ἱερεὺς τῇ Ἥρᾳ εὔχεται, τουτὶ
25δὲ καὶ ἡ δεξιὰ σημαίνει, τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσ‐ κείσθω.“
VA
.

4

.

29

Παρατυγχάνων δὲ τοῖς δρωμένοις ἀπεδέχετο
[τῶν] Ἠλείων, ὡς ἐπεμελοῦντό τε αὐτῶν καὶ ξὺν κόσμῳ ἔδρων μεῖόν τε οὐδὲν ἢ οἱ ἀγωνιούμενοι τῶν ἀθλητῶν κρίνεσθαι ᾤοντο καὶ μήθ’ ἑκόντες τι μήτ’147
5ἄκοντες ἁμαρτάνειν προὐνοοῦντο. ἐρομένων δ’ αὐ‐ τὸν τῶν ἑταίρων, τίνας Ἠλείους περὶ τὴν διάθεσιν τῶν Ὀλυμπίων ἡγοῖτο, „εἰ μὲν σοφοὺς,“ ἔφη „οὐκ οἶδα, σοφιστὰς μέντοι.“
VA
.

4

.

30

Ὡς δὲ καὶ διεβέβλητο πρὸς τοὺς οἰομένους ξυγ‐ γράφειν καὶ ἀμαθεῖς ἡγεῖτο τοὺς ἁπτομένους λόγου μείζονος, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· μειράκιον γὰρ δοκησίσοφον ἐντυχὸν αὐτῷ περὶ τὸ ἱερὸν „συμπρο‐
5θυμήθητί μοι“ ἔφη „αὔριον, ἀναγνώσομαι γάρ τι“. τοῦ δὲ Ἀπολλωνίου ἐρομένου, ὅ τι ἀναγνώσοιτο, „λόγοσ“ εἶπε „ξυντέτακταί μοι ἐς τὸν Δία.“ καὶ ἅμα ὑπὸ τῷ ἱματίῳ ἐπεδείκνυ αὐτὸν σεμνυνόμενος τῇ παχύτητι τοῦ βιβλίου. „τί οὖν“ ἔφη „ἐπαινέσῃ
10τοῦ Διός; ἢ τὸν Δία τὸν ἐνταῦθα καὶ τὸ μηδὲν εἶναι τῶν ἐν τῇ γῇ ὅμοιον;“ „καὶ τοῦτο μέν,“ ἔφη „πολλὰ δὲ πρὸ τούτου καὶ ἐπὶ τούτῳ ἕτερα, καὶ γὰρ αἱ ὧραι καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑπὲρ τὴν γῆν καὶ ἀνέμους εἶναι καὶ ἄστρα Διὸς πάντα.“ ὁ δὲ Ἀπολ‐
15λώνιος „δοκεῖς μοι“ εἶπεν „ἐγκωμιαστικός τις εἶναι σφόδρα“. „διὰ τοῦτο“ ἔφη „καὶ ποδάγρας ἐγκώ‐ μιόν τί μοι ξυντέτακται καὶ τοῦ τυφλόν τινα ἢ κω‐ φὸν εἶναι.“ „ἀλλὰ μηδὲ τοὺς ὑδέρουσ“ εἶπε „μηδὲ τοὺς κατάρρους ἀποκήρυττε τῆς ἑαυτοῦ σοφίας, εἰ
20βούλοιο ἐπαινεῖν τὰ τοιαῦτα, βελτίων δὲ ἔσῃ καὶ τοῖς ἀποθνήσκουσιν ἑπόμενος καὶ διιὼν ἐπαίνους τῶν νοσημάτων, ὑφ’ ὧν ἀπέθανον, ἧττον γὰρ ἐπ’ αὐτοῖς ἀνιάσονται πατέρες τε καὶ παῖδες καὶ οἱ ἀγχοῦ τῶν ἀποθανόντων.“ κεχαλινωμένον δὲ ἰδὼν τὸ μει‐
25ράκιον ὑπὸ τοῦ λόγου „ὁ ἐγκωμιάζων“, εἶπεν „ὦ
ξυγγραφεῦ, πότερον ἃ οἶδεν ἐπαινέσεται ἄμεινον ἢ ἃ οὐκ οἶδεν;“ „ἃ οἶδεν,“ ἔφη „πῶς γὰρ ἄν τις ἐπαινοῖ, ἃ οὐκ οἶδε;“ „τὸν πατέρα οὖν ἤδη ποτὲ τὸν σαυτοῦ ἐπῄνεσας;“ „ἐβουλήθην,“ εἶπεν „ἀλλ’148
30ἐπεὶ μέγας τι μοι δοκεῖ καὶ γενναῖος ἀνθρώπων τε ὧν οἶδα κάλλιστος οἶκόν τε ἱκανὸς οἰκῆσαι καὶ σοφίᾳ ἐς πάντα χρῆσθαι, παρῆκα τὸν ἐς αὐτὸν ἔπαινον, ὡς μὴ αἰσχύνοιμι τὸν πατέρα λόγῳ ἥττονι.“ δυσχε‐ ράνας οὖν ὁ Ἀπολλώνιος, τουτὶ δὲ πρὸς τοὺς φορτι‐
35κοὺς τῶν ἀνθρώπων ἔπασχεν „εἶτα“, ἔφη „ὦ κά‐ θαρμα, τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρ’ οἴει πότ’ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δ’ ἀνθρώπων καὶ θεῶν πατέρα καὶ δημιουργὸν τῶν ὅλων, ὅσα περὶ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς
40ἐστιν, εὐκόλως οὕτως ἐγκωμιάζων οὔθ’, ὃν ἐπαινεῖς, δέδιας, οὔτε ξυνίης ἐς λόγον καθιστάμενος μείζονα ἀνθρώπου;“
VA
.

4

.

31

Αἱ δὲ ἐν Ὀλυμπίᾳ διαλέξεις τῷ Ἀπολλωνίῳ περὶ τῶν χρησιμωτάτων ἐγίγνοντο, περὶ σοφίας τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ καθάπαξ, ὁπόσαι ἀρε‐ ταί εἰσι, περὶ τούτων ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ
5διελέγετο πάντας ἐκπλήττων οὐ ταῖς διανοίαις μό‐ νον, ἀλλὰ καὶ ταῖς ἰδέαις τοῦ λόγου. περιστάντες δὲ αὐτὸν οἱ Λακεδαιμόνιοι ξένον τε παρὰ τῷ Διὶ ἐποιοῦντο καὶ τῶν οἴκοι νέων πατέρα βίου τε νομο‐ θέτην καὶ γερόντων γέρας. ἐρομένου δὲ Κορινθίου
10τινὸς κατὰ ἀχθηδόνα, εἰ καὶ θεοφάνια αὐτῷ ἄξουσι, „ναὶ τὼ Σιώ,“ ἔφη, „ἕτοιμά γε“. ὁ δὲ Ἀπολλώνιος ἀπήγαγεν αὐτοὺς τῶν τοιούτων, ὡς μὴ φθονοῖτο. ἐπεὶ δὲ ὑπερβὰς τὸ Ταύγετον εἶδεν ἐνεργὸν Λακε‐ δαίμονα καὶ τὰ τοῦ Λυκούργου πάτρια εὖ πράττοντα,
15οὐκ ἀηδὲς ἐνόμισε τὸ καὶ τοῖς τέλεσι τῶν Λακεδαι‐
μονίων ξυγγενέσθαι περὶ ὧν ἐρωτᾶν ἐβούλοντο. ἤροντο οὖν ἀφικόμενον, πῶς θεοὶ θεραπευτέοι, ὁ δὲ εἶπεν „ὡς δεσπόται“. πάλιν ἤροντο, πῶς ἥρωες· „ὡς πατέρες.“ τρίτον δὲ ἐρομένων, πῶς δὲ ἄνθρω‐149
20ποι „οὐ Λακωνικὸν“ ἔφη „τὸ ἐρώτημα“. ἤροντο καὶ ὅ τι ἡγοῖτο τοὺς παρ’ αὐτοῖς νόμους, ὁ δὲ εἶπεν „ἀρίστους διδασκάλους, οἱ διδάσκαλοι δὲ εὐδοκιμή‐ σουσιν, ἢν οἱ μαθηταὶ μὴ ῥᾳθυμῶσιν.“ ἐρομένων δ’ αὐτῶν, τί περὶ ἀνδρείας ξυμβουλεύοι, „καὶ τί“
25ἔφη „τῇ ἀνδρείᾳ χρήσεσθε;“
VA
.

4

.

32

Ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον νεανίας Λακεδαιμόνιος αἰτίαν ἔχων παρ’ αὐτοῖς, ὡς ἀδικῶν περὶ τὰ ἤθη· Καλλικρατίδα μὲν γὰρ τοῦ περὶ Ἀρ‐ γινούσας ναυαρχήσαντος ἦν ἔκγονος, ναυκληρίας δὲ
5ἤρα καὶ οὐ προσεῖχε τοῖς κοινοῖς, ἀλλ’ ἐς Καρχη‐ δόνα ἐξέπλει καὶ Σικελίαν ναῦς πεποιημένος. ἀκού‐ σας οὖν κρίνεσθαι αὐτὸν ἐπὶ τούτῳ δεινὸν ᾠήθη περιιδεῖν τὸν νεανίαν ὑπαχθέντα ἐς δίκην καὶ „ὦ λῷστε“, ἔφη „τί πεφροντικὼς περίει καὶ μεστὸς
10ἐννοίασ“; „ἀγὼν“ εἶπεν „ἐπήγγελταί μοι δημόσιος, ἐπειδὴ πρὸς ναυκληρίαις εἰμὶ καὶ τὰ κοινὰ οὐ πράτ‐ τω.“ πατὴρ δέ σοι ναύκληρος ἐγένετο ἢ πάππος;“ „ἄπαγε“, εἶπε „γυμνασίαρχοι τε καὶ ἔφοροι καὶ πα‐ τρονόμοι πάντες, Καλλικρατίδας δὲ ὁ πρόγονος καὶ
15τῶν ναυαρχησάντων ἐγένετο.“ „μῶν“ ἔφη „τὸν ἐν Ἀργινούσαις λέγεισ“; „ἐκεῖνον“ εἶπε „τὸν ἐν τῇ ναυαρχίᾳ ἀποθανόντα“. „εἶτ’ οὐ διέβαλέ σοι“ εἶπε „τὴν θάλατταν ἡ τελευτὴ τοῦ προγόνου“; „μὰ Δί’,“ εἶπεν „οὐ γὰρ ναυμαχήσων γε πλέω.“ „ἀλλ’ ἐμπό‐
20ρων τε καὶ ναυκλήρων κακοδαιμονέστερόν τι ἐρεῖς ἔθνος; πρῶτον μὲν περινοστοῦσι, ζητοῦσι ἀγορὰν κακῶς πράττουσαν, εἶτα προξένοις καὶ καπήλοις ἀνα‐
μιχθέντες πωλοῦσί τε καὶ πωλοῦνται καὶ τόκοις ἀνοσίοις τὰς αὑτῶν κεφαλὰς ὑποτιθέντες ἐς τὸ ἀρ‐150
25χαῖον σπεύδουσι, κἂν μὲν εὖ πράττωσιν, εὐπλοεῖ ἡ ναῦς καὶ πολὺν ποιοῦνται λόγον τοῦ μήτε ἑκόντες ἀνατρέψαι μήτε ἄκοντες, εἰ δὲ ἡ ἐμπορία πρὸς τὰ χρέα μὴ ἀναφέροιτο, μεταβάντες ἐς τὰ ἐφόλκια προσ‐ αράττουσι τὰς ναῦς καὶ τὸν ἑτέρων [ναῦται] βίον
30θεοῦ ἀνάγκην εἰπόντες ἀθεώτατα καὶ οὐδὲ ἄκοντες αὐτοὶ ἀφείλοντο. εἰ δὲ καὶ μὴ τοιοῦτον ἦν τὸ θα‐ λαττουργόν τε καὶ ναυτικὸν ἔθνος, ἀλλὰ τό γε Σπαρ‐ τιάτην ὄντα καὶ πατέρων γεγονότα, οἳ μέσην ποτὲ τὴν Σπάρτην ᾤκησαν, ἐν κοίλῃ νηὶ κεῖσθαι λήθην
35μὲν ἴσχοντα Λυκούργου τε καὶ Ἰφίτου, φόρτου δὲ μνήμονα καὶ ναυτικῆς ἀκριβολογίας, τίνος αἰσχύνης ἄπεστιν; εἰ γὰρ καὶ μηδὲν ἄλλο, τὴν γοῦν Σπάρτην αὐτὴν ἔδει ἐνθυμεῖσθαι, ὡς, ὁπότε μὲν τῆς γῆς εἴχετο, οὐρανομήκη δόξασαν, ἐπεὶ δὲ θαλάττης ἐπε‐
40θύμησε, βυθισθεῖσάν τε καὶ ἀφανισθεῖσαν οὐκ ἐν τῇ θαλάττῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ γῇ.“ τούτοις τὸν νεανίαν οὕτω τι ἐχειρώσατο τοῖς λόγοις, ὡς νεύ‐ σαντα αὐτὸν ἐς τὴν γῆν κλαίειν, ἐπεὶ τοσοῦτον ἤκου‐ σεν ἀπολελεῖφθαι τῶν πατέρων, ἀποδόσθαι τε τὰς
45ναῦς, ἐν αἷς ἔζη. καθεστῶτα δὲ αὐτὸν ἰδὼν ὁ Ἀπολ‐ λώνιος καὶ τὴν γῆν ἀσπαζόμενον κατήγαγε παρὰ τοὺς ἐφόρους καὶ παρῃτήσατο τῆς δίκης.
VA
.

4

.

33

Κἀκεῖνο τῶν ἐν Λακεδαίμονι· ἐπιστολὴ ἐκ βα‐ σιλέως Λακεδαιμονίοις ἧκεν ἐπίπληξιν ἐς τὸ κοινὸν αὐτῶν φέρουσα, ὡς ὑπὲρ τὴν ἐλευθερίαν ὑβριζόν‐ των, ἐκ διαβολῶν δὲ τοῦ τῆς Ἑλλάδος ἄρχοντος ἐπέ‐
5σταλτο αὐτοῖς ταῦτα. οἱ μὲν δὴ Λακεδαιμόνιοι ἀπο‐ ρίᾳ εἴχοντο καὶ ἡ Σπάρτη πρὸς ἑαυτὴν ἤριζεν, εἴτε χρὴ παραιτουμένους τὴν ὀργὴν τοῦ βασιλέως εἴτε
ὑπερφρονοῦντας ἐπιστέλλειν· πρὸς ταῦτα ξύμβουλον ἐποιοῦντο τὸν Ἀπολλώνιον τοῦ τῆς ἐπιστολῆς ἤθους,151
10ὁ δέ, ὡς εἶδε διεστηκότας, παρῆλθέ τε ἐς τὸ κοινὸν αὐτῶν καὶ ὧδε ἐβραχυλόγησε· „Παλαμήδης εὗρε γράμματα οὐχ ὑπὲρ τοῦ γράφειν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ γιγνώσκειν, ἃ δεῖ μὴ γράφειν.“ οὕτω μὲν δὴ Λακεδαιμονίους ἀπῆγε τοῦ μήτε θρασεῖς μήτε
15δειλοὺς ὀφθῆναι.
VA
.

4

.

34

Διατρίψας δ’ ἐν τῇ Σπάρτῃ μετὰ τὴν Ὀλυμ‐ πίαν χρόνον, ὡς ἐτελεύτα ὁ χειμών, ἐπὶ Μαλέαν ἦλθεν ἀρχομένου ἦρος, ὡς ἐς τὴν Ῥώμην ἀφήσων. διανοουμένῳ δ’ αὐτῷ ταῦτα ἐγένετο ὄναρ τοιόνδε·
5ἐδόκει γυναῖκα μεγίστην τε καὶ πρεσβυτάτην περι‐ βάλλειν αὐτὸν καὶ δεῖσθαί οἱ ξυγγενέσθαι, πρὶν ἐς Ἰταλοὺς πλεῦσαι, Διὸς δὲ εἶναι ἡ τροφὸς ἔλεγε καὶ ἦν αὐτῇ στέφανος πάντ’ ἔχων τὰ ἐκ γῆς καὶ θαλάτ‐ της. λογισμὸν δὲ αὑτῷ διδοὺς τῆς ὄψεως ξυνῆκεν,
10ὅτι πλευστέα εἴη ἐς Κρήτην πρότερον, ἣν τροφὸν ἡγούμεθα τοῦ Διός, ἐπειδὴ ἐν ταύτῃ ἐμαιεύθη, ὁ δὲ στέφανος καὶ ἄλλην ἴσως δηλώσαι νῆσον. οὐσῶν δὲ ἐν Μαλέᾳ νεῶν πλειόνων, αἳ ἐς Κρήτην ἀφήσειν ἔμελλον, ἐνέβη ναῦν ἀποχρῶσαν τῷ κοινῷ· κοινὸν
15δὲ ἐκάλει τούς τε ἑταίρους καὶ τοὺς τῶν ἑταίρων δούλους, οὐδὲ γὰρ ἐκείνους παρεώρα. προσπλεύσας δὲ Κυδωνίᾳ καὶ παραπλεύσας ἐς Κνωσσὸν τὸν μὲν Λαβύρινθον, ὃς ἐκεῖ δείκνυται, ξυνεῖχε δέ, οἶμαί, ποτε τὸν Μινώταυρον, βουλομένων ἰδεῖν τῶν ἑταί‐
20ρων, ἐκείνοις μὲν ξυνεχώρει τοῦτο, αὐτὸς δὲ οὐκ ἂν ἔφη θεατὴς γενέσθαι τῆς ἀδικίας τοῦ Μίνω. προῄει δὲ ἐπὶ Γόρτυναν πόθῳ τῆς Ἴδης. ἀνελθὼν οὖν καὶ τοῖς θεολογουμένοις ἐντυχὼν ἐπορεύθη καὶ ἐς τὸ ἱερὸν τὸ Λεβηναῖον· ἔστι δὲ Ἀσκληπιοῦ καὶ ὥσπερ
25ἡ Ἀσία ἐς τὸ Πέργαμον, οὕτως ἐς τὸ ἱερὸν τοῦτο ξυνεφοίτα ἡ Κρήτη, πολλοὶ δὲ καὶ Λιβύων ἐς αὐτὸ περαιοῦνται· καὶ γὰρ τέτραπται πρὸς τὸ Λιβυκὸν πέλαγος κατὰ γοῦν τὴν Φαιστόν, ἔνθα τὴν πολλὴν ἀνείργει θάλατταν ὁ μικρὸς λίθος. Λεβηναῖον δὲ τὸ152
30ἱερὸν ὠνομάσθαι φασίν, ἐπειδὴ ἀκρωτήριον ἐξ αὐ‐ τοῦ κατατείνει λέοντι εἰκασμένον, οἷα πολλὰ αἱ ξυν‐ τυχίαι τῶν πετρῶν ἀποφαίνουσι, μῦθόν τε ἐπὶ τῷ ἀκρωτηρίῳ ᾄδουσιν, ὡς λέων εἷς οὗτος γένοιτο τῶν ὑποζυγίων ποτὲ τῇ Ῥέᾳ. ἐνταῦθα διαλεγομένου ποτὲ
35τοῦ Ἀπολλωνίου περὶ μεσημβρίαν, διελέγετο δὲ πολ‐ λοῖς ἀνδράσιν, ὑφ’ ὧν τὸ ἱερὸν ἐθεραπεύετο, σεισμὸς ἀθρόως τῇ Κρήτῃ προσέβαλε, βροντὴ δὲ οὐκ ἐκ νε‐ φῶν, ἀλλ’ ἐκ τῆς γῆς ὑπήχησεν, ἡ θάλαττα δὲ ὑπε‐ νόστησε στάδια ἴσως ἑπτά. καὶ οἱ μὲν πολλοὶ ἔδει‐
40σαν, μὴ τὸ πέλαγος ὑποχωρῆσαν ἐπισπάσηται τὸ ἱερὸν καὶ ἀπενεχθῶσιν, ὁ δὲ Ἀπολλώνιος „θαρσεῖτε“, ἔφη „ἡ γὰρ θάλαττα γῆν ἔτεκε“. καὶ οἱ μὲν ᾤοντο αὐτὸν τὴν ὁμόνοιαν τῶν στοιχείων λέγειν, καὶ ὅτι μηδὲν ἂν ἡ θάλαττα νεώτερον ἐς τὴν γῆν ἐργάσαιτο,
45μετὰ δὲ ἡμέρας ὀλίγας ἀφικόμενοί τινες ἐκ τῆς Κυ‐ δωνιάτιδος ἤγγειλαν, ὅτι κατὰ τὴν ἡμέραν τε καὶ μεσημβρίαν, ἣν ἐγένετο ἡ διοσημία, νῆσος ἐκ τῆς θαλάττης ἀνεδόθη περὶ τὸν πορθμὸν τὸν διαρρέοντα Θήραν τε καὶ Κρήτην. ἐάσαντες οὖν λόγων μῆκος
VA
.

4

.

34

(50)

ἔλθωμεν καὶ ἐπὶ τὰς ἐν Ῥώμῃ σπουδάς, αἳ ἐγένοντο αὐτῷ μετὰ τὰ ἐν Κρήτῃ.
VA
.

4

.

35

Νέρων οὐ ξυνεχώρει φιλοσοφεῖν, ἀλλὰ περίερ‐ γον αὐτῷ χρῆμα οἱ φιλοσοφοῦντες ἐφαίνοντο καὶ μαντικὴν συσκιάζοντες, καὶ ἤχθη ποτὲ ὁ τρίβων ἐς δικαστήριον, ὡς μαντικῆς σχῆμα. ἐῶ τοὺς ἄλλους,
5ἀλλὰ Μουσώνιος ὁ Βαβυλώνιος, ἀνὴρ Ἀπολλωνίου
μόνου δεύτερος ἐδέθη ἐπὶ σοφίᾳ καὶ ἐκεῖ μένων ἐκινδύνευσεν, ἀπέθανε δ’ ἂν τὸ ἐπὶ τῷ δήσαντι, εἰ153
VA
.

4

.

36

μὴ σφόδρα ἔρρωτο. ἐν τοιαύτῃ καταστάσει φιλοσο‐ φίας οὔσης ἔτυχε προσιὼν τῇ Ῥώμῃ, στάδια δὲ εἴ‐ κοσι καὶ ἑκατὸν ἀπέχων ἐνέτυχε Φιλολάῳ τῷ Κιττιεῖ περὶ τὸ νέμος τὸ ἐν τῇ Ἀρικίᾳ. ἦν δὲ ὁ Φιλόλαος
5τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρ‐ τερῆσαί τι. οὗτος ἀναλύων ἀπὸ τῆς Ῥώμης αὐτός τε ἐῴκει φεύγοντι καὶ ὅτῳ ἐντύχοι φιλοσοφοῦντι παρεκελεύετο τὸ αὐτὸ πράττειν. προσειπὼν οὖν τὸν Ἀπολλώνιον ἐκέλευεν ἐκστῆναι τῷ καιρῷ, μηδὲ ἐπι‐
10φοιτᾶν τῇ Ῥώμῃ διαβεβλημένου τοῦ φιλοσοφεῖν, καὶ διηγεῖτο τὰ ἐκεῖ πραττόμενα θαμὰ ἐπιστρεφόμενος, μὴ ἐπακροῷτό τις αὐτοῦ κατόπιν. „σὺ δὲ καὶ χορὸν φιλοσόφων ἀναψάμενοσ“ εἶπε „βαδίζεις φθόνου με‐ στὸς οὐκ εἰδὼς τοὺς ἐπιτεταγμένους ταῖς πύλαις
15ὑπὸ Νέρωνος, οἳ ξυλλήψονταί σέ τε καὶ τούτους, πρὶν ἔσω γενέσθαι.“ „τί δ’“ εἶπεν „ὦ Φιλόλαε, τὸν αὐτοκράτορα σπουδάζειν φασίν;“ „ἡνιοχεῖ“ ἔφη „δημοσίᾳ καὶ ᾄδει παριὼν ἐς τὰ Ῥωμαίων θέατρα καὶ μετὰ τῶν μονομαχούντων ζῇ, μονομαχεῖ δὲ καὶ
20αὐτὸς καὶ ἀποσφάττει.“ ὑπολαβὼν οὖν ὁ Ἀπολλώ‐ νιος „εἶτα“, ἔφη „ὦ βέλτιστε, μεῖζόν τι ἡγῇ θέαμα ἀνδράσι πεπαιδευμένοις ἢ βασιλέα ἰδεῖν ἀσχημο‐ νοῦντα; θεοῦ μὲν γὰρ παίγνιον ἄνθρωποσ“ εἶπε „κατὰ τὴν Πλάτωνος δόξαν, βασιλεὺς δὲ ἀνθρώπου
25παίγνιον γιγνόμενος καὶ χαριζόμενος τοῖς ὄχλοις τὴν ἑαυτοῦ αἰσχύνην τίνας οὐκ ἂν παράσχοι λόγους τοῖς φιλοσοφοῦσι;“ „νὴ Δί’“, εἶπεν ὁ Φιλόλαος „εἴγε μετὰ τοῦ ἀκινδύνου γίγνοιτο, εἰ δὲ ἀπόλοιο ἀν‐ αχθεὶς καὶ Νέρων σε ὠμὸν φάγοι μηδὲν ἰδόντα ὧν
30πράττει, ἐπὶ πολλῷ ἔσται σοι τὸ ἐντυχεῖν αὐτῷ καὶ
ἐπὶ πλείονι ἢ τῷ Ὀδυσσεῖ ἐγένετο, ὁπότε παρὰ τὸν Κύκλωπα ἦλθεν, ἀπώλεσε γὰρ πολλοὺς τῶν ἑταίρων ποθήσας ἰδεῖν αὐτὸν καὶ ἡττηθεὶς ἀτόπου καὶ ὠμοῦ θεάματος.“ ὁ δὲ Ἀπολλώνιος „οἴει γὰρ“ ἔφη „τοῦ‐154
35τον ἧττον ἐκτετυφλῶσθαι τοῦ Κύκλωπος, εἰ τοιαῦτα ἐργάζεται;“ καὶ ὁ Φιλόλαος „πραττέτω μέν“, εἶπεν
VA
.

4

.

37

„ὅ τι βούλεται, σὺ δὲ ἀλλὰ τούτους σῶζε.“ φωνῇ δὲ ταῦτα μείζονι ἔλεγε καὶ ἐῴκει κλᾴοντι. ἐνταῦθα δείσας ὁ Δάμις περὶ τοῖς νέοις, μὴ χείρους αὑτῶν γένοιντο ὑπὸ τῆς τοῦ Φιλολάου πτοίας, ἀπολαβὼν
5τὸν Ἀπολλώνιον „ἀπολεῖ“ ἔφη „τοὺς νέους ὁ λα‐ γὼς οὗτος τρόμων καὶ ἀθυμίας ἀναπιμπλὰς πάντα“. ὁ δὲ Ἀπολλώνιος „καὶ μὴν πολλῶν“ ἔφη „ἀγαθῶν ὄντων, ἃ μηδ’ εὐξαμένῳ μοι πολλάκις παρὰ τῶν θεῶν γέγονε, μέγιστον ἂν ἔγωγε φαίην ἀπολελαυ‐
10κέναι τὸ νυνὶ τοῦτο, παραπέπτωκε γὰρ βάσανος τῶν νέων, ἣ σφόδρα ἐλέγξει τοὺς φιλοσοφοῦντάς τε αὐ‐ τῶν καὶ τοὺς ἕτερόν τι μᾶλλον ἢ τοῦτο πράττοντας.“ καὶ ἠλέγχθησαν αὐτίκα οἱ μὴ ἐρρωμένοι σφῶν, ὑπὸ γὰρ τῶν τοῦ Φιλολάου λόγων ἀπαχθέντες οἱ μὲν
15ἔφασαν νοσεῖν, οἱ δ’ οὐκ εἶναι αὑτοῖς ἐφόδια, οἱ δὲ τῶν οἴκοι ἐρᾶν, οἱ δὲ ὑπὸ ὀνειράτων ἐκπεπλῆχθαι, καὶ περιῆλθεν ἐς ὀκτὼ ὁμιλητὰς ὁ Ἀπολλώνιος ἐκ τεττάρων καὶ τριάκοντα, οἳ ξυνεφοίτων αὐτῷ ἐς τὴν Ῥώμην. οἱ δ’ ἄλλοι Νέρωνά τε καὶ φιλοσοφίαν ἀπο‐
VA
.

4

.

38

δράντες φυγῇ ᾤχοντο. ξυναγαγὼν οὖν τοὺς περι‐ λειφθέντας, ὧν καὶ Μένιππος ἦν ὁ ξυναλλάξας τῇ ἐμπούσῃ καὶ Διοσκορίδης ὁ Αἰγύπτιος καὶ Δάμις „οὐ λοιδορήσομαι“ ἔφη „τοῖς ἀπολελοιπόσιν ἡμᾶς,
5ἀλλ’ ὑμᾶς ἐπαινέσομαι μᾶλλον, ὅτι ἄνδρες ἐστὲ ἐμοὶ ὅμοιοι, οὐδ’, εἴ τις Νέρωνα δείσας ἀπῆλθε, δειλὸν ἡγήσομαι τοῦτον, ἀλλ’ εἴ τις τοῦ δέους τούτου κρείτ‐
των γίγνεται, φιλόσοφος ὑπ’ ἐμοῦ προσειρήσεται, καὶ διδάξομαι αὐτόν, ὁπόσα οἶδα. δοκεῖ δή μοι πρῶ‐155
10τον μὲν εὔξασθαι τοῖς θεοῖς, δι’ οὓς ταῦτα ἐπὶ νοῦν ἦλθεν ὑμῖν τε κἀκείνοις, ἔπειθ’ ἡγεμόνας αὐτοὺς ποιεῖσθαι, θεῶν γὰρ χωρὶς οὐδ’ ἐν ἄλλῳ ἐσμέν. παριτητέα ἐς πόλιν, ἣ τοσούτων τῆς οἰκουμένης με‐ ρῶν ἄρχει· πῶς οὖν ἂν παρέλθοι τις, εἰ μὴ ἐκεῖνοι
15ἡγοῖντο; καὶ ταῦτα τυραννίδος ἐν αὐτῇ καθεστη‐ κυίας οὕτω χαλεπῆς, ὡς μὴ ἐξεῖναι σοφοῖς εἶναι. ἀνόητόν τε μηδενὶ δοκείτω τὸ θαρσεῖν ὁδόν, ἣν πολ‐ λοὶ τῶν φιλοσόφων φεύγουσιν, ἐγὼ γὰρ πρῶτον μὲν οὐδὲν ἂν ἡγοῦμαι φοβερὸν οὕτω γενέσθαι τῶν κατ’
20ἀνθρώπους, ὡς ἐκπλαγῆναί ποτε ὑπ’ αὐτοῦ τὸν σο‐ φόν, εἶτ’ οὐδ’ ἂν προθείην ἀνδρείας μελέτας, ἐὰν μὴ μετὰ κινδύνων γίγνοιντο. καὶ ἄλλως ἐπελθὼν γῆν, ὅσην οὔπω τις ἀνθρώπων, θηρία μὲν Ἀράβιά τε καὶ Ἰνδικὰ πάμπολλα εἶδον, τὸ δὲ θηρίον τοῦτο, ὃ κα‐
25λοῦσιν οἱ πολλοὶ τύραννον, οὔτε ὁπόσαι κεφαλαὶ αὐτῷ, οἶδα, οὔτε εἰ γαμψώνυχόν τε καὶ καρχαρό‐ δουν ἐστί. καίτοι πολιτικὸν μὲν εἶναι τὸ θηρίον τοῦτο λέγεται καὶ τὰ μέσα τῶν πόλεων οἰκεῖν, το‐ σούτῳ δὲ ἀγριώτερον διάκειται τῶν ὀρεινῶν τε καὶ
30ὑλαίων, ὅσῳ λέοντες μὲν καὶ παρδάλεις ἐνίοτε κολα‐ κευόμενοι ἡμεροῦνται καὶ μεταβάλλουσι τοῦ ἤθους, τουτὶ δὲ ὑπὸ τῶν καταψηχόντων ἐπαιρόμενον ἀγριώ‐ τερον αὑτοῦ γίγνεται καὶ λαφύσσει πάντα. περὶ μέν γε θηρίων οὐκ ἂν εἴποις, ὅτι τὰς μητέρας ποτὲ τὰς
35αὑτῶν ἐδαίσαντο, Νέρων δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης. εἰ δὲ καὶ ταῦτα γέγονεν ἐπ’ Ὀρέστῃ καὶ Ἀλκμαίωνι, ἀλλ’ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν ὁ μὲν ἀποθανὼν ὑπὸ τῆς ἑαυτοῦ γυναικός, ὁ δὲ ὅρμου πραθείς, οὑτοσὶ δὲ καὶ ἐσποιηθεὶς ὑπὸ τῆς
40μητρὸς γέροντι βασιλεῖ καὶ κληρονομήσας τὸ ἄρχειν ναυαγίῳ τὴν μητέρα ἀπέκτεινε πλοῖον ἐπ’ αὐτῇ ξυν‐ θείς, ὑφ’ οὗ ἀπώλετο πρὸς τῇ γῇ. εἰ δὲ ἐκ τούτων φοβερόν τις ἡγεῖται Νέρωνα καὶ διὰ τοῦτο ἀποπηδᾷ φιλοσοφίας οὐκ ἀσφαλὲς αὑτῷ νομίζων τὸ ἀπὸ θυ‐156
45μοῦ τι αὐτῷ πράττειν, ἴστω τὸ μὲν φοβερὸν ἐκείνοις ὑπάρχον, ὅσοι περ ἂν σωφροσύνης τε καὶ σοφίας ἅπτωνται, τούτοις γὰρ καὶ τὰ παρὰ τῶν θεῶν εὖ ἔχει, τὰ δὲ τῶν ὑβριζόντων ὕθλον ἡγείσθω, καθὰ καὶ τὰ τῶν μεμεθυσμένων, καὶ γὰρ δὴ κἀκείνους γε
VA
.

4

.

38

(50)

ἠλιθίους μὲν ἡγούμεθα, φοβεροὺς δὲ οὔ. ἴωμεν οὖν ἐς τὴν Ῥώμην, εἴγε ἐρρώμεθα, πρὸς γὰρ τὰ Νέρω‐ νος κηρύγματα, δι’ ὧν ἐξείργει φιλοσοφίαν, ἔστιν ἡμῖν τὸ τοῦ Σοφοκλέους (λέγειν)·
οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,
55οὐδὲ Μοῦσαι καὶ Ἀπόλλων λόγιος. εἰκὸς δὲ καὶ αὐ‐ τὸν Νέρωνα γιγνώσκειν τὰ ἰαμβεῖα ταῦτα, τραγῳδίᾳ, ὥς φασι, χαίροντα.“ ἐνταῦθά τις τὸ Ὁμήρου ἐνθυ‐ μηθείς, ὡς, ἐπειδὰν ὁ λόγος ἁρμόσῃ πολεμικοὺς ἄν‐ δρας, μία μὲν κόρυς γίγνονται, μία δὲ ἀσπίς, εὑρεῖν
60ἄν μοι δοκεῖ αὐτὸ τοῦτο καὶ περὶ τούσδε τοὺς ἄν‐ δρας γενόμενον· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων ξυγκροτηθέντες ἀποθνήσκειν τε ὑπὲρ φιλο‐ σοφίας ἔρρωντο καὶ βελτίους τῶν ἀποδράντων φαί‐ νεσθαι.
VA
.

4

.

39

Προσῄεσαν μὲν οὖν ταῖς πύλαις, οἱ δὲ ἐφεστῶ‐ τες οὐδὲν ἠρώτων, ἀλλὰ περιήθρουν τὸ σχῆμα καὶ ἐθαύμαζον· ὁ γὰρ τρόπος ἱερὸς ἐδόκει καὶ οὐδὲν ἐοικὼς τοῖς ἀγείρουσι. καταλύουσι δ’ αὐτοῖς ἐν παν‐
5δοχείῳ περὶ τὰς πύλας καὶ δεῖπνον αἱρουμένοις, ἐπειδὴ καιρὸς ἑσπέρας ἤδη ἐτύγχανεν, ὡς ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγλευκῶς τῆς φωνῆς
ἔχων, περιῄει δὲ ἄρα κύκλῳ τὴν Ῥώμην ᾄδων τὰ τοῦ Νέρωνος μέλη καὶ μεμισθωμένος τοῦτο, τὸν δὲ157
10ἀμελῶς ἀκούσαντα ἢ μὴ καταβαλόντα μισθὸν τῆς ἀκροάσεως ξυνεκεχώρητο αὐτῷ καὶ ἀπάγειν ὡς ἀσε‐ βοῦντα. ἦν δὲ αὐτῷ καὶ κιθάρα καὶ ἡ πρόσφορος τῷ κιθαρίζειν σκευὴ πᾶσα, καί τινα καὶ νευρὰν τῶν ἐφαψαμένων τε καὶ προεντεταμένων ἀποκειμένην ἐν
15κοιτίδι εἶχεν, ἣν ἔφασκεν ἐκ τῆς Νέρωνος ἐωνῆσθαι κιθάρας δυοῖν μναῖν καὶ ἀποδώσεσθαι αὐτὴν οὐδενί, ἢν μὴ κιθαρῳδὸς ᾖ τῶν ἀρίστων τε καὶ ἀγωνιου‐ μένων Πυθοῖ. ἀναβαλόμενος οὖν, ὅπως εἰώθει, καὶ βραχὺν διεξελθὼν ὕμνον τοῦ Νέρωνος ἐπῆγε μέλη
20τὰ μὲν ἐξ Ὀρεστείας, τὰ δὲ ἐξ Ἀντιγόνης, τὰ δ’ ὁπο‐ θενοῦν τῶν τραγῳδουμένων αὐτῷ, καὶ ᾠδὰς ἔκαμ‐ πτεν, ὁπόσας Νέρων ἐλύγιζέ τε καὶ κακῶς ἔστρεφεν. ἀργότερον δὲ ἀκροωμένων ὁ μὲν ἀσεβεῖσθαι Νέρωνα ὑπ’ αὐτῶν ἔφασκε καὶ πολεμίους τῆς θείας φωνῆς
25εἶναι, οἱ δὲ οὐ προσεῖχον. ἐρομένου δὲ τοῦ Μενίπ‐ που τὸν Ἀπολλώνιον, πῶς ἀκούοι λέγοντος ταῦτα, „πῶσ“ ἔφη „ἢ ὡς ὅτε ᾖδεν; ἡμεῖς μέντοι, ὦ Μέ‐ νιππε, μὴ παροξυνώμεθα πρὸς ταῦτα, ἀλλὰ τὸν μισθὸν τῆς ἐπιδείξεως δόντες ἐάσωμεν αὐτὸν θύειν
30ταῖς Νέρωνος Μούσαις.“
VA
.

4

.

40

Τοῦτο μὲν δὴ ἐπὶ τοσοῦτον ἐπαρῳνήθη. ἅμα δὲ τῇ ἡμέρᾳ Τελεσῖνος ὁ ἕτερος τῶν ὑπάτων καλέ‐ σας τὸν Ἀπολλώνιον „τί“ ἔφη „τὸ σχῆμα“; ὁ δὲ „καθαρὸν“ εἶπε „καὶ ἀπ’ οὐδενὸς θνητοῦ“. „τίς
5δὲ ἡ σοφία;“ „θειασμὸσ“ ἔφη „καὶ ὡς ἄν τις θεοῖς εὔχοιτο καὶ θύοι“. „ἔστι δέ τις, ὦ φιλόσοφε, ὃς ἀγνοεῖ ταῦτα;“ „πολλοί,“ εἶπεν „εἰ δὲ καὶ ὀρθῶς τις ἐπίσταται ταῦτα, πολλῷ γένοιτ’ ἂν αὑτοῦ βελ‐ τίων ἀκούσας σοφωτέρου ἀνδρός, ὅτι, ἃ οἶδεν, εὖ
10οἶδεν.“ ταῦτα ἀκούοντα τὸν Τελεσῖνον, καὶ γὰρ ἐτύγχανεν ὑποθεραπεύων τὸ θεῖον, ἐσῆλθεν ὁ ἀνὴρ δι’ ἃ πάλαι περὶ αὐτοῦ ἤκουε καὶ τὸ μὲν ὄνομα οὐκ ᾤετο δεῖν ἐς τὸ φανερὸν ἐρωτᾶν, μή τιν’ ἔτι λανθά‐ νειν βούλοιτο, ἐπανῆγε δὲ αὐτὸν πάλιν ἐς τὸν λόγον158
15τὸν περὶ τοῦ θείου, καὶ γὰρ πρὸς διάλεξιν ἐπιτη‐ δείως εἶχε, καὶ ὡς σοφῷ γε εἶπε „τί εὔχῃ προσιὼν τοῖς βωμοῖσ“; „ἔγωγε“ ἔφη „δικαιοσύνην εἶναι νό‐ μους μὴ καταλύεσθαι πένεσθαι τοὺς σοφούς, τοὺς δὲ ἄλλους πλουτεῖν μέν, ἀδόλως δέ.“ „εἶτα“ εἶπε
20„τοσαῦτα αἰτῶν οἴει τεύξεσθαι“; „νὴ Δί’,“ εἶπε „ξυνείρω γὰρ τὰ πάντα ἐς εὐχὴν μίαν καὶ προσιὼν τοῖς βωμοῖς ὧδε εὔχομαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφει‐ λόμενα· εἰ μὲν δὴ τῶν χρηστῶν εἰμι ἀνθρώπων, τεύξομαι πλειόνων ἢ εἶπον, εἰ δὲ ἐν τοῖς φαύλοις με
25οἱ θεοὶ τάττουσι, τἀναντία μοι παρ’ αὐτῶν ἥξει καὶ οὐ μέμψομαι τοὺς θεούς, εἰ κακῶν ἀξιοῦμαι μὴ χρη‐ στὸς ὤν.“ ἐξεπέπληκτο μὲν δὴ ὁ Τελεσῖνος ὑπὸ τῶν λόγων τούτων, βουλόμενος δὲ αὐτῷ χαρίζεσθαι „φοίτα“ ἔφη „ἐς τὰ ἱερὰ πάντα, καὶ γεγράψεται
30παρ’ ἐμοῦ πρὸς τοὺς ἱερωμένους δέχεσθαί σε καὶ διορθουμένῳ εἴκειν.“ „ἢν δὲ μὴ γράψῃς,“ ἔφη „οὐ δέξονταί με;“ „μὰ Δί’,“ εἶπεν „ἐμὴ γὰρ“ ἔφη „αὕτη ἀρχή“. „χαίρω,“ ἔφη „ὅτι γενναῖος ὢν με‐ γάλου ἄρχεις, βουλοίμην δ’ ἄν σε κἀκεῖνο περὶ ἐμοῦ
35εἰδέναι· ἐγὼ τῶν ἱερῶν τὰ μὴ βεβαίως κλειστὰ χαίρω οἰκῶν καὶ παραιτεῖταί με οὐδεὶς τῶν θεῶν, ἀλλὰ ποιοῦνται κοινωνὸν στέγης· ἀνείσθω δέ μοι [καὶ] τοῦτο, καὶ γὰρ οἱ βάρβαροι ξυνεχώρουν αὐτό.“ καὶ ὁ Τελεσῖνος „μέγα“ ἔφη „Ῥωμαίων ἐγκώμιον οἱ
40βάρβαροι προὔλαβον, τουτὶ γὰρ ἐβουλόμην ἂν καὶ περὶ ἡμῶν λέγεσθαι.“ ᾤκει μὲν δὴ ἐν τοῖς ἱεροῖς
ἐναλλάττων αὐτὰ καὶ μεθιστάμενος ἐξ ἄλλου ἐς ἄλλο, αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχων „οὐδὲ οἱ θεοὶ“ ἔφη „πάντα τὸν χρόνον ἐν τῷ οὐρανῷ οἰκοῦσιν, ἀλλὰ πορεύ‐159
45ονται μὲν ἐς Αἰθιοπίαν, πορεύονται δὲ ἐς Ὄλυμπόν τε καὶ Ἄθω, καὶ οἶμαι ἄτοπον τοὺς μὲν θεοὺς τὰ τῶν ἀνθρώπων ἔθνη περινοστεῖν πάντα, τοὺς δὲ ἀνθρώπους μὴ τοῖς θεοῖς ἐπιφοιτᾶν πᾶσι. καίτοι δεσπόται μὲν ὑπερορῶντες δούλων οὔπω αἰτίαν
VA
.

4

.

40

(50)

ἕξουσιν, ἴσως γὰρ ἂν καταφρονοῖεν αὐτῶν, ὡς μὴ σπουδαίων, δοῦλοι δὲ μὴ πάντως τοὺς αὑτῶν δεσπό‐ τας θεραπεύοντες ἀπόλοιντο ἂν ὑπ’ αὐτῶν ὡς κατά‐ ρατοί τε καὶ θεοῖς ἐχθρὰ ἀνδράποδα.
VA
.

4

.

41

Διαλεγομένου δὲ αὐτοῦ περὶ τὰ ἱερὰ οἱ θεοὶ ἐθεραπεύοντο μᾶλλον καὶ ξυνῄεσαν οἱ ἄνθρωποι ἐς ταῦτα, ὡς τὰ ἀγαθὰ πλείω παρὰ τῶν θεῶν ἕξοντες, καὶ οὔπω διεβάλλοντο αἱ ξυνουσίαι τοῦ ἀνδρὸς διὰ
5τὸ σπουδάζεσθαί τε δημοσίᾳ λέγεσθαί τε ἐς πάντας, οὐδὲ γὰρ θύραις ἐπεπόλαζεν, οὐδὲ ἐτρίβετο περὶ τοὺς δυνατούς, ἀλλ’ ἠσπάζετο μὲν ἐπιφοιτῶντας,
VA
.

4

.

42

διελέγετο δὲ αὐτοῖς ὁπόσα καὶ τῷ δήμῳ. ἐπεὶ δὲ ὁ Δημήτριος διατεθεὶς πρὸς αὐτόν, ὡς ἐν τοῖς Κοριν‐ θιακοῖς λόγοις εἴρηκα, παραγενόμενος ἐς τὴν Ῥώ‐ μην ὕστερον ἐθεράπευε μὲν τὸν Ἀπολλώνιον, ἐπη‐
5φίει δ’ αὑτὸν τῷ Νέρωνι, τέχνη ταῦτα ὑπωπτεύθη τοῦ ἀνδρὸς καὶ τὸν Δημήτριον αὐτὸς ἐδόκει καθει‐ κέναι ἐς αὐτά, καὶ πολὺ μᾶλλον, ὁπότε γυμνάσιον μὲν ἐξεποιήθη τῷ Νέρωνι θαυμασιώτατον τῶν ἐκεῖ, λευκὴν δ’ ἔθυον ἐν αὐτῷ ἡμέραν Νέρων τε αὐτὸς
10καὶ ἡ βουλὴ ἡ μεγάλη καὶ τὸ ἱππεῦον τῆς Ῥώμης, παρελθὼν δὲ ὁ Δημήτριος ἐς αὐτὸ τὸ γυμνάσιον διεξῆλθε λόγον κατὰ τῶν λουμένων, ὡς ἐκλελυμέ‐ νων τε καὶ αὑτοὺς χραινόντων, καὶ ἐδείκνυεν, ὅτι
περιττὸν ἀνάλωμα εἴη τὰ τοιαῦτα, ἐφ’ οἷς ξυνήρατο160
15μὲν αὐτῷ (τοῦ) μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ᾄδειν —ᾖδε δὲ ἐν καπηλείῳ πεποιημένῳ ἐς τὸ γυμνάσιον διάζωμα ἔχων γυμνός, ὥσπερ τῶν καπήλων οἱ ἀσελ‐ γέστατοι—οὐ μὴν διέφυγεν ὁ Δημήτριος τὸ ἐφ’
20οἷς εἶπε κινδυνεῦσαι, Τιγελλῖνος γάρ, ὑφ’ ᾧ τὸ ξί‐ φος ἦν τοῦ Νέρωνος, ἀπήλαυνεν αὐτὸν τῆς Ῥώμης, ὡς τὸ βαλανεῖον κατασκάψαντα οἷς εἶπε, τὸν δ’ Ἀπολλώνιον ἀφανῶς ἀνίχνευεν, ὁπότε καὶ αὐτὸς
VA
.

4

.

43

ἐπιλήψιμόν τι καὶ παραβεβλημένον εἴποι. ὁ δ’ οὔτε καταγελῶν φανερὸς ἦν οὔτ’ αὖ πεφροντικώς, ὥσπερ οἱ φυλαττόμενοί τινα κίνδυνον, ἀλλ’ ἀποχρώντως περὶ τῶν προκειμένων διελέγετο ξυμφιλοσοφοῦντος
5αὐτῷ τοῦ Τελεσίνου καὶ ἑτέρων ἀνδρῶν, οἳ καίτοι φιλοσοφίας ἐπικινδύνως πραττούσης οὐκ ἂν ᾤοντο κινδυνεῦσαι ξὺν ἐκείνῳ σπουδάζοντες. ὑπωπτεύετο δέ, ὡς ἔφην, καὶ πολὺ μᾶλλον ἐφ’ οἷς καὶ περὶ τῆς διοσημίας εἶπε· γενομένης γάρ ποτε ἐκλείψεως ἡλίου
10καὶ βροντῆς ἐκδοθείσης, ὅπερ ἥκιστα ἐν ἐκλείψει δοκεῖ ξυμβαίνειν, ἀναβλέψας ἐς τὸν οὐρανὸν „ἔσται τι“ ἔφη „μέγα καὶ οὐκ ἔσται.“ ξυμβαλεῖν μὲν δὴ τὸ εἰρημένον οὔπω εἶχον οἱ παρατυχόντες τῷ λόγῳ, τρίτῃ δ’ ἀπὸ τῆς ἐκλείψεως ἡμέρᾳ ξυνῆκαν τοῦ λό‐
15γου πάντες· σιτουμένου γὰρ τοῦ Νέρωνος ἐμπε‐ σὼν τῇ τραπέζῃ σκηπτὸς διήλασε τῆς κύλικος ἐν χεροῖν οὔσης καὶ οὐ πολὺ ἀπεχούσης τοῦ στόματος· τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι. ἀκούσας
20δὲ Τιγελλῖνος τὸν λόγον τοῦτον ἐς δέος ἀφίκετο τοῦ ἀνδρός, ὡς σοφοῦ τὰ δαιμόνια, καὶ ἐς ἐγκλή‐ ματα μὲν φανερὰ καθίστασθαι πρὸς αὐτὸν οὐκ ᾤετο
δεῖν, ὡς μὴ κακόν τι ἀφανὲς ὑπ’ αὐτοῦ λάβοι, δια‐ λεγόμενον δὲ καὶ σιωπῶντα καὶ καθήμενον καὶ βαδί‐161
25ζοντα καὶ ὅ τι φάγοι καὶ παρ’ ὅτῳ καὶ εἰ ἔθυσεν ἢ μὴ ἔθυσε, περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει.
VA
.

4

.

44

Ἐμπεσόντος δὲ ἐν Ῥώμῃ νοσήματος, ὃ κατάρ‐ ρουν οἱ ἰατροὶ ὀνομάζουσιν, ἀνίστανται δὲ ἄρα ὑπ’ αὐτοῦ βῆχες καὶ ἡ φωνὴ τοῖς λαλοῦσι πονήρως ἔχει, τὰ μὲν ἱερὰ πλέα ἦν ἱκετευόντων τοὺς θεούς, ἐπεὶ
5διῳδήκει τὴν φάρυγγα Νέρων καὶ μελαίνῃ τῇ φωνῇ ἐχρῆτο, ὁ δὲ Ἀπολλώνιος ἐρρήγνυτο μὲν πρὸς τὴν τῶν πολλῶν ἄνοιαν, ἐπέπληττε δὲ οὐδενί, ἀλλὰ καὶ τὸν Μένιππον παροξυνόμενον ὑπὸ τῶν τοιούτων ἐσωφρόνιζέ τε καὶ κατεῖχε ξυγγιγνώσκειν κελεύων
10τοῖς θεοῖς, εἰ μίμοις γελοίων χαίρουσιν, ἀπαγγελ‐ θέντος δὲ τῷ Τιγελλίνῳ τοῦ λόγου τούτου, πέμπει τοὺς ἄξοντας αὐτὸν ἐς τὸ δικαστήριον, ὡς ἀπολογή‐ σαιτο μὴ ἀσεβεῖν ἐς Νέρωνα, παρεσκεύαστο δὲ καὶ κατήγορος ἐπ’ αὐτὸν πολλοὺς ἀπολωλεκὼς ἤδη καὶ
15τοιούτων Ὀλυμπιάδων μεστός, καί τι καὶ γραμμα‐ τεῖον εἶχεν ἐν ταῖν χεροῖν γεγραμμένον τὸ ἔγκλημα, καὶ τοῦτο ὥσπερ ξίφος ἀνασείων ἐπὶ τὸν ἄνδρα ἠκο‐ νῆσθαί τε αὐτὸ ἔλεγε καὶ ἀπολεῖν αὐτόν. ἐπεὶ δὲ ἀνελίττων Τιγελλῖνος τὸ γραμματεῖον γραμμῆς μὲν
20ἴχνος ἐν αὐτῷ οὐχ εὗρεν, ἀσήμῳ δέ τινι βιβλίῳ ἐνέ‐ τυχεν, ἐς ἔννοιαν ἀπηνέχθη δαίμονος. τουτὶ δὲ καὶ Δομετιανὸς ὕστερον πρὸς αὐτὸν λέγεται παθεῖν. ἀπολαβὼν οὖν τὸν Ἀπολλώνιον ἤνεγκεν ἐς τὸ ἀπόρ‐ ρητον δικαστήριον, ἐν ᾧ περὶ τῶν μεγίστων ἡ ἀρχὴ
25αὕτη ἀφανῶς δικάζει, καὶ μεταστησάμενος πάντας ἐνέκειτο ἐρωτῶν, ὅστις εἴη, ὁ δὲ Ἀπολλώνιος πατρός τε ἐμέμνητο καὶ πατρίδος καὶ ἐφ’ ὅ τι τῇ σοφίᾳ
χρῷτο, ἔφασκέ τε αὐτῇ χρῆσθαι ἐπί τε τὸ θεοὺς γιγνώσκειν ἐπί τε τὸ ἀνθρώπων ξυνιέναι, τοῦ γὰρ162
30ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι. „τοὺς δαίμονας,“ εἶπεν „ὦ Ἀπολλώνιε, καὶ τὰς τῶν εἰδώλων φαντασίας πῶς ἐλέγχεις;“ „ὥς γε“ ἔφη „τοὺς μιαιφόνους τε καὶ ἀσεβεῖς ἀνθρώπους.“ ταυτὶ δὲ πρὸς τὸν Τιγελλῖνον ἀποσκώπτων ἔλεγεν, ἐπειδὴ
35πάσης ὠμότητός τε καὶ ἀσελγείας διδάσκαλος ἦν τῷ Νέρωνι. „μαντεύσαιο δ’ ἂν“ ἔφη „δεηθέντι μοι;“ „πῶσ“ εἶπεν „ὅ γε μὴ μάντις ὤν;“ „καὶ μὴν σὲ“ ἔφη „φασὶν εἶναι τὸν εἰπόντα ἔσεσθαί τι μέγα καὶ οὐκ ἔσεσθαι“. „ἀληθῶσ“ εἶπεν „ἤκουσας, τοῦτο δὲ
40μὴ μαντικῇ προστίθει, σοφίᾳ δὲ μᾶλλον, ἣν θεὸς φαίνει σοφοῖς ἀνδράσιν.“ „Νέρωνα δὲ“ ἔφη „διὰ τί οὐ δέδοικας;“ „ὅτι“ εἶπεν „ὁ θεὸς ὁ παρέχων ἐκείνῳ φοβερῷ δοκεῖν κἀμοὶ δέδωκεν ἀφόβῳ εἶναι.“ „φρονεῖς δὲ πῶσ“ εἶπε „περὶ Νέρωνος;“ ὁ δὲ Ἀπολ‐
45λώνιος „βέλτιον“ εἶπεν „ἢ ὑμεῖς· ὑμεῖς γὰρ ἡγεῖ‐ σθε αὐτὸν ἄξιον τοῦ ᾄδειν, ἐγὼ δὲ ἄξιον τοῦ σιω‐ πᾶν.“ ἐκπλαγεὶς οὖν ὁ Τιγελλῖνος „ἄπιθι“ ἔφη „καταστήσας ἐγγυητὰς τοῦ σώματοσ“. ὁ δὲ Ἀπολ‐ λώνιος „καὶ τίσ“ εἶπεν „ἐγγυήσεται σῶμα, ὃ μηδεὶς
VA
.

4

.

44

(50)

δήσει;“ ἔδοξε τῷ Τιγελλίνῳ ταῦτα δαιμόνιά τε εἶναι καὶ πρόσω ἀνθρώπου, καὶ ὥσπερ θεομαχεῖν φυλατ‐ τόμενος, „χώρει“, ἔφη „οἷ βούλει, σὺ γὰρ κρείττων ἢ ὑπ’ ἐμοῦ ἄρχεσθαι.“
VA
.

4

.

45

Κἀκεῖνο Ἀπολλωνίου θαῦμα· κόρη ἐν ὥρᾳ γά‐ μου τεθνάναι ἐδόκει καὶ ὁ νυμφίος ἠκολούθει τῇ κλίνῃ βοῶν ὁπόσα ἐπ’ ἀτελεῖ γάμῳ, ξυνωλοφύρετο δὲ καὶ ἡ Ῥώμη, καὶ γὰρ ἐτύγχανεν οἰκίας ἡ κόρη
5τελούσης ἐς ὑπάτους. παρατυχὼν οὖν ὁ Ἀπολλώνιος τῷ πάθει „κατάθεσθε“ ἔφη „τὴν κλίνην, ἐγὼ γὰρ
ὑμᾶς τῶν ἐπὶ τῇ κόρῃ δακρύων παύσω.“ καὶ ἅμα ἤρετο, ὅ τι ὄνομα αὐτῇ εἴη. οἱ μὲν δὴ πολλοὶ ᾤοντο λόγον ἀγορεύσειν αὐτόν, οἷοι τῶν λόγων οἱ ἐπική‐163
10δειοί τε καὶ τὰς ὀλοφύρσεις ἐγείροντες, ὁ δὲ οὐδὲν ἀλλ’ ἢ προσαψάμενος αὐτῆς καί τι ἀφανῶς ἐπειπὼν ἀφύπνισε τὴν κόρην τοῦ δοκοῦντος θανάτου, καὶ φωνήν τε ἡ παῖς ἀφῆκεν ἐπανῆλθέ τε ἐς τὴν οἰκίαν τοῦ πατρός, ὥσπερ ἡ Ἄλκηστις ὑπὸ τοῦ Ἡρακλέους
15ἀναβιωθεῖσα. δωρουμένων δὲ αὐτῷ τῶν ξυγγενῶν τῆς κόρης μυριάδας δεκαπέντε φερνὴν ἔφη ἐπιδιδό‐ ναι αὐτὰς τῇ παιδί. καὶ εἴτε σπινθῆρα τῆς ψυχῆς εὗρεν ἐν αὐτῇ, ὃς ἐλελήθει τοὺς θεραπεύοντας— λέγεται γάρ, ὡς ψεκάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι
20ἀπὸ τοῦ προσώπου—εἴτ’ ἀπεσβηκυῖαν τὴν ψυχὴν ἀνέθαλψέ τε καὶ ἀνέλαβεν, ἄρρητος ἡ κατάληψις τού‐ του γέγονεν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς παρατυ‐ χοῦσιν.
VA
.

4

.

46

Ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μου‐ σώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέ‐ ρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησα‐
5μένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύ‐ σειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαν‐ τες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὧν ὑπάρχει
10κατιδεῖν τι μέγα.
Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε. εἴ γε μὴ ἀπι‐ στεῖς, ὡς Ἡρακλῆς ποτε Θησέα ἐξ Ἅιδου ἔλυσε,
15γράφε, τί βούλει. ἔρρωσο.
Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. Ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος, ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δεί‐ ξας ἑαυτόν. ἔρρωσο.
164
20
Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Σωκράτης (ὁ) Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς δικαστήριον, ἀπέθανε δέ. ἔρρωσο.
Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.
VA
.

4

.

47

Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἐς ἀπολογίαν ἑαυτόν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο. Ἐξελαύνοντος δὲ ἐς τὴν Ἑλλάδα τοῦ Νέρωνος καὶ προκηρύξαντος δημοσίᾳ μηδένα ἐμφιλοσοφεῖν τῇ
5Ῥώμῃ τρέπεται ὁ Ἀπολλώνιος ἐπὶ τὰ ἑσπέρια τῆς γῆς, ἅ φασιν ὁρίζεσθαι ταῖς Στήλαις, τὰς ἀμπώτεις τοῦ Ὠκεανοῦ ἐποψόμενος καὶ τὰ Γάδειρα. καὶ γάρ τι καὶ περὶ φιλοσοφίας τῶν ἐκείνῃ ἀνθρώπων ἤκουεν, ὡς ἐς πολὺ τοῦ θείου προηκόντων, ἠκολούθησαν δὲ
10αὐτῷ οἱ γνώριμοι πάντες ἐπαινοῦντες καὶ τὴν ἀπο‐ δημίαν καὶ τὸν ἄνδρα.
VA
.

5

.

1

Περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρα‐ κλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δ’ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον· Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι
5τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέ‐ οντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ
Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει165
10δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν ξυμβάλοι τις ὁπόσα, μετὰ γὰρ τὸν ποταμὸν τοῦ‐ τον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. τὸ δὲ τῆς Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν
15ἐπέχει τοῦ ἔσπλου, σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα.
VA
.

5

.

2

Τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κελτοὺς εἶδον, ὁποῖαι λέγονται, τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, δι’ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχω‐ ρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοι τὸν Ἀπολλώνιον
5ἐπεσκέφθαι τὸ ὄν. ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπι‐ στολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπ’ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ
10τὸ πνεῦμα. πιστοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον, ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνήσκον‐ τας, ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνε‐
15σθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα, τὰ γὰρ ἐκείνης ἀνισοῖ
VA
.

5

.

3

μέτρα ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος. ἡμέρα δ’ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελ‐ τοὺς μὲν κατ’ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας
5ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρί‐ ζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνε‐ χούσας ἀκρωτήριον.
VA
.

5

.

4

Τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα· γήρως οὖν βωμὸν ἵδρυνται καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνί‐ ζονται, βωμοὶ δὲ ἐκεῖ καὶ πενίας καὶ τέχνης καὶ166
5Ἡρακλέους Αἰγυπτίου καὶ ἕτεροι τοῦ Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σο‐ φίᾳ δόντα γῆν ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναί φασι τὰ Γάδειρα καὶ
10παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον· ἀσπάζεσθαι γοῦν Ἀθηναίους Ἑλλήνων μάλιστα καὶ Μενεσθεῖ τῷ Ἀθη‐ ναίῳ θύειν καὶ Θεμιστοκλέα δὲ τὸν ναύμαχον σο‐ φίας τε καὶ ἀνδρείας ἀγασθέντες χαλκοῦν ἵδρυνται
VA
.

5

.

5

ἔννουν καὶ ὥσπερ χρησμῷ ἐφιστάντα. ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος, ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε,
5παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. ἡ δὲ νῆσος, ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν
10ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου—τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρα‐ κλέους ἄργα ἐκτετυπῶσθαί φασι κἀνταῦθα—λί‐
15θου ὄντα. ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ, ἀνά‐ κειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν, ᾧ εἴκασται, θαυ‐ μάζεσθαι δ’ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμω‐
20νίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφ’ ὅ τι, οὔτε αὐτὸς ὁ Δάμις ξυνιδεῖν φησιν οὔτε ἐκείνων ἀκοῦσαι. τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀρ‐ γύρου ξυντετηκότοιν ἐς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς167
25ὑπὲρ πῆχυν τετραγώνου τέχνης, ὥσπερ οἱ ἄκμονες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν, οὔτε οἵοις ξυμβαλεῖν. ὁ δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον, οὐ ξυγχω‐ ρεῖ μοι“ ἔφη „ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέ‐
30γειν, ὁπόσα οἶδα· Γῆς καὶ Ὠκεανοῦ ξύνδεσμοι αἵδε αἱ στῆλαί εἰσιν, ἐπεγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγέ‐ νοιτο μήτε ἀτιμάσειαν τὴν φιλότητα, ἣν ἀλλήλων ἴσχουσιν.“
VA
.

5

.

6

Φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποτα‐ μὸς παλίρρους ἵεται πνεύματος δήπου ἀπωθουμένου
5αὐτὸν τῆς θαλάττης. τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆ‐ χθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς
10αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.
VA
.

5

.

7

Διαλέξεις δὲ τῷ Ἀπολλωνίῳ περὶ τῶν ἐκεῖ παρα‐ πεσόντων ὁ Δάμις πλείους μὲν γενέσθαι φησίν, ἀξίας δὲ τοῦ ἀναγράψαι τάσδε· καθημένων ποτὲ αὐτῶν ἐς τὸ Ἡράκλειον ἀναγελάσας ὁ Μένιππος,
5ἀναμέμνητο δὲ ἄρα τοῦ Νέρωνος „τί“ ἔφη „τὸν γεν‐ ναῖον ἡγώμεθα; τίνασ“ ἔφη „ἐστεφανῶσθαι τῶν ἀγώνων; τοὺς δὲ βελτίστους Ἕλληνας οὐ ξὺν ὅλῳ
γέλωτι φοιτᾶν ἐς τὰς πανηγύρεις;“ ὁ δὲ Ἀπολλώνιος „ὡς μὲν ἐγὼ“ ἔφη „Τελεσίνου ἤκουον, δέδιεν ὁ168
10χρηστὸς Νέρων τὰς Ἠλείων μάστιγας· παρακελευο‐ μένων γὰρ αὐτῷ τῶν κολάκων νικᾶν τὰ Ὀλύμπια καὶ ἀνακηρύττειν τὴν Ῥώμην „ἤν γε“ ἔφη „μὴ βα‐ σκήνωσιν Ἠλεῖοι, λέγονται γὰρ μαστιγοῦν καὶ φρο‐ νεῖν ὑπὲρ ἐμέ“, πολλὰ δὲ καὶ ἄλλα ἀνοητότερα τού‐
15των προανεφώνησεν. ἐγὼ δὲ νικήσειν μὲν Νέρωνα ἐν Ὀλυμπίᾳ φημί, τίς γὰρ οὕτω θρασύς, ὡς ἐναν‐ τίαν θέσθαι; Ὀλύμπια δὲ οὐ νικήσειν, ἅτε μηδὲ ἐν ὥρᾳ ἄγουσι· πατρίου μὲν γὰρ τοῖς Ὀλυμπίοις τοῦ πέρυσιν ἐνιαυτοῦ ὄντος ἐκέλευσε τοὺς Ἠλείους Νέ‐
20ρων ἀναβαλέσθαι αὐτὰ ἐς τὴν ἑαυτοῦ ἐπιδημίαν, ὡς ἐκείνῳ μᾶλλον ἢ τῷ Διὶ θύσοντας· τραγῳδίαν δ’ ἐπαγγεῖλαι καὶ κιθαρῳδίαν ἀνδράσιν, οἷς μήτε θέα‐ τρόν ἐστι μήτε σκηνὴ πρὸς τὰ τοιαῦτα, στάδιον δὲ αὐτοφυὲς καὶ γυμνὰ πάντα, τὸν δὲ νικᾶν, ἃ χρὴ
25ἐγκαλύπτεσθαι, καὶ τὴν Αὐγούστου τε καὶ Ἰουλίου σκευὴν ῥίψαντα μεταμφιέννυσθαι νῦν τὴν Ἀμοιβέως καὶ Τερπνοῦ τί φήσεις; καὶ τὰ μὲν Κρέοντός τε καὶ Οἰδίποδος οὕτως ἐξακριβοῦν, ὡς δεδιέναι, μή πη λάθῃ ἁμαρτὼν θύρας ἢ στολῆς ἢ σκήπτρου, ἑαυτοῦ
30δὲ καὶ Ῥωμαίων οὕτως ἐκπίπτειν, ὡς ἀντὶ τοῦ νο‐ μοθετεῖν νόμους ᾄδειν καὶ ἀγείρειν ἔξω θυρῶν, ὧν ἔσω χρὴ καθῆσθαι τὸν βασιλέα χρηματίζοντα ὑπὲρ γῆς καὶ θαλάττης; εἰσίν, ὦ Μένιππε, τραγῳδοὶ πλεί‐ ους, ἐς οὓς Νέρων ἑαυτὸν γράφει· τί οὖν; εἴ τις
35αὐτῶν μετὰ τὸν Οἰνόμαον ἢ τὸν Κρεσφόντην ἀπελ‐ θὼν τοῦ θεάτρου μεστὸς οὕτω τοῦ προσωπείου γέ‐ νοιτο, ὡς ἄρχειν μὲν ἑτέρων βούλεσθαι, τύραννον δὲ αὑτὸν ἡγεῖσθαι, τί καὶ φήσεις τοῦτον; ἆρ’ οὐκ ἐλλεβόρου δεῖσθαι καὶ φαρμακοποσίας, ὁπόση τοὺς
40νοῦς ἐκκαθαίρει; εἰ δ’ αὐτὸς ὁ τυραννεύων ἐς τρα‐ γῳδοὺς καὶ τεχνίτας τὰ πράγματα ἑαυτοῦ ἄγοι λεαί‐ νων τὴν φωνὴν καὶ δεδιὼς τὸν Ἠλεῖον ἢ τὸν Δελφόν, ἢ μὴ δεδιὼς μέν, κακῶς δὲ οὕτως ὑποκρινόμενος τὴν ἑαυτοῦ τέχνην, ὡς μὴ μαστιγώσεσθαι νομίζειν169
45πρὸς τούτων, ὧν αὐτὸς ἄρχειν τέτακται, τί τοὺς κα‐ κοδαίμονας ἀνθρώπους ἐρεῖς ὑπὸ τοιούτῳ καθάρ‐ ματι ζῶντας; τοῖς δὲ Ἕλλησι τίνα ἡγῇ, ὦ Μένιππε; πότερα Ξέρξην καταπιμπράντα ἢ Νέρωνα ᾄδοντα; εἰ γὰρ ἐνθυμηθείης τὴν ἀγοράν, ἣν ἐς τὰς ἐκείνου
VA
.

5

.

7

(50)

ᾠδὰς ξυμφέρουσι, καὶ ὡς ἐξωθοῦνται τῶν οἰκιῶν καὶ ὡς οὐκ ἔξεστι σπουδαῖον οὐδὲν ἢ σκεῦος ἢ ἀν‐ δράποδον αὐτοῖς πεπᾶσθαι, περὶ γυναίοις τε καὶ παισὶν ὡς δεινὰ πείσονται τὰς ἐπιρρήτους ἡδονὰς ἐξ ἁπάσης οἰκίας ἐκλέγοντος τοῦ Νέρωνος, δίκαι τε
55ὡς πολλαὶ ἀναφύσονται καὶ τὰς μὲν ἄλλας ἔα, τὰς δὲ ἐπὶ τοῖς θεάτροις καὶ ταῖς ᾠδαῖς· οὐκ ἦλθες ἀκροασόμενος Νέρωνος ἢ παρῆσθα μέν, ῥᾳθύμως δὲ ἠκροῶ ἐγέλας οὐκ ἐκρότησας οὐκ ἔθυσας ὑπὲρ τῆς φωνῆς, ἵνα Πυθῶδε λαμπροτέρα ἔλθοι, πολλαί
60σοι δόξουσι θεατῶν Ἰλιάδες περὶ τοὺς Ἕλληνας εἶναι. τὸ γὰρ τετμήσεσθαι τὸν Ἰσθμὸν ἢ οὐ τετμήσεσθαι, τέμνεται δέ, ὥς φασι, νῦν, πάλαι προὔμαθον θεοῦ φήναντος.“ ὑπολαβὼν οὖν ὁ Δάμις, „ἀλλ’ ἔμοιγε“, ἔφη „ὦ Ἀπολλώνιε, τὸ περὶ τὴν τομὴν ἔργον ὑπερ‐
65φωνεῖν δοκεῖ τὰ Νέρωνος πάντα, ἡ γὰρ διάνοια ὁρᾷς, ὡς μεγάλη.“ δοκεῖ μὲν „ἔφη“ κἀμοί, ὦ Δάμι, τὸ δὲ ἀτελὲς αὐτῆς διαβάλλει αὐτόν, ὡς ἀτελῆ μὲν ᾄδοντα, ἀτελῆ δὲ ὀρύττοντα. τά τοι Ξέρξου ἀνα‐ λεγόμενος ἐπαινῶ τὸν ἄνδρα, οὐχ ὅτι τὸν Ἑλλήσ‐
70ποντον ἔζευξεν, ἀλλ’ ὅτι διέβη αὐτόν, Νέρωνα δὲ οὔτε πλευσούμενον διὰ τοῦ Ἰσθμοῦ ὁρῶ οὔτε ἐς
τέρμα τῆς ὀρυχῆς ἥξοντα, δοκεῖ δέ μοι καὶ φόβου μεστὸς ἀναχωρῆσαι τῆς Ἑλλάδος, εἰ μὴ ἡ ἀλήθεια ἀπόλωλεν.“170
VA
.

5

.

8

Ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύον‐ τος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾄδον‐ τας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν
5Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσ‐ οικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδ’ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφ’ ὅτῳ θύουσιν, ἀλλ’ ἀπήγοντο ἐς γελοίους δόξας πολέ‐
10μου νίκην ἡγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους· οὐδὲ γὰρ τραγῳ‐
VA
.

5

.

9

δίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν. τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαι‐ τική, φησὶν ὁ Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑπο‐ κριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι· θυουσῶν γὰρ
5τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις,
10πρῶτον μὲν δι’ αὐτὸ τὸ ἥκειν παρ’ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτ’ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι
15βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχή‐ ματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο,
φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος171
20ἐμβοηθέντες. τοιαῦτα μὲν τὰ ἤθη τῶν ταύτῃ βαρ‐ βάρων καὶ οὕτως ἀρχαῖα.
VA
.

5

.

10

Σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπι‐ τροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν ὁ μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, ὁ δὲ προσέκειτο αἰτῶν τοῦτο·
5ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπι‐ στολὴν ὁ Ἀπολλώνιος, ἵν’ ἐς τὰ Γάδειρα ἔλθοι, ὁ δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους
10καὶ μεταστησάμενοι τοὺς παρόντας ὅ τι μὲν διελέ‐ χθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ ὁ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες ὁ μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώ‐ νιον, ὁ δὲ „ἔρρωσο“ ἔφη „καὶ μέμνησο τοῦ Βίνδι‐
15κοσ“. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾄδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς, ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατ’ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ
20τύραννον ἄν τις πνεύσειεν· ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον ἢ κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον ἢ βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φι‐ λοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν
25γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε. ταῦτ’ οὖν ὡς ἔσται, προγιγνώσκων ὁ Ἀπολ‐ λώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονον‐
VA
.

5

.

11

ουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος. φλεγμαι‐ νόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐν‐
τεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατί‐172
5σχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύ‐ σαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυρρηνὸς Ἀδρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ
10αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρο‐ μένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, „πολλῶν“ εἶπε „Θη‐ βαίων“. τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν,
15οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλή‐ νων πράγματα.
VA
.

5

.

12

Ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προ‐ εγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δ’ αὐ‐
5τοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ’ ἐς θυσίας βαρ‐ βάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ
10δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοη‐ τεύων, ἀλλ’ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ’ ὅπως σοφίζοιντο
15αὐτά, ἤρετο, οὔτ’ ἐδεήθη μαθεῖν, ἀλλ’ ἐπῄνει μέν, ζηλοῦν δ’ οὐκ ἠξίου.
VA
.

5

.

13

Ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαι‐
εύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας ἑκάστη δέρης, τὰ δὲ ἐπ’ αὐταῖς ἑνὸς πάντα. οἱ μὲν173
5δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρι‐ νακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειεν—ἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πό‐ λεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσου—οἱ δὲ ἔφασαν τὸν
10Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, ὁ δὲ Ἀπολλώνιος „ἴθι“, ἔφη „ὦ Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται“. ἐξέκειτο γὰρ δη‐ μοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄρρεν, ξυναγα‐
15γὼν τοὺς ἑταίρους „τρεῖσ“ ἔφη „Ῥωμαίων αὐτοκρά‐ τορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλ’ οἱ μὲν ἐπ’ αὐτῆς Ῥώμης, ὁ δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον ἢ οἱ τῶν τρα‐
20γῳδῶν τύραννοι“. καὶ ὁ λόγος αὐτίκα ἐς φῶς ἦλθε· Γάλβας μὲν γὰρ ἐπ’ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψά‐ μενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπο‐ λήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γα‐ λάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλ’
25ὥσπερ ἰδιώτης κεῖται· διέπτη δὲ ἡ τύχη ταῦτα ἑνὶ ἔτει.
VA
.

5

.

14

Πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος ἡ Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, ὃ τύφει τὴν Αἴτνην, αὐτοὶ δ’ ἐς πιθανωτέρους ἀφικέσθαι
5λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δ’ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταί‐ ρους „ἔστι τι μυθολογία;“ „νὴ Δί’“, εἶπεν ὁ Μέ‐ νιππος „ἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι“. „τὸν δὲ δὴ
Αἴσωπον τί ἡγῇ;“ „μυθολόγον“ εἶπε „καὶ λογοποιὸν174
10πάντα“. „πότεροι δὲ σοφοὶ τῶν μύθων;“ „οἱ τῶν ποιητῶν“, εἶπεν „ἐπειδὴ ὡς γεγονότες ᾄδονται“. „οἱ δὲ δὴ Αἰσώπου τί;“ „βάτραχοι“ ἔφη „καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοισ“. „καὶ μὴν“ ἔφη „ἐμοὶ“ ὁ Ἀπολλώνιος, „ἐπιτηδειότεροι
15πρὸς σοφίαν οἱ τοῦ Αἰσώπου φαίνονται· οἱ μὲν γὰρ περὶ τοὺς ἥρωας, ὧν ποιητικὴ πᾶσα ἔχεται, καὶ διαφθείρουσι τοὺς ἀκροωμένους, ἐπειδὴ ἔρωτάς τε ἀτόπους οἱ ποιηταὶ ἑρμηνεύουσι καὶ ἀδελφῶν γάμους καὶ διαβολὰς ἐς θεοὺς καὶ βρώσεις παίδων καὶ πα‐
20νουργίας ἀνελευθέρους καὶ δίκας, καὶ τὸ ὡς γεγονὸς αὐτῶν ἄγει καὶ τὸν ἐρῶντα καὶ τὸν ζηλοτυποῦντα καὶ τὸν ἐπιθυμοῦντα πλουτεῖν ἢ τυραννεύειν ἐφ’ ἅπερ οἱ μῦθοι, Αἴσωπος δὲ ὑπὸ σοφίας πρῶτον μὲν οὐκ ἐς τὸ κοινὸν τῶν ταῦτα ᾀδόντων ἑαυτὸν κατέ‐
25στησεν, ἀλλ’ ἑαυτοῦ τινα ὁδὸν ἐτράπετο, εἶτα, ὥσπερ οἱ τοῖς εὐτελεστέροις βρώμασι καλῶς ἑστιῶντες, ἀπὸ σμικρῶν πραγμάτων διδάσκει μεγάλα, καὶ προθέμε‐ νος τὸν λόγον ἐπάγει αὐτῷ τὸ πρᾶττε ἢ μὴ πρᾶττε, εἶτα τοῦ φιλαλήθους μᾶλλον ἢ οἱ ποιηταὶ ἥψατο· οἱ
30μὲν γὰρ βιάζονται πιθανοὺς φαίνεσθαι τοὺς ἑαυτῶν λόγους, ὁ δ’ ἐπαγγέλλων λόγον, ὅς ἐστι ψευδής, πᾶς οἶδεν, ὅτι αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀλη‐ θεύει. καὶ ὁ μὲν ποιητὴς εἰπὼν τὸν ἑαυτοῦ λόγον καταλείπει τῷ ὑγιαίνοντι ἀκροατῇ βασανίζειν αὐτόν,
35εἰ ἐγένετο, ὁ δὲ εἰπὼν μὲν ψευδῆ λόγον, ἐπαγαγὼν δὲ νουθεσίαν, ὥσπερ ὁ Αἴσωπος, δείκνυσιν ὡς ἐς τὸ χρήσιμον τῆς ἀκροάσεως τῷ ψεύδει κέχρηται. χα‐ ρίεν δ’ αὐτοῦ τὸ καὶ τὰ ἄλογα ἡδίω ἐργάζεσθαι καὶ σπουδῆς ἄξια τοῖς ἀνθρώποις, ἐκ παίδων γὰρ τοῖς
40λόγοις τούτοις ξυγγενόμενοι καὶ ὑπ’ αὐτῶν ἐκνη‐
πιωθέντες δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τὰ δὲ ὡς εὐήθη, τὰ δὲ ὡς κομψά, τὰ δὲ ὡς ἀκέραια, καὶ ὁ μὲν ποιητὴς εἰπὼν175
45
πολλαὶ μορφαὶ τῶν δαιμονίων ἢ τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, ὁ δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυν‐
VA
.

5

.

15

ουσίαν ἐς ὃ προὔθετο. ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦ‐ θον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος, νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔ‐
5χοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δ’ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δ’ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῶν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν
10εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δ’ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. „τί γὰρ δεῖ, ὦ Ἑρμῆ“, ἔλεγε „στεφάνους πλέκειν
15καὶ ἀμελεῖν τῶν προβάτων;“ ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος „σὺ μὲν“ ἔφη „φι‐ λοσοφίαν ἔχε“, τῷ πλεῖστα δήπουθεν ἀναθέντι „σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει“, τῷ δεύτερά που χαρισα‐
20μένῳ, „σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μου‐ σικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου.“ ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου, ἐνθυμεῖται τὰς Ὥρας, ὑφ’
25ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν
σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ ἡ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν176
30τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσαν „ἔχε“, εἰπὼν „ἃ πρῶτα ἔμαθον“. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰ‐ σώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα.
VA
.

5

.

16

ἴσως δ’ ἀνόητον ἔπαθον· ἐπιστρέψαι γὰρ ὑμᾶς δια‐ νοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέ‐ ρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾄδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἡ ἐκ‐
5βολὴ τοῦ λόγου γέγονεν· ὁ γὰρ μῦθος, ὃν παραι‐ τούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν· ἐκεῖ‐ νοι μὲν γὰρ Τυφῶ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ
10τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ’ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν
15τοῖς θεοῖς ἐπ’ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος ὁ λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ’ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλα‐
20χοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημί‐
VA
.

5

.

17

ζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους. τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρ’ ἑαυτῆς φύ‐ σει, πῦρ δ’ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι
5καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει. πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία ἐκχεῖται χωρεῖ τε ἐπὶ θάλατταν πῦρ ἀθρόον ἐκβολὰς ποιούμενον, οἷαι τῶν ποταμῶν εἰσι. χῶρος δ’ Εὐσεβῶν, περὶ οὓς τὸ πῦρ177
10ἐρρύη, λεγέσθω μὲν κἀνταῦθά τις, ἡγώμεθα δὲ τοῖς ὅσια πράττουσι γῆν μὲν πᾶσαν ἀσφαλῆ χῶρον εἶναι, θάλατταν δ’ εὔπορον οὐ πλέουσι μόνον, ἀλλὰ καὶ νεῖν πειρωμένοις.“ ἀεὶ γὰρ τοὺς λόγους ἀνέπαυεν ἐς τὰ χρηστὰ τῶν παραγγελμάτων.
VA
.

5

.

18

Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀπο‐ χρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκο‐ μίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα „ἀποβῶμεν“
5ἔφη „τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι“. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευ‐ καδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέ‐ χαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ
10ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.
VA
.

5

.

19

Μυηθεὶς δ’ Ἀθήνησιν, ἐμύει δ’ αὐτὸν ἱεροφάν‐ της, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπ’ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ
5Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλ‐ λάδος ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέ‐ ναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν
10δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐρρωμένως τῇ γῇ ἐμ‐ βάλλειν, ἀνακύψαντα δὲ „λυπῶ σε“, φάναι „ὦ Δη‐ μήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ
καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν ἔπαθες;“ καὶ ἐάσθω τὰ Μουσωνίου πλείω ὄντα καὶ178
15θαυμασιώτερα, ὡς μὴ δοκοίην θρασύνεσθαι πρὸς τὸν ἀμελῶς αὐτὰ εἰπόντα.
VA
.

5

.

20

Χειμάσας δ’ ὁ Ἀπολλώνιος ἐν τοῖς Ἐλληνικοῖς ἱεροῖς πᾶσιν εἴχετο τῆς ἐπ’ Αἰγύπτου ὁδοῦ περὶ ἔαρ, πολλὰ μὲν ἐπιπλήξας, πολλὰ δὲ συμβουλεύσας ταῖς πόλεσι, πολλῶν δὲ ἐς ἔπαινον καταστάς, οὐδὲ γὰρ
5ἐπαίνου ἀπείχετο, ὁπότε τι ὑγιῶς πράσσοιτο, κατα‐ βὰς δὲ ἐς Πειραιᾶ ναῦς μέν τις ὥρμει πρὸς ἱστίοις οὖσα καὶ ἐς Ἰωνίαν ἀφήσουσα, ὁ δ’ ἔμπορος οὐ ξυν‐ εχώρει ἐμβαίνειν, ἰδιόστολον γὰρ αὐτὴν ἄγειν. ἐρο‐ μένου δὲ τοῦ Ἀπολλωνίου „τίς ὁ φόρτος;“ „θεῶν“
10ἔφη „ἀγάλματα ἀπάγω ἐς Ἰωνίαν, τὰ μὲν χρυσοῦ καὶ λίθου, τὰ δὲ ἐλέφαντος καὶ χρυσοῦ“. „ἱδρυσό‐ μενος ἢ τί;“ „ἀποδωσόμενοσ“ ἔφη „τοῖς βουλομέ‐ νοις ἱδρύεσθαι.“ „δέδιας οὖν, ὦ λῷστε, μὴ συλή‐ σωμεν τὰ ἀγάλματα ἐν τῇ νηί;“ „οὐ τοῦτο“ ἔφη
15„δέδια, τὸ δὲ πλείοσι ξυμπλεῖν αὐτὰ καὶ ὁμιλίας ἀναπίμπλασθαι φαύλου διαίτης τε, ὁπόση ναυτική, δεινὸν ἡγοῦμαι“. „καὶ μήν, ὦ βέλτιστε“, εἶπε „δο‐ κεῖς γάρ μοί τις Ἀθηναῖος εἶναι, τὰς ναῦς, αἷς ἐπὶ τοὺς βαρβάρους ἐχρήσασθε, καίτοι ναυτικῆς ἀταξίας
20ἐμπεπλησμένας ἐνέβαινον οἱ θεοὶ ξὺν ὑμῖν καὶ οὐκ ᾤοντο ὑφ’ ὑμῶν χραίνεσθαι, σὺ δὲ ἀμαθῶς οὕτως ἀπωθῇ τῆς νεὼς φιλοσόφους ἄνδρας, οἷς μάλιστα οἱ θεοὶ χαίρουσι καὶ ταῦτα ἐμπορίαν τοὺς θεοὺς πε‐ ποιημένος; ἡ δὲ ἀγαλματοποιία ἡ ἀρχαία οὐ τοῦτο
25ἔπραττεν, οὐδὲ περιῄεσαν τὰς πόλεις ἀποδιδόμενοι τοὺς θεούς, ἀλλ’ ἀπάγοντες μόνον τὰς αὑτῶν χεῖρας καὶ ὄργανα λιθουργὰ καὶ ἐλεφαντουργὰ ὕλην τε παρατιθέμενοι ἀργὸν ἐν αὐτοῖς τοῖς ἱεροῖς τὰς δη‐
μιουργίας ἐποιοῦντο, σὺ δ’ ὥσπερ τὰ Ὑρκανικά τε179
30καὶ Σκυθικά, ἀπείη δὲ εἰπεῖν τίνα, οὕτω τοὺς θεοὺς ἐς τοὺς λιμένας τε καὶ τὰς ἀγορὰς ἄγων οὐδὲν οἴει ἀσεβὲς πράττειν; καὶ μὴν καὶ σπερμολογοῦσιν ἔνιοι τῶν ἀνθρώπων ἐξαψάμενοί τι Δήμητρος ἢ Διονύ‐ σου ἄγαλμα καὶ τρέφεσθαί φασιν ὑπὸ τῶν θεῶν, οὓς
35φέρουσι, τὸ δ’ αὐτοὺς σιτεῖσθαι τοὺς θεοὺς καὶ μηδ’ ἐμπίπλασθαι τούτου, δεινῆς ἐμπορίας, εἴποιμι δ’ ἂν καὶ ἀνοίας, εἰ μηδὲν ἐκ τούτου δέδοικας.“ τοιαῦτα ἐπιπλήξας ἐπὶ νεὼς ἑτέρας ἔπλει.
VA
.

5

.

21

Καταπλεύσας δὲ ἐς τὴν Χίον, καὶ μηδὲ τὸν πόδα ἐς τὴν γῆν ἐρείσας μετεπήδησεν ἐς τὴν ναῦν τὴν πλησίον—ἐκήρυττε δ’ ἡ ναῦς ἐς Ῥόδον—καὶ οἱ ἑταῖροι δὲ μετεπήδων οὐδὲν εἰπόντες, ἐφιλοσοφεῖτο
5γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράτ‐ τοντι. εὐφόρῳ δὲ περαιωθεὶς πνεύματι τάδε ἐσπού‐ δασεν ἐν τῇ Ῥόδῳ· προσιόντα αὐτὸν τῷ τοῦ Κολοσ‐ σοῦ ἀγάλματι ἤρετο ὁ Δάμις, τί ἡγοῖτο ἐκείνου μεῖζον; ὁ δὲ εἶπεν· „ἄνδρα φιλοσοφοῦντα ὑγιῶς τε
10καὶ ἀδόλωσ“. ἐπεχωρίαζε τότε τῇ Ῥόδῳ Κάνος αὐ‐ λητής, ὃς ἄριστα δὴ ἀνθρώπων ἐδόκει αὐλεῖν. κα‐ λέσας οὖν αὐτὸν „τί“ ἔφη „ὁ αὐλητὴς ἐργάζεται;“ „πᾶν“, εἶπεν „ὅπερ ἂν ὁ ἀκροατὴς βούληται“. „καὶ μὴν πολλοὶ“ ἔφη „τῶν ἀκροωμένων πλουτεῖν βού‐
15λονται μᾶλλον ἢ αὐλοῦ ἀκούειν· πλουσίους οὖν ἀποφαίνεις, οὓς ἂν ἐπιθυμοῦντας τούτου αἴσθῃ;“ „οὐδαμῶσ“, εἶπεν „ὡς ἐβουλόμην ἄν“. „τί δ’; εὐει‐ δεῖς ἐργάζῃ τοὺς νέους τῶν ἀκροατῶν; ἐπειδὴ καλοὶ βούλονται δοκεῖν πάντες, περὶ οὓς νεότης ἐστίν“.
20„οὐδὲ τοῦτο“ ἔφη „καίτοι πλεῖστον ἀφροδίτης ἔχων ἐν τῷ αὐλῷ“. „τὶ οὖν ἐστιν,“ εἶπεν „ὃ τὸν ἀκροα‐ τὴν ἡγῇ βούλεσθαι;“ „τί δὲ ἄλλο γε“, ἦ δ’ ὁ Κάνος
„ἢ τὸν λυπούμενον μὲν κοιμίζεσθαι αὐτῷ τὴν λύπην ὑπὸ τοῦ αὐλοῦ, τὸν δὲ χαίροντα ἱλαρώτερον ἑαυτοῦ180
25γίγνεσθαι, τὸν δὲ ἐρῶντα θερμότερον, τὸν δὲ φιλο‐ θύτην ἐνθεώτερόν τε καὶ ὑμνώδη;“ „τοῦτο οὖν“, ἔφη „ὦ Κάνε, πότερον αὐτὸς ἐργάζεται ὁ αὐλὸς διὰ τὸ χρυσοῦ τε καὶ ὀρειχάλκου καὶ ἐλάφων κνήμης ξυγκεῖσθαι, οἱ δὲ καὶ ὄνων, ἢ ἕτερόν ἐστιν, ὃ ταῦτα
30δύναται;“ „ἕτερον“ ἔφη „ὦ Ἀπολλώνιε, ἡ γὰρ μου‐ σικὴ καὶ οἱ τρόποι καὶ τὸ ἀναμὶξ καὶ τὸ εὐμετάβολον τῆς αὐλήσεως καὶ τὰ τῶν ἁρμονιῶν ἤθη, ταῦτα τοὺς ἀκροωμένους ἁρμόττει καὶ τὰς ψυχὰς ἐργάζεται σφῶν, ὁποίας βούλονται“. „ξυνῆκα“ ἔφη „ὦ Κάνε, ὅ τι
35σοι ἡ τέχνη πράττει· τὸ γὰρ ποικίλον αὐτῆς καὶ τὸ ἐς πάντας τρόπους, τοῦτο ἐξασκεῖς τε καὶ παρέχεις τοῖς παρὰ σὲ φοιτῶσιν. ἐμοὶ δὲ πρὸς τοῖς ὑπὸ σοῦ εἰρημένοις καὶ ἑτέρων δοκεῖ ὁ αὐλὸς δεῖσθαι· τῆς τε εὐπνοίας καὶ τῆς εὐστομίας καὶ τοῦ εὔχειρα εἶναι
40τὸν αὐλοῦντα, ἔστι δὲ εὔπνοια μέν, ἢν τορὸν καὶ λευκὸν ᾖ τὸ πνεῦμα καὶ μὴ ἐπικτυπῇ ἡ φάρυγξ, τουτὶ γὰρ ἔοικε φθόγγῳ ἀμούσῳ, εὐστομία δέ, ἢν τὰ χείλη ἐνθέμενα τὴν τοῦ αὐλοῦ γλῶτταν μὴ πιμ‐ πραμένου τοῦ προσώπου αὐλῇ, τὸν δὲ εὔχειρα αὐ‐
45λητὴν πολλοῦ ἡγοῦμαι ἄξιον, ἢν μήτε ὁ καρπὸς ἀπα‐ γορεύῃ ἀνακλώμενος μήτε οἱ δάκτυλοι βραδεῖς ὦσιν ἐπιπέτεσθαι τοῖς φθόγγοις, καὶ γὰρ τὸ ταχέως μετα‐ βάλλειν ἐκ τρόπου ἐς τρόπον περὶ τοὺς εὔχειράς ἐστι μᾶλλον. εἰ δὴ ταῦτα πάντα παρέχεις, θαρρῶν αὔλει,
VA
.

5

.

22

ὦ Κάνε, μετὰ σοῦ γὰρ ἡ Εὐτέρπη ἔσται.“ ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκο‐ δομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάν‐
5των ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς
διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ „οὐδὲ δραχμήν“ εἶπεν. „ἐς δὲ τὴν οἰκίαν πόσα;“ „δώ‐ δεκα“ ἔφη „τάλαντα, προσαναλώσαιμι δ’ ἂν καὶ ἕτερα τοσαῦτα“. „τί δ’“ εἶπεν „ἡ οἰκία βούλεταί181
10σοι;“ „δίαιτα“ ἔφη „λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες.“ „ζηλωτότεροι δὲ“ εἶπεν „οἱ ἄνθρωποι πότερον δι’ αὐτούς εἰσιν ἢ διὰ τὰ
15περὶ αὐτοὺς ὄντα;“ „διὰ τὸν πλοῦτον“, εἶπε, „τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει“. „χρημάτων δ’“, ἔφη „ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαι‐ δευμένος ἔσται ἢ ὁ ἀπαίδευτος;“ ἐπεὶ δὲ ἐσιώπησε, „δοκεῖς μοι“, εἶπε „μειράκιον, οὐ σὺ τὴν οἰκίαν,
20ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελ‐ θὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κερα‐
VA
.

5

.

23

μεοῦν τε καὶ φαῦλον.“ νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν „ἀλλ’ ἦ σὺ“ ἔφη „τυγχά‐ νεις ὢν ὁ γαστριζόμενος;“ „καὶ θύω γε“ εἶπεν
5„ὑπὲρ τούτου“. „τί οὖν“ ἔφη „ἀπολέλαυκας τῆς βορᾶς ταύτης;“ „τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπε‐ σθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο“. „Ἡρακλέουσ“ ἔφη „ὄντος· σοῦ δὲ τίς, ὦ κάθαρμα,
10ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι“.
VA
.

5

.

24

Τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν· ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώ‐ νιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ
5θεολογίας ὄντες καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ αὑτῶν ηὔχοντο, ἅτε γὰρ πολλῶν ἀφικνουμένων μὲν ἐνθένδε ἐς Αἴγυπτον, πολλῶν δὲ ἐπιμιγνύντων δεῦρο ἐξ Αἰγύπτου ᾔδετό τε παρ’ αὐτοῖς Ἀπολλώνιος καὶ τὰ ὦτα ἐς αὐτὸν Αἰγυπτίοις ὀρθὰ ἦν· προϊόντα γέ182
10τοι ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ θεῷ ἴσα ἀπέβλεπον καὶ διεχώρουν τῶν στενωπῶν, ὥσπερ τοῖς φέρουσι τὰ ἱερά. παραπεμπομένου δὲ αὐτοῦ μᾶλλον ἢ οἱ τῶν ἐθνῶν ἡγεμόνες, ἄνδρες ἤγοντο τὴν ἐπὶ θανάτῳ δώδεκα λῃσταὶ τὴν αἰτίαν, ὁ δὲ ἐς αὐτοὺς ἰδὼν „οὐ
15πάντες,“ εἶπεν „ὁ δεῖνα γὰρ καταψευσθεὶς ἄπεισι“. καὶ πρὸς τοὺς δημίους, ὑφ’ ὧν ἤγοντο, ὑφεῖναι“ ἔφη „κελεύω τοῦ δρόμου καὶ σχολαιότερον ἥκειν ἐπὶ τὸ ὄρυγμα ὕστατόν τε ἀποκτεῖναι τοῦτον, μετέχει γὰρ οὐδὲν τῆς αἰτιάσεως, ἀλλ’ ὑμεῖς γε ὅσι’ ἂν
20πράττοιτε φειδόμενοι τούτων βραχὺ μέρος ἡμέρας, οὓς λῷον ἦν μηδ’ ἀποκτείνειν·“ καὶ ἅμα ἐνδιέτρι‐ βεν οἷς ἔλεγεν, οὐκ εἰωθὸς ἑαυτῷ ἀποτείνων μῆκος. τί δ’ αὐτῷ ἐνόει τοῦτο, αὐτίκα ἐδείχθη· ὀκτὼ γὰρ ἤδη ἀποτετμημένων τὰς κεφαλὰς ἱππεὺς ἐλαύνων
25ἐπὶ τὸ ὄρυγμα „Φαρίωνοσ“ ἐβόα „φείσασθε“, μὴ γὰρ εἶναι λῃστὴν αὐτόν, ἀλλ’ ἑαυτοῦ μὲν κατεψεῦ‐ σθαι δέει τοῦ στρεβλώσεσθαι, βασανισθέντων δὲ ἑτέ‐ ρων χρηστὸν ὡμολογῆσθαι ἄνδρα. ἐῶ τὸ πήδημα τῆς Αἰγύπτου καὶ ὅσον ἐπὶ τούτῳ ἐκρότησαν καὶ ἄλ‐
VA
.

5

.

25

λως θαυμαστικοὶ ὄντες. ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ’ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα
5ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν· ἐρομένου δ’ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι, „σὺ μὲν οὖν“ εἶπεν „ἀπόκριναί μοι μᾶλ‐
λον, τί μαθὼν οὕτω θύεις;“ εἰπόντος δὲ τοῦ ἱερέως „καὶ τίς οὕτω δεινός, ὡς διορθοῦσθαι τὰ Αἰγυ‐183
10πτίων;“ „πᾶσ“ ἔφη „σοφός, ἢν ἀπ’ Ἰνδῶν ἥκῃ. καὶ βοῦν“ ἔφη „ἀπανθρακιῶ τήμερον καὶ κοινώνει τοῦ καπνοῦ ἡμῖν, οὐ γὰρ ἀχθέσῃ περὶ τῆς μοίρας, εἰ κἀκείνην οἱ θεοὶ δαίσονται“. τηκομένου δὲ τοῦ πλάσματος „ὅρα“ ἔφη „τὰ ἱερά“. „ποῖα;“ εἶπεν ὁ
15Αἰγύπτιος „ὁρῶ γὰρ οὐδὲν ἐνθάδε.“ ὁ δὲ Ἀπολ‐ λώνιος „οἱ δὲ Ἰαμίδαι“ εἶπε „καὶ οἱ Τελλιάδαι καὶ οἱ Κλυτιάδαι καὶ τὸ τῶν Μελαμποδιδῶν μαντεῖον ἐλήρησαν, ὦ λῷστε, τοσαῦτα μὲν περὶ πυρὸς εἰπόν‐ τες, τοσαύτας δὲ ἀπ’ αὐτοῦ ξυλλεξάμενοι φήμας; ἢ
20τὸ μὲν ἀπὸ τῆς πεύκης πῦρ καὶ τὸ ἀπὸ τῆς κέδρου μαντικὸν ἡγῇ καὶ ἱκανὸν δηλῶσαί τι, τὸ δ’ ἀπὸ τοῦ πιοτάτου τε καὶ καθαρωτάτου δακρύου καόμενον οὐ πολλῷ αἱρετώτερον; εἰ δ’ ἐμπύρου σοφίας ἦσθα εὐξύνετος, εἶδες ἂν καὶ ἐν τῷ τοῦ ἡλίου κύκλῳ πολλὰ
VA
.

5

.

26

δηλούμενα, ὁπότε ἀνίσχει.“ τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων
5δὲ ἀλλήλους ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸν „ποῖ“ ἔφη „παρατενεῖτε ἀπο‐ θνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλ’ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκον‐ τες, φθείροισθε δὲ ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς
10ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφ’ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δι’ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν· ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδ’ ὑπὸ Αἰακιδῶν, ἀλλ’ ὑπ’ ἀλλήλων, ὃ μηδ’ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ
15μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ
τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέ‐ θανεν ἴσως καὶ ξυγγνώμης ὑπαρχούσης, εἴ τις ὑπερ‐ σπουδάζοι περὶ τὸ ὁμόφυλον, ὑπὲρ δὲ ἵππων ἐν‐ ταῦθα γυμνὰ μὲν ὑμῖν ἐπ’ ἀλλήλους ξίφη, βολαὶ δὲ184
20ἕτοιμοι λίθων. πῦρ δὲ ἐπὶ τὴν τοιαύτην πόλιν, ἔνθα οἰμωγή τε καὶ ὕβρις ὀλλύντων τε καὶ ὀλλυμέ‐ νων, ῥέει δ’ αἵματι γαῖα. αἰδέσθητε τὸν κοινὸν τῆς Αἰγύπτου κρατῆρα Νεῖλον. ἀλλὰ τί Νείλου μνη‐ μονεύω πρὸς ἀνθρώπους αἵματος ἀναβάσεις διαμε‐
25τροῦντας μᾶλλον ἢ ὕδατος;“ καὶ πλείω ἐς τὴν ἐπί‐ πληξιν ταύτην διελέχθη ἕτερα, ὡς διδάσκει ὁ Δάμις.
VA
.

5

.

27

Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περι‐ νοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προ‐ χωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐ‐ φρᾶται, περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν
5παρεκελεύοντο· μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφ’ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρη‐ στὸν δόξαι· καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν
10παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν· ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβο‐ τον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφ’ ὧν οὕτω ῥᾳ‐ θύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἃ ἔμελλε
15πείσεσθαι, μηδ’ ἃ προῄδει, φυλάξασθαι. Ἀπολλώ‐ νιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δ’ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάν‐ τας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ
20πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νο‐ μοί, καθ’ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε
ὡσαύτως καὶ σοφία πᾶσα, ὁ δὲ Ἀπολλώνιος οὐδὲν ἐπολυπραγμόνει τούτων, ἀλλὰ ἐσπούδαζεν ἐν τῷ ἱερῷ. διαλεχθεὶς δὲ ὁ αὐτοκράτωρ γενναῖά τε καὶ185
25ἥμερα καὶ διελθὼν λόγον οὐ μακρὸν „ἐπιδημεῖ“ ἔφη „ὁ Τυανεύς;“ „ναὶ“ ἔφασαν „βελτίους γε ἡμᾶς ἐρ‐ γασάμενοσ“. „πῶς ἂν οὖν ξυγγένοιτο ἡμῖν;“ ἔφη „σφόδρα γὰρ δέομαι τοῦ ἀνδρόσ“. „ἐντεύξεταί σοι περὶ τὸ ἱερόν,“ ὁ Δίων εἶπε „πρὸς ἐμὲ γὰρ δεῦρο
30ἥκοντα ὡμολόγει ταῦτα“. „ἴωμεν“ ἔφη ὁ βασιλεὺς „προσευξόμενοι μὲν τοῖς θεοῖς, ξυνεσόμενοι δὲ ἀνδρὶ γενναίῳ.“ ἐντεῦθεν ἀνέφυ λόγος, ὡς ἐνθύμιος μὲν αὐτῷ ἡ ἀρχὴ γένοιτο πολιορκοῦντι τὰ Σόλυμα, με‐ ταπέμποιτο δὲ τὸν Ἀπολλώνιον ὑπὲρ βουλῆς τούτων,
35ὁ δὲ παραιτοῖτο ἥκειν ἐς γῆν, ἣν ἐμίαναν οἱ ἐν αὐτῇ οἰκοῦντες οἷς τε ἔδρασαν οἷς τε ἔπαθον· ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον τὴν μὲν ἀρχὴν κεκτημένος, δια‐
VA
.

5

.

28

λεξόμενος δὲ τῷ ἀνδρὶ ὁπόσα δηλώσω· θύσας γὰρ καὶ οὔπω χρηματίσας κατ’ ἀξίαν ταῖς πόλεσι προσ‐ εῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ „ποίησόν με“ ἔφη „βασιλέα“. ὁ δὲ „ἐποίησα“,
5„εἶπεν“ ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ.“ ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ
10λόγῳ, „τί σοι“ ἔφη „Νέρωνος ἀρχὴ ἐφαίνετο;“ καὶ ὁ Ἀπολλώνιος „Νέρων“ εἶπε „κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.“ „ξύμμετρον οὖν“ ἔφη „κελεύεις εἶναι τὸν ἄρχοντα;“ „οὐκ ἐγώ“, εἶπε „θεὸς δὲ τὴν ἰσό‐
15τητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμ‐ βουλοι καὶ οἵδε οἱ ἄνδρεσ“ τὸν Δίωνα δείξας καὶ
τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας „ὦ Ζεῦ“ ἔφη „σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ.“ καὶ ἐπι‐186
20στρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους „ἀρύσασθε“,
VA
.

5

.

29

εἶπεν „ὡς Νείλου καὶ ἐμοῦ.“ ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη δι’ ἃ ἐπιέζοντο. κατ‐ ιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, „ἴσωσ“ ἔφη
5„μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ
10προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτ’ αὖ κατεπτηχὼς δόξαι, νεώ‐ τερα δὲ οὐδ’ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλ’ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρ’ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ
15τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμ‐ βουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέ‐ ρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφ’ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ
20μηδ’ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλ’ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπ’ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ
25ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων
μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ187
30πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναρριπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέ‐ ναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι· μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέν‐
35τας, ἀλλ’ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος· ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι, φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φρον‐ τίδων, ἐφ’ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵν’ εἰ μὲν
40εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥω‐
VA
.

5

.

30

μαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.“ ἐπι‐ θειάσας δ’ ὁ Ἀπολλώνιος τῷ λόγῳ, „Ζεῦ“ ἔφη „Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ
5δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρω‐ ται.“ θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον „αὐτὰ“ εἶπεν „αὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω“. ξυμβεβήκει δὲ
10ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπα‐ σιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δ’ αὐτὸν περι‐ σχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δ’ ἐμπεπρῆσθαι καὶ
15τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατ’ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρ’ ἃ ἐκεῖ‐ νοι πράττουσι (πράττειν), ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλ‐
20λον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυ‐ τόν, ἀλλ’ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο δι’ ἃ ἤκουσεν.188
VA
.

5

.

31

Τῇ δ’ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο
5ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν „ὁ ἀνὴρ ἄρξει“. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν.
10ἐσκληθεὶς δὲ πρῶτος „ὦ βασιλεῦ“, εἶπεν „Εὐφρά‐ της καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν· κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε“. „ἀκλεί‐ στουσ“ ἔφη „θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ
VA
.

5

.

32

καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά“. ἐπεὶ δὲ ἐσεκλήθησαν, „ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίασ“, εἶπεν „ὦ ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ“. „ἠκούσαμεν“ ἦ δ’ ὁ Δίων „τῆς ἀπο‐
5λογίας, καὶ νοῦν εἶχε“. „τήμερον δὲ“ εἶπεν „ὦ φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευ‐ μένων, ἵν’ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀν‐ θρώπων πάντα πράττοιμι· ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν
10τὴν ἀρχὴν μετέστησεν, εἶτα τὸν ἐπ’ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέ‐ μους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσ‐ χρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ
15καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπ’ αὐτῶν, ὥς φασι, Νέ‐
ρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου βραχὺν καὶ ἀθρόον λόγον περὶ ἀνέσεώς τε καὶ ἐπι‐ τάσεως, αἷς Νέρων τὴν ἀρχὴν ᾔσχυνε; τί δ’ ἂν περὶ ὧν Γάλβας ξυνέταττεν, εἴποιμι, ὃς ἐπ’ ἀγορᾶς μέσης189
20ἀπέθανεν ἡταιρημένους ἐσποιῶν ἑαυτῷ παῖδας τὸν Ὄθωνα καὶ τὸν Πείσωνα; εἰ δὲ καὶ Βιτελίῳ τῷ πάν‐ των ἀσελγεστάτῳ τὴν ἀρχὴν παραδοίημεν, ἀνα‐ βιῴη Νέρων· ὁρῶν οὖν, ὦ ἄνδρες, ὑφ’ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους
25ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρου‐ κὸς ἤδη τοῖς ἀνθρώποις.“ πρὸς ταῦτα ὁ Ἀπολλώ‐ νιος „αὐλητὴσ“ ἔφη „τῶν πάνυ σοφῶν τοὺς ἑαυ‐ τοῦ μαθητὰς παρὰ τοὺς φαυλοτέρους τῶν αὐλητῶν ἔπεμπε μαθησομένους, πῶς δεῖ μὴ αὐλεῖν· τὸ μὲν
30δή, πῶς δεῖ μὴ ἄρχειν, μεμάθηκας, ὦ βασιλεῦ, παρὰ τούτων, οἳ πονηρῶς ἦρξαν, τὸ δ’, ὅπως δεῖ ἄρχειν, σπουδάσωμεν.“
VA
.

5

.

33

Ὁ δ’ Εὐφράτης ἀφανῶς μὲν ἤδη ἐβάσκαινε τῷ Ἀπολλωνίῳ προσκείμενον αὐτῷ τὸν βασιλέα ὁρῶν μᾶλλον ἢ τοῖς χρηστηρίοις τοὺς ἐς αὐτὰ ἥκοντας, ἀνοιδήσας δὲ ὑπὲρ τὸ μέτρον τότε καὶ τὴν φωνὴν
5ἐπάρας παρ’ ὃ εἰώθει „οὐ χρὴ“ ἔφη „κολακεύειν τὰς ὁρμάς, οὐδὲ ἀνοήτως συνεκφέρεσθαι τοῖς παρὰ τὴν ἡνίαν τι πράττουσι, καταρρυθμίζειν δὲ αὐτούς, εἴπερ φιλοσοφοῦμεν· ἃ γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθ’ ὃν πεπράξεται
10τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρα‐ κτέων οἱ λόγοι. ἐγὼ δὲ Βιτέλιον μὲν καταλυθῆναι κελεύω, μιαρὸν γὰρ τὸν ἄνθρωπον οἶδα καὶ μεθύ‐ οντα ἀσελγείᾳ πάσῃ, σὲ δ’ ἄνδρα εἰδὼς ἀγαθὸν καὶ γενναιότητι προὔχοντα οὔ φημι χρῆναι τὰ μὲν Βιτε‐
15λίου διορθοῦσθαι, τὰ σεαυτοῦ δὲ μήπω εἰδέναι. ὅσα
μὲν δὴ αἱ μοναρχίαι ὑβρίζουσιν, οὐκ ἐμοῦ χρὴ μαν‐ θάνειν, ἀλλ’ αὐτὸς εἴρηκας, γιγνώσκοις δ’ ἄν, ὡς νεότης μὲν ἐπὶ τυραννίδα πηδῶσα προσήκοντα ἑαυτῇ που πράττει, τὸ γὰρ τυραννεύειν οὕτως ἔοικε νέοις,190
20ὡς τὸ μεθύειν, ὡς τὸ ἐρᾶν, καὶ νέος μὲν τυραννεύ‐ σας οὔπω κακός, ἢν μιαιφόνος παρὰ τὴν τυραννίδα καὶ ὠμὸς καὶ ἀσελγὴς δόξῃ, γέροντος δὲ ἐπὶ τυραν‐ νίδα ἥκοντος πρώτη αἰτία τὸ τοιαῦτα βούλεσθαι· καὶ γὰρ ἢν φιλάνθρωπος φαίνηται καὶ κεκοσμημένος,
25οὐκ ἐκείνου ταῦτα νομίζουσιν, ἀλλὰ τῆς ἡλικίας καὶ τοῦ κατηρτυκέναι, δόξει δὲ καὶ πάλαι τούτου καὶ νέος ἔτι ἐπιθυμήσας ἁμαρτεῖν, αἱ δὲ τοιαῦται ἁμαρ‐ τίαι πρόσκεινται μὲν δυστυχίᾳ, πρόσκεινται δὲ δει‐ λίᾳ· δοκεῖ γάρ τις ἢ καταγνοὺς τῆς ἑαυτοῦ τύχης
30τὸ ἐν νῷ τυραννεῦσαι παρεῖναι ἢ τυραννησείοντι ἐκ‐ στῆναι ἑτέρῳ δείσας δήπου αὐτὸν ὡς ἄνδρα. τὸ μὲν δὴ τῆς δυστυχίας ἐάσθω, τὸ δὲ τῆς δειλίας πῶς παραιτήσῃ καὶ ταῦτα Νέρωνα δοκῶν δεῖσαι τὸν δει‐ λότατόν τε καὶ ῥᾳθυμότατον; ἃ γὰρ ἐνεθυμήθη
35Βίνδιξ ἐπ’ αὐτόν, σέ, νὴ τὸν Ἡρακλέα, ἐκάλει πρῶ‐ τον. καὶ γὰρ στρατιὰν εἶχες καὶ ἡ δύναμις, ἣν ἐπὶ τοὺς Ἰουδαίους ἦγες, ἐπιτηδειοτέρα ἦν τιμωρεῖσθαι Νέρωνα· ἐκεῖνοι μὲν γὰρ πάλαι ἀφεστᾶσιν οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ πάντων ἀνθρώπων· οἱ γὰρ βίον
40ἄμικτον εὑρόντες καὶ οἷς μήτε κοινὴ πρὸς ἀνθρώ‐ πους τράπεζα μήτε σπονδαὶ μήτε εὐχαὶ μήτε θυσίαι, πλέον ἀφεστᾶσιν ἡμῶν ἢ Σοῦσα καὶ Βάκτρα καὶ οἱ ὑπὲρ ταῦτα Ἰνδοί· οὐκοῦν οὐδ’ εἰκὸς ἦν τιμωρεῖ‐ σθαι τούτους ἀφισταμένους, οὓς βέλτιον ἦν μηδὲ
45κτᾶσθαι. Νέρωνα δὲ τίς οὐκ ἂν ηὔξατο τῇ ἑαυτοῦ χειρὶ ἀποκτεῖναι μονονοὺ πίνοντα τὸ τῶν ἀνθρώπων αἷμα καὶ ἐν μέσοις τοῖς φόνοις ᾄδοντα; καίτοι ἐμοῦ
τὰ ὦτα ὀρθὰ ἦν πρὸς τοὺς ὑπὲρ σοῦ λόγους καὶ ὁπότε τις ἐκεῖθεν ἀφίκοιτο τρισμυρίους Ἰουδαίων191
VA
.

5

.

33

(50)

ἀπολωλέναι φάσκων ὑπὸ σοῦ καὶ πεντακισμυρίους κατὰ τὴν ἐφεξῆς μάχην, ἀπολαμβάνων τὸν ἥκοντα ξυμμέτρως ἠρώτων, τί δ’ ὁ ἀνήρ; μὴ μεῖζόν τι τού‐ των; ἐπεὶ δὲ τὸν Βιτέλιον εἴδωλον πεποιημένος τοῦ Νέρωνος ἐπ’ αὐτὸν στρατεύεις, ἃ μὲν βεβούλευσαι,
55πρᾶττε, καλὰ γὰρ καὶ ταῦτα, τὰ δὲ ἐπὶ τούτοις ὧδε ἐχέτω· Ῥωμαίοις τὸ δημοκρατεῖσθαι πολλοῦ ἄξιον καὶ πολλὰ τῶν ὄντων αὐτοῖς ἐπ’ ἐκείνης τῆς πολι‐ τείας ἐκτήθη· παῦε μοναρχίαν, περὶ ἧς τοιαῦτα εἴρη‐ κας, καὶ δίδου Ῥωμαίοις μὲν τὸ τοῦ δήμου κράτος,
60σαυτῷ δὲ τὸ ἐλευθερίας αὐτοῖς ἄρξαι.“
VA
.

5

.

34

Τοσαῦτα τοῦ Εὐφράτου εἰπόντος ὁρῶν ὁ Ἀπολ‐ λώνιος τὸν Δίωνα προστιθέμενον τῇ γνώμῃ, τουτὶ γὰρ καὶ τῷ νεύματι ἐπεδήλου καὶ οἷς ἐπῄνει λέ‐ γοντα, „μή τι,“ ἔφη „Δίων, τοῖς εἰρημένοις προστί‐
5θης; νὴ Δί’, εἶπε „πὴ μὲν ὅμοια, πὴ δὲ ἀνόμοια· τὸ μὲν γὰρ ὡς πολλῷ βελτίων ἂν ἦν Νέρωνα κατα‐ λύων μᾶλλον ἢ τὰ τῶν Ἰουδαίων διορθούμενος, ἡγοῦμαι κἀμοὶ πρὸς σὲ εἰρῆσθαι, σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν· ὁ γὰρ τὴν
10ταραχὴν τῶν ἐκείνου πραγμάτων εὖ τιθέμενος ἐρ‐ ρώννυέ που τὸν ἄνθρωπον ἐπὶ πάντας, οὓς κακῶς ἔρρωτο. τὴν δὲ ἐπὶ τὸν Βιτέλιον ὁρμὴν ἐπαινῶ· τοῦ γὰρ τυραννίδα καθεστηκυῖαν παῦσαι μεῖζον ἡγοῦμαι τὸ μηδὲ ἐᾶσαι φῦναι. δημοκρατίαν δὲ ἀσπάζομαι
15μέν—καὶ γὰρ εἰ τῆς ἀριστοκρατίας ἥττων ἥδε ἡ πολιτεία, ἀλλὰ τυραννίδων τε καὶ ὀλιγαρχιῶν αἱρε‐ τωτέρα τοῖς σώφροσι—δέδια δέ, μὴ χειροήθεις ἤδη Ῥωμαίους αὗται αἱ τυραννίδες πεποιηκυῖαι χαλεπὴν ἐργάσωνται τὴν μεταβολὴν καὶ μὴ δύνωνται μήτε
20ἐλευθεριάζειν μήτε πρὸς δημοκρατίαν ἀναβλέπειν, ὥσπερ οἱ ἐκ σκότους ἐς ἀθρόον φῶς βλέψαντες· ὅθεν φημὶ δεῖν τὸν μὲν Βιτέλιον ἐξωθεῖν τῶν πρα‐ γμάτων, καὶ ὡς τάχιστά γε καὶ ἄριστα τοῦτο ἔσται, γιγνέσθω, δοκεῖ δέ μοι παρασκευάζεσθαι μὲν ὡς πο‐192
25λεμήσοντα, πόλεμον δὲ αὐτῷ μὴ προκηρύττειν, ἀλλὰ τιμωρίαν, εἰ μὴ μεθεῖτο τῆς ἀρχῆς, κἂν ἕλῃς αὐτόν, τουτὶ δ’ ὑπάρξειν ἡγοῦμαί σοι μηδὲ πονήσαντι, δί‐ δου Ῥωμαίοις αἵρεσιν τῆς αὑτῶν πολιτείας, κἂν μὲν αἱρῶνται δημοκρατίαν, ξυγχώρει· τουτὶ γάρ σοι πολ‐
30λῶν μὲν τυραννίδων, πολλῶν δὲ Ὀλυμπιάδων μεῖ‐ ζον καὶ πανταχοῦ μὲν γεγράψῃ τῆς πόλεως, παντα‐ χοῦ δὲ ἑστήξεις χαλκοῦς, ἡμῖν δ’ ἀφορμὰς παραδώ‐ σεις λόγων, αἷς οὔτε Ἁρμόδιος οὔτε Ἀριστογείτων παραβεβλήσεταί τις. εἰ δὲ μοναρχίαν προσδέχοιντο,
35τίνι λοιπὸν ἀλλ’ ἢ σοὶ ψηφίσασθαι τὴν ἀρχὴν πάν‐ τας; ἃ γὰρ ἔχων ἤδη τῷ κοινῷ παρήσεις, σοὶ δήπου μᾶλλον ἢ ἑτέρῳ δώσουσιν.“
VA
.

5

.

35

Σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσ‐ ωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθ’ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ
5ὁ Ἀπολλώνιος „δοκεῖτέ μοι“ εἶπεν „ἁμαρτάνειν ἀνα‐ λύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμέ‐ νων, ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην
10ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιού‐ των ἐγίγνεσθε, προὔβαινεν ἂν ὁ λόγος ὑμῖν—αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροα‐ τῶν διορθοῦνται—ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ, καὶ ᾧ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ
15τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ διωθεῖται τὰ παρὰ τῆς τύχης, ἀλλὰ δέχεται μὲν αὐτὰ ἥκοντα, βουλεύεται δέ, ὅπως χρήσεται σωφρόνως οἷς ἔχει; ὥσπερ οὖν, εἰ ἀθλητὴν ὁρῶντες εὐψυχίᾳ τε κατεσκευασμένον καὶ μήκει καὶ τὴν ἁρμονίαν τοῦ193
20σώματος ἐπιτήδειον ἐς Ὀλυμπίαν βαδίζοντα δι’ Ἀρ‐ καδίας ἤδη προσελθόντες ἐπὶ μὲν τοὺς ἀντιπάλους ἐρρώννυμεν, ἐκελεύομεν δὲ αὐτόν, ἐπειδὰν νικήσῃ τὰ Ὀλύμπια, μὴ κηρύττεσθαι τῆς νίκης, μηδὲ ὑπέ‐ χειν τὴν κεφαλὴν τῷ κοτίνῳ, ληρεῖν ἂν ἐδόξαμεν ἢ
25παίζειν ἐς τοὺς ἑτέρων πόνους, οὕτως ἐνθυμούμενοι τὸν ἄνδρα, καὶ ὁπόση μὲν αἰχμὴ περὶ αὐτόν, ὁπόσος δὲ χαλκὸς ἀστράπτει, πλῆθος δὲ ἵππων ὅσον, αὐτὸς δὲ ὡς γενναῖός τε καὶ σώφρων καὶ πρέπων κατα‐ σχεῖν ἃ διανοεῖται, πέμπωμεν ἐφ’ ἃ ὥρμηκεν αἴσια
30μὲν φθεγγόμενοι πρὸς αὐτόν, εὐφημότερα δὲ τού‐ των παρεγγυῶντες. οὔτε γὰρ ἐκεῖνο ἐνεθυμήθητε, ὅτι δυοῖν παίδοιν πατὴρ οὗτος, οἳ στρατοπέδων ἤδη ἄρχουσιν, οἷς εἰ μὴ παραδώσει τὴν ἀρχήν, ἐχθίστοις χρήσεται, καὶ τί λοιπόν, ἀλλ’ ἢ ἐκπεπολεμῆσθαι πρὸς
35τὸν ἑαυτοῦ οἶκον; τὴν δὲ ἀρχὴν ὑποδεξάμενος θε‐ ραπεύσεται μὲν ὑπὸ τῶν ἑαυτοῦ παίδων, στηρίξεται δὲ ἐπ’ αὐτῶν καὶ ἐπ’ αὐτοῦ οἱ παῖδες, δορυφόροις δὲ αὑτοῦ χρήσεται, μὰ Δί’, οὐ μεμισθωμένοις, οὐδ’ ἠναγκασμένοις, οὐδὲ πλαττομένοις εὔνουν πρόσωπον,
40ἀλλ’ ἐπιτηδειοτάτοις τε καὶ φιλτάτοις. ἐμοὶ πολι‐ τείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς, τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην οὐκ ἀξιῶ φθείρεσθαι χήτει βουκόλου δικαίου τε καὶ σώφρονος. ὥσπερ γὰρ εἷς ἀρετῇ προὔχων μεθίστησι τὴν δημοκρατίαν
45ἐς τὸ ἑνὸς ἀνδρὸς τοῦ ἀρίστου ἀρχὴν φαίνεσθαι, οὕτως ἡ ἑνὸς ἀρχὴ πάντα ἐς τὸ ξυμφέρον τοῦ κοι‐
νοῦ προορῶσα δῆμός ἐστιν. οὐ κατέλυσας, φησί, Νέρωνα. σὺ δὲ, Εὐφρᾶτα; Δίων δέ; ἐγὼ δέ; ἀλλ’ ὅμως οὐδεὶς ἡμῖν ἐπιπλήττει τοῦτο, οὐδ’ ἡγεῖται194
VA
.

5

.

35

(50)

δειλούς, εἰ φιλοσόφων ἀνδρῶν μυρίας ἤδη καθελόν‐ των τυραννίδας ἀπελείφθημεν ἡμεῖς τοῦ δόξαι ὑπὲρ ἐλευθερίας τι πράττειν. καίτοι τό γε ἐπ’ ἐμοὶ καὶ παρεταττόμην πρὸς Νέρωνα, πολλὰ μὲν κακοήθως διαλεχθεὶς καὶ τὸν ὠμότατον Τιγελλῖνον ἐπικόψας
55ἀκούοντα, ἃ δὲ περὶ τὰ ἑσπέρια τῶν χωρίων ὠφέ‐ λουν Βίνδικα, Νέρωνι δήπου ἐπετείχιζον. ἀλλ’ οὔτε ἐμαυτὸν διὰ ταῦτα φήσω καθῃρηκέναι τὸν τύραννον, οὔτε ὑμᾶς, ἐπεὶ μὴ ταῦτ’ ἐπράττετε, μαλακωτέρους ἡγήσομαι τοῦ φιλοσοφίᾳ προσήκοντος. ἀνδρὶ μὲν
60οὖν φιλοσόφῳ τὸ ἐπὶ νοῦν ἐλθὸν εἰρήσεται, ποιήσε‐ ται δέ, οἶμαι, λόγον τοῦ μή τι ἀνοήτως ἢ μανικῶς εἰπεῖν· ὑπάτῳ δ’ ἐνθυμουμένῳ καταλῦσαι τύραννον πρῶτον μὲν δεῖ βουλῆς πλείονος, ἵν’ ἐξ ἀφανοῦς προσβαίη τοῖς πράγμασιν, εἶτ’ ἐπιτηδείου σχήματος
65ἐς τὸ μὴ παρορκεῖν δοκεῖν. εἰ γὰρ ἐπ’ αὐτόν, ὃς ἀπέφηνεν αὐτὸν στρατηγὸν καὶ ᾧ τὰ βέλτιστα βου‐ λεύσειν τε καὶ πράξειν ὤμοσε, μέλλοι χρήσεσθαι τοῖς ὅπλοις, ἀπολογεῖσθαι δήπου τοῖς θεοῖς δεῖ πρότε‐ ρον, ὡς ξὺν ὁσίᾳ ἐπιορκοῦντα, φίλων τε δεῖ πλειό‐
70νων, οὐ γὰρ ἀχαρακώτους γε, οὐδὲ ἀφράκτους χρὴ τὰ τοιαῦτα πράττειν, καὶ χρημάτων ὡς πλείστων, ἵν’ ὑποποιήσαιτο τὰς δυνάμεις καὶ ταῦτα ἐπιτιθέ‐ μενος ἀνθρώπῳ τὰ ἐν πάσῃ τῇ γῇ κεκτημένῳ. τριβὴ δὲ ὅση περὶ ταῦτα, ὅσοι δὲ χρόνοι. καὶ ταῦτα μὲν
75ἐκδέχεσθε, ὅπη βούλεσθε, μὴ γὰρ ἐς ἔλεγχον ἴωμεν ὧν ἐνεθυμήθη μέν, ὡς εἰκός, οὗτος, ἡ τύχη δὲ οὐδὲ ἀγωνισαμένῳ ξυνέλαβε· πρὸς δὲ ἐκεῖνο τί ἐρεῖτε; τὸν γὰρ χθὲς ἄρχοντα καὶ στεφανούμενον μὲν ὑπὸ
τῶν πόλεων ἐν τοῖς δεῦρο ἱεροῖς, χρηματίζοντα δὲ195
80λαμπρῶς καὶ ἀφθόνως, τοῦτον κελεύετε δημοσίᾳ κηρύττειν τήμερον, ὡς ἰδιώτης μὲν εἴη λοιπόν, παρα‐ νοῶν δὲ ἐπὶ τὴν ἀρχὴν ἦλθεν; ὥσπερ γὰρ ἐπιτελῶν τὰ δεδογμένα προθύμους δορυφόρους, οἷς πιστεύων ταῦτ’ ἐνεθυμήθη, παραστήσεται, οὕτως ἐς τὸ μεθί‐
85στασθαι τῶν δοξάντων ἥκων πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται.“
VA
.

5

.

36

Ἄσμενος τούτων ἀκούσας ὁ βασιλεὺς „εἰ τὴν ψυχὴν“ ἔφη „τὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἃ ἐνεθυμήθην, ἀπήγγειλας· ἕπομαι δή σοι, θεῖον γὰρ ἡγοῦμαι τὸ ἐκ σοῦ πᾶν, καὶ ὁπόσα χρὴ τὸν ἀγα‐
5θὸν βασιλέα πράττειν δίδασκε.“ καὶ ὁ Ἀπολλώνιος „οὐ διδακτά με“ ἔφη „ἐρωτᾷς· βασιλεία γὰρ μέγι‐ στον μὲν τῶν κατ’ ἀνθρώπους, ἀδίδακτον δέ. ὁπόσα δ’ οὖν μοι δοκεῖς πράττων ὑγιῶς ἂν πρᾶξαι, καὶ δὴ φράσω· πλοῦτον ἡγοῦ μὴ τὸν ἀπόθετον—τί γὰρ
10βελτίων οὗτος τῆς ὁποθενδὴ ξυνενεχθείσης ψάμμου; —μηδὲ τὸν φοιτῶντα παρ’ ἀνθρώπων, οἳ τὰς ἐσφο‐ ρὰς ὀλοφύρονται, κίβδηλον γὰρ ὁ χρυσὸς καὶ μέλαν, ἢν ἐκ δακρύων ἥκῃ· πλούτῳ δ’ ἂν ἄριστα βασιλέων χρῷο τοῖς μὲν δεομένοις ἐπαρκῶν, τοῖς δὲ πολλὰ
15κεκτημένοις παρέχων ἀσφαλῆ τὸν πλοῦτον. τὸ ἐξ‐ εῖναί σοι πᾶν, ὅ τι βούλει, δέδιθι, σωφρονέστερον γὰρ αὐτῷ χρήσῃ. μὴ τέμνε τῶν ἀσταχύων τοὺς ὑψη‐ λούς τε καὶ ὑπεραίροντας, ἄδικος γὰρ ὁ τοῦ Ἀριστο‐ τέλους λόγος, ἀλλὰ τὸ δύσνουν ἐξαίρει μᾶλλον,
20ὥσπερ τὰς ἀκάνθας τῶν ληίων καὶ φοβερὸς δόκει τοῖς νεώτερα πράττουσι μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ’ ἐν τῷ τιμωρήσεσθαι. νόμος, ὦ βασιλεῦ, καὶ σοῦ ἀρχέτω· σωφρονέστερον γὰρ νομοθετήσεις, ἢν μὴ ὑπερορᾷς τῶν νόμων. θεοὺς θεράπευε μᾶλλον ἢ
25πρότερον· μεγάλα μὲν γὰρ παρ’ αὐτῶν εἴληφας, ὑπὲρ μεγάλων δὲ εὔχῃ. καὶ τὰ μὲν τῇ ἀρχῇ προσ‐ ήκοντα, ὡς βασιλεὺς πρᾶττε, τὰ δὲ τῷ σώματι, ὡς ἰδιώτης. περὶ δὲ κύβων καὶ μέθης καὶ ἐρώτων καὶ τοῦ διαβεβλῆσθαι πρὸς τὰ τοιαῦτα τί ἄν σοι παραι‐196
30νοίην, ὅν φασι μηδὲ ἐφ’ ἡλικίας ταῦτα ἐπαινέσαι; παῖδές εἰσί σοι, βασιλεῦ, δύο καὶ γενναῖοι, ὥς φασιν. ἄρχε τούτων μάλιστα, τὰ γὰρ ἐκείνοις ἁμαρτηθέντα σὲ δήπου διαβαλεῖ. ἔστω δέ σοι καὶ ἀπειλὴ πρὸς αὐτούς, ὡς οὐ παραδώσεις τὴν ἀρχήν σφισιν, εἰ μή
35που καλοί τε καὶ ἀγαθοὶ μείνωσιν, ἵνα μὴ κληρονο‐ μίαν ἡγῶνται τὴν ἀρχήν, ἀλλ’ ἀρετῆς ἆθλα. τὰς δὲ ἐμπολιτευομένας ἡδονὰς τῇ Ῥώμῃ, πολλαὶ δὲ αὗται, δοκεῖ μοι, ὦ βασιλεῦ, ξυμμέτρως παύειν, χα‐ λεπὸν γὰρ μεταβαλεῖν δῆμον ἐς τὸ ἀθρόως σῶφρον,
40ἀλλὰ δεῖ κατ’ ὀλίγον ἐμποιεῖν ῥυθμὸν ταῖς γνώμαις, τὰ μὲν φανερῶς, τὰ δὲ ἀφανῶς διορθούμενον. ἀπε‐ λευθέρων τε καὶ δούλων, οὓς ἡ ἀρχή σοι δίδωσιν, ἀνέλωμεν τρυφὴν τοσούτῳ ταπεινότερον αὐτοὺς ἐθί‐ σαντες φρονεῖν, ὅσῳ μείζονος δεσπότου εἰσίν. τί
45λοιπὸν ἀλλ’ ἢ περὶ τῶν ἡγεμόνων εἰπεῖν, οἳ ἐς τὰ ἔθνη φοιτῶσιν, οὐ περὶ ὧν αὐτὸς ἐκπέμψεις, ἀρι‐ στίνδην γάρ που τὰς ἀρχὰς δώσεις, ἀλλὰ περὶ τῶν κληρωσομένων τὸ ἄρχειν· τούτων γὰρ τοὺς μὲν προσ‐ φόρους τοῖς ἔθνεσιν, ἃ διέλαχον, φημὶ δεῖν πέμπειν,
VA
.

5

.

36

(50)

ὡς ὁ κλῆρος, ἑλληνίζοντας μὲν Ἑλληνικῶν ἄρχειν, ῥωμαΐζοντας δὲ ὁμογλώττων καὶ ξυμφώνων. ὅθεν δὲ τοῦτ’ ἐνεθυμήθην, λέξω· κατὰ τοὺς χρόνους, οὓς ἐν Πελοποννήσῳ διῃτώμην, ἡγεῖτο τῆς Ἑλλάδος ἄνθρωπος οὐκ εἰδὼς τὰ Ἑλλήνων, καὶ οὐδ’ οἱ Ἕλ‐
55ληνές τι ἐκείνου ξυνίεσαν· ἔσφηλεν οὖν καὶ ἐσφάλη τὰ πλεῖστα, οἱ γὰρ ξύνεδροί τε καὶ κοινωνοὶ τῆς ἐν
τοῖς δικαστηρίοις γνώμης ἐκαπήλευον τὰς δίκας δια‐ λαβόντες τὸν ἡγεμόνα, ὥσπερ ἀνδράποδον. ταῦτά μοι, βασιλεῦ, παρέστη τήμερον, εἰ δέ τι καὶ ἕτερον197
60ἐπὶ νοῦν ἔλθοι, πάλιν ξυνελευσόμεθα. νυνὶ δὲ τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, μὴ ἀργότερος τοῖς ὑπη‐ κόοις δόξῃς.“
VA
.

5

.

37

Ὁ δὲ Εὐφράτης „τοῖς μὲν δεδογμένοις ξυγχω‐ ρῶ,“ ἔφη „τί γὰρ ἂν πλέον μεταδιδάσκων πράτ‐ τοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπά‐
5ζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, κατα‐ ψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν.“ ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν· βουλο‐
10μένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν „ἐσκαλεῖτε“ ἔφη „τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα.“ οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν, καὶ γὰρ
15βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνω‐ σκεν, εἰρηκώς, ἀλλ’ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δι’ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει· οὐ μὴν ἀπερ‐ ρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα.
20καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν· ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀπο‐
25σχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο
αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν Ἰνδὸν Φραώτην ποταμούς τε ἀναγράφοντι καὶ θη‐ ρία, ὑφ’ ὧν ἡ Ἰνδικὴ οἰκεῖται, προλέγοντι δὲ καὶ198
30ὁπόσα οἱ θεοὶ περὶ τῆς ἀρχῆς ἔφαινον. ἐξελαύνων δὲ τῆς Αἰγύπτου ξυνῳκισμένης τε καὶ νεαζούσης κοινωνὸν μὲν τῆς ὁδοῦ τὸν Ἀπολλώνιον ἐποιεῖτο, τῷ δὲ οὐκ ἐδόκει ταῦτα· Αἴγυπτόν τε γάρ, ὁπόση ἐστίν, οὔπω ἑωρακέναι τοῖς τε Γυμνοῖς οὔπω ἀφῖ‐
35χθαι ἐς λόγον μάλα ἐσπουδακὼς σοφίᾳ Ἰνδικῇ ἀντι‐ κρῖναι Αἰγυπτίαν. „οὐδὲ Νείλου“ ἔφη „ἔπιον, ὅθεν ἄρχεται.“ ξυνεὶς οὖν ὁ βασιλεύς, ὅτι ἐπ’ Αἰθιοπίαν στέλλεται „ἡμῶν δὲ“ ἔφη „οὐ μεμνήσῃ;“ „νὴ Δί’,“ εἶπεν „ἢν βασιλεὺς ἀγαθὸς μένῃς καὶ σεαυτοῦ μνη‐
40μονεύῃς.“
VA
.

5

.

38

Μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτή‐ σων „τίνας δέ,“ εἶπεν „ὦ βασιλεῦ, δωρεὰς δώσεις;“ „δέκα“ ἔφη „νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ
5πάντα.“ καὶ ὁ Ἀπολλώνιος „οὐκοῦν“ ἔφη „φείδε‐ σθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλ’ ἐπιμελήθητι τού‐ των, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις.“ ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ
10βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ ὁ Δίων „διάλλαξόν με, βασιλεῦ,“ εἶπε „πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί.“ ἐπαινέσας οὖν ὁ βασιλεὺς „χθὲσ“ ἔφη „τοῦτο ἐγὼ
15ᾔτησα καὶ ὑπάρχει· ἀλλ’ αἴτει ὑπὲρ δωρεᾶς.“ καὶ ὁ Δίων „Λασθένησ“ ἔφη „ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλα‐ μύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ
τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖ‐199
20ται δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται.“ „ἀνείσθω“, ἔφη „δίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρα‐ τευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ.“ καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ
25ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθ’ ἑαυτόν, βουληθεὶς δὲ ὁ βασιλεὺς παραδοῦναί τινα κατ’ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν· αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρή‐
30ματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν ὁ Ἀπολλώνιος „εἶτα ὑπὲρ δημοκρατίασ“ ἔφη „ξυνεβού‐ λευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;“
VA
.

5

.

39

Τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δ’ αὖ φι‐
5λοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλο‐ σοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός, οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐ‐
10θέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ
15λογισμῷ τοῦ πλήξοντος, δι’ ὃν ἐγένετο κρείττων ὀρ‐ γῆς νενικηκυίας ἤδη.
VA
.

5

.

40

Ἡ δὲ τοῦ Δίωνος φιλοσοφία ῥητορικωτέρα τῷ Ἀπολλωνίῳ ἐφαίνετο καὶ ἐς τὸ εὐφραῖνον κατεσκευ‐
ασμένη μᾶλλον, ὅθεν διορθούμενος αὐτόν φησιν „αὐλῷ καὶ λύρᾳ μᾶλλον ἢ λόγῳ θέλγε,“ καὶ πολλα‐200
5χοῦ τῶν πρὸς Δίωνα ἐπιστολῶν ἐπιπλήττει τῇ δημα‐ γωγίᾳ ταύτῃ.
VA
.

5

.

41

Τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι· Νέρων ἐλευθέραν ἀφῆκε
5τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς, καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, ὃ μηδὲ πάλαι ἡ Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ
10ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς· ταῦτ’ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πι‐ κρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέ‐ στειλε τῷ βασιλεῖ ὧδε·
Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν.
15 Ἐδουλώσω τὴν Ἐλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέ‐ ρωνος· Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔρρωσο.
Τῷ αὐτῷ. Διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦ‐
20σθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔρρωσο.
Τῷ αὐτῷ. Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔρρωσο.
25 Τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολ‐ λωνίῳ τοιάδε ἐγένετο, ἀκούων δ’ αὐτὸν εὖ διατι‐ θέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράτ‐
τεσθαι.201
VA
.

5

.

42

Θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε· λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, ὁ δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πό‐
5λεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι· οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδ’ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν
10αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, ὁ δὲ Ἀπολλώνιος „δεῖταί μου“ ἔφη
15„ὁ λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει· ἔστι τοίνυν Ἄμασις οὗτος, ὁ βασιλεὺς Αἰγύ‐ πτου περὶ τὸν Σαίτην νομόν.“ ἐπεὶ δ’ ἤκουσεν ὁ λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶ‐ δες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά.
20καταψῶν οὖν αὐτὸν ὁ Ἀπολλώνιος „δοκεῖ“ ἔφη „πέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμε‐ νον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν, καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς
25ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ’ αὐτῷ ᾄδοντες.
VA
.

5

.

43

Ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυν‐ ουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ
τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παρρησίᾳ χρῆ‐202
5σθαι δεινὸς ἦν, κατέλιπεν αὐτόθι ἔφεδρον τῷ Εὐ‐ φράτῃ, καὶ τὸν Διοσκουρίδην ἰδὼν οὐκ ἐρρωμένως πρὸς τὴν ἀποδημίαν διακείμενον παρῃτήσατο τῆς ὁδοῦ, τοὺς δὲ λοιποὺς ξυναγαγών, μετὰ γὰρ τοὺς ἀπολιπόντας αὐτὸν περὶ τὴν Ἀρικίαν προσεγένοντο
10πλείους ἕτεροι, διῄει πρὸς αὐτοὺς περὶ τῆς ἀπο‐ δημίας ἐνθένδε ἀρξάμενος· „Ὀλυμπικῆς προρρή‐ σεωσ“ ἔφη „δέομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες· Ὀλυμ‐ πικὴ δὲ πρόρρησις ἡ τοιάδε εἴη ἄν· Ἠλεῖοι τοὺς ἀθλητάς, ἐπειδὰν ἥκῃ Ὀλύμπια, γυμνάζουσιν ἡμε‐
15ρῶν τριάκοντα ἐν αὐτῇ τῇ Ἤλιδι, καὶ ξυναγαγόντες αὐτοὺς ὁ μὲν Δελφός, ὅτε Πύθια, ὁ δὲ Κορίν‐ θιος, ὅτε Ἴσθμια, „ἴτε“ φασὶν „ἐς τὸ στάδιον, καὶ γίγνεσθε ἄνδρες οἷοι νικᾶν,“ Ἠλεῖοι δέ, ἐπειδὰν ἴωσιν ἐς Ὀλυμπίαν, διαλέγονται πρὸς τοὺς ἀθλη‐
20τὰς ὧδε· „εἰ πεπόνηται ὑμῖν ἐπαξίως τοῦ ἐς Ὀλυμ‐ πίαν ἐλθεῖν καὶ μηδὲν ῥᾴθυμον μηδὲ ἀγεννὲς εἴρ‐ γασται, ἴτε θαρροῦντες, οἷς δὲ μὴ ὧδε ἤσκηται, χωρεῖτε οἷ βούλεσθε.“ ξυνῆκαν οἱ ὁμιληταὶ τοῦ λόγου καὶ κατέμειναν ἀμφὶ τοὺς εἴκοσι παρὰ τῷ
25Μενίππῳ, οἱ δὲ λοιποὶ δέκα, οἶμαι, ὄντες εὐξάμενοι τοῖς θεοῖς καὶ οἷον ἐμβατήρια πλοῦ θύσαντες ἐχώ‐ ρουν εὐθὺ πυραμίδων ἐπὶ καμήλων ὀχούμενοι δε‐ ξιὸν θέμενοι τὸν Νεῖλον. πολλαχοῦ δὲ διεπλεῖτο αὐτοῖς ὁ ποταμὸς ὑπὲρ ἱστορίας τῶν ἐν αὐτῷ πάν‐
30των, οὔτε γὰρ πόλιν οὔτε ἱερὸν οὔθ’ ὁπόσα τεμένη κατ’ Αἴγυπτον, οὐδὲν τούτων ἄφωνοι παρῆλθον, ἀλλ’ ἱερούς τινας ἀεὶ λόγους διδασκόμενοί τε καὶ διδάσκοντες, καὶ ἡ ναῦς, ἣν ἐμβαίη Ἀπολλώνιος,
ἐῴκει θεωρίδι.203
VA
.

6

.

1

Αἰθιοπία δὲ τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω, κατὰ Με‐ ρόην δ’ Αἰγύπτῳ ξυνάπτουσα καί τι τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα τελευτᾷ ἐς θάλατταν, ἣν Ὠκεα‐
5νὸν οἱ ποιηταὶ καλοῦσι, τὸ περὶ γῆν ἅπαν ὧδε ἐπο‐ νομάζοντες. ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπ’ Αἰθιόπων ἄγει. μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα,
10ὅτι μηδ’ ἄλλη μηδεμία, ὁπόσαι κατ’ ἀνθρώπους ὀνο‐ μασταὶ ἤπειροι, εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν Ἰνδῶν ἄμφω, τοσαύτῃ ξυντεθείσα, ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λο‐
15γισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου· ἐπιρραίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδει‐ λον καὶ τὸν ἵππον, λόγοι τε ὀργίων ἐπ’ αὐτοῖς ἴσοι, πολλὰ γὰρ τῶν Ἰνδῶν καὶ Νείλῳ ἐπιθειάζεται. τὴν
20δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθων μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθων δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δου‐ λεύων. βόσκουσι δὲ καὶ θηρία, οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι, Πυ‐
25γμαίων τε ἐν αὐταῖς ἔθνη καὶ ὑλακτούντων ἄλλο ἄλλῃ καὶ ὧδε θαυμαστά. γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλ’ ὅμοιά γε, ὥς φασι, βούλονται, χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾄδονται τὸ χρυσόγεων τῶν
30ἠπείρων ἀσπαζόμενοι. ἀλλὰ μὴ πλείω ὑπὲρ τού‐ των, ὁ δὲ λόγος ἐς τὸ ἑαυτοῦ ἴτω καὶ ἐχώμεθα τοῦ ἀνδρός.204
VA
.

6

.

2

Ἀφικόμενος γὰρ ἐπὶ τὰ Αἰθιόπων τε καὶ Αἰγυ‐ πτίων ὅρια, Συκάμινον δὲ αὐτὰ ὀνομάζουσι, χρυσῷ τε ἀσήμῳ ἐνέτυχε καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασιν, ἔκειτο δὲ πάντα ἀφύλακτα
5ἐν ὁδῷ σχιστῇ· καὶ ὅ τι βούλεται ταῦτα, ἐγὼ δη‐ λώσω, νομίζεται γὰρ καὶ ἐς ἡμᾶς ἔτι· ἀγορὰν Αἰθίο‐ πες ἀπάγουσιν, ὧν Αἰθιοπία δίδωσιν, οἱ δ’ ἀνε‐ λόμενοι πᾶσαν ξυμφέρουσιν ἐς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰγυπτίαν ἴσου ἀξίαν ὠνούμενοι τῶν αὐτοῖς
10ὄντων τὰ οὐκ ὄντα. οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω μέλανες, ἀλλὰ ὁμόφυλοι τὸ χρῶμα, μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλ‐ λον Αἰγυπτίων. ξυνεὶς οὖν ὁ Ἀπολλώνιος τοῦ τῆς ἀγορᾶς ἤθους „οἱ δὲ χρηστοὶ“ ἔφη „Ἕλληνες, ἢν
15μὴ ὀβολὸς ὀβολὸν τέκῃ καὶ τὰ ὤνια αὑτοῖς ἐπιτιμή‐ σωσι καπηλεύοντες ἢ καθειργνύντες, οὔ φασι ζῆν ὁ μὲν θυγατέρα σκηπτόμενος ἐν ὥρᾳ γάμων, ὁ δ’ υἱὸν ἤδη τελοῦντα ἐς ἄνδρας, ὁ δ’ ἐράνου πλήρω‐ σιν, ὁ δ’, ὡς οἰκοδομοῖτο οἰκίαν, ὁ δέ, ὡς αἰσχύ‐
20νοιτο χρηματιστὴς ἥττων τοῦ πατρὸς δόξαι. καλῶς δ’ ἄρ’ εἶχεν, ἵνα ὁ πλοῦτος ἀτίμως ἔπραττεν ἰσότης τε ἤνθει,
μέλας δ’ ἀπέκειτο σίδηρος, ὁμονοούντων τῶν ἀνθρώπων, καὶ ἡ γῆ πᾶσα ἐδό‐
25κει μία.“
VA
.

6

.

3

Τοιαῦτα διαλεγόμενος καὶ ξυμβούλους τῶν δια‐ λέξεων, ὥσπερ εἰώθει, ποιούμενος τοὺς καιροὺς ἐχώρει ἐπὶ * Μέμνονος, ἡγεῖτο δ’ αὐτοῖς μειράκιον Αἰγύπτιον, ὑπὲρ οὗ τάδε ἀναγράφει Δάμις· Τιμα‐
5σίων μὲν τῷ μειρακίῳ τούτῳ ὄνομα ἦν, ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἔτι ἔρρωτο. σωφρο‐ νοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐνέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαίδρα, διαβάλλουσα δ’ αὐτὸν ὡς θῆλυν καὶ ἐρα‐205
10σταῖς μᾶλλον ἢ γυναίοις χαίροντα. ὁ δ’ ἐκλιπὼν Ναύκρατιν, ἐκεῖ γὰρ ταῦτα ἐγίγνετο, περὶ Μέμφιν διῃτᾶτο, καὶ ναῦν δὲ ἰδιόστολον ἐκέκτητο καὶ ἐναυ‐ κλήρει ἐν τῷ Νείλῳ. ἰδὼν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον καταπλέων αὐτὸς ξυνῆκέ τε, ὡς ἀνδρῶν
15σοφῶν εἴη τὸ πλήρωμα ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναί οἱ τῆς τοῦ πλοῦ κοινωνίας ἐρῶντι σο‐ φίας, ὁ δ’ Ἀπολλώνιος „σώφρων“ ἔφη „ὁ νεανίσκος, ὦ ἄνδρες, καὶ ἀξιούσθω ὧν δεῖται,“ καὶ διῆλθε τὸν
20περὶ τῆς μητρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταί‐ ρων ὑφειμένῳ τῷ τόνῳ προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῄεσαν αἱ νῆες, μεταβὰς ὁ Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι ὑπὲρ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν
25ὁ Ἀπολλώνιος κατ’ ὀφθαλμοὺς αὐτοῦ ἱζῆσαι „μει‐ ράκιον“ ἔφη „Αἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον ἢ τί χρηστὸν εἴργασται, λέξον, ὡς τῶν μὲν λύσις παρ’ ἐμοῦ γένοιτό σοι δι’ ἡλικίαν, τῶν δ’ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσο‐
30φοίης καὶ τοῖσδε.“ ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυ‐ θριῶντα καὶ μεταβάλλοντα τὴν ὁρμὴν τοῦ στόματος ἐς τὸ λέξαι τι ἢ μή, θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος, ἀναθαρσή‐ σας δὲ ὁ Τιμασίων „ὦ θεοί,“ ἔφη „τίνα ἐμαυτὸν
35εἴπω; κακὸς μὲν γὰρ οὐκ εἰμί, ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα, τὸ γὰρ μὴ ἀδικεῖν οὔπω
ἔπαινος.“ καὶ ὁ Ἀπολλώνιος „βαβαί,“ ἔφη „μειρά‐ κιον, ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ, ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλ’ (εἰπὲ) ὅπως ταῦτα δοξά‐206
40ζεις, κἀξ ὅτου; φυλαξομένῳ γάρ τι ἁμαρτεῖν ἔοι‐ κας.“ ἐπεὶ δὲ ἀρξαμένου λέγειν, ὡς ἡ μητρυιὰ μὲν ἐπ’ αὐτὸν φέροιτο, αὐτὸς δ’ ἐρώσῃ ἐκσταίη, βοὴ ἐγένετο, ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προ‐ ειπόντος, ὑπολαβὼν ὁ Τιμασίων „ὦ λῷστοι,“ ἔφη
45„τί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύματος, ὅσον, οἶμαι, γέλωτος.“ καὶ ὁ Δάμις „ἕτερόν τι“ ἔφη „ἐθαυμάσαμεν, ὃ μήπω γιγνώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι.“ „Ἀφροδίτῃ δὲ θύεις, ὦ μει‐
VA
.

6

.

3

(50)

ράκιον;“ ἤρετο ὁ Ἀπολλώνιος, καὶ ὁ Τιμασίων, „νὴ Δί’,“ εἶπεν, „ὁσημέραι γε, πολλὴν γὰρ ἡγοῦ‐ μαι τὴν θεὸν (ἐν) ἀνθρωπείοις τε καὶ θείοις πρά‐ γμασιν.“ ὑπερησθεὶς οὖν ὁ Ἀπολλώνιος, „ψηφισώ‐ μεθα,“ ἔφη „ὦ ἄνδρες, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ
55σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου τοῦ Θησέως, ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τουτὶ ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ’ αὐτὸν οὐ δεὶς ἐκώμαζεν, ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας, οὑτοσὶ δὲ ἡττᾶσθαι τῆς θεοῦ φά‐
60σκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλ’ ἀπῆλθεν αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξοιτο, καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντι‐ ναδὴ τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱπ‐ πόλυτος, οὐκ ἀξιῶ σωφροσύνης, σωφρονέστερον γὰρ
65τὸ περὶ πάντων θεῶν εὖ λέγειν καὶ ταῦτα Ἀθήνη‐ σιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται.“ τοσαῦτα ἐς τὸν Τιμασίωνα αὐτῷ ἐσπουδάσθη. πλὴν ἀλλὰ Ἱππόλυτόν γε ἐκάλει αὐτὸν διὰ τοὺς ὀφθαλ‐
μούς, οἷς τὴν μητρυιὰν εἶδεν. ἐδόκει δὲ καὶ τοῦ207
70σώματος ἐπιμεληθῆναι καὶ γυμναστικῆς ἐπαφροδί‐ τως ἅψασθαι.
VA
.

6

.

4

Ὑπὸ τούτῳ ἡγεμόνι παρελθεῖν φασιν ἐς τὸ τέμε‐ νος τοῦ Μέμνονος. περὶ δὲ τοῦ Μέμνονος τάδε ἀνα‐ γράφει Δάμις· Ἠοῦς μὲν παῖδα γενέσθαι αὐτόν, ἀποθανεῖν δὲ οὐκ ἐν Τροίᾳ, ὅτι μηδὲ ἀφικέσθαι ἐς
5Τροίαν, ἀλλ’ ἐν Αἰθιοπίᾳ τελευτῆσαι βασιλεύσαντα Αἰθιόπων γενεὰς πέντε. οἱ δ’, ἐπειδὴ μακροβιώτατοι ἀνθρώπων εἰσίν, ὀλοφύρονται τὸν Μέμνονα ὡς κο‐ μιδῇ νέον καὶ ὅσα ἐπὶ ἀώρῳ κλαίουσι, τὸ δὲ χωρίον, ἐν ᾧ ἵδρυται, φασὶ μὲν προσεοικέναι ἀγορᾷ ἀρχαίᾳ,
10οἷαι τῶν ἀγορῶν ἐν πόλεσί ποτε οἰκηθείσαις λείπον‐ ται στηλῶν παρεχόμεναι τρύφη καὶ τειχῶν ἴχνη καὶ θάκους καὶ φλιὰς ἑρμῶν τε ἀγάλματα, τὰ μὲν ὑπὸ χειρῶν διεφθορότα, τὰ δὲ ὑπὸ χρόνου. τὸ δὲ ἄγαλμα τετράφθαι πρὸς ἀκτῖνα μήπω γενειάσκον, λίθου δὲ
15εἶναι μέλανος, ξυμβεβηκέναι δὲ τὼ πόδε ἄμφω κατὰ τὴν ἀγαλματοποιίαν τὴν ἐπὶ Δαιδάλου καὶ τὰς χεῖ‐ ρας ἀπερείδειν ὀρθὰς ἐς τὸν θᾶκον, καθῆσθαι γὰρ ἐν ὁρμῇ τοῦ ὑπανίστασθαι. τὸ δὲ σχῆμα τοῦτο καὶ τὸν τῶν ὀφθαλμῶν νοῦν καὶ ὁπόσα τοῦ στόματος
20ὡς φθεγξομένου ᾄδουσι, τὸν μὲν ἄλλον χρόνον ἧτ‐ τον θαυμάσαι φασίν, οὔπω γὰρ ἐνεργὰ φαίνεσθαι, προσβαλούσης δὲ τὸ ἄγαλμα τῆς ἀκτῖνος, τουτὶ δὲ γίγνεσθαι περὶ ἡλίου ἐπιτολάς, μὴ κατασχεῖν τὸ θαῦμα, φθέγξασθαι μὲν γὰρ παραχρῆμα τῆς ἀκτῖνος
25ἐλθούσης αὐτῷ ἐπὶ στόμα, φαιδροὺς δὲ ἱστάναι τοὺς ὀφθαλμοὺς δόξαι πρὸς τὸ φῶς, οἷα τῶν ἀνθρώπων οἱ εὐήλιοι. τότε ξυνεῖναι λέγουσιν, ὅτι τῷ Ἡλίῳ δοκεῖ ὑπανίστασθαι, καθάπερ οἱ τὸ κρεῖττον ὀρθοὶ θεραπεύοντες. θύσαντες οὖν Ἡλίῳ τε Αἰθίοπι καὶ
30Ἠῴῳ Μέμνονι, τουτὶ γὰρ ἔφραζον οἱ ἱερεῖς, τὸν μὲν ἀπὸ τοῦ αἴθειν τε καὶ θάλπειν, τὸν δὲ ἀπὸ τῆς μη‐ τρὸς ἐπονομάζοντες, ἐπορεύοντο ἐπὶ καμήλων ἐς τὰ τῶν Γυμνῶν ἤθη.208
VA
.

6

.

5

Ἀνδρὶ δὲ ἐντυχόντες ἐσταλμένῳ τρόπον, ὅνπερ οἱ Μεμφῖται καὶ ἀλύοντι μᾶλλον ἢ ξυντείνοντι ἤροντο οἱ περὶ τὸν Δάμιν, ὅστις εἴη καὶ (δι’) ὅ τι πλανῷτο, καὶ ὁ Τιμασίων „ἐμοῦ“ ἔφη „πυνθάνεσθε, ἀλλὰ
5μὴ τούτου, οὗτος μὲν γὰρ οὐκ ἂν εἴποι πρὸς ὑμᾶς τὸ ἑαυτοῦ πάθος αἰδοῖ τῆς ξυμφορᾶς, ᾗ κέχρηται, ἐγὼ δέ, γιγνώσκω γὰρ τὸν ἄνδρα καὶ ἐλεῶ, λέξω τὰ περὶ αὐτὸν πάντα· ἀπέκτεινε γὰρ Μεμφίτην τινὰ ἄκων, κελεύουσι δ’ οἱ κατὰ Μέμφιν νόμοι τὸν φεύ‐
10γοντα ἐπ’ ἀκουσίῳ, δεῖ δὲ φεύγειν, ἐπὶ τοῖς Γυμνοῖς εἶναι, κἂν ἐκνίψηται τοῦ φόνου, χωρεῖν ἐς ἤθη καθαρὸν ἤδη, βαδίσαντα πρότερον ἐπὶ τὸ τοῦ πεφο‐ νευμένου σῆμα καὶ σφάξαντά τι ἐκεῖ οὐ μέγα. τὸν δὲ χρόνον, ὃν οὔπω τοῖς Γυμνοῖς ἐνέτυχεν, ἀλᾶσθαι
15χρὴ περὶ ταυτὶ τὰ ὅρια, ἔστ’ ἂν αἰδέσωνται αὐτόν, ὥσπερ ἱκέτην.“ ἤρετο οὖν τὸν Τιμασίωνα ὁ Ἀπολ‐ λώνιος, πῶς οἱ Γυμνοὶ περὶ τοῦ φεύγοντος ἐκείνου φρονοῦσιν, ὁ δὲ „οὐκ οἶδα,“ εἶπε „μῆνα γὰρ του‐ τονὶ ἕβδομον ἱκετεύει δεῦρο καὶ οὔπω λύσις.“ „οὐ
20σοφοὺς λέγεις ἄνδρας,“ ἔφη „εἰ μὴ καθαίρουσιν αὐτόν, μηδὲ γιγνώσκουσιν, ὅτι Φιλίσκος, ὃν ἀπέ‐ κτεινεν οὗτος, ἀνέφερεν ἐς Θαμοῦν τὸν Αἰγύπτιον, ὃς ἐδῄωσέ ποτε τὴν τῶν Γυμνῶν χώραν.“ θαυμάσας οὖν ὁ Τιμασίων „πῶσ“ ἔφη „λέγεις;“ „ὥς γε“
25εἶπεν, „ὦ μειράκιον, καὶ πέπρακται· Θαμοῦν γάρ ποτε νεώτερα ἐπὶ Μεμφίτας πράττοντα ἤλεγξαν οἱ Γυμνοὶ καὶ ἔσχον, ὁ δὲ ὁρμῆς ἁμαρτὼν ἔκειρε πᾶ‐ σαν, ἣν οὗτοι νέμονται, λῃστρικῶς γὰρ περὶ Μέμφιν
ἔρρωτο· τούτου Φιλίσκον, ὃν οὗτος ἀπέκτεινεν, ὁρῶ209
30ἔκγονον τρίτον ἀπὸ δεκάτου, κατάρατον δηλαδὴ τού‐ τοις, ὧν ὁ Θαμοῦς τότε διεπόρθει τὴν χώραν· καὶ ποῦ σοφόν, ὃν στεφανοῦν ἐχρῆν, εἰ καὶ προνοήσας ἀπέκτεινε, τοῦτον ἀκουσίου φόνου μέν, ὑπὲρ αὐτῶν δ’ εἰργασμένου μὴ καθῆραι;“ ἐκπλαγὲν οὖν τὸ μει‐
35ράκιον „ξένε,“ εἶπε „τίς εἶ;“ καὶ ὁ Ἀπολλώνιος „ὃν ἂν“ ἔφη „παρὰ τοῖς Γυμνοῖς εὕροις. ἐπεὶ δὲ οὔπω μοι ὅσιον προσφθέγξασθαι τὸν ἐν τῷ αἵματι, κέλευ‐ σον αὐτόν, ὦ μειράκιον, θαρρεῖν, ὡς αὐτίκα δὴ καθαρεύσοντα, εἰ βαδίσειεν οὗ καταλύω.“ ἀφικο‐
40μένῳ δὲ ἐπιδράσας ὅσα Ἐμπεδοκλῆς τε καὶ Πυθαγό‐ ρας ὑπὲρ καθαρσίων νομίζουσιν, ἐκέλευσεν ἐς ἤθη στείχειν ὡς καθαρὸν ἤδη τῆς αἰτίας.
VA
.

6

.

6

Ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφί‐ κοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντι‐ στήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης
5τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον ἢ προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ὃ ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ
10Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν ἢ οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ
15αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδεί‐ μαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφ’ αἷς ὁ ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.
VA
.

6

.

7

Ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον,
ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλ’ ἀφιλοτιμό‐ τερον τοῦ φιλοσοφίᾳ προσήκοντος· ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδι‐210
5κὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ
10αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπ’ αὐτοὺς συνεσκευά‐ σθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετα‐
VA
.

6

.

8

τάττειν οἷ βούλεται. τοιαῦτα ὁ Ναυκρατίτης ξυνθεὶς ἀπῆλθεν, οἱ δ’ ἀληθῆ ταῦτα ἡγούμενοι τὴν μὲν ξυνουσίαν οὐ παρῃτοῦντο ἥκοντος, ὑπὲρ μεγάλων δὲ σπουδάζειν ἐπλάττοντο καὶ πρὸς ἐκείνοις εἶναι,
5ἀφίξεσθαι δὲ κἀκείνῳ ἐς λόγους, ἢν σχολὴν ἄγωσι μάθωσί τε, ὅ τι βούλεται καὶ ὅτου ἐρῶν ἧκεν. ἐκέ‐ λευε δὲ ὁ παρ’ αὐτῶν ἥκων καὶ καταλύειν αὐτοὺς ἐν τῇ στοᾷ, ὁ δὲ Ἀπολλώνιος „ὑπὲρ μὲν στέγησ“ ἔφη „μηδὲν διαλέγου, ξυγχωρεῖ γὰρ πᾶσιν ὁ οὐρα‐
10νὸς ὁ ἐνταῦθα γυμνοῖς ζῆν,“ διαβάλλων αὐτοὺς ὡς οὐ καρτερίᾳ γυμνούς, ἀλλ’ ἀνάγκῃ, „ὅ τι δὲ βού‐ λομαι καὶ ὑπὲρ ὅτου ἥκω τοὺς μὲν οὐ θαυμάζω οὔπω
VA
.

6

.

9

γιγνώσκοντας, Ἰνδοὶ δέ με οὐκ ἤροντο ταῦτα.“ ὁ μὲν δὴ Ἀπολλώνιος ἑνὶ τῶν δένδρων ὑποκλιθεὶς ξυνῆν τοῖς ἑταίροις ὁπόσα ἠρώτων, ἀπολαβὼν δὲ τὸν Τιμασίωνα ὁ Δάμις ἤρετο ἰδίᾳ· „οἱ Γυμνοὶ
5οὗτοι, βέλτιστε, ξυγγέγονας γὰρ αὐτοῖς, ὡς τὸ εἰκός, τί σοφοί εἰσι;“ „πολλὰ“ ἔφη „καὶ μεγάλα.“ „καὶ μὴν οὐ σοφὰ“ εἶπεν „αὐτῶν, ὦ γενναῖε, τὰ πρὸς ἡμᾶς ταῦτα, τὸ γὰρ μὴ ξυμβῆναι τοιῷδε ἀνδρὶ ὑπὲρ
σοφίας, ὄγκῳ δ’ ἐπ’ αὐτὸν χρήσασθαι τί φῶ οὐκ211
10οἶδα ἢ τῦφον,“ ἔφη „ὦ ἑταῖρε.“ „τῦφον; ὃν οὔπω πρότερον περὶ αὐτοὺς εἶδον δὶς ἤδη ἀφικόμενος, ἀεὶ γὰρ μέτριοί τε καὶ χρηστοὶ πρὸς τοὺς ἐπιμιγνύν‐ τας ἦσαν· πρῴην γοῦν, πεντήκοντα δὲ τοῦτ’ ἴσως ἡμέραι, Θρασύβουλος μὲν ἐπεχωρίαζεν ἐνταῦθα λαμ‐
15πρὸν οὐδὲν ἐν φιλοσοφίᾳ πράττων, οἱ δ’ ἄσμενοι αὐτὸν ἀπεδέξαντο, ἐπειδὴ προσέγραψεν ἑαυτὸν τῷ Εὐφράτῃ.“ καὶ ὁ Δάμις „τί λέγεις, ὦ μειράκιον; ἑώρακας σὺ Θρασύβουλον τὸν Ναυκρατίτην ἐν τῷ φροντιστηρίῳ τούτῳ;“ „καὶ πρός γε“ εἶπε „διήγα‐
20γον αὐτὸν τῇ ἐμαυτοῦ νηὶ κατιόντα ἐνθένδε.“ „τὸ πᾶν ἔχω, νὴ τὴν Ἀθηνᾶν,“ ἔφη ὁ Δάμις ἀναβοήσας τε καὶ σχετλιάσας „ἔοικε γὰρ πεπανουργῆσθαί τι.“ ὑπολαβὼν οὖν ὁ Τιμασίων „ὁ μὲν ἀνήρ,“ ἔφη „ὡς ἠρόμην αὐτὸν χθές, ὅστις εἴη, οὔπω με ἠξίου τοῦ
25ἀπορρήτου, σὺ δ’, εἰ μὴ μυστήρια ταῦτα, λέγε ὅστις οὗτος, ἴσως γὰρ ἂν κἀγώ τι ξυμβαλοίμην τῇ τοῦ ζητουμένου θήρᾳ.“ ἐπεὶ δὲ ἤκουσε τοῦ Δάμιδος καὶ ὅτι ὁ Τυανεὺς εἴη „ξυνείληφασ“ ἔφη „τὸ πρᾶ‐ γμα· Θρασύβουλος γὰρ καταπλέων μετ’ ἐμοῦ τὸν
30Νεῖλον ἐρομένῳ μοι ἐφ’ ὅ τι ἀναβαίη ἐνταῦθα, σο‐ φίαν οὐ χρηστὴν ἑαυτοῦ διηγεῖτο τοὺς Γυμνοὺς τούτους ὑποψίας ἐμπεπληκέναι φάσκων πρὸς τὸν Ἀπολλώνιον, ὡς ὑπεροφθείη, ὁπότε ἔλθοι, κἀξ ὅτου μὲν διαφέρεται πρὸς αὐτὸν οὐκ οἶδα, τὸ δὲ ἐς δια‐
35βολὰς καθίστασθαι γυναικεῖόν τε ἡγοῦμαι καὶ ἀπαί‐ δευτον. ἐγὼ δ’ ἄν, ὡς διάκεινται, μάθοιμι προσ‐ ειπὼν τοὺς ἄνδρας, φίλοι γάρ.“ καὶ ἐπανῆλθε περὶ δείλην ὁ Τιμασίων πρὸς μὲν τὸν Ἀπολλώνιον οὐδὲν φράζων πλὴν τοῦ προσειρηκέναι σφᾶς, ἰδίᾳ δ’ ἀπαγ‐
40γέλλων πρὸς τὸν Δάμιν, ὡς ἀφίξοιντο αὔριον μεστοὶ
ὧν τοῦ Θρασυβούλου ἤκουσαν.212
VA
.

6

.

10

Τὴν μὲν δὴ ἑσπέραν ἐκείνην μέτριά τε καὶ οὐκ ἄξια τοῦ ἀναγράψαι σπουδάσαντες ἐκοιμήθησαν οὗ ἐδείπνησαν, ἅμα δὲ τῇ ἡμέρᾳ ὁ μὲν Ἀπολλώνιος, ὥσπερ εἰώθει, θεραπεύσας τὸν Ἥλιον ἐφειστήκει
5τινὶ γνώμῃ, προσδραμὼν δὲ αὐτῷ Νεῖλος, ὅσπερ ἦν νεώτατος τῶν Γυμνῶν „ἡμεῖσ“ ἔφη „παρὰ σὲ ἥκο‐ μεν.“ „εἰκότως,“ εἶπεν ὁ Ἀπολλώνιος „καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς ὁδὸν τὴν ἀπὸ θαλάττης ἐνταῦθα.“ καὶ εἰπὼν ταῦτα εἵπετο τῷ Νείλῳ. προσειπὼν οὖν
10καὶ προσρηθείς, ξυνέτυχον δὲ ἀλλήλοις περὶ τὴν στοάν, „ποῖ,“ ἔφη „ξυνεσόμεθα;“ „ἐνταῦθα“ ἔφη ὁ Θεσπεσίων δείξας τὸ ἄλσος. ὁ δὲ Θεσπεσίων πρεσ‐ βύτατος ἦν τῶν Γυμνῶν, καὶ ἡγεῖτο μὲν αὐτὸς πᾶ‐ σιν, οἱ δέ, ὥσπερ Ἑλλανοδίκαι τῷ πρεσβυτάτῳ,
15εἵποντο κοσμίῳ ἅμα καὶ σχολαίῳ βαδίσματι. ἐπεὶ δ’ ἐκάθισαν, ὡς ἔτυχε, τουτὶ γὰρ οὐκέτι ἐν κόσμῳ ἔδρων, ἐς τὸν Θεσπεσίωνα εἶδον πάντες οἷον ἑστιά‐ τορα τοῦ λόγου, ὁ δὲ ἤρξατο ἐνθένδε· „τὴν Πυθὼ καὶ τὴν Ὀλυμπίαν ἐπεσκέφθαι σέ φασιν, Ἀπολλώνιε,
20τουτὶ γὰρ ἀπήγγειλεν ἐνταῦθα καὶ Στρατοκλῆς ὁ Φάριος ἐντετυχηκέναι σοι φάσκων ἐκεῖ, καὶ τὴν μὲν Πυθὼ τοὺς ἐς αὐτὴν ἥκοντας αὐλῷ τε παραπέμπειν καὶ ᾠδαῖς καὶ ψάλσει, κωμῳδίας τε καὶ τραγῳδίας ἀξιοῦν, εἶτα τὴν ἀγωνίαν παρέχειν τὴν γυμνὴν ὀψὲ
25τούτων, τὴν δὲ Ὀλυμπίαν τὰ μὲν τοιαῦτα ἐξελεῖν ὡς ἀνάρμοστα καὶ οὐ χρηστὰ ἐκεῖ, παρέχεσθαι δὲ τοῖς ἐς αὐτὴν ἰοῦσιν ἀθλητὰς γυμνούς, Ἡρακλέους ταῦτα ξυνθέντος· τοῦτο ἡγοῦ παρὰ τὴν Ἰνδῶν σο‐ φίαν τὰ ἐνταῦθα· οἱ μὲν γάρ, ὥσπερ ἐς τὴν Πυθὼ
30καλοῦντες, ποικίλαις δημαγωγοῦσιν ἴυγξιν, ἡμεῖς δέ, ὥσπερ ἐν Ὀλυμπίᾳ, γυμνοί. οὐχ ὑποστρώννυσιν ἡ
γῆ οὐδὲν ἐνταῦθα, οὐδὲ γάλα ὥσπερ βάκχαις ἢ οἶνον δίδωσιν, οὐδὲ μετεώρους ἡμᾶς ὁ ἀὴρ φέρει, ἀλλ’ αὐτὴν ὑπεστορεσμένοι τὴν γῆν ζῶμεν μετέχον‐213
35τες αὐτῆς τὰ κατὰ φύσιν, ὡς χαίρουσα διδοίη αὐτὰ καὶ μὴ βασανίζοιτο ἄκουσα. ὅτι δ’ οὐκ ἀδυνατοῦμεν σοφίζεσθαι „τὸ δεῖνα“ ἔφη „δένδρον,“ πτελέα δὲ ἦν, τρίτον ἀπ’ ἐκείνου, ὑφ’ ᾧ διελέγοντο, „πρόσ‐ ειπε τὸν σοφὸν Ἀπολλώνιον.“ καὶ προσεῖπε μὲν
40αὐτόν, ὡς ἐκελεύσθη, τὸ δένδρον, ἡ φωνὴ δὲ ἦν ἔναρθρός τε καὶ θῆλυς. ἀπεσήμαινε δὲ πρὸς τοὺς Ἰνδοὺς ταῦτα μεταστήσειν ἡγούμενος τὸν Ἀπολλώ‐ νιον τῆς ὑπὲρ αὐτῶν δόξης, ἐπειδὴ διῄει ἐς πάντας λόγους τε Ἰνδῶν καὶ ἔργα. προσετίθει δὲ κἀκεῖνα,
45ὡς ἀπόχρη τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι, ὁπόση ἔμπνους, ἱμέρου τε, ὃς φοιτᾷ δι’ ὀμμάτων, φθόνου τε, ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει, θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν. „σκέψαι γὰρ τὸν Ἀπόλλω“
VA
.

6

.

10

(50)

εἶπε „τὸν Δελφικόν, ὃς τὰ μέσα τῆς Ἑλλάδος ἐπὶ προρρήσει λογίων ἔχει· ἐνταῦθα τοίνυν, ὥς που καὶ αὐτὸς γιγνώσκεις, ὁ μὲν τῆς ὀμφῆς δεόμενος ἐρωτᾷ βραχὺ ἐρώτημα, ὁ δὲ Ἀπόλλων οὐδὲν τερατευσάμε‐ νος λέγει, ὁπόσα οἶδε. καίτοι ῥᾴδιόν γε ἦν αὐτῷ σεῖ‐
55σαι μὲν τὸν Παρνασὸν πάντα, τὴν Κασταλίαν δὲ οἰνοχοῆσαι μεταβαλόντι τὰς πηγάς, Κηφισῷ δὲ μὴ ξυγχωρῆσαι ποταμῷ εἶναι, ὁ δὲ οὐδὲν τούτων ἐπι‐ κομπάσας ἀναφαίνει τἀληθὲς αὐτό. ἡγώμεθα δὲ μηδὲ τὸν χρυσὸν ἢ τὰ δοκοῦντα λαμπρὰ τῶν ἀνα‐
60θημάτων ἑκόντι αὐτῷ φοιτᾶν, μηδὲ τῷ νεῷ τὸν Ἀπόλλω χαίρειν, εἰ καὶ διπλάσιος ἀποφανθείη τοῦ νῦν ὄντος· ᾤκησε γάρ ποτε καὶ λιτὴν στέγην ὁ θεὸς οὗτος, καὶ καλύβη αὐτῷ ξυνεπλάσθη μικρά, ἐς ἣν
ξυμβαλέσθαι λέγονται μέλιτται μὲν κηρόν, πτερὰ δὲ214
65ὄρνιθες. εὐτέλεια γὰρ διδάσκαλος μὲν σοφίας, δι‐ δάσκαλος δὲ ἀληθείας, ἣν ἐπαινῶν σοφὸς ἀτεχνῶς δόξεις ἐκλαθόμενος τῶν παρ’ Ἰνδοῖς μύθων. τὸ γὰρ πρᾶττε ἢ μὴ πρᾶττε, ἢ οἶδα ἢ οὐκ οἶδα, ἢ τὸ δεῖνα, ἀλλὰ μὴ τὸ δεῖνα, τί δεῖται κτύπου; τί δὲ τοῦ βρον‐
70τᾶν, μᾶλλον δὲ τοῦ ἐμβεβροντῆσθαι; εἶδες ἐν ζω‐ γραφίας λόγοις καὶ τὸν τοῦ Προδίκου Ἡρακλέα, ὡς ἔφηβος μὲν ὁ Ἡρακλῆς, οὔπω δὲ ἐν αἱρέσει τοῦ βίου, κακία δ’ αὐτὸν καὶ ἀρετὴ διαλαβοῦσαι παρὰ σφᾶς ἄγουσιν, ἡ μὲν χρυσῷ τε κατεσκευασμένη καὶ ὅρ‐
75μοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμμάτων, ἔστι δ’ αὐτῇ καὶ χρυσοῦν πέδιλον, γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα, ἡ δ’ αὖ πεπονηκυίᾳ μὲν προσφερής, τραχὺ δὲ ὁρῶσα, τὸν δὲ αὐχμὸν πεποιημένη κόσμημα
80καὶ ἀνυπόδετος ἡ ἀρετὴ καὶ λιτὴ τὴν ἐσθῆτα, καὶ γυμνὴ δ’ ἂν ἐφαίνετο, εἰ μὴ ἐγίγνωσκε τὸ ἐν θη‐ λείαις εὔσχημον. ἡγοῦ δὴ καὶ σεαυτόν, Ἀπολλώνιε, μέσον τῆς Ἰνδικῆς τε καὶ τῆς ἡμεδαπῆς σοφίας ἑστά‐ ναι, καὶ τῆς μὲν ἀκούειν λεγούσης, ὡς ὑποστορέσει
85σοι ἄνθη καθεύδοντι, καί, νὴ Δί’, ὡς ποτιεῖ γά‐ λακτι καὶ ὡς κηρίοις θρέψει, καὶ ὡς νέκταρ σοὶ [τι] παρ’ αὐτῆς ἔσται καὶ πτερά, ὁπότε βούλοιο, τρίπο‐ δάς τε ἐσκυκλήσει πίνοντι καὶ χρυσοῦς θρόνους, καὶ πονήσεις οὐδέν, ἀλλ’ αὐτόματά σοι βαδιεῖται
90πάντα, τῆς δέ γε ἑτέρας, ὡς χαμευνεῖν μὲν ἐν αὐχμῷ προσήκει, γυμνὸν δέ, ὥσπερ ἡμεῖς, μοχθοῦντα φαί‐ νεσθαι, ὃ δὲ μὴ πονήσαντί σοι ἀφίκετο, μήτε φίλον ἡγεῖσθαι μήτε ἡδύ, μηδὲ ἀλαζόνα εἶναι μηδὲ τύφου θηρατήν, ἀπέχεσθαι δὲ καὶ ὀνειράτων ὄψεις, ὁπόσαι
95ἀπὸ τῆς γῆς αἴρουσιν. εἰ μὲν δὴ κατὰ τὸν Ἡρακλέα
αἱροῖο καὶ δόξῃ ἀδαμαντίνῃ χρῷο μὴ ἀτιμάζων ἀλή‐ θειαν, μηδὲ τὴν κατὰ φύσιν εὐτέλειαν παραιτούμε‐ νος πολλοὺς μὲν ᾑρηκέναι φήσεις λέοντας, πολλὰς δὲ ὕδρας ἐκτετμῆσθαί σοι Γηρυόνας τε καὶ Νέσσους215
VA
.

6

.

10

(100)

καὶ ὁπόσοι ἐκείνου ἆθλοι, εἰ δὲ τὸ τῶν ἀγειρόντων ἀσπάσῃ, κολακεύσεις ὀφθαλμούς τε καὶ ὦτα καὶ οὔτε σοφώτερος ἑτέρου δόξεις γενήσῃ τε ἆθλος ἀνδρὸς Αἰγυπτίου Γυμνοῦ.“
VA
.

6

.

11

Ταῦτα εἰπόντος ἐστράφησαν ἐς τὸν Ἀπολλώνιον πάντες, οἱ μὲν ἀμφ’ αὐτόν, ὡς ἀντιλέξοι, γιγνώ‐ σκοντες, οἱ δὲ ἀμφὶ τὸν Θεσπεσίωνα θαυμάζοντες, ὅ τι ἀντερεῖ. ὁ δὲ ἐπαινέσας αὐτὸν τῆς εὐροίας καὶ
5τοῦ τόνου „μή τι“ ἔφη „προστίθης;“ „μὰ Δί’,“ εἶπεν „εἴρηκα γάρ.“ τοῦ δ’ αὖ ἐρομένου „μὴ τῶν ἄλλων τις Αἰγυπτίων;“ „πάντων“ ἔφη „δι’ ἐμοῦ ἤκουσας.“ ἐπισχὼν οὖν ὀλίγον καὶ τοὺς ὀφθαλμοὺς ἐρείσας ἐς τὰ εἰρημένα οὑτωσὶ ἔλεξεν· „ἡ μὲν Ἡρα‐
10κλέους αἵρεσις, ἥν φησι Πρόδικος ἐν ἐφήβῳ ἑλέσθαι αὐτόν, ὑγιῶς τε ὑμῖν λέλεκται καὶ κατὰ τὸν φιλοσο‐ φίας νοῦν, ὦ σοφοὶ Αἰγυπτίων, προσήκει δέ μοι οὐδέν· οὔτε γὰρ ξυμβούλους ὑμᾶς βίου ποιησόμε‐ νος ἥκω πάλαι γε ᾑρημένος τὸν ἐμαυτῷ δόξαντα,
15πρεσβύτατός τε ὑμῶν πλὴν Θεσπεσίωνος ἀφιγμένος αὐτὸς ἂν μᾶλλον εἰκότως ξυνεβούλευον ὑμῖν σοφίας αἵρεσιν, εἰ μήπω ᾑρημένοις ἐνέτυχον. ὢν δ’ ὅμως τηλικόσδε καὶ σοφίας ἐπὶ τοσόνδε ἀφιγμένος οὐκ ὀκνήσω λογισταῖς ὑμῖν τῆς ἐμαυτοῦ βουλῆς χρήσα‐
20σθαι διδάσκων, ὡς ὀρθῶς εἱλόμην ταῦτα, ὧν μήπω βελτίω ἐπὶ νοῦν ἦλθέ μοι. κατιδὼν γάρ τι ἐν Πυ‐ θαγόρου μέγα καὶ ὡς ὑπὸ σοφίας ἀρρήτου μὴ μόνον γιγνώσκοι ἑαυτόν, ὅστις εἴη, ἀλλὰ καὶ ὅστις γένοιτο, βωμῶν τε ὡς καθαρὸς ἅψαιτο καὶ ὡς ἀχράντῳ μὲν
25ἐμψύχου βρώσεως γαστρὶ χρήσαιτο, καθαρῷ δὲ σώ‐ ματι πάντων ἐσθημάτων, ὁπόσα θνησειδίων ξύγκει‐ ται, γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων ξυνέσχε βοῦν ἐπ’ αὐτῇ σιωπῆς εὑρὼν δόγμα, καὶ τὴν ἄλλην φιλο‐ σοφίαν ὡς χρησμώδη καὶ ἀληθῆ κατεστήσατο, ἔδρα‐216
30μον ἐπὶ τὰς ἐκείνου δόξας, οὐ μίαν σοφίαν ἐκ δυοῖν ἑλόμενος, ὡς σύ, βέλτιστε Θεσπεσίων, ξυμβουλεύεις. παραστήσασα γάρ μοι φιλοσοφία τὰς ἑαυτῆς δόξας, ὁπόσαι εἰσί, περιβαλοῦσά τε αὐταῖς κόσμον, ὃς ἑκά‐ στῃ οἰκεῖος, ἐκέλευσεν ἐς αὐτὰς βλέπειν καὶ ὑγιῶς
35αἱρεῖσθαι· ὥρα μὲν οὖν σεμνή τε ἁπασῶν ἦν καὶ θεία, καὶ κατέμυσεν ἄν τις πρὸς ἐνίας αὐτῶν ὑπ’ ἐκπλήξεως, ἐμοὶ δὲ εἱστήκει τὸ ὄμμα ἐς πάσας, καὶ γάρ με καὶ παρεθάρρυνον αὐταὶ προσαγόμεναί τε καὶ προκηρύττουσαι, ὁπόσα δώσουσιν, ἐπεὶ δ’ ἡ μέν
40τις αὐτῶν οὐδὲν μοχθήσαντι πολὺν ἐπαντλήσειν ἔφασκεν ἡδονῶν ἐσμόν, ἡ δ’ αὖ μοχθήσαντα ἀνα‐ παύσειν, ἡ δ’ ἐγκαταμίξειν εὐφροσύνας τῷ μόχθῳ, πανταχοῦ δὲ ἡδοναὶ διεφαίνοντο καὶ ἄνετοι μὲν ἡνίαι γαστρός, ἑτοίμη δὲ χεὶρ ἐς πλοῦτον, χαλινὸς δὲ οὐ‐
45δεὶς ὀμμάτων, ἀλλ’ ἔρωτές τε καὶ ἵμεροι καὶ τὰ τοι‐ αῦτα πάθη ξυνεχωρεῖτο, μία δὲ αὐτῶν ἴσχειν μὲν τῶν τοιούτων ἐκόμπαζε, θρασεῖα δὲ ἦν καὶ φιλολοί‐ δορος καὶ ἀπηγκωνισμένη πάντα, εἶδον σοφίας εἶδος ἄρρητον, οὗ καὶ Πυθαγόρας ποτὲ ἡττήθη, καὶ εἱστή‐
VA
.

6

.

11

(50)

κει δὲ ἄρα οὐκ ἐν ταῖς πολλαῖς, ἀλλ’ ἀπετέτακτο αὐτῶν καὶ ἐσιώπα, ξυνεῖσα δέ, ὡς ταῖς μὲν ἄλλαις οὐ ξυντίθεμαι, τὰ δὲ ἐκείνης οὔπω οἶδα „μειρά‐ κιον,“ εἶπεν, „ἀηδὴς ἐγὼ καὶ μεστὴ πόνων· εἰ γὰρ ἀφίκοιτό τις ἐς ἤθη τὰ ἐμά, τράπεζαν μέν, ὁπόση
55ἐμψύχων, ἀνῃρῆσθαι πᾶσαν (ἂν) ἕλοιτο, οἴνου δὲ ἐκλελῆσθαι καὶ τὸν σοφίας μὴ ἐπιθολοῦν κρατῆρα,
ὃς ἐν ταῖς ἀοίνοις ψυχαῖς ἕστηκεν, οὐδὲ χλαῖνα θάλψει αὐτόν, οὐδὲ ἔριον, ὃ ἀπ’ ἐμψύχου ἐπέχθη, ὑπόδημα δὲ αὐτοῖς βύβλου δίδωμι καὶ καθεύδειν ὡς217
60ἔτυχε, κἂν ἀφροδισίων ἡττηθέντας αἴσθωμαι, βάρα‐ θρά ἐστί μοι, καθ’ ὧν σοφίας ὀπαδὸς δίκη φέρει τε αὐτοὺς καὶ ὠθεῖ, χαλεπὴ δ’ οὕτως ἐγὼ τοῖς τἀμὰ αἱρουμένοις, ὡς καὶ δεσμὰ γλώττης ἐπ’ αὐτοὺς ἔχειν. ἃ δ’ ἐστί σοι καρτερήσαντι ταῦτα, ἐμοῦ μάθε· σω‐
65φροσύνη μὲν καὶ δικαιοσύνη αὐτόθεν, ζηλωτὸν δὲ ἡγεῖσθαι μηδένα τυράννοις τε φοβερὸν εἶναι μᾶλ‐ λον ἢ ὑπ’ αὐτοῖς κεῖσθαι, θεοῖς τε ἡδίω φαίνεσθαι μικρὰ θύσαντα ἢ οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύ‐ ρων αἷμα, καθαρῷ δὲ ὄντι σοι καὶ προγιγνώσκειν
70δώσω καὶ τοὺς ὀφθαλμοὺς οὕτω τι ἐμπλήσω ἀκτῖ‐ νος, ὡς διαγιγνώσκειν μὲν θεόν, γιγνώσκειν δὲ ἥρωα, σκιοειδῆ δ’ ἐλέγχειν φαντάσματα, ὅτε ψεύδοιντο εἴδη ἀνθρώπων.“ ἥδε μοι βίου αἵρεσις, ὦ σοφοὶ Αἰγυ‐ πτίων, ἣν ὑγιῶς τε καὶ κατὰ τὸν Πυθαγόραν ἑλό‐
75μενος οὔτε ἐψευσάμην οὔτε ἐψεύσθην, ἐγενόμην μὲν γὰρ ἃ χρὴ τὸν φιλοσοφήσαντα, φιλοσοφοῦντι δὲ ὁπόσα δώσειν ἔφη, πάντ’ ἔχω. ἐφιλοσόφησα γὰρ ὑπὲρ γενέσεως τῆς τέχνης καὶ ὁπόθεν αὐτῆς αἱ ἀρ‐ χαί, καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα
80ψυχήν τε ἄριστα ἐσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως. Ἀθηναίοις μὲν οὖν οὐ πάνυ προσήκων ἐφαίνετό μοι ὅδε ὁ λόγος, τὸν γὰρ Πλάτωνος λόγον, ὃν θεσπεσίως ἐκεῖ καὶ παν‐ σόφως ὑπὲρ ψυχῆς ἀνεφθέγξατο, αὐτοὶ διέβαλλον
85ἐναντίας ταύτῃ καὶ οὐκ ἀληθεῖς δόξας ὑπὲρ ψυχῆς προσέμενοι, ἔδει δὲ σκοπεῖν, τίς μὲν εἴη πόλις, ποίων δὲ ἀνδρῶν ἔθνος, παρ’ οἷς οὐχ ὁ μέν τις, ὁ δὲ οὔ, πᾶσα δὲ ἡλικία ταὐτὸν ὑπὲρ ψυχῆς φθέγγοιτο·
κἀγὼ μὲν νεότητός τε οὕτως ἀγούσης καὶ τοῦ μήπω218
90ξυνιέναι πρὸς ὑμᾶς ἔβλεψα, ἐπειδὴ πλεῖστα ἐλέγεσθε ὑπερφυῶς εἰδέναι, καὶ πρὸς τὸν διδάσκαλον τὸν ἐμαυτοῦ διῄειν ταῦτα, ὁ δὲ ἐφιστάς με „εἰ τῶν ἐρών‐ των“ εἶπεν „ἐτύγχανες ὢν ἢ τὴν ἡλικίαν ἐχόντων τοῦ ἐρᾶν, εἶτα μειρακίῳ καλῷ ἐντυχὼν καὶ ἀγασθεὶς
95αὐτὸ τῆς ὥρας σὺ δὲ καὶ ὅτου εἴη παῖς ἐζήτεις, ἦν δὲ ὁ μὲν ἱπποτρόφου καὶ στρατηγοῦ πατρὸς καὶ χορηγοὶ οἱ πάπποι, σὺ δ’ αὐτὸν τριηράρχου τινὸς ἢ φυλάρχου ἐκάλεις, ἆρά γ’ ἂν οἴει προσάγεσθαι τὰ παιδικὰ τούτοις, ἢ κἂν ἀηδὴς δόξαι μὴ πατρόθεν
VA
.

6

.

11

(100)

ὀνομάζων τὸ μειράκιον, ἀλλ’ ἀπ’ ἐκφύλου σπορᾶς καὶ νόθου; σοφίας οὖν ἐρῶν, ἣν Ἰνδοὶ εὗρον, οὐκ ἀπὸ τῶν φύσει πατέρων ὀνομάζεις αὐτήν, ἀλλ’ ἀπὸ τῶν θέσει καὶ δίδως τι μεῖζον Αἰγυπτίοις, ἢ εἰ πά‐ λιν αὐτοῖς, ὡς αὐτοὶ ᾄδουσι, μέλιτι ξυγκεκραμένος
105ἀναβαίη ὁ Νεῖλος; ταῦτά με πρὸ ὑμῶν ἐπ’ Ἰνδοὺς ἔτρεψεν ἐνθυμηθέντα περὶ αὐτῶν, ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι καθαρωτέραις ὁμιλοῦντες ἀκτῖσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεώς τε καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς
110τῆς ζῳογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες· ἐντυ‐ χών τε αὐτοῖς ἔπαθόν τι πρὸς τὴν ἐπαγγελίαν τῶν ἀνδρῶν, ὁποῖον λέγονται πρὸς τὴν Αἰσχύλου σοφίαν παθεῖν Ἀθηναῖοι· ποιητὴς μὲν γὰρ οὗτος τραγῳ‐ δίας ἐγένετο, τὴν τέχνην δὲ ὁρῶν ἀκατάσκευόν τε
115καὶ μήπω κεκοσμημένην εἰ μὲν ξυνέστειλε τοὺς χο‐ ροὺς ἀποτάδην ὄντας, ἢ τὰς τῶν ὑποκριτῶν ἀντι‐ λέξεις εὗρε παραιτησάμενος τὸ τῶν μονῳδιῶν μῆκος, ἢ τὸ ὑπὸ σκηνῆς ἀποθνήσκειν ἐπενόησεν, ὡς μὴ ἐν φανερῷ σφάττοι, σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω,
120δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ
τὴν ποίησιν, ὁ δ’ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν φθέγγοιτο, ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας219
125μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρί‐ βαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκεί‐ νοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο,
130ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς· καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης
135μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ’ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στεί‐
140λαντες ἐφ’ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦ‐ σιν· ὡς δὲ ἐν δίκῃ μὲν ἠγάσθην αὐτούς, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθά‐ νειν· εἶδον ἄνδρας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ’ αὐτῆς καὶ ἀτειχίστως τετειχισμένους καὶ οὐδὲν
145κεκτημένους ἢ τὰ πάντων. εἰ δ’ αἰνιγμάτων ἅπτο‐ μαι, σοφία Πυθαγόρου ξυγχωρεῖ ταῦτα, παρέδωκε γὰρ καὶ τὸ αἰνίττειν διδάσκαλον εὑρὼν σιωπῆς λό‐ γον· σοφίας δὲ ταύτης ἐγένεσθε μὲν καὶ αὐτοὶ Πυ‐ θαγόρᾳ ξύμβουλοι χρόνον, ὃν τὰ Ἰνδῶν ἐπῃνεῖτε,
VA
.

6

.

11

(150)

Ἰνδοὶ τὸ ἀρχαῖον πάλαι ὄντες· ἐπεὶ δ’ αἰδοῖ τοῦ λόγου, δι’ ὃν ἐκ μηνιμάτων τῆς γῆς ἀφίκεσθε δεῦρο, ἕτεροι μᾶλλον ἐβούλεσθε δοκεῖν ἢ Αἰθίοπες οἱ ἀπὸ
Ἰνδῶν ἥκοντες, πάντα ὑμῖν ἐς τοῦτο ἐδρᾶτο· ὅθεν ἐγυμνώθητε μὲν σκευῆς, ὁπόση ἐκεῖθεν, ὥσπερ ξυν‐220
155αποδυόμενοι τὸ Αἰθίοπες εἶναι, θεοὺς δὲ θεραπεύειν ἐψηφίσασθε τὸν Αἰγύπτιον μᾶλλον ἢ τὸν ὑμέτερον τρόπον, ἐς λόγους τε οὐκ ἐπιτηδείους ὑπὲρ Ἰνδῶν κατέστητε, ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφ’ οἵων διαβεβλῆσθαι ἥκειν, καὶ οὐδὲ μετερρύθμισθέ
160πώ γε τοῦτο, οἳ καὶ τήμερον ἐπίδειξιν αὐτοῦ πεποίη‐ σθε φιλολοίδορόν τε καὶ ἰαμβώδη, χρηστὸν οὐδὲν ἐπιτηδεύειν Ἰνδοὺς φάσκοντες, ἀλλ’ ἢ ἐκπλήξεις καὶ ἀγωγάς, καὶ τὰς μὲν ὀφθαλμῶν, τὰς δὲ ὤτων, σο‐ φίαν δὲ οὔπω ἐμὴν εἰδότες ἀναίσθητοι φαίνεσθε τῆς
165ἐπ’ αὐτῇ δόξης, ἐγὼ δ’ ὑπὲρ ἐμαυτοῦ μὲν λέξω οὐδέν, εἴην γάρ, ὅ με Ἰνδοὶ ἡγοῦνται, Ἰνδῶν δὲ οὐ ξυγχωρῶ ἅπτεσθαι. ἀλλ’ εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία Ἱμεραίου ἀνδρός, ὃς ᾄδων ἐς τὴν Ἑλένην ἐναντίον τῷ προτέρῳ λόγῳ παλινῳδίαν αὐτὸν ἐκά‐
170λεσεν οὐκ ἔστιν ἔτυμος ὁ λόγος οὗτος ἤδη καὶ αὐτοὺς ὥρα λέγειν, ἀμείνω τῆς νῦν παρεστη‐ κυίας μεταλαβόντας περὶ αὐτῶν δόξαν. εἰ δὲ καὶ ἄμουσοι πρὸς παλινῳδίαν ὑμεῖς, ἀλλὰ φείδεσθαί γε χρὴ ἀνδρῶν, οὓς ἀξιοῦντες θεοὶ τῶν αὐτοῖς ὄντων
175οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται. διῆλ‐ θές τινα, Θεσπεσίων, καὶ περὶ τῆς Πυθοῦς λόγον ὡς ἁπλῶς τε καὶ ἀκατασκεύως χρώσης, καὶ παρά‐ δειγμα ἐγένετό σοι τοῦ λόγου νεὼς κηροῦ καὶ πτε‐ ρῶν ξυντεθείς· ἐμοὶ δὲ ἀκατάσκευα μὲν δοκεῖ οὐδὲ
180ταῦτα, τὸ γὰρ
ξυμφέρετε πτερά τ’ οἰωνοὶ κηρόν τε μέλιτται κατασκευαζομένου ἦν οἶκον καὶ οἴκου σχῆμα, ὁ δ’, οἶμαι, μικρὰ ταῦτα ἡγούμενος καὶ τῆς ἑαυτοῦ σο‐ φίας ἥττω καὶ ἄλλου ἐδεήθη νεὼ καὶ ἄλλου καὶ με‐
185γάλων ἤδη καὶ ἑκατομπέδων, ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπε‐ χούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτ’ ἀγαλματοποιίαν ἀπήλασεν ἀπάγουσαν αὐτῷ κολοσ‐221
190σοὺς ἐς τὸ ἱερὸν τοὺς μὲν θεῶν, τοὺς δὲ ἀνθρώπων, τοὺς δὲ ἵππων τε καὶ ταύρων καὶ ἑτέρων ζῴων οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε τὴν ἁλισκομένην Ἰλίου ἀκρόπολιν, ἣν Πολύγνωτος ἐκεῖ γράφει. οὐ γὰρ δὴ τὸν χρυσόν γε τὸν Λύδιον καλ‐
195λώπισμα τῆς Πυθοῦς ἡγεῖτο, ἀλλ’ ἐκεῖνον μὲν ὑπὲρ τῶν Ἑλλήνων ἐσήγετο ἐνδεικνύμενος, οἶμαι, αὐτοῖς τὸν τῶν βαρβάρων πλοῦτον, ἵνα γλίχοιντο ἐκείνου μᾶλλον ἢ τοῦ διαπορθεῖν τὰ ἀλλήλων, τὸν δὲ δὴ Ἕλληνά τε καὶ προσφυᾶ τῇ ἑαυτοῦ σοφίᾳ τρόπον
VA
.

6

.

11

(200)

κατεσκευάζετο καὶ ἠγλάιζε τούτῳ τὴν Πυθώ. ἡγοῦ‐ μαι δὲ αὐτὸν κόσμου ἕνεκα καὶ ἐς μέτρα ἐμβιβάζειν τοὺς χρησμούς. εἰ γὰρ μὴ τοῦτο ἐπεδείκνυτο, τοι‐ άσδε ἂν τὰς ἀποκρίσεις ἐποιεῖτο· δρᾶ τὸ δεῖνα ἢ μὴ δρᾶ, καὶ ἴθι ἢ μὴ ἴθι, καὶ ποιοῦ ξυμμάχους ἢ μὴ
205ποιοῦ, βραχέα γάρ που ταῦτα, ἤ, ὥς φατε ὑμεῖς, γυμνά, ὁ δ’ ἵνα μεγαλορρήμων τε φαίνοιτο καὶ ἡδίων τοῖς ἐρωτῶσι, ποιητικὴν ἡρμόσατο, καὶ οὐκ ἀξιοῖ εἶναι, ὅ τι μὴ οἶδεν, ἀλλὰ καὶ τὴν ψάμμον εἰδέναι φησίν, ὁπόση, ἀριθμήσας αὐτήν, καὶ τὰ τῆς θαλάτ‐
210της μέτρα ξυνειληφέναι πάντα. ἢ καὶ ταῦτα τερα‐ τολογίᾳ προσγράφεις, ἐπειδὴ σοβαρῶς αὐτὰ ὁ Ἀπόλ‐ λων καὶ ξὺν φρονήματι ὀρθῷ φράζει; εἰ δὲ μὴ ἀχθέσῃ, Θεσπεσίων, τῷ λόγῳ, γρᾶες ἀνημμέναι κόσκινα φοιτῶσιν ἐπὶ ποιμένας, ὅτε δὲ καὶ βουκό‐
215λους, ἰώμεναι τὰ νοσοῦντα τῶν θρεμμάτων μαντικῇ, ὥς φασιν, ἀξιοῦσι δὲ σοφαὶ ὀνομάζεσθαι καὶ σοφώ‐
τεραι ἢ οἱ ἀτεχνῶς μάντεις· τοῦτό μοι καὶ ὑμεῖς παρὰ τὴν Ἰνδῶν σοφίαν φαίνεσθε, οἱ μὲν γὰρ θεῖοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν, ὑμεῖς δέ222
220—ἀλλ’ οὐδὲν εἰρήσεται περαιτέρω, εὐφημία γὰρ φίλη μὲν ἐμοί, φίλη δὲ Ἰνδοῖς, ἣν ἀσπαζοίμην ὡς ὀπαδὸν ἅμα καὶ ἡγεμόνα τῆς γλώττης, τὰ μὲν ἐμαυτῷ δυνατὰ θηρεύων ξὺν ἐπαίνῳ τε αὐτῶν καὶ ἔρωτι, ὅ τι δὲ μὴ ἐφικτὸν εἴη μοι, καταλείπων αὐτὸ ἄχραν‐
225τον ψόγου. σὺ δὲ Ὁμήρου μὲν ἐν Κυκλωπίᾳ ἀκούων, ὡς ἡ γῆ τοὺς ἀγριωτάτους καὶ ἀνομωτάτους ἄσπορος καὶ ἀνήροτος ἑστιᾷ, χαίρεις τῷ λόγῳ, κἂν Ἠδωνοί τινες ἢ Λυδοὶ βακχεύωσιν, οὐκ ἀπιστεῖς, ὡς γά‐ λακτος αὐτοῖς καὶ οἴνου πηγὰς δώσει καὶ ποτιεῖ
230τούτους, τοὺς δὲ σοφίας ἁπάσης βάκχους ἀφαιρήσῃ δῶρα αὐτόματα παρὰ τῆς γῆς ἥκοντα; τρίποδες δὲ αὐτόματοι καὶ ἐς τὰ ξυμπόσια τῶν θεῶν φοιτῶσι, καὶ ὁ Ἄρης ἀμαθής περ ὢν καὶ ἐχθρὸς οὔπω τὸν Ἥφαιστον ἐπ’ αὐτοῖς γέγραπται, οὐδ’ ἔστιν, ὡς ἤκου‐
235σάν ποτε οἱ θεοὶ τοιαύτης γραφῆς· ἀδικεῖς, Ἥφαιστε, κοσμῶν τὸ ξυμπόσιον τῶν θεῶν καὶ περιιστὰς αὐτῷ θαύματα, οὐδὲ ἐπὶ ταῖς δμωαῖς αἰτίαν ποτὲ ἔσχε ταῖς χρυσαῖς ὡς παραφθείρων τὰς ὕλας, ἐπειδὴ τὸν χρυσὸν ἔμπνουν ἐποίει, κόσμου γὰρ ἐπιμελήσεται
240τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πή‐ ραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦ‐ σθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ
245οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ἑτέρῳ φασὶ τύφῳ. τὰ δὲ Ἡλίου τε καὶ Ἰνδῶν πάτρια καὶ ὅπῃ χαίρει θερα‐ πευόμενος ἐχέτω τὸν αὐτῶν νόμον, θεοὶ μὲν γὰρ χθόνιοι βόθρους ἀσπάσονται καὶ τὰ ἐν κοίλῃ τῇ γῇ
δρώμενα, Ἡλίου δὲ ἀὴρ ὄχημα, καὶ δεῖ τοὺς προσ‐223
VA
.

6

.

11

(250)

φόρως ᾀσομένους αὐτὸν ἀπὸ γῆς αἴρεσθαι καὶ ξυμ‐ μετεωροπολεῖν τῷ θεῷ· τοῦτο δὲ βούλονται μὲν πάν‐ τες, δύνανται δὲ Ἰνδοὶ μόνοι.“
VA
.

6

.

12

Ἀναπνεῦσαι ὁ Δάμις ἑαυτόν φησιν, ἐπειδὴ ταῦτα ἤκουσεν· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων οὕτω διατεθῆναι τοὺς Αἰγυπτίους, ὡς τὸν Θεσπεσίωνα μὲν καίτοι μέλανα ὄντα κατάδηλον εἶναι, ὅτι ἐρυ‐
5θριῴη, φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκ‐ πληξιν ἐφ’ οἷς ἐρρωμένως τε καὶ ξὺν εὐροίᾳ διαλε‐ γομένου ἤκουσαν, τὸν νεώτατον δὲ τῶν Αἰγυπτίων, ᾧ ὄνομα ἦν Νεῖλος, καὶ ἀναπηδῆσαί φησιν ὑπὸ θαύματος μεταστάντα τε πρὸς τὸν Ἀπολλώνιον ξυμ‐
10βαλεῖν τε αὐτῷ τὴν χεῖρα καὶ δεῖσθαι αὐτοῦ τὰς ξυνουσίας, αἳ ἐγένοντο αὐτῷ πρὸς τοὺς Ἰνδούς, φράζειν. τὸν δὲ Ἀπολλώνιον „σοὶ μὲν οὐδενὸς ἂν“ φάναι, „βασκήναιμι ἐγὼ λόγου φιληκόῳ τε, ὡς ὁρῶ, τυγχάνοντι καὶ σοφίαν ἀσπαζομένῳ πᾶσαν,“ Θεσπε‐
15σίωνι δὲ καὶ εἴ τις ἕτερος λῆρον τὰ Ἰνδῶν ἡγεῖται, μὴ ἂν ἐπαντλῆσαι τοὺς ἐκεῖθεν λόγους· ὅθεν ὁ Θεσπεσίων „εἰ δὲ ἔμποροσ“ εἶπεν „ἢ ναύκληρος ἦσθα καί τινα ἡμῖν ἀπῆγες ἐκεῖθεν φόρτον, ἆρα ἂν ἠξίους, ἐπειδὴ ἀπ’ Ἰνδῶν οὗτος, ἀδοκίμαστον αὐτὸν
20διατίθεσθαι καὶ μήτε γεῦμα παρέχειν αὐτοῦ μήτε δεῖγμα;“ ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος „παρειχόμην ἂν“ εἶπε τοῖς γε χρῄζουσιν, εἰ δ’ ἥκων τις ἐπὶ τὴν θάλατταν καταπεπλευκυίας ἄρτι τῆς νεὼς ἐλοιδορεῖτο τῷ φόρτῳ καὶ διέβαλλε μὲν αὐτὸν ὡς ἥκοντα ἐκ γῆς,
25ἣ μηδὲν ὑγιὲς φέρει, ἐμοὶ δὲ ἐπέπληττεν ὡς οὐχ ὑπὲρ σπουδαίων ἀγωγίμων πλεύσαντι τούς τε ἄλ‐ λους ἔπειθεν οὕτω φρονεῖν, ἆρ’ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυ‐
ραν ἢ πεῖσμα, ἀλλ’ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία224
30μετεωρίσαι ἂν τὴν ναῦν ἐς τὸ πέλαγος ἀνέμοις ἐπι‐ τρέψας τὰ ἑαυτοῦ ἥδιόν γε ἢ ἀκρίτοις τε καὶ ἀξένοις ἤθεσιν;“ „ἀλλ’ ἐγὼ“ ἔφη ὁ Νεῖλος „λαμβάνομαι τῶν πεισμάτων καὶ ἀντιβολῶ σε, ναύκληρε, κοινωνῆ‐ σαί μοι τῆς ἐμπορίας, ἣν ἄγεις, καὶ ξυνεμβαίην ἄν
35σοι τὴν ναῦν περίνεώς τε καὶ μνήμων τοῦ σοῦ φόρ‐
VA
.

6

.

13

του.“ διαπαῦσαι δὲ ὁ Θεσπεσίων (ζητῶν) τὰ τοι‐ αῦτα „χαίρω“ ἔφη „Ἀπολλώνιε, ὅτι ἄχθῃ ὑπὲρ ὧν ἤκουσας· καὶ γὰρ ἂν καὶ ἡμῖν ξυγγιγνώσκοις ἀχθο‐ μένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν, οὐδὲ ἐς
5πεῖράν πω αὐτῆς ἀφιγμένος.“ ὁ δ’ ἐκπλαγεὶς μὲν ὑπὸ τοῦ λόγου πρὸς βραχὺ τῷ μηδ’ ἀκηκοέναι πω τὰ περὶ τὸν Θρασύβουλόν τε καὶ τὸν Εὐφράτην, ξυμβαλὼν δ’, ὥσπερ εἰώθει, τὸ γεγονὸς „Ἰνδοὶ δέ“, εἶπεν „ὦ Θεσπεσίων, οὐκ ἂν τοῦτο ἔπαθον,
10οὐδ’ ἂν προσέσχον Εὐφράτῃ καθιέντι ταῦτα, σοφοὶ γὰρ προγιγνώσκειν. ἐγὼ δὲ ἴδιον μὲν ἐμαυτοῦ πρὸς Εὐφράτην διηνέχθην οὐδέν, χρημάτων δὲ ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν τὸ ἐξ ἅπαντος κέρδος οὔτ’ ἐπιτήδεια ξυμβουλεύειν ἔδοξα οὔτε ἐκείνῳ δυ‐
15νατά, καὶ ἔλεγχον δὲ ἡγεῖται ταῦτα καὶ οὐκ ἀνίησιν ἀεί τι κατ’ ἐμοῦ ξυντιθείς. ἐπεὶ δὲ πιθανὸς ὑμῖν ἔδοξε τοὐμὸν διαβάλλειν ἦθος, ἐνθυμεῖσθε, ὡς προ‐ τέρους ὑμᾶς ἐμοῦ διέβαλεν· ἐμοὶ γὰρ κίνδυνοι μὲν καὶ περὶ τὸν διαβεβλησόμενον οὐ σμικροὶ φαίνονται,
20μισήσεται γάρ που ἀδικῶν οὐδέν, ἐλεύθεροι δὲ κιν‐ δύνων οὐδ’ οἱ τῶν διαβολῶν ἀκροασόμενοι δοκοῦσιν, εἰ πρῶτον μὲν ἁλώσονται ψευδολογίαν τιμῶντες καὶ ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν, εἶτα κουφό‐ τητα καὶ εὐαγωγίαν—ἡττᾶσθαι δὲ τούτων καὶ μει‐
25ρακίῳ αἰσχρόν—φθονεροί τε δόξουσι διδάσκαλον
ἀκοῆς· ἀδίκου ποιούμενοι τὸν φθόνον, αὐτοί τε μᾶλ‐ λον ἔνοχοι ταῖς διαβολαῖς, ἃς ἐφ’ ἑτέρων ἀληθεῖς ἡγοῦνται, αἱ γὰρ τῶν ἀνθρώπων φύσεις ἑτοιμότεραι δρᾶν, ἃ μὴ ἀπιστοῦσι. μὴ τυραννεύσειεν ἀνὴρ ἕτοι‐225
30μος ταῦτα, μηδὲ προσταίη δήμου, τυραννὶς γὰρ καὶ ἡ δημοκρατία ὑπ’ αὐτοῦ ἔσται, μηδὲ δικάσειεν, ὑπὲρ μηδενὸς γὰρ γνώσεται, μηδὲ ναυκληρήσειεν, ἡ γὰρ ναῦς στασιάσει, μηδὲ ἄρξειε στρατοῦ, τὸ γὰρ ἀν‐ τίξοον εὖ πράξει, μηδὲ φιλοσοφήσειεν οὕτως ἔχων,
35οὐ γὰρ πρὸς τἀληθὲς δοξάσει. ὑμᾶς δὲ Εὐφράτης ἀφῄρηται καὶ τὸ σοφοὺς εἶναι, οὓς γὰρ ψεύδει ὑπη‐ γάγετο, πῶς ἂν οὗτοι σοφίας αὑτοὺς ἀξιώσειαν, ἧς ἀπέστησαν τῷ τὰ μὴ πιθανὰ πείσαντι;“ διαπραΰνων δ’ αὐτὸν ὁ Θεσπεσίων „ἅλις Εὐφράτου“ ἔφη „καὶ
40μικροψύχων λόγων, καὶ γὰρ ἂν καὶ διαλλακταὶ γε‐ νοίμεθά σοι τε κἀκείνῳ, σοφὸν ἡγούμενοι καὶ τὸ διαιτᾶν σοφοῖς. πρὸς δὲ ὑμᾶς,“ εἶπε „τίς διαλλάξει με; χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους.“ *** „ἐχέτω οὕτωσ“ ἦ δ’ ὁ
45Ἀπολλώνιος „καὶ σπουδῆς ἁπτώμεθα, τουτὶ γὰρ
VA
.

6

.

14

ἡμᾶς διαλλάξει μᾶλλον.“ ἐρῶν δὲ ὁ Νεῖλος τῆς ἀκροάσεως τοῦ ἀνδρὸς „καὶ μὴν σὲ“ ἔφη „προσήκει ἄρξαι τοῦ σπουδάσαι, διελθόντα ἡμῖν τήν τε ἀπο‐ δημίαν τὴν γενομένην σοι ἐς τὸ Ἰνδῶν ἔθνος τάς τε
5ἐκεῖ σπουδάς, ἃς ὑπὲρ λαμπρῶν δήπου ἐποιεῖσθε.“ „ἐγὼ δὲ“ ἔφη ὁ Θεσπεσίων „καὶ περὶ τῆς Φραώτου σοφίας ἀκοῦσαι ποθῶ, λέγεσθε γὰρ καὶ τῶν ἐκείνου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν.“ ὁ μὲν δὴ Ἀπολ‐ λώνιος ἀρχὴν τοῦ λόγου τὰ ἐν Βαβυλῶνι ποιησάμε‐
10νος διῄει πάντα, οἱ δὲ ἄσμενοι ἠκροῶντο ὑποκείμενοι τῷ λόγῳ. μεσημβρία δ’ ὡς ἐγένετο, διέλυσαν τὴν σπουδήν, τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Γυμνοὶ πρὸς
ἱεροῖς γίγνονται.226
VA
.

6

.

15

Δειπνοῦντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτὸν ὁ Νεῖλος ἐφίσταται λαχάνοις ἅμα καὶ ἄρτοις καὶ τραγήμασι, τὰ μὲν αὐτὸς φέρων, τὰ δὲ ἕτεροι, καὶ μάλα ἀστείως „οἱ σοφοὶ“ ἔφη „ξένια πέμπουσιν
5ὑμῖν τε κἀμοὶ ταῦτα, κἀγὼ γὰρ ξυσσιτήσω ὑμῖν οὐκ ἄκλητος, ὥς φασιν, ἀλλ’ ἐμαυτὸν καλῶν.“ „ἡδὺ“ εἶπεν ὁ Ἀπολλώνιος „ἀπάγεις, ὦ νεανία, ξένιον, σεαυτόν τε καὶ τὸ σεαυτοῦ ἦθος, ὃς ἀδόλως μὲν φι‐ λοσοφοῦντι ἔοικας, ἀσπαζομένῳ δὲ τὰ Ἰνδῶν τε καὶ
10Πυθαγόρου. κατακλίνου δὴ ἐνταῦθα καὶ ξυσσίτει.“ „κατάκειμαι,“ ἔφη „σιτία δὲ οὐκ ἔσται σοι τοσαῦτα, ὡς ἐμπλῆσαί με.“ „ἔοικασ“ εἶπεν „εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν.“ „δεινότατος μὲν οὖν,“ ἔφη „ὃς γὰρ τοσαύτην καὶ οὕτω λαμπρὰν δαῖτά σου παρα‐
15θέντος οὔπω ἐμπέπλησμαι, διαλιπὼν δὲ ὀλίγον πάλιν ἐπισιτιούμενος ἥκω, τί φήσεις ἀλλ’ ἢ ἀκόρεστόν τε εἶναί με καὶ δεινῶς γάστριν;“ „ἐμπίπλασο,“ εἶπεν „ἀφορμαὶ δ’, ὁπόσαι λόγων, τὰς μὲν αὐτὸς παραδί‐
VA
.

6

.

16

δου, τὰς δὲ ἐγὼ δώσω.“ ἐπεὶ δ’ ἐδείπνησαν, „ἐγὼ“ ἦ δ’ ὁ Νεῖλος „τὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς οἷον ψιλοῖς τισιν ἢ σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ
5κοσμήσει με ἡ ἀσπὶς ἡ σή.“ „ἀλλ’ οἶμαί σε,“ εἶπεν „Αἰγύπτιε, παρὰ Θεσπεσίωνί τε καὶ τοῖς ἄλλοις ἕξειν αἰτίαν, ἐφ’ οἷς οὐδὲ ἐς ἔλεγχον ἡμῶν καταστὰς πλείω σὺ δ’ ἑτοιμότερον ἢ ξυγχωρεῖ βίου αἵρεσις ἐς τὰ ἡμέτερα ἤθη ἀφήσεις.“ „οἶμαι,“ ἔφη „εἰ δ’ αἰτία
10ἑλομένου ἔσται τις, τάχα καὶ μὴ ἑλομένου αἰτία, καὶ ἁλώσονται μᾶλλον ἅπερ ἐγὼ ἑλόμενοι· τὸ γὰρ πρεσ‐ βυτέρους ὁμοῦ καὶ σοφωτέρους ὄντας μὴ πάλαι ᾑρῆ‐ σθαι, ἅπερ ἐγὼ νῦν, δικαίαν αἰτίαν κατ’ ἐκείνων
ἔχοι ἂν μᾶλλον οὕτω πλεονεκτοῦντας μὴ ἐς τὸ βέλ‐227
15τιον ἑλέσθαι, ὅ τι χρήσονται.“ „οὐκ ἀγεννῆ μέν, ὦ νεανίσκε, λόγον εἴρηκας· ὅρα δέ, μὴ αὐτῷ τῷ οὕτω μὲν σοφίας, οὕτω δὲ ἡλικίας ἔχειν ἐκεῖνά γε ὀρθῶς ᾑρημένοι φαίνονται ταῦτά τε ξὺν εἰκότι λόγῳ παραι‐ τούμενοι, σύ τε θρασυτέρου λόγου δοκῇς ἅπτεσθαι
20καθιστὰς μᾶλλον αὐτὸς ἢ ἐκείνοις ἑπόμενος.“ ὑπο‐ στρέψας δὲ ὁ Αἰγύπτιος παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν „ἃ μὲν εἰκὸς ἦν“ ἔφη „πρεσβυτέροις ὁμαρ‐ τεῖν νέον, οὐ παρεῖταί μοι, σοφίαν γὰρ ὁπότ’ ᾤμην εἶναι περὶ τοὺς ἄνδρας, ἣν οὐκ ἄλλοις τισὶν ἀνθρώ‐
25πων ὑπάρχειν, προσεποίησα ἐμαυτὸν τούτοις, πρό‐ φασις δέ μοι τῆς ὁρμῆς ἥδε ἐγένετο· ἔπλευσέ ποτε ὁ πατὴρ ἐς τὴν Ἐρυθρὰν ἑκών, ἦρχε δὲ ἄρα τῆς νεώς, ἣν Αἰγύπτιοι στέλλουσιν ἐς τὸ Ἰνδῶν ἔθνος, ἐπιμίξας δὲ τοῖς ἐπὶ θαλάττῃ Ἰνδοῖς διεκόμισε λό‐
30γους περὶ τῶν ἐκείνῃ σοφῶν ἀγχοῦ τούτων, οὓς πρὸς ἡμᾶς διῆλθες· ἀκούων δὲ αὐτοῦ καὶ τοιουτονί τινα λόγον, ὡς σοφώτατοι μὲν ἀνθρώπων Ἰνδοί, ἄποικοι δὲ Ἰνδῶν Αἰθίοπες, πατρῴζουσι δὲ οὗτοι τὴν σο‐ φίαν καὶ πρὸς τὰ οἴκοι βλέπουσι, μειράκιον γενόμε‐
35νος τὰ μὲν πατρῷα τοῖς βουλομένοις ἀφῆκα, γυμνὸς δὲ Γυμνοῖς ἐπεφοίτησα τούτοις, ὡς μαθησόμενος τὰ Ἰνδῶν ἢ ἀδελφά γε ἐκείνων, καί μοι ἐφαίνοντο σο‐ φοὶ μέν, οὐ μὴν ἐκεῖνα, ἐμοῦ δ’ αὐτοὺς ἐρομένου, τοῦ χάριν οὐ τὰ Ἰνδῶν φιλοσοφοῦσιν, ἐκείνων μὲν
40ἐς διαβολὰς κατέστησαν παραπλησίως ταῖς πρὸς σὲ εἰρημέναις τήμερον, ἐμὲ δὲ νέον ἔτι, ὡς ὁρᾷς, ὄντα κατέλεξαν ἐς τὸ αὑτῶν κοινὸν δείσαντες, οἶμαι, μὴ ἀποπηδήσας αὐτῶν πλεύσαιμι ἐς τὴν Ἐρυθράν, ὥσπερ ποτὲ ὁ πατήρ, ὃ μὰ τοὺς θεοὺς οὐκ ἂν παρ‐
45ῆκα· προῆλθον γὰρ ἂν καὶ μέχρι τοῦ ὄχθου τῶν
σοφῶν, εἰ μή σέ τις ἐνταῦθα θεῶν ἔστειλεν ἐμοὶ ἀρωγόν, ὡς μήτε τὴν Ἐρυθρὰν πλεύσας μήτε πρὸς τοὺς Κολπίτας παραβαλόμενος σοφίας Ἰνδικῆς γευ‐ σαίμην οὐ τήμερον βίου ποιησόμενος αἵρεσιν, ἀλλὰ228
VA
.

6

.

16

(50)

πάλαι μὲν ᾑρημένος, ἃ δὲ ᾤμην ἕξειν, οὐκ ἔχων. τί γὰρ δεινόν, εἰ ὁτουδὴ ἁμαρτών τις ἐπάνεισιν ἐφ’ ὃ ἐθήρευεν; εἰ δὲ κἀκείνους ἐς τουτὶ μεταβιβάζοιμι καὶ γιγνοίμην αὐτοῖς ξύμβουλος ὧν ἐμαυτὸν πέπεικα, τί ἄν, εἰπέ μοι, θρασὺ πράττοιμι; οὔτε γὰρ ἡ νεότης
55ἀπελατέα τοῦ τι καὶ αὐτὴ βέλτιον ἐνθυμηθῆναι ἂν τοῦ γήρως, σοφίας τε ὅστις ἑτέρῳ γίγνεται ξύμβου‐ λος, ἣν αὐτὸς ᾕρηται, διαφεύγει δήπου τὸ μὴ οὐχ ἃ πέπεισται πείθειν, τοῖς τε ἥκουσιν ἀγαθοῖς παρὰ τῆς τύχης ὅστις ἀπολαβὼν αὐτὰ χρῆται μόνος, ἀδι‐
60κεῖ τἀγαθά, ἀφαιρεῖται γὰρ αὐτῶν τὸ πλείοσιν ἡδίω
VA
.

6

.

17

φαίνεσθαι.“ τοιαῦτα εἴραντος τοῦ Νείλου καὶ οὕτω νεανικὰ ὑπολαβὼν ὁ Ἀπολλώνιος „ὑπὲρ μισθοῦ δὲ“ εἶπεν „οὐ διαλέξῃ μοι πρότερον σοφίας γε ἐρῶν τῆς ἐμῆς;“ „διαλεγώμεθα“ ἦ δ’ ὁ Νεῖλος „καὶ ὅ τι
5βούλει, αἴτει.“ „αἰτῶ σε,“ εἶπεν „ἃ μὲν αὐτὸς εἵλου, ᾑρῆσθαι, τοὺς δὲ Γυμνοὺς μὴ ἐνοχλεῖν ξυμβουλεύ‐ οντα ἃ μὴ πείσεις.“ „πείσομαι“ ἔφη „καὶ ὁμολο‐ γείσθω ὁ μισθός.“ ταῦτα μὲν δὴ οὕτως ἐσπούδα‐ σαν, ἐρομένου δ’ αὐτὸν μετὰ ταῦτα τοῦ Νείλου,
10πόσου χρόνου διατρίψοι περὶ τοὺς Γυμνούς, „ὁπό‐ σου“ ἔφη „χρόνου ἀξία ἡ τῶνδε σοφία τῷ ξυνεσο‐ μένῳ σφίσιν, εἶτα ἐπὶ Καταδούπων τὴν ὁδὸν ποιη‐ σόμεθα τῶν πηγῶν ἕνεκα, χαρίεν γὰρ τὸ μὴ μόνον ἰδεῖν τὰς τοῦ Νείλου ἀρχάς, ἀλλὰ καὶ κελαδοῦντος
15αὐτοῦ ἀκοῦσαι.“
VA
.

6

.

18

Ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύ‐ σαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσ‐
ευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν Θεσπεσίωνα αὐτοὺς ἄγοντι· προσειπόντες οὖν ἀλλή‐229
5λους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δ’ αὐτῆς ὁ Ἀπολλώνιος· „ὡς μὲν γὰρ πολ‐ λοῦ“ ἔφη „ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι· διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί
10τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δ’ ἂν ἐν κέρδει γενοί‐ μην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα
VA
.

6

.

19

καὶ Ἰνδοῖς γράφων.“ „ἐρώτα,“ ἔφασαν „ἕπεται γάρ που ἐρωτήσει λόγος.“ καὶ ὁ Ἀπολλώνιος „περὶ θεῶν“ εἶπεν „ὑμᾶς ἐρήσομαι πρῶτον, τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε τοῖς
5δεῦρο ἀνθρώποις πλὴν ὀλίγων· ὀλίγων γάρ; πάνυ μέντοι ὀλίγων, ἃ σοφῶς καὶ θεοειδῶς ἵδρυται, τὰ λοιπὰ δ’ ὑμῶν ἱερὰ ζῴων ἀλόγων καὶ ἀδόξων τιμαὶ μᾶλλον ἢ θεῶν φαίνονται.“ δυσχεράνας δὲ ὁ Θεσπε‐ σίων „τὰ δὲ παρ’ ὑμῖν“ εἶπεν „ἀγάλματα πῶς ἱδρῦ‐
10σθαι φήσεις;“ „ὥς γε“ ἔφη „κάλλιστόν τε καὶ θεο‐ φιλέστατον δημιουργεῖν θεούς.“ „τὸν Δία που λέ‐ γεισ“ εἶπε „τὸν ἐν τῇ Ὀλυμπίᾳ καὶ τὸ τῆς Ἀθηνᾶς ἕδος καὶ τὸ τῆς Κνιδίας τε καὶ τὸ τῆς Ἀργείας καὶ ὁπόσα ὧδε καλὰ καὶ μεστὰ ὥρας.“ „οὐ μόνον“ ἔφη
15„ταῦτα, ἀλλὰ καὶ καθάπαξ τὴν μὲν παρὰ τοῖς ἄλλοις ἀγαλματοποιίαν ἅπτεσθαί φημι τοῦ προσήκοντος, ὑμᾶς δὲ καταγελᾶν τοῦ θείου μᾶλλον ἢ νομίζειν αὐτό.“ „οἱ Φειδίαι δὲ“ εἶπε „καὶ οἱ Πραξιτέλεις μῶν ἀνελθόντες ἐς οὐρανὸν καὶ ἀπομαξάμενοι τὰ
20τῶν θεῶν εἴδη τέχνην αὐτὰ ἐποιοῦντο, ἢ ἕτερόν τι ἦν, ὃ ἐφίστη αὐτοὺς τῷ πλάττειν;“ „ἕτερον“ ἔφη
„καὶ μεστόν γε σοφίας πρᾶγμα.“ „ποῖον;“ εἶπεν „οὐ γὰρ ἄν τι παρὰ τὴν μίμησιν εἴποις.“ „φαντα‐ σία“ ἔφη „ταῦτα εἰργάσατο σοφωτέρα μιμήσεως δη‐230
25μιουργός· μίμησις μὲν γὰρ δημιουργήσει, ὃ εἶδεν, φαντασία δὲ καὶ ὃ μὴ εἶδεν, ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος, καὶ μίμησιν μὲν πολ‐ λάκις ἐκκρούει ἔκπληξις, φαντασίαν δὲ οὐδέν, χωρεῖ γὰρ ἀνέκπληκτος πρὸς ὃ αὐτὴ ὑπέθετο. δεῖ δέ που
30Διὸς μὲν ἐνθυμηθέντα εἶδος ὁρᾶν αὐτὸν ξὺν οὐρανῷ καὶ ὥραις καὶ ἄστροις, ὥσπερ ὁ Φειδίας τότε ὥρμη‐ σεν, Ἀθηνᾶν δὲ δημιουργήσειν μέλλοντα στρατόπεδα ἐννοεῖν καὶ μῆτιν καὶ τέχνας καὶ ὡς Διὸς αὐτοῦ ἀνέθορεν. εἰ δὲ ἱέρακα ἢ γλαῦκα ἢ λύκον ἢ κύνα
35ἐργασάμενος ἐς τὰ ἱερὰ φέροις ἀντὶ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς καὶ Ἀπόλλωνος, τὰ μὲν θηρία καὶ τὰ ὄρνεα ζηλωτὰ δόξει τῶν εἰκόνων, οἱ δὲ θεοὶ παραπολὺ τῆς αὑτῶν δόξης ἑστήξουσιν.“ „ἔοικασ“ εἶπεν „ἀβα‐ σανίστως ἐξετάζειν τὰ ἡμέτερα· σοφὸν γάρ, εἴπερ
40τι Αἰγυπτίων, καὶ τὸ μὴ θρασύνεσθαι ἐς τὰ τῶν θεῶν εἴδη, ξυμβολικὰ δὲ αὐτὰ ποιεῖσθαι καὶ ὑπο‐ νοούμενα, καὶ γὰρ ἂν καὶ σεμνότερα οὕτω φαίνοιτο.“ γελάσας οὖν ὁ Ἀπολλώνιος „ὦ ἄνθρωποι,“ ἔφη „με‐ γάλα ὑμῖν ἀπολέλαυται τῆς Αἰγυπτίων τε καὶ Αἰθιό‐
45πων σοφίας, εἰ σεμνότερον ὑμῶν καὶ θεοειδέστερον κύων δόξει καὶ ἶβις καὶ τράγος, ταῦτα γὰρ Θεσπε‐ σίωνος ἀκούω τοῦ σοφοῦ. σεμνὸν δὲ δὴ ἢ ἔμφοβον τί ἐν τούτοις; τοὺς γὰρ ἐπιόρκους καὶ τοὺς ἱεροσύ‐ λους καὶ τὰ βωμολόχα ἔθνη καταφρονεῖν τῶν τοι‐
VA
.

6

.

19

(50)

ούτων ἱερῶν εἰκὸς μᾶλλον ἢ δεδιέναι αὐτά, εἰ δὲ σεμνότερα ταῦτα ὑπονοούμενα, πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατ’ Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα, ἀλλ’ ἕτερον τρόπον σοφώτερόν τε
καὶ ἀπορρητότερον τῇ θεολογίᾳ ἐχρῆσθε· ἦν γάρ231
55που νεὼς μὲν αὐτοῖς ἐξοικοδομῆσαι καὶ βωμοὺς ὁρί‐ ζειν καὶ ἃ χρὴ θύειν καὶ ἃ μὴ χρὴ καὶ ὁπηνίκα καὶ ἐφ’ ὅσον καὶ ὅ τι λέγοντας ἢ δρῶντας, ἄγαλμα δὲ μὴ ἐσφέρειν, ἀλλὰ τὰ εἴδη τῶν θεῶν καταλείπειν τοῖς τὰ ἱερὰ ἐσφοιτῶσιν, ἀναγράφει γάρ τι ἡ γνώμη
60καὶ ἀνατυποῦται δημιουργίας κρεῖττον, ὑμεῖς δὲ ἀφῄρησθε τοὺς θεοὺς καὶ τὸ ὁρᾶσθαι καλῶς καὶ τὸ ὑπονοεῖσθαι.“ πρὸς ταῦτα ὁ Θεσπεσίων, „ἐγένετό τισ“ ἔφη „Σωκράτης Ἀθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον
65θεούς τε ἡγεῖτο καὶ ὤμνυ.“ „οὐκ ἀνόητος,“ εἶπεν „ἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα
VA
.

6

.

20

οὐχ’ ὡς θεούς, ἀλλ’ ἵνα μὴ θεοὺς ὀμνύοι.“ μετὰ ταῦτα ὁ Θεσπεσίων ὥσπερ μεθιστάμενος τουτουὶ τοῦ λόγου ἤρετο τὸν Ἀπολλώνιον περὶ τῆς Λακωνι‐ κῆς μάστιγος καὶ εἰ δημοσίᾳ οἱ Λακεδαιμόνιοι παίον‐
5ται· „τὰς ἐξ ἀνθρώπων γε,“ εἶπεν „ὦ Θεσπεσίων, αὐτοὶ μάλιστα οἱ ἐλευθέριοι τε καὶ εὐδόκιμοι.“ „τοὺς δὲ οἰκέτας ἀδικοῦντας τί“ ἔφη „ἐργάζονται;“ οὐκέτ’ ἀποκτείνουσιν, εἶπεν „ὡς ξυνεχώρει ποτὲ ὁ Λυ‐ κοῦργος, ἀλλ’ ἡ αὐτὴ καὶ ἐπ’ ἐκείνους μάστιξ.“
10„ἡ δὲ Ἑλλὰς πῶσ“ ἔφη „περὶ αὐτῶν γιγνώσκει;“ „ξυνίασιν,“ εἶπεν „ὥσπερ ἐς τὰ Ὑακίνθια καὶ τὰς Γυμνοπαιδιάς, θεασόμενοι ξὺν ἡδονῇ τε καὶ ὁρμῇ πάσῃ.“ „εἶτ’ οὐκ αἰσχύνονται“ ἔφη „οἱ χρηστοὶ Ἕλληνες ἢ τοὺς αὑτῶν ποτε ἄρξαντας ὁρῶντες μα‐
15στιγουμένους ἐς τὸ κοινόν, ἢ ἀρχθέντες ὑπ’ ἀνθρώ‐ πων, οἳ μαστιγοῦνται δημοσίᾳ; σὺ δὲ πῶς οὐ διωρ‐ θώσω ταῦτα; φασὶ γάρ σε καὶ Λακεδαιμονίων ἐπι‐ μεληθῆναι.“ „ἅ γε“ εἶπε „δυνατὸν διορθοῦσθαι, ξυνεβούλευον μὲν ἐγώ, προθύμως δ’ ἐκεῖνοι ἔπρατ‐
20τον, ἐλευθεριώτατοι μὲν γὰρ τῶν Ἑλλήνων εἰσί, μόνοι δ’ ὑπήκοοι τοῦ εὖ ξυμβουλεύοντος, τὸ δὲ τῶν μαστίγων ἔθος τῇ Ἀρτέμιδι τῇ ἀπὸ Σκυθῶν δρᾶται χρησμῶν, φασιν, ἐξηγουμένων ταῦτα· θεοῖς δ’ ἀντι‐ νομεῖν μανία, οἶμαι.“ „οὐ σοφούς, Ἀπολλώνιε,“232
25ἔφη „τοὺς τῶν Ἑλλήνων θεοὺς εἴρηκας, εἰ μαστί‐ γων ἐγίγνοντο ξύμβουλοι τοῖς τὴν ἐλευθερίαν ἀσκοῦ‐ σιν.“ „οὐ μαστίγων,“ εἶπεν „ἀλλὰ τοῦ αἵματι ἀνθρώπων τὸν βωμὸν ῥαίνειν, ἐπειδὴ καὶ παρὰ Σκύθαις τούτων ἠξιοῦτο, σοφισάμενοι δὲ οἱ Λακε‐
30δαιμόνιοι τὸ ἀπαραίτητον τῆς θυσίας ἐπὶ τὸν τῆς καρτερίας ἀγῶνα ἥκουσιν, ἀφ’ ἧς ἐστι μήτε ἀπο‐ θνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος.“ „διὰ τί οὖν“ ἔφη „τοὺς ξένους οὐ καταθύουσι τῇ Ἀρτέμιδι, καθάπερ ἐδικαίουν ποτὲ οἱ Σκύθαι;“
35„ὅτι“ εἶπεν „οὐδενὶ Ἑλλήνων πρὸς τρόπου βάρβαρα ἐξασκεῖν ἤθη.“ „καὶ μὴν καὶ φιλανθρωπότεροι ἐδό‐ κουν ἂν ἕνα που καὶ δύο θύοντες ἢ ξενηλασίᾳ χρώ‐ μενοι ἐς πάντας.“ „μὴ καθαπτώμεθα,“ εἶπεν „ὦ Θεσπεσίων, τοῦ Λυκούργου, χρὴ γὰρ ξυνιέναι τοῦ
40ἀνδρὸς καὶ ὅτι τὸ μὴ ἐνδιατρίβειν ἐᾶν τοὺς ξένους οὐκ ἀμιξίας αὐτῷ νοῦν εἶχεν, ἀλλὰ τοῦ ὑγιαίνειν τὰς ἐπιτηδεύσεις μὴ ἐνομιλούντων τῇ Σπάρτῃ τῶν ἔξωθεν.“ „ἐγὼ δὲ ἄνδρασ“ ἔφη „Σπαρτιάτας ἡγού‐ μην ἄν, οἷοι δοκεῖν ἀξιοῦσιν, εἰ συνδιαιτώμενοι τοῖς
45ξένοις μὴ μεθίσταντο τῶν οἴκοι, οὐ γὰρ τῷ ἀπόν‐ των, ἀλλὰ καὶ τῷ παρόντων ὁμοίους ὁρᾶσθαι ἔδει, οἶμαι, τὰς ἀρετὰς κτᾶσθαι. οἱ δὲ καίτοι ξενηλασίαις χρώμενοι διεφθάρησαν τὰς ἐπιτηδεύσεις καὶ οἷς μά‐ λιστα τῶν Ἑλλήνων ἀπήχθοντο, τούτοις ὅμοια πράτ‐
VA
.

6

.

20

(50)

τειν ἔδοξαν. τὰ γοῦν περὶ τὴν θάλατταν καὶ αἱ μετὰ ταῦτα ἐπιτάξεις τῶν φόρων ἀττικώτερον αὐτοῖς
ἐβουλεύθη, καὶ ὑπὲρ ὧν πολεμητέα πρὸς Ἀθη‐ ναίους ᾤοντο αὐτοῖς εἶναι, ταῦτ’ ἐς τὸ καὶ αὐτοὶ δρᾶν κατέστησαν τὰ μὲν πολέμια τοὺς Ἀθηναίους233
55νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώ‐ μενοι. καὶ αὐτὸ δὲ τὸ τὴν ἐκ Ταύρων τε καὶ Σκυ‐ θῶν ἐσάγεσθαι δαίμονα ξένα ἦν νομιζόντων. εἰ δὲ χρησμῶν ταῦτα, τί ἔδει μάστιγος; τί δὲ καρτερίαν ἀνδραποδώδη πλάττεσθαι; λακωνικώτερον πρὸς θα‐
60νάτου ῥώμην ἐκεῖνο ἦν, οἶμαι, Σπαρτιάτην ἔφηβον ἑκόντα ἐπὶ τοῦ βωμοῦ θύεσθαι. τουτὶ γὰρ (ἂν) τὴν μὲν Σπάρτην εὐψυχοτέρους ἐδείκνυε, τὴν δὲ Ἑλλάδα ἀπῆγε τοῦ μὴ ἐς ἀντίπαλα αὐτοῖς ἀντικαθ‐ ίστασθαι. εἰ δὲ ἐς τὰ πολέμια φείδεσθαι τῶν νέων
65εἰκὸς ἦν, ἀλλ’ ὅ γε νόμος ὁ παρὰ Σκύθαις ἐπὶ τοῖς ἑξηκοντούταις κείμενος οἰκειότερος ἦν Λακεδαιμο‐ νίοις ἐπιτηδεύειν ἢ Σκύθαις, εἰ τὸν θάνατον ἀτε‐ χνῶς, ἀλλὰ μὴ κόμπου ἕνεκα ἐπαινοῦσι. ταῦτα οὐ πρὸς Λακεδαιμονίους εἴρηταί μοι, πρὸς δὲ σέ, Ἀπολ‐
70λώνιε· εἰ γὰρ τὰ παλαιὰ νόμιμα καὶ πολιώτερα ἢ γιγνώσκειν αὐτὰ πικρῶς ἐξετάζοιμεν ἐς ἔλεγχον καθ‐ ιστάμενοι τοῦ θείου, διότι αὐτοῖς χαίρουσι, πολλοὶ καὶ ἄτοποι λόγοι τῆς τοιᾶσδε φιλοσοφίας ἀναφύσον‐ ται, καὶ γὰρ ἂν καὶ τῆς Ἐλευσῖνι τελετῆς ἐπιλαβοί‐
75μεθα, διότι τό, ἀλλὰ μὴ τό, καὶ ὧν Σαμόθρᾳκες τελοῦσιν, ἐπεὶ μὴ τὸ δεῖνα, τὸ δεῖνα δὲ αὐτοῖς δρᾶ‐ ται, καὶ Διονυσίων καὶ φαλλοῦ καὶ τοῦ ἐν Κυλλήνῃ εἴδους καὶ οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα. ἴωμεν οὖν ἐφ’ ὅ τι βούλει ἕτερον, τιμῶντες καὶ τὸν
80Πυθαγόρου λόγον ἡμεδαπὸν ὄντα· καλὸν γάρ, εἰ καὶ μὴ περὶ πάντων, ἀλλ’ ὑπέρ γε τῶν τοιούτων σιωπᾶν.“ ὑπολαβὼν δ’ ὁ Ἀπολλώνιος „εἰ σπουδά‐ σαι,“ εἶπεν „ὦ Θεσπεσίων, ἐβούλου τὸν λόγον, πολλὰ
ἄν σοι καὶ γενναῖα ἔδοξεν ἡ Λακεδαίμων λέγειν ὑπὲρ234
85ὧν ὑγιῶς τε καὶ παρὰ πάντας ἐπιτηδεύει τοὺς Ἕλ‐ ληνας, ἐπεὶ δὲ οὕτως ἀποσπουδάζεις αὐτόν, ὡς μηδὲ ὅσιον ἡγεῖσθαι τὸ ὑπὲρ τοιούτων λέγειν, ἴωμεν ἐφ’ ἕτερον λόγον πολλοῦ ἄξιον, ὡς ἐμαυτὸν πείθω· περὶ
VA
.

6

.

21

δικαιοσύνης γάρ τι ἐρήσομαι.“ „ἁπτώμεθα“ ὁ Θε‐ σπεσίων ἔφη „τοῦ λόγου, προσήκων γὰρ σοφοῖς τε καὶ μὴ σοφοῖς. ἀλλ’ ἵνα μὴ τὰς Ἰνδῶν δόξας ἐνεί‐ ροντες ξυγχέωμεν αὐτὸν καὶ ἀπέλθωμεν ἄπρακτοι
5τοῦ λόγου, πρῶτον εἰπὲ τὰ περὶ δικαιοσύνης Ἰνδοῖς δόξαντα, εἰκὸς γὰρ βεβασανίσθαι σοι ἐκεῖ ταῦτα, κἂν μὲν ἡ δόξα ὀρθῶς ἔχῃ, ξυνθησόμεθα, εἰ δ’ αὐτοί τι σοφώτερον εἴποιμεν, ξυντίθεσθε, δικαιοσύ‐ νης γὰρ καὶ τοῦτο.“ „ἄριστα,“ εἶπεν „ὦ Θεσπε‐
10σίων, καὶ ὡς ἐμοὶ ἥδιστα εἴρηκας· ἄκουε δὴ τῶν ἐκεῖ σπουδασθέντων· διῄειν πρὸς αὐτοὺς ἐγώ, κυ‐ βερνήτης ὡς γενοίμην μεγάλης νεώς, ὁπόθ’ ἡ ψυχὴ σώματος ἑτέρου ἐπεμέλετο, καὶ δικαιότατον ἡγοίμην ἐμαυτόν, ἐπειδὴ λῃσταὶ μὲν ἐμισθοῦντό με προδοῦναι
15τὴν ναῦν καθορμισάμενον οἷ λοχήσειν αὐτὴν ἔμελ‐ λον, δι’ ἃ ἦγεν, ἐγὼ δὲ ἐπαγγειλαίμην μὲν ταῦτα, ὡς μὴ ἐπίθοιντο ἡμῖν, παραπλεύσαιμι δ’ αὐτοὺς καὶ ὑπεράραιμι τοῦ χωρίου.“ „ξυνέθεντο δ’“ ἦ δ’ ὁ Θεσπεσίων „δικαιοσύνην εἶναι Ἰνδοὶ ταῦτα;“ „κατ‐
20εγέλασαν μὲν οὖν,“ εἶπε „μὴ γὰρ εἶναι δικαιοσύνην τὸ μὴ ἀδικεῖν.“ „ὑγιῶσ“ ἔφη „ἀπέδοξε τοῖς Ἰνδοῖς, οὔτε γὰρ φρόνησις τὸ μὴ ἀνοήτως τι ἐνθυμεῖσθαι, οὔτε ἀνδρεία τὸ μὴ λείπειν τὴν τάξιν, οὔτε σωφρο‐ σύνη τὸ μὴ ἐς τὰ τῶν μοιχῶν ἐκπίπτειν, οὔτε ἄξιον
25ἐπαίνου τὸ μὴ κακὸν φαίνεσθαι· πᾶν γάρ, ὃ τιμῆς τε καὶ τιμωρίας ἴσον ἀφέστηκεν, οὔπω ἀρετή.“ „πῶς οὖν, ὦ Θεσπεσίων,“ εἶπε „στεφανώσομεν τὸν
δίκαιον, ἢ τί πράττοντα;“ „ἀνελλιπέστερον“ ἔφη „καὶ προσφορώτερον ἂν ὑπὲρ δικαιοσύνης ἐσπουδά‐235
30σατε, ἢ ὁπότε βασιλεὺς τοσῆσδέ τε καὶ οὕτως εὐδαί‐ μονος χώρας ἄρχων ἐπέστη φιλοσοφοῦσιν ὑμῖν ὑπὲρ τοῦ βασιλεύειν, δικαιοτάτου κτήματος;“ „εἰ ὁ Φρα‐ ώτησ“ εἶπεν „ὁ ἀφικόμενος ἦν, ὀρθῶς ἂν ἐμέμφου τὸ μὴ ὑπὲρ δικαιοσύνης ἐπ’ αὐτοῦ σπουδάσαι, ἐπεὶ
35δὲ εἶδες τὸν ἄνθρωπον ἐν οἷς χθὲς ὑπὲρ αὐτοῦ διῄειν μεθύοντα καὶ ἀχθόμενον φιλοσοφίᾳ πάσῃ, τί ἔδει παρέχειν ὄχλον; τί δ’ αὐτοὺς ἔχειν φιλοτιμουμένους ἐπ’ ἀνθρώπου σύβαριν ἡγουμένου πάντα; ἀλλ’ ἐπεὶ σοφοῖς ἀνδράσιν, ὥσπερ ἡμῖν, ἰχνευτέα ἡ δικαιοσύνη
40μᾶλλον ἢ βασιλεῦσί τε καὶ στρατηγοῖς, ἴωμεν ἐπὶ τὸν ἀτεχνῶς δίκαιον. ὃ γὰρ ἐμαυτόν τε ἡγούμην, ὁπότε ἡ ναῦς, ἑτέρους τε, οἳ μὴ ἀδίκων ἅπτονται, οὔπω δικαίους φατέ, οὐδ’ ἀξίους τιμᾶσθαι.“ „καὶ εἰκότωσ“ εἶπεν „οὐδὲ γὰρ ἂν Ἀθηναίοις ποτὲ ἢ
45Λακεδαιμονίοις ἐγράφη γνώμη τὸν δεῖνα στεφανοῦν, ἐπεὶ μὴ τῶν ἡταιρηκότων ἐστίν, ἢ τὸν δεῖνα ποιεῖ‐ σθαι πολίτην, ἐπεὶ μὴ τὰ ἱερὰ ὑπ’ αὐτοῦ συλᾶται. τίς οὖν ὁ δίκαιος καὶ ὁ τί πράττων; οὐδὲ γὰρ ἐπὶ δικαιοσύνῃ τινὰ στεφανωθέντα οἶδα, οὐδὲ γνώμην
VA
.

6

.

21

(50)

ἐπ’ ἀνδρὶ δικαίῳ γραφεῖσαν, ὡς τὸν δεῖνα χρὴ στε‐ φανοῦν, ἐπειδὴ τὸ δεῖνα πράττων δίκαιος φαίνεται, τὰ μὲν γὰρ Παλαμήδους ἐνθυμηθέντι τὰ ἐν Τροίᾳ καὶ τὰ Σωκράτους τὰ Ἀθήνησιν οὐδ’ εὐτυχεῖν ἡ δικαιοσύνη δόξει παρὰ τοῖς ἀνθρώποις, ἀδικώτατα
55γὰρ δὴ οἵδε ἔπαθον δικαιότατοι ὄντες. πλὴν ἀλλ’ οὗτοι μὲν ἐπὶ δόξῃ ἀδικημάτων ἀπώλοντο ψήφου παρὰ τὸ εὐθὺ ἐνεχθείσης, Ἀριστείδην δὲ τὸν Λυσι‐ μάχου καὶ αὐτή ποτε ἡ δικαιοσύνη ἀπώλλυ καὶ ἀνὴρ τοιόσδε ἐπὶ τοιᾷδε ἀρετῇ φεύγων ᾤχετο. καὶ
60ὡς μὲν γελοία ἡ δικαιοσύνη δόξει, γιγνώσκω, τετα‐ γμένη γὰρ ὑπὸ Διός τε καὶ Μοιρῶν ἐς τὸ μὴ ἀδι‐ κεῖσθαι τοὺς ἀνθρώπους οὐδαμοῦ ἑαυτὴν ἐς τὸ μὴ αὐτὴ ἀδικεῖσθαι τάττει. ἐμοὶ δὲ ἀπόχρη τὰ τοῦ Ἀρι‐ στείδου ἐς τὸ δηλῶσαι, τίς μὲν ὁ μὴ ἄδικος, τίς236
65δὲ ὁ δίκαιος· εἰπὲ γάρ μοι, οὐχ οὗτος Ἀριστείδης ἐκεῖνος, ὅν φατε ὑμεῖς οἱ ἀπὸ Ἑλλήνων ἥκοντες πλεύσαντα ἐς τὰς νήσους ὑπὲρ τῶν φόρων ξυμμέ‐ τρους τε αὐτοὺς τάξαι καὶ ξὺν τῷ αὐτῷ ἐπανελθεῖν τρίβωνι;“ „οὗτος,“ εἶπε „δι’ ὃν καὶ πενίας ἔρως
70ποτὲ ἤνθησεν.“ „εἰ οὖν,“ ἔφη „δύο Ἀθήνησι δημ‐ αγωγοὶ γενοίσθην ἐπαινοῦντες τὸν Ἀριστείδην ἄρτι ἐκ τῆς ξυμμαχίδος ἥκοντα, καὶ ὁ μὲν γράφοι στεφα‐ νοῦν αὐτόν, ἐπειδὴ μὴ πλουτῶν ἀφῖκται μηδὲ βίον ἑαυτῷ ξυνειλοχὼς μηδένα, ἀλλὰ πενέστατος μὲν
75Ἀθηναίων, πενέστερος δὲ ἑαυτοῦ, ὁ δ’ αὖ τοιουτονί τι γράφοι ψήφισμα· ἐπειδὴ Ἀριστείδης οὐχ’ ὑπὲρ τὸ δυνατὸν τῶν ξυμμάχων τάξας τοὺς φόρους, ἀλλ’ ὡς ἕκαστοι γῆς ἔχουσι, τῆς τε ὁμονοίας αὐτῶν ἐπε‐ μελήθη τῆς πρὸς Ἀθηναίους καὶ τοῦ μὴ ἀχθομένους
80δοκεῖν φέρειν ταῦτα, δεδόχθω στεφανοῦν αὐτὸν ἐπὶ δικαιοσύνῃ, ἆρ’ οὐκ ἄν σοι δοκεῖ τῇ μὲν προτέρᾳ γνώμῃ κἂν ἀντειπεῖν αὐτός, ὡς οὐκ ἀξίᾳ τῶν ἑαυτῷ βεβιωμένων, εἰ ἐφ’ οἷς οὐκ ἀδικεῖ τιμῷτο, τὴν δ’ ἴσως ἂν καὶ αὐτὸς ἐπαινέσαι, στοχαζομένην ὧν διε‐
85νοήθη; βλέψας γάρ που ἐς τὸ Ἀθηναίων τε καὶ τῶν ὑπηκόων ξυμφέρον ἐπεμελήθη τῆς ξυμμετρίας τῶν φόρων καὶ τοῦτο μετὰ τὸν Ἀριστείδην ἐδείχθη μᾶλ‐ λον· ἐπειδὴ γὰρ παραβάντες Ἀθηναῖοι τοὺς ἐκείνῳ δόξαντας βαρυτέρους ἐπέγραψαν ταῖς νήσοις, διε‐
90σπάσθη μὲν αὐτοῖς ἡ ναυτικὴ δύναμις, ᾗ μάλιστα φοβεροὶ ἦσαν, παρῆλθε δὲ ἡ Λακεδαιμονίων ἐς τὴν
θάλατταν, ξυνέμεινε δὲ τῆς δυνάμεως οὐδέν, ἀλλ’ ἅπαν τὸ ὑπήκοον ἐς νεώτερα ὥρμησε καὶ ἀποστρο‐ φῆς ἥψατο. δίκαιος οὖν, ὦ Ἀπολλώνιε, κατὰ τὸν237
95εὐθὺν λόγον οὐχ ὁ μὴ ἄδικος, ἀλλ’ ὁ δίκαια μὲν αὐτὸς πράττων, καθιστὰς δὲ καὶ ἑτέρους ἐς τὸ μὴ ἀδικεῖν, καὶ φύσονται τῆς τοιαύτης δικαιοσύνης καὶ ἄλλαι μὲν ἀρεταί, μάλιστα δὲ ἡ δικαστική τε καὶ ἡ νομοθετική. δικάσει μὲν γὰρ τοιόσδε πολλῷ δικαιό‐
VA
.

6

.

21

(100)

τερον ἢ οἱ κατὰ τῶν τομίων ὀμνύντες, νομοθε‐ τήσει δέ, ὥσπερ οἱ Σόλωνές τε καὶ οἱ Λυκοῦργοι, καὶ γὰρ δὴ κἀκείνοις τοῦ γράψαι νόμους δικαιο‐ σύνη ἦρξεν.“
VA
.

6

.

22

Τοσαῦτα ὁ Δάμις διαλεχθῆναί φησιν αὐτοὺς ὑπὲρ ἀνδρὸς δικαίου, καὶ τὸν Ἀπολλώνιον ξυμφῆ‐ σαι τῷ λόγῳ, τοῖς γὰρ ὑγιῶς λεγομένοις ξυμβαίνειν. φιλοσοφήσαντες δὲ καὶ περὶ ψυχῆς, ὡς ἀθάνατος
5εἴη, καὶ περὶ φύσεως παραπλήσια ταῖς Πλάτωνος [ἐν Τιμαίῳ] δόξαις, περί τε τῶν παρ’ Ἕλλησι νόμων πλείω διαλεχθέντες „ἐμοὶ“ εἶπεν ὁ Ἀπολλώνιος „ἡ δεῦρο ὁδὸς ὑμῶν τε ἕνεκα καὶ τῶν τοῦ Νείλου πη‐ γῶν ἐγένετο, ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι
10ξυγγνώμη ἀγνοῆσαι, προχωρήσαντι δὲ ἐπ’ Αἰθιο‐ πίαν, ὃν ἐγὼ τρόπον, κἂν ὄνειδος φέροι τὸ παρελ‐ θεῖν αὐτὰς καὶ μὴ ἀρύσασθαί τινας αὐτῶν λόγους.“ „ἴθι χαίρων“ ἔφη „καὶ ὅ τι σοι φίλον, εὔχου ταῖς πηγαῖς, θεῖαι γάρ. ἡγεμόνα δὲ οἶμαι ποιήσῃ τὸν
15πάλαι Ναυκρατίτην, νῦν δὲ Μεμφίτην, Τιμασίωνα, τῶν τε γὰρ πηγῶν ἐθὰς οὗτος καὶ οὕτω τι καθαρός, ὡς μὴ δεῖσθαι τοῦ ῥαίνεσθαι. σοὶ δέ, ὦ Νεῖλε, βουλόμεθα ἐφ’ ἑαυτῶν διαλεχθῆναί τι.“ ὁ μὲν δὴ νοῦς τῶν λόγων οὐκ ἀφανὴς ἦν τῷ Ἀπολλωνίῳ,
20ξυνίει γὰρ αὐτῶν δυσχερῶς διακειμένων, ἐπειδὴ
ἤρα αὐτοῦ ὁ Νεῖλος, ἐξιστάμενος δὲ αὐτοῖς τῆς δια‐ λέξεως ἀπῄει συσκευασόμενος, ὡς ἐξελῶν ἅμα τῇ ἕῳ, μετ’ οὐ πολὺ δὲ ἥκων ὁ Νεῖλος, ἀπήγγειλε μὲν οὐδὲν ὧν ἤκουσεν, ἐφ’ ἑαυτοῦ δὲ θαμὰ ἐγέλα· ἠρώτα238
25δ’ οὐδεὶς ὑπὲρ τοῦ γέλωτος, ἀλλ’ ἐφείδοντο τοῦ ἀπορρήτου.
VA
.

6

.

23

Τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες
5λόγου ἄξια· οἱ Κατάδουποι γεώδη ὄρη καὶ παρα‐ πλήσια τῷ Λυδῶν Τμώλῳ, κατάρρους δὲ ἀπ’ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ
10δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ
VA
.

6

.

24

ἀκούειν. προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτὸν μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰθίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δά‐ κρυον καρπὸν ἡγοῦνται, ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ
5τῆς ὁδοῦ καὶ παρδάλεις καὶ τοιαῦτα θηρία ἕτερα, καὶ ἐπῄει οὐδὲν αὐτοῖς, ἀλλ’ ἀπεπήδα σφῶν, ὥσπερ ἐκπεπληγμένα τοὺς ἀνθρώπους, ἔλαφοι δὲ καὶ δορ‐ κάδες καὶ στρουθοὶ καὶ ὄνοι πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι·
10ξύγκειται δὲ τὰ θηρία ταῦτα τὸ μὲν ἐλάφου τε καὶ ταύρου, τὸ δὲ ἀφ’ ὧνπερ τὴν ἐπωνυμίαν ᾕρηκε. καὶ ὀστοῖς δὲ τούτων ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν, οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζουσιν αὐτῆς τὰ περιττά, πιστεύ‐
VA
.

6

.

25

οντες, οἶμαι, τῷ καὶ αὖθις θηράσειν. ἐνταῦθα νο‐
μάδες οἰκοῦσιν Αἰθίοπες ἐφ’ ἁμαξῶν πεπολισμένοι, καὶ πλησίον τούτων οἱ τοὺς ἐλέφαντας θηρῶντες, κατακόπτοντες δὲ αὐτοὺς ποιοῦνται ἀγοράν, ὅθεν239
5ἐπώνυμοί εἰσι τῆς τῶν ἐλεφάντων πράσεως. Νασα‐ μῶνες δὲ καὶ Ἀνδροφάγοι καὶ Πυγμαῖοι καὶ Σκι‐ άποδες ἔθνη μὲν Αἰθιόπων καὶ οἵδε, καθήκουσι δὲ ἐς τὸν Αἰθίοπα Ὠκεανόν, ὃν μόνον ἐσπλέουσιν οἱ ἀπενεχθέντες ἄκοντες.
VA
.

6

.

26

Διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄν‐ δρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλ‐ λως βοσκούσης ἠχὼ προσέβαλεν οἷον βροντῆς οὔπω σκληρᾶς, ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. καὶ ὁ
5Τιμασίων „ἐγγὺσ“ ἔφη „ὁ καταρράκτης, ὦ ἄνδρες, ὁ κατιόντων μὲν ὕστατος, ἀνιόντων δὲ πρῶτος.“ καὶ στάδια δέκα ἴσως προελθόντες ἰδεῖν φασι ποτα‐ μὸν ἐκδιδόμενον τοῦ ὄρους μείω οὐδὲν ἢ ἐν πρώταις ξυμβολαῖς ὁ Μαρσύας καὶ ὁ Μαίανδρος, προσευξά‐
10μενοι δὲ τῷ Νείλῳ χωρεῖν πρόσω καὶ θηρία μὲν οὐκέτι ὁρᾶν, ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς μᾶλλον ἢ τοῖς ῥαγδαίοις τε καὶ ἐνή‐ χοις, ἑτέρου δὲ καταρράκτου ἀκοῦσαι μετὰ πεντεκαί‐ δεκά που στάδια χαλεποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ
15αἰσθέσθαι, διπλασίω μὲν γὰρ εἶναι αὐτὸν τοῦ προ‐ τέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. ἑαυτοῦ μὲν οὖν καί τινος τῶν ἑταίρων οὕτω τι κτυπηθῆναι τὰ ὦτα ὁ Δάμις φησίν, ὡς αὐτός τε ἀναζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ χωρεῖν πρόσω, τὸν δὲ ἐρρω‐
20μένως ξύν τε τῷ Τιμασίωνι καὶ τῷ Νείλῳ τοῦ τρί‐ του καταρράκτου ἔχεσθαι, περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα· ἐπικρέμασθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀν‐ τικειμένην τοῖς ὄρεσιν ὀφρὺν εἶναι λιθοτομίας ἀρρή‐
25του, τὰς δὲ πηγὰς ἀποκρεμαννυμένας τῶν ὀρῶν ὑπερπίπτειν ἐς τὴν πετρώδη ὄχθην, ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαινούσας τε καὶ λευκάς. τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολλαπλα‐ σίας ἢ αἱ πρότεραι οὔσας καὶ τὴν πηδῶσαν ἐκ τού‐240
30των ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστο‐ ρίαν τοῦ ῥεύματος. τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, ἄπορον δὲ ἐνθυμηθῆναι, πολλὰ γὰρ καὶ περὶ δαι‐ μόνων ᾄδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνη‐
35ται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφί‐ στησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου.
VA
.

6

.

27

Καταλύσαντες δὲ μετὰ τοὺς καταρράκτας ἐν κώμῃ τῆς Αἰθιοπίας οὐ μεγάλῃ ἐδείπνουν μὲν περὶ ἑσπέραν ἐγκαταμιγνύντες σπουδὴν παιδιᾷ, βοῆς δὲ ἀθρόας τῶν ἐν τῇ κώμῃ γυναικῶν ἤκουσαν ἐπικε‐
5λευομένων ἀλλήλαις ἑλεῖν καὶ διῶξαι, παρεκάλουν δὲ καὶ τοὺς αὑτῶν ἄνδρας ἐς κοινωνίαν τοῦ ἔργου, οἱ δ’ ἁρπασάμενοι ξύλα καὶ λίθους καὶ ὅ τι ἐς χεῖ‐ ρας ἑκάστῳ ἔλθοι, ξυνεκάλουν ὥσπερ ἀδικούμενοι τοὺς γάμους. ἐπεφοίτα δὲ ἄρα τῇ κώμῃ δέκατον
10ἤδη μῆνα σατύρου φάσμα λυττῶν ἐπὶ τὰ γύναια, καὶ δύο ἀπεκτονέναι σφῶν ἐλέγετο, ὧν μάλιστα ἐδό‐ κει ἐρᾶν. ἐκπλαγέντων οὖν τῶν ἑταίρων „μὴ δέ‐ διτε,“ εἶπεν ὁ Ἀπολλώνιος „ὑβρίζει γάρ τις ἐνταῦθα σάτυρος.“ „νὴ Δί’,“ ἔφη ὁ Νεῖλος „ὅν γε ἡμεῖς
15οἱ Γυμνοὶ χρόνῳ ἤδη ὑβρίζοντα μήπω μετεστήσαμεν τοῦ σκιρτᾶν.“ „ἀλλ’ ἔστιν“ εἶπεν „ἐπὶ τοὺς ὑβρι‐ στὰς τούτους φάρμακον, ᾧ λέγεται Μίδας ποτὲ χρή‐ σασθαι· μετεῖχε μὲν γὰρ τοῦ τῶν σατύρων γένους ὁ Μίδας οὗτος, ὡς ἐδήλου τὰ ὦτα, σάτυρος δὲ ἐπ’
20αὐτὸν εἷς κατὰ τὸ ξυγγενὲς ἐκώμαζε τὰ τοῦ Μίδου
διαβάλλων ὦτα, καὶ οὐ μόνον ᾄδων, ἀλλὰ καὶ αὐλῶν τούτω, ὁ δ’, οἶμαι, τῆς μητρὸς ἀκηκοώς, ὅτι σάτυρος οἴνῳ θηρευθείς, ἐπειδὰν ἐς ὕπνον καταπέσῃ, σω‐ φρονεῖ καὶ διαλλάττεται, κρήνην τὴν οὖσαν αὐτῷ241
25περὶ τὰ βασίλεια κεράσας οἴνῳ ἐπαφῆκεν αὐτῇ τὸν σάτυρον, ὁ δὲ ἔπιέ τε καὶ ἥλω. καὶ ὅτι μὴ ψεύδεται ὁ λόγος, ἴωμεν παρὰ τὸν κωμάρχην, καὶ ἢν ἔχωσιν οἱ κωμῆται οἶνον, κεράσωμεν αὐτὸν τῷ σατύρῳ, καὶ ταὐτὰ τῷ Μίδου πείσεται.“ ἔδοξε ταῦτα καὶ ἀμφο‐
30ρέας Αἰγυπτίους τέτταρας οἰνοχοήσας ἐς ληνόν, ἀφ’ ἧς ἔπινε τὰ ἐν τῇ κώμῃ πρόβατα, ἐκάλει τὸν σάτυ‐ ρον ἀφανῶς τι ἐπιπλήττων, ὁ δὲ οὔπω μὲν ἑωρᾶτο, ὑπεδίδου δὲ ὁ οἶνος, ὥσπερ πινόμενος· ἐπεὶ δὲ ἐξεπόθη „σπεισώμεθα“ ἔφη „τῷ σατύρῳ, καθεύδει
35γάρ.“ καὶ εἰπὼν ταῦτα ἡγεῖτο τοῖς κωμήταις ἐς Νυμφῶν ἄντρον, πλέθρον οὔπω ἀπέχον τῆς κώμης, ἐν ᾧ καθεύδοντα δείξας αὐτὸν ἀπέχεσθαι εἶπε τοῦ παίειν ἢ λοιδορεῖσθαί οἱ, „πέπαυται γὰρ τῶν ἀνοή‐ των.“ τοῦτο μὲν δὴ τοιοῦτον Ἀπολλωνίου, μὰ Δί’,
40οὐχὶ ὁδοῦ πάρεργον, ἀλλὰ παρόδου ἔργον, κἂν ἐν‐ τύχῃ τις ἐπιστολῇ τοῦ ἀνδρός, ἣν πρὸς μειράκιον ὑβρίζον γράφων καὶ σάτυρον δαίμονα σωφρονίσαι φησὶν ἐν Αἰθιοπίᾳ, μεμνῆσθαι χρὴ τοῦ λόγου τού‐ του. σατύρους δὲ εἶναί τε καὶ ἐρωτικῶν ἅπτεσθαι
45μὴ ἀπιστῶμεν· οἶδα γὰρ κατὰ τὴν Λῆμνον τῶν ἐμαυτοῦ τινα ἰσηλίκων, οὗ τῇ μητρὶ ἐλέγετο τις ἐπι‐ φοιτᾶν σάτυρος, ὡς εἰκὸς ἦν τῇ ἱστορίᾳ ταύτῃ, νεβρίδα γὰρ ξυμφυᾶ ἐῴκει ἐνημμένῳ κατὰ τὸν νῶ‐ τον, ἧς οἱ ποδεῶνες οἱ πρῶτοι ξυνειληφότες τὴν
VA
.

6

.

27

(50)

δέρην περὶ τὸ στέρνον αὐτῷ ἀφήπτοντο. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, οὔτε γὰρ ἡ πεῖρα ἀπιστητέα οὔτε ἐγώ.
VA
.

6

.

28

Καταβάντι δὲ αὐτῷ ἐξ Αἰθιοπίας ἡ μὲν πρὸς τὸν Εὐφράτην διαφορὰ τότε μάλιστα ἐπέδωκε ἐκ τῶν ὁσημέραι διαλέξεων, ἐπέτρεπε δὲ αὐτὰς Μενίππῳ τε καὶ Νείλῳ, σμικρὰ ἐπιτιμῶν αὐτὸς τῷ Εὐφράτῃ,242
5τοῦ δὲ Νείλου σφόδρα ἐπεμελεῖτο.
VA
.

6

.

29

Ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς
5ἑαυτοῦ χεῖρας, ἐπῄνει ὁ Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρω‐ πείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφ’ αἵματι. ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπι‐
10στέλλει ὧδε·
„Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν. Μὴ βουληθέντι σοι ἐπ’ αἰχμῇ κηρύττεσθαι, μηδ’ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέ‐ φανον, ἐπειδὴ ἐφ’ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις.
15ἔρρωσο.“ ὑπερησθεὶς δὲ ὁ Τίτος τῇ ἐπιστολῇ „καὶ ὑπὲρ ἐμαυτοῦ“ ἔφη „χάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σό‐ λυμα ᾕρηκα, σὺ δὲ ἐμέ.“
VA
.

6

.

30

Ἀναρρηθεὶς δὲ αὐτοκράτωρ ἐν τῇ Ῥώμῃ καὶ ἀρι‐ στείων ἀξιωθεὶς τούτων ἀπῄει μὲν ἰσομοιρήσων τῆς ἀρχῆς τῷ πατρί, τὸν δὲ Ἀπολλώνιον ἐνθυμηθείς, ὡς πολλοῦ ἄξιος αὑτῷ ἔσται κἂν πρὸς βραχὺ ξυγγε‐
5νόμενος, ἐδεῖτο αὐτοῦ ἐς Ταρσοὺς ἥκειν, καὶ περι‐ βαλὼν ἐλθόντα „πάντα μοι ὁ πατὴρ“ ἔφη „ἐπέστει‐ λεν, ὧν ξύμβουλον ἐποιεῖτό σε, καὶ ἰδοὺ ἡ ἐπιστολή, ὡς εὐεργέτης τε αὐτοῦ ἐν αὐτῇ γέγραψαι καὶ πᾶν ὅ τι ἐσμέν, ἐγὼ δὲ ἔτη μὲν τριάκοντα ταυτὶ γέγονα,
10ἀξιούμενος δὲ ὧν ὁ πατὴρ ἑξηκοντούτης ὢν καὶ καλούμενος ἐς τὸ ἄρχειν πρὶν οὐκ οἶδ’ εἰ ἀρχθῆναι εἰδέναι, δέδια μὴ μειζόνων, ἢ ἐμὲ χρή, ἅπτωμαι.“ ἐπιψηλαφήσας δὲ αὐτοῦ τὸν αὐχένα ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ ἔρρωτο αὐτὸν ἴσα τοῖς ἀσκοῦσι τὸ σῶμα,243
15„καὶ τίσ“ εἶπε „βιάσεται ταῦρον αὐχένα οὕτω κρα‐ τερὸν ὑποσχεῖν ζυγῷ;“ „ὁ ἐκ νέου“ ἔφη, „μοσχεύ‐ σας με,“ τὸν πατέρα τὸν ἑαυτοῦ λέγων ὁ Τίτος καὶ τὸ ὑπ’ ἐκείνου ἂν μόνου ἀρχθῆναι, ὃς ἐκ παιδὸς αὐτὸν τῇ ἑαυτοῦ ἀκροάσει ξυνείθιζε. „χαίρω“
20εἶπεν ὁ Ἀπολλώνιος „πρῶτον μὲν παρεσκευασμένον σε ὁρῶν ἕπεσθαι τῷ πατρί, ὑφ’ οὗ χαίρουσιν ἀρχό‐ μενοι καὶ οἱ μὴ φύσει παῖδες, θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ᾧ ξυνθεραπευθήσῃ. νεότητος δὲ γήρᾳ ἅμα ἐς τὸ ἄρχειν ἰούσης τίς μὲν λύρα, τίς δὲ
25αὐλὸς ἡδεῖαν ὧδε ἁρμονίαν καὶ ξυγκεκραμένην ᾄσε‐ ται; πρεσβύτερα γὰρ ξυμβήσεται νέοις, ἐξ ὧν καὶ
VA
.

6

.

31

γῆρας ἰσχύσει καὶ νεότης οὐκ ἀτακτήσει.“ „ἐμοὶ δέ,“ εἶπεν, „ὦ Τυανεῦ, περὶ ἀρχῆς καὶ βασιλείας τί ὑποθήσῃ;“ „ἅ γε“ ἔφη „σεαυτὸν πέπεικας, ὑποκεί‐ μενος γὰρ τῷ πατρὶ δῆλά που, ὡς ὁμοιώσῃ αὐτῷ·
5καὶ τὸν Ἀρχύτου δ’ ἂν εἴποιμι νυνὶ λόγον, γενναῖος γὰρ καὶ μαθεῖν ἄξιος· ἐγένετο ὁ Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός· οὗτος ὑπὲρ παί‐ δων ἀγωγῆς γράφων „ἔστω“ φησὶν „ὁ πατὴρ παρά‐ δειγμα ἀρετῆς τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυν‐
10τονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶν‐ ταί σφισιν οἱ παῖδες.“ ἐγὼ δέ σοι καὶ Δημήτριον ξυστήσω τὸν ἐμαυτοῦ ἑταῖρον, ὃς ξυνέσται σοι ὁπόσα βούλει, διδάσκων, τί δεῖ πράττειν τὸν ἀγαθὸν (ἄρ‐ χοντα.“) „τίς δέ,“ ἔφη „Ἀπολλώνιε, ἡ σοφία τοῦ
15ἀνδρὸς τούτου;“ „παρρησία“ εἶπε „καὶ τὸ ἀλη‐
θεύειν ἐκπλήττεσθαί τε ὑπὸ μηδενός, ἐστὶ γὰρ τοῦ Κυνικοῦ κράτους.“ δυσχερῶς δὲ τοῦ Τίτου τὸν κύνα ἀκούσαντος „Ὁμήρῳ μέντοι“ ἔφη „νέος ὢν ὁ Τηλέμαχος καὶ δυοῖν ἐδόκει κυνῶν δεῖσθαι καὶ ξυμ‐244
20πέμπει αὐτοὺς ὀπαδοὺς τῷ μειρακίῳ ἐς τὴν τῶν Ἰθακησίων ἀγορὰν καίτοι ἀλόγους ὄντας, σοὶ δὲ ξυν‐ έσται κύων, ὃς ὑπὲρ σοῦ τε πρὸς ἑτέρους καὶ πρὸς αὐτόν σε, εἴ τι ἁμαρτάνοις, σοφῶς ἅμα καὶ οὐδὲ ἀλόγως ὑλακτήσει.“ „δίδου“ εἶπε „τὸν ὀπαδὸν
25κύνα, ξυγχωρῶ δὲ αὐτῷ καὶ δακεῖν, εἴ τι με ἀδι‐ κοῦντα αἴσθοιτο.“ „γεγράψεται“ ἔφη „πρὸς αὐτὸν ἐπιστολή, φιλοσοφεῖ δὲ ἐπὶ τῆς Ῥώμης.“ „γεγρά‐ φθω,“ εἶπεν „ἐβουλόμην δ’ ἂν καὶ πρὸς σὲ ὑπὲρ ἐμοῦ τινα γράφειν, ὡς ἅμα τῆς ἐς τὴν Ῥώμην ὁδοῦ
30κοινωνὸς ἡμῖν γένοιο.“ „ἀφίξομαι,“ ἔφη „ὁπότε
VA
.

6

.

32

ἀμφοῖν λῷον.“ μεταστησάμενος δὲ ὁ Τίτος τοὺς παρόντας „αὐτοί“ εἶπεν „ὦ Τυανεῦ, γεγόναμεν, ξυγχωρεῖς γάρ που ἐρωτᾶν ὑπὲρ τῶν ἐμοὶ σπουδαιο‐ τάτων;“ „ἐρώτα,“ ἔφη „καὶ τοσούτῳ προθυμότε‐
5ρον, ὅσῳ ὑπὲρ μειζόνων.“ „περὶ ψυχῆσ“ εἶπε „τῆς ἐμαυτοῦ, καὶ οὓς μάλιστα φυλαττοίμην ἄν, ἔσται μοι ἡ ἐρώτησις, εἰ μὴ δόξω δειλὸς δεδιὼς ἤδη ταῦτα.“ „ἀσφαλὴς μὲν οὖν“ ἔφη „καὶ ἐφεστηκώς, προορᾶν γὰρ τούτου χρὴ μάλιστα.“ καὶ ἐς τὸν ἥλιον ἀνα‐
10βλέψας ὤμνυ αὐτόν, ἦ μὴν αὐτὸς μέλλειν ὑπὲρ τού‐ των πρὸς αὐτὸν λέξειν μηδὲ ἐρωτῶντα, τοὺς γὰρ θεοὺς φῆναί οἱ προειπεῖν αὐτῷ ζῶντος μὲν τοῦ πα‐ τρὸς δεδιέναι τοὺς ἐκείνῳ πολεμιωτάτους, ἀποθα‐ νόντος δὲ τοὺς ἑαυτῷ οἰκειοτάτους. „ἀποθανοῦμαι
15δὲ“ εἶπε „τίνα τρόπον;“ „ὅν γε“ ἔφη „Ὀδυσσεὺς λέγεται, φασὶ γὰρ κἀκείνῳ τὸν θάνατον ἐκ θαλάττης ἐλθεῖν.“ ταῦτα ὁ Δάμις ὧδε ἑρμηνεύει· φυλάττε‐
σθαι μὲν αὐτὸν τὴν αἰχμὴν τῆς τρυγόνος, ᾗ τὸν Ὀδυσσέα βεβλῆσθαί φασι, δυοῖν δὲ ἐτοῖν μετὰ τὸν245
20πατέρα τὴν ἀρχὴν κατασχόντα ὑπὸ τοῦ θαλαττίου λαγὼ ἀποθανεῖν, τὸν δὲ ἰχθὺν τοῦτον παρέχεσθαι χυμοὺς ἀπορρήτους ὑπὲρ πάντα τὰ ἐν τῇ θαλάττῃ καὶ γῇ ἀνδροφόνα, καὶ Νέρωνα μὲν ἐσποιῆσαι τοῖς ἑαυτοῦ ὄψοις τὸν λαγὼν τοῦτον ἐπὶ τοὺς πολεμιωτά‐
25τους, Δομετιανὸν δὲ ἐπὶ τὸν ἀδελφὸν Τίτον, οὐ τὸ ξὺν ἀδελφῷ ἄρχειν δεινὸν ἡγούμενον, ἀλλὰ τὸ ξὺν πρᾴῳ τε καὶ χρηστῷ. τοιαῦτα διαλεχθέντες ἰδίᾳ περιέβαλον ἀλλήλους ἐν φανερῷ, ἀπιόντα δὲ προσ‐ ειπὼν „νίκα, ὦ βασιλεῦ,“ ἔφη „τοὺς μὲν πολεμίους
VA
.

6

.

33

ὅπλοις, τὸν δὲ πατέρα ἀρεταῖς.“ ἡ δὲ πρὸς τὸν Δημήτριον ἐπιστολὴ ὧδε εἶχεν·
Ἀπολλώνιος φιλόσοφος Δημητρίῳ κυνὶ χαίρειν. Δίδωμί σε βασιλεῖ Τίτῳ διδάσκαλον τοῦ τῆς
5βασιλείας ἤθους, σὺ δ’ ἀληθεῦσαί τέ μοι πρὸς αὐ‐ τὸν δίδου καὶ γίγνου αὐτῷ, πλὴν ὀργῆς, πάντα. ἔρρωσο.
VA
.

6

.

34

Οἱ δὲ τοὺς Ταρσοὺς οἰκοῦντες τὸν μὲν ἄλλον χρόνον ἤχθοντο τῷ Ἀπολλωνίῳ διά τε τὰς ἐπι‐ πλήξεις, ἐπειδὴ ξυντόνους αὐτὰς ἐποιεῖτο, διά τε τὸ ἀνειμένοι καὶ τρυφῶντες μηδὲ τὴν τοῦ λόγου ἀνέχε‐
5σθαι ῥώμην, τότε δ’ οὕτω τι ἡττήθησαν τοῦ ἀνδρός, ὡς οἰκιστήν τε αὐτὸν ἡγεῖσθαι καὶ στήριγμα τοῦ ἄστεος. ἔθυε μὲν γὰρ δημοσίᾳ ὁ βασιλεύς, ξυνελ‐ θοῦσα δὲ ἡ πόλις ἱκέτευεν ὑπὲρ τῶν μεγίστων, ὁ δὲ μεμνήσεσθαι τούτων πρὸς τὸν πατέρα ἔφη καὶ πρε‐
10σβεύσειν αὐτὸς ὑπὲρ ὧν δέονται· παρελθὼν δὲ ὁ Ἀπολλώνιος „εἰ δὲ ἐνίουσ“ ἔφη „τούτων ἐλέγξαιμι σοὶ μὲν καὶ πατρὶ τῷ σῷ πολεμίους, πεπρεσβευμέ‐ νους δὲ ὑπὲρ νεωτέρων ἐς τὰ Σόλυμα, ξυμμάχους
δ’ ἀφανεῖς τῶν σοι φανερωτάτων ἐχθρῶν, τί πεί‐246
15σονται;“ „τί δὲ ἄλλο γε,“ εἶπεν „ἢ ἀπολοῦνται;“ „εἶτα οὐκ αἰσχρὸν“ ἔφη „τὰς μὲν τιμωρίας αὐτίκα ἀπαιτεῖν, τὰς δὲ εὐεργεσίας ὀψὲ διδόναι, καὶ τὰς μὲν καθ’ ἑαυτὸν ποιεῖσθαι, τὰς δὲ ἐς κοινωνίαν γνώμης ἀνατίθεσθαι;“ ὑπερησθεὶς δὲ ὁ βασιλεὺς „δίδωμι
20τὰς δωρεάς,“ εἶπεν „οὐ γάρ μοι ἀχθέσεται ὁ πατὴρ ἀληθείας ἡττωμένῳ καὶ σοῦ.
VA
.

6

.

35

Τοσαῦτα ἔθνη φασὶν ἐπελθεῖν τὸν Ἀπολλώνιον σπουδάζοντά τε καὶ σπουδαζόμενον. αἱ δὲ ἐφεξῆς ἀποδημίαι πολλαὶ μὲν ἐγένοντο τῷ ἀνδρί, οὐ μὴν τοσαῦταί γε ἔτι, οὐδὲ ἐς ἕτερα ἔθνη πλὴν ἃ ἔγνω,
5περί τε γὰρ τὴν ἐπὶ θαλάττῃ Αἴγυπτον καταβάντι αὐτῷ ἐξ Αἰθιοπίας διατριβὴ πλείων ἐγένετο, περί τε Φοίνικας καὶ Κίλικας Ἴωνάς τε καὶ Ἀχαιοὺς καὶ Ἰταλοὺς πάλιν οὐδαμοῦ ἐλλείποντι τὸ μὴ οὐχ ὁμοίῳ φαίνεσθαι. χαλεποῦ γὰρ τοῦ γνῶναι ἑαυτὸν δοκοῦν‐
10τος χαλεπώτερον ἔγωγε ἡγοῦμαι τὸ μεῖναι τὸν σοφὸν ἑαυτῷ ὅμοιον, οὐδὲ γὰρ τοὺς πονηρῶς φύντας ἐς τὸ λῷον μεταστήσει μὴ πρότερον ἐξασκήσας τὸ μὴ αὐτὸς μεθίστασθαι. ὑπὲρ μὲν δὴ τούτων ἐν ἑτέροις λόγοις ἱκανῶς εἴρηκα διδάσκων τοὺς μὴ μαλακῶς
15αὐτοῖς ὁμιλοῦντας, ὅτι τὸν ἀτεχνῶς ἄνδρα μήτε μεταστήσει τι μήτε δουλώσεται. ὡς δὲ μήτε ἐς λόγων ἴοιμεν μῆκος ἀκριβῶς ἀναδιδάσκοντες τὰ παρ’ ἑκά‐ στοις αὐτῷ φιλοσοφηθέντα μήτ’ αὖ διαπηδῶντες φαινοίμεθα λόγον, ὃν οὐκ ἀπόνως παραδίδομεν τοῖς
20ἀπείροις τοῦ ἀνδρός, δοκεῖ μοι τὰ σπουδαιότερα ἐπελθεῖν τούτων καὶ ὁπόσα μνήμης ἀξιώσεται. ἡγώ‐ μεθα δὲ αὐτὰ παραπλήσια ταῖς τῶν Ἀσκληπιαδῶν ἐπιδημίαις.
VA
.

6

.

36

Μειράκιον ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε, τοὺς
δὲ ὄρνις ἐπαίδευε καὶ ξυνοίκους ἐπὶ σοφίᾳ ἐποιεῖτο· ἐδίδασκε δὲ αὐτοὺς λαλεῖν τε ὅσα οἱ ἄνθρωποι καὶ τερετίζειν ὅσα αὐλοί. τούτῳ περιτυχὼν „τί“ ἔφη247
5„ἐπιτηδεύεις;“ ἐπεὶ δὲ τάς τε ἀηδόνας αὐτῷ διῄει καὶ τοὺς κοψίχους καὶ ὁπόσα εὐγλωττίζοι τοὺς χαρα‐ δρίους, τὴν φωνὴν δὲ ἀπαίδευτον ἐφαίνετο „δοκεῖς μοι“ ἔφη „διαφθείρειν τοὺς ὄρνις, πρῶτον μὲν τῷ μὴ ξυγχωρεῖν αὐτοῖς τὸ ἑαυτῶν φθέγμα οὕτως ἡδὺ
10ὄν, ὡς μηδ’ ἂν τὰ μουσικὰ τῶν ὀργάνων ἐς μίμησιν αὐτοῦ καταστῆναι, εἶτα καὶ τῷ κάκιστα Ἑλλήνων αὐτὸς διαλεγόμενος μαθητὰς αὐτοὺς ποιεῖσθαι ἀφω‐ νίας. ἐπιτρίβεις δ’, ὦ μειράκιον, καὶ τὸν σεαυτοῦ οἶκον· βλέψαντι γὰρ ἐς τοὺς ἀκολούθους καὶ ὡς
15κατεσκεύασαι, τῶν ἁβρῶν ἔμοιγε καὶ οὐκ ἀπλούτων φαίνῃ, τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκο‐ φάνται κέντρα ἐπ’ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. καὶ τί χρήσῃ τῇ φιλορνιθίᾳ τότε; οὐδὲ γὰρ τὰ πασῶν ἀηδόνων μέλη ξυμφέρων ἀποσοβήσεις αὐτοὺς ἐγκει‐
20μένους τε καὶ ἐρείδοντας, ἀλλ’ ἐπαντλεῖν χρὴ τῶν ὄντων καὶ προβάλλειν αὐτοῖς τὸ χρυσίον, ὥσπερ τὰ μειλίγματα τοῖς κυσί, κἂν ὑλακτῶσιν, αὖθις διδόναι καὶ αὖθις, εἶτα αὐτὸν πεινῆν ὕστερον καὶ ἀπορεῖν. δεῖ δέ σοι ἐκτροπῆς λαμπρᾶς καὶ μεταβολῆς ἤδη
25τινὸς τῶν τρόπων, ὡς μὴ λάθῃς πτερορρυήσας τὸν πλοῦτον καὶ ἀξίως πράττων τοῦ θρηνεῖσθαι μᾶλλον ὑπ’ ὀρνίθων ἢ ᾄδεσθαι. τὸ δὲ φάρμακον τῆς μετα‐ βολῆς οὐ μέγα, ἐστὶ γάρ τι ἐν ἁπάσαις πόλεσιν ἔθνος ἀνθρώπων, ὃ σὺ οὔπω μὲν γιγνώσκεις, κα‐
30λοῦσι δὲ αὐτὸ διδασκάλους· τούτοις ἀπὸ τῆς οὐσίας μικρὰ δοὺς ἀσφαλῶς κεκτήσῃ τὰ πλείω, ῥητορικὴν γάρ σε παιδεύσουσι τὴν τῶν ἀγοραίων, ῥᾳδία δ’ ἡ τέχνη. εἰ μὲν γὰρ παῖδά σε ἑώρων ἔτι, ξυνεβού‐
λευον ἂν φοιτᾶν ἐπὶ φιλοσόφων τε καὶ σοφιστῶν248
35θύρας καὶ σοφίᾳ πάσῃ τὴν οἰκίαν τὴν σεαυτοῦ φράττειν, ἐπεὶ δὲ ἔξωρος τούτων τυγχάνεις ὤν, τὸ γοῦν ὑπὲρ σεαυτοῦ λέγειν ἔκμαθε, νομίσας, εἰ μὲν τὰ τελεώτερα ἔμαθες, κἂν ὅμοιος ἀνδρὶ ὁπλι‐ τεύοντί τε καὶ φοβερῷ δόξαι, ταυτὶ δ’ ἐκμαθὼν
40τὴν τῶν ψιλῶν τε καὶ σφενδονητῶν σκευὴν ἕξεις, βάλλοις γὰρ ἂν τοὺς συκοφάντας, ὥσπερ τοὺς κύ‐ νας.“ ξυνῆκε τὸ μειράκιον τούτων καὶ τὰς τῶν ὀρνίθων διατριβὰς ἐκλιπὸν ἐς διδασκάλων ἐβάδι‐ σεν, ὑφ’ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα
45ἴσχυσεν.
VA
.

6

.

37

Δυοῖν δὲ λόγοιν ἐν Σάρδεσι λεγομένοιν, τοῦ μέν, ὡς ὁ Πακτωλός ποτε τῷ Κροίσῳ ψῆγμα χρυ‐ σοῦ ἄγοι, τοῦ δέ, ὡς πρεσβύτερα τῆς γῆς εἴη τὰ δένδρα, τὸν μὲν πιθανῶς ἔφη πεπιστεῦσθαι, χρυσία
5γὰρ εἶναί ποτε τῷ Τμώλῳ ψαμμώδη καὶ τοὺς ὄμ‐ βρους αὐτὰ φέρειν ἐς τὸν Πακτωλὸν κατασύροντας, χρόνῳ δέ, ὅπερ φιλεῖ τὰ τοιαῦτα, ἐπιλιπεῖν αὐτὰ ἀποκλυσθέντα, τοῦ δ’ ἑτέρου λόγου καταγελάσας „ὑμεῖς μὲν“ ἔφη „προγενέστερα τῆς γῆς φατε εἶναι
10τὰ δένδρα, ἐγὼ δὲ πολὺν οὕτω χρόνον φιλοσοφήσας οὔπω ἔγνων οὐρανοῦ προγενεστέρους ἀστέρασ“ δι‐ δάσκων ὅτι μηδ’ ἂν γένοιτό τι τοῦ ἐν ᾧ φύεται μὴ ὄντος.
VA
.

6

.

38

Στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συ‐ ρίας ἄρχοντος καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφ’ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν
5διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελ‐ θὼν οὖν ὁ Ἀπολλώνιος „ὁ μὲν θεὸσ“ ἔφη „διαλ‐ λακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδ’ ἂν αὖθις
στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι.“ καὶ κατέστησεν αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ (ὡς) ταυτὸ τοῖς249
10ἑτέροις φοβήσονται.
VA
.

6

.

39

Ἄξιον δὲ καὶ τούτου ἐπιμνησθῆναι· ἔθυέ τις ὑπὲρ θησαυροῦ τῇ Γῇ καὶ οὐδὲ τῷ Ἀπολλωνίῳ προσεύχεσθαι ὑπὲρ τούτου ὤκνει, ὁ δὲ ἐνθυμηθείς, οἵων ἐρᾷ, „δεινόν γε,“ ἔφη „χρηματιστὴν ὁρῶ.“
5„κακοδαίμονα μὲν οὖν,“ εἶπεν „ᾧγέ ἐστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον.“ „ἔοικασ“ ἔφη „πολλοὺς τρέφειν καὶ ἀργοὺς οἰκέτας, οὐδὲ γὰρ αὐτός γε τῶν ἀσόφων φαίνῃ.“ ὁ δὲ ἠρέμα ἐπιδακρύσας „θυγάτριά μοι“ εἶπεν „ἐστὶ τέτταρα
10καὶ φερνῶν δεῖ τεττάρων, ἐμοὶ δέ εἰσι δισμύριαί που δραχμαὶ νῦν, ἐπειδὰν δὲ ταῖς θυγατράσι κατα‐ νεμηθῶσιν, ἐκεῖναί τε σμικρὰ εἰληφέναι δόξουσιν ἐγώ τε ἀπολοῦμαι ἔχων οὐδέν.“ παθὼν οὖν τι πρὸς αὐτὸν ὁ Ἀπολλώνιος „ἐπιμελησόμεθά σου“ ἔφη
15„κἀγὼ καὶ ἡ Γῆ, φασὶ γάρ σε θύειν αὐτῇ.“ καὶ εἰπὼν ταῦτα προῄει τὰ προάστεια, ὥσπερ οἱ τοὺς καρποὺς ὠνούμενοι, ἰδὼν δέ τι χωρίον ἐλᾳῶν πλῆ‐ ρες καὶ ἡσθεὶς τοῖς δένδρεσιν, ὡς εὐφυᾶ τε ἦν καὶ μεγάλα καί τινος κηπίου ἐν αὐτῷ ὄντος, ἐν ᾧ σμήνη
20τε καὶ ἄνθη ἑωρᾶτο, παρῆλθεν ἐς τὸ κηπίον ὥς τι ἐπισκεψόμενος μεῖζον καὶ προσευξάμενος τῇ Παν‐ δώρᾳ ἐχώρει ἐς τὸ ἄστυ. βαδίσας δὲ παρὰ τὸν τοῦ ἀγροῦ δεσπότην, ᾧ πλοῦτος ἐκ τῶν παρανομωτάτων πεπόριστο τὰς Φοινίκων οὐσίας ἐνδεικνύντι „χω‐
25ρίον“ ἔφη „τὸ δεῖνα πόσου ἐπρίω καὶ τί πεπόνηταί σοι ἐς αὐτό;“ τοῦ δὲ πέρυσι μὲν ἐωνῆσθαι τὸν ἀγρόν, πεντακισχιλίων δὲ καὶ μυρίων φήσαντος, οὔπω δ’ ἐκπεπονηκέναι τι, πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτὸν εὕρημα ποιησάμενον
30τὰς πεντακισχιλίας. ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλ’ οὐδ’ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δὲ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖν χεροῖν οὔσας ἐφ’ ἑαυτῷ εἶναι ἄν, τὸν δ’ ἀντ’ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κείσεσθαι καὶ χαλάζαις καὶ τοῖς250
35ἄλλοις, ἃ τοὺς καρποὺς φθείρει· ἐπεὶ δὲ ἀμφορέα μὲν τρισχιλίων δαρεικῶν αὐτίκα εὗρε περὶ αὐτὸ μά‐ λιστα τὸ ἐν τῷ κηπίῳ σμῆνος, εὐφόρου δὲ τοῦ τῆς ἐλαίας καρποῦ ἔτυχεν οὐκ εὐφορούσης τότε τῆς ἄλ‐ λης γῆς, ὕμνοι αὐτῷ ἐς τὸν ἄνδρα ᾔδοντο καὶ μνη‐
40στήρων θεραπευόντων αὐτὸν πλέα ἦν πάντα.
VA
.

6

.

40

Κἀκεῖνα ἀξιομνημόνευτα εὗρον τοῦ ἀνδρὸς ἐρᾶν τις ἐδόκει τοῦ τῆς Ἀφροδίτης ἕδους, ὃ ἐν Κνίδῳ γυμνὸν ἵδρυται, καὶ τὰ μὲν ἀνετίθει, τὰ δ’ ἀναθή‐ σειν ἔφασκεν ὑπὲρ τοῦ γάμου, Ἀπολλωνίῳ δὲ καὶ
5ἄλλως μὲν ἄτοπα ἐδόκει ταῦτα, ἐπεὶ δὲ μὴ παρῃτεῖτο ἡ Κνίδος, ἀλλ’ ἐναργεστέραν ἔφασαν τὴν θεὸν δόξειν, εἰ ἐρῷτο, ἔδοξε τῷ ἀνδρὶ καθῆραι τὸ ἱερὸν τῆς ἀνοίας ταύτης, καὶ ἐρομένων τῶν Κνιδίων αὐτόν, εἴ τι βούλοιτο τῶν θυτικῶν ἢ εὐκτικῶν διορθοῦσθαι
10„ὀφθαλμοὺσ“ ἔφη „διορθώσομαι, τὰ δὲ τοῦ ἱεροῦ πάτρια ἐχέτω, ὡς ἔχει.“ καλέσας οὖν τὸν θρυπτό‐ μενον ἤρετο αὐτόν, εἰ θεοὺς νενόμικε, τοῦ δ’ οὕτω νομίζειν θεοὺς φήσαντος, ὡς καὶ ἐρᾶν αὐτῶν, καὶ τῶν γάμων μνημονεύσαντος, οὓς θύσειν ἡγεῖτο, „σὲ
15μὲν ποιηταὶ“ ἔφη „ἐπαίρουσι τοὺς Ἀγχίσας τε καὶ τοὺς Πηλέας θεαῖς ξυζυγῆναι εἰπόντες, ἐγὼ δὲ περὶ τοῦ ἐρᾶν καὶ ἐρᾶσθαι τόδε γιγνώσκω· θεοὶ θεῶν ἄνθρωποι ἀνθρώπων θηρία θηρίων καὶ καθάπαξ ὅμοια ὁμοίων ἐρᾷ ἐπὶ τῷ ἔτυμα καὶ ξυγγενῆ τίκτειν,
20τὸ δὲ ἑτερογενὲς τῷ μὴ ὁμοίῳ ξυνελθὸν οὔτε ζυγὸς οὔτε ἔρως. εἰ δὲ ἐνεθυμοῦ τὰ Ἰξίονος, οὐδ’ ἂν ἐς
ἔννοιαν καθίστασο τοῦ μὴ ὁμοίων ἐρᾶν. ἀλλ’ ἐκεῖνος μὲν τροχῷ εἰκασμένος δι’ οὐρανοῦ κνάμπτεται, σὺ δ’, εἰ μὴ ἄπει τοῦ ἱεροῦ, ἀπολεῖ ἐν ἁπάσῃ τῇ γῇ251
25οὐδ’ ἀντειπεῖν ἔχων τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι.“ ὧδε ἡ παροινία ἐσβέσθη καὶ ἀπῆλθεν ὁ φάσκων ἐρᾶν ὑπὲρ ξυγγνώμης θύσας.
VA
.

6

.

41

Σεισμῶν δὲ κατασχόντων ποτὲ τὰς ἐν τῷ ἀρι‐ στερῷ Ἑλλησπόντῳ πόλεις, Αἰγύπτιοι μὲν καὶ Χαλ‐ δαῖοι περὶ αὐτὰς ἠγείροντο ὑπὲρ ξυλλογῆς χρημά‐ των, ὡς δεκαταλάντους θυσίας Γῇ καὶ Ποσειδῶνι
5θύσοντες, ξυνέφερον δ’ αἱ πόλεις τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὰ δὲ ἀπὸ τῶν οἴκων ὑποκείμενοι τῷ φόβῳ, οἱ δέ, εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι· δοκεῖ δὴ τῷ ἀνδρὶ μὴ περιιδεῖν τοὺς Ἑλλησποντίους * καὶ παρελθὼν
10ἐς τὰς πόλεις τοὺς μὲν ἀπήλασεν ὡς θησαυρὸν πε‐ ποιημένους τὰ ἑτέρων κακά, τὰς δὲ αἰτίας τῶν μηνι‐ μάτων ξυλλαβὼν καὶ ὡς ἑκάστῃ πρόσφορον θύσας ἀπεύξατο τὴν προσβολὴν δαπάνῃ σμικρᾷ, καὶ ἡ γῆ ἔστη.
VA
.

6

.

42

Δομετιανοῦ δὲ βασιλέως ὑπὸ τὸν αὐτὸν χρόνον εὐνούχους τε μὴ ποιεῖν νομοθετήσαντος ἀμπέλους τε μὴ φυτεύειν ἔτι καὶ τὰς πεφυτευμένας δὲ αὐτῶν ἐκκόπτειν παρελθὼν ἐς τοὺς Ἴωνας ὁ Ἀπολλώνιος
5„τὰ μὲν προστάγματα οὐ πρὸς ἐμὲ“ ἔφη „ταῦτα, μόνος γὰρ ἴσως ἀνθρώπων οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώ‐ πων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων.“ ὅθεν ἐς θάρσος ἡ Ἰωνία ἦλθε πρεσβεύσασθαι πρὸς τὸν
10βασιλέα ὑπὲρ ἀμπέλων καὶ παραιτήσασθαι νόμον, ὃς ἐκέλευε καὶ δῃοῦσθαι τὴν γῆν καὶ μὴ φυτεύεσθαι.
VA
.

6

.

43

Κἀκεῖνα ἐν Ταρσοῖς τοῦ ἀνδρὸς ᾄδουσι· κύων
ἐνεπεπτώκει ἐφήβῳ λυττῶν καὶ ἀπῆγε τὸν ἔφηβον τὸ δῆγμα ἐς τὰ τῶν κυνῶν πάντα, ὑλάκτει τε γὰρ καὶ ὠρύετο καὶ τετράπους ἔθει τὼ χεῖρε ὑπέχων τῷ252
5δρόμῳ. νοσοῦντι δ’ αὐτῷ τριακοστὴν ἡμέραν ἐφί‐ σταται μὲν ὁ Ἀπολλώνιος ἄρτι ἐς τοὺς Ταρσοὺς ἥκων, κελεύει δὲ ἀνιχνευθῆναί οἱ τὸν κύνα, ὃς ταῦτα εἰργά‐ σατο, οἱ δ’ οὔτε ἐντετυχηκέναι τῷ κυνὶ ἔφασαν, ἔξω γὰρ τείχους εἰλῆφθαι αὐτὸν τοῦ ἐφήβου πρὸς ἀκον‐
10τίοις ὄντος, οὔτ’ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἡ ἰδέα τοῦ κυνός, ἐπεὶ μηδὲ αὑτὸν ἔτι οἶδεν. ἐπισχὼν οὖν „ὦ Δάμι,“ ἔφη „λευκὸς ὁ κύων λάσιος προβα‐ τευτικὸς Ἀμφιλοχικῷ ἴσος, προσέστηκε δὲ τῇ δεῖνι κρήνῃ τρέμων, τὸ γὰρ ὕδωρ καὶ ποθεῖ καὶ δέδοικεν·
15ἄγε μοι τοῦτον ἐπὶ τὴν τοῦ ποταμοῦ ὄχθην, ἐφ’ ἧς αἱ παλαῖστραι, μόνον εἰπών, ὅτι ὑπ’ ἐμοῦ καλοῖτο.“ ἑλχθεὶς δ’ ὁ κύων ὑπὸ τοῦ Δάμιδος ὑπεκλίθη τοῖς τοῦ Ἀπολλωνίου ποσίν, ὥσπερ οἱ βώμιοι τῶν ἱκετῶν κλαίων, ὁ δ’ ἡμέρου τε αὐτὸν ἔτι μᾶλλον καὶ τῇ
20χειρὶ ἐπράυνε, τὸν ἔφηβόν τε ἵστη ἐγγὺς ξυνέχων αὐτός, ὡς δὲ μὴ λάθοι τοὺς πολλοὺς μέγα ἀπόρρητον „μεθέστηκε μὲν“ ἔφη „ἐς τὸν παῖδα τοῦτον ἡ Τηλέ‐ φου ψυχὴ τοῦ Μυσοῦ, Μοῖραι δ’ ἐπ’ αὐτῷ ταὐτὰ βούλονται,“ καὶ εἰπὼν ταῦτα ἐκέλευσε τὸν κύνα
25περιλιχμήσασθαι τὸ δῆγμα, ὡς ἰατρὸς αὐτῷ πάλιν ὁ τρώσας γένοιτο. ἐπεστράφη τὸ ἐντεῦθεν ἐς τὸν πα‐ τέρα ὁ παῖς καὶ ξυνῆκε τῆς μητρὸς προσεῖπέ τε τοὺς ἥλικας καὶ ἔπιε τοῦ Κύδνου, περιώφθη δὲ οὐδὲ ὁ κύων, ἀλλὰ κἀκεῖνον εὐξάμενος τῷ ποταμῷ δι’ αὐτοῦ
30ἧκεν. ὁ δ’ ἐπεὶ διέβη τὸν Κύδνον, ἐπιστὰς τῇ ὄχθῃ φωνήν τε ἀφῆκεν, ὅπερ ἥκιστα περὶ τοὺς λυττῶντας τῶν κυνῶν ξυμβαίνει, καὶ τὰ ὦτα ἀνακλάσας ἔσεισε τὴν οὐρὰν ξυνιεὶς τοῦ ἐρρῶσθαι, φαρμακοποσία γὰρ
λύττης ὕδωρ, ἢν θαρσήσῃ αὐτὸ ὁ λυττῶν.253
35 Τοιαῦτα τοῦ ἀνδρὸς τὰ ὑπὲρ ἱερῶν τε καὶ πό‐ λεων καὶ τὰ πρὸς δήμους καὶ ὑπὲρ δήμων καὶ τὰ ὑπὲρ τεθνεώτων ἢ νοσούντων καὶ τὰ πρὸς σοφούς τε καὶ μὴ σοφοὺς καὶ τὰ πρὸς βασιλέας, οἳ ξύμβου‐ λον αὐτὸν ἀρετῆς ἐποιοῦντο.
VA
.

7

.

1

Οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν ἀρίστη βά‐ σανος ἀνδρῶν φιλοσοφούντων, καὶ ξυγχωρῶ σκο‐ πεῖν, ὅ τι ἕκαστος ἑτέρου ἧττον ἢ μᾶλλον ἀνὴρ ἔδοξεν, ὁ λόγος δέ μοι ξυντείνει ἐς τόδε· κατὰ τοὺς
5χρόνους, οὓς Δομετιανὸς ἐτυράννευσε, περιέστησαν τὸν ἄνδρα κατηγορίαι καὶ γραφαί, ὅπως μὲν ἀρξά‐ μεναι καὶ ὁπόθεν καὶ ὅ τι ἑκάστῃ ὄνομα, δηλώσω αὐτίκα, ἐπεὶ δὲ ἀνάγκη λέξαι, τί μὲν εἰπών, τίς δὲ εἶναι δόξας ἀπῆλθε τῆς κρίσεως ἑλὼν μᾶλλον τὸν
10τύραννον ἢ ἁλοὺς αὐτός, δοκεῖ μοι διελθεῖν πρὸ τούτων, ὁπόσα εὗρον ἀφηγήσεως ἄξια σοφῶν ἀνδρῶν πρὸς τυράννους ἔργα παραδεικνύειν τε αὐτὰ τοῖς Ἀπολλωνίου· χρὴ γάρ που τἀληθὲς οὕτω μαστεύειν.
VA
.

7

.

2

Ζήνων μὲν τοίνυν ὁ Ἐλεάτης, διαλεκτικῆς δὲ οὗτος δοκεῖ ἄρξαι, τὴν Νεάρχου τοῦ Μυσοῦ καταλύων τυραννίδα ἥλω καὶ στρεβλωθεὶς τοὺς μὲν ἑαυτοῦ ξυνωμότας ἀπεσιώπησεν, οἳ δ’ ἦσαν τῷ τυράννῳ
5βέβαιοι, διαβαλὼν τούτους ὡς οὐ βεβαίους, οἱ μὲν ὡς ἐπ’ ἀληθέσι ταῖς αἰτίαις ἀπέθανον, ὁ δ’ ἐλεύ‐ θερα τὰ Μυσῶν ἤγαγε τὴν τυραννίδα περὶ ἑαυτῇ σφήλας. Πλάτων δὲ ὑπὲρ τῆς Σικελιωτῶν ἐλευθε‐ ρίας ἀγῶνά φησιν ἄρασθαι συλλαβὼν τῆς διανοίας
10ταύτης Δίωνι. Φύτων δὲ Ῥηγίου ἐκπεσὼν κατέφυγε
μὲν ἐπὶ Διονύσιον τὸν Σικελίας τύραννον, μειζόνων δὲ ἀξιωθεὶς ἢ τὸν φεύγοντα εἰκὸς ξυνῆκε μὲν τοῦ τυράννου καὶ ὅτι τοῦ Ῥηγίου ἐρῴη, Ῥηγίνοις δ’ ἐπι‐ στέλλων ταῦτα ἥλω, καὶ ὁ μὲν τύραννος ἑνὸς τῶν254
15μηχανημάτων ἀνάψας αὐτὸν ζῶντα προσήγαγε τοῖς τείχεσιν, ὡς μὴ βάλοιεν οἱ Ῥηγῖνοι τὸ μηχάνημα φειδοῖ τοῦ Φύτωνος, ὁ δὲ ἐβόα βάλλειν, σκοπὸς γὰρ αὐτοῖς ἐλευθερίας εἶναι. Ἡρακλείδης δὲ καὶ Πύ‐ θων οἱ Κότυν ἀποκτείναντες τὸν Θρᾷκα νεανία μὲν
20ἤστην ἄμφω, τὰς δὲ Ἀκαδημίους διατριβὰς ἐπαι‐ νοῦντες σοφώ τε ἐγενέσθην καὶ οὕτως ἐλευθέρω. τὰ δὲ Καλλισθένους τοῦ Ὀλυνθίου τίς οὐκ οἶδεν; ὃς ἐπὶ τῆς αὐτῆς ἡμέρας ἐπαινέσας τε καὶ διαβαλὼν Μακεδόνας, ὅτε μέγιστοι δυνάμει ἦσαν, ἀπέθανεν
25ἀηδὴς δόξας. Διογένης δὲ ὁ Σινωπεὺς καὶ Κράτης ὁ Θηβαῖος ὁ μὲν εὐθὺ Χαιρωνείας ἥκων ἐπέπληξεν ὑπὲρ Ἀθηναίων Φιλίππῳ περὶ ὧν Ἡρακλείδης εἶναι φάσκων ἀπώλλυ ὅπλοις τοὺς ὑπὲρ ἐκείνων ὅπλα ἠρμένους, ὁ δ’ ἀνοικιεῖν Θήβας Ἀλεξάνδρου δι’
30αὐτὸν φήσαντος οὐκ ἂν ἔφη δεηθῆναι πατρίδος, ἣν κατασκάψει τις ὅπλοις ἰσχύσας. καὶ λέγοιτο μὲν (ἂν) πολλὰ τοιαῦτα, ὁ λόγος δὲ οὐ ξυγχωρεῖ μῆκος τῷ γε ἀνάγκην ἔχοντι καὶ πρὸς ταῦτα ἀντειπεῖν οὐχ ὡς οὐ καλὰ ἢ οὐκ ἐν λόγῳ πᾶσιν, ἀλλ’ ὡς ἥττω τῶν
VA
.

7

.

3

Ἀπολλωνίου, κἂν ἄριστα ἑτέρων φαίνηται· τὸ μὲν τοίνυν τοῦ Ἐλεάτου ἔργον καὶ οἱ τὸν Κότυν ἀπε‐ κτονότες οὔπω ἀξιόλογα, Θρᾷκας γὰρ καὶ Γέτας δουλοῦσθαι μὲν ῥᾴδιον, ἐλευθεροῦν δὲ εὔηθες, οὐδὲ
5γὰρ τῇ ἐλευθερίᾳ χαίρουσιν, ἅτε, οἶμαι, οὐκ αἰσχρὸν ἡγούμενοι τὸ δουλεύειν. Πλάτων δὲ ὡς μὲν οὐ σο‐ φόν τι ἔπαθε τὰ ἐν Σικελίᾳ διορθούμενος μᾶλλον ἢ τὰ Ἀθήνησιν, ἢ ὡς εἰκότως ἐπράθη σφαλείς τε καὶ
σφήλας, οὐ λέγω διὰ τοὺς δυσχερῶς ἀκροωμένους.255
10τὰ δὲ τοῦ Ῥηγίνου πρὸς Διονύσιον μὲν ἐτολμᾶτο τυραννεύοντα οὐ βεβαίως Σικελίας, ὁ δ’ ὑπ’ ἐκείνου πάντως ἀποθανὼν ἄν, εἰ καὶ μὴ ὑπὸ Ῥηγίνων ἐβλήθη, θαυμαστόν, οἶμαι, οὐδὲν ἔπραττε τὸν ὑπὲρ τῆς ἑτέρων ἐλευθερίας θάνατον μᾶλλον ἢ τὸν ὑπὲρ
15τῆς αὑτοῦ δουλείας αἱρούμενος. Καλλισθένης δὲ τὸ δόξαι κακὸς οὐδ’ ἂν νῦν διαφύγοι, τοὺς γὰρ αὐτοὺς ἐπαινέσας καὶ διαβαλὼν ἢ διέβαλεν, οὓς ἐνόμισεν ἐπαίνων ἀξίους, ἢ ἐπῄνεσεν, οὓς ἐχρῆν διαβάλλοντα φαίνεσθαι, καὶ ἄλλως ὁ μὲν καθιστάμενος ἐς τὸ λοι‐
20δορεῖσθαι τοῖς ἀγαθοῖς ἀνδράσιν οὐκ ἔχει ἀποδρᾶ‐ ναι τὸ μὴ οὐ δόξαι βάσκανος, ὁ δὲ τοὺς πονηροὺς κολακεύων ἐπαίνοις αὐτὸς ἀποίσεται τὴν αἰτίαν τῶν ἁμαρτηθέντων σφίσιν, οἱ γὰρ κακοὶ κακίους ἐπαι‐ νούμενοι. Διογένης δὲ πρὸ Χαιρωνείας μὲν εἰπὼν
25ταῦτα πρὸς τὸν Φίλιππον κἂν ἐφύλαξε τὸν ἄνδρα καθαρὸν τῶν ἐπ’ Ἀθηναίους ὅπλων, εἰργασμένοις δ’ ἐπιστὰς ὠνείδιζε μέν, οὐ μὴν διωρθοῦτο. Κράτης δὲ καὶ αἰτίαν ἂν λάβοι πρὸς ἀνδρὸς φιλοπόλιδος μὴ ξυναράμενος Ἀλεξάνδρῳ τῆς βουλῆς, ᾗ ἐς τὸ ἀνοι‐
30κίσαι τὰς Θήβας ἐχρῆτο. Ἀπολλώνιος δὲ οὔθ’ ὑπὲρ πατρίδος κινδυνευούσης δείσας οὔτε τοῦ σώματος ἀπογνοὺς οὔτ’ ἐς ἀνοήτους ὑπαχθεὶς λόγους οὔθ’ ὑπὲρ Μυσῶν ἢ Γετῶν οὔτε πρὸς ἄνδρα, ὃς ἦρχε νήσου μιᾶς ἢ χώρας οὐ μεγάλης, ἀλλ’ ὑφ’ ᾧ θά‐
35λαττά τε ἦν καὶ γῆ πᾶσα, πρὸς τοῦτον, ἐπειδὴ πικρῶς ἐτυράννευε, παρέταττεν ἑαυτὸν ὑπὲρ τοῦ τῶν ἀρχομένων κέρδους, χρησάμενος μὲν τῇ διανοίᾳ ταύτῃ καὶ πρὸς Νέρωνα, ἡγείσθω δ’ οὖν τις ἀκρο‐
VA
.

7

.

4

βολισμοὺς ἐκεῖνα, ἐπεὶ μὴ ὁμόσε χωρῶν, ἀλλὰ τὸν Βίνδικα ἐπιρρωννὺς καὶ τὸν Τιγελλῖνον ἐκπλήττων
σαθροτέραν τὴν τυραννίδα ἐποίει, καί τις ἀναφύεται λόγος ἀλαζὼν ἐνταῦθα, ὡς οὐδὲν γενναῖον ἐπιθέ‐256
5σθαι Νέρωνι ψαλτρίας τινὸς ἢ αὐλητρίδος βίον ζῶντι· ἀλλὰ περί γε Δομετιανοῦ τί φήσουσιν; ὃς τὸ μὲν σῶμα ἔρρωτο, ἡδονὰς δὲ τὰς μὲν ἐξ ὀργάνων τε καὶ κτύπων τὰς τὸ θυμοειδὲς ἀπομαραινούσας παρῃτεῖτο, τὰ δὲ ἑτέρων ἄχη καὶ ὅ τι ὀλοφύραιτό
10τις, ἐς τὸ εὐφραῖνον εἷλκε, τὴν δ’ ἀπιστίαν δήμων μὲν ἐκάλει πρὸς τοὺς τυράννους φυλακτήριον, τυ‐ ράννων δὲ πρὸς πάντας, τὴν δὲ νύκτα πάντων μὲν ἔργων ἠξίου παύειν βασιλέα, φόνων δὲ ἄρχειν, ὅθεν ἠκρωτηριάσθη μὲν ἡ βουλὴ τοὺς εὐδοκιμωτάτους,
15φιλοσοφία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆμα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέ‐ ραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δ’ ἐς λόγους ἀπενεχθῆναι ξυμβούλους τῶν ἁμαρτημάτων. ὁ δ’, ὥσπερ τῷ Σοφοκλεῖ πεποίηται
20πρὸς τὸν Οἰδίπουν ὁ Τειρεσίας ὑπὲρ ἑαυτοῦ λέγων
οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ, οὕτω τὴν σοφίαν δέσποιναν πεποιημένος ἐλεύθερος ἦν τῆς Δομετιανοῦ φορᾶς τὰ Τειρεσίου τε καὶ Σο‐ φοκλέους ἑαυτῷ ἐπιθεσπίσας καὶ δεδιὼς μὲν οὐδὲν
25ἴδιον, ἃ δὲ ἑτέρους ἀπώλλυ, ἐλεῶν, ὅθεν ξυνίστη ἐπ’ αὐτὸν νεότητά τε, ὁπόσην ἡ βουλὴ εἶχε, καὶ ξύν‐ εσιν, ὁπόση περὶ ἐνίους αὐτῶν ἑωρᾶτο, φοιτῶν ἐς τὰ ἔθνη καὶ φιλοσοφῶν πρὸς τοὺς ἡγεμόνας, ὡς οὔτε ἀθάνατος ἡ τῶν τυράννων ἰσχὺς αὐτῷ τε τῷ
30φοβεροὶ δοκεῖν ἁλίσκονται μᾶλλον. διῄει δὲ αὐτοῖς καὶ τὰ Παναθήναια τὰ Ἀττικά, ἐφ’ οἷς Ἁρμόδιός τε καὶ Ἀριστογείτων ᾄδονται, καὶ τὸ ἀπὸ Φυλῆς ἔργον, ὃ καὶ τριάκοντα ὁμοῦ τυράννους εἷλε, καὶ τὰ Ῥωμαίων δὲ αὐτῶν διῄει πάτρια, ὡς κἀκεῖνοι δῆμος
35τὸ ἀρχαῖον ὄντες τὰς τυραννίδας ἐώθουν ὅπλοις.257
VA
.

7

.

5

τραγῳδίας δὲ ὑποκριτοῦ παρελθόντος ἐς τὴν Ἔφεσον ἐπὶ τῇ Ἰνοῖ τῷ δράματι καὶ ἀκροωμένου τοῦ τῆς Ἀσίας ἄρχοντος, ὃς καίτοι νέος ὢν φανερὸς ἐν ὑπά‐ τοις ἀτολμότερον ὑπὲρ τούτων διενοεῖτο, ὁ μὲν ὑπο‐
5κριτὴς ἐπέραινεν ἤδη τὰ ἰαμβεῖα, ἐν οἷς ὁ Εὐριπίδης διὰ μακρῶν αὐξηθέντας τοὺς τυράννους ἁλίσκεσθαί φησιν ὑπὸ μικρῶν, ἀναπηδήσας δὲ ὁ Ἀπολλώνιος „ἀλλ’ ὁ δειλὸσ“ ἔφη „οὗτος οὔτε Εὐριπίδου ξυν‐
VA
.

7

.

6

ίησιν οὔτε ἐμοῦ.“ καὶ μὴν καὶ λόγου ἀφικομένου, ὡς λαμπρὰν κάθαρσιν εἴη Δομετιανὸς πεποιημένος τῆς Ῥωμαίων Ἑστίας, ἐπειδὴ τρεῖς τῶν Ἑστιάδων ἀπέκτεινεν ἐπ’ αἰτίᾳ τῆς ζώνης καὶ τῷ μὴ καθαρεῦ‐
5σαι γάμων, ἃς ἁγνῶς τὴν Ἰλιάδα Ἀθηνᾶν καὶ τὸ ἐκεῖ πῦρ θεραπεύειν ἔδει, „εἰ γὰρ καὶ σὺ“ ἔφη „καθαρθείης, Ἥλιε, τῶν ἀδίκων φόνων, ὧν πᾶσα ἡ οἰκουμένη μεστὴ νῦν.“ καὶ οὐδὲ ἰδίᾳ ταῦτα, ὥσπερ οἱ δειλοί, ἀλλ’ ἐν τῷ ὁμίλῳ καὶ ἐς πάντας ἐκήρυττέ
VA
.

7

.

7

τε καὶ ηὔχετο. ἐπεὶ δὲ Σαβῖνον ἀπεκτονὼς ἕνα τῶν ἑαυτοῦ ξυγγενῶν Ἰουλίαν ἤγετο, ἡ δὲ Ἰουλία γυνὴ μὲν ἦν τοῦ πεφονευμένου, Δομετιανοῦ δὲ ἀδελφιδῆ, μία τῶν Τίτου θυγατέρων, ἔθυε μὲν ἡ Ἔφεσος τοὺς
5γάμους, ἐπιστὰς δὲ τοῖς ἱεροῖς ὁ Ἀπολλώνιος „ὦ νὺξ“ ἔφη „τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα.“
VA
.

7

.

8

καὶ μὴν καὶ τὰ ἐν τῇ Ῥώμῃ ὧδε αὐτῷ ἐπράττετο· ἀρχῇ πρέπειν ἐδόκει Νερούας, ἧς μετὰ Δομετιανὸν σωφρόνως ἥψατο, ἦν δὲ καὶ περὶ Ὄρφιτόν τε καὶ Ῥοῦφον ἡ αὐτὴ δόξα. τούτους Δομετιανὸς ἐπιβου‐
5λεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα. ὢν δὲ ἐπι‐ τήδειος αὐτοῖς ὁ Ἀπολλώνιος τὸν μὲν χρόνον, ὃν Τίτος ὁμοῦ τῷ πατρὶ καὶ μετὰ τὸν πατέρα ἦρχεν,
ἀεί τι ὑπὲρ σωφροσύνης ἐπέστελλε τοῖς ἀνδράσι258
10προσποιῶν αὐτοὺς τοῖς βασιλεῦσιν ὡς χρηστοῖς, Δο‐ μετιανοῦ δέ, ἐπεὶ χαλεπὸς ἦν, ἀφίστη τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας ἐρρώννυ. τὰς μὲν δὴ ἐπιστολιμαίους ξυμβουλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, πολλοὺς γὰρ τῶν ἐν δυνάμει καὶ δοῦλοι προὔ‐
15δοσαν καὶ φίλοι καὶ γυναῖκες καὶ οὐδὲν ἀπόρρητον ἐχώρησε τότε οἰκία, τῶν δὲ αὑτοῦ ἑταίρων τοὺς σω‐ φρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων „διάκο‐ νον“ εἶπεν ἂν „ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ· βαδίσαι δὲ χρὴ ἐς τὴν Ῥώμην παρὰ τὸν δεῖνα καὶ
20διαλεχθῆναί οἱ καὶ γενέσθαι πρὸς τὴν πειθὼ τοῦ ἀνδρὸς πᾶν ὅ τι ἐγώ.“ ἐπεὶ δὲ ἤκουσεν, ὅτι φεύ‐ γοιεν ὁρμῆς μὲν ἐνδειξάμενοί τι ἐπὶ τὸν τύραννον, ὄκνῳ δ’ ἐκπεσόντες ὧν διενοήθησαν, διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης περὶ τὸ νέμος τῆς Σμύρ‐
VA
.

7

.

9

νης, ἐν ᾧ ὁ Μέλης, εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐ‐ τίκα δὴ ἄρξοι, διῄει τὸν λόγον καὶ ὅτι μηδ’ οἱ τύ‐ ραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπι‐
5στρέψας ἐς αὐτὴν τοὺς παρόντας „ἀνόητε,“ εἶπεν „ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀπο‐ κτείνῃς, ἀναβιώσεται.“ ταῦτα ἐς Δομετιανὸν ἀφί‐ κετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν
10ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀπο‐ κτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον ἀπολογησό‐ μενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀπορρήτων· ἢ γὰρ
15ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπε‐ κτονέναι δόξειν, ἀλλ’ ἐν ἐκείνῳ ἑαλωκότας, ἢ εἰ
σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπο‐ λεῖσθαι σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοι‐ νωνοῦ τῆς αἰτίας.259
VA
.

7

.

10

Διανοουμένου δὲ αὐτοῦ ταῦτα καὶ γράφοντος ἤδη πρὸς τὸν τῆς Ἀσίας ἄρχοντα, ὡς ξυλληφθείη τε καὶ ἀναχθείη, προεῖδε μὲν ὁ Τυανεὺς πάντα δαι‐ μονίως τε καὶ ὥσπερ εἰώθει, πρὸς δὲ τοὺς ἑταίρους
5εἰπὼν δεῖσθαι ἀποδημίας ἀπορρήτου, τοὺς μὲν ἐσῆλ‐ θεν Ἀβάριδος τοῦ ἀρχαίου δόξα, καὶ ὅτι ἐς τοιόνδε τι ὡρμήκοι, ὁ δὲ οὐδὲ τῷ Δάμιδι τὸν ἑαυτοῦ νοῦν ἐκφήνας ἐς Ἀχαιοὺς ξὺν αὐτῷ ἔπλει, Κορίνθου δὲ ἐπιβὰς καὶ τῷ Ἡλίῳ περὶ μεσημβρίαν ὁπόσα εἰώθει
10δράσας ἀφῆκεν ἐς τὸ Σικελῶν καὶ Ἰταλῶν ἔθνος ἅμα ἑσπέρᾳ. τυχὼν δὲ οὐρίου πνεύματος καί τινος εὐροίας ὑποδραμούσης τὸ πέλαγος ἀφίκετο ἐς Δι‐ καιαρχίαν πεμπταῖος. Δημητρίῳ δὲ ἐντυχών, ὃς ἐδόκει θαρσαλεώτατος τῶν φιλοσόφων, ἐπεὶ μὴ πολὺ
15ἀπὸ τῆς Ῥώμης διῃτᾶτο, ξυνίει μὲν αὐτοῦ ἐξεστη‐ κότος τῷ τυράννῳ, διατριβῆς δὲ ἕνεκα „εἴληφά σε“ εἶπε „τρυφῶντα καὶ τῆς εὐδαίμονος Ἰταλίας, εἰ δὴ εὐδαίμων, τὸ μακαριώτατον οἰκοῦντα, ἐν ᾧ λέγεται καὶ Ὀδυσσεὺς Καλυψοῖ ξυνὼν ἐκλαθέσθαι καπνοῦ
20Ἰθακησίου καὶ οἴκου.“ περιβαλὼν δ’ αὐτὸν ὁ Δη‐ μήτριος καί τι καὶ ἐπευφημήσας „ὦ θεοί,“ ἔφη „τί πείσεται φιλοσοφία κινδυνεύουσα περὶ ἀνδρὶ τοι‐ ούτῳ;“ „κινδυνεύει δὲ“ εἶπε „τί;“ „ἅ γε,“ ἔφη „προειδὼς ἥκεις· εἰ γὰρ τὸν σὸν ἀγνοῶ νοῦν, οὐδὲ
25τὸν ἐμαυτοῦ οἶδα. διαλεγώμεθα δὲ μὴ ἐνταῦθα, ἀλλ’ ἴωμεν οὗ μόνων ἡμῶν ἡ ξυνουσία ἔσται, παρα‐ τυγχανέτω δὲ καὶ ὁ Δάμις, ὃν ἐγώ, νὴ τὸν Ἡρακλέα,
VA
.

7

.

11

Ἰόλεων ἡγοῦμαι τῶν σῶν ἄθλων.“ ἄγει δὲ αὐτοὺς εἰπὼν ταῦτα ἐς τὸ Κικέρωνος τοῦ παλαιοῦ χωρίον,
ἔστι δὲ τοῦτο πρὸς τῷ ἄστει. ἱζησάντων δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ὑποψαλλούσης αὐτοὺς τῆς260
5αὔρας ἐν ᾠδαῖς ἦσαν, ἀναβλέψας δὲ ἐς αὐτοὺς ὁ Δημήτριος „ὦ μακάριοι“ ἔφη „καὶ ἀτεχνῶς σοφοί, ὡς ἐδίδαξάν τε ὑμᾶς ᾠδὴν ἄρα Μοῦσαι μήπω ἐς δίκας ἢ διαβολὰς ὑπαχθεῖσαν, γαστρός τε κρείττους ἐποίησαν καὶ ἀνῴκισαν τοῦ ἀνθρωπείου φθόνου ἐς
10ταυτὶ τὰ δένδρα, ἐφ’ ὧν ὄλβιοι τὴν ἐφ’ ὑμῶν τε καὶ Μουσῶν εὐδαιμονίαν ᾄδετε.“ ὁ δὲ Ἀπολλώνιος ξυνίει μέν, οἷ τείνει ταῦτα, διαβαλὼν δ’ αὐτὰ ὡς ἀργότερα τῆς ἐπαγγελίας, „εἶτα“ εἶπε „τεττίγων βουληθεὶς διελθεῖν ἔπαινον οὐκ ἐς τὸ φανερὸν διῄεις
15αὐτόν, ἀλλ’ ἐνταῦθα πτήξας, ὥσπερ δημοσίᾳ κειμέ‐ νου νόμου μηδένα ἐπαινεῖν τέττιγας;“ „οὐχ ὑπὲρ ἐπαίνου“ ἔφη „ταῦτα εἶπον, ἀλλ’ ἐνδεικνύμενος, ὅτι τούτοις μὲν ἀνεῖται τὰ αὐτῶν μουσεῖα, ἡμῖν δὲ οὐδὲ γρύξαι συγγνώμη, ἀλλ’ ἔγκλημα ἡ σοφία εὕρη‐
20ται, καὶ ἡ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴ „Σω‐ κράτησ“ φησὶν „ἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων, ἡμᾶς δὲ οὑτωσὶ γράφον‐ ται· ἀδικεῖ ὁ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι
25πολλὰ εἰδώς. σὺ δ’, ὅσῳ περ ἡμῶν σοφώτατος, τοσούτῳ σοφωτέρα κατηγορία ἐπὶ σὲ εὕρηται· βού‐ λεται γάρ σε Δομετιανὸς μετέχειν τῶν ἐγκλημάτων, ἐφ’ οἷς Νερούας τε καὶ οἱ ξὺν αὐτῷ φεύγουσι.“ „φεύγουσι δ’“ ἦδ’ ὃς „ἐπὶ τῷ;“ „ἐπὶ τῇ μεγίστῃ
30γε“ ἔφη „τῶν νῦν αἰτιῶν, ὡς δοκεῖ τῷ διώκοντι· φησὶ γὰρ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν αὑτοῦ πηδῶν‐ τας ᾑρηκέναι, σὲ δὲ ἐξορμῆσαι τοὺς ἄνδρας ἐς ταῦτα παῖδα, οἶμαι, τεμόντα.“ „μῶν“ ἔφη „ὡς ὑπ’ εὐνού‐ χου ἡ ἀρχὴ καταλυθείη;“ „οὐ τοῦτο“ ἔφη „συκο‐
35φαντούμεθα, φασὶ δ’, ὡς παῖδα θύσαις ὑπὲρ μαν‐ τικῆς, ἣν τὰ νεαρὰ τῶν σπλάγχνων φαίνει, πρόσκει‐ ται δὲ τῇ γραφῇ καὶ περὶ ἀμπεχόνης καὶ διαίτης καὶ τὸ ἔστιν ὑφ’ ὧν προσκυνεῖσθαί σε. ταυτὶ γὰρ Τελεσίνου ἤκουον ἀνδρὸς ἐμοί τε καὶ σοὶ ἐπιτη‐261
40δείου.“ „ἕρμαιον,“ εἶπεν „εἰ Τελεσίνῳ ἐντευξόμεθα, λέγεις γάρ που τὸν φιλόσοφον, ὃς ἐπὶ Νέρωνος ἐν ὑπάτοις ἦρξεν;“ „ἐκεῖνον μὲν οὖν“ ἔφη „λέγω, ξυγγένοιο δ’ ἂν αὐτῷ τίνα τρόπον; αἱ γὰρ τυραν‐ νίδες ὑποπτότεραι πρὸς τοὺς ἐν ἀξίᾳ πάντας, ἢν ἐς
45κοινὸν ἴωσι λόγον τοῖς ἐν οἵᾳ σὺ νῦν αἰτίᾳ, Τελε‐ σῖνος δὲ καὶ τῷ κηρύγματι ὑπεξῆλθεν, ὃ κεκήρυκται νῦν ἐς φιλοσοφίαν πᾶσαν, ἀσπασάμενος μᾶλλον τὸ φεύγειν ὡς φιλόσοφος ἢ τὸ ὡς ὕπατος μένειν.“ „μὴ κινδυνευέτω“ εἶπεν „ὁ ἀνὴρ ἐμοῦγε ἕνεκα, ἱκανῶς
VA
.

7

.

12

γὰρ ὑπὲρ φιλοσοφίας κινδυνεύει. ἀλλ’ ἐκεῖνό μοι εἰπέ, Δημήτριε, τί δοκῶ σοι λέγων ἢ τί πράττων εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον;“ „μὴ παίζων,“ ἔφη „μηδέ, ἃ δέδιας, φοβεῖσθαι λέγων, εἰ γὰρ φοβερὰ
5ἡγοῦ ταῦτα, κἂν ᾤχου ἀποδρὰς τὸν ὑπὲρ αὐτῶν λόγον.“ „σὺ δ’ ἂν ἀπέδρας,“ εἶπεν „εἰ περὶ ὧν ἐγὼ ἐκινδύνευες;“ „οὐκ ἄν,“ ἔφη „μὰ τὴν Ἀθηνᾶν, εἴ τις ἐδίκαζε, τὸ δ’ ἄνευ δίκης καὶ ὃ μηδ’, εἰ ἀπο‐ λογοίμην, ἀκροασόμενος ἢ ἀκροασόμενος μέν, ἀπο‐
10κτενῶν δὲ καὶ μὴ ἀδικοῦντα. οὐκ ἂν ἔμοιγ’ οὖν ξυνεχώρησας ἑλέσθαι ποτὲ ψυχρὸν οὕτω καὶ ἀνδρα‐ ποδώδη θάνατον ἀντὶ τοῦ φιλοσοφίᾳ προσήκοντος· φιλοσοφίᾳ δέ, οἶμαι, προσήκει ἢ πόλιν ἐλευθεροῦντα ἀποθανεῖν ἢ γονεῦσι τοῖς ἑαυτοῦ καὶ παισὶ καὶ ἀδελ‐
15φοῖς καὶ τῇ ἄλλῃ ξυγγενείᾳ ἀμύνοντα ἢ ὑπὲρ φίλων ἀγωνιζόμενον, οἳ ξυγγενείας αἱρετώτεροι σοφοῖς ἀν‐ δράσιν ἢ οἳ ἠμπολημένοι ἐξ ἔρωτος, τὸ δὲ μὴ ἐπ’
ἀληθέσι, κεκομψευμένοις δ’ ἀποθανεῖν καὶ παρα‐ σχεῖν τῷ τυράννῳ σοφῷ δόξαι πολλῷ βαρύτερον ἢ262
20εἴ τις, ὥσπερ φασὶ τὸν Ἰξίονα, μετέωρος ἐπὶ τροχοῦ κνάμπτοιτο. σοὶ δὲ ἀγῶνος οἶμαι ἄρξειν αὐτὸ τὸ ἥκειν ἐνταῦθα, σὺ μὲν γὰρ τῷ τῆς γνώμης ὑγιαί‐ νοντι προστίθης τοῦτο καὶ τῷ μὴ ἂν θαρρῆσαι τὴν δεῦρο ὁδόν, εἴ τι ἠδίκεις, Δομετιανῷ δὲ οὐ δόξεις,
25ἀλλ’ ἀπόρρητόν τινα ἰσχὺν ἔχων θρασέως ἐρρῶσθαι. τὸ γὰρ καλοῦντος μέν, οὔπω δ’ ἡμέραι δέκα, ὥς φασι, σὲ δ’ ἀφῖχθαι πρὸς τὴν κρίσιν οὐδ’ ἀκηκοότα πω, ὡς κριθήσῃ, νοῦν τῇ κατηγορίᾳ δώσει, προ‐ γιγνώσκων γὰρ ἂν φαίνοιο καὶ ὁ λόγος ὁ περὶ τοῦ
30παιδὸς ἰσχύσει. καὶ ὅρα, μὴ τὰ περὶ Μοιρῶν καὶ ἀνάγκης, ὑπὲρ ὧν ἐν Ἰωνίᾳ διειλέχθαι σέ φασιν, ἐπὶ σὲ ἥκῃ καὶ βουλομένης τι τῆς εἱμαρμένης ἄτο‐ πον, σὺ δ’ ἠναγκασμένος χωρῇς ἐπ’ αὐτὸ οὐκ εἰδώς, ὡς σοφώτερον ἀεὶ τὸ φυλάττεσθαι. εἰ δὲ μὴ ἐκλέ‐
35λησαι τῶν ἐπὶ Νέρωνος, οἶσθά που τοὐμὸν καὶ ὅτι μὴ ἀνελεύθερος ἐγὼ πρὸς θάνατον. ἀλλ’ εἶχέ τι ῥᾳστώνης ἐκεῖνα· Νέρωνα γὰρ ἡ κιθάρα τοῦ μὲν προσφόρου βασιλείᾳ σχήματος ἐδόκει ἐκκρούειν, τὰ δὲ ἄλλα οὐκ ἀηδῶς ἥρμοττεν, ἦγε γάρ τινας πολ‐
40λάκις δι’ αὐτὴν ἐκεχειρίας, καὶ ἀπείχετο τῶν φόνων· ἐμὲ γοῦν οὐκ ἀπέκτεινε καίτοι τὸ ξίφος ἐπ’ ἐμαυτὸν ἕλκοντα διὰ τοὺς σούς τε κἀμοῦ λόγους, οὓς ἐπὶ τῷ βαλανείῳ διῆλθον, αἴτιον δ’ ἦν τοῦ μὴ ἀπο‐ κτεῖναι τὸ τὴν εὐφωνίαν αὐτῷ ἐπιδοῦναι τότε καὶ
45τό, ὡς ᾤετο, μελῳδίας λαμπρᾶς ἅψασθαι. νυνὶ δὲ τίνι μὲν εὐφωνίᾳ, τίνι δὲ κιθάρᾳ θύσομεν; ἄμουσα γὰρ καὶ μεστὰ χολῆς πάντα, καὶ οὔτ’ ἂν ὑφ’ ἑαυτοῦ ὅδε οὔτ’ ἂν ὑφ’ ἑτέρων θελχθείη. καίτοι Πίνδαρος ἐπαινῶν τὴν λύραν φησίν, ὡς καὶ τὸν τοῦ Ἄρεος
VA
.

7

.

12

(50)

θυμὸν θέλγει καὶ τῶν πολεμικῶν ἴσχει αὐτόν, οὑτοσὶ δὲ καίτοι μουσικὴν ἀγωνίαν καταστησάμενος ἐν‐ ταῦθα καὶ στεφανῶν δημοσίᾳ τοὺς νικῶντας ἔστιν οὓς καὶ ἀπέκτεινεν αὐτῶν, ὕστατά φασι μουσικὴν ἀγωνίαν αὐλήσαντάς τε καὶ ᾄσαντας. βουλευτέα δέ263
55σοι καὶ ὑπὲρ τῶν ἀνδρῶν, προσαπολεῖς γὰρ κἀκεί‐ νους ἢ θρασὺς δόξας ἢ εἰπών, ἃ μὴ πείσεις. ἡ σω‐ τηρία δέ σοι παρὰ πόδα· τῶν γὰρ νεῶν τούτων, πολλαὶ δ’, ὡς ὁρᾷς, εἰσίν, αἱ μὲν ἐς Λιβύην ἀφή‐ σουσιν, αἱ δ’ ἐς Αἴγυπτον, αἱ δ’ ἐς Φοινίκην καὶ
60Κύπρον, αἱ δ’ εὐθὺ Σαρδοῦς, αἱ δ’ ὑπὲρ Σαρδώ· μιᾶς ἐπιβάντι σοι κομίζεσθαι κράτιστον ἐς ὁτιδὴ τῶν ἐθνῶν τούτων, αἱ γὰρ τυραννίδες ἧττον χαλεπαὶ τοῖς φανεροῖς τῶν ἀνδρῶν, ἢν ἐπαινοῦντας αἴσθων‐ ται τὸ μὴ ἐν φανερῷ ζῆν.“
VA
.

7

.

13

Ἡττηθεὶς δ’ ὁ Δάμις τῶν τοῦ Δημητρίου λόγων „ἀλλὰ σύ γε“ ἔφη „φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα, ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ ξυμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐς ὀρθὰ ξίφη,
5μηδ’ ἀναρριπτεῖν πρὸς τυραννίδα, ἧς οὐ χαλεπω‐ τέρα ἐνομίσθη. τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα, εἰ μή σοι ξυνέτυχον, οὐδὲ τὸν νοῦν ἐγίγνωσκον, ἕπομαι μὲν γὰρ αὐτῷ θᾶττον ἢ ἑαυτῷ τις, εἰ δὲ ἔροιό με, ποῖ πλέω ἢ ἐφ’ ὅ τι, καταγέλαστος ἐγὼ τοῦ πλοῦ
10Σικελικὰ μὲν πελάγη καὶ Τυρρηνοὺς κόλπους ἀνα‐ μετρῶν, οὐκ εἰδὼς δέ, ὑπὲρ ὅτου. καὶ εἰ μὲν ἐκ προρρήσεως ἐκινδύνευον, εἶχον ἂν πρὸς τοὺς ἐρω‐ τῶντας λέγειν, ὡς Ἀπολλώνιος μὲν θανάτου ἐρᾷ, ἐγὼ δ’ ἀντεραστὴς ξυμπλέω, ἐπεὶ δ’ οὐδὲν οἶδα,
15ἐμὸν ἤδη λέγειν, ὑπὲρ ὧν οἶδα, λέξω δὲ αὐτὸ ὑπὲρ τοῦ ἀνδρός· εἰ μὲν γὰρ ἐγὼ ἀποθάνοιμι, οὔπω δεινὰ φιλοσοφία πείσεται, σκευοφόρῳ γὰρ εἴκασμαι στρα‐
τιώτου γενναίου λόγου ἀξιούμενος, ὅτι τοιῷδε ἕπο‐ μαι, εἰ δὲ ἔσται τις, ὃς ἀποκτενεῖ τοῦτον, εὔποροι δ’264
20αἱ τυραννίδες τὰ μὲν ξυνθεῖναι, τὰ δὲ ἐξᾶραι, τρό‐ παιον μὲν οἶμαι κατὰ φιλοσοφίας ἑστήξει σφαλείσης περὶ τῷ ἄριστα ἀνθρώπων φιλοσοφήσαντι, πολλοὶ δὲ Ἄνυτοι καθ’ ἡμῶν καὶ Μέλητοι, γραφαὶ δ’ αἱ μὲν ἔνθεν, αἱ δὲ ἐκεῖθεν ἐπὶ τοὺς Ἀπολλωνίῳ ξυγγε‐
25νομένους, ὡς ὁ μέν τις ἐγέλασε καθαπτομένου τῆς τυραννίδος, ὁ δ’ ἐπέρρωσε λέγοντα, ὁ δ’ ἐνέδωκε λέξαι τι, ὁ δ’ ἀπῆλθε ξὺν ἐπαίνῳ ὧν ἤκουσεν. ἐγὼ δ’ ἀποθνήσκειν μὲν ὑπὲρ φιλοσοφίας οὕτω φημὶ δεῖν, ὡς ὑπὲρ ἱερῶν καὶ τειχῶν καὶ τάφων, ὑπὲρ
30σωτηρίας γὰρ τῶν τοιῶνδε πολλοὶ καὶ ὀνομαστοὶ ἄν‐ δρες ἀποθανεῖν ἠσπάζοντο, ὡς δὲ ἀπολέσθαι φιλο‐ σοφίαν μήτε ἐγὼ ἀποθάνοιμι μήτε ὅστις ἐκείνης τε καὶ Ἀπολλωνίου ἐρᾷ.“
VA
.

7

.

14

Πρὸς ταῦτα ὁ Ἀπολλώνιος „Δάμιδι μὲν ὑπὲρ τῶν παρόντων εὐλαβῶς διειλεγμένῳ ξυγγνώμην“ ἔφη „προσήκει ἔχειν, Ἀσσύριος γὰρ ὢν καὶ Μήδοις προσοικήσας, οὗ τὰς τυραννίδας προσκυνοῦσιν, οὐδὲν
5ὑπὲρ ἐλευθερίας ἐνθυμεῖται μέγα, σὺ δ’ οὐκ οἶδ’ ὅ τι πρὸς φιλοσοφίαν ἀπολογήσῃ, φόβους ὑποτιθείς, ὧν, εἴ τι καὶ ἀληθὲς ἐφαίνετο, ἀπάγειν ἐχρῆν μᾶλ‐ λον ἢ ἔσω καθιστάναι τοῦ φοβεῖσθαι τὸν μηδ’ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα. σοφὸς δ’ ἀνὴρ ἀποθνη‐
10σκέτω μὲν ὑπὲρ ὧν εἶπας, ἀποθάνοι δ’ ἄν τις ὑπὲρ τούτων καὶ μὴ σοφός, τὸ μὲν γὰρ ὑπὲρ ἐλευθερίας ἀποθνήσκειν νόμῳ προστέτακται, τὸ δ’ ὑπὲρ ξυγγε‐ νείας ἢ φίλων ἢ παιδικῶν φύσις ὥρισε, δουλοῦται δὲ ἅπαντας ἀνθρώπους φύσις καὶ νόμος, φύσις μὲν
15καὶ ἑκόντας, νόμος δὲ ἄκοντας· σοφοῖς δὲ οἰκειότε‐ ρον τελευτᾶν ὑπὲρ ὧν ἐπετήδευσαν· ἃ γὰρ μὴ νόμου
ἐπιτάξαντος, μηδὲ φύσεως ξυντεκούσης αὐτοὶ ὑπὸ ῥώμης τε καὶ θράσους ἐμελέτησαν, ὑπὲρ τούτων, εἰ καταλύοι τις αὐτά, ἴτω μὲν πῦρ ἐπὶ τὸν σοφόν, ἴτω265
20δὲ πέλεκυς, ὡς νικήσει αὐτὸν οὐδὲν τούτων, οὐδὲ ἐς ὁτιοῦν περιελᾷ ψεῦδος, καθέξει δέ, ὁπόσα οἶδε, μεῖον οὐδὲν ἢ ἃ ἐμυήθη. ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ,
25τὰ δὲ θεοῖς, τυράννοις δὲ οὐδέν. ὡς δὲ οὐχ ὑπὲρ ἀνοήτων ἥκω, σκοπεῖν ἔξεστιν· ἐγὼ γὰρ περὶ μὲν τῷ ἐμαυτοῦ σώματι κινδυνεύω οὐδέν, οὐδ’ ἀπο‐ θάνοιμ’ ἂν ὑπὸ τῆς τυραννίδος, οὐδ’ εἰ αὐτὸς βου‐ λοίμην, ξυνίημι δὲ κινδυνεύων περὶ τοῖς ἀνδράσιν,
30ὧν εἴτε ἀρχὴν εἴτε προσθήκην ποιεῖταί με ὁ τύραν‐ νος, εἰμὶ πᾶν ὅ τι βούλεται. εἰ δὲ προὐδίδουν σφᾶς ἢ βραδύνων ἢ βλακεύων πρὸς τὴν αἰτίαν, τίς ἂν τοῖς σπουδαίοις ἔδοξα; τίς δ’ οὐκ ἂν ἀπέκτεινέ με εἰκότως, ὡς παίζοντα ἐς ἄνδρας, οἷς, ἃ παρὰ τῶν
35θεῶν ᾔτουν, ἀνετέθη; ὅτι δ’ οὐκ ἦν μοι διαφυγεῖν τὸ μὴ οὐ προδότης δόξαι, δηλῶσαι βούλομαι· τυραν‐ νίδων ἤθη διττά, αἱ μὲν γὰρ ἀκρίτους ἀποκτείνου‐ σιν, αἱ δὲ ὑπαχθέντας δικαστηρίοις, ἐοίκασι δ’ αἱ μὲν τοῖς θερμοῖς τε καὶ ἑτοίμοις τῶν θηρίων, αἱ δὲ
40τοῖς μαλακωτέροις τε καὶ ληθάργοις. ὡς μὲν δὴ χα‐ λεπαὶ ἄμφω, δῆλον πᾶσι παράδειγμα ποιουμένοις τῆς μὲν ὁρμώσης καὶ ἀκρίτου Νέρωνα, τῆς δὲ ὑπο‐ καθημένης Τιβέριον, ἀπώλλυσαν γὰρ ὁ μὲν οὐδ’ οἰηθέντας, ὁ δ’ ἐκ πολλοῦ δείσαντας. ἐγὼ δ’ ἡγοῦ‐
45μαι χαλεπωτέρας τὰς δικάζειν προσποιουμένας καὶ ψηφίζεσθαί τι ὡς ἐκ τῶν νόμων, πράττουσι μὲν γὰρ κατ’ αὐτοὺς οὐδέν, ψηφίζονται δ’, ἅπερ οἱ μηδὲν κρίναντες, ὄνομα τῷ διατρίβοντι τῆς ὀργῆς θέμενοι
νόμον, τὸ δ’ ἀποθνήσκειν κατεψηφισμένους ἀφαι‐266
VA
.

7

.

14

(50)

ρεῖται τοὺς ἀθλίους καὶ τὸν παρὰ τῶν πολλῶν ἔλεον, ὃν ὥσπερ ἐντάφιον χρὴ ἐπιφέρειν τοῖς ἀδίκως ἀπελ‐ θοῦσι. δικαστικὸν μὲν δὴ τὸ τῆς τυραννίδος ταύτης ὁρῶ σχῆμα, τελευτᾶν δέ μοι δοκεῖ ἐς ἄκριτον, ὧν γὰρ πρὶν ἢ δικάσαι κατεψηφίσατο, τούτους ὡς μήπω
55δεδικασμένους ὑπάγει τῇ κρίσει, καὶ ὁ μὲν ψήφῳ ἁλοὺς ἐν αὐτῇ δῆλον ὡς ὑπὸ τοῦ μὴ κατὰ νόμους κρίναντος ἀπολωλέναι φησίν, ὁ δ’ ἐκλιπὼν τὸ δικά‐ σασθαι πῶς ἂν διαφύγοι τὸ μὴ οὐκ ἐφ’ ἑαυτὸν ἐψη‐ φίσθαι; τὸ δὲ καὶ τοιῶνδε ἀνδρῶν κειμένων ἐπ’
60ἐμοὶ νῦν ἀποδρᾶναι τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα ποῖ με τῆς γῆς ἐάσει καθαρὸν δόξαι; ἔστω γὰρ σὲ μὲν εἰρηκέναι ταῦτα, ἐμὲ δὲ (ὡς) ὀρθῶς εἰρημένοις πείθεσθαι, τοὺς δὲ ἀπεσφάχθαι, τίς μὲν ὑπὲρ εὐ‐ πλοίας εὐχὴ τῷ τοιῷδε; ποῖ δὲ ὁρμιεῖται; πορεύσεται
65δὲ παρὰ τίνα; ἐξαλλάττειν γὰρ χρὴ οἶμαι πάσης, ὁπόσης Ῥωμαῖοι ἄρχουσι, παρ’ ἄνδρας δὲ ἥκειν ἐπι‐ τηδείους τε καὶ μὴ ἐν φανερῷ οἰκοῦντας, τουτὶ δ’ ἂν Φραώτης τε εἴη καὶ ὁ Βαβυλώνιος καὶ Ἰάρχας ὁ θεῖος καὶ Θεσπεσίων ὁ γενναῖος. εἰ μὲν δὴ ἐπ’
70Αἰθιόπων στελλοίμην, τί ἄν, ὦ λῷστε, πρὸς Θεσπε‐ σίωνα εἴποιμι; εἴτε γὰρ κρύπτοιμι ταῦτα, ψευδολο‐ γίας ἐραστὴς δόξω, μᾶλλον δὲ δοῦλος, εἴτε ἐς ἀπαγ‐ γελίαν αὐτῶν ἴοιμι, τοιῶνδέ που δεήσει λόγων· ἐμέ, ὦ Θεσπεσίων, Εὐφράτης πρὸς ὑμᾶς διέβαλεν, ἃ μὴ
75ἐμαυτῷ ξύνοιδα· ὁ μὲν γὰρ κομπαστὴν ἔφη καὶ τερατώδη με εἶναι καὶ ὑβριστὴν σοφίας, ὁπόση Ἰν‐ δῶν, ἐγὼ δὲ ταυτὶ μὲν οὐκ εἰμί, προδότης δὲ τῶν ἐμαυτοῦ φίλων καὶ σφαγεὺς καὶ οὐδὲν πιστὸν καὶ τὰ τοιαῦτά εἰμι, στέφανόν τε ἀρετῆς, εἴ τις, στεφα‐
80νωσόμενος ἥκω τοῦτον, ἐπειδὴ τοὺς μεγίστους τῶν
κατὰ τὴν Ῥώμην οἴκων οὕτως ἀνεῖλον, ὡς μηδὲ οἰκήσεσθαι αὐτοὺς ἔτι. ἐρυθριᾷς, Δημήτριε, τούτων ἀκούων, ὁρῶ γάρ. τί οὖν, εἰ καὶ Φραώτην ἐνθυ‐ μηθείης κἀμὲ παρὰ τὸν ἄνδρα τοῦτον ἐς Ἰνδοὺς267
85φεύγοντα, πῶς μὲν ἂν ἐς αὐτὸν βλέψαιμι; τί δ’ ἂν εἴποιμι ὑπὲρ ὧν φεύγω; μῶν ὡς ἀφικόμην μὲν κα‐ λὸς κἀγαθὸς πρότερον καὶ τὸν θάνατον τὸν ὑπὲρ φίλων οὐκ ἄθυμος, ἐπεὶ δὲ ξυνεγενόμην αὐτῷ, τὸ θειότατον τουτὶ τῶν κατὰ ἀνθρώπους ἄτιμον ἔρριψά
90σοι; ὁ δὲ Ἰάρχας οὐδὲ ἐρήσεται οὐδὲν ἥκοντα, ἀλλ’ ὥσπερ ὁ Αἴολός ποτε τὸν Ὀδυσσέα κακῶς χρησά‐ μενον τῷ τῆς εὐπλοίας δώρῳ ἄτιμον ἐκέλευσε χω‐ ρεῖν τῆς νήσου, κἀμὲ δήπου ἀπελᾷ τοῦ ὄχθου, κακὸν εἰπὼν ἐς τὸ Ταντάλειον γεγονέναι πῶμα, βούλονται
95γὰρ τὸν ἐς αὐτὸ κύψαντα καὶ κινδύνων κοινωνεῖν τοῖς φίλοις. οἶδα, ὡς δεινὸς εἶ, Δημήτριε, λόγους ξυντεμεῖν πάντας, ὅθεν μοι δοκεῖς καὶ τοιοῦτό τι ἐρεῖν πρός με· ἀλλὰ μὴ παρὰ τούτους ἴθι, παρ’ ἄν‐ δρας δέ, οἷς μήπω ἐπέμιξας, καὶ εὖ κείσεταί σοι τὸ
VA
.

7

.

14

(100)

ἀποδρᾶναι, ῥᾷον γὰρ ἐν οὐκ εἰδόσι λήσῃ. βασανι‐ ζέσθω δὲ καὶ ὅδε ὁ λόγος, ὅπη τοῦ πιθανοῦ ἔχει· δοκεῖ γάρ μοι περὶ αὐτοῦ τάδε· ἐγὼ ἡγοῦμαι τὸν σοφὸν μηδὲν ἰδίᾳ μηδ’ ἐφ’ ἑαυτοῦ πράττειν, μηδ’ ἂν ἐνθυμηθῆναί τι οὕτως ἀμάρτυρον, ὡς μὴ αὐτὸν
105γοῦν ἑαυτῷ παρεῖναι, καὶ εἴτε Ἀπόλλωνος αὐτοῦ τὸ Πυθοῖ γράμμα, εἴτε ἀνδρὸς ὑγιῶς ἑαυτὸν γνόν‐ τος καὶ διὰ τοῦτο γνώμην αὐτὸ ποιουμένου ἐς πάν‐ τας, δοκεῖ μοι ὁ σοφὸς ἑαυτὸν γιγνώσκων καὶ παρα‐ στάτην ἔχων τὸν ἑαυτοῦ νοῦν μήτ’ ἂν πτῆξαί τι ὧν
110οἱ πολλοί, μήτ’ ἂν θαρσῆσαί τι ὧν ἕτεροι μὴ ξὺν αἰσχύνῃ ἅπτονται· δοῦλοι γὰρ τῶν τυραννίδων ὄντες καὶ προδοῦναι αὐταῖς ποτε τοὺς φιλτάτους
ὥρμησαν, τὰ μὲν μὴ φοβερὰ δείσαντες, ἃ δὲ χρὴ δεῖσαι μὴ φοβηθέντες. σοφία δὲ οὐ ξυγχωρεῖ ταῦτα·268
115πρὸς γὰρ τῷ Πυθικῷ ἐπιγράμματι καὶ τὸ τοῦ Εὐρι‐ πίδου ἐπαινεῖ ξύνεσιν ἡγουμένου περὶ τοὺς ἀνθρώ‐ πους εἶναι τὴν ἀπολλῦσαν αὐτοὺς (νόσον), ἐπειδὰν ἐνθυμηθῶσιν, ὡς κακὰ εἰργασμένοι εἰσίν. ἥδε γάρ που καὶ τῷ Ὀρέστῃ τὰ τῶν Εὐμενίδων εἴδη ἀνέ‐
120γραφεν, ὅτε δὴ ἐμαίνετο ἐπὶ τῇ μητρί, νοῦς μὲν γὰρ τῶν πρακτέων κύριος, σύνεσις δὲ τῶν ἐκείνῳ δοξάν‐ των. ἢν μὲν δὴ χρηστὰ ἕληται ὁ νοῦς, πέμπει ἤδη τὸν ἄνδρα ἡ ξύνεσις ἐς πάντα μὲν ἱερά, πάσας δὲ ἀγυιάς, πάντα δὲ τεμένη, πάντα δὲ ἀνθρώπων ἤθη
125κροτοῦσά τε καὶ ᾄδουσα, ἐφυμνήσει δὲ αὐτῷ καὶ καθεύδοντι, παριστᾶσα χορὸν εὔφημον ἐκ τοῦ τῶν ὀνείρων δήμου, ἢν δ’ ἐς φαῦλα ὀλίσθῃ ἡ τοῦ νοῦ στάσις, οὐκ ἐᾷ τοῦτον ἡ ξύνεσις οὔτε ὄμμα ὀρθὸν ἐς ἀνθρώπων τινὰ ἀφεῖναι οὔτε τὸ ἀπ’ ἐλευθέρας
130γλώττης φθέγμα, ἱερῶν τε ἀπελαύνει καὶ τοῦ εὔχε‐ σθαι, οὐδὲ γὰρ χεῖρα αἴρειν ξυγχωρεῖ ἐς τὰ ἀγάλ‐ ματα, ἀλλ’ ἐπικόπτει αἴροντας, ὥσπερ τοὺς ἐπανα‐ τεινομένους οἱ νόμοι, ἐξίστησι δὲ αὐτοὺς καὶ ὁμίλου παντὸς καὶ δειματοῖ καθεύδοντας, καὶ ἃ μὲν ὁρῶσι
135μεθ’ ἡμέραν καὶ εἰ δή τινα ἀκούειν ἢ λέγειν οἴονται, ὀνειρώδη καὶ ἀνεμιαῖα ποιεῖ τούτοις, τὰς δὲ ἀμυδρὰς καὶ φαντασιώδεις πτοίας ἀληθεῖς ἤδη καὶ πιθανὰς τῷ φόβῳ. ὡς μὲν δὴ ἐλέγξει με ἡ σύνεσις ἐς εἰδό‐ τας τε καὶ μὴ εἰδότας ἥκοντα, προδότης εἰ γενοίμην
140τῶν ἀνδρῶν, δεδεῖχθαί μοι σαφῶς οἶμαι καὶ ὡς φαίνει ἀλήθεια, προδώσω δὲ οὐδὲ ἐμαυτόν, ἀλλ’ ἀγωνιοῦμαι πρὸς τὸν τύραννον, τὸ τοῦ γενναίου Ὁμήρου ἐπειπών· ξυνὸς Ἐνυάλιος.“
VA
.

7

.

15

Ὑπὸ τούτων ὁ Δάμις τῶν λόγων αὐτὸς μὲν
οὕτω διατεθῆναί φησιν, ὡς ὁρμήν τε ἀναλαβεῖν καὶ θάρσος, τὸν Δημήτριον δὲ μὴ ἀπογνῶναι τοῦ ἀνδρός, ἀλλ’ ἐπαινέσαντα καὶ ξυνθέμενον οἷς εἶπεν ἐπι‐269
5θειάσαι οἱ ὑπὲρ οὗ κινδυνεύει καὶ φιλοσοφίᾳ αὐτῇ, ὑπὲρ ἧς καρτερεῖ ταῦτα, ἡγεῖσθαί τε αὐτοῖς οὗ κα‐ ταλύων ἐτύγχανε, τὸν δὲ Ἀπολλώνιον παραιτούμενον τοῦτο „δείλη ἤδη“ φάναι „καὶ χρὴ περὶ λύχνων ἁφὰς ἐς τὸν Ῥωμαίων λιμένα ἀφεῖναι, τουτὶ γὰρ ταῖς
10ναυσὶ ταύταις νόμιμον, ξυσσιτήσομεν δέ, ἐπειδὰν εὖ τἀμὰ ἔχῃ, νυνὶ γὰρ ἂν καὶ κατασκευασθείη τις αἰτία ἐπὶ σὲ ὡς ξυσσιτήσαντα τῷ τοῦ βασιλέως ἐχθρῷ, καὶ μηδὲ τὴν ἐπὶ τοῦ λιμένος μεθ’ ἡμῶν ἴθι, μὴ καὶ τὸ λόγου κεκοινωνηκέναι μοι διαβάλῃ σε ἐς
15ἀπορρήτους βουλάς.“ ξυνεχώρησε μὲν δὴ ὁ Δημή‐ τριος καὶ περιβαλὼν αὐτοὺς ἀπῄει μεταστρεφόμενός τε καὶ τὰ δάκρυα ἀποψῶν, ὁ δὲ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν „εἰ μὲν ἔρρωσαι“ ἔφη „καὶ θαρσεῖς ἅπερ ἐγώ, βαδίσωμεν ἄμφω ἐπὶ τὴν ναῦν, εἰ δὲ
20ἀθύμως ἔχεις, ὥρα σοι καταμένειν ἐνταῦθα, Δημη‐ τρίῳ γὰρ ξυνέσῃ τὸν χρόνον τοῦτον ἀνδρὶ σοί τε κἀμοὶ ἐπιτηδείῳ.“ ὑπολαβὼν δὲ ὁ Δάμις „καὶ τίνα“ ἔφη „νομιῶ ἐμαυτόν, εἰ τοιαῦτά σου διειλεγμένου σήμερον ὑπὲρ φίλων καὶ κοινωνίας κινδύνων, οἳ ἐπ’
25αὐτοὺς ἥκουσιν, ἐγὼ δ’ ἀνήκοος τοῦ λόγου φεύγοιμί σε καὶ ἀποκινδυνεύοιμί σου, μήπω πρότερον κακὸς ὑπὲρ σοῦ δόξας;“ „ὀρθῶσ“ ἔφη „λέγεις καὶ ἴωμεν, ἐγὼ μέν, ὡς ἔχω, σὲ δὲ χρὴ μετασκευάζειν σαυτὸν ἐς τὸ δημοτικώτερον καὶ μήτε κομᾶν, ὡς γοῦν ἔχεις,
30τρίβωνά τε ἀνταλλάττεσθαι τουτουὶ τοῦ λίνου καὶ τὸ ὑπόδημα παραιτεῖσθαι τοῦτο· τί δὲ βούλεταί μοι ταῦτα, χρὴ διαλεχθῆναι. λῷον γὰρ καὶ πλείω καρτε‐ ρῆσαι πρὸ τῆς δίκης· οὐ δὴ βούλομαι κοινωνῆσαί (σέ)
μοι τούτων ξυλληφθέντα, ξυλληφθείης γὰρ ἂν δια‐270
35βεβλημένου τοῦ σχήματος, ἀλλ’ ὡς μὴ φιλοσοφοῦντα μέν, ἐπιτήδειον δὲ ἄλλως ὄντα μοι ξυνέπεσθαί τε καὶ παρατυγχάνειν οἷς πράττω.“ αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα, οὐ γὰρ ὡς κακίων γε αὐτὸ μεθεῖναί φησιν, οὐδὲ
40μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ ξυμφέρον τοῦ καιροῦ.
VA
.

7

.

16

Ἀποπλεύσαντες δὲ τῆς Δικαιαρχίας τριταῖοι κατῆραν ἐς τὰς ἐκβολὰς τοῦ Θύμβριδος, ἀφ’ ὧν ξύμ‐ μετρος ἐς τὴν Ῥώμην ἀνάπλους. τὸ μὲν δὴ βασί‐ λειον ξίφος ἦν ἐπ’ Αἰλιανῷ τότε, ὁ δ’ ἀνὴρ οὗτος
5πάλαι τοῦ Ἀπολλωνίου ἤρα ξυγγεγονώς ποτε αὐτῷ κατ’ Αἴγυπτον καὶ φανερὸν μὲν οὐδὲν ὑπὲρ αὐτοῦ πρὸς τὸν Δομετιανὸν ἔλεγεν, οὐ γὰρ ξυνεχώρει ἡ ἀρχή, τὸν γὰρ δοκοῦντα τῷ βασιλεῖ ἀπηχθῆσθαι πῶς μὲν ἂν πρὸς αὐτὸν ἐπῄνεσε, πῶς δ’ ἂν ὡς ἐπιτή‐
10δειον ἑαυτῷ παρῃτήσατο; τέχναι μὴν ὁπόσαι εἰσὶν ἀφανῶς ἀμύνουσαι, πάσαις ὑπὲρ αὐτοῦ ἐχρῆτο, ὅς γε καὶ τὸν χρόνον, ὅν, πρὶν ἥκειν, διεβάλλετο „ὦ βασιλεῦ,“ ἔφη „κουφολόγον οἱ σοφισταὶ χρῆμα καὶ ἀλαζὼν ἡ τέχνη, καὶ ἐπεὶ μηδὲν χρηστὸν τοῦ εἶναι
15ἀπολαύουσι, θανάτου γλίχονται, καὶ οὐ περιμένουσιν αὐτοῦ τὸ αὐτόματον, ἀλλ’ ἐπισπῶνται τὸν θάνατον ἐκκαλούμενοι τοὺς ἔχοντας ξίφη. ταῦθ’ ἡγοῦμαι καὶ Νέρωνα ἐνθυμηθέντα μὴ ὑπαχθῆναι ὑπὸ Δημητρίου ἀποκτεῖναι αὐτόν, ἐπεὶ γὰρ θανατῶντα ᾔσθετο, οὐ
20κατὰ ξυγγνώμην ἐπανῆκεν αὐτῷ τὸν θάνατον, ἀλλὰ καθ’ ὑπεροψίαν τοῦ κτεῖναι. καὶ μὴν καὶ Μουσώ‐ νιον τὸν Τυρρηνὸν πολλὰ τῇ ἀρχῇ ἐναντιωθέντα τῇ νήσῳ ξυνέσχεν, ᾗ ὄνομα Γύαρα, καὶ οὕτω τι τῶν σοφιστῶν τούτων ἥττους Ἕλληνες, ὡς τότε μὲν κατὰ
25ξυνουσίαν αὐτοῦ ἐσπλεῖν πάντας, νυνὶ δὲ κατὰ ἱστορίαν τῆς κρήνης· ἐν γὰρ τῇ νήσῳ ἀνύδρῳ οὔσῃ πρότερον εὕρημα Μουσωνίου κρήνη ἐγένετο, ἣν ᾄδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου.“271
VA
.

7

.

17

τούτοις μὲν δὴ διῆγεν ὁ Αἰλιανὸς τὸν βασιλέα, πρὶν ἥκειν Ἀπολλώνιον, ἀφικομένου δὲ σοφωτέρων ἥπτετο, κελεύει μὲν γὰρ ξυλληφθέντα αὐτὸν ἀναχθῆναί οἱ, λοιδορουμένου δ’ αὐτῷ τοῦ τὴν κατηγορίαν ξυνθέν‐
5τος ὡς γόητι καὶ ἱκανῷ τὴν τέχνην ὁ μὲν Αἰλιανὸς „τῷ βασιλείῳ δικαστηρίῳ“ ἔφη „σαυτόν τε καὶ τὰ τούτου φύλαττε,“ ὁ δ’ Ἀπολλώνιος „εἰ μὲν γόησ“ ἔφη „ἐγώ, πῶς κρίνομαι; εἰ δὲ κρίνομαι, πῶς γόης εἰμί; εἰ μὴ ἄρα τὸ συκοφαντεῖν ἰσχυρὸν οὕτως εἶναί
10φησιν, ὡς μηδὲ τῶν γοητευόντων ἡττᾶσθαι αὐτό.“ βουλομένου δὲ τοῦ κατηγόρου λέγειν τι ἀμαθέστερον, ἐκκρούων αὐτὸν ὁ Αἰλιανὸς „ἐμοὶ“ εἶπεν „ἄφες τὸν καιρὸν τὸν πρὸ τῆς δίκης, ἔλεγχον γὰρ ποιήσομαι τῆς τοῦ σοφιστοῦ γνώμης ἰδίᾳ καὶ οὐκ ἐν ὑμῖν, κἂν
15μὲν ὁμολογῇ ἀδικεῖν, ξυντετμήσονταί οἱ ἐν τῷ δικα‐ στηρίῳ λόγοι καὶ σὺ ἄπει εἰρηνικῶς, εἰ δὲ ἀντιλέγει, δικάσει ὁ βασιλεύς.“ παρελθὼν οὖν ἐς τὸ ἀπόρρη‐ τον δικαστήριον, ἐν ᾧ τὰ μεγάλα καὶ ἐλέγχεται καὶ σιωπᾶται „χωρεῖτε“ ἔφη „ἐνθένδε καὶ μηδεὶς ἐπα‐
VA
.

7

.

18

κροάσθω, δοκεῖ γὰρ τῷ βασιλεῖ τοῦτο.“ ὡς δὲ ἐγέ‐ νοντο αὐτοί, „ἐγώ,“ ἔφη „ὦ Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς ὁ πατὴρ τοῦ βασιλέως ἐπ’ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησό‐
5μενος δ’ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν ὁ βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δ’ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ ὅ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ
10πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, ἣ τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων ἢ πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δ’272
15ὅπως εὔνους εἰμί, δεδήλωκα, ὁ γὰρ εἰπὼν ἀφ’ ὧν εἴρηκά που τὸ μηδ’ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστ’ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι ** τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν ὁ κατήγορος ξυντέθεικε, σό‐ φισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ
20γέγονεν, ὅπως θαρροίης μὲν τὰ ἐπ’ ἐμοὶ ὄντα, προ‐ γνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ· ὅ τι μὲν γὰρ ψηφι‐ εῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ κατα‐ ψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπ’ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν
25ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, ἃ μὴ δεῖ, πράττει δ’ αὐτὰ καταρρυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδ’ ὁπότερος
VA
.

7

.

19

ἡμῶν ἀπολεῖται θᾶττον.“ πρὸς ταῦτα ὁ Ἀπολλώνιος „ἐπεὶ ὑγιῶσ“ ἔφη „διαλεγόμεθα καὶ ὁπόσα καρδία ἴσχει σύ τε εἴρηκας ἐμοί τε εἰπεῖν δίκαιον, φιλοσο‐ φεῖς τε ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων, ὡς οἱ σφόδρα
5μοι ξυνδιατρίψαντες, καί, νὴ Δία, οὕτω φιλανθρώ‐ πως πρὸς ἡμᾶς ἔχεις, ὡς ξυγκινδυνεύειν * ἡγεῖσθαί μοι, λέξω τὸν ἐμαυτοῦ νοῦν· ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς ἐς πολλὰ μέρη τῆς γῆς, ἃ μὴ ὑμῶν ἀκροᾶται, παρ’ ἄνδρας τε ἀφικέσθαι σοφοὺς καὶ σο‐
10φωτέρους ἢ ἐγώ, θεούς τε θεραπεύειν ξὺν ὀρθῷ λόγῳ βαδίσαντι ἐς ἤθη ἀνθρώπων θεοφιλεστέρων ἢ οἱ ἐνταῦθα, παρ’ οἷς οὔτε ἔνδειξις οὔτε γραφὴ οὐδε‐ μία, δι’ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι
δικαστηρίων οὐ δέονται, δείσας δὲ προδότου λαβεῖν273
15αἰτίαν, εἰ φύγοιμι μὲν αὐτὸς τὴν ἀπολογίαν, ἀπό‐ λοιντο δὲ οἱ δι’ ἐμοῦ κινδυνεύοντες, ἥκω ἀπολογη‐ σόμενος. ὑπὲρ δὲ ὧν ἀπολογεῖσθαί με δεῖ, φράζε.“
VA
.

7

.

20

„αἱ μὲν ἰδέαι τῆς γραφῆς ποικίλαι τε“ ἔφη „καὶ πλείους, καὶ γὰρ τὴν ἐσθῆτα διαβάλλουσι καὶ τὴν ἄλλην δίαιταν καὶ τό ἐστιν ὑφ’ ὧν προσκυνεῖσθαί σε καὶ τὸ ἐν Ἐφέσῳ ποτὲ ὑπὲρ λοιμοῦ χρῆσαι, διει‐
5λέχθαι δὲ καὶ κατὰ τοῦ βασιλέως τὰ μὲν ἀφανῶς, τὰ δ’ ἐκφάνδην, τὰ δ’ ὡς θεῶν ἀκούσαντα, τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον, γιγνώσκω γάρ, ὅτι μηδὲ τὸ τῶν ἱερῶν αἷμα ἀνέχῃ, τῷ δὲ βασιλεῖ πιθανώτατον διαβάλλεται· φασὶν ἐς ἀγρὸν βαδίσαντά σε παρὰ
10Νερούαν τεμεῖν αὐτῷ παῖδα Ἀρκάδα θυομένῳ ἐπὶ τὸν βασιλέα καὶ ἐπᾶραι αὐτὸν τοῖς ἱεροῖς τούτοις, πεπρᾶχθαι δὲ ταῦτα νύκτωρ φθίνοντος ἤδη τοῦ μη‐ νός. τοῦτο δὲ τὸ κατηγόρημα, ἐπειδὴ πολλῷ μεῖζον, μὴ ἕτερόν τι παρ’ ἐκεῖνο ἡγώμεθα, ὁ γὰρ λαμβανό‐
15μενος τοῦ σχήματος καὶ τῆς διαίτης καὶ τοῦ προ‐ γιγνώσκειν ἐς τοῦτο δήπου ξυντείνει καὶ ταῦτά γε καὶ τὴν παρανομίαν τὴν ἐς αὐτὸν δοῦναί σοί φησι καὶ τὸ ἐς τὴν θυσίαν θάρσος. χρὴ οὖν παρεσκευά‐ σθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν, ἔστω δέ σοι ὁ λό‐
20γος μὴ ὑπερορῶν τοῦ βασιλέως.“ καὶ ὁ Ἀπολλώνιος „τοῦ μὲν μὴ ὑπερορᾶν ἔστω τεκμήριόν σοι τὸ ὑπὲρ ἀπολογίας ἀφῖχθαί με, εἰ δὲ καὶ θρασέως οὕτω τἀμὰ εἶχεν, ὡς ὑπὲρ τυραννίδας αἴρεσθαι, ἀλλὰ σοί γε ὑπέσχον ἐμαυτὸν τοιῷδε ὄντι καὶ ἀγαπῶντί με.
25τὸ μὲν γὰρ ἐχθρῷ πονηρὸν δόξαι δεινὸν οὔπω, οἱ γὰρ ἐχθροὶ μισοῦσιν οὐκ ἀφ’ ὧν δημοσίᾳ διαβέβλη‐ ταί τις, ἀλλ’ ἀφ’ ὧν ἰδίᾳ προσκέκρουκε, τὸ δὲ πρὸς ἀνδρὸς φίλου λαβεῖν αἰτίαν, ὡς κακὸς φαίνοιτο,
βαρύτερον τοῦτο ἢ τὰ ἐχθρῶν ὁμοῦ πάντα, οὐ γὰρ274
30ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις, δι’ ἃ κακὸς ἦν,
VA
.

7

.

21

ἀπηχθῆσθαι.“ ἐδόκει τῷ Αἰλιανῷ εὖ λέγειν, καὶ παρακελευσάμενος αὐτῷ θαρρεῖν ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός, μηδ’ ἂν (εἰ) Γοργείη κεφαλὴ ἐπ’ αὐτὸν αἴροιτο. καλέσας οὖν τοὺς προσ‐
5τεταγμένους τὰ τοιαῦτα „κελεύω“ ἔφη „ξυνέχειν τοῦτον, ἔστ’ ἂν ὁ βασιλεὺς ἥκοντά τε αὐτὸν μάθῃ καὶ λέγοντα ὁπόσα εἴρηκε,“ καὶ ἐῴκει τοῖς μάλα ὠργι‐ σμένοις. παρελθὼν δὲ ἐς τὰ βασίλεια τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττεν.
10 Ἐνταῦθα ὁ Δάμις ἀπομνημονεύει ἔργου ὁμοίου τε καὶ ἀνομοίου τῷ ἐπ’ Ἀριστείδου ποτὲ Ἀθήνησιν· ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν ἐπ’ ἀρετῇ, ἔξω δὲ τείχους ἤδη ὄντι προσελθόντα τῶν ἀγροίκων τινὰ δεῖσθαι αὐτοῦ γράφειν τι αὐτῷ ἐπ’ Ἀριστείδην
15ὄστρακον. ἐκεῖνος μὲν οὔτε τὸν ἄνδρα εἰδὼς οὔτ’ αὐτὸ τὸ γράφειν, ἀλλὰ μόνον τὸν ὑπὲρ τοῦ δικαίου φθόνον, χιλίαρχος δὲ τῶν σφόδρα γιγνωσκόντων τὸν Ἀπολλώνιον προσειπὼν αὐτὸν ἤρετο κατὰ ὕβριν, ὑπὲρ ὅτου κινδυνεύοι, τοῦ δὲ οὐκ εἰδέναι φήσαντος
20„ἀλλ’ ἐγὼ“ ἔφη „οἶδα· τὸ γὰρ προσκυνεῖσθαί σε ὑπὸ τῶν ἀνθρώπων διαβέβληκεν ὡς ἴσων ἀξιού‐ μενον τοῖς θεοῖς.“ „καὶ τίσ“ εἶπεν „ὁ προσκυνήσας ἐμέ;“ „ἐγὼ“ ἔφη „ἐν Ἐφέσῳ παῖς ἔτι ὤν, ὁπότε ἡμᾶς ἰάσω τοῦ λοιμοῦ.“ „καλῶς ποιῶν“ εἶπεν „αὐ‐
25τός τε σὺ καὶ ἡ σωθεῖσα Ἐφεσίων πόλις.“ „διὰ ταῦτ’ οὖν“ ἔφη „καὶ ἀπολογίαν ὑπὲρ σοῦ παρε‐ σκεύακα, ἥ σε ἀπαλλάξει τῆς αἰτίας· ἴωμεν γὰρ ἔξω τείχους καὶ ἢν μὲν ἀποκόψω σου τὸν αὐχένα τῷ ξίφει, διαβέβληται ἡ αἰτία καὶ ἀφεῖσαι, ἢν δὲ ἐκ‐
30πλήξῃς με καὶ μεθῶ τὸ ξίφος, θεῖόν τε ἀνάγκη νομί‐
ζεσθαί σε καὶ ὡς ἐπ’ ἀληθέσι κρίνεσθαι.“ τοσῷδε μὲν δὴ ἀγροικότερος οὗτος τοῦ τὸν Ἀριστείδην ἐλαύ‐ νοντος, ἔλεγε δὲ ταῦτα μασώμενός τε καὶ ξὺν γέλωτι, ὁ δ’ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν275
35ὑπὲρ τοῦ Δέλτα, περὶ ᾧ φασι τὸν Νεῖλον σχίζεσθαι.
VA
.

7

.

22

Ἐπεὶ δὲ καλέσας αὐτὸν ὁ Αἰλιανὸς ἐκέλευσε τὸ ἐλευθέριον οἰκεῖν δεσμωτήριον „ἔστ’ ἂν γένηται σχολὴ“ ἔφη „τῷ βασιλεῖ, ξυγγενέσθαι γάρ σοι ἰδίᾳ πρότερον βούλεται,“ ἀπῆλθε μὲν τοῦ δικαστηρίου
5καὶ παρελθὼν ἐς τὸ δεσμωτήριον „διαλεγώμεθα,“ ἔφη „Δάμι, τοῖς ἐνταῦθα· τί γὰρ ἂν ἄλλο πράττοι τις (ἐς) τὸν χρόνον τοῦτον, ὃν διαλέξεταί μοι ὁ τύ‐ ραννος ὑπὲρ ὧν δεῖται;“ „ἀδολέσχασ“ εἶπεν „ἡγή‐ σονται ἡμᾶς, ἢν ἐκκρούωμεν αὐτοὺς ὧν ἀπολογή‐
10σονται, καὶ ἄλλως ἄτοπον περιπατεῖν ἐς ἀνθρώπους ἀθύμως ἔχοντας.“ „καὶ μὴν τούτοις μάλιστα δεῖ“ ἔφη „τοῦ διαλεξομένου τε καὶ θεραπεύσοντος· εἰ γὰρ ἐνθυμηθείης τὰ τοῦ Ὁμήρου ἔπη, ἐν οἷς Ὅμη‐ ρος τὴν Ἑλένην φησὶ τὰ ἐξ Αἰγύπτου φάρμακα οἰνο‐
15χοεῖν ἐς τὸν κρατῆρα, ὡς τὰ ἄχη τῆς ψυχῆς ἀπο‐ βρέχοιτο, δοκῶ μοι τὴν Ἑλένην λόγους Αἰγυπτίους ἐκμαθοῦσαν ἐπᾴδειν τοῖς ἀθύμοις ἐν τῷ κρατῆρι, ἰωμένην αὐτοὺς λόγῳ τε ἀναμὶξ καὶ οἴνῳ.“ „καὶ εἰκὸς μέν,“ εἶπεν „εἴπερ ἐς Αἴγυπτόν τε ἦλθε καὶ
20ὡμίλησε τῷ Πρωτεῖ, ἢ ὡς Ὁμήρῳ δοκεῖ, Πολυδάμνῃ ξυνεγένετο τῇ τοῦ Θῶνος· νυνὶ δὲ ἀναβεβλήσθων οὗτοι, δέομαι γάρ τι ἐρέσθαι σε.“ „οἶδα,“ ἔφη „ὅ με ἐρήσῃ, τοὺς γάρ τοι λόγους, οἳ γεγόνασί μοι πρὸς τὸν ἄνδρα καὶ ἅττα εἶπε καὶ εἰ φοβερὸς ἦν ἢ πρᾷος,
25βούλει ἀκοῦσαί μου·“ καὶ διῆλθε πάντας. προσ‐ κυνήσας οὖν ὁ Δάμις „οὐκ ἀπιστῶ,“ ἔφη „καὶ τὴν Λευκοθέαν ποτὲ κρήδεμνον τῷ Ὀδυσσεῖ δοῦναι μετὰ
τὴν ναῦν, ἧς ἐκπεσὼν ἀνεμέτρει ταῖς ἑαυτοῦ χερσὶ τὸ πέλαγος· καὶ γὰρ ἡμῶν ἐς ἀμήχανά τε καὶ φο‐276
30βερὰ ἐμβεβηκότων θεῶν τις ὑπερέχει, οἶμαι, χεῖρα, ὡς μὴ ἐκπέσοιμεν σωτηρίας πάσης.“ ἐπιπλήττων δ’ ὁ Ἀπολλώνιος τῷ λόγῳ „ποῖ παρατενεῖς,“ ἔφη „δε‐ διὼς ταῦτα καὶ μήπω γιγνώσκων, ὅτι σοφία μὲν τὰ ξυνιέντα ἑαυτῆς ἐκπλήττει πάντα, αὐτὴ δ’ ὑπ’ οὐδε‐
35νὸς ἐκπλήττεται;“ „ἀλλ’ ἡμεῖσ“ εἶπε „παρὰ ἀξύνε‐ τον ἥκομεν καὶ οὐ μόνον οὐκ ἐκπληττόμενον ἡμᾶς, ἀλλ’ οὐδὲ ἀξιοῦντα εἶναί τι, ὃ ἐκπλήξει αὐτόν.“ „ξυνίης οὖν,“ ἔφη „ὦ Δάμι, ὅτι τετύφωται καὶ ἀνοήτως ἔχει;“ „ξυνίημι, τί δ’ οὐ μέλλω;“ εἶπε.
40„καὶ σοὶ δὲ“ ἔφη „καταφρονητέα τοῦ τυράννου τοσ‐
VA
.

7

.

23

ούτῳ μᾶλλον, ὅσῳ καὶ γιγνώσκεις αὐτόν.“ διαλεγο‐ μένοις δ’ αὐτοῖς ταῦτα προσελθών τις, οἶμαι, Κίλιξ „ἐγώ,“ ἔφη „ἄνδρες, ὑπὲρ πλούτου κινδυνεύω.“ καὶ ὁ Ἀπολλώνιος „εἰ μὲν ἀφ’ ὧν οὐ θεμιτόν“ ἔφη
5„πλουτῶν, οἷον λῃστείας ἢ φαρμάκων, ἃ δὴ ἀνδρο‐ φόνα, ἢ τάφους κινήσας, ὅσοι τῶν πάλαι βασιλέων εἰσίν, οἳ πολύχρυσοί τε καὶ θησαυρώδεις, οὐ κρίνε‐ σθαί σε χρὴ μόνον, ἀλλὰ καὶ ἀπολωλέναι, ταυτὶ γὰρ πλοῦτος μέν, ἀλλ’ ἐπίρρητός τε καὶ ὠμός, εἰ δὲ κλη‐
10ρονομήσας ἢ διδούσης ἐμπορίας ἐλευθερίου τε καὶ μὴ καπήλου, τίς οὕτω βαρύς, ὡς ἀφελέσθαι σε νό‐ μου σχήματι τὰ κτηθέντα σοι κατὰ νόμους;“ „τὰ μὲν ὄντα μοι παρὰ πλειόνων“ ἔφη „ξυγγενῶν ἐστιν, ἐς μίαν δ’ οἰκίαν τὴν ἐμὴν ἥκει, χρῶμαι δ’ αὐτοῖς
15οὔθ’ ὡς ἑτέρων, ἐμὰ γάρ, οὔθ’ ὡς ἐμοῖς, κοινὰ γὰρ πρὸς τοὺς ἀγαθούς ἐστί μοι· διαβάλλουσι δ’ ἡμᾶς οἱ συκοφάνται μὴ ἐπ’ ἀγαθῷ τῆς τυραννίδος ἐκτῆ‐ σθαι τὸν πλοῦτον, ἐμοῦ τε γὰρ νεώτερα πειρωμένου πράττειν ἐφόδιον ἂν γενέσθαι αὐτόν, ἑτέρῳ τε,
20ὅτῳ προσθείμην, ῥοπὴν ἂν οὐ σμικρὰν τἀμὰ εἶναι. μεμαντευμέναι δ’ ἤδη καθ’ ἡμῶν αἰτίαι, ὡς ὕβριν μὲν τίκτει πᾶς ὁ ὑπὲρ τὸ μέτρον πλοῦτος, ὁ δ’ ὑπὲρ τοὺς πολλοὺς τὸν αὐχένα ἵστησι καὶ τὸ φρόνημα ἐγείρει νόμοις τε οὐκ ἐᾷ πείθεσθαι καὶ τοὺς ἄρχον‐277
25τας, οἳ ἐς τὰ ἔθνη φοιτῶσι, μόνον οὐκ ἐπὶ κόρρης παίει δουλουμένους τοῖς χρήμασιν [ἢ ὑπερορῶντας αὐτῶν διὰ τὴν ἰσχὺν τοῦ πλούτου]. ἐγὼ δὲ μειρά‐ κιον μὲν ὤν, πρὶν οὐσίαν ἑκατὸν ταλάντων ἐκτῆσθαι, κατάγελων ἡγούμην πάντα καὶ σμικρὰ ὑπὲρ τῶν
30ὄντων ἐδεδίειν, ἐπεὶ δὲ τάλαντά μοι πεντακόσια ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τελευτήσαντος ἐπ’ ἐμοὶ τοῦ πρὸς πατρὸς θείου, τοσοῦτον ἡ γνώμη μετέβαλεν, ὅσον οἱ καταρτύοντες τῶν ἵππων καὶ μεταβάλλοντες τοῦ ἀπαιδεύτου τε καὶ ἀκολάστου ἤθους. ἐπιδιδόν‐
35τος δέ μοι τοῦ πλούτου καὶ τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐκ θαλάττης φέροντος, οὕτω τι ἐδουλώθην ὑπὸ τοῦ περὶ αὐτὸν δέους, ὡς ἀπαντλεῖν τῆς οὐσίας τὸ μὲν ἐς τοὺς συκοφάντας, οὓς ἔδει μειλίττεσθαι τῇ ἀπο‐ μαγδαλιᾷ ταύτῃ, τὸ δὲ ἐς τοὺς ἄρχοντας, ὡς ἰσχὺς
40πρὸς τοὺς ἐπιβουλεύοντας εἴη μοι, τὸ δὲ ἐς τοὺς ξυγγενεῖς, ὡς μὴ φθονοῖεν τῷ πλούτῳ, τὸ δὲ ἐς τοὺς δούλους, ὡς μὴ κακίους γίγνοιντο ἀμελεῖσθαι φά‐ σκοντες, ἐβουκολεῖτο δέ μοι καὶ ἀγέλη φίλων λαμπρά· προορῶντες γὰρ οὗτοί μου τὰ μὲν αὐτοὶ ἔδρων, τὰ
45δέ μοι προὔλεγον. ἀλλ’ ὅμως οὕτω μὲν χαρακώσαν‐ τες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι κιν‐ δυνεύομεν περὶ αὐτῷ νῦν, καὶ οὔπω δῆλον οὐδ’ εἰ τὸ σῶμα ἀθῶοι μενοῦμεν.“ καὶ ὁ Ἀπολλώνιος, „θάρρει,“ ἔφη „τὸν γὰρ πλοῦτον τοῦ σώματος
VA
.

7

.

23

(50)

ἐγγυητὴν ἔχεις· δέδεσαι μὲν γὰρ δι’ αὐτόν, ἀνήσει δέ σε ἀπολυόμενον οὐ μόνον τοῦ δεσμωτηρίου τοῦδε,
ἀλλὰ καὶ τοῦ θεραπεύειν τοὺς συκοφάντας τε καὶ278
VA
.

7

.

24

τοὺς δούλους, οἷς δι’ αὐτὸν ὑπέκεισο.“ ἑτέρου δ’ αὖ φήσαντος γραφὴν φεύγειν, ἐπειδὴ θύων ἐν Τά‐ ραντι, οὗ ἦρχε, μὴ προσέθηκε ταῖς δημοσίαις εὐχαῖς, ὅτι Δομετιανὸς Ἀθηνᾶς εἴη παῖς „σὺ μὲν ᾠήθησ“
5ἔφη „μὴ ἂν τὴν Ἀθηνᾶν τεκεῖν παρθένον οὖσαν τὸν ἀεὶ χρόνον, ἠγνόεις δ’, οἶμαι, ὅτι ἡ θεὸς αὕτη Ἀθη‐
VA
.

7

.

25

ναίοις ποτὲ δράκοντα ἔτεκε.“ καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ· χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβο‐ λὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ἣ ξυν‐
5ῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύ‐ τευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ἐκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ· ἐκ τού‐ του ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν
10οὗτος, ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν ὡς μεμια‐ σμένης ἑαυτῷ, τὴν δ’ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, δι’ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφ’ ὁμοίοις,
15ἀλλ’ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόρρω ἐκείνων, ὁ δ’ οὐ τοῦτ’ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, δι’ ἃς καὶ εἷρχθαι αὐτόν.
VA
.

7

.

26

Προσιόντων δὲ τῷ Ἀπολλωνίῳ πλειόνων ἔνδον καὶ ὀλοφυρομένων τοιαῦτα, πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ καὶ οἱ μὲν νοσεῖν αὐτῶν, οἱ δὲ ἀθύμως παρεῖσθαι, οἱ δὲ ἐγκαρτερεῖν
5τὸν θάνατον, οἱ δ’ ἐπιβοᾶσθαι τέκνα καὶ γονέας τοὺς αὐτῶν καὶ γάμους „ὦ Δάμι,“ ἔφη „δοκοῦσί μοι τοῦ φαρμάκου δεῖσθαι οἱ ἄνδρες, οὗ καταρχὰς
ἐπεμνήσθην. εἴτ’ οὖν Αἰγύπτιον τοῦτο, εἴτ’ ἐν πάσῃ τῇ γῇ φύεται ῥιζοτομούσης αὐτὸ σοφίας ἐκ τῶν ἑαυ‐279
10τῆς κήπων, προσδῶμεν αὐτοῦ τοῖς ἀθλίοις τούτοις, μὴ προανέλῃ σφᾶς ἡ γνώμη.“ „προσδῶμεν“ ἦ δ’ ὃς ὁ Δάμις „ἐοίκασι γὰρ δεομένοις.“ ξυγκαλέσας οὖν αὐτοὺς ὁ Ἀπολλώνιος „ἄνδρες,“ εἶπεν „οἱ κοι‐ νωνοῦντες ἐμοὶ ταυτησὶ τῆς στέγης, ἐλεῶ ὑμᾶς, ὡς
15ὑφ’ αὑτῶν ἀπόλλυσθε, οὔπω εἰδότες, εἰ κατηγορία ἀπολεῖ ὑμᾶς· δοκεῖτε γάρ μοι προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου, [καὶ] θαρρεῖν μὲν ἃ δέδιτε, δεδιέναι δ’ ἃ θαρρεῖτε. οὐ μὴν προσήκει γε, ἀλλ’ ἐνθυμηθέντας
20τὸν Ἀρχιλόχου τοῦ Παρίου λόγον, ὃς τὴν ἐπὶ τοῖς λυπηροῖς καρτερίαν τλημοσύνην καλῶν θεῶν αὐτήν φησιν (εἶναι) εὕρημα [οὖσαν], ἀναφέρειν τῶν σχετ‐ λίων τούτων, ὥσπερ οἱ τέχνῃ τοῦ ῥοθίου ὑπεραί‐ ροντες, ἐπειδὰν τὸ κῦμα ὑπὲρ τὴν ναῦν ἱστῆται,
25μηδ’ ἡγεῖσθαι χαλεπὰ ταῦτα, ἐφ’ ἃ ὑμεῖς μὲν ἄκον‐ τες, ἐγὼ δὲ ἑκὼν ἥκω. εἰ μὲν γὰρ ξυντίθεσθε ταῖς αἰτίαις, ὀλοφυρτέα ἡ ἡμέρα μᾶλλον, ἐν ᾗ ὁ λογισμὸς ἐς ἄδικά τε καὶ ὠμὰ ὁρμήσας ὑμᾶς ἔσφηλεν, εἰ δ’ οὔτε σὺ τὴν ἐν τῷ Ἀχελῴῳ νῆσον ὑπὲρ ὧν ὁ κατή‐
30γορός φησιν ἐρεῖς ᾠκηκέναι, οὔτε σὺ τὸν σεαυτοῦ πλοῦτον ἔφεδρόν ποτε τῇ βασιλείᾳ στήσασθαι, οὔθ’ ἑκὼν σὺ τοῦ μὴ πρὸς Ἀθηνᾶς δοκεῖν ἀφῃρῆσθαι τὸν ἄρχοντα, οὔθ’ ὑπὲρ ὧν ἀφῖχθε κινδυνεύων ἕκα‐ στος, ἀληθῆ ταῦτα εἶναι φήσει, τί βούλεταί“ φησιν
35„ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος; ὅσῳ γὰρ τοὺς οἰκειοτάτους ἐπιβοᾶσθε, τοσῷδε χρὴ ἐρρῶσθαι μᾶλλον, ἆθλα γάρ που τῆς τλημοσύνης ταύτης ἐκεῖνα. ἢ τὸ καθεῖρχθαι δεῦρο δεινὸν εἶναί φατε καὶ τὸ ἐν τῷ δεσμωτηρίῳ ζῆν; ἢ ἀρχὴν ὧν πείσεσθαι ἡγεῖσθε;
40ἢ καὶ καθ’ αὑτὸ τιμωρίαν, εἰ καὶ μηδὲν ἐπ’ αὐτῷ πάθοιτε; ἀλλ’ ἔγωγε τὴν ἀνθρωπείαν εἰδὼς φύσιν ἀναδιδάξω λόγον ὑμᾶς οὐδὲν ἐοικότα τοῖς τῶν ἰατρῶν σιτίοις, καὶ γὰρ ἰσχὺν ἐντίθησι καὶ ἀποθανεῖν οὐκ ἐάσει· οἱ ἄνθρωποι ἐν δεσμωτηρίῳ ἐσμὲν τὸν χρό‐280
45νον τοῦτον, ὃς δὴ ὠνόμασται βίος· αὕτη γὰρ ἡ ψυχὴ σώματι φθαρτῷ ἐνδεθεῖσα πολλὰ μὲν καρτερεῖ, δουλεύει δὲ πᾶσιν, ὁπόσα ἐπ’ ἄνθρωπον φοιτᾷ, οἰκία τε οἷς ἐπενοήθη πρῶτον, ἀγνοῆσαί μοι δοκοῦσιν ἄλλο δεσμωτήριον αὑτοῖς περιβάλλοντες, καὶ γὰρ δὴ
VA
.

7

.

26

(50)

καὶ ὁπόσοι τὰ βασίλεια οἰκοῦσιν, ἀσφαλῶς ἐν αὐτοῖς κατεσκευασμένοι, δεδέσθαι μᾶλλον τούτους ἡγώ‐ μεθα ἢ οὓς αὐτοὶ δήσουσι. πόλεις δ’ ἐνθυμουμένῳ μοι καὶ τείχη δοκεῖ ταῦτα δεσμωτήρια εἶναι κοινά, ὡς δεδέσθαι μὲν ἀγοράζοντας, δεδέσθαι δὲ ἐκκλη‐
55σιάζοντας καὶ θεωμένους αὖ καὶ πομπὰς πέμποντας. καὶ Σκυθῶν ὁπόσοι ἁμαξεύουσιν, οὐ μεῖον ἡμῶν δέδενται, Ἴστροι τε γὰρ αὐτοὺς ὁρίζουσι καὶ Θερ‐ μώδοντες καὶ Τανάιδες οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆ‐ ναι, ἢν μὴ ὑπὸ τοῦ κρυμοῦ στῶσιν, οἰκίας τε ἐπὶ
60τῶν ἁμαξῶν πέπανται καὶ φέρονται μέν, ἀλλ’ ἐν αὐταῖς ἐπτηχότες. εἰ δὲ μὴ μειρακιώδης ὁ λόγος, φασὶ καὶ τὸν Ὠκεανὸν δεσμοῦ ἕνεκα τῇ γῇ περιβε‐ βλῆσθαι. ἴτε, ὦ ποιηταί, ταυτὶ γὰρ ὑμέτερα, καὶ ῥαψῳδεῖτε πρὸς τούτους τοὺς ἀθύμους, ὡς Κρόνος
65μέν ποτε ἐδέθη βουλαῖς τοῦ Διός, Ἄρης δὲ ὁ πολε‐ μικώτατος ἐν οὐρανῷ μὲν ὑπὸ Ἡφαίστου πρότερον, ἐν γῇ δὲ ὑπὸ τῶν τοῦ Ἀλωέως. ταῦτ’ ἐνθυμούμενοι καὶ πολλοὺς τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν, οὓς δῆμοι ἀσελγεῖς ἔδησαν, τυραννίδες δὲ προὐπη‐
70λάκισαν, δεχώμεθα καὶ ταῦτα, ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα.“ οὕτω τοὺς ἐν τῷ δεσμωτηρίῳ
τὰ ῥηθέντα μετέβαλεν, ὡς σίτου τε οἱ πολλοὶ ἅψασθαι καὶ ἀπελθεῖν τῶν δακρύων βῆναί τε ἐπ’ ἐλπίδος μηδ’ ἂν παθεῖν μηδὲν ἐκείνῳ ξυνόντες.281
VA
.

7

.

27

Τῆς δ’ ὑστεραίας διελέγετο μὲν ἐς τὸν αὐτὸν νοῦν ξυντείνων, ἐσπέμπεται δέ τις ἀκροατὴς τῶν διαλέξεων ὑπὸ τοῦ Δομετιανοῦ καθειμένος, τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει καὶ κινδυνεύειν τι,
5ὡς ἔφασκε, μέγα, γλώττης τε οὐκ ἀνεπιτηδεύτως εἶχεν, οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες ὀκτὼ ῥήματα ἢ δέκα, ὁ δὲ Ἀπολλώνιος ξυνιεὶς τῆς τέχνης διελέγετο, ἃ μὴ ἐκείνῳ προὔβαινε, ποταμῶν τε γὰρ πρὸς αὐτοὺς ἐμέμνητο καὶ ὀρῶν καὶ θηρία διῄει καὶ
10δένδρα, ὑφ’ ὧν οἱ μὲν διήγοντο, ὁ δ’ οὐδὲν ἐπέραι‐ νεν. ὡς δὲ καὶ ἀπάγειν αὐτὸν ἐς λοιδορίας τοῦ τυράννου ἐπειρᾶτο „ὦ τᾶν,“ ἔφη „σὺ μέν, ὅ τι βού‐ λει, λέγε, οὐ γὰρ διαβεβλήσῃ γε ὑπ’ ἐμοῦ, ἐγὼ δὲ ὁπόσα μέμφομαι τὸν βασιλέα, πρὸς αὐτὸν λέξω.“
VA
.

7

.

28

Ἐγένετο καὶ ἕτερα ἐν τῷ δεσμωτηρίῳ τούτῳ ἐπεισόδια, τὰ μὲν ἐπιβεβουλευμένα, τὰ δέ, ὡς ξυν‐ έπεσεν, οὔπω μεγάλα, οὐδ’ ἄξια ἐμοὶ σπουδάσαι, Δάμις δέ, οἶμαι, ὑπὲρ τοῦ μὴ παραλελοιπέναι τι
5αὐτῶν ἐπεμνήσθη, τὰ δὲ λόγου ἐχόμενα· ἑσπέρα μὲν ἦν, καθεῖρκτο δὲ ἡμέραν ἤδη πέμπτην, παρελθὼν δέ τις ἐς τὸ δεσμωτήριον Ἑλληνικὸς τὴν φωνὴν „ποῦ“ ἔφη „ὁ Τυανεύς;“ καὶ ἀπολαβὼν αὐτὸν „αὔριον“ ἔφη „διαλέξεταί σοι ὁ βασιλεύς· Αἰλιανοῦ
10δὲ ταῦτα ἀκηκοέναι δόκει.“ „ξυνίημι“ ἦ δ’ ὃς „τοῦ ἀπορρήτου, μόνου γὰρ δὴ ἐκείνου εἰδέναι αὐτό.“ „καὶ μὴν καὶ τῷ ἐπὶ τοῦ δεσμωτηρίου προείρηται“ ἔφη „πᾶν, εἴ τι βούλοιο, ἐπιτηδείῳ σοι εἶναι.“ „κα‐ λῶς μὲν ποιοῦντες ὑμεῖς,“ εἶπεν „ἐγὼ δὲ καὶ τὸν
15ἐνταῦθα βίον καὶ τὸν ἔξω ταυτὸν πράττω, διαλέγο‐
μαι μὲν γὰρ ὑπὲρ τῶν παραπιπτόντων, δέομαι δ’ οὐδενός.“ „οὐδὲ τοῦ ξυμβουλεύσοντος,“ ἔφη „Ἀπολ‐ λώνιε, ὡς διαλέξῃ τῷ βασιλεῖ;“ „νὴ Δί’“ εἶπεν „εἰ μὴ κολακεύειν πείθοι.“ „τί δ’, εἰ μὴ ὑπερορᾶν,“282
20ἔφη, „μηδ’ ὑπερφρονεῖν αὐτοῦ;“ „ἄριστα“ εἶπε „ξυμβουλεύσει καὶ ὡς ἐμαυτὸν πέπεικα.“ „ὑπὲρ τούτων μὲν ἥκω“ ἔφη „καὶ χαίρω παρεσκευασμένον σε ὁρῶν ξυμμέτρως, δεῖ δὲ καὶ πρὸς τὸ φθέγμα τοῦ βασιλέως παρεσκευάσθαι σε καὶ πρὸς τὸ δύστροπον
25τοῦ προσώπου, φθέγγεται μὲν γὰρ βαρύ, κἂν πρᾴως διαλέγηται, ἡ δ’ ὀφρὺς ἐπίκειται τῷ τοῦ ὀφθαλμοῦ ἤθει, μεστὴ δ’ ἡ παρειὰ χολῆς, τουτὶ γὰρ μάλιστα ἐπιφαίνει. ταῦτα, ὦ Τυανεῦ, μὴ ἐκπληττώμεθα, ἔστι γὰρ φύσεως μᾶλλον καὶ ἀεὶ ὅμοια.“ καὶ ὁ Ἀπολ‐
30λώνιος „Ὀδυσσεὺς μέντοι“ ἔφη „παριὼν ἐς τὸ τοῦ Πολυφήμου ἄντρον καὶ μήτε ὁπόσος ἐστί, προακη‐ κοὼς πρότερον, μηδ’ οἷα σιτεῖται, μηδ’ ὡς βροντᾷ ἡ φωνή, ἐθάρρησέ τε αὐτὸν καίτοι ἐν ἀρχῇ δείσας καὶ ἀπῆλθε τοῦ ἄντρου ἀνὴρ δόξας, ἐμοὶ δὲ ἐξελ‐
35θεῖν αὔταρκες ἐμαυτόν τε σώσαντα καὶ τοὺς ἑταί‐ ρους, ὑπὲρ ὧν κινδυνεύω.“ τοιαῦτα διαλεχθεὶς πρὸς τὸν ἥκοντα καὶ ἀπαγγείλας αὐτὰ πρὸς τὸν Δάμιν ἐκάθευδεν.
VA
.

7

.

29

Περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασι‐ λείων δικῶν „κελεύει σε ὁ βασιλεὺς,“ ἔφη „ὦ Ἀπολ‐ λώνιε, περὶ πλήθουσαν ἀγορὰν ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλ’ ἰδεῖν τέ σε, ὅστις ὢν
5τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ.“ „τί οὖν“ εἶπεν „ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ;“ „οὐ γὰρ σὺ“ ἔφη „Ἀπολλώνιος;“ „νὴ Δί’,“ εἶπεν „ὁ Τυα‐ νεύς γε.“ „πρὸς τίνα οὖν“ ἔφη „ταῦτα εἴπω;“ „πρὸς τοὺς ἄξοντάς με,“ εἶπε „χρὴ γάρ που ὡς ἐκ
10δεσμωτηρίου φοιτᾶν.“ „προστέτακται“ ἔφη „προ‐ τέροις γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ283
VA
.

7

.

30

μάλα ἑσπέρας προστέτακται.“ ὁ μὲν δὴ ἀπῆλθεν, ὁ δ’ Ἀπολλώνιος ἀναπαύσας ἑαυτὸν ἐπὶ τῆς κλίνης „ὕπνου“ ἔφη „δέομαι, Δάμι, χαλεπὴ γάρ μοι ἡ νὺξ γέγονεν ἀναμνησθῆναι βουλομένῳ ὧν Φραώτου ποτὲ
5ἤκουσα.“ „καὶ μὴν ἐγρηγορέναι τε“ εἶπεν „ἐχρῆν μᾶλλον καὶ ξυντάττειν ἑαυτὸν ἐς τὸ παρηγγελμένον μέγα οὕτως ὄν.“ „καὶ πῶς ἂν ξυνταττοίμην“ ἔφη „μηδέ, τί ἐρήσεται, εἰδώς;“ „αὐτοσχεδιάσεις οὖν“ εἶπεν „ὑπὲρ τοῦ βίου;“ „νὴ Δί’,“ ἔφη „ὦ Δάμι,
10αὐτοσχεδίῳ γὰρ αὐτῷ χρῶμαι. ἀλλ’ ὅ γε ἀνεμνή‐ σθην τοῦ Φραώτου βούλομαι διελθεῖν πρὸς σέ, χρη‐ στὸν γὰρ ἐς τὰ παρόντα καὶ σοὶ δόξει· τοὺς λέοντας, οὓς τιθασεύουσιν ἄνθρωποι, κελεύει Φραώτης μήτε παίειν, μνησικακεῖν γὰρ αὐτούς, εἰ παίοιντο, μήτε
15θεραπεύειν, ἀγερώχους γὰρ ἐκ τούτου γίγνεσθαι, ξὺν ἀπειλῇ δὲ μᾶλλον καταψῶντας ἐς εὐάγωγα ἤθη ἄγειν. τοῦτο δὲ οὐχ ὑπὲρ τῶν λεόντων εἶπεν, οὐ γὰρ ὑπὲρ θηρίων ἀγωγῆς ἐσπουδάζομεν, ἀλλ’ ἡνίαν ἐπὶ τοὺς τυράννους διδούς, ᾗ χρωμένους οὐκ ἂν
20ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου.“ „ἄριστα μὲν“ ἔφη „ὁ λόγος οὗτος ἐς τὰ τυράννων ἤθη εἴρηται, ἀλλ’ ἔστι τις καὶ παρὰ τῷ Αἰσώπῳ λέων ὁ ἐν τῷ σπη‐ λαίῳ, φησὶ δ’ αὐτὸν ὁ Αἴσωπος οὐ νοσεῖν μέν, δο‐ κεῖν δέ, καὶ τῶν θηρίων, ἃ ἐφοίτα παρ’ αὐτόν, ἅπτε‐
25σθαι, τὴν δὲ ἀλώπεκα τί τούτῳ χρησόμεθα, εἰπεῖν, παρ’ οὗ μηδὲ ἀναλύει τις, μηδὲ δείκνυταί τι τῶν ἐξιόντων ἴχνος;“ καὶ ὁ Ἀπολλώνιος „ἀλλ’ ἐγὼ“ ἔφη „σοφωτέραν τὴν ἀλώπεκα ἡγούμην ἄν, εἰ παρ‐ ελθοῦσα ἔσω μὴ ἥλω, ἀλλ’ ἐξῆλθε τοῦ σπηλαίου τὰ
VA
.

7

.

31

ἴχνη τὰ ἑαυτῆς δεικνῦσα.“ ταῦτα εἰπὼν ὕπνου ἔσπασε κομιδῇ βραχὺ καὶ ὅσον ἐπ’ ὀφθαλμοὺς ἦλ‐ θεν, ἡμέρα δ’ ὡς ἐγένετο, προσευξάμενος τῷ Ἡλίῳ, ὡς ἐν δεσμωτηρίῳ εἰκός, διελέγετο τοῖς προσιοῦσιν,284
5ὁπόσα ἠρώτων, καὶ οὕτως ἀγορᾶς πληθούσης ἀφι‐ κνεῖται γραμματεὺς κελεύων ἐπὶ θύρας ἤδη εἶναι „μὴ καὶ θᾶττον“ ἔφη „ἐσκληθῶμεν.“ ὁ δὲ εἰπὼν „ἴωμεν“ ξὺν ὁρμῇ προῆλθε. πορευομένῳ δ’ αὐτῷ δορυφόροι ἐπηκολούθουν τέτταρες πλέον ἀπέχοντες
10ἢ οἱ φυλακῆς ἕνεκα ὁμαρτοῦντες, ἐφείπετο δὲ καὶ ὁ Δάμις δεδιὼς μέν, ξυννοοῦντι δ’ ὅμοιος. ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον ἅπαντες, αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις, καὶ αὐτὸ δὲ τὸ ἥκειν ὑπὲρ ἀνδρῶν
15κινδυνεύσοντα καὶ τοὺς βασκαίνοντας αὐτῷ πρότε‐ ρον ἐπιτηδείους ἐποίει τότε. προσεστὼς δὲ τοῖς βα‐ σιλείοις καὶ τοὺς μὲν θεραπευομένους ὁρῶν, τοὺς δὲ θεραπεύοντας, ἐσιόντων τε καὶ ἐξιόντων κτύπον „δο‐ κεῖ μοι,“ ἔφη „ὦ Δάμι, βαλανείῳ ταῦτα εἰκάσθαι,
20τοὺς μὲν γὰρ ἔξω ἔσω ὁρῶ σπεύδοντας, τοὺς δὲ ἔσω ἔξω, παραπλήσιοι δέ εἰσιν οἱ μὲν ἐκλελουμένοις, οἱ δ’ ἀλούτοις.“ τὸν λόγον τοῦτον ἄσυλον κελεύω φυλάττειν καὶ μὴ τῷ δεῖνι ἢ τῷ δεῖνι προσγράφειν αὐτὸν οὕτω τι Ἀπολλωνίου ὄντα, ὡς καὶ ἐς ἐπιστο‐
25λὴν αὐτῷ ἀναγεγράφθαι. ἰδὼν δέ τινα μάλα πρε‐ σβύτην ἐπιθυμοῦντα μὲν ἄρχειν, δι’ αὐτὸ δὲ τοῦτο ἀρχόμενον καὶ θεραπεύοντα τὸν βασιλέα „τοῦτον,“ ἔφη „ὦ Δάμι, οὐδὲ Σοφοκλῆς πω πέπεικε τὸν λυτ‐ τῶντά τε καὶ ἄγριον δεσπότην ἀποφυγεῖν.“ „ὃν
30ἡμεῖς,“ εἶπεν „Ἀπολλώνιε, καὶ αὐτοὶ ᾑρήμεθα· ταῦτά τοι καὶ προσεστήκαμεν θύραις τοιαύταις.“ „δοκεῖς μοι“ ἔφη „ὦ Δάμι, καὶ τὸν Αἰακόν, ὅσπερ
ἐν Αἵδου λέγεται, φρουρὸν ἡγεῖσθαι τουτωνὶ τῶν πυλῶν εἶναι, τεθνεῶτι γὰρ δὴ ἔοικας.“ „οὐ τε‐285
35θνεῶτι,“ ἔφη „τεθνηξομένῳ δέ.“ καὶ ὁ Ἀπολλώ‐ νιος, „ἀφυής,“ εἶπεν „ὦ Δάμι, πρὸς τὸν θάνατον εἶναί μοι φαίνῃ, καίτοι ξυνών μοι χρόνον, ἐκ μειρα‐ κίου φιλοσοφῶν, ἐγὼ δὲ ᾤμην παρεσκευάσθαι τέ σε πρὸς αὐτὸν καὶ τὴν ἐν ἐμοὶ τακτικὴν εἰδέναι πᾶσαν,
40ὥσπερ γὰρ τοῖς μαχομένοις καὶ ὁπλιτεύουσιν οὐκ εὐψυχίας δεῖ μόνον, ἀλλὰ καὶ τάξεως ἑρμηνευούσης τοὺς καιροὺς τῆς μάχης, οὕτω καὶ τοῖς φιλοσοφοῦ‐ σιν ἐπιμελητέα τῶν καιρῶν, ἐν οἷς ἀποθανοῦνται, ὡς μὴ ἄτακτοι, μηδὲ θανατῶντες, ξὺν ἀρίστῃ δ’
45αἱρέσει ἐς αὐτοὺς φέροιντο. ὅτι δὲ ἄριστά τε καὶ κατὰ τὸν προσήκοντα φιλοσοφίᾳ καιρὸν εἱλόμην ἀπο‐ θνήσκειν, εἴ τις ἀποκτείνειν βούλοιτο, ἑτέροις τε ἀπολελόγημαι σοῦ παρόντος, αὐτόν τε σὲ διδάσκων
VA
.

7

.

32

ἀπείρηκα.“ ἐπὶ τοσοῦτον μὲν δὴ ταῦτα, ἐπεὶ δὲ σχολὴ τῷ βασιλεῖ ἐγένετο τὰ ἐν ποσὶ διωσαμένῳ πάντα ἐς λόγους ἀφικέσθαι τῷ ἀνδρί, παρῆγον μὲν αὐτὸν ἐς τὰ βασίλεια οἱ ἐπιμεληταὶ τῶν τοιούτων
5οὐ ξυγχωρήσαντες τῷ Δάμιδι ἐπισπέσθαι οἱ, θαλλοῦ δὲ στέφανον ἔχων ὁ βασιλεὺς ἄρτι μὲν τῇ Ἀθηνᾷ τεθυκὼς ἐτύγχανεν ἐν αὐλῇ Ἀδώνιδος, ἡ δὲ αὐλὴ ἀνθέων ἐτεθήλει κήποις, οὓς Ἀδώνιδι Ἀσσύριοι ποι‐ οῦνται ὑπὲρ ὀργίων ὁμωροφίους αὐτοὺς φυτεύ‐
10οντες. πρὸς δὲ τοῖς ἱεροῖς ὢν μετεστράφη καὶ ἐκ‐ πλαγεὶς ὑπὸ τοῦ εἴδους τοῦ ἀνδρὸς „Αἰλιανέ,“ εἶπε „δαίμονά μοι ἐπεσήγαγες.“ ἀλλ’ οὔτε ἐκπλαγεὶς ὁ Ἀπολλώνιος καθαπτόμενός τε ὧν ἤκουσεν „ἐγὼ δὲ“ ἔφη „τὴν Ἀθηνᾶν ᾤμην ἐπιμεμελῆσθαί σου, βασι‐
15λεῦ, τρόπον, ὃν καὶ τοῦ Διομήδους ποτὲ ἐν Τροίᾳ, τὴν γάρ τοι ἀχλύν, ὑφ’ ἧς οἱ ἄνθρωποι χεῖρον βλέ‐
πουσιν, ἀφελοῦσα τῶν τοῦ Διομήδους ὀφθαλμῶν ἔδωκεν αὐτῷ θεούς τε διαγιγνώσκειν καὶ ἄνδρας, σὲ δ’ οὔπω ἡ θεὸς ἐκάθηρεν, ὦ βασιλεῦ, τὴν κάθαρσιν286
20ταύτην· ἦ μὴν ἔδει γε, ὡς αὐτὴν τὴν Ἀθηνᾶν ὁρῴης ἄμεινον τούς τε ἄνδρας μὴ ἐς τὰ τῶν δαιμόνων εἴδη τάττοις.“ „σὺ δέ,“ εἶπεν „ὦ φιλόσοφε, πότε τὴν ἀχλὺν ἐκαθήρω ταύτην;“ „πάλαι“ ἔφη „κἀξ ὅτου φιλοσοφῶ.“ „πῶς οὖν“ εἶπε „τοὺς ἐμοὶ πολεμιω‐
25τάτους ἄνδρας θεοὺς ἐνόμισας;“ „καὶ τίσ“ ἔφη „πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς, οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦ‐ μαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;“ „μὴ ἄπαγε ἐς Ἰνδούς,“ εἶπεν „ἀλλ’ ὑπὲρ τοῦ φιλτάτου σοι Νε‐
30ρούα καὶ τῶν κοινωνούντων αὐτῷ τῆς αἰτίας λέγε.“ „ἀπολογῶμαι ὑπὲρ αὐτοῦ“ ἔφη „τι ἢ“ — „μὴ ἀπο‐ λογοῦ“ εἶπεν „ἀδικῶν γὰρ εἴληπται, ἀλλ’ οὐχ ὡς αὐτὸς ἀδικεῖς ξυνειδὼς ἐκείνῳ τοιαῦτα, τοῦτό με ἀναδίδασκε.“ „εἰ, ἃ ξύνοιδα,“ ἔφη „ἀκοῦσαι βού‐
35λει, ἄκουε, τί γὰρ ἂν τἀληθῆ κρύπτοιμι;“ ὁ μὲν δὴ βασιλεὺς ἀπορρήτων τε λαμπρῶν ἀκροάσασθαι ᾤετο καὶ ἐς τὸ ξυντεῖνον τῆς ἀπωλείας τῶν ἀνδρῶν ἥκειν πάντα, ὁ δ’ ὡς μετέωρον αὐτὸν ὑπὸ τῆς δόξης ταύ‐
VA
.

7

.

33

της εἶδεν, „ἐγὼ“ ἔφη „Νερούαν σωφρονέστατον ἀνθρώπων οἶδα καὶ πρᾳότατον καὶ σοὶ ἐπιτηδειότα‐ τον καὶ ἄρχοντα μὲν ἀγαθόν, εὐλαβῆ δ’ οὕτω πρὸς ὄγκον πραγμάτων, ὡς καὶ τὰς τιμὰς δεδιέναι, οἱ δὲ
5ἀμφ’ αὐτόν, Ῥοῦφον γάρ που λέγεις καὶ Ὄρφιτον, σώφρονες μὲν καὶ οἵδε οἱ ἄνδρες, ὁπόσα οἶδα, καὶ διαβεβλημένοι πρὸς πλοῦτον, νωθροὶ δὲ πράττειν ὁπόσα ἔξεστι, νεώτερα δὲ οὔτ’ ἂν αὐτοὶ ἐνθυμη‐ θεῖεν οὔτ’ ἂν ἑτέρῳ ἐνθυμηθέντι ξυνάραιντο.“ ἀνοι‐
10δήσας δ’ ὁ βασιλεὺς ὑφ’ ὧν ἤκουσε „συκοφάντην
με οὖν“ εἶπεν „ἐπ’ αὐτοῖς εἴληφας, ἵν’ οὓς ἐγὼ μιαρωτάτους ἀνθρώπων καὶ τοῖς ἐμοῖς ἐπιπηδῶντας εὗρον, σὺ δ’, ὡς χρηστοί τέ εἰσι (λέγεις) καὶ νωθροί; καὶ γὰρ ἂν κἀκείνους ἡγοῦμαι ὑπὲρ σοῦ ἐρωτωμέ‐287
15νους μήθ’ ὡς γόης εἶ, φάναι, μήθ’ ὡς ἴτης μήθ’ ὡς ἀλαζὼν μήθ’ ὡς φιλοχρήματος μήθ’ ὡς φρονῶν ὑπὲρ τοὺς νόμους. οὕτως, ὦ μιαραὶ κεφαλαί, κακῶς ξυντέταχθε. ἐλέγξει δ’ ἡ κατηγορία πάντα· καὶ γὰρ ὁπόσα ὀμώμοται ὑμῖν καὶ ὑπὲρ ὧν καὶ ὁπότε καὶ τί
20θύσασιν, οὐδὲν μεῖον οἶδα, ἢ εἰ παρετύγχανόν τε καὶ ἐκοινώνουν.“ ὁ δὲ οὐδὲ ταῦτα ἐκπλαγεὶς „αἰσ‐ χρόν,“ ἔφη „βασιλεῦ, καὶ οὐκ ἐκ τῶν νόμων ἢ δι‐ κάζειν ὑπὲρ ὧν πέπεισαι ἢ πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας. εἰ δ’ οὕτως ἔχει, ξυγχώρησον ἐνθένδε
25μοι τῆς ἀπολογίας ἄρξασθαι· κακῶς, ὦ βασιλεῦ, περὶ ἐμοῦ φρονεῖς, καὶ πλείω με ἀδικεῖς ἢ ὁ συκο‐ φάντης, ἃ γὰρ ἐκεῖνος διδάξειν ἔφη, σὺ πρὶν ἀκοῦ‐ σαι πέπεισαι.“ „τῆς μὲν ἀπολογίασ“ εἶπεν „ὁπό‐ θεν βούλει, ἄρχου, ἐγὼ δὲ καὶ ἐς ὅ τι παύσομαι οἶδα
VA
.

7

.

34

καὶ ὁπόθεν ἤδη προσήκει ἄρξασθαι.“ ἄρχεται τὸ ἐνθένδε τῆς ἐς τὸν ἄνδρα ὕβρεως γενείων τε ἀπο‐ κείρας αὐτὸν καὶ χαίτης ἔν τε τοῖς κακουργοτάτοις δήσας, ὁ δ’ ὑπὲρ μὲν τῆς κουρᾶς „ἐλελήθειν, ὦ βα‐
5σιλεῦ,“ ἔφη „περὶ ταῖς θριξὶ κινδυνεύων,“ ὑπὲρ δὲ τῶν δεσμῶν „εἰ μὲν γόητά με ἡγῇ,“ ἔφη „πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;“ „καὶ ἀνήσω γε οὐ πρότερον,“ εἶπεν „ἢ ὕδωρ γενέσθαι σε ἤ τι θηρίον ἢ δένδρον.“ „ταυτὶ μὲν“ ἔφη
10„οὐδ’ εἰ δυναίμην, γενοίμην ἄν, ὡς μὴ προδοίην ποτὲ τοὺς οὐδεμιᾷ δίκῃ κινδυνεύοντας, ὢν δ’, ὅσπερ εἰμί, πᾶσιν ὑποθήσω ἐμαυτὸν οἷς ἂν περὶ τὸ σῶμα τουτὶ πράττῃς, ἔστ’ ἂν ὑπὲρ τῶν ἀνδρῶν ἀπολογή‐
σωμαι.“ ὑπὲρ δὲ σοῦ“ εἶπε „τίς ὁ ἀπολογησόμενος288
15ἔσται;“ „χρόνοσ“ ἔφη „καὶ θεῶν πνεῦμα καὶ σοφίας ἔρως, ᾗ ξύνειμι.“
VA
.

7

.

35

Τὸν μὲν δὴ προάγωνα τῆς ἀπολογίας, ὃς [δὴ] ἐγένετο αὐτῷ πρὸς Δομετιανὸν ἰδίᾳ, τοιόνδε δια‐ γράφει ὁ Δάμις, οἱ δὲ βασκάνως ταῦτα ξυνθέντες ἀπολελογῆσθαι μὲν αὐτόν φασι πρότερον, δεδέσθαι
5δὲ μετὰ ταῦτα, ὅτε δὴ κείρασθαι, καί τινα ἐπιστο‐ λὴν ἀνέπλασαν ξυγκειμένην μὲν ἰωνικῶς, τὸ δὲ μῆ‐ κος ἄχαρι, ἐν ᾗ βούλονται τὸν Ἀπολλώνιον ἱκέτην τοῦ Δομετιανοῦ γίγνεσθαι παραιτούμενον ἑαυτὸν τῶν δεσμῶν. Ἀπολλώνιος δὲ τὰς μὲν διαθήκας τὰς
10ἑαυτοῦ τὸν Ἰώνιον ἑρμηνεύει τρόπον, ἐπιστολῇ δὲ ἰαστὶ ξυγκειμένῃ οὔπω Ἀπολλωνίου προσέτυχον, καίτοι ξυνειλοχὼς αὐτοῦ πλείστας, οὐδὲ μακρηγο‐ ρίαν πω τοῦ ἀνδρὸς ἐν ἐπιστολῇ εὗρον, βραχεῖαι γὰρ καὶ ἀπὸ σκυτάλης πᾶσαι. καὶ μὴν καὶ νικῶν τὴν
15αἰτίαν ἀπῆλθε τοῦ δικαστηρίου, καὶ πῶς ἄν ποτε ἐδέθη μετὰ τὴν ἀφεῖσαν ψῆφον; ἀλλὰ μήπω τὰ ἐν τῷ δικαστηρίῳ· ἔτι καὶ τὰ ἐπὶ τῇ κουρᾷ καὶ ἅττα διελέχθη, λεγέσθω πρότερον, ἄξια γὰρ σπουδάσαι·
VA
.

7

.

36

δυοῖν γὰρ ἡμέραιν δεδεμένου τοῦ ἀνδρὸς ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν· ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ
5γλῶττα, καθεῖτο δ’, ὥσπερ ὁ πρότερος, ἀλλ’ ὑπὲρ πιθανωτέρων οὗτος. ὁ μὲν γὰρ πόρρωθεν, ὁ δ’ ἐκ τῶν παρόντων ἑλὼν „ὦ θεοί,“ ἔφη „τίς ἂν ᾠήθη δεθῆναι Ἀπολλώνιον;“ „ὁ δήσας,“ εἶπεν „οὐ γὰρ ἄν, εἰ μὴ ᾠήθη, ἔδησε.“ „τίς δ’ ἂν τὰς ἀμβροσίας
10ποτὲ ἀποτμηθῆναι χαίτας;“ „ἐγὼ“ εἶπεν „ὁ κομῶν.“ „φέρεις δὲ πῶς ταῦτα;“ „ὥς γε εἰκὸσ“ εἶπε „τὸν
μήθ’ ἑκουσίως μήτ’ ἀκουσίως ἐς αὐτὰ ἥκοντα.“ „τὸ δὲ σκέλος πῶσ“ ἔφη „καρτερεῖ;“ „οὐκ οἶδα,“ εἶπεν „ὁ γὰρ νοῦς πρὸς ἑτέροις ἐστί.“ „καὶ μὴν πρὸς τῷ289
15ἀλγοῦντι“ ἔφη „ὁ νοῦς.“ „οὐ μὲν οὖν,“ εἶπε „νοῦς μὲν γὰρ ὅ γ’ ἐν ἀνδρὶ τοιῷδε ἢ οὐκ ἀλγήσει ἢ τὸ ἀλγοῦν παύσει.“ „τί δὲ δὴ ἐνθυμεῖται ὁ νοῦς;“ „αὐτὸ“ εἶπε „τὸ μὴ ἐννοεῖν ταῦτα.“ πάλιν δ’ αὐ‐ τοῦ τὰς χαίτας ἀνακαλοῦντος καὶ περιάγοντος ἐς
20αὐτὰς τὸν λόγον, „ὤνησαι,“ ἔφη „νεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος, ὡς σφόδρα ἄν μοι δοκεῖς τὰς Ἀχιλλείους κόμας ὀλοφύρασθαι Πατρόκλῳ τμηθείσας, εἰ δὴ ἐτμήθησαν, καὶ λειπο‐ θυμῆσαι δ’ ἂν ἐπ’ αὐταῖς· ὃς γὰρ τὰς ἐμάς, ἐν αἷς
25πολιαί τε ἦσαν καὶ αὐχμός, ἐλεεῖν φάσκεις, τί οὐκ ἂν πρὸς ἐκείνας ἔπαθες τὰς ἠσκημένας τε καὶ ξαν‐ θάς;“ τῷ δὲ ἄρα ξὺν ἐπιβουλῇ ταῦτα ἐλέγετο, ἵν’ ὑπὲρ ὧν ἀλγεῖ μάθοι, καὶ νὴ Δία, εἰ λοιδορεῖται τῷ βασιλεῖ ὑπὲρ ὧν πέπονθεν· ἀνακοπεὶς δ’ ὑφ’ ὧν
30ἤκουσε „διαβέβλησαι,“ ἔφη „πρὸς τὸν βασιλέα περὶ πλειόνων, μάλιστα δ’ ὑπὲρ ὧν οἱ περὶ Νερούαν ὡς ἀδικοῦντες φεύγουσιν, ἀφίκοντο μὲν γάρ τινες ἐς αὐτὸν διαβολαὶ καὶ περὶ τῶν ἐν Ἰωνίᾳ λόγων, οὓς ἀντιξόως τε αὐτῷ καὶ ἀπηχθημένως εἶπας, κατα‐
35φρονεῖ δὲ τούτων, ὥς φασιν, ἐπειδὴ πρὸς τὰ μείζω παρώξυνται, καίτοι τοῦ κἀκεῖνα διαβάλλοντος ἀν‐ δρὸς ὑψοῦ προήκοντος τῆς δόξης.“ „οἷον ἔφη“ Ὀλυμπιονίκην εἴρηκας, εἰ δόξης φησὶν ἅπτεσθαι δια‐ βολαῖς ἰσχύων. ξυνίημι δ’, ὡς ἔστιν Εὐφράτης, ὃν
40ἐγὼ οἶδα πάντ’ ἐπ’ ἐμὲ πράττοντα, ἠδίκημαι δ’ ὑπ’ αὐτοῦ καὶ μείζω ἕτερα· αἰσθόμενος γάρ ποτε φοι‐ τήσειν μέλλοντα παρὰ τοὺς ἐν Αἰθιοπίᾳ Γυμνοὺς ἐς διαβολάς μου πρὸς αὐτοὺς κατέστη, καὶ εἰ μὴ τῆς
ἐπιβουλῆς ξυνῆκα, τάχ’ ἂν ἀπῆλθον μηδ’ ἰδὼν τοὺς290
45ἄνδρας.“ θαυμάσας οὖν ὁ Συρακούσιος τὸν λόγον „εἶτ’“ ἔφη „τοῦ διαβληθῆναι βασιλεῖ μεῖζον ἡγῇ τὸ τοῖς Γυμνοῖς μὴ χρηστὸς ἂν ἐξ ὧν Εὐφράτης καθίει δόξαι;“ „νὴ Δί’,“ εἶπεν „ἐκεῖ μὲν γὰρ μαθησόμε‐ νος ἦα, ἐνταῦθα δὲ ὑπὲρ διδασκαλίας ἥκω.“ „τῆς
VA
.

7

.

36

(50)

τί“ ἔφη „διδασκούσης;“ „τὸ εἶναί με“ εἶπε „καλὸν κἀγαθόν, τουτὶ δὲ ὁ βασιλεὺς οὔπω οἶδεν.“ „ἀλλ’ ἔστιν“ ἔφη „τὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐ‐ τόν, ἃ καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδ’ ἂν ἐδέ‐ θης.“ ξυνιεὶς οὖν τοῦ Συρακουσίου ξυνελαύνοντος
55αὐτὸν ἐς τὸν ὅμοιον τῷ βασιλεῖ λόγον οἰομένου τε, ὡς ἀπαγορεύων πρὸς τὰ δεσμὰ ψεύσεταί τι κατὰ τῶν ἀνδρῶν „ὦ βέλτιστε,“ εἶπεν „εἰ τἀληθῆ πρὸς Δομετιανὸν εἰπὼν ἐδέθην, τί πείσομαι μὴ ἀληθεύ‐ σας; ἐκείνῳ μὲν γὰρ τἀληθὲς δοκεῖ δεσμῶν ἄξιον,
VA
.

7

.

37

ἐμοὶ δὲ τὸ ψεῦδος.“ ὁ μὲν δὴ Συρακούσιος ἀγα‐ σθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, ὁ δ’ Ἀπολλώ‐ νιος ἰδὼν ἐς τὸν Δάμιν „ξυνίησ“ ἔφη „τοῦ Πύθω‐
5νος τούτου;“ „ξυνίημι μὲν“ εἶπε ὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δ’ ὁ Πύθων βούλεταί σοι καὶ τίς ὁ τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα.“ „ἐγένετο“ ἔφη „Πύθων ὁ Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν· οὗτος ὑπὲρ Φιλίππου τοῦ Ἀμύντου
10πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλ’ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔρρωντο, ἀδι‐ κεῖσθαί τε ὑπ’ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθε‐
15ροῦντας. ὁ Πύθων ταῦτα (πολὺς) ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης ὁ Παιανιεὺς ἀντειπὼν θρασυνο‐
μένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυ‐ τοῦ ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἃ ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι291
20δ’ αὐτὸν ταὐτὸν πράττειν ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.“
VA
.

7

.

38

Διαλέγεσθαι μὲν δὴ τὸν Ἀπολλώνιον πλείω τοιαῦτα, ἑαυτὸν δὲ ὁ Δάμις ἀπορεῖν μὲν ὑπὲρ τῶν παρόντων φησί, λύσιν δὲ αὐτῶν ὁρᾶν οὐδεμίαν, πλὴν ὅσαι παρὰ τῶν θεῶν εὐξαμένοις τισὶ κἀκ πολλῷ
5χαλεπωτέρων ἦλθον, ὀλίγον δὲ πρὸ μεσημβρίας „ὦ Τυανεῦ,“ φάναι, σφόδρα γὰρ δὴ χαίρειν αὐτὸν τῇ προσρήσει „τί πεισόμεθα;“ „ὅ γε ἐπάθομεν,“ ἔφη „πέρα δ’ οὐδέν, οὐδὲ ἀποκτενεῖ ἡμᾶς οὐδείς.“ „καὶ τίσ“ εἶπεν „οὕτως ἄτρωτος; λυθήσῃ δὲ πότε;“ „τὸ
10μὲν ἐπὶ τῷ δικάσαντι“ ἔφη „τήμερον, τὸ δὲ ἐπ’ ἐμοὶ ἄρτι.“ καὶ εἰπὼν ταῦτα ἐξήγαγε τὸ σκέλος τοῦ δεσμοῦ καὶ πρὸς τὸν Δάμιν ἔφη „ἐπίδειξιν πεποίη‐ μαί σοι τῆς ἐλευθερίας τῆς ἐμαυτοῦ καὶ θάρρει.“ τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς
15Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντα, πῶς γὰρ ἐν δεσμωτη‐ ρίῳ; μηδ’ εὐξάμενόν τι, μηδὲ εἰπόντα καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὖ τὸ σκέλος τὰ τοῦ
VA
.

7

.

39

δεδεμένου πράττειν. οἱ δὲ εὐηθέστεροι τῶν ἀνθρώ‐ πων ἐς τοὺς γόητας ἀναφέρουσι ταῦτα, πεπόνθασι δ’ αὐτὸ ἐς πολλὰ τῶν ἀνθρωπείων· δέονται μὲν γὰρ αὐ(τῶν)τῆς (τέχνης) ἀθληταί, δέονται δὲ ἀγωνισταὶ
5πάντες διὰ τὸ νικᾶν γλίχεσθαι, καὶ ξυλλαμβάνει μὲν αὐτοῖς ἐς τὴν νίκην οὐδέν, ἃ δὲ ἀπὸ τύχης νικῶσι, ταῦθ’ οἱ κακοδαίμονες αὑτοὺς ἀφελόμενοι λογίζον‐ ται τῇ τέχνῃ ταύτῃ, ἀπιστοῦσι δ’ αὐτῇ οὐδ’ οἱ ἡτ‐ τώμενοι σφῶν, „εἰ γὰρ τὸ δεῖνα ἔθυσα καὶ τὸ δεῖνα
10ἐθυμίασα, οὐκ ἂν διέφυγέ με ἡ νίκη“ τοιαῦτα λέγουσι καὶ τοιαῦτα οἴονται. φοιτᾷ δὲ καὶ ἐπὶ θύρας ἐμπόρων κατὰ ταὐτά, καὶ γὰρ δὴ κἀκείνους εὕροι‐ μεν ἂν τὰ μὲν εὐτυχήματα τῆς ἐμπορίας λογιζομέ‐ νους τῷ γόητι, τὰ δὲ ἄτοπα τῇ αὑτῶν φειδοῖ καὶ τῷ292
15μὴ ὁπόσα ἔδει θῦσαι. ἀνῆπται δὲ ἡ τέχνη τοὺς ἐρῶν‐ τας μάλιστα, νοσοῦντες γὰρ εὐπαράγωγον οὕτω νό‐ σον, ὡς καὶ γραιδίοις ὑπὲρ αὐτῆς διαλέγεσθαι, θαυ‐ μαστόν, οἶμαι, οὐδὲν πράττουσι προσιόντες τοῖς σοφισταῖς τούτοις καὶ ἀκροώμενοι σφῶν τὰ τοιαῦτα,
20οἳ κεστόν τε αὐτοῖς φέρειν διδοῦσι καὶ λίθους, τοὺς μὲν ἐκ τῶν τῆς γῆς ἀπορρήτων, τοὺς δὲ ἐκ σελήνης τε καὶ ἀστέρων, ἀρώματά τε ὁπόσα ἡ Ἰνδικὴ κηπεύει, καὶ χρήματα μὲν αὐτοὺς λαμπρὰ ὑπὲρ τούτων πράτ‐ τονται, ξυνδρῶσι δὲ οὐδέν. ἢν μὲν γὰρ παθόντων
25τι τῶν παιδικῶν πρὸς τοὺς ἐρῶντας ἢ δώροις ὑπα‐ χθέντων προβαίνῃ τὰ ἐρωτικά, ὑμνεῖται ἡ τέχνη ὡς ἱκανὴ πάντα, εἰ δ’ ἀποτυγχάνοι ἡ πεῖρα, ἐς τὸ ἐλ‐ λειφθὲν ἡ ἀναφορά, μὴ γὰρ τὸ δεῖνα θυμιᾶσαι, μηδὲ θῦσαι ἢ τῆξαι, τουτὶ δὲ μέγα εἶναι καὶ ἄπορον. οἱ
30μὲν οὖν τρόποι, καθ’ οὓς καὶ διοσημίας καὶ ἕτερα πλείω τερατεύονται καὶ ἀναγεγράφαταί τισιν, οἳ ἐγέλασαν πλατὺ ἐς τὴν τέχνην, ἐμοὶ δ’ ἀποπεφάνθω μηδ’ ἐκείνοις ὁμιλεῖν τοὺς νέους, ἵνα μηδὲ παίζειν τὰ τοιαῦτα ἐθίζοιντο. ἀποχρῶσα ἡ ἐκτροπὴ τοῦ λό‐
35γου· τί γὰρ ἂν πλείω καθαπτοίμην τοῦ πράγματος, ὃ καὶ φύσει διαβέβληται καὶ νόμῳ;
VA
.

7

.

40

Ἐνδειξαμένου δὲ τοῦ Ἀπολλωνίου τῷ Δάμιδι ἑαυτὸν καὶ πλείω διαλεχθέντος, ἐπέστη τις περὶ με‐ σημβρίαν σημαίνων ἀπὸ γλώττης τοσαῦτα· „ἀφίησί σε ὁ βασιλεύς, Ἀπολλώνιε, τούτων τῶν δεσμῶν
5Αἰλιανοῦ ξυμβουλεύσαντος, τὸ δὲ ἐλευθέριον δεσμω‐
τήριον ξυγχωρεῖ οἰκεῖν, ἔστ’ ἂν ᾖ ἡ ἀπολογία, ἐς ἡμέραν δὲ ἴσως ἀπολογήσῃ πέμπτην.“ „τίς οὖν“ ἔφη „ὁ μετασκευάσων με ἐνθένδε;“ „ἐγώ,“ εἶπε „καὶ ἕπου.“ καὶ ἰδόντες αὐτὸν οἱ ἐν τῷ ἐλευθερίῳ293
10δεσμωτηρίῳ περιέβαλλον πάντες, ὡς οὐδ’ οἰηθεῖσιν αὐτοῖς ἐπανήκοντα. ὃν γὰρ δὴ πόθον ἴσχουσι πα‐ τρὸς παῖδες ἐς νουθετήσεις καθισταμένου σφίσιν ἡδείας τε καὶ ξυμμέτρους ἢ τὰ ἐφ’ ἡλικίας ἀφερμη‐ νεύοντος, τὸν αὐτὸν κἀκεῖνοι τοῦ Ἀπολλωνίου εἶχον
15καὶ ὡμολόγουν ταῦτα, ὁ δ’ οὐκ ἐπαύετο ἀεί τι ξυμ‐ βουλεύων.
VA
.

7

.

41

Καλέσας δὲ τῆς ὑστεραίας τὸν Δάμιν „ἐμοὶ μὲν“ ἔφη „τὰ τῆς ἀπολογίας ἐς τὴν προειρημένην ἡμέραν ἔσται, σὺ δὲ τὴν ἐπὶ Δικαιαρχίας βάδιζε, λῷον γὰρ πεζῇ ἰέναι, κἂν προσείπῃς Δημήτριον, στρέφου περὶ
5τὴν θάλατταν, ἐν ᾗ ἐστιν ἡ Καλυψοῦς νῆσος, ἐπι‐ φανέντα γάρ με ἐκεῖ ὄψει.“ „ζῶντα“ ἔφη ὁ Δάμις „ἢ τί;“ γελάσας δὲ ὁ Ἀπολλώνιος „ὡς μὲν ἐγὼ οἶμαι, ζῶντα,“ εἶπεν „ὡς δὲ σὺ οἴει, ἀναβεβιωκότα.“ ὁ μὲν δὴ ἀπελθεῖν φησιν ἄκων καὶ μήτ’ ἀπογιγνώ‐
10σκων ὡς ἀπολουμένου μήτ’ εὔελπις ὡς οὐκ ἀπο‐ λεῖται. καὶ τριταῖος μὲν ἐλθεῖν ἐς Δικαιαρχίαν, ἀκοῦσαι δὲ καὶ περὶ τοῦ χειμῶνος, ὃς περὶ τὰς ἡμέ‐ ρας ἐκείνας ἐγένετο, ὅτι πνεῦμα ὕπομβρον καταῤῥα‐ γὲν τῆς θαλάσσης τὰς μὲν κατέδυσε τῶν νεῶν, αἳ
15ἐκεῖσε ἔπλεον, τὰς δὲ ἐς Σικελίαν τε καὶ τὸν πορ‐ θμὸν ἀπεώσατο, καὶ ξυνεῖναι τότε ὑπὲρ ὅτου ἐκέ‐ λευσεν αὐτὸν πεζῇ κομίζεσθαι.
VA
.

7

.

42

Τὰ ἐπὶ τούτοις ἀναγράφει Δάμις ἐξ ὧν Ἀπολ‐ λωνίου φησὶν ἀκηκοέναι πρὸς Δημήτριόν τε καὶ πρὸς αὐτὸν εἰπόντος. μειράκιον μὲν γὰρ ἐκ Μεσσήνης τῆς ἐν Ἀρκαδίᾳ περίβλεπτον ὥρᾳ ἀφικέσθαι ἐς τὴν
5Ῥώμην, ἐρᾶν δ’ αὐτοῦ πολλοὺς μέν, Δομετιανὸν δὲ παρὰ πάντας, τοὺς δ’ οὕτως ἐρᾶν, ὡς μηδὲ τὸ ἀν‐ τερᾶν ἐκείνῳ δεδιέναι. ἀλλ’ ἐσωφρόνει τὸ μειράκιον καὶ ἐφείδετο τῆς ἑαυτοῦ ὥρας. εἰ μὲν δὴ χρυσοῦ κατεφρόνησεν ἢ χρημάτων ἢ ἵππων ἢ τοιῶνδε δε‐294
10λεασμάτων, οἷς ὑπάγονται τὰ παιδικὰ ἔνιοι, μὴ ἐπαι‐ νῶμεν, χρὴ γὰρ οὕτω παρεσκευάσθαι τὸν ἄνδρα, ὁ δὲ μειζόνων ἀξιωθεὶς ἂν ἢ ὁμοῦ πάντες, οὓς ὀφθαλ‐ μοὶ βασιλέων ἐσπάσαντο, οὐκ ἠξίου ἑαυτὸν ὧν ἠξιοῦτο. ἐδέθη τοίνυν, τουτὶ γὰρ τῷ ἐραστῇ ἔδοξε.
15καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ, βουλομένῳ μέν τι λέγειν ἐῴκει, αἰδῶ δὲ ξύμβουλον σιωπῆς ἔχων οὔπω ἐθάρρει· ξυνεὶς οὖν ὁ Ἀπολλώνιος „σὺ μὲν οὐδ’ ἡλικίαν πω τοῦ ἀδικεῖν ἄγων καθεῖρξαι,“ ἔφη „καθ‐ άπερ ἡμεῖς οἱ δεινοί.“ „καὶ ἀποθανοῦμαί γε,“ εἶπε
20„τὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφ’ ἡμῶν νόμοι.“ „καὶ οἱ ἐπὶ Θησέως,“ εἶπε „τὸν γὰρ Ἱππό‐ λυτον ἐπὶ σωφροσύνῃ ἀπώλλυ ὁ πατὴρ αὐτός.“ „κἀμὲ“ εἶπεν „ὁ πατὴρ ἀπολώλεκεν. ὄντα γάρ με Ἀρκάδα ἐκ Μεσσήνης οὐ τὰ Ἑλλήνων ἐπαίδευσεν,
25ἀλλ’ ἐνταῦθα ἔστειλε μαθησόμενον ἤθη νομικά, καί με ὑπὲρ τούτων ἥκοντα ὁ βασιλεὺς κακῶς εἶδεν.“ ὁ δ’ ὥσπερ οὐ ξυνιείς, ὃ λέγει, „εἰπέ μοι,“ ἔφη „μειράκιον, μὴ γλαυκὸν ἡγεῖταί σε ὁ βασιλεὺς καίτοι μελανόφθαλμον, ὡς ὁρῶ, ὄντα, ἢ στρεβλὸν τὴν ῥῖνα
30καίτοι τετραγώνως ἔχοντα, καθάπερ τῶν ἑρμῶν οἱ γεγυμνασμένοι, ἢ τὴν κόμην ἕτερόν τι παρ’ ὅ ἐστιν; ἔστι δ’, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα, καὶ μὴν καὶ τὸ στόμα οὕτω ξύμμετρον, ὡς καὶ σιωπῇ πρέ‐ πειν καὶ λόγῳ, δέρη τε οὕτως ἐλευθέρα καὶ φρο‐
35νοῦσα. τί οὖν ἕτερον τούτων ὁ βασιλεὺς ἡγήσεταί σε, ἐπειδὴ κακῶς ὑπ’ αὐτοῦ λέγεις ὀφθῆναι;“ „αὐτό
με τοῦτο ἀπολώλεκεν, ὑπαχθεὶς γάρ μου ἐρᾶν οὐ φείδεται ὧν ἐπαινεῖ, ἀλλ’ αἰσχύνειν διανοεῖταί με, ὥσπερ οἱ τῶν γυναικῶν ἐρῶντες.“ ἀγασθεὶς δ’ αὐ‐295
40τὸν ὁ Ἀπολλώνιος τὸ μὲν ξυγκαθεύδειν ὅ τι ἡγοῖτο καὶ εἰ αἰσχρὸν τοῦτο ἢ μή, καὶ τὰ τοιαῦτα τῶν ἐρω‐ τημάτων παρῆκεν, ἐπειδήπερ ἐρυθριῶντα ἑώρα τὸν Ἀρκάδα καὶ κεκοσμημένως φθεγγόμενον, ἤρετο δ’ αὐτὸν ὧδε· „κέκτησαί τινας ἐν Ἀρκαδίᾳ δούλους;“
45„νὴ Δί’,“ ἔφη „πολλούς γε.“ „τούτων οὖν“ εἶπε „τίνα ἡγῇ σεαυτόν;“ „ὅνγε,“ ἔφη „οἱ νόμοι, δεσπό‐ της γὰρ αὐτῶν εἰμι.“ „δεσποτῶν δ’,“ εἶπεν „ὑπη‐ κόους εἶναι δούλους χρὴ ἢ ἀπαξιοῦν, ἃ δοκεῖ τοῖς τοῦ σώματος κυρίοις;“ ὁ δ’ ἐνθυμηθεὶς ἐς οἵαν
VA
.

7

.

42

(50)

ἀπόκρισιν περιάγοιτο „ἡ μὲν τῶν τυράννων ἰσχὺσ“ ἔφη „ὡς ἄμαχός τε καὶ χαλεπή, οἶδα, δι’ αὐτὸ γάρ που καὶ δεσπόζειν τῶν ἐλευθέρων βούλονται, τοῦ δ’ ἐμοῦ σώματος ἐγὼ δεσπότης καὶ φυλάξω αὐτὸ ἄσυ‐ λον.“ „πῶς;“ εἶπε „πρὸς ἐραστὴν γὰρ ὁ λόγος
55κωμάζοντα μετὰ ξίφους ἐπὶ τὴν σὴν ὥραν.“ „τὸν τράχηλον“ ἔφη „ὑποσχὼν μᾶλλον, ἐκείνου γὰρ δεῖ τῷ ξίφει.“ ἐπαινέσας δὲ αὐτὸν ὁ Ἀπολλώνιος „Ἀρ‐ κάδα σε“ ἔφη „ὁρῶ.“ καὶ μὴν τοῦ μειρακίου τούτου καὶ ἐν ἐπιστολῇ μέμνηται καὶ διαγράφει αὐτὸ πολλῷ
60ἥδιον ἢ ἐγὼ ἐνταῦθα σωφροσύνης τε ἐπαινῶν πρὸς ὃν γράφει φησὶ τὸ μειράκιον τοῦτο μηδ’ ἀποθανεῖν ὑπὸ τοῦ τυράννου, θαυμασθὲν δὲ τῆς ῥώμης ἐπὶ Μαλέαν πλεῦσαι ζηλωτὸν τοῖς ἐν Ἀρκαδίᾳ μᾶλλον ἢ οἱ τὰς τῶν μαστίγων καρτερήσεις παρὰ Λακεδαιμο‐
65νίοις νικῶντες.
VA
.

8

.

1

Ἴωμεν ἐς τὸ δικαστήριον ἀκροασόμενοι τοῦ ἀν‐
δρὸς ἀπολογουμένου ὑπὲρ τῆς αἰτίας, ἡλίου γὰρ ἐπιτολαὶ ἤδη καὶ ἀνεῖται τοῖς ἐλλογίμοις ἡ ἐς αὐτὸ πάροδος, τὸν βασιλέα τε οἱ ξυνδιαιτώμενοί φασι μηδὲ296
5σίτου ἅψασθαι, διορῶντα, οἶμαι, τὰ ἐν τῇ δίκῃ· καὶ γάρ τι καὶ βιβλίον πρόχειρον ἔχειν αὐτὸν τὰ μὲν ξὺν ὀργῇ, τὰ δὲ ἧττον. ἀνατυποῦσθαι δὲ χρὴ οἷον ἀχθό‐
VA
.

8

.

2

μενον τοῖς νόμοις, ἐπειδὴ εὗρον δικαστήρια. ἐντευ‐ ξόμεθα δὲ καὶ τῷ ἀνδρὶ διαλέξεσθαι ἡγουμένῳ μᾶλ‐ λον ἢ δραμεῖσθαί τινα ὑπὲρ τῆς ψυχῆς ἀγῶνα, τουτὶ δ’ ἂν τεκμηραίμεθα τοῖς γε πρὸ τοῦ δικαστηρίου·
5προϊὼν γὰρ ἤρετο τὸν γραμματέα, ὑφ’ οὗ ἤγετο, οἷ βαδίζοιεν, τοῦ δὲ ἐς τὸ δικαστήριον ἡγεῖσθαι αὐτῷ φήσαντος „δικάσομαι“ ἔφη „πρὸς τίνα;“ „πρός γε τὸν σεαυτοῦ“ εἶπε „κατήγορον, δικάσει δὲ ὁ βασι‐ λεύς.“ „ἐμοὶ δὲ“ ἔφη „καὶ τῷ βασιλεῖ τίς ὁ δικά‐
10σων; δείξω γὰρ αὐτὸν φιλοσοφίαν ἀδικοῦντα.“ „καὶ τίσ“ εἶπε „βασιλεῖ φιλοσοφίας λόγος, κἂν ἀδικῶν ταύτην τύχῃ;“ „ἀλλὰ φιλοσοφίᾳ πολὺσ“ ἔφη „βα‐ σιλέως, ἵν’ ἐπιτηδείως ἄρχῃ.“ ἐπαινέσας δὲ ὁ γραμ‐ ματεύς, καὶ γὰρ δὴ καὶ μετρίως διέκειτο πρὸς τὸν
15Ἀπολλώνιον, ὡς καὶ καταρχὰς ἐδείκνυ, „πόσῳ δὲ“ εἶπε „τὸν λόγον διαμετρήσεις ὕδατι; τουτὶ γάρ με χρὴ πρὸ τῆς δίκης εἰδέναι.“ „εἰ μὲν ὁπόσα“ ἔφη „ἀπαιτεῖ ἡ δίκη, ξυγχωρεῖ μοι λέγειν, οὐκ ἂν φθά‐ νοι διαμετρηθεὶς οὐδὲ ὁ Θύμβρις, εἰ δὲ ὁπόσα ἐρή‐
20σεται, μέτρον τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν.“ „ἐναν‐ τίασ“ εἶπεν „ἀρετὰς ἐπήσκησας βραχυλογεῖν τε καὶ μακρηγορεῖν ὑπὲρ τῶν αὐτῶν φάσκων.“ „οὐκ ἐναν‐ τίας,“ ἔφη „ἀλλ’ ὁμοίας· ὁ γὰρ θάτερον ἱκανὸς οὐδὲν ἂν θατέρου λείποιτο. καὶ ξυμμετρία δὲ ἀμ‐
25φοῖν ξυγκειμένη τρίτη μὲν οὐκ ἂν φαίην, πρώτη δ’ ἂν εἴη ἀρετὴ λόγου, ἐγὼ δὲ καὶ τὸ σιωπᾶν ἐν δικα‐
στηρίῳ τετάρτην ἀρετὴν οἶδα.“ „ἀνόνητόν γε“ εἶπε „σεαυτῷ καὶ παντὶ τῷ κινδυνεύειν μέλλοντι.“ „καὶ μὴν καὶ Σωκράτην“ ἔφη „τὸν Ἀθηναῖον μέγα ὤνη‐297
30σεν, ὅτε ἔφυγε τὴν γραφήν.“ „καὶ πῶς ὤνησεν“ εἶπε „τόν, ἐπειδὴ ἐσιώπα, ἀποθανόντα;“ „οὐκ ἀπέ‐
VA
.

8

.

3

θανεν,“ ἔφη „Ἀθηναῖοι δὲ ᾤοντο.“ ὧδε μὲν παρ‐ εσκεύαστο πρὸς τὰ ἐκ τοῦ τυράννου πάντα, προ‐ εστῶτι δ’ αὐτῷ τοῦ δικαστηρίου προσελθὼν ἕτερος γραμματεὺς „ὦ Τυανεῦ,“ ἔφη „γυμνὸς ἔσελθε.“
5„λουσόμεθα οὖν“ εἶπεν „ἢ δικασόμεθα;“ „οὐχ ὑπὲρ ἐσθῆτοσ“ ἔφη „ταῦτα προείρηται, ἀλλ’ ἀπαγο‐ ρεύει σοι ὁ βασιλεὺς μήτε περίαπτον μήτε βιβλίον μήτ’ ἄλλο γραμματεῖον ὅλως μηδὲν ἐσφέρειν ἐν‐ ταῦθα.“ „μηδὲ νάρθηκα“ εἶπεν „ἐπὶ τοὺς ἀνοήτως
10αὐτὸν ταῦτα πείθοντας;“ „ἀναβοήσας δὲ ὁ κατήγο‐ ροσ“ ὦ βασιλεῦ, „πληγὰσ“ ἔφη „ἀπειλεῖ μοι ὁ γόης, ἐγὼ γάρ σε ταυτὶ πέπεικα.“ „οὐκοῦν“ εἶπε „σὺ μᾶλλον γόης, ἃ γὰρ μὴ ἐγὼ πέπεικά πω τὸν βασιλέα, ὡς οὐκ εἰμί, σὺ φῂς αὐτὸν ὡς εἴην πεπεικέναι.“
15παρῆν δὲ τῷ κατηγόρῳ λοιδορουμένῳ ταῦτα καὶ τῶν Εὐφράτου τις ἀπελευθέρων, ὃν ἐλέγετο Εὐ‐ φράτης ἄγγελον τῶν ἐν Ἰωνίᾳ τοῦ Ἀπολλωνίου διαλέξεων στεῖλαι ὁμοῦ χρήμασιν, ἃ τῷ κατηγόρῳ ἐπεδόθη.
VA
.

8

.

4

Τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ· κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως
5ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ. ὁ δ’ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγό‐ ρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς
τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν ὁ Ἀπολλώνιος298
10τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοι‐ αῦτα ὁ κατήγορος „ἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς.
15ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ
VA
.

8

.

5

κατὰ μίαν.“ ὁ δ’, ὡς ἄριστα ξυμβουλεύσαντος ἐπαι‐ νέσας ἐκέλευσε τὸν ἄνδρα κατὰ τὴν τοῦ συκοφάν‐ του ξυμβουλίαν ἀπολογεῖσθαι, τὰς μὲν ἄλλας παρελ‐ θὼν αἰτίας, ὡς οὐκ ἀξίας καταστῆσαί τινα ἐς λόγον,
5ὑπὲρ τεττάρων δέ, ἃς ἀπόρους τε καὶ δυσαποκρί‐ τους ᾤετο, ὧδε ἐρωτήσας· „τί γὰρ μαθών,“ ἔφη „Ἀπολλώνιε, οὐ τὴν αὐτὴν ἔχεις ἅπασι στολήν, ἀλλ’ ἰδίαν τε καὶ ἐξαίρετον;“ „ὅτι με“ εἶπεν „ἡ τρέ‐ φουσα γῆ καὶ ἀμφιέννυσι, ζῷα δὲ ἄθλια οὐκ ἐνο‐
10χλῶ.“ πάλιν ἤρετο „τοῦ χάριν οἱ ἄνθρωποι θεόν σε ὀνομάζουσιν;“ „ὅτι πᾶσ“ εἶπεν „ἄνθρωπος ἀγα‐ θὸς νομιζόμενος θεοῦ ἐπωνυμίᾳ τιμᾶται.“ ὁ λόγος οὗτος ὁπόθεν ἐφιλοσοφήθη τῷ ἀνδρί, δεδήλωκα ἐν τοῖς Ἰνδῶν λόγοις. τρίτον ἤρετο ὑπὲρ τοῦ ἐν Ἐφέσῳ
15λοιμοῦ „πόθεν γὰρ“ ἔφη „ὁρμώμενος ἢ τῷ ξυμβαλ‐ λόμενος προεῖπας τῇ Ἐφέσῳ νοσήσειν αὐτούς;“ „λεπτοτέρᾳ,“ εἶπεν „ὦ βασιλεῦ, διαίτῃ χρώμενος πρῶτος τοῦ δεινοῦ ᾐσθόμην· εἰ δὲ βούλει, λέγω καὶ λοιμῶν αἰτίας.“ ὁ δ’, οἶμαι, δείσας μὴ τὴν ἀδικίαν
20καὶ τοὺς μὴ καθαροὺς γάμους καὶ ὁποῖα οὐκ εὐλό‐ γως ἔπραττεν, ἐπιγράψῃ ταῖς τοιαύταις νόσοις „οὐ δέομαι“ ἔφη „τοιᾶσδε ἀποκρίσεως.“ ἐπεὶ δὲ τὴν τετάρτην ἐρώτησιν ἐπέφερεν ἐς τοὺς ἄνδρας, οὐκ εὐθὺς ὥρμησεν, ἀλλὰ πολὺν μὲν χρόνον διαλιπών,
25πολλὰ δὲ ἐνθυμηθείς, ἰλιγγιῶντι δὲ ὅμοιος ἠρώτησεν οὐ κατὰ τὴν ἁπάντων δόξαν· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν ἐκπηδήσαντα τοῦ πλάσματος μήτε τῆς προσ‐ ηγορίας ἀφέξεσθαι τῶν ἀνδρῶν, σχέτλιά τε ὑπὲρ τῆς θυσίας βοήσεσθαι, ὁ δὲ οὐχ ὧδε, ἀλλ’ ὑφέρπων299
30τὴν ἐρώτησιν „εἰπέ μοι“ ἔφη „προελθὼν τῆς οἰκίας τῇ δεῖνι ἡμέρᾳ καὶ ἐς ἀγρὸν πορευθεὶς τίνι ἐθύσω τὸν παῖδα;“ καὶ ὁ Ἀπολλώνιος ὥσπερ μειρακίῳ ἐπι‐ πλήττων „εὐφήμει,“ ἔφη „εἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα,
35εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. λεγόντων δὲ αὐτὰ οἱ πί‐ στεως ἄξιοι.“ τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος καὶ ἐπαί‐ νου ἀρθέντος μείζονος ἢ βασίλειον ξυγχωρεῖ δικα‐ στήριον, ξυμμαρτυρεῖν αὐτῷ νομίσας ὁ βασιλεὺς τοὺς παρόντας καὶ παθών τι πρὸς τὰς ἀποκρίσεις,
40ἐπειδὴ ἔρρωντό τε καὶ νοῦν εἶχον „ἀφίημί σε“ εἶπε „τῶν ἐγκλημάτων, περιμενεῖς δέ, ἔστ’ ἂν ἰδίᾳ ξυγγε‐ νώμεθα.“ ὁ δὲ ἐπιρρώσας ἑαυτὸν „σοὶ μὲν χάρις, ὦ βασιλεῦ,“ ἔφη „διὰ δὲ τοὺς ἀλιτηρίους τούτους ἀπολώλασι μὲν αἱ πόλεις, πλήρεις δ’ αἱ νῆσοι φυ‐
45γάδων, ἡ δὲ ἤπειρος οἰμωγῆς, τὰ δὲ στρατεύματα δειλίας, ἡ δὲ ξύγκλητος ὑπονοίας. δός, εἰ βούλοιο, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον μᾶλλον δὲ οὐδ’ ἂν τὸ σῶμα τοὐμὸν λάβοις,
VA
.

8

.

5

(50)

οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι. καὶ εἰπὼν ταῦτα ἠφανίσθη τοῦ δικαστηρίου, τόν τε παρόντα καιρὸν εὖ τιθέμενος ὑπὲρ ὧν οὐδ’ ἁπλῶς ὁ τύραννος, ἀλλὰ καὶ ἐκ περιουσίας ἐρωτήσων δῆλος ἦν—ἐμεγαλοφρονεῖτο γάρ που τῷ μὴ ἀπεκτονέναι
55αὐτὸν—τοῦ τε μὴ ἐς τὰ τοιαῦτα ὑπαχθῆναι προ‐ ορῶν. τυχεῖν δ’ αὖ τούτου ἄριστα ἡγεῖτο, εἰ μὴ
ἀγνοοῖτο τῆς φύσεως, ἀλλὰ γιγνώσκοιτο, ὡς ἔχοι τοῦ μὴ ἄν ποτε ἁλῶναι ἄκων. καὶ γὰρ τὸ δέος τὸ περὶ τοῖς ἀνδράσιν εὖ ἤδη αὐτῷ εἶχεν, ὑπὲρ ὧν γὰρ μηδὲ300
60ἐρέσθαι τι ὁ τύραννος ὥρμησε, πῶς ἂν τούτους ἐς τὸ πιθανὸν ἀπέκτεινεν ἐπὶ ταῖς οὐκ ἐν δικαστη‐ ρίῳ πεπιστευμέναις αἰτίαις; τοιάδε εὗρον τὰ ἐν τῇ δίκῃ.
VA
.

8

.

6

Ἐπεὶ δὲ καὶ λόγος μὲν αὐτῷ ξυνεγράφη τις ὡς πρὸς ὕδωρ ἐς τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγρά‐ φθω καὶ ὁ λόγος. οὐκ ἀγνοῶ μὲν γάρ, ὅτι διαβα‐
5λοῦσιν αὐτὸν οἱ τὰς βωμολόχους ἰδέας ἐπαινοῦντες, ὡς ἧττον μέν, ἢ αὐτοί φασι δεῖν, κεκολασμένον, ὑπεραίροντα δὲ τοῖς τε ὀνόμασι καὶ ταῖς γνώμαις, τὸν δὲ ἄνδρα ἐνθυμουμένῳ οὔ μοι δοκεῖ ὁ σοφὸς ὑγιῶς ἂν ὑποκρίνεσθαι τὸ ἑαυτοῦ ἦθος πάρισα ἐπι‐
10τηδεύων καὶ ἀντίθετα καὶ κροτάλου δίκην κτυπῶν τῇ γλώττῃ, ῥητορικοῖς μὲν γὰρ πρὸς τρόπου ταῦτα καὶ οὐδὲ ἐκείνοις δεῖ· δεινότης γὰρ ἐν δικαστηρίοις ἡ μὲν φανερὰ κἂν διαβάλοι τινὰ ὡς ἐπιβουλεύοντα τοῖς ψηφιουμένοις, ἡ δ’ ἀφανὴς κἂν ἀπέλθοι κρα‐
15τοῦσα, τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν, ἀληθεστέρα δεινότης. σοφῷ δὲ ἀνδρὶ ἀπολο‐ γουμένῳ, οὐ γὰρ κατηγορήσει γε ὁ σοφός, ἃ ἐπιτιμᾶν ἔρρωται, ἤθους τε δεῖ ἑτέρου παρὰ τοὺς δικανικοὺς ἄνδρας, λόγου τε κατεσκευασμένου μέν, μὴ δοκοῦν‐
20τος δέ, καὶ ὑπόσεμνος ἔστω καὶ μὴ πολὺ ἀποδέων τοῦ ὑπερόπτης εἶναι ἔλεός τε ἀπέστω λέγοντος· ὁ γὰρ μὴ ἀντιβολῆσαι ξυγχωρῶν τί ἂν οὗτος ἐπὶ ἐλέῳ εἴποι; τοιόσδε ὁ λόγος δόξει τοῖς γε μὴ μαλακῶς ἀκροασομένοις ἐμοῦ τε καὶ τοῦ ἀνδρός· ξυνετέθη
25γὰρ αὐτῷ ὧδε·
VA
.

8

.

7

„Ὁ μὲν ἀγὼν ὑπὲρ μεγάλων σοί τε, ὦ βασιλεῦ, κἀμοί· σύ τε γὰρ κινδυνεύεις ὑπὲρ ὧν μήποτε αὐτο‐ κράτωρ, εἰ πρὸς φιλοσοφίαν οὐδεμιᾷ δίκῃ διαβεβλῆ‐ σθαι δόξεις, ἐγώ τε ὑπὲρ ὧν μηδὲ Σωκράτης ποτὲ301
5Ἀθήνησιν, ὃν οἱ γραψάμενοι τὴν γραφὴν καινὸν μὲν τὰ δαιμόνια ἡγοῦντο, δαίμονα δὲ οὔτε ἐκάλουν οὔτε ᾤοντο. κινδύνου δὲ ἐφ’ ἑκάτερον ἡμῶν οὕτω χαλε‐ ποῦ ἥκοντος οὐκ ὀκνήσω καὶ σοὶ ξυμβουλεύειν, ὁπόσα ἐμαυτὸν πέπεικα· ἐπειδὴ γὰρ κατέστησεν ἡμᾶς ὁ
10κατήγορος ἐς τουτονὶ τὸν ἀγῶνα, ἐσῆλθε τοὺς πολ‐ λοὺς οὐκ ἀληθὴς περὶ ἐμοῦ τε καὶ σοῦ δόξα· σὲ μὲν γὰρ ᾤοντο ξυμβούλῳ τῆς ἀκροάσεως ὀργῇ χρήσε‐ σθαι, δι’ ἣν κἂν ἀποκτεῖναί με, ὅ τι ποτέ ἐστι τὸ ἀποκτεῖναι, ἐμὲ δ’ ἐκποιήσειν ἐμαυτὸν τοῦ δικαστη‐
15ρίου τρόποις, ὁπόσοι τοῦ ἀποδρᾶναί εἰσιν, ἦσαν δ’, ὦ βασιλεῦ, μυρίοι· καὶ τούτων ἀκούων οὐκ ἐς τὸ προκαταγιγνώσκειν ἦλθον, οὐδὲ κατεψηφισάμην τῆς σῆς ἀκροάσεως ὡς μὴ τὸ εὐθὺ ἐχούσης, ἀλλὰ ξυν‐ θέμενος τοῖς νόμοις ἕστηκα ὑπὸ τῷ λόγῳ. τούτου
20ξύμβουλος καὶ σοὶ γίγνομαι· δίκαιον γὰρ τὸ μὴ προ‐ καταγιγνώσκειν, μηδὲ καθῆσθαι πεπεισμένον, ὡς ἐγώ τί σε κακὸν εἴργασμαι, μηδ’ ὑπὲρ μὲν τοῦ Ἀρ‐ μενίου τε καὶ Βαβυλωνίου καὶ ὅσοι τῶν ἐκείνῃ ἄρ‐ χουσιν, οἷς ἵππος τε παμπόλλη ἐστὶ καὶ τοξεία πᾶσα
25καὶ χρυσῆ γῆ καὶ ἀνδρῶν ὄχλος, ὃν ἐγὼ οἶδα, ἀκούειν ξὺν γέλωτι τὸ πείσεσθαί τι ὑπ’ αὐτῶν, ὅ σε καὶ τὴν ἀρχὴν ταύτην ἀφαιρήσεται, κατ’ ἀνδρὸς δὲ σοφοῦ καὶ γυμνοῦ πιστεύειν, ὥς ἐστι τούτῳ ὅπλον ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα, καὶ προσδέχεσθαι ταῦτα Αἰ‐
30γυπτίου συκοφάντου λέγοντος, ἃ μηδὲ τῆς Ἀθηνᾶς ποτε ἤκουσας, ἣν σεαυτοῦ προορᾶν φῄς, εἰ μή, νὴ Δία, ἡ κολακευτικὴ καὶ τὸ συκοφαντεῖν οὕτω τι
νῦν τοῖς ἀλιτηρίοις τούτοις ἐπιδέδωκεν, ὡς τοὺς θεοὺς ὑπὲρ μὲν τῶν σμικρῶν καὶ ὁπόσα ὀφθαλμίαι302
35τέ εἰσι καὶ τὸ μὴ πυρέξαι, μηδ’ ἀνοιδῆσαί τι τῶν σπλάγχνων, ἐπιτηδείους εἶναί σοι ξυμβούλους φά‐ σκειν ἰατρῶν δίκην ἐφαπτομένους καὶ θεραπεύοντας, ὅτου αὐτῶν πονήρως ἔχοις, περὶ δὲ τῇ ἀρχῇ καὶ τῷ σώματι κινδυνεύοντί σοι μηθ’ οὓς φυλάττεσθαι χρὴ
40ξυμβουλεύειν μήθ’ ὅ τι ἔσται σοι πρὸς αὐτοὺς ὅπλον διδάσκειν ἥκοντας, ἀλλ’ εἶναί σοι τοὺς συκοφάντας αἰγίδα Ἀθηνᾶς καὶ Διὸς χεῖρα, εἰδέναι μὲν ὑπὲρ σοῦ φάσκοντας, ἃ μηδ’ οἱ θεοί, προεγρηγορότας δέ σου καὶ προκαθεύδοντας, εἰ δὴ καθεύδουσιν οὗτοι,
45κακοῖς, φασιν, ἐπαντλοῦντες κακὰ καὶ τὰς Ἰλιάδας ταύτας ἀεὶ ξυντιθέντες. καὶ τὸ μὲν ἱπποτροφεῖν αὐτοὺς κἀπὶ ζευγῶν ἐς τὴν ἀγορὰν ἐκκυκλεῖσθαι λευκῶν καὶ ἡ ἐν ἀργύρῳ καὶ χρυσῷ ὀψοφαγία καὶ [γάμοι] μυριάδων δύο καὶ τριῶν ἐωνημένα παιδικὰ
VA
.

8

.

7

(50)

καὶ τὸ μοιχεύειν μέν, ὃν λανθάνουσι χρόνον, γαμεῖν δέ, ἃς ἐμοίχευσαν, ὅταν ἐπ’ αὐταῖς ληφθῶσι, καὶ οἱ κροτοῦντες αὐτοὺς ἐπὶ ταῖς καλαῖς νίκαις, ἐπειδὰν φιλόσοφός τις ἢ ὕπατος ἀδικῶν οὐδὲν ἁλῷ μὲν ὑπὸ τούτων, ἀπόληται δὲ ὑπὸ σοῦ, δεδόσθω τῇ τῶν κατα‐
55ράτων τρυφῇ καὶ τῷ μήτε νόμων αὐτοῖς ἔτι μήτ’ ὀφθαλμῶν εἶναι φόβον, τὸ δ’ οὕτω τι ὑπὲρ τοὺς ἀνθρώπους φρονεῖν, ὡς προγιγνώσκειν βούλεσθαι τῶν θεῶν, ἐγὼ μὲν οὔτ’ ἐπαινῶ καὶ ἀκούων δέδια, σὺ δ’ εἰ προσδέξοιο, γράψονται καὶ σὲ ἴσως ὡς δια‐
60βάλλοντα τὴν περὶ τοῦ θείου δόξαν, ἐλπὶς γὰρ καὶ κατὰ σοῦ ξυγκείσεσθαι τοιαύτας γραφάς, ἐπειδὰν μηδεὶς τοῖς συκοφάνταις λοιπὸς ᾖ. καὶ ξυνίημι μὲν ἐπιτιμῶν μᾶλλον ἢ ἀπολογούμενος, εἰρήσθω δέ μοι ταῦθ’ ὑπὲρ τῶν νόμων, οὓς εἰ μὴ ἄρχοντας ἡγοῖο,
65οὐκ ἄρξεις. τίς οὖν ξυνήγορος ἔσται μοι ἀπολογου‐ μένῳ; εἰ γὰρ καλέσαιμι τὸν Δία, ὑφ’ ᾧ βεβιωκὼς οἶδα, γοητεύειν με φήσουσι καὶ τὸν οὐρανὸν ἐς τὴν γῆν ἄγειν. διαλεγώμεθα οὖν περὶ τούτου ἀνδρί, ὃν τεθνάναι μὲν οἱ πολλοί φασιν, ἐγὼ δὲ οὔ φημι·303
70ἔστι δὲ οὗτος ὁ πατὴρ ὁ σός, ᾧ ἐγὼ τοσούτου ἄξιος, ὅσου περ ἐκεῖνος σοί· σὲ μὲν γὰρ ἐποίησεν, ὑπ’ ἐμοῦ δὲ ἐγένετο. οὗτος, ὦ βασιλεῦ, ξυλλήπτωρ ἔσται μοι τῆς ἀπολογίας πολλῷ τἀμὰ βέλτιον ἢ σὺ γιγνώ‐ σκων· ἀφίκετο μὲν γὰρ ἐς Αἴγυπτον οὔπω αὐτο‐
75κράτωρ, θεοῖς τε τοῖς ἐν Αἰγύπτῳ θύσων κἀμοὶ ὑπὲρ τῆς ἀρχῆς διαλεξόμενος. ἐντυχὼν δέ μοι κο‐ μῶντί τε καὶ ὧδε ἐσταλμένῳ οὐδὲ ἤρετο οὐδὲ ἓν περὶ τοῦ σχήματος, ἡγούμενος τὸ ἐν ἐμοὶ πᾶν εὖ ἔχειν, ἐμοῦ δ’ ἕνεχ’ ἥκειν ὁμολογήσας ἀπῆλθεν ἐπαι‐
80νέσας καὶ εἰπὼν μὲν ἃ μὴ πρὸς ἄλλον, ἀκούσας δ’ ἃ μὴ παρ’ ἄλλου, ἥ τε διάνοια, ᾗ ἐς τὸ ἄρχειν ἐχρῆτο, ἐρρώσθη αὐτῷ παρ’ ἐμοῦ μάλιστα, μεθεστη‐ κυῖα ἤδη ὑφ’ ἑτέρων οὐκ ἀνεπιτηδείων μέν, οὐ μὴν σοί γε δόξαι, οἱ γὰρ μὴ ἄρχειν αὐτὸν πείθοντες καὶ
85σὲ δήπου αὐτὸ ἀφῃροῦντο τὸ μετ’ ἐκεῖνον ταῦτ’ ἔχειν, ἐμοῦ δὲ ξυμβουλεύοντος ἑαυτόν τε μὴ ἀπαξιοῦν ἀρχῆς ἐπὶ θύρας αὐτῷ φοιτώσης ὑμᾶς τε κληρονό‐ μους αὐτῆς ποιεῖσθαι, εὖ ἔχειν τὴν γνώμην φήσας αὐτός τε μέγας ἤρθη καὶ ὑμᾶς ἦρεν· εἰ δὲ γόητά
90με ᾤετο, οὐδ’ ἂν ξυνῆψέ μοι κοινωνίαν φροντίδων, οὐδὲ γὰρ τοιαῦτα ἥκων διελέγετο, οἷον· ἀνάγκασον τὰς Μοίρας ἢ τὸν Δία τύραννον ἀποφῆναί με ἢ τεράτευσαι διοσημίας ὑπὲρ ἐμοῦ δείξας τὸν ἥλιον ἀνίσχοντα μὲν ἀπὸ τῆς ἑσπέρας, δυόμενον δέ, ὅθεν
95ἄρχεται. οὐ γὰρ ἄν μοι ἐπιτήδειος ἄρχειν ἔδοξεν ἢ ἐμὲ ἡγούμενος ἱκανὸν ταῦτα ἢ σοφίσμασι θηρεύων
ἀρχήν, ἣν ἀρεταῖς ἔδει κατακτᾶσθαι. καὶ μὴν καὶ δημοσίᾳ διελέχθην ἐν ἱερῷ, γοήτων δὲ ξυνουσίαι φεύγουσι μὲν ἱερὰ θεῶν, ἐχθρὰ γὰρ τοῖς περὶ τὴν304
VA
.

8

.

7

(100)

τέχνην, νύκτα δὲ καὶ πᾶν, ὅ τι ἀφεγγές, αὑτῶν προ‐ βαλλόμενοι οὐ ξυγχωροῦσι τοῖς ἀνοήτοις οὐδὲ ὀφθαλ‐ μοὺς ἔχειν οὔτε ὦτα. διελέχθη μοι καὶ ἰδίᾳ μέν, παρετύγχανον δὲ ὅμως Εὐφράτης καὶ Δίων, ὁ μὲν πολεμιώτατά μοι ἔχων, ὁ δ’ οἰκειότατα, Δίωνα γὰρ
105μὴ παυσαίμην γράφων ἐν φίλοις. τίς ἂν οὖν ἐπ’ ἀνδρῶν σοφῶν ἢ μεταποιουμένων γε σοφίας ἐς γόη‐ τας ἔλθοι λόγους; τίς δ’ οὐκ ἂν παραπλησίως φυ‐ λάξαιτο καὶ ἐν φίλοις καὶ ἐν ἐχθροῖς κακὸς φαίνε‐ σθαι; καὶ οἱ λόγοι ἦσαν ἐναντιούμενοι τοῖς γόησι·
110σὺ μὲν γὰρ ἴσως τὸν πατέρα ἡγῇ τὸν σεαυτοῦ βασι‐ λείας ἐρῶντα γόησι μᾶλλον ἢ ἑαυτῷ πιστεῦσαι καὶ ἀνάγκην ἐπὶ τοὺς θεούς, ἵνα τούτου τύχοι, παρ’ ἐμοῦ εὑρέσθαι, ὁ δὲ τοῦτο μὲν καὶ πρὶν ἐς Αἴγυπτον ἥκειν ἔχειν ᾤετο, μετὰ ταῦτα δ’ ὑπὲρ μειζόνων ἐμοὶ
115διελέγετο, ὑπὲρ νόμων καὶ ὑπὲρ πλούτου δικαίου θεοί τε ὡς θεραπευτέοι καὶ ὁπόσα παρ’ αὐτῶν ἀγαθὰ τοῖς κατὰ τοὺς νόμους ἄρχουσι, μαθεῖν ἤρα· οἷς πᾶσιν ἐναντίον χρῆμα οἱ γόητες, εἰ γὰρ ἰσχύοι ταῦτα, οὐκ ἔσται ἡ τέχνη. προσήκει δέ, ὦ βασιλεῦ, κἀκεῖνα
120ἐπεσκέφθαι· τέχναι ὁπόσαι κατ’ ἀνθρώπους εἰσί, πράττουσι μὲν ἄλλο ἄλλη, πᾶσαι δ’ ὑπὲρ χρημάτων, αἱ μὲν σμικρῶν, αἱ δ’ αὖ μεγάλων, αἱ δ’ ἀφ’ ὧν θρέψονται, καὶ οὐχ αἱ βάναυσοι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν σοφαί τε ὁμοίως καὶ ὑπόσοφοι πλὴν
125ἀληθοῦς φιλοσοφίας. καλῶ δὲ σοφὰς μὲν ποιητι‐ κὴν μουσικὴν ἀστρονομίαν σοφιστὰς καὶ τῶν ῥητό‐ ρων τοὺς μὴ ἀγοραίους, ὑποσόφους δὲ ζωγραφίαν πλαστικὴν ἀγαλματοποιοὺς κυβερνήτας γεωργούς,
ἢν ταῖς ὥραις ἕπωνται, καὶ γὰρ αἵδε αἱ τέχναι σοφίας305
130οὐ πολὺ λείπονται. ἔστι (δέ) τι, ὦ βασιλεῦ, ψευδό‐ σοφοί τε καὶ ἀγείροντες, ὃ μὴ μαντικὴν ὑπολάβῃς, πολλοῦ μὲν γὰρ ἀξία, ἢν ἀληθεύῃ, εἰ δ’ ἐστὶ τέχνη, οὔπω οἶδα, ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί· τὰ γὰρ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἀπιστεῖσθαι,
135πάντα ταῦτα προστίθημι τῇ τῶν ἐξαπατωμένων δόξῃ, τὸ γὰρ σοφὸν τῆς τέχνης ἐπὶ τῇ τῶν ἐξαπατωμένων τε καὶ θυομένων ἀνοίᾳ κεῖται, ἡ δὲ τέχνη φιλοχρή‐ ματοι [γὰρ] πάντες, ἃ γὰρ κομψεύονται, ταῦθ’ ὑπὲρ μισθοῦ σφισιν εὕρηται, μαστεύουσι δ’ ὑπερβολὰς
140χρημάτων ὑπαγόμενοι τοὺς ὁτουδὴ ἐρῶντας ὡς ἱκα‐ νοὶ πάντα. τίνα οὖν, ὦ βασιλεῦ, πλοῦτον περὶ ἡμᾶς ἰδὼν ψευδοσοφίαν ἐπιτηδεύειν με οἴει, καὶ ταῦτα τοῦ σοῦ πατρὸς κρείττω με ἡγουμένου χρημάτων; ὅτι δ’ ἀληθῆ λέγω, ποῦ μοι ἡ ἐπιστολὴ τοῦ γενναίου
145τε καὶ θείου ἀνδρός; ὅς με ἐν αὐτῇ ᾄδει τά τε ἄλλα καὶ τὸ πένεσθαι.“ αὐτοκράτωρ Οὐεσπασιανὸς Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. „Εἰ πάντες, Ἀπολλώνιε, κατὰ ταὐτά σοι φιλο‐ σοφεῖν ἤθελον, σφόδρα ἂν εὐδαιμόνως ἔπραττε φιλο‐
VA
.

8

.

7

(150)

σοφία τε καὶ πενία· φιλοσοφία μὲν ἀδεκάστως ἔχουσα, πενία δὲ αὐθαιρέτως. ἔρρωσο.“ „Ταῦθ’ ὁ πατὴρ ὁ σὸς ὑπὲρ ἐμοῦ ἀπολογείσθω, φιλοσοφίας μὲν τὸ ἀδέκαστον, πενίας δὲ τὸ αὐθαί‐ ρετον ἐμοὶ ὁριζόμενος, ἐμέμνητο γάρ που καὶ τῶν
155κατὰ τὴν Αἴγυπτον, ὅτ’ Εὐφράτης μὲν καὶ πολλοὶ τῶν προσποιουμένων φιλοσοφεῖν προσιόντες αὐτῷ χρήματα οὐδ’ ἀφανῶς ᾔτουν, ἐγὼ δ’ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημάτων, ἀλλὰ κἀκείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας, διεβεβλήμην δὲ πρὸς χρήματα
160μειράκιον ὢν ἔτι· τὰ γοῦν πατρῷα, λαμπρὰ δ’ ἦν
οὐσία ταῦτα, μιᾶς μόνης ἰδὼν ἡμέρας ἀδελφοῖς τε τοῖς ἐμαυτοῦ ἀφῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι μελετῶν που ἀφ’ Ἑστίας τὸ μηδενὸς δεῖσθαι, ἐάσθω δὲ Βαβυλὼν καὶ Ἰνδῶν τὰ ὑπὲρ306
165Καύκασόν τε καὶ ποταμὸν Ὕφασιν, δι’ ὧν ἐπορευό‐ μην ἐμαυτῷ ὅμοιος· ἀλλὰ τῶν γε ἐνταῦθα καὶ τοῦ μὴ πρὸς ἀργύριον βλέπειν ποιοῦμαι μάρτυρα τὸν Αἰγύπτιον τοῦτον· δεινὰ γὰρ πεπρᾶχθαί τε μοι καὶ βεβουλεῦσθαι φήσας οὔθ’ ὁπόσων χρημάτων ἐπαν‐
170ούργουν ταῦτα, εἴρηκεν, οὔθ’ ὅ τι ἐνθυμηθεὶς κέρ‐ δος, ἀλλ’ οὕτως ἀνόητος αὐτῷ δοκῶ τις, ὡς γοη‐ τεύειν μέν, ἃ δ’ ὑπὲρ πολλῶν ἕτεροι χρημάτων, αὐτὸς ἀδικεῖν οὐδ’ ἐπὶ χρήμασιν, ἀγοράν, οἶμαι, προκηρύττων τοιαύτην· ἴτε, ὦ ἀνόητοι, γοητεύω γὰρ,
175καὶ οὐδ’ ὑπὲρ χρημάτων, ἀλλὰ προῖκα, κερδανεῖτε δὲ ὑμεῖς μὲν τὸ ἀπελθεῖν ἕκαστος ἔχων, ὅτου ἐρᾷ, ἐγὼ δὲ κινδύνους καὶ γραφάς. ἀλλ’ ἵνα μὴ ἐς ἀνο‐ ήτους ἴωμεν λόγους, ἐρώμεθα τὸν κατήγορον, ὑπὲρ ὅτου χρὴ λέγειν πρώτου. καίτοι τί χρὴ ἐρωτᾶν;
180διῆλθε γὰρ ὑπὲρ τῆς στολῆς τὰς ἀρχὰς τοῦ λόγου, καί, νὴ Δί’, ὧν σιτοῦμαί τε καὶ οὐ σιτοῦμαι. ἀπο‐ λογοῦ δὴ ὑπὲρ τούτων, θεῖε Πυθαγόρα, κρινόμεθα γὰρ ὑπὲρ ὧν σὺ μὲν εὗρες, ἐγὼ δὲ ἐπαινῶ. ἀνθρώ‐ ποις ἡ γῆ φύει, βασιλεῦ, πάντα, καὶ σπονδὰς ἄγειν
185πρὸς τὰ ζῷα βουλομένοις δεῖ οὐδενός, τὰ μὲν γὰρ δρέπονται αὐτῆς, τὰ δ’ ἀροῦνται κουροτροφούσης, ὡς ταῖς ὥραις ἔοικεν, οἱ δ’ ὥσπερ ἀνήκοοι τῆς γῆς μάχαιραν ἐπ’ αὐτὰ ἔθηξαν ὑπὲρ ἐσθῆτός τε καὶ βρώ‐ σεως. Ἰνδοὶ τοίνυν Βραχμᾶνες αὐτοί τε οὐκ ἐπῄνουν
190ταῦτα καὶ τοὺς Γυμνοὺς Αἰγυπτίων ἐδίδασκον μὴ ἐπαινεῖν αὐτά· ἔνθεν Πυθαγόρας ἑλών, Ἑλλήνων δὲ πρῶτος ἐπέμιξεν Αἰγυπτίοις, τὰ μὲν ἔμψυχα τῇ
γῇ ἀνῆκεν, ἃ δ’ αὐτὴ φύει, ἀκήρατα εἶναι φάσκων ἐσιτεῖτο, ἐπιτήδεια γὰρ σῶμα καὶ νοῦν τρέφειν,307
195ἐσθῆτά τε, ἣν ἀπὸ θνησειδίων οἱ πολλοὶ φοροῦσιν, οὐ καθαρὰν εἶναι φήσας λίνον ἠμπίσχετο καὶ τὸ ὑπόδημα κατὰ τὸν αὐτὸν λόγον βύβλου ἐπλέξατο, ἀπέλαυσέ τε τοῦ καθαρὸς εἶναι πολλὰ μέν, πρῶτον δὲ τὸ τῆς ἑαυτοῦ ψυχῆς αἰσθέσθαι· γενόμενος γὰρ
VA
.

8

.

7

(200)

κατὰ τοὺς χρόνους, οὓς ὑπὲρ τῆς Ἑλένης ἡ Τροία ἐμάχετο, καὶ τῶν τοῦ Πάνθου παίδων κάλλιστος ὢν καὶ κάλλιστα ἐσταλμένος ἀπέθανε μὲν οὕτω νέος, ὡς καὶ Ὁμήρῳ παρασχεῖν θρῆνον, παρελθὼν δ’ ἐς πλείω σώματα κατὰ τὸν Ἀδραστείας θεσμόν, ὃν
205ψυχὴ ἐναλλάττει, πάλιν ἐπανῆλθεν ἐς ἀνθρώπου εἶδος καὶ Μνησαρχίδῃ ἐτέχθη τῷ Σαμίῳ σοφὸς ἐκ βαρβάρου καὶ Ἴων ἐκ Τρωὸς καὶ οὕτω τι ἀθάνατος, ὡς μηδ’ ὅτι Εὔφορβος ἦν ἐκλελῆσθαι. τὸν μὲν δὴ πρόγονον τῆς ἐμαυτοῦ σοφίας εἴρηκα καὶ τὸ μὴ αὐ‐
210τὸς εὑρών, κληρονομήσας δὲ ἑτέρου ταῦτ’ ἔχειν. κἀγὼ μὲν οὐ κρίνω τοὺς τρυφῶντας ὑπὲρ τοῦ φοι‐ νικίου ὄρνιθος, οὐδ’ ὑπὲρ τοῦ ἐκ Φάσιδος ἢ Παι‐ όνων, οὓς πιαίνουσιν ἐς τὰς αὑτῶν δαῖτας οἱ τῇ γαστρὶ χαριζόμενοι πάντα, οὐδ’ ἐγραψάμην πω οὐ‐
215δένα ὑπὲρ τῶν ἰχθύων, οὓς ὠνοῦνται πλείονος ἢ τοὺς κοππατίας ποτὲ οἱ λαμπροί, οὐδ’ ἁλουργίδος ἐβάσκηνα οὐδενί, οὐδὲ Παμφύλου τινὸς ἢ μαλακῆς ἐσθῆτος, ἀσφοδέλου δέ, ὦ θεοί, καὶ τραγημάτων καὶ καθαρᾶς ὀψοφαγίας γραφὴν φεύγω, καὶ οὐδὲ ἡ
220ἐσθὴς ἄσυλος, ἀλλὰ κἀκείνην λωποδυτεῖ με ὁ κατή‐ γορος ὡς πολλοῦ ἀξίαν τοῖς γόησι. καίτοι ἀφελόντι τὸν ὑπὲρ ἐμψύχων τε καὶ ἀψύχων λόγον, δι’ ὧν καθαρός τις ἢ μὴ δοκεῖ, τί βελτίων ἡ ὀθόνη τοῦ ἐρίου; τὸ μέν γε πρᾳοτάτου ζῴου ἐπέχθη καὶ σπου‐
225δαζομένου θεοῖς, οἳ μὴ ἀπαξιοῦσι τὸ ποιμαίνειν καί, νὴ Δί’, ἠξίωσάν ποτε αὐτὸ καὶ χρυσοῦ εἴδους ἢ θεοὶ ἢ λόγοι. λίνον δὲ σπείρεται μέν, ὡς ἔτυχε, χρυσοῦ δὲ οὐδεὶς ἐπ’ αὐτῷ λόγος, ἀλλ’ ὅμως, ἐπειδὴ μὴ ἀπ’ ἐμψύχου ἐδρέφθη, καθαρὸν μὲν Ἰνδοῖς δοκεῖ,308
230καθαρὸν δὲ Αἰγυπτίοις, ἐμοὶ δὲ καὶ Πυθαγόρᾳ διὰ τοῦτο σχῆμα γέγονε διαλεγομένοις εὐχομένοις θύουσι. καθαρὸν δὲ καὶ τὸ ἐννυχεύειν ὑπ’ αὐτῷ, καὶ γὰρ τὰ ὀνείρατα τοῖς, ὡς ἐγώ, διαιτωμένοις ἐτυμωτέρας τὰς αὑτῶν φήμας ἄγει. ἀπολογώμεθα καὶ ὑπὲρ
235τῆς οὔσης ποτὲ ἡμῖν κόμης, ἐπειδή τις γραφὴ καὶ αὐχμοῦ εὕρηται, κρινέτω δὲ μὴ ὁ Αἰγύπτιος, ἀλλὰ τὰ ξανθὰ καὶ διεκτενισμένα μειράκια, τοὺς ἐραστὰς ἐξαψάμενα καὶ τὰς ἑταίρας, ἐφ’ ἃς κωμάζει, καὶ ἑαυτὰ μὲν εὐδαίμονα ἡγείσθω καὶ ζηλωτὰ τῆς κόμης
240καὶ τοῦ λειβομένου ἀπ’ αὐτῆς μύρου, ἐμὲ δὲ ἀνα‐ φροδισίαν πᾶσαν καὶ ἐραστὴν τοῦ μὴ ἐρᾶν. εἰρή‐ σεται γὰρ πρὸς αὐτά· ὦ κακοδαίμονες, μὴ συκο‐ φαντεῖτε τὸ Δωριέων εὕρεμα, τὸ γὰρ κομᾶν ἐκ Λακεδαιμονίων ἥκει κατὰ (τοὺς) χρόνους ἐπιτηδευθὲν
245αὐτοῖς, [ἐς] οὓς μαχιμώτατα αὑτῶν εἶχον, καὶ βασι‐ λεὺς τῆς Σπάρτης Λεωνίδας ἐγένετο κομῶν ὑπὲρ ἀνδρείας καὶ τοῦ σεμνὸς μὲν φίλοις, φοβερὸς δὲ ἐχθροῖς φαίνεσθαι· ταῦτά τοι καὶ ἡ Σπάρτη ἐπ’ αὐτῷ κομᾷ μεῖον οὐδὲν ἢ ἐπὶ Λυκούργῳ τε καὶ
VA
.

8

.

7

(250)

Ἰφίτῳ. σοφοῦ δὲ ἀνδρὸς κόμης φειδέσθω σίδηρος, οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτόν, οὗ πᾶσαι μὲν αἰσθη‐ τηρίων πηγαί, πᾶσαι δ’ ὀμφαί, ὅθεν εὐχαί τε ἀνα‐ φαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Ἐμπεδοκλῆς μὲν γὰρ καὶ στρόφιον τῶν ἁλουργοτάτων περὶ αὐτὴν
255ἁρμόσας ἐσόβει περὶ τὰς τῶν Ἑλλήνων ἀγυιὰς ὕμνους ξυντιθείς, ὡς θεὸς ἐξ ἀνθρώπου ἔσοιτο, ἐγὼ δὲ ἠμε‐
λημένῃ κόμῃ χρώμενος καὶ οὔπω τοιῶνδε ὕμνων ἐπ’ αὐτῇ δεηθεὶς ἐς γραφὰς ἄγομαι καὶ δικαστήρια. καὶ τί φῶ τὸν Ἐμπεδοκλέα; πότερ’ ἑαυτὸν ἢ τὴν309
260τῶν ἐπ’ αὐτοῦ ἀνθρώπων εὐδαιμονίαν ᾄδειν, παρ’ οἷς οὐκ ἐσυκοφαντεῖτο ταῦτα; μὴ πλείω διαλεγώμεθα ὑπὲρ τῆς κόμης, ἐτμήθη γὰρ καὶ προὔλαβε τὴν κατη‐ γορίαν ὁ φθόνος, δι’ ὃν ὑπὲρ τῆς ἑτέρας αἰτίας χρὴ ἀπολογεῖσθαι χαλεπῆς οὔσης, καὶ οἵας, ὦ βασιλεῦ,
265μὴ σοὶ μόνον, ἀλλὰ καὶ τῷ Διὶ παρασχεῖν φόβον· φησὶ γὰρ τοὺς ἀνθρώπους θεὸν ἡγεῖσθαί με καὶ δημοσίᾳ τοῦτ’ ἐκφέρειν ἐμβεβροντημένους ὑπ’ ἐμοῦ· καίτοι καὶ πρὸ τῆς αἰτίας ἐκεῖνα διδάσκειν ἔδει, τί διαλεχθεὶς ἐγώ, τί δ’ οὕτω θαυμάσιον εἰπὼν ἢ
270πράξας ὑπηγαγόμην τοὺς ἀνθρώπους προσεύχεσθαί μοι, οὔτε γάρ, ἐς ὅ τι ἢ ἐξ ὅτου μετέβαλον ἢ μετα‐ βαλεῖ μοι ἡ ψυχή, διελέχθην ἐν Ἕλλησι, καίτοι γιγνώσκων, οὔτε δόξας περὶ ἐμαυτοῦ τοιαύτας ἀπέ‐ στειλα, οὔτ’ ἐς λόγια καὶ χρησμῶν ᾠδὰς ἐξῆλθον,
275οἷα τῶν θεοκλυτούντων φορά, οὐδ’ οἶδα πόλιν οὐδε‐ μίαν, ἐν ᾗ ἔδοξε ξυνιόντας Ἀπολλωνίῳ θύειν. καί‐ τοι πολλοῦ ἄξιος ἑκάστοις ἐγενόμην, ὁπόσα ἐδέοντό μου, ἐδέοντο δὲ τοιαῦτα· μὴ νοσεῖν οἱ νοσοῦντες, ὁσιώτεροι μύειν * ὁσιώτεροι θύειν ὕβριν ἐκτετμῆσθαι
280νόμους ἐρρῶσθαι. μισθὸς δ’ ἐμοὶ μὲν τούτων ὑπῆρχε τὸ βελτίους αὐτοὺς αὑτῶν φαίνεσθαι, σοὶ δὲ ἐχαρι‐ ζόμην ταῦτα· ὥσπερ γὰρ οἱ τῶν βοῶν ἐπιστάται τὸ μὴ ἀτακτεῖν αὐτὰς χαρίζονται τοῖς κεκτημένοις τὰς βοῦς καὶ οἱ τῶν ποιμνίων ἐπιμεληταὶ πιαίνουσιν
285αὐτὰ ἐς τὸ τῶν πεπαμένων κέρδος νόσους τε ἀφαι‐ ροῦσι μελιττῶν οἱ νομεῖς αὐτῶν, ὡς μὴ ἀπόλοιτο τῷ δεσπότῃ τὸ σμῆνος, οὕτω που καὶ ἐγὼ τὰ πολιτικὰ παύων ἐλαττώματα σοὶ διωρθούμην τὰς πόλεις, ὥστ’
εἰ καὶ θεὸν ἡγοῦντό με, σοὶ κέρδος ἡ ἀπάτη εἶχε,310
290ξὺν προθυμίᾳ γάρ που ἠκροῶντό μου, δεδιότες πράττειν, ἃ μὴ δοκεῖ θεῷ. ἀλλ’ οὐχὶ τοῦτο ᾤοντο, ὅτι δ’ ἐστί τις ἀνθρώπῳ πρὸς θεὸν ξυγγένεια, δι’ ἣν μόνον ζῴων θεοὺς οἶδε, φιλοσοφεῖ δὲ καὶ ὑπὲρ τῆς ἑαυτοῦ φύσεως καὶ ὅπη μετέχει τοῦ θείου. φησὶ
295μὲν οὖν καὶ τὸ εἶδος αὐτὸ θεῷ ἐοικέναι, ὡς ἀγαλμα‐ τοποιία ἑρμηνεύει καὶ χρώματα, τάς τε ἀρετὰς θεό‐ θεν ἥκειν ἐπ’ αὐτὸν πέπεισται καὶ τοὺς μετέχοντας αὐτῶν ἀγχιθέους τε εἶναι καὶ θείους. διδασκάλους δὲ τῆς διανοίας ταύτης μὴ Ἀθηναίους καλῶμεν,
VA
.

8

.

7

(300)

ἐπειδὴ τοὺς δικαίους καὶ τοὺς Ὀλυμπίους καὶ τὰς τοιάσδε ἐπωνυμίας πρῶτοι ἔθεντο, θειοτέρας, ὡς τὸ εἰκός, οὔσας ἢ ἐπ’ ἀνθρώπῳ κεῖσθαι, ἀλλὰ τὸν Ἀπόλλω τὸν ἐν τῇ Πυθοῖ· ἀφίκετο μὲν γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ Λυκοῦργος ὁ ἐκ τῆς Σπάρτης ἄρτι γε‐
305γραμμένων αὐτῷ τῶν νόμων, οἷς ἡ Λακεδαίμων τέ‐ τακται, προσειπὼν δ’ αὐτὸν ὁ Ἀπόλλων βασανίζει τὴν περὶ αὐτοῦ δόξαν, ἐν ἀρχῇ τοῦ χρησμοῦ φά‐ σκων ἀπορεῖν, πότερα χρὴ θεὸν ἢ ἄνθρωπον καλεῖν, προϊὼν δὲ ἀποφαίνεται καὶ ψηφίζεται τὴν ἐπωνυμίαν
310ταύτην, ὡς ἀνδρὶ ἀγαθῷ. καὶ οὐδεὶς ἐπὶ τὸν Λυ‐ κοῦργον ἀγὼν (ἧκεν) ἢ κίνδυνος ἐκ τούτων παρὰ Λακεδαιμονίοις, ὡς ἀθανατίζοντα, ἐπεὶ μὴ ἐπέπληξε τῷ Πυθίῳ προσρηθεὶς τούτοις, ἀλλὰ ξυνετίθεντο τῷ μαντείῳ, πεπεισμένοι δήπου καὶ πρὸ τοῦ χρησμοῦ
315ταῦτα. τὰ δὲ Ἰνδῶν καὶ Αἰγυπτίων ταῦτα· Ἰνδοὺς Αἰγύπτιοι τὰ μὲν ἄλλα συκοφαντοῦσι καὶ διαβάλ‐ λουσιν αὐτῶν τὰς ἐπὶ τοῖς πράγμασι δόξας, τὸν δὲ λόγον, ὃς ἐς τὸν δημιουργὸν τῶν ὅλων εἴρηται, οὕτω τι ἐπαινοῦσιν, ὡς καὶ ἑτέρους διδάξασθαι Ἰνδῶν
320ὄντα. ὁ λόγος δὲ τῆς μὲν τῶν ὅλων γενέσεώς τε καὶ
οὐσίας θεὸν δημιουργὸν οἶδε, τοῦ δὲ ἐνθυμηθῆναι ταῦτα αἴτιον τὸ ἀγαθὸν εἶναι αὐτόν· ἐπεὶ τοίνυν ξυγγενῆ ταῦτα, ἔχομαι τοῦ λόγου καὶ φημὶ τοὺς ἀγα‐ θοὺς τῶν ἀνθρώπων θεοῦ τι ἔχειν. κόσμος δὲ ὁ μὲν311
325ἐπὶ θεῷ δημιουργῷ κείμενος τὰ ἐν οὐρανῷ νομι‐ ζέσθω καὶ τὰ ἐν θαλάττῃ καὶ γῇ πάντα, ὧν μετου‐ σία ἴση ἀνθρώποις, πλὴν τύχης. ἔστι δέ τις καὶ ἐπ’ ἀνδρὶ ἀγαθῷ κόσμος οὐχ ὑπερβάλλων τὰ σοφίας μέτρα, ὅν που καὶ αὐτός, ὦ βασιλεῦ, φήσεις ἀν‐
330δρὸς δεῖσθαι θεῷ εἰκασμένου· καὶ τί τὸ σχῆμα τοῦ κόσμου τοῦδε; αἱ ψυχαὶ ἀτακτοῦσαι μανικώτερον ἅπτονται παντὸς σχήματος, καὶ ἕωλοι μὲν αὐταῖς νόμοι, σωφροσύνη δ’ οὐδαμοῦ, θεῶν δὲ τιμαὶ ἄτι‐ μοι, λαλιᾶς δ’ ἐρῶσι καὶ τρυφῆς, ἐξ ὧν ἀργία φύεται
335πονηρὰ ξύμβουλος ἔργου παντός. αἱ δὲ μεθύουσαι ψυχαὶ πηδῶσι μὲν ἐπὶ πολλά, τὸ δὲ σκίρτημα τοῦτο ἴσχει οὐδέν, οὐδ’ εἰ πάντα πίνοιεν, ὁπόσα, ὥσπερ ὁ μανδραγόρας, ὑπνηλὰ ἐνομίσθη. ἀλλὰ δεῖ ἀνδρός, ὃς ἐπιμελήσεται τοῦ περὶ αὐτὰς κόσμου, θεὸς ὑπὸ
340σοφίας ἥκων. οὑτοσὶ γὰρ ἀπόχρη αὐτὰς ἐρώτων τε ἀπάγειν, ἐφ’ οὓς ἀγριώτερον τῆς ξυνήθους ὁμιλίας ἐκφέρονται, καὶ φιλοχρηματίας, δι’ ἣν οὔπω πᾶν ἔχειν φασίν, ἐπεὶ μὴ καὶ τὸ στόμα ὑπέχουσιν ἐπιρ‐ ρέοντι τῷ πλούτῳ. φόνων γὰρ ἀνασχεῖν μὲν αὐτὰς
345μὴ προσάπτεσθαι οὐκ ἀδύνατον ἴσως ἀνδρὶ τοιούτῳ, ἀπονῖψαι δὲ οὔτε ἐμοὶ δυνατὸν οὔτε τῷ πάντων δημιουργῷ θεῷ· ἔστω, βασιλεῦ, κατηγορία καὶ ὑπὲρ τῆς Ἐφέσου, ἐπειδὴ ἐσώθη, καὶ κρινέτω με ὁ Αἰγύ‐ πτιος, ὡς ἔστι πρόσφορον τῇ γραφῇ. ἔστι γὰρ δή‐
VA
.

8

.

7

(350)

που ἡ κατηγορία τοιαύτη· περὶ Σκύθας ἢ Κελτούς, οἳ ποταμὸν Ἴστρον ἢ Ῥῆνον οἰκοῦσι, πόλις ᾤκισται μείων οὐδὲν Ἐφέσου τῆς ἐν Ἰωνίᾳ· ταύτην ὁρμη‐
τήριον βαρβάρων οὖσαν, οἳ μὴ ἀκροῶνταί σου, λοιμὸς μέν τις ἀπολεῖν ἔμελλεν, Ἀπολλώνιος δὲ ἰάσατο. ἔστι312
355μὲν [γάρ] τις καὶ πρὸς ταῦτα ἀπολογία σοφῷ ἀνδρί, ἢν ὁ βασιλεὺς τὸ ἀντίξοον ὅπλοις, ἀλλὰ μὴ νόσοις αἱρεῖν βούληται, μὴ γὰρ ἐξαλειφθείη πόλις μηδεμία, μήτε σοί, βασιλεῦ, μήτε ἐμοί, μήτε ἴδοιμι πρὸς ἱεροῖς νόσον, δι’ ἣν οἱ νοσοῦντες ἐν αὐτοῖς κείσονται.
360ἀλλὰ μὴ ἔστω ἐν σπουδῇ τὰ βαρβάρων, μηδὲ τάττω‐ μεν αὐτοὺς ἐς τὸ ὑγιαῖνον πολεμιωτάτους ὄντας καὶ οὐκ ἐνσπόνδους τῷ περὶ ἡμᾶς γένει. τὴν δὲ Ἔφε‐ σον τίς ἀφαιρήσεται τὸ σώζεσθαι βεβλημένην μὲν τὰς ἀρχὰς τοῦ γένους ἐκ τῆς καθαρωτάτης Ἀτθίδος,
365ἐπιδεδωκυῖαν δὲ παρὰ πάσας, ὁπόσαι Ἰωνικαί τε καὶ Λύδιοι, προβεβηκυῖαν δὲ ἐπὶ τὴν θάλατταν διὰ τὸ ὑπερήκειν τῆς γῆς, ἐφ’ ἧς ᾠκίσθη, μεστὴν δὲ φρον‐ τισμάτων οὖσαν φιλοσόφων τε καὶ ῥητορικῶν, ὑφ’ ὧν ἡ πόλις οὐχ ἵππῳ, μυριάσι δὲ ἀνθρώπων ἰσχύει,
370σοφίαν ἐπαινοῦσα; τίς δ’ ἂν σοφὸς ἐκλιπεῖν σοι δο‐ κεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδη‐ ρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέ‐ γεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας,
375ἀκηκοὼς δὲ τὰ Ἐμπεδοκλέους, ὃς νεφέλης ἀνέσχε φορὰν ἐπ’ Ἀκραγαντίνους ῥαγείσης; ἐπικόπτει με ὁ κατήγορος· ἀκούεις γάρ που καὶ σύ, ὦ βασιλεῦ, καί φησιν, οὐκ ἐπειδὴ σωτηρίας αἴτιος Ἐφεσίοις ἐγενόμην, γράφεσθαί με, ἀλλ’ ἐπειδὴ προεῖπον ἐμ‐
380πεσεῖσθαί σφισι τὴν νόσον, τουτὶ γὰρ ὑπὲρ σοφίαν εἶναι καὶ τερατῶδες, τῆς δ’ ἐπὶ τοσόνδε ἀληθείας οὐκ ἂν ἐφικέσθαι με, εἰ μὴ γόης τε ἦν καὶ ἀπόρ‐ ρητος. τί οὖν ἐνταῦθα ἐρεῖ Σωκράτης ὑπὲρ ὧν ἔφασκε τοῦ δαιμονίου μανθάνειν; τί δὲ Θαλῆς τε
385καὶ Ἀναξαγόρας, τὼ Ἴωνε, ὁ μὲν τὴν εὐφορίαν τὴν τῶν ἐλαιῶν, ὁ δὲ πολλὰ τῶν οὐρανίων παθῶν προ‐ ειπόντε; ἦ γοητεύοντε προειπεῖν ταῦτα; καὶ μὴν καὶ ὑπήχθησαν οὗτοι δικαστηρίοις ἐφ’ ἑτέραις αἰτίαις, καὶ οὐδαμοῦ τῶν αἰτιῶν εἴρηται γόητας εἶναι σφᾶς,313
390ἐπειδὴ προγιγνώσκουσι. καταγέλαστον γὰρ τοῦτο ἐδόκει καὶ οὐδ’ ἐν Θετταλίᾳ πιθανὸν κατ’ ἀνδρῶν λέγεσθαι σοφῶν, οὗ τὰ γύναια κακῶς ἤκουεν ἐπὶ τῇ τῆς σελήνης ἕλξει. πόθεν οὖν τοῦ περὶ τὴν Ἔφεσον πάθους ᾐσθόμην; ἤκουσας μὲν καὶ τοῦ κατηγόρου
395εἰπόντος, ὅτι μὴ κατὰ τοὺς ἄλλους διαιτῶμαι, κἀμοὶ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ σιτίων, ὡς λεπτὰ καὶ ἡδίω τῆς ἑτέρων συβάριδος, ἐν ἀρχῇ εἴρηται· τοῦτό μοι, ὦ βασιλεῦ, τὰς αἰσθήσεις ἐν αἰθρίᾳ τινὶ ἀπορρήτῳ φυ‐ λάττει κοὐκ ἐᾷ θολερὸν περὶ αὐτὰς οὐδὲν εἶναι, διο‐
VA
.

8

.

7

(400)

ρᾶν τε, ὥσπερ ἐν κατόπτρου αὐγῇ, πάντα γιγνόμενά τε καὶ ἐσόμενα. οὐ γὰρ περιμενεῖ γε ὁ σοφὸς τὴν γῆν ἀναθυμιῶσαν ἢ τὸν ἀέρα διεφθορότα, ἢν τὸ δεινὸν ἄνωθεν ῥέῃ, ἀλλὰ ξυνήσει αὐτῶν καὶ ἐπὶ θύ‐ ραις ὄντων ὕστερον μὲν ἢ οἱ θεοί, θᾶττον δὲ ἢ οἱ
405πολλοί, θεοὶ μὲν γὰρ μελλόντων, ἄνθρωποι δὲ γιγνο‐ μένων, σοφοὶ δὲ προσιόντων αἰσθάνονται. λοιμῶν δ’ αἰτίας ἰδίᾳ, βασιλεῦ, ἐρώτα, σοφώτεραι γὰρ ἢ ἐς τοὺς πολλοὺς λέγεσθαι· ἆρ’ οὖν τὸ οὕτως διαι‐ τᾶσθαι λεπτότητα μόνον ἐργάζεται τῶν αἰσθήσεων
410ἢ ἰσχὺν ἐπὶ τὰ μέγιστά τε καὶ θαυμασιώτατα; θεω‐ ρεῖν δ’ ἔξεστιν, ὃ λέγω, καὶ ἀπ’ ἄλλων μέν, οὐχ ἥκιστα δὲ κἀκ τῶν ἐν Ἐφέσῳ περὶ τὴν νόσον ἐκείνην πραχθέντων· τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον, οὐ παύ‐
415σας νόσον, ἀλλ’ ἐξελών, ὅτῳ δ’ εὐξάμενος, δηλοῖ τὸ ἱερόν, ὃ ἐν Ἐφέσῳ ὑπὲρ τούτου ἱδρυσάμην, Ἡρα‐
κλέους μὲν γὰρ Ἀποτροπαίου ἐστί, ξυνεργὸν δ’ αὐτὸν εἱλόμην, ἐπειδὴ σοφός τε καὶ ἀνδρεῖος ὢν ἐκάθηρέ ποτε λοιμοῦ τὴν Ἦλιν τὰς ἀναθυμιάσεις314
420ἀποκλύσας, ἃς παρεῖχεν ἡ γῆ κατ’ Αὐγέαν τυραν‐ νεύοντα. τίς ἂν οὖν σοι, βασιλεῦ, δοκεῖ φιλοτιμού‐ μενος γόης φαίνεσθαι θεῷ ἀναθεῖναι, ὃ αὐτὸς εἴρ‐ γαστο; τίνας δ’ ἂν κτήσασθαι θαυμαστὰς τῆς τέχνης θεῷ παρεὶς τὸ θαυμάζεσθαι; τίς δ’ ἂν Ἡρακλεῖ εὔξα‐
425σθαι γόης ὤν; τὰ γὰρ τοιαῦτα οἱ κακοδαίμονες βό‐ θροις ἀνατιθέασι καὶ χθονίοις θεοῖς, ὧν τὸν Ἡρακλέα ἀποτακτέον, καθαρὸς γὰρ καὶ τοῖς ἀνθρώποις εὔνους. ηὐξάμην αὐτῷ καὶ ἐν Πελοποννήσῳ ποτέ, λαμίας γάρ τι φάσμα κἀκεῖ περὶ τὴν Κόρινθον ἤλυε σιτού‐
430μενον τῶν νέων τοὺς καλούς, καὶ ξυνήρατό μοι τοῦ ἀγῶνος οὐ θαυμασίων δεηθεὶς δώρων, ἀλλὰ μελιτ‐ τούτης καὶ λιβανωτοῦ καὶ τοῦ ὑπὲρ σωτηρίας τι ἀν‐ θρώπων ἐργάσασθαι, τουτὶ γὰρ καὶ κατὰ τὸν Εὐρυ‐ σθέα μισθὸν τῶν ἄθλων ἡγεῖτο. μὴ ἄχθου, βασιλεῦ,
435τὰ Ἡρακλέους ἀκούων· ἔμελε γὰρ αὐτοῦ τῇ Ἀθηνᾷ, ἐπειδὴ χρηστὸς καὶ σωτήριος τοῖς ἀνθρώποις. ἀλλ’ ἐπεὶ κελεύεις με ὑπὲρ τῆς θυσίας ἀπολογεῖσθαι, τουτὶ γὰρ καὶ τῇ χειρὶ ἐνδείκνυσαι, ἄκουε ἀπολο‐ γίας ἀληθοῦς· ἐγὼ γὰρ πάνθ’ ὑπὲρ σωτηρίας τῶν
440ἀνθρώπων πράττων οὔπω ὑπὲρ αὐτῶν ἔθυσα, οὐδ’ ἂν θύσαιμι οὐδέν, οὐδ’ ἂν θίγοιμι ἱερῶν, ἐν οἷς αἷμα, οὐδ’ ἂν εὐξαίμην ἐς μάχαιραν βλέπων ἢ θυ‐ σίαν, ἥν φησιν. οὐ Σκύθην με, ὦ βασιλεῦ, ᾕρηκας, οὐδ’ ἐκ τῆς ἀμίκτου ποθέν, οὐδ’ ἐπέμιξά πω Μασ‐
445σαγέταις ἢ Ταύροις, ὡς κἀκείνους ἂν τοῦ τῆς θυ‐ σίας ἔθους μετέβαλον· ἀνοίας δ’ ἂν ποῖ ἤλαυνον, ἵνα πλεῖστα μὲν ὑπὲρ μαντικῆς διαλεγόμενος καὶ ὅπη ἔρρωται ἢ μή, ἄριστα δ’ ἀνθρώπων ᾐσθημένος, ὅτι
τὰς αὑτῶν βουλὰς οἱ θεοὶ τοῖς ὁσίοις τε καὶ σοφοῖς315
VA
.

8

.

7

(450)

ἀνδράσι καὶ μὴ μαντευομένοις φαίνουσι, μιαιφονίας ἅπτωμαι καὶ σπλάγχνων ἀθύτων ἐμοὶ καὶ ἀκαλλιε‐ ρήτων; ἐφ’ οἷς ἀπέλιπεν ἄν με καὶ ἡ τοῦ δαιμονίου ὀμφὴ μὴ καθαρὸν ὄντα. καὶ μὴν εἴ τις ἀφελὼν τὸ τῆς θυσίας μύσος ἐξετάζοι τὸν κατήγορον πρὸς ἃ
455μικρῷ πρόσθεν εἴρηκεν, ἀπαλλάττει με τῆς αἰτίας αὐτός, ὃν γάρ φησι προειπεῖν Ἐφεσίοις τὴν νόσον θυσίας οὐδεμιᾶς δεηθέντα, τί σφαγίων ἐδεήθην [ἂν] ἐφ’ ἃ καὶ μὴ θυσαμένῳ παρῆν εἰδέναι; μαντικῆς δὲ τί ἐδεόμην ὑπὲρ ὧν αὐτός τε ἐπεπείσμην καὶ ἕτερος;
460εἰ γὰρ ὑπὲρ Νερούα καὶ τῶν ἀμφ’ αὐτὸν κρίνομαι, λέξω πάλιν, ἃ καὶ πρώην εἶπον, ἡνίκα ᾐτιῶ ταῦτα· Νερούαν γὰρ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παντὸς ἐπ’ εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστόν, καταλέλυται γὰρ τὸ σῶμα
465ὑπὸ τῆς νόσου, δι’ ἣν καὶ ἡ γνώμη μεστὴ ἄσης καὶ οὐδὲ τὰ οἴκοι ἱκανή· σὲ γοῦν ἐπαινεῖ μὲν σώματος, ἐπαινεῖ δὲ γνώμης, εἰκὸς μὲν οἶμαί τι πράττων, προθυμοτέρα γὰρ ὄντως ἡ ἀνθρωπεία φύσις ἐπαι‐ νεῖν, ἃ μὴ αὐτὴ ἔρρωται. πέπονθε δέ τι καὶ πρὸς
470ἐμὲ χρηστὸν Νερούας, καὶ οὔτε γελάσαντά πω αὐτὸν ἐπ’ ἐμοῦ οἶδα οὔτε εὐηθισάμενόν τι τῶν εἰωθότων ἐν φίλοις, ἀλλ’ ὥσπερ τὰ μειράκια πρὸς τοὺς πατέ‐ ρας τε καὶ διδασκάλους τοὺς αὑτῶν, εὐλαβῶς μὲν φθέγγεται τὸ ἐπ’ ἐμοῦ πᾶν, ἐρυθριᾷ δὲ ἔτι, εἰδὼς
475δὲ τὸ ἐπιεικὲς ἐπαινοῦντά με οὕτω τι ἄγαν ἐπιτη‐ δεύει αὐτό, ὡς κἀμοὶ ταπεινότερος τοῦ μετρίου φαί‐ νεσθαι. πῶς οὖν πιθανὸν ἡγήσαιτο ἄν τις ἀρχῆς ἐπιθυμῆσαι Νερούαν ἀγαπῶντα, εἰ τῆς ἑαυτοῦ οἰκίας ἄρξοι, ἢ ὑπὲρ μεγάλων διαλέγεσθαί μοι τὸν μηδ’
480ὑπὲρ μικρῶν τεθαρρηκότα, ἢ ξυνάπτειν ἐμοὶ γνώμην
ὑπὲρ ὧν μηδὲ πρὸς ἄλλον, εἰ τοὐμὸν ἐνεθυμήθη, ξυνῆψεν; ἢ πῶς ἔτ’ ἐγὼ σοφὸς γνώμην ἑρμηνεύειν ἀνδρὸς μαντικῇ μὲν πιστεύων, ἀπιστῶν δὲ σοφίᾳ; τὸν δὲ Ὄρφιτον καὶ τὸν Ῥοῦφον, τοὺς δικαίους μὲν316
485καὶ σώφρονας, νωθροὺς δὲ ἄνδρας, ὡς εὖ οἶδα, εἰ μὲν ὡς τυραννησείοντας διαβεβλῆσθαί φασιν, οὐκ οἶδ’ εἴτε τούτων πλέον διαμαρτάνουσιν, εἴτε Νερούα, εἰ δ’ ὡς ξυμβούλω γεγονότε, πιθανώτερος ἀρχῇ ἐπι‐ θέσθαι Νερούας, ἢ οἵδε ξυμβουλεῦσαι; ἀλλὰ μὴν
490τόν γε ὑπὲρ τούτων κρίνοντα κἀκεῖνα εἰκὸς ἦν ἐν‐ θυμεῖσθαι, τί ἐβούλετό μοι τὸ ξυλλαμβάνειν τοῖς ἐπὶ νεώτερα ἥκουσι· χρήματα μὲν γὰρ οὔ φησι παρ’ αὐτῶν γεγενῆσθαί μοι, οὐδὲ δώροις ἐπαρθέντα με ταῦτα εἰργάσθαι· σκεψώμεθα δέ, μὴ μεγάλων δεόμε‐
495νος ἀνεβαλόμην τὰς παρ’ αὐτῶν εὐεργεσίας ἐς ὃν ᾤοντο ἄρξειν χρόνον, ἐν ᾧ μεγάλα μὲν ἂν αἰτεῖν ὑπῆρξε, μειζόνων δ’ ἀξιοῦσθαι· πῶς οὖν ταῦτα ἔσται δῆλα; ἐνθυμήθητι, βασιλεῦ, σεαυτὸν καὶ τοὺς ἔτι πρὸ σοῦ ἄρχοντας, ἀδελφὸν δήπου τὸν σεαυτοῦ καὶ
VA
.

8

.

7

(500)

πατέρα Νέρωνά τε, ἐφ’ ὧν ἦρξαν, κατὰ τούτους γὰρ μάλιστα τοὺς βασιλέας βεβίωταί μοι ἐς τὸ φανερόν, τὸν ἄλλον χρόνον Ἰνδοῖς φοιτῶντι. τούτων δὴ τῶν ὀκτὼ καὶ τριάκοντα ἐτῶν, τοσοῦτον γὰρ τὸ ἐς σὲ μῆκος, οὔτε ἐπὶ θύρας βασιλείους ἐφοίτησα πλὴν ἐν
505Αἰγύπτῳ τοῦ σοῦ πατρός, ἐπεὶ μήτε βασιλεύς πω ἐτύγχανεν ὢν ὡμολόγει τε δι’ ἐμὲ ἥκειν, οὔτε ἀνε‐ λεύθερόν τι διελέχθην βασιλεῦσιν ἢ ὑπὲρ βασιλέων δήμοις οὔτ’ ἐπιστολαῖς ἐλαμπρυνάμην ἢ γραφόντων ἐμοὶ βασιλέων ἢ αὐτὸς ἐνδεικνύμενος γράφειν, οὔθ’
510ὑπὲρ δωρεῶν κολακεύων βασιλέας ἐμαυτοῦ ἀπηνέ‐ χθην. εἰ γοῦν ἔροιό με πλουσίους ἐνθυμηθεὶς καὶ πένητας, ποτέρου τῶν ἐθνῶν τούτων ἐμαυτὸν γράφω,
τῶν πλουσιωτάτων φήσω, τὸ γὰρ δεῖσθαι μηδενὸς ἐμοὶ Λυδία καὶ τὸ Πακτωλοῦ πᾶν. πῶς οὖν ἢ τὰς317
515παρὰ τῶν οὔπω βασιλέων δωρεὰς ἀνεβαλλόμην ἐς ὃν ἄρξειν αὐτοὺς ᾤμην χρόνον ὁ μηδὲ τὰς παρ’ ὑμῶν ἑλόμενος, οἷς βέβαιον ἡγούμην τὸ ἄρχειν, ἢ βασιλειῶν μεταβολὰς ἐπενόουν μηδὲ ταῖς καθεστη‐ κυίαις ἐς τὸ τιμᾶσθαι χρώμενος; καὶ μὴν ὁπόσα
520γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνα‐ τούς, δηλοῖ τὰ Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλού‐
525μενά τε καὶ πωλοῦντα, ἐντετύπωται δ’ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω και‐ ρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρὶ προέμενός ποτε ἐπιτειχίζει τὸν
530ἑαυτοῦ πλοῦτον ἑτέροις, τὸν Αἰγύπτιον τουτονὶ βό‐ σκων χρήμασι καὶ ὀξύνων ἐπ’ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω
535ὧν ἑρμηνεύω, τῆς δὲ λοιπῆς ἀπολογίας ἀκροῶ· τίς οὖν αὕτη καὶ ὑπὲρ τίνων; ᾔδετό τις, ὦ βασιλεῦ, παιδὸς Ἀρκάδος ἐν τῇ κατηγορίᾳ θρῆνος, τετμῆσθαι μὲν αὐτὸν ὑπ’ ἐμοῦ νύκτωρ, εἰ δ’ ὄναρ φησίν, οὔπω οἶδα, εἶναι δὲ πατέρων τε ἀγαθῶν ὁ παῖς οὗτος καὶ
540τὸ εἶδος οἷοι Ἀρκάδων οἱ ἐν αὐχμῷ καλοί. τοῦτόν φασιν ἱκετεύοντά τε καὶ ὀλοφυρόμενον ἀπεσφάχθαι κἀμὲ τὰς χεῖρας ἐς τὸ τοῦ παιδὸς αἷμα βάψαντα θεοῖς ὑπὲρ ἀληθείας εὔχεσθαι. μέχρι τούτων ἐμὲ κρίνου‐ σιν, ὁ δὲ ἐφεξῆς λόγος τῶν θεῶν ἅπτεται, φασὶ γὰρ
545τοὺς θεοὺς ἀκοῦσαι μὲν ὧδέ μου εὐξαμένου, δοῦναι δὲ ἱερὰ εὔσημα καὶ μὴ ἀποκτεῖναι ἀσεβοῦντα. τὴν μὲν οὖν ἀκρόασιν, ὡς οὐ καθαρά, τί ἄν, ὦ βασιλεῦ, λέγοιμι; ἀλλ’ ὑπὲρ ὧν γέ μοι ἀπολογητέα, τίς ὁ Ἀρ‐ κὰς οὗτος; εἰ γὰρ μὴ ἀνώνυμος τὰ πατέρων, μηδ’318
VA
.

8

.

7

(550)

ἀνδραποδώδης τὸ εἶδος, ὥρα σοι ἐρωτᾶν, τί μὲν ὄνομα τοῖς γειναμένοις αὐτόν, τίνος δὲ οἰκίας οὗτος, τίς δ’ ἐθρέψατο αὐτὸν ἐν Ἀρκαδίᾳ πόλις, τίνων δὲ βωμῶν ἀπαχθεὶς ἐνταῦθα ἐθύετο. οὐ λέγει ταῦτα καίτοι δεινὸς ὢν μὴ ἀληθεύειν. οὐκοῦν ὑπὲρ ἀν‐
555δραπόδου κρίνει με. ᾧ γὰρ μήτ’ αὐτῷ ὄνομα μήθ’ ὧν ἔφυ, μὴ πόλις μὴ κλῆρός ἐστιν, οὐχί, ὦ θεοί, τοῦτον ἐν ἀνδραπόδοις χρὴ τάττειν; ἀνώνυμα γὰρ πάντα. τίς οὖν ὁ κάπηλος τοῦ ἀνδραπόδου; τίς ὁ πριάμενος αὐτὸ ἐξ Ἀρκάδων; εἰ γὰρ τὸ γένος τού‐
560των ἐπιτήδειον τῇ σφαττούσῃ μαντικῇ, πολλῶν μὲν χρημάτων εἰκὸς ἐωνῆσθαι τὸν παῖδα, πεπλευκέναι δέ τινα ἐς Πελοπόννησον, ἵν’ ἐνθένδε ἡμῖν ἀναχθείη ὁ Ἀρκάς, ἀνδράποδα μὲν γὰρ Ποντικὰ ἢ Λύδια ἢ ἐκ Φρυγῶν πρίαιτ’ ἂν κἀνταῦθά τις, ὧν γε καὶ ἀγέ‐
565λαις ἐντυχεῖν ἐστιν ἅμα φοιτώσαις δεῦρο, ταυτὶ γὰρ τὰ ἔθνη καὶ ὁπόσα βαρβάρων, πάντα τὸν χρόνον ἑτέρων ἀκροώμενοι οὔπω τὸ δουλεύειν αἰσχρὸν ἡγοῦνται· Φρυξὶ γοῦν ἐπιχώριον καὶ ἀποδίδοσθαι τοὺς αὑτῶν καὶ ἀνδραποδισθέντων μὴ ἐπιστρέφε‐
570σθαι, Ἕλληνες δὲ ἐλευθερίας ἐρασταὶ ἔτι καὶ οὐδὲ δοῦλον ἀνὴρ Ἕλλην πέρα ὅρων ἀποδώσεται, ὅθεν οὐδὲ ἀνδραποδισταῖς οὔτε ἀνδραπόδων καπήλοις ἐς αὐτοὺς παριτητέα, ἐς δὲ Ἀρκαδίαν καὶ μᾶλλον, πρὸς γὰρ τῷ παρὰ πάντας ἐλευθεριάζειν Ἕλληνας δέονται
575καὶ ὄχλου δούλων. ἔστι δὲ πολυλήιος (καὶ ποώδης) ἡ Ἀρκαδία καὶ ὑλώδης οὐ τὰ μετέωρα μόνον, ἀλλὰ
καὶ τὰ ἐν ποσὶ πάντα. δεῖ δὴ αὐτοῖς πολλῶν μὲν γεωργῶν, πολλῶν δὲ αἰπόλων συφορβῶν τε καὶ ποι‐ μένων καὶ βουκόλων τῶν μὲν ἐπὶ βουσί, τῶν δ’ ἐφ’319
580ἵπποις, δρυτόμων τε δεῖται πολλῶν ἡ χώρα καὶ τοῦτο ἐκ παίδων γυμνάζονται. εἰ δὲ καὶ μὴ τοιάδε ἦν τὰ τῶν Ἀρκάδων, ἀλλ’ εἶχον, ὥσπερ ἕτεροι, προσ‐ αποδίδοσθαι τοὺς αὑτῶν δούλους, τί τῇ θρυλουμένῃ σοφίᾳ ξυνεβάλλετο τὸ ἐξ Ἀρκαδίας εἶναι τὸν σφατ‐
585τόμενον; οὐδὲ γὰρ σοφώτατοι τῶν Ἑλλήνων Ἀρκά‐ δες, ἵν’ ἑτέρου τι ἀνθρώπου πλέον περὶ τὰ λογικὰ τῶν σπλάγχνων φαίνωσιν, ἀλλὰ ἀγροικότατοι ἀν‐ θρώπων εἰσὶ καὶ συώδεις τά τε ἄλλα καὶ τὸ γαστρί‐ ζεθαι τῶν δρυῶν. ῥητορικώτερον ἴσως ἀπολελόγημαι
590τοὐμοῦ τρόπου, τὰ τῶν Ἀρκάδων ἀφερμηνεύων ἤθη καὶ παριὼν ἐς Πελοπόννησον τῷ λόγῳ. ἡ γὰρ ἐμοὶ προσήκουσα ἀπολογία τίς; οὐκ ἔθυσα οὐ θύω οὐ θιγγάνω αἵματος, οὐδ’ εἰ βώμιον αὐτὸ εἴη, Πυθα‐ γόρας τε γὰρ ὧδε ἐγίγνωσκεν οἵ τε ἀπ’ αὐτοῦ παρα‐
595πλησίως, καὶ κατ’ Αἴγυπτον δὲ οἱ Γυμνοὶ καὶ Ἰν‐ δῶν οἱ σοφοί, παρ’ ὧν καὶ τοῖς ἀμφὶ Πυθαγόραν αἱ τῆς σοφίας ἀρχαὶ ἐφοίτησαν. κατὰ ταῦτα θύοντες οὐ δοκοῦσιν ἀδικεῖν τοῖς θεοῖς, ἀλλὰ γηράσκειν τε αὐτοῖς ξυγχωροῦσιν ἀρτίοις τὰ σώματα καὶ ἀνόσοις,
VA
.

8

.

7

(600)

καὶ σοφωτέροις ἀεὶ δοκεῖν μὴ τυραννεύεσθαι μηδε‐ νὸς δεῖσθαι. καὶ οὐκ ἀπεικός, οἶμαι, ἀγαθῶν δεῖ‐ σθαι σφᾶς ὑπὲρ καθαρῶν θυμάτων. δοκῶ γάρ μοι καὶ τοὺς θεοὺς τὸν αὐτὸν ἐμοὶ νοῦν ὑπὲρ θυσιῶν ἔχοντας τὰ λιβανοφόρα τῆς γῆς ἐν καθαρῷ τῆς οἰκου‐
605μένης ἐκφυτεύειν, ἵν’ ἀπ’ αὐτῶν θύοιμεν μὴ σιδη‐ ροφοροῦντες ἐν ἱεροῖς, μηδ’ αἷμα ἐς βωμοὺς ῥαίνον‐ τες. ἐγὼ δ’, ὡς ἔοικεν, ἐμαυτοῦ καὶ τῶν θεῶν ἐκ‐ λαθόμενος ἔθυον τρόπον, ὃν μήτ’ αὐτὸς εἴωθα μήτε
τις ἀνθρώπων θύοι. ἀπαλλαττέτω με τῆς αἰτίας320
610καὶ ὁ καιρός, ὃν εἴρηκεν ὁ κατήγορος· τὴν γὰρ ἡμέ‐ ραν ἐκείνην, ἐν ᾗ ταῦτα εἰργάσθαι μοί φησιν, εἰ μὲν ἐγενόμην ἐν ἀγρῷ, ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφα‐ γον. εἶτά με, ὦ βασιλεῦ, θαμινὰ ἐρωτᾷς, εἰ μὴ ἐπε‐ χωρίαζον τῇ Ῥώμῃ τότε; καὶ σύ, βέλτιστε βασιλέων,
615ἐπεχωρίαζες, ἀλλ’ οὐκ ἂν εἴποις θῦσαι τοιαῦτα, καὶ ὁ συκοφάντης, ἀλλ’ οὐχ ὁμολογήσει τὰ τῶν ἀνδρο‐ φόνων πράττειν, εἰ κατὰ τὴν Ῥώμην διῃτᾶτο, καὶ μυριάδες ἀνθρώπων, ἃς βέλτιον ξενηλατεῖν ἢ ὑπά‐ γειν γραφαῖς, ἐν αἷς τεκμήριον ἀδικημάτων ἔσται τὸ
620ἐνταῦθα εἶναι. καίτοι τὸ ἐς τὴν Ῥώμην ἥκειν καὶ παραιτεῖται τάχα τῆς τοῦ νεώτερα πράττειν δοκεῖν αἰτίας, τὸ γὰρ ἐν πόλει ζῆν, ἐν ᾗ πάντες μὲν ὀφθαλ‐ μοί, πᾶσα δὲ ἀκρόασις ὄντων τε καὶ οὐκ ὄντων, οὐ ξυγχωρεῖ νεωτέρων ἅπτεσθαι τοῖς γε μὴ λίαν θανα‐
625τῶσι, τοὺς δ’ εὐλαβεστέρους τε καὶ σώφρονας βρα‐ δέως ἄγει καὶ ἐφ’ ἃ ἔξεστι. τί οὖν, ὦ συκοφάντα, κατὰ τὴν νύκτα ἐκείνην ἔπραττον; εἰ μὲν ὡς σεαυ‐ τὸν ἐρωτᾷς, ἐπειδὴ καὶ σὺ ἐρωτᾶν ἥκεις, ἀγῶνας ἡτοίμαζον καὶ κατηγορίας ἐπ’ ἄνδρας χρηστοὺς καὶ
630ἀπολέσαι τοὺς οὐκ ἀδικοῦντας καὶ πεῖσαι τὸν βασι‐ λέα μὴ ἀληθῆ λέγων, ἵν’ ἐγὼ μὲν εὐδοκιμοίην, μιαί‐ νοιτο δὲ οὗτος, εἰ δ’ ὡς φιλοσόφου πυνθάνῃ, τὸν Δημοκρίτου ἐπῄνουν γέλωτα, ὃν ἐς πάντα τὰ τῶν ἀνθρώπων γελᾷ, εἰ δ’ ὡς ἐμοῦ, Φιλίσκος ὁ Μη‐
635λιεὺς ἐτῶν ξυμφιλοσοφήσας ἐμοὶ τεττάρων ἐνόσει τότε, καὶ παρ’ αὐτῷ ἀπεκάθευδον οὕτω διακειμένῳ χαλεπῶς, ὡς καὶ ἀποθανεῖν ὑπὸ τῆς νόσου. καίτοι πολλὰς ἂν ηὐξάμην ἴυγγας ὑπὲρ τῆς ἐκείνου ψυχῆς γενέσθαι μοι, καί, νὴ Δί’, εἴ τινες Ὀρφέως εἰσὶν
640ὑπὲρ τῶν ἀποθανόντων μελῳδίαι, μηδ’ ἐκείνας ἀγνο‐
ῆσαι, καὶ γὰρ ἄν μοι δοκῶ καὶ ὑπὸ τὴν γῆν πορευ‐ θῆναι δι’ αὐτόν, εἰ ἐφικτὰ ἦν ταῦτα· οὕτω με ἀνήρ‐ τητο πᾶσιν οἷς φιλοσόφως τε καὶ κατὰ τὸν ἐμὸν νοῦν ἔπραττε. ταῦτ’ ἔστι μέν σοι, βασιλεῦ, καὶ Τελεσίνου321
645ἀκοῦσαι τοῦ ὑπάτου, παρῆν γὰρ κἀκεῖνος τῷ Μη‐ λιεῖ, θεραπεύων αὐτὸν νύκτωρ, ὁπόσα ἐγώ. εἰ δὲ Τελεσίνῳ ἀπιστεῖς, ἐπειδὴ τῶν φιλοσοφούντων ἐστί, καλῶ τοὺς ἰατροὺς μάρτυρας, εἰσὶ δ’ οὗτοι Σέλευ‐ κός τε ὁ ἐκ Κυζίκου καὶ Στρατοκλῆς ὁ Σιδώνιος·
VA
.

8

.

7

(650)

τούτους ἐρώτα, εἰ ἀληθῆ λέγω· καὶ μαθηταὶ δ’ αὐ‐ τοῖς ὑπὲρ τοὺς τριάκοντα εἵποντο, τῶν αὐτῶν δήπου μάρτυρες, τὸ γὰρ προκαλεῖσθαι δεῦρο τοὺς τῷ Φι‐ λίσκῳ προσήκοντας ἀναβολὰς ἴσως ἡγήσῃ τῆς δίκης, ἐπειδὴ αὐτίκα τῆς Ῥώμης ἀπῆραν ἐς τὰ Μηλιέων
655ἤθη κατὰ ὁσίαν τοῦ νεκροῦ. ἴτε, ὦ μάρτυρες, καὶ γὰρ δὴ καὶ παρήγγελται ὑμῖν ὑπὲρ τούτου· ΜΑΡ‐ ΤΥΡΕΣ. παρ’ ὅσον μὲν τοίνυν τῆς ἀληθείας ἡ γραφὴ ξυνετέθη, δηλοῖ σαφῶς ἡ μαρτυρία τῶν ἀν‐ δρῶν, οὐ γὰρ ἐν προαστείοις, ἀλλ’ ἐν ἄστει, οὐκ
660ἔξω τείχους, ἀλλ’ ἐπ’ οἰκίας, οὐδὲ παρὰ Νερούᾳ, παρὰ Φιλίσκῳ δέ, οὐδὲ ἀποσφάττων, ἀλλ’ ὑπὲρ ψυ‐ χῆς εὐχόμενος, οὐδ’ ὑπὲρ βασιλείας, ἀλλ’ ὑπὲρ φι‐ λοσοφίας, οὐδ’ ἀντὶ σοῦ χειροτονῶν νεώτερον, ἀλλ’ ἄνδρα σώζων ἐμαυτῷ ὅμοιον. τί οὖν ὁ Ἀρκὰς ἐν‐
665ταῦθα; τί δ’ οἱ τῶν σφαγίων μῦθοι; τί δὲ τὸ τὰ τοιαῦτα πείθειν; ἔσται γάρ ποτε καὶ ὃ μὴ γέγονεν, ἂν ὡς γεγονὸς κριθῇ· τὸ δ’ ἀπίθανον τῆς θυσίας, ὦ βασιλεῦ, ποῖ τάξεις; ἐγένοντο μὲν γὰρ καὶ πρότε‐ ρον σφαγίων μάντεις ἀγαθοὶ τὴν τέχνην καὶ οἷοι
670ὀνομάσαι, Μεγιστίας ἐξ Ἀκαρνανίας, Ἀρίστανδρος ἐκ Λυκίας, Ἀμπρακία δὲ Σιλανὸν ἤνεγκε, καὶ ἐθύ‐ οντο ὁ μὲν Ἀκαρνὰν Λεωνίδᾳ βασιλεῖ Σπάρτης, ὁ δὲ
Λύκιος Ἀλεξάνδρῳ τῷ Μακεδόνι, Σιλανὸς δὲ Κύρῳ βασιλείας ἐρῶντι, καὶ εἴ τι ἐν ἀνθρώπου σπλάγχνοις322
675ἢ σαφέστερον ἢ σοφώτερον ἢ ἐτυμώτερον ἀπέκειτο, οὐκ ἄπορος ἦν ἡ θυσία, βασιλέων γε προϊσταμένων αὐτῆς, οἷς πολλοὶ μὲν ἦσαν οἰνοχόοι, πολλὰ δ’ αἰχμάλωτα, παρανομίαι δ’ ἀκίνδυνοι καὶ φόβος οὐ‐ δεὶς κατηγορίας, εἴ τι ἔσφαττον· ἀλλ’, οἶμαι, παρ‐
680ίστατο τοῖς ἀνδράσιν, ὃ κἀμοὶ νῦν κινδυνεύοντι ὑπὲρ τοιούτων, ὅτι τὰ μὲν ἄλογα τῶν ζῴων εἰκός, ἐπειδὴ ἐν ἀγνοίᾳ τοῦ θανάτου σφάττεται, μὴ θολοῦσθαί τι τῶν σπλάγχνων ὑπὸ ἀξυνεσίας ὧν πείσονται· ἄν‐ θρωπον δὲ ἀεί τι ἐν τῇ ψυχῇ ἔχοντα θανάτου καὶ
685μήπω ἐφεστηκότος δεῖμα πῶς εἰκὸς παρόντος ἤδη καὶ ἐν ὀφθαλμοῖς ὄντος δεῖξαί τι ἐπὶ τῶν σπλάγχνων μαντικὸν ἢ ὅλως εὔθυτον; ὅτι δὲ ὀρθῶς τε καὶ κατὰ φύσιν στοχάζομαι τούτων, σκόπει, βασιλεῦ, ὧδε· τὸ ἧπαρ, ἐν ᾧ φασι τὸν τῆς αὐτῶν μαντικῆς εἶναι
690τρίποδα οἱ δεινοὶ ταῦτα, ξύγκειται μὲν οὐ καθαροῦ αἵματος, πᾶν γάρ, ὅ τι ἀκραιφνές, καρδία ἴσχει δι’ αἱματηρῶν φλεβῶν ἀποχετεύουσα ἐς πᾶν τὸ σῶμα, χολὴν δ’ ἐπὶ ἥπατι κειμένην ὀργὴ μὲν ἀνίστησι, φόβοι δὲ ὑπάγουσιν ἐς τὰ κοῖλα τοῦ ἥπατος. ὑπὸ
695μὲν δὴ τῶν παροξυνόντων ζέουσα καὶ μηδὲ τῷ ἑαυ‐ τῆς ἀγγείῳ φορητὸς οὖσα ὑπτίῳ ἐπιχεῖται τῷ ἥπατι, καθ’ ὃ ἐπέχει χολὴ πᾶσα τὰ λεῖά τε καὶ μαντικὰ τοῦ σπλάγχνου, ὑπὸ δὲ τῶν δειματούντων ξυνιζάνουσα ξυνεπισπᾶται καὶ τὸ ἐν τοῖς λείοις φῶς, ὑπονοστεῖ
VA
.

8

.

7

(700)

γὰρ τότε καὶ τὸ καθαρὸν τοῦ αἵματος, ὑφ’ οὗ σπλη‐ νοῦται τὸ ἧπαρ, ὑποτρέχοντος φύσει τὸν περὶ αὐτὸ ὑμένα καὶ τῷ πηλώδει ἐπιπολάζοντος. τί οὖν, ὦ βα‐ σιλεῦ, τῆς μιαιφονίας ἔργον, εἰ ἄσημα τὰ ἱερὰ ἔσται; ἄσημα δ’ αὐτὰ ἡ ἀνθρωπεία φύσις ἐργάζεται ξυν‐
705ιεῖσα τοῦ θανάτου καὶ αὐτοὶ οἱ ἀποθνήσκοντες, οἱ μὲν γὰρ εὔψυχοι ξὺν ὀργῇ τελευτῶσιν, οἱ δ’ ἀθυ‐ μότεροι ξὺν δέει. ἔνθεν ἡ τέχνη παρὰ τοῖς οὐκ ἀνεπιστήμοσι βαρβάροις χιμαίρας μὲν καὶ ἄρνας ἐπαινεῖ σφάττειν, ἐπειδὴ εὐήθη τὰ ζῷα καὶ οὐ πόρρω323
710ἀναισθήτων, ἀλεκτρυόνας δὲ καὶ σῦς καὶ ταύρους, ἐπειδὴ θυμοειδῆ ταῦτα, οὐκ ἀξιοῖ τῶν ἑαυτῆς ἀπορ‐ ρήτων. ξυνίημι, ὦ βασιλεῦ, παροξύνων τὸν κατήγο‐ ρον, ἐπειδὴ σοφώτερόν σε ἀκροατὴν εἴργασμαι, καί μοι δοκεῖς καὶ προσέχειν τῷ λόγῳ· εἰ δὲ μὴ σαφῶς
715τι αὐτοῦ φράζοιμι, ξυγχωρῶ σοι ἐρωτᾶν με. εἴρηταί μοι τὰ πρὸς τὴν τοῦ Αἰγυπτίου γραφήν· ἐπεὶ δ’, οἶμαι, χρὴ μηδὲ τὰς Εὐφράτου διαβολὰς ὑπερορᾶ‐ σθαι, σύ, ὦ βασιλεῦ, δικάζοις, ὁπότερος ἡμῶν φιλο‐ σοφεῖ μᾶλλον· οὐκοῦν ὁ μὲν ἀγωνίζεται μὴ τἀληθῆ
720περὶ ἐμοῦ λέγειν, ἐγὼ δ’ οὐκ ἀξιῶ, καὶ ὁ μέν σε ἡγεῖται δεσπότην, ἐγὼ δ’ ἄρχοντα, καὶ ὁ μὲν ξίφος ἐπ’ ἐμέ σοι δίδωσιν, ἐγὼ δὲ λόγον. ἀλλ’ ὑπὲρ ὧν γε διαβέβληκεν, οἱ λόγοι εἰσίν, οὓς ἐν Ἰωνίᾳ εἶπον, φησὶ δ’ αὐτοὺς οὐκ ἐς τὸ σοὶ ξυμφέρον ὑπ’ ἐμοῦ
725εἰρῆσθαι. καίτοι τὰ μὲν λεχθέντα ἦν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, παράδειγμα δ’ ἐγίγνετό μοι τοῦ λόγου τὰ τῶν βασιλέων πράγματα, ἐπειδὴ μέγιστα τῶν ἀν‐ θρωπείων δοκεῖ τὰ ὑμέτερα, Μοιρῶν τε ἰσχὺν ἐφι‐ λοσόφουν καὶ τὸ οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν,
730ὡς, εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ δὴ ὑπάρ‐ χουσαν, ὁ δ’ ἀποκτείνειε τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ’ αὐτοῦ τὸ ἄρχειν, κἂν ἀναβιοίη ὁ ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. τὰς γὰρ ὑπερ‐ βολὰς τῶν λόγων ἐσαγόμεθα διὰ τοὺς τοῖς πιθανοῖς
735ἀπειθοῦντας, ὥσπερ ἂν εἰ καὶ τοιόνδε ἔλεγον· ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ
τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος, οὐδ’ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ324
740ἐν τοξείᾳ κράτος, οὗτος, οὐδ’ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ σκοποῦ. τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαίους Ἀστυάγη τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τί‐ θεσθαι τὰ αὑτῶν ἐν ἀρχῇ δόξαντας, ὧν οἱ μὲν παῖ‐
745δας, οἱ δὲ ἐκγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέ‐ θησαν ὑπ’ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ. καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τὰ σὰ ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελίου ἐνταῦθα, κατεπίμπρατο
VA
.

8

.

7

(750)

δὲ ὁ νεὼς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ’ εὖ κείσεσθαι τὸ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν—καίτοι μειράκιον ἱκανῶς ἦσθα καὶ οὔπω οὗτος—ἀλλ’ ὅμως, ἐπειδὴ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τἀκείνου νῦν
755ἔχεις. ἐπεὶ δ’ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τεμνέσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με, ἀλλὰ διειλέχθαι μόνα τὰ ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, ταυτὶ γάρ φησιν εἰρῆσθαί μοι
760ἐπὶ σέ. καίτοι τὸν λόγον τοῦτον ἀνέχονται μὲν καὶ οἱ πολλοὶ τῶν θεῶν, οὐκ ἄχθεται δὲ οὐδὲ ὁ Ζεὺς ἀκούων καὶ ταῦτα τῶν ποιητῶν ἐν τοῖς Λυκίοις λόγοις
ᾤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα
765καὶ τοιαῦτ’ ἐς αὐτὸν ᾀδόντων, ἐν οἷς τοῦ υἱέος ἐξί‐ στασθαί φησι ταῖς Μοίραις, λεγόντων τε αὖ ἐν ψυ‐ χοστασίᾳ, ὅτι Μίνω τὸν ἀδελφὸν τοῦ Σαρπηδόνος ἀποθανόντα χρυσῷ μὲν σκήπτρῳ ἐτίμησε καὶ δικά‐
ζειν ἔταξεν ἐν τῇ τοῦ Αἰδωνέως ἀγορᾷ, Μοιρῶν δ’325
770οὐ παρῃτήσατο. σὺ δ’, ὦ βασιλεῦ, τοῦ χάριν ἄχθῃ τῷ λόγῳ, θεῶν καρτερούντων αὐτόν, οἷς πέπηγεν ἀεὶ τὰ πράγματα, καὶ μὴ ἀποκτεινόντων τοὺς ποι‐ ητὰς ἐπ’ αὐτῷ; προσήκει γὰρ ταῖς Μοίραις ἕπεσθαι καὶ πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων μὴ χαλε‐
775ποὺς εἶναι, Σοφοκλεῖ τε μὴ ἀπιστεῖν
μόνοις οὐ γίγνεται
θεοῖσι γῆρας, οὐδὲ μὴν θανεῖν ποτε,
τὰ δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατὴς χρόνος, ἄριστα δὴ ἀνθρώπων λέγοντι. ἐγκύκλιοι γὰρ αἱ κατ’
780ἀνθρώπους εὐπραγίαι καὶ ἐφήμερον, ὦ βασιλεῦ, τὸ τοῦ ὄλβου μῆκος· τἀμὰ οὗτος καὶ τὰ τούτου ἕτερος καὶ ὁ δεῖνα τὰ τοῦ δεῖνος ἔχων οὐκ ἔχει. ταῦτ’ ἐν‐ νοῶν, ὦ βασιλεῦ, παῦε μὲν φυγάς, παῦε δ’ αἷμα, καὶ φιλοσοφίᾳ μὲν ὅ τι βούλει χρῶ, ἀπαθὴς γὰρ ἥ
785γε ἀληθής, δάκρυα δὲ ἀνθρώπων ἀφαίρει, ὡς νῦν γε ἠχὼ μυρία μὲν ἐκ θαλάττης, πολλῷ δὲ πλείων ἐξ ἠπείρων φοιτᾷ θρηνούντων, ὅ τι ἑκάστῳ θρήνου ἄξιον. τὰ δὲ ἐντεῦθεν φυόμενα πλείω ὄντα ἢ ἀριθ‐ μεῖσθαι ταῖς τῶν συκοφαντῶν γλώτταις ἀνῆπται
790διαβαλλόντων σοί τε πάντας καὶ σέ, ὦ βασιλεῦ, πᾶσιν.“
VA
.

8

.

8

Ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δ’ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ
οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,
5καὶ τὰ πρὸ τούτου ἔτι, ἀφ’ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τού‐ του βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς
10κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα εἶναί οἱ, ὁ δ’ οὐδὲν τούτων, [ἀλλ’] ὥσπερ ἀγωνιζό‐ μενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δ’ ὑπερ‐ εώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυν‐326
VA
.

8

.

9

ταραχθεὶς μᾶλλον ἢ καταφρονήσας· ἠκροᾶτο μὲν γὰρ ἑτέρας ἐπ’ ἐκείνῃ δίκης, πόλις δ’ ἦν ἀγωνιζο‐ μένη πρὸς ἄνδρα ὑπὲρ διαθηκῶν, οἶμαι, διέφευγον δ’ αὐτὸν οὐ μόνον τὰ τῶν δικαζομένων ὀνόματα,
5ἀλλὰ καὶ ὁ νοῦς τῆς δίκης, ἀνόητοι μὲν γὰρ αἱ ἐρω‐ τήσεις ἦσαν, αἱ δ’ ἀποκρίσεις οὐδ’ ὑπὲρ ὧν ἡ κρί‐ σις· ἃ σφόδρα ἤλεγχε τὸν τύραννον, ὡς ἐξεπέπληκτό τε καὶ ἠπόρει δι’ αὐτὸ μάλιστα τὸ πεπεῖσθαι πρὸς τῶν κολακευόντων, ὅτι μηδὲν ἂν διαφύγοι αὐτόν.
VA
.

8

.

10

Οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρ‐ βάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δ’ ἐν Δικαιαρχίᾳ
5ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτ’ ἄρ’ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμεί‐ ναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν· τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δ’ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευ‐
VA
.

8

.

11

μένοις εἵπετο. ἐτύγχανε μὲν δὴ ὁ Δάμις τῆς προτε‐ ραίας ἀφιγμένος καὶ τῷ Δημητρίῳ ξυγγεγονὼς ὑπὲρ τῶν πρὸ τῆς δίκης, ὁ δ’ εὐλαβέστερον ἢ τὸν ὑπὲρ Ἀπολλωνίου ἀκροώμενον εἰκὸς διατεθεὶς ἦν ὑφ’ ὧν
5ἤκουσε, καὶ πάλιν τῆς ὑστεραίας ὑπὲρ τῶν αὐτῶν ἠρώτα, ξυναλύων αὐτῷ παρὰ τὴν θάλατταν, ἐν ᾗ τὰ περὶ τὴν Καλυψὼ μυθεύματα· ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος, ἐπειδὴ τὰ τῆς τυραννίδος χα‐ λεπὰ ἦν πᾶσι, τὰ δ’ ὑπ’ αὐτοῦ προσταττόμενα ἐτί‐
10μων διὰ τὴν φύσιν τοῦ ἀνδρός. ἀπειπόντες οὖν ἐκάθηντο ἐς τὸ νύμφαιον, ἐν ᾧ ὁ πίθος, λευκοῦ δ’ οὗτός ἐστι λίθου ξυνέχων πηγὴν ὕδατος οὔθ’ ὑπερ‐ βάλλουσαν τοῦ στομίου οὔτ’, εἴ τις ἀπαντλοίη, ὑπο‐ διδοῦσαν. διαλεχθέντες δ’ ὑπὲρ τῆς φύσεως τοῦ327
15ὕδατος οὐ μάλα ἐσπουδακότως διὰ τὴν ἐπὶ τῷ ἀνδρὶ ἀθυμίαν ἐπανῆγον τὸν λόγον ἐς τὰ πρὸ τῆς δίκης.
VA
.

8

.

12

ἀνολοφυραμένου δὲ τοῦ Δάμιδος καί τι καὶ τοιοῦτον εἰπόντος „ἆρ’ ὀψόμεθά ποτε, ὦ θεοί, τὸν καλόν τε καὶ ἀγαθὸν ἑταῖρον;“ ἀκούσας ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ἐφεστὼς ἤδη τῷ νυμφαίῳ ἐτύγχανεν,
5„ὄψεσθε,“ εἶπε „μᾶλλον δὲ ἑωράκατε.“ „ζῶντα;“ ἔφη ὁ Δημήτριος „εἰ δὲ τεθνεῶτα, οὔπω πεπαύμεθα ἐπὶ σοὶ κλάοντες.“ προτείνας οὖν ὁ Ἀπολλώνιος τὴν χεῖρα „λαβοῦ μου,“ ἔφη „κἂν μὲν διαφύγω σε, εἴδωλόν εἰμί σοι ἐκ Φερσεφάττης ἧκον, οἷα φαίνου‐
10σιν οἱ χθόνιοι θεοὶ τοῖς ἀθυμοτέροις τὰ πένθη, εἰ δὲ ὑπομείναιμι ἁπτόμενον, πεῖθε καὶ Δάμιν ζῆν τέ με καὶ μὴ ἀποβεβληκέναι τὸ σῶμα.“ οὐκέθ’ οἷοι ἀπι‐ στεῖν ἦσαν, ἀλλ’ ἀναστάντες ἐξεκρέμαντο τοῦ ἀν‐ δρὸς καὶ ἠσπάζοντο ὑπέρ τε τῆς ἀπολογίας ἠρώτων·
15ὁ μὲν γὰρ Δημήτριος οὐδ’ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δ’ ἀπο‐ λελογῆσθαι μέν, θᾶττον δ’ ἴσως, οὐ γὰρ ἐπ’ ἐκεί‐ νης γε τῆς ἡμέρας ᾤετο. ὁ δ’ Ἀπολλώνιος „ἀπολε‐ λόγημαι,“ ἔφη „ὦ ἄνδρες, καὶ νικῶμεν, γέγονε δέ
20μοι τὰ τῆς ἀπολογίας τήμερον οὐ πρὸ πολλοῦ τῆς ἡμέρας, προῄει γὰρ ἤδη ἐς μεσημβρίαν.“ „πῶς οὖν“ ἔφη ὁ Δημήτριος „τοσήνδε ὁδὸν ἐν σμικρῷ τῆς ἡμέ‐ ρας ἤνυσας;“ καὶ ὁ Ἀπολλώνιος „πλὴν κριοῦ“ ἔφη „καὶ πτερῶν κηροῦ ξυγκειμένων πάντα οἴου, θεὸν
25ἐπιγράφων τῇ πομπῇ ταύτῃ.“ „πανταχοῦ μὲν“ ἦ δ’
ὁ Δημήτριος „τῶν σῶν ἔργων τε καὶ λόγων θεὸν ἀεί τινα προορᾶν ἡγοῦμαι, παρ’ οὗ τὰ σὰ οὕτως ἔχει, τὴν δ’ ἀπολογίαν, ἥ τις γέγονε καὶ ἅττα ἡ κατηγορία εἶχε καὶ τὸ τοῦ δικάζοντος ἦθος καὶ ὅ τι328
30ἤρετο καὶ ὅτῳ ξυγκατέθετο ἢ ὅτῳ μή, λέγε ὁμοῦ πάντα, ἵνα καὶ Τελεσίνῳ ἕκαστα φράζοιμι, οὐ γὰρ ἀνήσει ἐρωτῶν τὰ σά, ὅς γε καὶ πρὸ πεντεκαίδεκα ἴσως ἡμερῶν ἐμοὶ ξυμπίνων ἐν Ἀνθίῳ κατέδαρθε μὲν ἐπὶ τῆς τραπέζης, μεσούσης δ’ αὐτῷ τῆς κύλι‐
35κος ἔδοξεν ὄναρ πῦρ ἐν τῇ γῇ πελαγίσαν τοὺς μὲν ἀπολαμβάνειν τῶν ἀνθρώπων, τοὺς δὲ φθάνειν ὑπο‐ φεύγοντας, καὶ γὰρ δὴ καὶ ῥεῖν αὐτὸ παραπλησίως τῷ ὕδατι, σὲ δ’ οὐχ ὅπερ οἱ πολλοὶ παθεῖν, ἀλλὰ διανεῦσαι αὐτοῦ σχισθέντος. ἐπὶ δὲ τῷ ἐνυπνίῳ
40τούτῳ θεοῖς εὐξυμβόλοις ἔσπεισεν ἐμοί τε παρεκε‐ λεύσατο ὑπὲρ σοῦ θαρρεῖν.“ καὶ ὁ Ἀπολλώνιος „οὐ θαυμάζω Τελεσῖνον“ εἶπεν „ὑπερκαθεύδοντα, καὶ γὰρ δὴ καὶ ὑπερεγρήγορέ μου πάλαι, τὰ δ’ ὑπὲρ τῆς δίκης πεύσεσθε μέν, οὐ μὴν ἐνταῦθα, δείλη τε
45γὰρ ἱκανῶς ἤδη καὶ βαδίζειν ὥρα ἐς ἄστυ, ἡδίους δ’ οἱ καθ’ ὁδὸν λόγοι παραπέμψαι βαδίζοντας. ἴωμεν οὖν διαλαλοῦντες ὑπὲρ ὧν ἐρωτᾶτε, λέξω δὲ τὰ τή‐ μερον δήπου ἐν τῷ δικαστηρίῳ πραχθέντα. τὰ γὰρ πρὸ τῆς κρίσεως ἄμφω ἴστε, σὺ μὲν παρατυχών, σὺ
VA
.

8

.

12

(50)

δ’ ἠκροαμένος, οἶμαι, τούτου, μὰ Δία, οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν, εἰ μὴ ἐκλέλησμαι Δημητρίου, ἃ δ’ οὔπω ἴστε, δίειμι, διείρων ἀπὸ τῆς προρρήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν.“ διῄει δὲ καὶ τοὺς ἑαυτοῦ λόγους καὶ ἐπὶ πᾶσι τὸ „οὐ γάρ με κτενέεισ“ καὶ τὸ
VA
.

8

.

13

ἀπελθεῖν τῆς κρίσεως, ὡς ἀπῆλθε. τότε ἀναβοήσας Δημήτριος „ἐγὼ μὲν ᾤμην σεσωσμένον ἀφῖχθαί σε, σοὶ δ’ ἀρχὴ κινδύνων ταῦτα, ξυλλήψεται γάρ σε
καταγγελλόμενον καὶ πάσης ἀποστροφῆς εἰργόμενον.“329
5ὁ δ’ ἐρρῶσθαι τῷ Δημητρίου δέει φράζων „εἰ γὰρ καὶ ὑμεῖσ“ εἶπεν „ὧδε αὐτῷ εὐάλωτοι ἦτε· ἀλλ’ ὅπως μὲν τἀκείνου νῦν ἔχει, ἐγὼ οἶδα· κολακευόν‐ των γὰρ ἀεὶ λόγων ἀκροατὴς γιγνόμενος νῦν ἐπι‐ πληττόντων ἠκρόαται, ῥήγνυνται δ’ ὑπὸ τῶν τοι‐
10ούτων αἱ τύραννοι φύσεις καὶ περὶ ταῦτα χολῶσιν. ἐμοὶ δὲ ἀναπαύλης δεῖ γόνυ οὔπω κάμψαντι ἐκ τοῦ ἄθλου.“ καὶ ὁ Δάμις „ἐγώ, Δημήτριε, διεκείμην μὲν οὕτωσ“ ἔφη „πρὸς τὰ τοῦδε τοῦ ἀνδρὸς πράγματα, ὡς καὶ τῆς ὁδοῦ ταύτης ἀπάγειν αὐτόν, ἐφ’ ἧς ἥκει,
15ξυνεβούλευες δέ που καὶ σὺ ταῦτα, ὡς μὴ ἐς κινδύ‐ νους ἑκουσίους τε καὶ χαλεποὺς ἴοι, ἐπεὶ δ’ ἐτύγχανε μὲν δεδεμένος, ὡς ἐμοὶ ἐφαίνετο, ἄπορα δ’ ἡγου‐ μένῳ τὰ περὶ αὐτὸν ἐφ’ ἑαυτῷ ἔφη τὸ λελύσθαι εἶναι καὶ τὸ σκέλος ἐλευθερώσας τοῦ δεσμοῦ ἔδειξε,
20τότε πρῶτον κατενόησα * τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν καὶ κρείσσω τῆς ἡμεδαπῆς σοφίας· ὅθεν, εἰ καὶ χαλεπωτέροις τούτων ἐντύχοιμι, οὐδὲν ἂν δεί‐ σαιμι ὑπὸ τούτῳ καὶ κινδυνεύων. ἀλλ’ ἐπειδὴ πλη‐ σίον ἑσπέρα, βαδίζωμεν ἐς τὴν καταγωγὴν ἐπιμέ‐
25λειαν ποιησόμενοι τοῦ ἀνδρός.“ καὶ ὁ Ἁπολλώνιος „ὕπνου“ ἔφη „δέομαι μόνου, τὰ δ’ ἄλλα ἐν ἴσῳ τίθεμαι λόγῳ, κἂν παρῇ τι αὐτῶν, κἂν ἀπῇ.“ μετὰ ταῦτα εὐξάμενος Ἀπόλλωνι καὶ ἔτι τῷ Ἡλίῳ παρῆλ‐ θεν ἐς τὴν οἰκίαν, ἣν ᾤκει ὁ Δημήτριος, καὶ τὼ
30πόδε ἀπονιψάμενος παρακελευσάμενός τε τοῖς ἀμφὶ τὸν Δάμιν δειπνεῖν, ἐπειδὴ ἄσιτοι αὐτῷ ἐφαίνοντο, ἔρριψεν ἐς τὴν κλίνην ἑαυτὸν καὶ ἐφυμνήσας τῷ ὕπνῳ τὸ Ὁμήρου ἔπος ἐκάθευδεν, ὡς οὐκ ἐπ’ ἀξίοις φροντίσαι τοῖς παροῦσιν.
VA
.

8

.

14

Περὶ δὲ ὄρθρον ἐρομένου αὐτὸν τοῦ Δημητρίου,
ποῖ τῆς γῆς τρέψοιτο, καὶ κτυπεῖσθαι δοκοῦντος τὰ ὦτα ὑπὸ ἐννοίας ἱππέων, οὓς ᾤετο ἐπικεῖσθαι ἤδη τῷ Ἀπολλωνίῳ διὰ τὴν ὀργὴν τοῦ τυράννου „διώξε‐330
5ται μέν,“ ἔφη „με οὐδὲ αὐτός, οὐδὲ ἕτερος, ἐμοὶ δὲ ἐς τὴν Ἑλλάδα ὁ πλοῦς ἔσται.“ „σφαλερός γε,“ εἶπε „τὸ γὰρ χωρίον φανερώτατον· ὃν δὲ μηδ’ ἂν ἐν τῷ ἀφανεῖ διαφύγοις, πῶς ἂν ἐν τῷ φανερῷ λά‐ θοις;“ „οὐ δέομαι“ ἔφη „λανθάνειν, εἰ γάρ, ὡς σὺ
10οἴει, τοῦ τυράννου ἡ γῆ πᾶσα, βελτίους οἱ ἐν τῷ φανερῷ ἀποθνήσκοντες τῶν ἐν τῷ ἀφανεῖ ζώντων.“ καὶ πρὸς τὸν Δάμιν „αἰσθάνῃ“ ἔφη „νεὼς ἀφιείσης ἐς Σικελίαν;“ „αἰσθάνομαι,“ εἶπε „καὶ γὰρ ἐπὶ θα‐ λάττῃ καταλύομεν καὶ ὁ κηρύττων ἀγχοῦ θυρῶν,
15στέλλεταί τε ἡ ναῦς ἤδη· ξυμβάλλομαι δ’ αὐτὸ τῇ τῶν ἐμπλεόντων βοῇ καὶ οἷς περὶ τὴν ἀναίρεσιν τῶν ἀγκυρῶν πράττουσιν.“ „ἐπιβῶμεν“ εἶπε „τῆς νεὼς ταύτης, ὦ Δάμι, πλευσούμενοι νῦν μὲν ἐς Σικελίαν, ἐκεῖθεν δ’ ἐς Πελοπόννησον.“ „ξυνδοκεῖ μοι,“ ἔφη
VA
.

8

.

15

„καὶ πλέωμεν.“ καὶ προσειπόντες τὸν Δημήτριον ἀθύμως ἐπ’ αὐτοῖς ἔχοντα θαρρεῖν τε παραινέσαντες ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν, ἔπλευσαν ἐπὶ Σικελίας ἀνέμῳ ἐπιτηδείῳ, Μεσσήνην τε παραπλεύσαντες ἐγέ‐
5νοντο ἐν Ταυρομενίῳ τριταῖοι. μετὰ ταῦτ’ ἐπὶ Συ‐ ρακουσῶν κομισθέντες ἀνήγοντο ἐς Πελοπόννησον περὶ μετοπώρου ἀρχάς, ὑπεράραντες δὲ τοῦ πελά‐ γους ἀφίκοντο δι’ ἡμέρας ἕκτης ἐπὶ τὰς τοῦ Ἀλφειοῦ ἐκβολάς, ἀφ’ ὧν ὁ ποταμὸς οὗτος Ἀδρίᾳ καὶ Σικε‐
10λικῷ πελάγει ἐπιχεῖται πότιμος. ἀποβάντες οὖν τῆς νεὼς καὶ πολλοῦ ἄξιον ἡγούμενοι τὸ ἐς Ὀλυμπίαν ἥκειν διῃτῶντο ἐν τῷ ἱερῷ τοῦ Διός, οὐδαμοῦ ὑπὲρ Σκιλλοῦντα ἀποφοιτῶντες, φήμης δ’ ἀθρόας τε καὶ ξυντόνου κατασχούσης τὸ Ἑλληνικὸν ζῆν τὸν ἄνδρα
15καὶ ἀφῖχθαι ἐς Ὀλυμπίαν, καταρχὰς μὲν ἐδόκει μὴ ἐρρῶσθαι ὁ λόγος, πρὸς γὰρ τῷ μὴ ἐλπίδος τι ἀν‐ θρωπείας ἐπ’ αὐτῷ ἔχειν, ἐπειδὴ δεδέσθαι αὐτὸν ἤκουσαν, οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν κατα‐ φλεχθέντα, οἱ δ’ ἑλχθῆναι ζῶντα καταπαγέντων ἐς331
20τὰς κλεῖδας αὐτοῦ ἀγκίστρων, οἱ δ’ ἐῶσθαι ἐς βά‐ ραθρον, οἱ δ’ ἐς βυθόν, ἐπειδὴ δὲ ἥκειν ἐπιστεύθη, οὐδ’ ἐπ’ Ὀλυμπιάδα οὐδεμίαν μετέωρος οὕτω ξυνῄει ἡ Ἑλλάς, ὡς ἐπ’ ἐκεῖνον τότε, Ἦλις μὲν καὶ Σπάρτη αὐτόθεν, Κόρινθος δὲ ἀπὸ τῶν τοῦ Ἰσθμοῦ ὁρίων,
25Ἀθηναῖοι δέ, εἰ καὶ Πελοποννήσου ἔξω, ἀλλ’ οὐκ ἐλείποντο τῶν πόλεων, αἳ ἐπὶ θύραις εἰσὶ τῆς Πίσης, αὐτοὶ μάλιστα οἱ ἐπικυδέστατοι Ἀθηναίων ἐς τὸ ἱερὸν στείχοντες καὶ νεότης ἡ ἐξ ἁπάσης τῆς γῆς Ἀθήναζε φοιτῶσα. καὶ μὴν καὶ Μεγαρόθεν τινὲς
30ἐπεχωρίασαν τῇ Ὀλυμπίᾳ τότε κἀκ Βοιωτῶν πολλοὶ κἀργόθεν Φωκέων τε καὶ Θετταλῶν ὅ τι εὐδόκιμον, οἱ μὲν ξυγγεγονότες ἤδη τῷ Ἀπολλωνίῳ ἀνακτησό‐ μενοι σοφίαν, ἐπειδὴ πλειόνων τε καὶ θαυμασιωτέ‐ ρων ἀκροάσασθαι ᾤοντο, οἱ δ’ ἄπειροι αὐτοῦ δεινὸν
35ἡγούμενοι τοιοῦδε ἀνδρὸς ἀνήκοοι φαίνεσθαι. πρὸς μὲν δὴ τοὺς ἐρωτῶντας, ὅτῳ τρόπῳ διαφύγοι τὸν τύραννον, οὐδὲν ᾤετο δεῖν φορτικὸν φράζειν, ἀλλ’ ἀπολελογῆσθαί τε ἔφασκε καὶ σεσῶσθαι, πολλῶν δ’ ἐξ Ἰταλίας ἡκόντων, οἳ ἐκήρυττον τὰ ἐν τῷ δικαστη‐
40ρίῳ, διέκειτο μὲν ἡ Ἑλλὰς οὐ πόρρω τοῦ προσ‐ κυνεῖν αὐτόν, θεῖον ἡγούμενοι ἄνδρα δι’ αὐτὸ μάλιστα τὸ μηδ’ ἐς κόμπον μηδένα ὑπὲρ αὐτῶν καθίστασθαι.
VA
.

8

.

16

Νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, „πέ‐ παυσο“ εἶπεν „Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν
καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί. ἐπιδιδόντος δὲ332
5τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν „εἴθε“ ἔφη „καὶ ἐν Παναθηναίοισ“ ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐ‐
10τοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφ’ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων, εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπ’ ἀγο‐ ρᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους
VA
.

8

.

17

αὑτῶν ἄρχειν. ξυμβουλεύοντος δ’ αὐτῷ τοῦ Δάμι‐ δος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο „αὔριον“ ἔφη „τούτου ἐπιμελήσο‐ μαι.“ καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν „δός,“
5εἶπεν, ὦ ἱερεῦ „χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐ‐ τόν.“ καὶ ὁ ἱερεὺς „οὐχ ὑπὲρ τούτων“ ἔφη „χαλε‐ πανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ.“
VA
.

8

.

18

Θετταλοῦ δὲ ἀνδρός, ᾧ ὄνομα Ἰσαγόρας, ξυν‐ όντος αὐτῷ ἐν Ὀλυμπίᾳ „εἰπέ μοι“ ἔφη „ὦ Ἰσα‐ γόρα, ἔστι τι πανήγυρις;“ „νὴ Δί’,“ εἶπε „τό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατ’ ἀνθρώπους.“
5„τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρό‐ μην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δ’ ἀπεκρί‐ νου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.“ „καὶ τίσ“ ἔφη „ὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου;“ „με‐ γίστη“ εἶπε „καὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν
10αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν.“ καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων
σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ333
15διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυ‐ θοῖ πάτριον. „ἔοικεν,“ ἔφη „Ἀπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι ἡ πανήγυρις, ἀλλὰ καὶ θαυμα‐ σιωτέρας ὕλης ἢ αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα
20ξυγκαλεῖ καὶ ξυνοικίζει.“ „ἆρ’ οὖν,“ εἶπεν „ὦ Ἰσα‐ γόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα, ἢ ἑτέρας ἐπ’ αὐτῆς δέῃ δόξης;“ „τελεία,“ ἔφη „ὦ Τυανεῦ, ἥδε ἡ δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ.“ καὶ μὴν ἀτελὴσ“ εἶπεν „ἐνθυμου‐
25μένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον· δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδ’ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι
30μὲν καὶ ἡ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς ὃ χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδ’ ἂν ἐγένοντο, εἰ μὴ δι’ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι
35ἀφαιρεθέντα, φύσεως δ’ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμ‐ φοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ
40ἀνθρώπων δήπου ἐγένετο, ὁ μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, ὁ δ’ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δ’ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθλη‐ ταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ
45τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ
που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη ὁ χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.“334
VA
.

8

.

19

Ἡμερῶν δὲ τετταράκοντα διαλεχθεὶς ἐν Ὀλυμπίᾳ καὶ πλεῖστα σπουδάσας „καὶ κατὰ πόλεις μὲν“ ἔφη „διαλέξομαι ὑμῖν, ἄνδρες Ἕλληνες, ἐν πανηγύρεσιν ἐν πομπαῖς ἐν μυστηρίοις ἐν θυσίαις ἐν σπονδαῖς
5—ἀστείου δὲ ἀνδρὸς δέονται—νῦν δὲ ἐς Λεβά‐ δειαν χρὴ καταβῆναί με, ἐπεὶ τῷ Τροφωνίῳ μήπω ξυγγέγονα καίτοι ἐπιφοιτήσας ποτὲ τῷ ἱερῷ.“ καὶ εἰπὼν ταῦτα ἐχώρει δὴ ἐπὶ Βοιωτίας οὐδενὸς λειπο‐ μένου τῶν θαυμαζόντων αὐτόν. τὸ δ’ ἐν Λεβαδείᾳ
10στόμιον ἀνάκειται μὲν Τροφωνίῳ τῷ Ἀπόλλωνος ἐσβατὸν μόνον τοῖς ὑπὲρ χρησμῶν φοιτῶσιν, ὁρᾶται δ’ οὐκ ἐν τῷ ἱερῷ, μικρὸν δ’ ἄνω τοῦ ἱεροῦ ἐν γη‐ λόφῳ, ξυγκλείουσι δ’ αὐτὸ σιδήρεοι ὀβελίσκοι κύκλῳ περιβάλλοντες, ἡ δὲ κάθοδος οἵα ἱζήσαντα ἐπισπάσα‐
15σθαι. λευκῇ δ’ ἐσθῆτι ἐσταλμένοι πέμπονται μελι‐ τούττας ἀπάγοντες ἐν ταῖν χεροῖν μειλίγματα ἑρπε‐ τῶν, ἃ τοῖς κατιοῦσιν ἐγχρίπτει. ἀναδίδωσι δ’ ἡ γῆ τοὺς μὲν οὐ πόρρω, τοὺς δὲ πορρωτάτω, καὶ γὰρ ὑπὲρ Λοκροὺς ἀναπέμπονται καὶ ὑπὲρ Φωκέας, οἱ
20δὲ πλεῖστοι περὶ τὰ Βοιωτῶν ὅρια. παρελθὼν οὖν ἐς τὸ ἱερὸν „βούλομαι“ ἔφη „καταβῆναι ὑπὲρ φιλο‐ σοφίας.“ ἀντιλεγόντων δὲ τῶν ἱερέων καὶ πρὸς μὲν τοὺς πολλοὺς λεγόντων, μὴ ἄν ποτε γόητι ἀνθρώπῳ παρασχεῖν ἔλεγχον τοῦ ἱεροῦ, πρὸς δὲ τὸν ἄνδρα
25πλαττομένων ἀποφράδας καὶ οὐ καθαρὰς χρῆσαι, τὴν μὲν ἡμέραν ἐκείνην διελέχθη περὶ τὰς πηγὰς τῆς Ἑρκύνης ὑπὲρ αἰτίας τοῦ μαντείου καὶ τρόπου, μόνον γὰρ ἐκεῖνο δι’ αὐτοῦ χρᾷ τοῦ χρωμένου, ἑσπέρα δ’ ὡς ἐγένετο, ἐλθὼν ἐπὶ τὸ στόμιον μετὰ
30τῶν ξυνακολουθούντων νέων καὶ τέτταρας τῶν ὀβε‐ λίσκων ἀνασπάσας, οἳ ξυνέχουσι τὰς τῆς παρόδου κλεῖδας, ἐχώρει ὑποχθόνιος αὐτῷ τρίβωνι, καθάπερ ἐς διάλεξιν ἑαυτὸν στείλας, οὕτω τι τῷ θεῷ φίλα πράττων, ὡς ἐπιστάντα τοῖς ἱερεῦσι τὸν Τροφώνιον335
35ἐς ἐπίπληξίν τε αὐτοῖς καταστῆναι ὑπὲρ τοῦ ἀνδρὸς ἐς Αὐλίδα τε ἕπεσθαι κελεῦσαι πάντας, ὡς ἐκεῖ ἀνα‐ δυσομένου θαυμασιώτατα ἀνθρώπων. ἀνέσχε γὰρ δι’ ἡμερῶν ἑπτά, ὅσων μήπω τις τῶν ὑπελθόντων τὸ μαντεῖον, φέρων βιβλίον προσφορώτατον τῇ ἐρω‐
40τήσει. ὁ μὲν γὰρ κατῆλθεν εἰπὼν „τίνα, ὦ Τρο‐ φώνιε, καὶ σὺ τὴν ἀρτιωτάτην καὶ καθαρωτάτην φι‐ λοσοφίαν ἡγῇ;“ τὸ δὲ βιβλίον τὰς Πυθαγόρου εἶχε δόξας, ὡς καὶ τοῦ μαντείου τῇ σοφίᾳ ταύτῃ ξυντι‐
VA
.

8

.

20

θεμένου. ἀνάκειται τὸ βιβλίον τοῦτο ἐν Ἀνθίῳ καὶ σπουδάζεται διὰ τὴν αἰτίαν, τὸ δὲ Ἄνθιον Ἰταλῶν τῶν ἐπὶ θαλάττῃ. ταῦτα μὲν δὴ καὶ τῶν Λεβάδειαν οἰκούντων ξυγχωρῶ ἀκροᾶσθαι, περὶ δὲ τοῦ βιβλίου
5τούτου γνώμη ἀποπεφάνθω μοι, διακομισθῆναι μὲν αὐτὸ βασιλεῖ Ἀδριανῷ ὕστερον, ὅτε δὴ καί τινας τῶν τοῦ Ἀπολλωνίου ἐπιστολῶν, οὐ γὰρ δὴ πάσας γε, καταμεῖναι δὲ ἐς τὰ βασίλεια τὰ ἐν τῷ Ἀνθίῳ, οἷς μάλιστα δὴ τῶν περὶ τὴν Ἰταλίαν βασιλείων
10ἔχαιρεν.
VA
.

8

.

21

Ἀφίκοντο δ’ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάν‐ τες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμ‐ μιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς.
5ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκεί‐ νου φιλοσοφίαν πάντες. ὁ δ’, ὥσπερ τοὺς Γύγας
φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς336
10τῶν θησαυρῶν θύρας, ἵν’ ἀπαντλεῖν εἴη τοῖς δεο‐ μένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι,
VA
.

8

.

22

περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν. διαβαλλόντων δ’ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκ‐ τρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν
5τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, „νὴ Δί’,“ εἶπεν „ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι.“ τί δ’ ἐβούλετο αὐτῷ τοῦτο; τοὺς ἀγο‐ ραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως
10ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομέ‐ νους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου· διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμω‐
15τηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκο‐ φαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.
VA
.

8

.

23

Περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδα‐ ζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία
5ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δ’ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν „ἀκούω σε,“ εἶπεν „Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια.“ „εἴ γε“ ἔφη „ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια.“ „ἀκούω“ εἶπε „καὶ ξύμφημι.“ „ἐπεὶ τοίνυν“ ἔφη
10„ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ.“ ἐπεὶ
δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, „θάρρει,“ ἔφη „ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.“337
VA
.

8

.

24

Μετὰ ταῦθ’ ὁ μέν, ἐπειδὴ τῶν κατὰ τὴν Ἑλλάδα ἱκανῶς εἶχε δυοῖν ἐνδιατρίψας ἐτοῖν, ἔπλει ἐς Ἰωνίαν ξυνεπομένης αὐτῷ τῆς ἑταιρείας, καὶ τὸν μὲν πλείω χρόνον ἐφιλοσόφει περὶ τὴν Σμύρναν τε καὶ τὴν
5Ἔφεσον, ἐπιὼν καὶ τὰς ἄλλας καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς εἶναι δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος καὶ κέρδος μέγα τοῖς δεξιοῖς.
VA
.

8

.

25

Ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, ᾧ τὴν ἀδελφὴν τὴν ἑαυ‐ τοῦ ἐδεδώκει, πρόσταγμα δ’ ἐπεποίητο περὶ τὴν τρί‐
5την ἢ τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀν‐ δρὸς φοιτᾶν· Στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραν‐
10νον, ξίφος δ’ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼν „δέομαί σου,“ ἔφη „βασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ. οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν
15ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, „οὐ τέθνηκεν“ εἶπεν „ὁ πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλ’ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ.“ μέγα δ’ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν ὁ Στέφανος
20καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον.
ὁ δ’ ἐρρωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη338
25τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρί‐ βων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέν‐ τες οὖν οἱ δορυφόροι κακῶς πράττοντος ἐσῆλθον
30ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα
VA
.

8

.

26

ἤδη. ταῦτ’ ἐπράττετο μὲν κατὰ τὴν Ῥώμην, ἑωρᾶτο δ’ Ἀπολλωνίῳ κατὰ τὴν Ἔφεσον. διαλεγόμενος γὰρ περὶ τὰ τῶν ξυστῶν ἄλση κατὰ μεσημβρίαν, ὅτε δὴ καὶ τὰ ἐν τοῖς βασιλείοις ἐγίγνετο, πρῶτον μὲν
5ὑφῆκε τῆς φωνῆς, οἷον δείσας, εἶτ’ ἐλλιπέστερον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἡρμήνευσεν ἴσα τοῖς μεταξὺ λόγων διορῶσί τι ἕτερον, εἶτα ἐσιώπησεν, ὥσπερ οἱ τῶν λόγων ἐκπεσόντες, βλέψας τε δεινὸν ἐς τὴν γῆν καὶ προβὰς τρία ἢ τέτταρα τῶν βημά‐
10των „παῖε τὸν τύραννον, παῖε“ ἐβόα, οὐχ ὥσπερ ἐκ κατόπτρου τινὸς εἴδωλον ἀληθείας ἕλκων, ἀλλ’ αὐτὰ ὁρῶν καὶ ξυλλαμβάνειν δοκῶν τὰ δρώμενα. ἐκπεπληγμένης δὲ τῆς Ἐφέσου, παρῆν γὰρ διαλε‐ γομένῳ πᾶσα, ἐπισχὼν ὅσον οἱ διορῶντες, ἔστ’ ἂν
15γένηταί τι τῶν ἀμφιβόλων τέλος „θαρρεῖτε,“ εἶπεν „ὦ ἄνδρες, ὁ γὰρ τύραννος ἀπέσφακται τήμερον. τί λέγω τήμερον; ἄρτι, νὴ τὴν Ἀθηνᾶν, ἄρτι, περὶ τὸν καιρὸν τῶν ῥημάτων, οἷς ἐπεσιώπησα.“ μανίαν δὲ ταῦθ’ ἡγουμένων τῶν κατὰ τὴν Ἔφεσον καὶ
20βουλομένων μὲν ἀληθεύειν αὐτὸν, δεδιότων δὲ τὸν τῆς ἀκροάσεως κίνδυνον „οὐ θαυμάζω“ ἔφη „τῶν μήπω προσδεχομένων τὸν λόγον, ὃν μηδ’ ἡ Ῥώμη γιγνώσκει πᾶσα· ἀλλ’ ἰδοὺ γιγνώσκει, διαφοιτᾷ γάρ, καὶ πιστεύουσι μὲν ἤδη μύριοι, πηδῶσι δ’
25ὑφ’ ἡδονῆς δὶς τόσοι καὶ διπλάσιοι τούτων καὶ τετραπλάσιοι καὶ πάντες οἱ ἐκείνῃ δῆμοι. ἀφίξεται τουτὶ τὸ ῥῆμα καὶ δεῦρο, καὶ τὸ μὲν θύειν ὑμᾶς ἐπ’ αὐτοῖς ἀναβεβλήσθω ἐς καιρόν, ὃν ἀπαγγελ‐ θήσεται ταῦτα, ἐγὼ δὲ εἶμι προσευξόμενος τοῖς339
VA
.

8

.

27

θεοῖς ὑπὲρ ὧν εἶδον.“ ἔτ’ ἀπιστουμένων τούτων ἦλθον οἱ τῶν εὐαγγελίων δρόμοι μάρτυρες τῆς σο‐ φίας τοῦ ἀνδρός, καὶ γὰρ ἡ τοῦ τυράννου σφαγὴ καὶ ἡ τοῦτο ἐνεγκοῦσα ἡμέρα καὶ ἡ μεσημβρία καὶ
5οἱ κτείνοντες, πρὸς οὓς ἡ παρακέλευσις, οὕτως εἶχεν, ὡς οἱ θεοὶ τούτων ἕκαστα διαλεγομένῳ τῷ ἀνδρὶ ἀνέφαινον. Τριάκοντα δ’ ἡμέραις μετὰ ταῦτα ἐπιστείλαντος αὐτῷ τοῦ Νερούα τὴν μὲν ἀρχὴν ἤδη τῶν Ῥωμαίων
10ἔχειν θεῶν τε βουλαῖς κἀκείνου, κατασχεῖν δ’ ἂν αὐτὴν ῥᾷον, εἰ ξύμβουλος αὐτῷ ἔλθοι, τὸ μὲν αὐ‐ τίκα ἐκεῖνο γράφει πρὸς αὐτὸν αἴνιγμα· „ξυνεσό‐ μεθα, ὦ βασιλεῦ, χρόνον ἀλλήλοις πλεῖστον, ὃν μήτε ἡμεῖς ἑτέρου, μήτ’ ἄλλος ἡμῶν ἄρξει“ συνιεὶς
15ἴσως ἑαυτοῦ τε, ὡς μετ’ οὐ πολὺ μεταστησομένου ἀνθρώπων, Νερούα τε, ὡς χρόνον βραχὺν ἄρξον‐ τος, ἐς ἐνιαυτὸν γὰρ καὶ μῆνας τέτταρας τὰ τῆς βα‐
VA
.

8

.

28

σιλείας αὐτῷ προὔβη σωφρονεστάτῳ δόξαντι· ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχον‐ τος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμιν
5„σοῦ“ ἔφη „δεῖται ταῦτα, τὰ γὰρ ἀπόρρητα τῆς ἐπι‐ στολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δ’ οἷα ἢ ὑπ’ ἐμοῦ λέγεσθαι ἢ διὰ σοῦ.“ καὶ ὀψὲ ὁ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπι‐ στολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγρά‐
10φθαι, πεμφθῆναι δ’ ἂν καὶ δι’ ἑτέρου. τίς οὖν
ἡ τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, λέγεται θαμὰ ἐπιφθέγγεσθαι „λάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσασ“· ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπι‐340
15στολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δ’ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτ’ ἀλλήλους ὀψό‐ μενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι
20ἀεὶ ἔσται, παρεγγυῆσαι δὲ ὧδε· „ὦ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.“
VA
.

8

.

29

Τὰ μὲν δὴ ἐς Ἀπολλώνιον τὸν Τυανέα Δάμιδι τῷ Ἀσσυρίῳ ἀναγεγραμμένα ἐς τόνδε τὸν λόγον τελευτᾷ, περὶ γὰρ τρόπου, καθ’ ὃν ἐτελεύτα, εἴγε ἐτελεύτα, πλείους μὲν λόγοι, Δάμιδι δὲ οὐδεὶς
5εἴρηται, ἐμοὶ δὲ οὐδὲ τοῦτο χρὴ παραλελεῖφθαι, δεῖ γάρ που τὸν λόγον ἔχειν τὸ ἑαυτοῦ πέρας. οὐδ’ ὑπὲρ ἡλικίας τοῦ ἀνδρὸς εἴρηται οὐδὲν τῷ Δάμιδι, ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δ’ ὑπὲρ τὰ ἐνενή‐ κοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν ἀκέ‐
10ραιος ὢν πᾶν τὸ σῶμα καὶ ἄρτιος, νεότητος δὲ ἡδίων. ἔστι γάρ τις ὥρα καὶ περὶ ῥυτίσιν, ἣ μάλιστα περὶ ἐκεῖνον ἤνθησεν, ὡς εἰκόνες τε δηλοῦσι τἀνδρὸς ἐν τῷ Τύανάδε ἱερῷ καὶ λόγοι μᾶλλον ὑμνοῦντες τὸ Ἀπολλωνίου γῆρας ἢ τὴν Ἀλκιβιάδου ποτὲ νεό‐
VA
.

8

.

30

τητα. τελευτῆσαι δ’ αὐτὸν οἱ μὲν ἐν Ἐφέσῳ θερα‐ πευόμενον ὑπὸ δυοῖν δμωαῖν, τεθνάναι γὰρ ἤδη οἱ ἀπελεύθεροι, περὶ ὧν κατ’ ἀρχὰς εἶπον, ἐλευ‐ θερώσαντα δὲ τὴν ἑτέραν αἰτίαν πρὸς τῆς ἑτέρας
5ἔχειν, ἐπεὶ μὴ τῶν αὐτῶν ἠξίωτο, τὸν δ’ Ἀπολ‐ λώνιον „καὶ δουλεῦσαι“ φάναι „προσήκει σὲ αὐτῇ, τουτὶ γάρ σοι ἀγαθοῦ ἄρξει.“ τελευτήσαντος οὖν
ἡ μὲν δουλεύειν ἐκείνῃ, ἡ δ’ ἐκ μικρᾶς αἰτίας ἀπο‐ δόσθαι αὐτὴν καπήλῳ, παρ’ οὗ πρίασθαί τις οὐδ’341
10εὐπρεπῆ οὖσαν, ἀλλ’ ἐρῶν οὗτος καὶ χρηματιστὴς ἱκανὸς ὢν γυναῖκά τε ἀνειπεῖν καὶ παῖδας ἐξ αὐτῆς ἐγγράψαι. οἱ δ’ ἐν Λίνδῳ τελευτῆσαι αὐτὸν παρελ‐ θόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἔσω ἀφανι‐ σθέντα, οἱ δ’ ἐν Κρήτῃ φασὶ θαυμασιώτερον ἢ οἱ
15ἐν Λίνδῳ· διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον ἢ πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δ’ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυ‐ λακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες
20μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δ’ οὔθ’ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσ‐ ιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆ‐
25σθαί τι ὑπ’ αὐτοῦ φάσκοντες, ὁ δ’ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δ’ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδου‐
30σῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν· „στεῖχε γᾶς, στεῖχε ἐς οὐρανόν, στεῖχε.“ οἷον· ἴθι ἐκ τῆς γῆς ἄνω.
VA
.

8

.

31

Περὶ ψυχῆς δέ, ὡς ἀθάνατος εἴη, ἐφιλοσόφει ἔτι, διδάσκων μέν, ὅτι ἀληθὴς ὁ ὑπὲρ αὐτῆς λόγος, πολυπραγμονεῖν δὲ μὴ ξυγχωρῶν τὰ ὧδε μεγάλα· ἀφίκετο μὲν γὰρ ἐς τὰ Τύανα μειράκιον θρασὺ
5περὶ τὰς ἔριδας καὶ μὴ ξυντιθέμενον ἀληθεῖ λόγῳ, τοῦ δὲ Ἀπολλωνίου ἐξ ἀνθρώπων μὲν ἤδη ὄντος, θαυμαζομένου δ’ ἐπὶ τῇ μεταβολῇ καὶ μηδ’ ἀντι‐
λέξαι θαρροῦντος μηδενός, ὡς οὐκ ἀθάνατος εἴη, λόγοι μὲν οἱ πλείους ὑπὲρ ψυχῆς ἐγίγνοντο, καὶ342
10γὰρ νεότης τις ἦν αὐτόθι σοφίας ἐρῶντες, τὸ δὲ μειράκιον οὐδαμῶς τῇ τῆς ψυχῆς ἀθανασίᾳ ξυντι‐ θέμενον „ἐγώ,“ ἔφη „ὦ παρόντες, τουτονὶ μῆνα δέκατον Ἀπολλωνίῳ διατελῶ εὐχόμενος ἀναφῆναί μοι τὸν ὑπὲρ ψυχῆς λόγον, ὁ δ’ οὕτω τέθνηκεν,
15ὡς μηδ’ ἐφίστασθαι δεομένῳ, μηδ’, ὡς ἀθάνατος εἴη, πείθειν.“ τοιαῦτα μὲν τὸ μειράκιον τότε, πέμ‐ πτῃ δὲ ἀπ’ ἐκείνης ἡμέρᾳ περὶ τῶν αὐτῶν σπου‐ δάσαν κατέδαρθε μὲν οὗ διελέγετο, τῶν δὲ ξυσπου‐ δαζόντων νέων οἱ μὲν πρὸς βιβλίοις ἦσαν, οἱ δ’
20ἐσπούδαζον γεωμετρικοὺς ἐπιχαράττοντες τύπους τῇ γῇ, τὸ δ’, ὥσπερ ἐμμανές, ἀναπηδῆσαν ὠμόυπνον ἱδρῶτί τε πολλῷ ἐρρεῖτο καὶ ἐβόα „πείθομαί σοι.“ ἐρομένων δ’ αὐτὸ τῶν παρόντων, ὅ τι πέπονθεν, „οὐχ ὁρᾶτε“ ἔφη „ὑμεῖς Ἀπολλώνιον τὸν σοφόν,
25ὡς παρατυγχάνει τε ἡμῖν ἐπακροώμενος τοῦ λόγου καὶ περὶ ψυχῆς ῥαψῳδεῖ θαυμάσια;“ „ποῦ δ’ οὗ‐ τος;“ ἔφασαν „ὡς ἡμῖν γε οὐδαμοῦ φαίνεται καίτοι βουλομένοις ἂν τοῦτο μᾶλλον ἢ τὰ πάντων ἀνθρώ‐ πων ἀγαθὰ ἔχειν.“ καὶ τὸ μειράκιον „ἔοικεν ἐμοὶ
30μόνῳ διαλεξόμενος ἥκειν ὑπὲρ ὧν μὴ ἐπίστευον· ἀκούετ’ οὖν, οἷα τῷ λόγῳ ἐπιθειάζει· ἀθάνατος ψυχὴ κοὐ χρῆμα σόν, ἀλλὰ προνοίας, ἣ μετὰ σῶμα μαρανθέν, ἅτ’ ἐκ δεσμῶν θοὸς ἵππος, ῥηιδίως προθοροῦσα κεράννυται ἠέρι κούφῳ
35 δεινὴν καὶ πολύτλητον ἀποστέρξασα λατρείην· σοι δὲ τί τῶνδ’ ὄφελος, ὅ ποτ’ οὐκέτ’ ἐὼν τότε δόξεις; ἢ τί μετὰ ζῳοῖσιν ἐὼν περὶ τῶνδε ματεύεις; καὶ σαφὴς οὗτος Ἀπολλωνίου τρίπους ἕστηκεν ὑπὲρ τῶν τῆς ψυχῆς ἀπορρήτων, ἵν’ εὔθυμοί τε καὶ τὴν
40αὑτῶν φύσιν εἰδότες, οἷ τάττουσι Μοῖραι, πορευοί‐ μεθα. τάφῳ μὲν οὖν ἢ ψευδοταφίῳ τοῦ ἀνδρὸς οὐδαμοῦ προστυχὼν οἶδα καίτοι τῆς γῆς, ὁπόση ἐστίν, ἐπελθὼν πλείστην, λόγοις δὲ πανταχοῦ δαι‐ μονίοις, καὶ ἱερὰ Τύανάδε βασιλείοις ἐκπεποιημένα343
45τέλεσιν· οὐδὲ γὰρ βασιλεῖς ἀπηξίουν αὐτὸν ὧν
αὐτοὶ ἠξιοῦντο.344