TLG 0637 001 :: SOCRATICORUM EPISTULAE :: Epistulae

SOCRATICORUM EPISTULAE Epist.
(Incertum)

Cf. et SOCRATIS EPISTULAE (0636)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 616–629, 634–635.

Citation: Epistle — section — (line)

t

1

ΣΩΚΡΑΤΙΚΩΝ ΕΠΙΣΤΟΛΑΙ.

8

.

1

(t)

Ἀντισθένης Ἀριστίππῳ.
1 Οὐκ ἔστι τοῦτο φιλοσοφεῖν τὸ παρὰ τυράννοις ἀν‐ δράσιν εἶναι καὶ Σικελικαῖς προσανέχειν τραπέζαις, ἀλλὰ μᾶλλον τὸ ἐν τῇ ἰδίᾳ τῶν αὐτάρκων ἐφίε‐
σθαι. σὺ δ’ οἴει ταύτην εἶναι πλεονεξίαν τοῦ σπου‐616
5δαίου, τὸ δύνασθαι κτᾶσθαι χρήματα μὲν πολλά, τοὺς δὲ δυνατωτάτους ἔχειν φίλους. οὔτε γὰρ τὰ χρή‐ ματα ἀναγκαῖά ἐστιν, οὔτ’, εἰ ἀναγκαῖα ἦν, οὕτω ποριζόμενα καλά· οὔτε φίλοι γένοιντο ἂν οἱ πολλοὶ ἀμαθεῖς ὄντες, καὶ ταῦτα τύραννοι. ὥστε σοι συμ‐
10βουλεύσαιμ’ ἂν ἀπιέναι Συρακουσῶν τε καὶ Σικελίας. εἰ δ’, ὥς φασί τινες, ἡδονὴν θαυμάζεις καὶ τούτων ἀν‐ τέχῃ ὧν μὴ προσήκει τοὺς φρονίμους ἀνθρώπους, ἄπιθι εἰς Ἀντίκυραν καὶ ὠφελήσει σε ὁ ἐλλέβορος πο‐ θεὶς πολύς· κρείττων γάρ ἐστιν οὗτος τοῦ παρὰ
15Διονυσίου οἴνου. ἐκεῖνος μὲν γὰρ μανίαν ποιεῖ πολλήν, οὗτος δὲ ἀποπαύει. ὁπόσον οὖν ὑγίειά τε καὶ φρόνησις νόσου τε καὶ ἀφροσύνης διαφέρει, τοσοῦτον ἂν καὶ σὺ διενέγκαις πρὸς τὰ νῦν σοὶ ὄντα. ἔρρωσο.

9

.

1

(t)

Ἀρίστιππος Ἀντισθένει.
1 Κακοδαιμονοῦμεν, ὦ Ἀντίσθενες, οὐ μετρίως. πῶς γὰρ οὐ μέλλομεν κακοδαιμονεῖν, ὄντες παρὰ τυράννῳ καὶ ὁσημέραι ἐσθίοντες καὶ πίνοντες πολυτελέα καὶ ἀλειφόμενοί τινι τῶν εὐωδεστάτων μύρων καὶ σύροντες
5ἐσθῆτας μαλακὰς ἐκ Τάραντος; καὶ οὐδείς με ἐξαι‐ ρήσεται τῆς Διονυσίου ὠμότητος, ὅς μ’ ὥς τινα ἐνεχύριον οὐκ ἀγνῶτα, ἀλλὰ καὶ λόγων ἐπιμελητὰν τῶν Σωκρατικῶν κατέχει, οἷάπερ ἔφην σιτίζων καὶ ἀλείφων καὶ ἀμφιεννύς, καὶ οὔτε δίκαν φοβεῖται
10τὰν θεῶν, οὔτ’ ἄνθρωπον αἰδεῖται ὅστις με τοιαῦτα διατίθεται. νῦν δ’ αὖ καὶ τὸ κακὸν εἰς τὸ δεινότερον οἴχεται, ὅπου δεδώρηται γυναῖκας Σικελικὰς τρεῖς ἀναλέκτους τὸ κάλλος καὶ ἀργύρια πάμπολλα.

9

.

2

καὶ πότε παύσεται ἅνθρωπος οὗτος τοιαῦτα ποιέων οὐκ οἶδα. εὖ οὖν ποιεῖς ἀχθόμενος ἐπὶ τᾷ κακοδαιμονίᾳ τῶν ἄλλων, κἀγὼ δὲ ἐπὶ τᾷ σᾷ εὐδαιμονίᾳ ἅδομαι,
5ἵνα σοι τὰ αὐτὰ δόξω ποιεῖν τε καὶ ἀποτίνειν τὰς χά‐ ριτας. ἔρρωσο. τῶν τε ἰσχάδων ἀποτίθεσο ἵν’ ἔχῃς εἰς τὸ χεῖμα, καὶ τῶν ἀλφίτων τῶν ἔχεις Κρητικῶν (ταῦτα γὰρ δοκέει ἀμείνω τοῦ χράματος εἶναι), καὶ ἀπὸ τᾶς Ἐννεακρούνω λούου τε καὶ πῖνε καὶ τὸν αὐτὸν
10τρίβωνα θέρους τε καὶ χειμῶνος ἔχε ῥυπόωντα, ὡς πρέπει ἐλεύθερον καὶ ζῶντα ἐν Ἀθήναις δαμοκρατικῶς.

9

.

3

ἐγὼ μὲν γὰρ ἐξ οὗ εἰς τυραννουμένην ἧκον πόλιν τε καὶ νᾶσον, ᾔδειν ὅτι κακοδαιμονήσω ταῦτα πάσχων, καθάπερ σύ μοι γράφεις. νῦν δὲ ἐλεοῦντές με περιβλέποντι Συ‐
5ρακούσιοι καὶ Ἀκραγαντίνων οἳ ἐπιδημοῦντες καὶ Γελώων καὶ οἱ ἄλλοι Σικελιῶται. τᾶς δὲ μανίας ἇς ἐμάνην εἰς ταῦτα ἐλθὼν ἀβούλως τὰ ἀτοπήματα, ἐπα‐ ρῶμαι ἀρὰν κατ’ ἐμαυτοῦ, ἇς ἄξιός εἰμι, μὴ ἐκλιπεῖν με τὰ κακὰ ταῦτα, ὁπότε ἐγὼ γεγονὼς ἔτη τοσαῦτα
10καὶ φρονεῖν δοκέων πεινῆν καὶ ῥιγοῦν καὶ ἀδοξεῖν οὐκ ἠθέλησα, οὐδὲ πώγωνα τρέφειν μέγαν.

9

.

4

πέμψω δέ σοι τῶν θέρμων τὼς μεγάλως τε καὶ λευκώς, ἵν’ ἔχῃς μετὰ τὸ ἐπιδείξασθαι τὸν Ἡρακλέα τοῖς νέοις ὑπο‐ τραγεῖν· αἰσχρὸν γὰρ οὔ φαντί σοι περὶ τοιούτων
5λέγειν ἢ γράφειν. Διονυσίῳ γὰρ ἐάν τις λέγῃ περὶ θέρμων, αἰσχρόν γε οἶμαι διὰ τὼς τῶν τυράννων νό‐ μως. τὰ λοιπὰ δὲ παρὰ Σίμωνα τὸν σκυτοτόμον βά‐ διζε διαλεγόμενος, οὗ μεῖζον ἐν σοφίᾳ οὐδ’ ἔστιν οὐδ’ ἂν γένοιτο. ἐμοὶ μὲν γὰρ ἀπηγόρευται τοῖς χειροτέ‐617
10χναις προσιέναι, ἐπειδὴ ὑφ’ ἑτέρων ἐξουσίᾳ εἰμί.

10

.

1

(t)

Αἰσχίνης Ἀριστίππῳ.
1 Ἔγραψα μὲν καὶ Πλάτωνι παρακαλῶν ὅπως δια‐ πράξησθε σωθῆναι τοὺς Λοκροὺς νεανίσκους, καὶ σοὶ δὲ τὰ αὐτὰ ἐπιστέλλων οὐχ ἁμαρτάνειν οἶμαι· ποιή‐ σεις γὰρ ἄσμενος. οἶσθα δὲ τὴν πρὸς αὐτούς μοι
5ἑταιρείαν, καὶ ὅτι Διονύσιος ἐξηπάτηται, ὡς ἀδικούντων αὐτῶν ἔχων δόξαν. ἤδη πειρῶ τοῦτο ποιῆσαι θᾶττον. ἔρρωσο.

11

.

1

(t)

Ἀρίστιππος Αἰσχίνῃ.
1 Λυθήσονται τᾶς φυλακᾶς οἱ νεανίσκοι περὶ ὧν μοι γράφεις οἱ Λοκροί, καὶ οὐ τεθνάξονται οὐδὲ ἀπο‐ λοῦντί τι τῶν χρημάτων, ἥκοντές γε παραυτὰ τοῦ θανεῖν. ταῦτα δὲ Ἀντισθένει μὴ λέξῃς, εἰ σέσωκα
5τοὺς φίλους· οὐ γὰρ αὐτῷ ἀρέσκει τυράννοις φίλοις χρῆσθαι, ἀλλὰ τὼς ἀλφιτοπώλας καὶ τὼς καπήλως ἀναζητεῖν, οἵτινες δικαίως τὰ ἄλφιτα καὶ τὸν οἶνον πωλοῦσιν ἐν Ἀθήναις καὶ τὰς ἐξωμίδας μισθοῦσι τὰς παχείας, ὁπόταν οἱ σκίρωνες πνέωντι, καὶ τὸν Σίμωνα
10θεραπεύειν. τοῦτο γὰρ οὐκ ἔστι χρᾶμα.

12

.

1

(t)

Σίμων Ἀριστίππῳ.
1 Ἀκούω σε τωθάζειν ἡμᾶς τῆς σοφίας παρὰ Διονυ‐ σίῳ. ἐγὼ δὲ ὁμολογῶ εἶναι σκυτοτόμος καὶ ἐργάζε‐ σθαι τοιαῦτα, καὶ ἕτοιμος, εἰ δέοι, σκύτη τέμνειν αὖ πάλιν εἰς νουθεσίαν ἀνθρώπων ἀφρόνων καὶ οὕτω μετὰ
5πολλῆς χλιδῆς οἰομένων ζῆν παρὰ τὴν Σωκράτους βουλήν. ἔσται δὲ ὁ σωφρονιστὴς τῶν ἀφρόνων ὑμῶν παιδιῶν Ἀντισθένης· γράφεις γὰρ αὐτῷ κωμῳδῶν ἡμῶν τὰς διατριβάς. ἀλλὰ τούτων μέν, ὦ θεία φρήν, ἅλις πεπαίχθω πρὸς σέ μοι. μέμνησο μέντοι λιμοῦ
10καὶ δίψης· ταῦτα γὰρ δύναται μεγάλα τοῖς σωφροσύ‐ νην διώκουσιν.

13

.

1

(t)

Ἀρίστιππος Σίμωνι.
1 Οὐκ ἐγώ σε κωμῳδῶ, ἀλλὰ Φαίδων, λέγων γεγο‐ νέναι σε κρείσσω καὶ σοφώτερον Προδίκω τῶ Κείω, ὃς ἔφα ἀπελέγξαι σε αὐτὸν περὶ τὸ ἐγκώμιον τὸ εἰς τὸν Ἡρακλέα γενόμενον αὐτῷ. θαυμάζω μέντοι σε καὶ
5ἐπαινῶ, εἰ σκυτικὸς ὢν σοφίας ἐμπλησθεὶς καὶ πάλαι μὲν Σωκράταν ἔπειθες καὶ τὼς καλλίστως τῶν νέων καὶ εὐγενεστάτως παρὰ σὲ καθέζεσθαι, οἷον Ἀλκιβιάδαν τε τὸν Κλεινίου καὶ Φαῖδρον τὸν Μυρρινούσιον καὶ Εὐθύδαμον τὸν Γλαύκωνος καὶ τῶν τὰ κοινὰ πραττόντων
10Ἐπικράτεα τὸν Σακεσφόρον καὶ Εὐρυπτόλεμον καὶ
τὼς ἄλλως, ὡς εἰ καὶ Περικλεῖ γε τῷ Ξανθίππῳ μὴ αἱ στρατηγίαι ἦσαν καὶ ὁ πόλεμος τότε, κἂν οὗτος οἶμαι ἦν παρὰ σέ. καὶ νῦν ἴσμεν ὁποῖος εἶ· Ἀντι‐ σθένας γὰρ παρὰ σὲ φοιτᾷ. δύνῃ δὲ καὶ ἐν Συρακού‐618
15σαις φιλοσοφεῖν· οἱ γὰρ ἱμάντες τίμιοί εἰσι καὶ τὰ σκύτη.

13

.

2

καὶ οὐκ οἶσθα, ὡς ἐγὼ μὲν τῶν ὑποδη‐ μάτων χρώμενος παρ’ ἕκαστα τὰν τέχναν σου θαυμα‐ σίαν τινὰ ποιῶ, Ἀντισθένας δὲ γυμνοποδῶν τί γὰρ ἄλλο πράττει ἢ σοὶ ἀργίαν καὶ ἀμισθίαν εἰσάγει,
5πείθων τὼς νέως καὶ ἅπαντας Ἀθηναίως γυμνοποδεῖν; σκόπει οὖν ὁπόσον σοι ἐγὼ φίλος ὁ ῥᾳστώναν καὶ τὰν ἁδονὰν ἀποδεχόμενος. σὺ δὲ ὁμολογῶν εὐλόγως ἐρωτᾶν Πρόδικον, τὸ ἀκόλουθον οὐκ ἔγνως ἐπὶ σαυτοῦ· οὕτω γὰρ ἂν ἐμὲ μὲν ἐθαύμαζες, τὼς δὲ ἔχοντας βαθεῖς τὼς
10πώγωνας καὶ τὼς σκίπωνας ἐγέλασας τᾶς ἀλαζονείας, ῥυπῶντάς τε καὶ φθειριῶντας καὶ ὄνυχας ὥσπερ τὰ θηρία μακρὼς περικειμένως καὶ ἐναντίας σου τᾶς τέχνας ὑποτιθεμένως ὑποθήκας.

14

.

1

(t)

Αἰσχίνης Ξενοφῶντι.
1 Ἤδη μὲν οἱ περὶ Γρύλλον τὸν παῖδά σου τὸν Γέταν παρὰ δὲ ἐπεπόμφεσαν ἅπαντα ἀπαγγελοῦντα τὰ περὶ Σωκράτην, ἃ ἐγένετο ἔν τε τῇ δίκῃ καὶ τῷ θανάτῳ αὐτοῦ. ἔδει μέντοι καὶ ὧδε τὴν τύχην κωλύμην τινὰ
5ποιήσασθαι, ὥστε μηδὲ σὲ τυχεῖν Ἀθήνησιν, εἶναι δὲ περὶ Λακεδαίμονα. πῶς ἂν οὖν, ὦ Ξενοφῶν, τὴν μιαρίαν τοῦ βυρσοδέψου Ἀνύτου γράφοιμι, τήν τε Μελήτου τόλμαν καὶ τὸ θράσος αὐτοῖν; τούτω γὰρ τὼ μιαρωτάτω ἄνδρε μέχρι τῆς τελευτῆς τῶν πραγμάτων
10παρεμεινάτην πονηρώ, καὶ ἡμῶν οἰομένων αὐτοὺς τὰς τέχνας αὐτοῖν αἰσχυνθέντας καταθέσθαι ἔτι μᾶλλον ἐχώρησαν τοῦ κακὰ ἡμῖν παρέχειν.

14

.

2

καὶ εἴπερ Μέλητος ἐν τῷ δικαστηρίῳ οὐδὲν ἴδιον εἶχε **, κακο‐ δαίμων ἦν ἄνθρωπος. ἦν μὲν γὰρ ἡ ῥίζα τῆς γραφῆς Ἄνυτος δι’ ὧν Σωκράτης ἔλεγεν αὐτὸς ἐν τοῖς νέοις
5ἄρρητα εἶναι τὰ περὶ βύρσας, ὁπότε διαλέγοιτο καὶ κατασκευάζοι περὶ τοῦ ἐπιστήμην ἔχοντας προσιέναι τούτοις τοῖς πράγμασιν οἷς προσίασιν. οὕτως οἱ ἐπαγγελλόμενοι ὁτιοῦν πράττειν ** ἀκούομεν τὸν μαθόντα τὰ ἰατρικὰ καὶ τὰ μουσικὰ Δάμωνά τε καὶ
10Κόννον τὸν Μητροβίου. οὐ γὰρ ᾐδεῖτο, οἶμαι, ὡς μὴ ἐργασάμενος αὐτά, ὁπόταν οἱ υἱεῖς αὐτοῦ ἀκροασά‐ μενοι Σωκράτους ** ἄχρι νῦν οὔτε τὸ βῆμα αὐτὸν τρέφειν ** οὐ κατατετόλμηται ** καὶ δὴ ἐξηρτή‐ σατο ἑαυτοῦ ἄλλην τέχνην ** κἂν πολλάκις περικρύ‐
15πτηται περιθέμενος τὴν ᾍδου κυνῆν ἢ τὸν Γύγου δα‐ κτύλιον καὶ δίκας γράφηται τοῖς ἐν τῇ πόλει· ζῇ γὰρ ἀπὸ βυρσοδεψικῆς.

14

.

3

τὸ μὲν οὖν ὄνομα, ὥσπερ ἔφην, ἦν Μελήτου τοῦ μαθητοῦ αὐτοῦ καὶ διακόνου ἅμα· οὗτος γὰρ ὥσπερ ἐν τραγῳδίᾳ ὑπεκρίνατο Με‐ νοικέα τὸν φιλόσοφον, ἀφ’ οὗ ἠγανάκτει, ὡς ἡ πόλις
5ἀδικοῖτο ὑπὸ τούτων αὐτή. ὁ δὲ λόγος ὁ ἄθλιος ἤθελέ σε εἶναι ἐνθάδε, καὶ ἐγέλασας ἂν ἐν ταῖς συμφοραῖς.
ἦν δὲ Πολυκράτους τοῦ λογογράφου, ὃν ἐκεῖνος, ὥσπερ ἐν διδασκάλου παῖδες τὰς ῥήσεις λέγοντες, ἀναβὰς ὁπότε κατηγόρει, ἐδεδίει τε καὶ ἀπεστρέφετο καὶ ἐπε‐619
10λανθάνετο, καὶ ἄλλοι αὐτῷ ὑπέβαλλον, καθότι καὶ Καλλιππίδῃ τῷ ὑποκριτῇ, καὶ κακὸν κακῶς ἄνω τε καὶ κάτω αὑτόν τε καὶ τὸ σύγγραμμα ἐπιτρίψας κα‐ τέβη.

14

.

4

Σωκράτης δὲ πάντα μᾶλλον ἐνενοήθη τότε ἢ ἀγῶνα ὅτι ἀγωνίζοιτο τοσοῦτον, καί, ὁποῖον γὰρ αὐτὸς οἶδας, μειδιάσας βλοσυρόν τε καὶ μεμιγμένον γέλωτι ἐκεῖνα εἶπεν, ἅ σοι οἱ υἱεῖς γράψαντες ἔπεμ‐
5ψαν· οἵ τε δικασταὶ τότε μὲν κρατούμενοι ὑπὸ τοῦ ἐργαστηρίου παντὸς τοῦ ἔξωθεν περιεστῶτος ὅμως ὑποτιμήσασθαι ἔλεγον, ὃ δὲ μάλα θαρραλέως «τῆς ἐν πρυτανείῳ σιτήσεως ὑποτιμῶμαι ταύτην τὴν δίκην» φησίν. οἳ δὲ ἐπέφυσαν τότε δὴ μᾶλλον· καὶ γὰρ
10ἀπολογουμένου δέος ἐποιοῦντο μὴ ἀποφύγοι. κἂν ἀπέφυγε Σωκράτης. νῦν δὲ οὔτε κολακείαν οὔτε δέησιν ᾤετο δεῖν προσάγειν τινὰ αὐτοῖς, ἀλλὰ τἀληθῆ καὶ δί‐ καια λέγειν· οὕτω γὰρ ἀπολογούμενος εἰ ἑάλω, μὴ αὐτὸς ᾤετο ἀδικήσειν, τοὺς μέντοι καταψηφισαμένους
15αὐτοῦ.

14

.

5

εἰ μέντοιγε ποιήσας καὶ εἰπὼν ἀνάξια ἑαυτοῦ καὶ φιλοσοφίας ἀπολυθείη, ἀνδραπόδου βίον ἔφη βιώσειν ἐπαράτου, ἄλλως τε καὶ γῆρας αὐτῷ ἔφη ὑποκεῖσθαι καὶ τὸ ζῆν μὴ κρεῖττον αὐτῷ ἔσεσθαι τὸ
5ἔπειτα, ἀλλὰ κάκιον. κἂν εἰ ἀπολυθείη, οὔτε κρεῖττον ἰδεῖν ἢ ἀκοῦσαι ἔτι δύναιτο, ὥστε κατὰ θεὸν αὐτῷ ἐδόκει ἤδη παρεῖναι ὁ θάνατος. καὶ καταψηφισθεὶς γελῶν ἐξῄει καὶ τὸν χρόνον τὸν ἐν τῷ δεσμωτηρίῳ μᾶλλον ἥδετο ἡμῖν διαλεγόμενος ἢ ὁπότε οὐδέπω αὐτὸν
10ἐγέγραπτο Μέλητος, οὐδὲ ἐνεπεπτώκει εἰς τὸ δεσμω‐ τήριον. ἔλεγε δὲ διότι τὸ οἴκημα, ἔνθα ἦν, καὶ τοὺς δεσμοὺς ἀναγκάζειν αὐτὸν φιλοσοφεῖν· «ἀεὶ μὲν γάρ τοι πρός τινων» ἔφασκεν «ἐν ἀγορᾷ περιειλκόμην.»

14

.

6

καὶ τοιαῦτα καὶ τοσαῦτα καὶ οὕτως ἡμῖν διελέγετο, ὥστε ἐπιλανθάνεσθαι πολλάκις ὅτι ἐνεπεπτώκει, καὶ προσπίπτειν λόγοις καὶ φωναῖς τοιαύταις, αἳ οὐκ ἂν λεχθεῖεν ἐν συμφοραῖς, εἶτα ἀναμιμνησκομένους εἰς
5αὑτοὺς ἐπιτιμᾶν ἡμῖν αὐτοῖς τῆς ἀμνημοσύνης ἕκαστον ἑκάστῳ τῶν παρόντων, τὸν δὲ ὑποτοπάζοντα τὸ γινό‐ μενον ἡμῖν πάθος διασκοπεῖν καὶ λέγειν, ὡς οὐ μέλει ἡμῖν εἰ αὐτίκα τεθνήξοιτο, ὅτι οὕτω γελῷμεν. καὶ ἐπιλαβόμενος αὖ Κρίτωνος «ὦ μῶρε» ἔφη, «νῦν γὰρ
10θάνε Ὀλύμπια καὶ πᾶσα πανήγυρις, ἐπειδὴ ἀποδη‐ μεῖν μέλλομεν εἴς τι χωρίον κρεῖττον καὶ τούτου τεθα‐ νατωμένοι ὡς πρὸς τὴν ἀλήθειαν.»

14

.

7

ἑτέρους τε λό‐ γους καὶ πολλοὺς καὶ καλοὺς πρὸς Κέβητα καὶ Σιμμίαν τὼ Θηβαίω διελέχθη, ὅτι εἴη ἡ ψυχὴ ἀθάνατος καὶ ὅτι οἱ τῆς φρονήσεως ἐπιμεληθέντες εἰς χῶρον τῶν
5θεῶν ἀπίασι καὶ οὐδὲν δεινὸν ἐν τῷ λεγομένῳ θα‐ νάτῳ πάσχουσιν, ὥσθ’ ἡμᾶς μὴ οἷον κλαίειν Σω‐ κράτην ὅτι μέλλει ἀποθνήσκειν ἀλλὰ φθονεῖν αὐτῷ, ἡμᾶς δὲ αὐτοὺς κλαίειν ὅτι ζῶμεν τητώμενοι τοσούτου ἀγαθοῦ τῇ ἀληθείᾳ. ἀποδημίαν γὰρ ἔλεγε τὸ χρῆμα
10τοῦτο, καὶ Εὐηνὸν τὸν ποιητὴν παρεκάλει δι’ ἡμῶν,
εἰ εὖ γινώσκοι, ἰέναι θᾶττον παρ’ αὐτόν, ἐπειδὴ φιλό‐ σοφός ἐστι διὰ τὴν ποίησιν.620

14

.

8

τὸν γὰρ φιλόσοφον μηδὲν ἄλλο ποιεῖν ἢ θανατᾶν, ἐπειδὴ τῶν τοῦ σώματος αἰτημάτων καταφρονεῖ, μὴ δουλούμενος ταῖς τοῦ σώ‐ ματος ἡδοναῖς, τοῦτο δὲ μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς
5ἀπόστασιν ἀπὸ σώματος, τὸν δὲ θάνατον μηδὲν ἕτερον εἶναι ἢ ψυχῆς αὖ πάλιν ἀπὸ σώματος ἀπόστασιν. τούτῳ γὰρ δὴ καὶ μάλα τις πειθήνιος ἐγίνετο· ἐξηπάτα γὰρ ἡμᾶς τούτοις τοῖς λόγοις, οἶμαι, ἵνα μὴ κλαίωμεν ὡς ἐν κακῷ ἐσομένου αὐτοῦ, σχεδὸν δέ τι καὶ ἀληθεῖς
10ἦσαν οἱ λόγοι. εἶτα δὴ ἐτελεύτα ποιήσας ἡμέρας τριάκοντα διὰ τὸ πλοῖον τὸ εἰς Δῆλον πεμπόμενον κατ’ ἔτος· οὐ γὰρ ἀφῖκτο ἐπὶ πολλὰς ἡμέρας καὶ οὐκ ἦν τινὰ τελευτᾶν δημοσίᾳ, ὥσπερ οἶσθα· ἱεραὶ γὰρ ἦσαν.

14

.

9

τῶν δὲ φίλων παρῆμεν αὐτῷ τελευτῶντι ἐγὼ καὶ Τερψίων καὶ Ἀπολλόδωρος καὶ Φαίδων καὶ Ἀντισθένης καὶ Ἑρμογένης καὶ Κτήσιππος, Πλάτων δὲ καὶ Κλέομ‐ βροτος καὶ Ἀρίστιππος ὑστέρουν· ὁ μὲν γὰρ Πλάτων
5ἐνόσει, τὼ ἑτέρω δὲ περὶ Αἴγιναν ἤστην. ὡς δ’ ἔπιε τὸ φάρμακον, ἐπέστελλεν ἡμῖν τῷ Ἀσκληπιῷ θῦσαι ἀλεκτρυόνα· ὀφείλειν γὰρ αὐτῷ κατ’ εὐχήν τινα, ὁπότε ἠσθένει ἀφικόμενος ἀπὸ τῆς ἐπὶ Δηλίῳ μάχης. δακρύσαντες οὖν μετά τινος θαυμασμοῦ ἐκκομίζοντες
10αὐτὸν κατεθάπτομεν, ὡς τότε ὁ καιρὸς ἐδίδου καὶ αὐτὸς ἐβούλετο;

14

.

10

οὐδὲ γὰρ πρόνοιάν τινα ἡμῖν ἐπέστειλε ποιήσασθαι τοῦ σώματος, εἶναι γὰρ αὐτὸ ἄτιμον καὶ μηκέτι χρήσιμον τῆς ψυχῆς αὐτὸ ἐγκατα‐ λιπούσης. ὅμως δ’ οὖν ἡμεῖς εἰς τὸ δυνατὸν καὶ τῆς
5συμφορᾶς ὑπερείδομεν καὶ τῶν λόγων παρηκούσαμεν καὶ ὡς οἷόν τ’ ἦν ἐκαλλωπίσαμεν αὐτὸν λούσαντες καὶ τοῖς τριβωνίοις ἀμπίσχοντες καὶ πρεπόντως θάψαντες ἀπῇμεν. ταῦτ’ ἦν τὰ περὶ Σωκράτην καὶ ἡμᾶς, ὦ Ξενοφῶν. καὶ σοὶ δὲ ἡ στρατεία ἦν μέγα ἐμπό‐
10διον, ἐπεὶ ἦσθα ἂν σὺν ἡμῖν θεραπεύων Σωκράτην ζῶντά τε καὶ τελευτῶντα.

15

.

1

(t)

Ξενοφῶν τοῖς Σωκράτους ἑταίροις.
1 Καὶ οἱ περὶ Γρύλλον τὸν υἱέα μου ἐποίουν ὅπερ ἦν εἰκὸς αὐτοὺς ποιεῖν, καὶ ὑμεῖς δὲ εὖ πράττετε γρά‐ ψαντες ἡμῖν τὰ περὶ Σωκράτους. δεῖ μέντοι γε ἡμᾶς ἄνδρας ἀγαθοὺς γίνεσθαι κἀκεῖνον μὲν ἐπαινεῖν ὧν
5ἐβίωσε σωφρόνως καὶ ὁσίως καὶ εὐσεβῶς, αἰτιᾶσθαι δὲ καὶ ψέγειν τὴν τύχην καὶ τοὺς ἐπισυστάντας αὐτῷ, οἳ οὐκ εἰς μακρὰν τίσουσι δίκην. δεινὸν δὲ ποιοῦνται καὶ Λακεδαιμόνιοι (τὸ γὰρ πάθος ἤδη ἄχρι καὶ δεῦρο διῖκται) καὶ κακίζουσι τὸν δῆμον ἡμῶν, λέγοντες ὡς
10πάλιν ἀφραίνει, ἐπεὶ τὸν σοφώτατον καὶ παρὰ τῆς Πυ‐ θίας μαρτυρηθέντα σωφρονέστατον ἐπείσθησαν ἀπο‐ κτιννύναι.

15

.

2

εἴ του δέοιντο οἱ Σωκράτους ἑταῖροι ὧν ἐπέμψαμεν, σημαίνετόν μοι· ἐπικουρήσομεν γάρ, ἐπειδὴ τοῦτο καλὸν καὶ ἀναγκαῖόν ἐστιν. εὖ ποιεῖτε τὸν Αἰσχίνην ἔχοντες ἐν αὑτοῖς, ὥστε γράφειν μοι·
5δοκεῖ μέντοι χρῆναι ἡμᾶς συγγράφειν ἅ ποτε εἶπεν
ἁνὴρ καὶ ἔπραξε, καὶ αὕτη ἀπολογία γένοιτ’ ἂν αὐτοῦ βελτίστη εἰς τὸ νῦν τε καὶ εἰς τὸ ἔπειτα, οὐκ ἐν δικαστηρίῳ ἀγωνιζομένων ἡμῶν, ἀλλ’ εἰς ἅπαντα τὸν βίον παρατιθέντων τὴν ἀρετὴν τἀνδρός. καί φημι621
10δὴ ἀδικήσειν τὴν κοινὴν ἑταιρείαν καί, ὡς ἐκεῖνος ἔλεγε, τὴν ἀλήθειαν, εἰ μὴ ἄσμενοι γράψαιμεν.

15

.

3

ἤδη δέ μοι καὶ Πλάτωνος περιέπεσε σύγγραμμα τοιοῦτον, ὅπου τοὔνομα ἦν τὸ Σωκράτους καὶ διάλεξίς τις οὐ φαύλη πρός τινας. οἶμαι τοίνυν περὶ Μέγαρα ἀνέγνων ** ὡς λέγεταί τινα τῶν Μεγαρέων τῶν
5τοιούτων. ἡμεῖς μέντοι φαμέν, οὐχ ὅτι τοιαῦτα οὐκ ἀκη‐ κόαμεν, ἀλλ’ ὅτι τοιαῦτα οὐ δυνάμεθα ἀπομνημονεύειν· οὐδὲ γὰρ ἐσμὲν ποιηταί, ὥσπερ καὶ αὐτός, κἂν πάνυ ἀπαρνῆται ποιητικήν. θρυπτόμενος γὰρ πρὸς τοὺς καλούς φησι μηδὲν εἶναι ποίημα αὐτοῦ, Σωκράτους
10μέντοι νέου καὶ καλοῦ ὄντος. ἔρρωσθόν μοι ὡς ἁρ‐ μονιωδεστάτω ἄνδρε.

16

.

1

(t)

Ἀριστίππου.
1 Τὰ περὶ τᾶς τελευτᾶς Σωκράτους ἐμάθομεν ἐγώ τε καὶ Κλεόμβροτος, καὶ ὅτι οὐδὲ παρέμενος ὑπὸ τῶν ἕνδεκα διαδρᾶναι ὑπέμεινε, λέγων ὅτι οὐδὲ νῦν μέλλει διδράσκειν, εἰ μὴ καὶ πρότερον παρὰ τὼς
5νόμως ἐσώθη· οὕτω γὰρ ἂν ἁ πατρὶς αὐτῶ ὅσον ἐφ’ ἑαυτῷ καταπροδοθείη. ἐμοὶ δὲ ἐδόκει ἀδίκως αὐτὸν ἐμπεσόντα ὁτῳδήποτε τρόπῳ σώζεσθαι. δοκῶ μέντοι πάντα τὰ ἐκείνῳ πρασσόμενα καὶ κακὰ καὶ ἄφρονα δίκαια εἶναι, ὥστε ταῦτα πάλιν μὴ ἐπιμέμφεσθαι
10ἀμέτρως γεγονέναι. ἐπέστειλας δέ μοι πῶς ἀνεχω‐ ρήσατε πάντες ἀπ’ Ἀθηνῶν οἱ Σωκράτους ἐρασταί τε καὶ φιλόσοφοι, δεδιότες μή τι καὶ ἐφ’ ὑμᾶς ἔλθοι τῶν αὐτῶν, καὶ οὐκ ἐποιεῖτε φλαύρως. καὶ ἁμὲς οὖν, ὡς ἔχομεν, ἐν Αἰγίνᾳ διατελέομες ἐπὶ τοῦ παρόντος,
15εἶτα δὲ παρ’ ὑμᾶς ἀφιξόμεθα καὶ εἴ τι ἔχομες βέλτιον ποιέειν ποιήσομες.

17

.

1

Εἰδὼς ὅπως εἶχες πρὸς Σωκράτην ζῶντα καὶ πρὸς ἡμᾶς τοὺς ἐκείνου φίλους, καὶ ὅτι κατὰ τὸ εἰκὸς ἐθαύ‐ μασάς τε καὶ ἐσχετλίασας εἰ ὁ πρὸς σέ τε καὶ τὸν Κεῖον Πρόδικον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην δια‐
5μαχόμενος περὶ ἀρετῆς, ᾗ ἂν γένοιτο καὶ ὅπως ἂν γένοιτο καὶ ὅτι χρὴ ταύτης πάντας ἐφίεσθαι, οὗτος ὡς πονηρότατος καὶ ἀμαθέστατος τοῦ καλοῦ καὶ τοῦ δικαίου πρός τε θεοὺς καὶ πρὸς ἀνθρώπους τοῖς ἕνδεκα δόξαν ἀνῃρέθη, ἔγραψά σοι πυθόμενος ὅτι οἴκοι εἴης
10ἐν Χίῳ, περὶ τῶν ἔπειτα, ἵνα ἡσθείης.

17

.

2

Ἀθηναῖοι γὰρ ἤδη ποτὲ ἀφυπνώσαντες Ἄνυτόν τε καὶ Μέλητον ὡς ἀνοσιουργοὺς προσκαλεσάμενοι ἀπέκτειναν ὅτι αἴ‐ τιοι τῇ πόλει ἐγένοντο τοσούτου κακοῦ. προφάσεις δὲ
5αὗται κατ’ αὐτοῖν εὑρέθησαν· κατηφεῖς μὲν γὰρ Ἀθη‐ ναῖοι περιῄεσαν μετὰ τὸν θάνατον αὐτοῦ παρὰ πάντων εὐθυνόμενοι τῶν γενομένων, ὅτι ἄρα οὐκ ἐχρῆν οὐκ
ἀδικοῦντα αὐτὸν κατηγορηθῆναι, μὴ ὅτι ἀποκτιννύ‐ ναι. τί γὰρ εἰ τὴν πλάτανον ἢ τὸν κύνα ὤμνυε;622
10τί δὲ εἰ ἀνηρώτα ἰδίᾳ καὶ κοινῇ πάντας ἀνθρώπους, ὅτι οὐδὲν εἰδεῖεν οὔτε δίκαιον οὔτε καλόν; εἶτα δὲ οἱ νέοι πάντες εἰς ἀκρασίαν καὶ ἀκοσμίαν ἐτρέποντο ἐν τῇ πόλει· ἀεὶ γὰρ τοῦτον καθοσονοῦν ᾐσχύνοντο.

17

.

3

ἐκίνησε δὲ αὐτοὺς μάλιστα καὶ τὸ τοῦ νεανίσκου τοῦ Λακεδαιμονίου πάθος. ἧκε γάρ τις κατ’ ἔρωτα Σωκράτους συγγενέσθαι αὐτῷ, μὴ προειδὼς Σωκράτην, ἀλλ’ ἀκούων περὶ αὐτοῦ. ὡς δὲ ἡδομένῳ αὐτῷ τῆς
5ἀφίξεως ὄντι ἤδη περὶ τὰς πύλας τοῦ ἄστεος προσηγ‐ γέλθη ὅτι Σωκράτης, πρὸς ὃν ἐληλύθοι, τεθνήκοι, ἐς μὲν τὴν πύλην οὐκέτι εἰσῆλθε, διαπυθόμενος δὲ ὅπου εἴη ὁ τάφος, προσελθὼν διελέγετο τῇ στήλῃ καὶ ἐδάκρυε, καὶ ἐπειδὴ νὺξ κατέλαβεν αὐτόν, κοιμη‐
10θεὶς ἐπὶ τοῦ τάφου, ὄρθρου πολλοῦ φιλήσας τὴν ἐπι‐ κειμένην αὐτῷ κόνιν, πολλὰ δὲ περιασπασάμενος πάσῃ φιλότητι ᾤχετο ἀπιὼν Μέγαράδε.

17

.

4

ᾔσθοντο οὖν καὶ τοῦτο Ἀθηναῖοι καὶ ὅτι μέλλοιεν Λακεδαιμονίοις διαβάλλεσθαι ἐπὶ τοῖς δεινοτάτοις, εἰ ἐκείνων μὲν οἱ υἱεῖς τοὺς παρ’ αὐτοῖς σοφοὺς δι’ ἔρωτος ποιοῦνται,
5αὐτοὶ δὲ ἀποκτιννύασι, καὶ οἳ μὲν τοσοῦτον διάστημα ἀφικνοῦνται ἰδεῖν Σωκράτην, οἳ δὲ οὐχ ὑπομένουσι παρ’ αὑτοῖς ἔχοντες αὐτὸν φυλάξαι. χαλεπηνάμενοι οὖν μόνον οὐ διέφαγον τὼ πονηρὼ ἄνδρε ἐκείνω, ὥστε τὴν μὲν πόλιν ἀπολελογῆσθαι ὅτι αὐτὴ τούτων οὐδὲν
10δρᾷ, τοὺς δ’ αἰτίους τεθνάναι. ἐκριφέντες οὖν οἷόν τι κοινὸν ἄγος τῶν Ἑλλήνων, μᾶλλον δὲ πάντων ἀνθρώπων, ὤνησαν μὲν ἡμᾶς, ὤνησαν δὲ καὶ τοὺς ἄλλους ταῦτα παθόντες. πάλιν οὖν συνελευσόμεθα Ἀθήναζε οἱ ἀναξίως ἀνασεσοβημένοι ὡς τὸ πρόσθεν.

18

.

1

(t)

Ξενοφῶν τοῖς Σωκράτους ἑταίροις.
1 Ἄγοντες τὴν ἔτειον ἑορτὴν τῇ Ἀρτέμιδι τῇ ὑφ’ ἡμῶν καθιδρυμένῃ περὶ τὴν Λακωνικὴν ἐπέμψαμεν παρ’ ὑμᾶς ἵνα ἵκοισθε, καλὸν μέν, εἰ πάντες, εἰ δὲ μὴ οἷόν τε, συνθύτας τινὰς ἐξ ὑμῶν πέμψαιτε· τοῦτο γὰρ κεχα‐
5ρισμένον ἡμῖν ἐστίν. ἐγένετο δὲ Ἀρίστιππος ἐνθάδε καὶ ἔτι πρότερον Φαίδων, καὶ ἐγανύσκοντο τοῦ τόπου καὶ τῆς ἄλλης δημιουργίας τῶν οἰκοδομιῶν καὶ τῶν φυτῶν, ἅτινα αὐτὸς ταῖς ἐμαυτοῦ χερσὶν ἐφυτευσάμην. ἔχει γὰρ ὁ τόπος καὶ θήραν, ὥστε ἔνι ἡμῖν καὶ κυνη‐
10γετεῖν, ἵνα μετ’ ἀνδρείας, ὅπερ καὶ φίλον τῇ θεῷ, θα‐ λίας ἄγωμεν καὶ χάριν εἰδῶμεν αὐτῇ ὅτι με ἀνεσώ‐ σατο ἄρα ἀπὸ βασιλέως τοῦ βαρβάρου καὶ τῶν ἔπειτα περί τε τὸν Πόντον καὶ τὴν Θρᾴκην κακῶν σχεδόν τι μειζόνων, ὅτε δὴ ἐδοκοῦμεν ἤδη σεσῶσθαι ἀπὸ τῆς
15τοσαύτης πολεμίας γῆς.

18

.

2

εἰ δὲ μὴ ἴητε, ἡμῖν μὲν ἦν ἀναγκαῖον γράφειν ὑμῖν. πεποίημαι δέ τινα ἀπομνη‐ μονεύματα Σωκράτους. ὅταν οὖν μοι δόξῃ εὖ ἔχειν παντελῶς, διαπέμψομαι αὐτὰ καὶ ὑμῖν· Ἀριστίππῳ
5μὲν γὰρ καὶ Φαίδωνι ἐδόκει ἁρμόδιά τινα εἶναι. προσ‐ αγορεύσατε Σίμωνα τὸν σκυτοτόμον καὶ ἐπαινέσατε
αὐτόν, ὅτι διατελεῖ προσέχων τοῖς Σωκράτους λόγοις καὶ οὔτε πενίαν οὔτε τὴν τέχνην πρόφασιν ποιεῖται τοῦ μὴ φιλοσοφεῖν, καθάπερ τινὲς τῶν ἄλλων μὴ βου‐623
10λόμενοι λόγους καὶ τὰ ἐν λόγοις ἐξειδέναι τε καὶ θαυ‐ μάζειν.

19

.

1

(t)

Τοῦ αὐτοῦ.
1 Ἧκε, θαυμασιώτατε, παρ’ ἡμᾶς· πεποίηται γὰρ ἡμῖν ἱερὸν τῆς Ἀρτέμιδος μάλα ἀριπρεπές, καὶ πε‐ ρίφυτος ὁ χῶρος καὶ ἀνεῖται ἱερὸς εἶναι. καὶ τὰ ὄντα ἡμᾶς διαβοσκήσει· ὡς γὰρ Σωκράτης ἔλεγεν, εἰ μὴ
5ἀρκέσει ἡμῖν ταῦτα, ἡμεῖς αὐτοῖς ἀρκέσομεν. ἔγραψα δὲ καὶ Γρύλλῳ τῷ υἱῷ καὶ τῷ ἑταίρῳ, εἴ του δέοιο, παρέχειν σοι. Γρύλλῳ δ’ ἔγραψα, ἐπειδὴ ἀπὸ νέου ἔτι κομιδὴν εἰς αὐτὸν ἐβάλλου καὶ φιλεῖν ἔλεγες. ἔρ‐ ρωσο.

20

.

1

Τὴν μὲν σὴν καρτερίαν καὶ πάλαι ᾔδειν καὶ σφόδρα θαυμάζω, διότι διατελεῖς παντὸς ὢν ἐπάνω πλούτου καὶ δόξης καὶ ἐξ ὧν βιοῖς οἷον ἀπεικόνισμά τι Σωκρά‐ τους περίει Ἀθήνησιν. ἡμεῖς δὲ καὶ αὐτοὶ ἐπιμελού‐
5μεθα νέων ἐν Θήβαις, παραδιδόντες αὐτοῖς οὓς ἠκού‐ σαμεν λόγους παρὰ Σωκράτους. ἔστι τε τοῦτο καὶ ἡμῖν καὶ τοῖς συνοῦσι κεχαρισμένον.

21

.

1

(t)

Ξενοφῶν Ξανθίππῃ.
1 Εὔφρονι τῷ Μεγαρεῖ ἔδωκα ἀλφίτων χοίνικας ἓξ καὶ δραχμὰς ὀκτὼ καὶ ἐξωμίδα καινήν, τὸ χεῖμά σοι διαγαγεῖν. ταῦτα οὖν λάβε καὶ ἴσθι Εὐκλείδην καὶ Τερψίωνα πάνυ καλώ τε κἀγαθὼ ἄνδρε καὶ σοί τε καὶ
5Σωκράτει εὔνω. ἡνίκα δ’ ἂν οἱ παῖδες ἐθέλοιεν παρ’ ἡμᾶς ἰέναι, μὴ κώλυε· οὐ γὰρ πόρρω ἐστὶν ἰέναι εἰς Μέγαρα. τῶν δὲ πολλῶν σοι δακρύων, ὦ ’γαθή, ἅλις· ὀνήσει γὰρ οὐδέν, σχεδὸν δέ τι καὶ βλάψει. ἀνα‐ μιμνήσκου γὰρ ὧν ἔλεγε Σωκράτης, καὶ τοῖς ἤθεσιν
10αὐτοῦ καὶ τοῖς λόγοις πειρῶ ἀκολουθεῖν, ἐπεὶ λυπου‐ μένη παρ’ ἕκαστα καὶ σεαυτὴν ἀδικήσεις ὅτι μάλιστα καὶ τοὺς παῖδας.

21

.

2

οὗτοι γὰρ οἱονεὶ νεοττοί εἰσι Σωκράτους, οὓς δεῖ οὐ μόνον τρέφειν ἡμᾶς, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς αὐτοῖς πειρᾶσθαι παραμένειν. ὡς εἰ σὺ ἢ ἐγὼ ἢ ἄλλος τις, ὅτῳ μέλει τελευτήσαντος
5Σωκράτους τῶν παίδων, ἀποθάνοι, ἀδικήσονται οὗτοι ἔρημοι γενόμενοι τοῦ βοηθήσοντος καὶ θρέψοντος ὁμολο‐ γουμένως. ὅθεν πειρῶ ζῆν αὐτοῖς. τοῦτο δὲ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μὴ τὰ πρὸς τὸ ζῆν αὑτῇ παρέχοις. λύπη δὲ δοκεῖ τῶν ἐναντίων ζωῇ εἶναι, ὅπου βλάπτονται ὑπ’ αὐ‐
10τῆς οἱ ζῶντες.

21

.

3

Ἀπολλόδωρος ὁ μαλακὸς ἐπικαλού‐ μενος καὶ Δίων ἐπαινοῦσί σε, διότι παρ’ οὐδενὸς οὐδὲν λαμβάνεις, φῂς δὲ πλουτεῖν. καὶ εὖ ποιεῖς· εἰς ὅσον γὰρ ἐγώ τε καὶ οἱ ἄλλοι φίλοι ἰσχύομεν ἐπικουρεῖν
5σοι, δεήσει οὐδενός. θάρρει οὖν, ὦ Ξανθίππη, καὶ
μηδὲν καταβάλῃς τῶν Σωκράτους καλῶν, εἰδυῖα ὡς μέγα τι ἡμῖν ἐγένετο οὗτος ὁ ἄνθρωπος, καὶ ἐπινόει αὐτὸν ὁποῖα ἔζησε καὶ ὁποῖα ἐτελεύτησεν. ἐγὼ μὲν γὰρ οἶμαι καὶ τὸν θάνατον αὐτοῦ μέγαν τε καὶ καλὸν624
10γεγονέναι, εἰ δή τις, καθὸ χρὴ σκοπεῖν, σκοποίη. ἔρρωσο.

22

.

1

(t)

Ξενοφῶν Κέβητι καὶ Σιμμίᾳ.
1 Ἦν λόγος ὅτι πένητος πλουσιώτερον οὐδὲν εἴη. κινδυνεύω γάρ, ὡς ὁρῶ, μὴ πολλὰ ἔχων πολλὰ κε‐ κτῆσθαι δι’ ὑμᾶς τοὺς φίλους, οἵτινες ἐπιμελεῖσθε ἡμῶν. ποιοῖτε δ’ ἂν εὖ, εἰ, ὅταν ὑμῖν περί του γρά‐
5ψω, πέμποιτέ μοι. τῶν δὲ συγγραμμάτων οὔπω τι εἶχον τοιοῦτον, ὥστε καὶ ἄλλοις θαρρεῖν δεικνύναι δίχα ἐμοῦ, ὡς παροῦσιν ὑμῖν ἔνδον ἐν τῷ οἴκῳ, ἔνθα Εὐκλείδης κατέκειτο, ἀσμένως ἐλέσχαινον. οἴδατον δὲ δή, ὦ φίλοι, ὡς οὐχ οἷόν τε ἀναλαβεῖν ἐστὶ τὸ ἅπαξ
10ἐλθὸν εἰς τοὺς πολλοὺς γράμμα.

22

.

2

Πλάτων μὲν γὰρ δύναταί τι μέγα καὶ ἀπὼν τοῖς λόγοις, ὅθεν ἤδη καὶ περὶ Ἰταλίαν θαυμάζεται καὶ περὶ Σικελίαν πᾶσαν, ἡμεῖς δὲ μόλις οἶμαι ἑαυτοὺς πείθομεν ὡς ἄξια ταῦτα
5σπουδῆς τινός. καὶ οὐχ ὅτι ἐμοὶ μέλει μὴ διαπίπτειν περὶ τῆς δόξης τῆς περὶ τὴν σοφίαν, ἀλλὰ περὶ Σω‐ κράτους φροντιστέον μὴ ἐν ἐμοὶ κινδυνευθῇ τὴν ἐκεί‐ νου ἀρετὴν κακῶς εἰπόντι ἐν τοῖς ἀπομνημονεύμα‐ σιν. οὐδέν τε οἶμαι διαφέρειν ἢ βλασφημεῖν τινὰ ἢ
10μὴ ἄξια δοκεῖν συγγράφειν τῆς ἀρετῆς, περὶ ὅτου συγγράφει τις. τὸ δέος οὖν τοῦτό ἐστιν, ὅγε νῦν ἡμᾶς ἔχει, ὦ Κέβης τε καὶ Σιμμία, εἰ μή τι ἕτερον δόξει ὑμῖν αὖ πάλιν περὶ τούτων. ἔρρωσθον.

23

.

1

(t)

Αἰσχίνης Φαίδωνι.
1 Ὁπότε ἐγενόμην ἐν Συρακούσαις, εὐθέως κατὰ τὴν ἀγορὰν Ἀριστίππῳ ἐνέτυχον, ὃ δὲ λαβόμενός μου τῆς δεξιᾶς παραχρῆμα μηδὲν μελλήσας εἰσάγει πρὸς Διο‐ νύσιον, καί φησιν αὐτῷ «ὦ Διονύσιε, εἴ τις ἀφίκοιτο
5παρὰ σέ, ἵνα σε ἄφρονα ποιήσειεν, ἆρ’ οὗτος οὐχὶ κακά σε ἐργάζεται;» εὐθέως ὡμολόγει ὁ Διονύσιος. «τί οὖν» ἔφη ὁ Ἀρίστιππος «σὺ τοῦτον ἂν ἐργάσαιο;» «τὰ κάκιστά γε» ἔφη. «τί δ’ εἴ τις» ἔφη «ἀφίκοιτο φρόνιμόν σε ποιῆσαι, ἆρά γε οὐχὶ οὗτος ἂν ἀγαθά σε
10ἐργάζοιτο;» πάλιν ὁμολογήσαντος τοῦ Διονυσίου «καὶ μήν» ἔφη «οὗτος Αἰσχίνης τῶν Σωκράτους γνωρίμων ἥκει φρόνιμόν σε ποιῆσαι, ὥστε καὶ ἀγαθά σε ἐργά‐ ζοιτο ἄν· εἰ δὲ ταῦτα δικαιοῖς, ἅτινα ὡμολόγησάς μοι ἐν τῷ λόγῳ, Αἰσχίνην εὖ ποιήσεις.»

23

.

2

κἀγὼ ὑπολαβὼν ἔφην «ὦ Διονύσιε, ἑταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀρίστιππος οὗτος συλλαμβάνων μοι· ἡμῖν δὲ οὐ το‐ σαύτη ἐστὶ σοφία, ἀλλ’ ὁπόση μὴ ἀδικῆσαί τινα ἐν
5τῇ συνουσίᾳ.» ἀγάμενος δέ με τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀρίστιππον ἐπαινεῖν [τῶν εἰρημένων] καὶ ἐμὲ εὖ ποιήσειν ἅτινα ὡμολόγησεν ἐν τῷ πρὸς
Ἀρίστιππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλ‐ κιβιάδου καὶ ἡσθείς, ὡς ἐφαίνετο, παρεκάλει καὶ εἴ625
10τινες ἄλλοι εἰσὶν ἡμῖν τῶν διαλόγων ἀναπέμψαι. ὑπισχνούμεθα οὖν ταῦτα ἡμεῖς, ὦ ἄνδρε φίλω τε καὶ ἑταίρω, ἀφιξόμεθά τε διὰ ταχέων. ἀναγινώσκοντος δέ μου παρῆν Πλάτων (ὀλίγου δεῖν ἔλαθον γράψαι ὑμῖν), καὶ ἐδόκει αὐτῷ ἰδίᾳ περὶ ἐμοῦ διαλέγεσθαι διὰ
15τὸν Ἀρίστιππον.

23

.

3

ἔφη γάρ μοι, ὡς τοῦ Διονυσίου ἀπηλλάγη, «ὦ Αἰσχίνη, τούτου παρόντος τοῦ ἀν‐ θρώπου» (ἔλεγε τὸν Ἀρίστιππον) «οὐδὲν οὐδαμῆ ἔγωγε ῥᾳδίως ἐθέλω λαλεῖν, Διονύσιος μέντοι μαρτυρήσει
5μοι ἅτινα ἐγὼ εἶπον περὶ σοῦ.» καὶ ὁ Διονύσιος τῇ ὑστεραίᾳ ἐν τῷ κήπῳ πόλλ’ ἄττα ἐμαρτύρει τῷ Πλά‐ τωνι ὡς εἰρηκότι περὶ ἐμοῦ. τῆς μέντοι παιδιᾶς τῆς πρὸς ἀλλήλους (παιδιὰν γὰρ αὐτὸ χρὴ λέγειν) παρε‐ κάλουν αὐτοὺς παύσασθαι, τόν τε Ἀρίστιππον καὶ
10τὸν Πλάτωνα, διὰ τὴν πρὸς τοὺς πολλοὺς δόξαν· οὐ γὰρ καταγελαστότερον ἔτι ἔχοιμεν ἂν ἄλλ’ ἄττα πράττοντες ἢ τοιαῦτα ἐπιδεικνύμενοι.

24

.

1

(t)

Πλάτωνος.
1 Οὔπω μὲν εἶχον τούτων τι πέμπειν εἰς Συρακού‐ σας, ὧν ἔφης Ἀρχύταν δεηθῆναι λαβεῖν παρὰ σοῦ, θᾶττον δὲ καὶ οὐ διὰ μακροῦ πέμψομέν σοι. ἐμοὶ δὲ φιλοσοφία οὐκ οἶδ’ ὅ τι ποτὲ χρῆμα γέγονεν, ἆρά γε
5φλαῦρον ἢ καλόν, ὁπότε ἐγὼ μισῶ νῦν συνεῖναι τοῖς πολλοῖς. οἶμαι μὲν οὖν ὡς δικαίως διάκειμαι, ἀμα‐ θαίνουσι δὲ κατ’ ἰδέαν πᾶσαν ἀφροσύνης οἵ τε ἰδίᾳ τι πονοῦντες καὶ οἱ τὰ κοινὰ πράττοντες. εἰ δὲ ἀλόγως τοῦτο πάσχω, οὕτω γε ἴσθι, ὅτι μόλις ἂν οὕτως
10ἐγένετό μοι ζῆν, ἄλλως δὲ οὐκ ἔνι μοι ψυχῆς λαμβάνειν.

24

.

2

διὸ δὴ ἐκ τοῦ ἄστεος ἀπηλλάγην ὥσπερ εἱρκτῆς θηρίων, διατρίβω μέντοι οὐ μακρὰν Ἰφιστιαδῶν· κἀκ τούτων τῶν χωρίων συνέγνων ὅτι Τίμων οὐκ ἦν ἄρα μισάνθρωπος, μὴ εὑρίσκων μέντοι
5ἀνθρώπους οὐκ ἠδύνατο θηρία φιλεῖν, ὅθεν καθ’ ἑαυ‐ τὸν καὶ μόνος διεβίου. κινδυνεύω δὲ τυχὸν ἴσως μηδὲ ἐκείνως εὖ λογίζεσθαι. σὺ δὲ ἐκδέχου ὅπως βούλει· ἐμοὶ γὰρ ὧδε τὰ τῆς γνώμης ἔχει, ἄποθεν εἶναι τοῦ ἄστεος εἴς τε νῦν καὶ τὸν ἄλλον ἅπαντα χρόνον, ὅντινα
10ἂν ζῆν ὁ θεὸς ἡμῖν διδῷ.

25

.

1

(t)

Τοῦ αὐτοῦ.
1 Κρῖνις, ᾧ δέδωκα τὴν ἐπιστολήν, ἔστι μὲν πάλαι καὶ σοὶ φίλος, ἐπεὶ δὲ ἡ ἀρχὴ τῆς γνώσεως ἀφ’ ἡμῶν γέγονε, καλῶς ἔχειν οἶμαι καὶ νῦν, ὥσπερ ἑτέ‐ ραν ἀρχὴν ποιούμενος συστάσεως, παρακαλέσαι σε
5πρὸς τὴν ἐπιμέλειαν αὐτοῦ. τυγχάνει γὰρ βουλόμε‐ νος στρατεύεσθαι καὶ πράττειν τι τῶν κατ’ ἀξίαν αὐτοῦ. σχεδὸν δὲ βραχὺς ὁ μετὰ ταῦτα λόγος· οὔτε γὰρ ἡμᾶς ἀγνοεῖς πῶς ἔχομεν πρὸς Παράμονον καὶ Κρῖνιν, οὔτε τὸν νεανίσκον ὅτι σώφρων καὶ μέτριος
10καὶ εἰς πᾶσαν ὁμιλίαν ὡς εἰπεῖν καὶ χρείαν ἀσφαλής. δεῖν γάρ φασι τεκμαίρεσθαι τὰ μέλλοντα τοῖς γεγονόσι, καὶ μάλιστα τῇ ἰδίᾳ φύσει καὶ προαιρέσει. τοῦτον δὲ πάντες ὁμολογουμένως ἐπαινοῦσιν. ὡς οὖν ὄντος καὶ τοιούτου καὶ ἡμετέρου καὶ σοῦ φίλου πειρῶ τὴν ἐνδε‐626
15χομένην περὶ αὐτοῦ ποιεῖσθαι σπουδήν· ἄξιοι γὰρ οἱ τοιοῦτοι χάριτος.

26

.

1

(t)

Τοῦ αὐτοῦ.
1 Πολλάκις ἀναγγέλλοντος τοῦ Ἀθηνοδώρου τὴν ὑμετέ‐ ραν προαίρεσιν, ἐδοκίμαζον γράψας πρὸς ὑμᾶς ἀσπά‐ σασθαί τε καὶ προσαγορεῦσαι καὶ διὰ τὴν πρὸς ἐμὲ συνήθειαν ἧς φαίνεσθε μνημονεύειν, καὶ διότι περὶ
5Διονύσιον ὅμοιοι διαμένετε ταῖς εὐνοίαις. ἤθους γὰρ κρίσιν οὐδεμίαν ἀκριβεστέραν ἡγοῦμαι τῆς ἐν φιλίᾳ βεβαιότητος, ἧς ὑμᾶς αἰσθάνομαι καὶ παρὰ τὴν ἡλι‐ κίαν ἐπιμελουμένους. ὡς οὖν καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἄλλην ἐπιείκειαν ὑμῶν, ἣν πυνθάνομαι πολὺ μᾶλ‐
10λον νῦν ἢ πρώην, ἀπερχομένου μου πειρᾶσθε καὶ τὸν ὑπόλοιπον χρόνον εἶναι τοιοῦτοι, νομίζοντες ἐλευθεριω‐ τάτην ἐπικαρπίαν εἶναι τῆς τοιαύτης διαθέσεως τὴν παρὰ τῶν εὖ ζώντων εὐφημίαν.

27

.

1

(t)

Φαῖδρος Πλάτωνι.
1 Γράφεις μοι ὡς λυπεῖν με μὴ θέλων ἀπεκρύψω ὅτι μέλλεις ἄρα πορρωτέρω ἀποδημεῖν, καὶ αὐτὸς δὲ ἄρχομαι ποθεῖν σε νὴ τὸν Δία τὸν Ὀλύμπιον. ἀλλὰ πρὸς Διὸς φιλίου τε καὶ ἑταιρείου, ὦ Πλάτων, καὶ τοῦ
5εἴτε κατὰ γῆν ἐν εὐσεβῶν χώρῳ ὄντος εἴτε κατ’ ἄ‐ στρα (ὅπερ καὶ μάλα πείθομαι) Σωκράτους, μὴ πε‐ ριίδῃς ἡμᾶς ἀπαιδεύτους εἰς τέλεον γενομένους, ἀλλ’ ἵνα ἥντινα προκοπὴν ἔσχομεν ἐπ’ ἐκείνου τοῦ δαι‐ μονίου ἀνθρώπου, ταύτην σὺ σώσας ἐπί τι ἀγάγῃς
10τέλος.

27

.

2

ἐμοὶ γὰρ ἥδιον φιλοσοφίας οὐδὲν καὶ τῶν ἐν φιλοσοφίᾳ λόγων· ἐτιθηνήθην γὰρ ἐκ νέου ἔτι παιδὸς Σωκρατικοῖς ὡς ἄν τις εἴποι βαυκαλήμασιν ἐν παντὶ ἁρμοδίῳ καὶ ἱερῷ τόπῳ, τοῦτο μὲν ἐν τῇ ἀκαδημείᾳ,
5τοῦτο δὲ ἐν Λυκείῳ τε καὶ Ἰλισσῷ ὑπὸ τῇ θείᾳ πλα‐ τάνῳ ἱσταμένης μεσημβρίας, ἵνα Λυσίας ὁ Κεφάλου τὰ περὶ ἔρωτος διωρθοῦτο. ἐν οὖν τοῖς τοιούτοις χω‐ ρίοις περιάγων τε καὶ περιαγόμενος ἀρετῆς τῆς ἀφ’ ὑμῶν ἐπιμπλάμην καὶ ἦν ἐπίφθονος Ἀλκιβιάδῃ τε τῷ
10Κλεινίου καί τισιν ἄλλοις τῶν νέων, οἳ μᾶλλον ἐβού‐ λοντο ἐμοῦ προεδρίας ἀξιοῦσθαι παρ’ ὑμῖν τοῖς σοφοῖς, καὶ οὐδέποτέ με καταπροέδοτε, τῷ ὄντι ἐνεθίσαντες φιλοσοφίᾳ, ἧς ἐδίψων εἰς τὸ πάμπαν.

28

.

1

(t)

Πλάτωνι.
1 Οἱ ἀπ’ Αἰγύπτου ἀφικόμενοι ἀγαθοὶ ἄνδρες ἀπήγ‐ γελλον ἡμῖν ὅτι τὴν πᾶσαν Αἴγυπτον περισκεψάμενος νῦν διατρίβεις περὶ τὸν Σαϊτικὸν νομὸν λεγόμενον, ἐκ‐ πυνθανόμενος τῶν κεῖθι σοφῶν ὅ τι αὐτοῖς φαίνεται
5περὶ τοῦ σύμπαντος, ὅπως ἐγένετο καὶ ᾧ λόγῳ νῦν τὴν πᾶσαν κίνησιν ἔχει κατὰ μέρος καὶ κατὰ τὸ ὅλον. δυσκόλως δέ φασιν αὐτοὺς τοῖς Ἕλλησι διαλέγεσθαι, ὅτῳ δήποτε οὖν παθήματι χρωμένους, εἰ μὴ ὅσον Πυθαγόρᾳ ἐκοινώνησαν τοὺς λόγους τοὺς περὶ φύσεως627
10καὶ γεωμετρίας καὶ τοῦ ἀριθμοῦ οἱ περὶ Ἡλιούπολιν. καὶ τούτῳ γε οἶμαι τερατευσαμένῳ αὐτούς, ὥς τινες ἱστοροῦσι (ἐμέμνηντο γὰρ τῶν μύθων τῶν περὶ Πυθαγόραν, ἡνίκα τὰ περὶ Αἴγυπτον διηγοῦντο ἡμῖν, Τίμαιός τε καὶ Θεόδωρος ὁ Κυρηναῖος), ἢ καὶ ἄλ‐
15λως ἐπελθὸν αὐτοῖς οἰκειωθῆναι.

28

.

2

εἰ δὲ καὶ σοὶ νῦν, καὶ τὰ οἴκοι Ἀθήνησι πάντα κατὰ θεὸν ἔχει. ἐπίστελλε δὲ ἡμῖν καὶ πάλιν σὺ ὅπως διάκεισαι τοῦ σώματος, ὡς τά γε τῆς ψυχῆς ἑκάστοτε ἴσμεν ὑγιᾶ διά
5τε φρόνησιν καὶ ἀρετήν. καὶ εἴ του δέοιο τῶν σῶν, γράφε ἡμῖν· τὰ γὰρ ἐμά, ὦ Πλάτων, σά φημι εἶναι δίκῃ ἁπάσῃ, ὥσπερ καὶ Σωκράτους ἦν. σημανεῖς δ’ ἡμῖν περὶ τῶν ἐγχωρίων θεαμάτων καὶ τῆς περὶ ταῦτα μεγαλουργίας, τομάς τε λίθων εἰς ἄπλετόν
10τι μέγεθος ἐγηγερμένας καὶ ἐργασίας αὐτῶν ἀνδρει‐ κέλους τε καὶ εἰς τὰ ἄλλα ζῷα ἀπεσχηματισμένας τέχνῃ τε παλαιᾷ καὶ οὐκ εἰς τὸν τρόπον τὸν Ἑλληνικόν, καὶ ἃ τῶν ἄλλων πάλιν τεχνημάτων πολυμόρφων ζῳ‐ δίων ἐπιδείκνυται τὴν ἰδίαν φύσιν καὶ ἄσκησιν ἀκεκ‐
15τονοίαν τῆς ἐπινοίας τῆς ἐν τοῖς γενομένοις.

28

.

3

ἄσμε‐ νος δ’ ἂν καὶ αὐτὸς τῶν πυραμίδων κατεῖδον τὸ μέγε‐ θος καὶ τὴν Μέμφιν, καὶ αὐτήκοος ἐγενόμην τοῦ ἱεροῦ λόγου καὶ τῆς παγκάλης τοῦ Νείλου θέας αἱ διερχο‐
5μένου δὲ τὴν Αἴγυπτον καὶ ἐπισχόμενα τῇ πλημμυ‐ ρίδι κατὰ τὴν ἑτέραν ὥραν καὶ τὴν εἰς τοὔμπαλιν ἀπόρροιαν αὐτοῦ. ταῦτα γὰρ πάντα εἰς τὸ ἄπιστον λεχθῆναι νομίζω, ἃ παρὰ τοῖς πολλοῖς οὕτω μεγάλα ἐστὶ καὶ ἀξιέραστα τῆς ὄψεως.

29

.

1

(t)

Ἀρίστιππος τῇ **.
1 Ἐκομισάμην παρὰ σοῦ γράμματά μοι πεμφθέντα διὰ τέλους, ἐν οἷς ἐδέου με παραγενέσθαι ὡς τάχιστα εἰς Κυρήνην, λέγουσα οὐκ εὖ σοι ἀπαντᾶσθαι οὔτε παρὰ τῶν ἐπισκόπων, οὔτε ἱκανὸν εἶναι οἰκονομῆσαι τὸν
5ἄνδρα αἰδῶ τε ἔχοντα καὶ θορύβων πολιτικῶν ζῆν μακρὰν εἰθισμένον. ἐγὼ δὲ πειρώμενος ὡς ἂν ἀφε‐ θείην ὑπὸ τοῦ Διονυσίου πλεῦσαι πρὸς σέ, ἐμποδών μοι τοῦ χρεὼν στάντος ἐν Λιπάραις μαλακῶς ἔσχον, ὅτε δὴ καὶ τοὺς περὶ Σώνικον ἄριστά μοι προσφερομέ‐
10νους ἐνόησα τημελοῦντάς με γνησίως καὶ ὡς ἂν εἰ ..... ἀρκεῖταί τις ζῆν τῶν διάθεσιν φιλικήν.

29

.

2

περὶ ὧν δὲ ἔκρινας τίνα ἕξεις τιμὴν ὑπ’ ἐμοῦ ἠλευθερωμέ‐ νοις, οἳ καὶ ἔλεγον Ἀριστίππου μὴ ἀποχωρήσειν, ἕως ἂν αὐτοῖς ᾖ δύναμις ἀρέσκειν ἐκείνῳ τε καὶ σοί, πάντ’
5οὖν αὐτοῖς πίστευε· περιέσται γὰρ αὐτοῖς ἐκ τῆς ἐμῆς βιοτῆς μὴ εἶναι κακοῖς. ὑποτίθεμαι δέ σοι τὰ πρὸς ἄρχοντας οἰκονομεῖν, ὥστε τὸ ἐμὸν συμβούλευμα τοῦτο συμφέρον. τοῦτο δὲ ἦν μὴ τοῦ πλείονος ὀρι‐
γνᾶσθαι· ῥᾷστα γὰρ ἂν οὕτως ἐξάγοις τὰ κατὰ τὸν βίον,628
10ὑπεροπτικὴ παντὸς οὖσα τοῦ πλέονος. οὐ γὰρ δὴ ἐκεῖνοι τοσοῦτόν σε ἀδικήσαιεν ἄν, ὥστε σε ἐνδεᾶ γε‐ νέσθαι. οἱ δύο μὲν γάρ σοι κῆποι μένουσιν ἱκανοὶ ὄντες καὶ πολυτελεῖ βίῳ, τὸ δ’ ἐν τῇ Βερενίκῃ κτῆμα καὶ μόνον καταλειφθὲν πρὸς ἀρίστην διαγωγὴν οὐχ
15ὑπολείψει.

29

.

3

τῶν μικρῶν ὑμᾶς οὐ παρακελεύομαι καταφρονεῖν, ἀλλὰ μὴ ἐπὶ μικροῖς ταράττεσθαι ἔνθα οὐδὲ ἐπὶ μεγάλοις καλὸν ἡ ὀργή. εἰ δέ μου διαλυ‐ θέντος ὑπὸ τῆς φύσεως ποιῆσαι ἐμὸν βούλημα ζητεῖς,
5ὡς ὅτι κράτιστα παιδεύσασα τὸν Ἀρίστιππον Ἀθήναζε χώρει, Ξανθίππην τε καὶ Μυρτὼ πρὸ παντὸς ποιουμένη, αἵ με πολλάκις ἐλιπάρουν ἐπὶ μυστήριά σε ἄγειν. τὸ οὖν ἡδὺ βιότευμα μετὰ τούτων ἔχουσα κατάλιπε τοῖς ἐν Κυρήνῃ ἐπισκόποις ὅ τι ποτ’ ἂν ἐθέλωσιν ἀδικεῖν
10(σὲ γὰρ οὐκ εἰς τὸ φυσικὸν τέλος ἀδικήσουσι), πειρῶ δὲ μετὰ Ξανθίππης καὶ Μυρτοῦς ζῆν, ὡς ἐμοὶ φίλον μετὰ Σωκράτους, πλέον διὰ τὴν ἐκείνων φιλίαν σεαυ‐ τὴν στέλλουσα· κεῖθι γὰρ τὸ σοβαρὸν οὐκ ἐπιχώριον.

29

.

4

εἰ δ’ ἔλθοι θᾶττον ἅμα Λαμπροκλῆς εἰς Κυρήνην ὁ Σωκράτους, ὃς ἐν Μεγάροις ὡμίλει μοι, ποιήσεις ἄριστα κοινουμένη τὸν βίον αὐτῷ καὶ μηδὲν διαφορώ‐ τερον τοῦ τέκνου τιμῶσα. θῆλυ δὲ τέκνον εἰ μηκέτι
5τρέφειν βούλει διὰ τὸ πολλάκις ἀνιᾶσθαι ἐπὶ παιδοτρο‐ φίᾳ τὸ τῆς Εὐβοΐδος θυγάτριον **, ὃ δὴ ἐλευθέρως ἦγες, ἐμοί τε χαρίζεσθαι βουλομένης ἐπὶ τῷ τῆς ἐμῆς μητρὸς ὀνόματι· καὶ γὰρ ἐγὼ πολλάκις Μίκαν αὐτὸ προσηγόρευσα. πρὸ παντὸς δὲ ἐπισκήπτω σοι
10τοῦ μικροῦ Ἀριστίππου ἐπιμελεῖσθαι, ὅπως ἄξιος ἡμῶν καὶ φιλοσοφίας· ταύτην γὰρ αὐτῷ καταλείπω τὴν ὄντως κληρονομίαν· τἄλλα μὲν γὰρ τοῦ βίου καὶ τοὺς ἐν Κυρήνῃ ἄρχοντας ἔχει πολεμίους.

29

.

5

περὶ φιλοσοφίας δὲ οὐδὲ ἕν μοι γέγραφας, ὅτι ταύτην σού τις ἀφῄρηται. μέγα οὖν, ὦ ἀγαθὴ γύναι, χαῖρε ἐπὶ τῷ πλουτεῖν πλοῦτον τὸν ὑπὸ σοὶ κείμενον καὶ κτηματίτην ποίει τούτου τὸν υἱόν, ὃν ἐβουλόμην μὲν
5αὐτὸς ἤδη ἐμὸν υἱὸν εἶναι· ἐπειδὴ δὲ ἀναλύω μὴ ἐμ‐ πλησθεὶς αὐτοῦ, πέποιθα καὶ σοί, διότι τὴν αὐτὴν ἄξεις πορείαν τὴν συνήθη ἀγαθοῖς ἀνδράσιν. ἔρρωσο
καὶ περὶ ἡμῶν μὴ ἀγανάκτει.629

34

.

1

Οἶμαι φανερὰν εἶναι διὰ παντὸς τοῦ χρόνου τὴν ἐμὴν προθυμίαν καὶ ὅτι πολλὴν πρόνοιαν εἶχον περὶ ὑμῶν οὐκ ἄλλου τινὸς ἕνεκα μᾶλλον ἢ τῆς ἐπὶ τοῖς καλοῖς φιλοτιμίας· νομίζω γὰρ δίκαιον εἶναι τοὺς ὄντας
5τῇ ἀληθείᾳ ἐπιεικεῖς καὶ πράττοντας τοιαῦτα τυγχά‐ νειν δόξης τῆς προσηκούσης· ὅτι δὲ τὰ καιριώτατα τοῦ σώματος κάμνοντι, ἡ κεφαλὴ καὶ τὰ ἐν αὐτῇ περίεστιν, εὖ ἔχει, τῶν δὲ λοιπῶν τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῦ μετὰ τῶν ἰατρῶν καὶ αὐτὸς ἐπιβλέ‐
10πων τὸ χρήσιμον· ἀνδρείᾳ γὰρ καὶ ῥώμῃ καὶ τάχει διενεγκεῖν δόξειεν ἂν χαρίεντος εἶναι.

34

.

2

ἐγὼ δέ, καθάπερ καὶ σὺ οἶσθα, Πλάτωνα θαυμάσας, δι’ ἐκεῖ‐ νον καὶ τὴν πόλιν ὑμῶν καὶ τὴν ἐν ἀκαδημείᾳ διατρι‐ βὴν ᾑρούμην, καὶ διέμεινα πάντα τὸν χρόνον ἀνέγκλη‐
5τον ἐμαυτόν, ἐφ’ ὅσον ἠδυνήθην, πρὸς τὸ ἐκείνου ἦθος διατηρήσας. ἐπεὶ δὲ κατὰ τὰ συμβαίνοντα ἐκεῖνος μὲν ἐχωρίσθη τῆς ἐν ταὐτῷ ἡμῖν συνουσίας, τὰ δὲ νο‐ μιζόμενα συνετελέσαμεν καὶ κοινῇ καὶ ἰδίᾳ τιμῶντες ἐκεῖνον, ἐχωριζόμεθα κατὰ τὰς αἱρέσεις, ἃς ἕκαστος
10ἡμῶν ἐδοκίμαζεν.

34

.

3

ἐγὼ μὲν οὖν ἀεί ποτε καὶ τῇ φύσει παντελῶς οἰκεῖος ἡσυχίας καὶ σχολῆς ὑπῆρχον, ἀνυπεύθυνός τε ἀνθρώποις εἰς τὸ δυνατὸν ᾑρούμην διαγενέσθαι· καὶ γὰρ ἐφιλοσόφουν, ὅπως ἐμαυτοῦ τε,
5ὡς οἷόν τε ἦν, καὶ τῶν ἄλλων ἀνθρώπων διάφορος γέ‐ νωμαι. δεῖ οὖν φανερὸν γενέσθαι διότι εἰμὶ οἷόσπερ φημί, ἄλλως τε καὶ ἐπεί γε, σὺν θεῷ εἰπεῖν, ῥᾴδιόν ἐ‐ στιν ἔρρωσο.

35

.

1

Ἔδοξέ μοι γράψαι ἐπιστολάς, τὴν μὲν ἑτέραν μᾶλλόν τι σεμνυνομένην, τὴν δὲ τῶν κατ’ οἶκον εἰθισμένων λέ‐ γεσθαι τρόπον· καὶ γὰρ ἐνεθυμήθην ὅτι δοκοῦσιν ἐνίοτε συμβαίνειν ἀκαιρίαι τοῦ λαμβάνειν τὰ ἐπεσταλμένα.
5ὁτὲ μὲν γὰρ τυγχάνει ἅτερος ἡμῶν σπουδάζων, ἔστι δ’ ὅτε πρὸς παιδιὰν ἀνειμένος καὶ ἱλαρώτερον ἔχων, τῷ τε παρρησίαν ἄγειν ἁπλῶς ἡδόμενος. πρῶτον μὲν οὖν συγχαίρω Συρακουσίοις ὅτι πέπαυνται τὸν χοῖρον ἴακχον καλοῦντες καὶ τὸν βοῦν γαρόταν καὶ βαλλάντια
10τὰ ἀκόντια, καρποτόκον τε μῆνα, ὅτι καρπὸς ἐν αὐτῷ γίνεται, καὶ τὰ εἰς Δελφοὺς πεμφθέντα ἀναγράψαι τὰ σοφά, ἐφ’ οἷς ἔοικεν ὁ Ἀπόλλων οὐχ ὡς πατὴρ διατε‐ θῆναι ἀκούσας καὶ τὸ ἁμάξιον ἰδὼν τὸ ἐν τῷ ἱπποδρόμῳ περιτρέχον αὐτόματον, ἀλλά μοι δοκεῖ βουληθῆναι παῦ‐
15σαι ἀφικνούμενον αὐτὸν τοιαῦτα θεωρήματα. ὀρθῶς οὖν ἔχει ἴσως τῶν καλῶν γενομένους θεοφιλήτους νομίζειν. ἐγὼ δὲ οὔπω σε μιμνήσκω τῆς ἐπιστολῆς ἣν ἔγραψας πρὸς ἐμέ, ὅτι αἴτιος εἴην ἐγὼ τοῦ ἐπιμεληθῆναι τὴν
πρᾶξιν ταύτην καὶ μὴ ἀνεθῆναι, καὶ ἔφης καλῶςColumn end
20ποιεῖν, εἰ καὶ αὐτὸς ἀνεχοίμην ἀπορίας καὶ πραγμα‐ τείας. ἕτερος μὲν οὖν ἄν τις εὐθέως μεμνημένος ἐπι‐ στολὰς ἔπεμπε πρὸς σὲ νῦν, κελεύων ἐκείνων μεμνῆ‐ σθαι, ἐγὼ δὲ καιρὸν τηρήσας τότε ἐπιστελῶ. πάνυ δὲ πολλοῦ ἐτιμησάμην ἂν ἀπὸ μηχανῆς θεωρεῖν πότερον
25ἐκεῖνο τὸ σχῆμα διατελεῖς ἔχων ἢ γέγονας ἡμῖν σε‐ μνός τε καὶ αὐθάδης, ὅτι διαλέγεται περὶ σοῦ τὰ παιδία ἐν ταῖς ὁδοῖς καὶ Πολύξενος ἐν τοῖς πορθμείοις καθή‐ μενος καὶ οἱ ποιμένες ἐν τοῖς ὄρεσι. τουτὶ τὸ νεανι‐ κόν ἐστι καὶ ἀγητόν; οὐ δήπου. ἀλλὰ νῦν δείξεις
30οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασιν ἀδικίας ἀνέχοντες, ὅθεν δὴ γίνεται πάντα τὰ καλά. καὶ τὴν ἀκαδήμειαν κοσμήσεις, ὥστε κλέος αὐτῆς εἶναι ὅσοντ’ ἐπικίδναται ἠώς. ἐμοὶ δὲ χεῖρες μὲν καὶ πόδες φύ‐ σονται πλείονες ἢ τῷ Γηρυόνῃ· τόν τε γὰρ Φιλιστίωνα
35ἀποπέμψετε καὶ ἄλλον ὅντινα τρόπον δυνατόν ἐστι τὴν δύναμίν μου αὐξήσετε. ἀπόπεμψον δέ μοι μίαν ** Μοίριδος καὶ Ἐχεκράτους πυθόμενος τὰς παρὰ Διο‐
νυσίῳ συνουσίας· πάνυ γὰρ ἀξιηκόους αὐτὰς οἴομαι εἶναι ἀνδρὸς Φοίβου κοινώμασι βλαστόντος. ἐπίστελλε634
40δὲ καὶ εἴ που δεῖ ἐπιμελεῖσθαι τῶν ἐνθάδε ἢ ἰδίᾳ πρὸς τὴν πόλιν ἢ καὶ εἴ ποθεν ἄλλοθεν συμπαρασκευασάμε‐ νος, ὡς ἕτοιμοί εἰσιν οἵπερ συναπέστελλον ὑμᾶς. γί‐ νωσκε δὲ ὅτι πολλοὺς οἶμαι φανεῖσθαι τοὺς ἑτοίμους ὄντας συνεπιμελεῖσθαι τῶν ὑπαρχόντων, ἐάν σοι φαί‐
45νηται τὰ παρ’ ἡμῶν κατὰ τὸ προσῆκον ὑφηγούμενα. τὰ δὲ παρ’ ἡμῖν ἔχει παραπλησίως ὥσπερ καὶ ὑμῶν ἐπιδημούντων. ἔρρωσο.

36

.

1

Βούλομαί σοι μετὰ παιδιᾶς παρρησιάσασθαι, ἐπειδὴ καὶ σὺ περὶ ἐμοῦ προεισβέβληκας τῷ τρόπῳ τούτῳ. λέγω δή σοι εὖ πράττειν, εἰ ἄρα τοῦτό ἐστι τοῦ χαί‐ ρειν ἄμεινον, ὡς οὐκ ἔστιν. ἀλλὰ τῷ μὲν ἥδεσθαι
5ὦ Λασθένεια καὶ Σπεύσιππος χρῆται, αἴτιος τοῦ ἐς Σικελίαν στόλου ὁμολογῶν εἶναι, καὶ πλείονας τοῦ Γηρυόνου χεῖρας καὶ πόδας ἕξων, μᾶλλον δὲ τοῦ Βριά‐ ρεω, ἐάν σοι Φιλιστίων ὁ ἰατρὸς ἀφίκηται. καὶ τἄλλα, ὅσα ἐπὶ τῷ Γαρότᾳ, περὶ οὗ σὺ εὐμαρῶς ἅτε σοφὸς
10ὢν ἐξηπατήθης ὡς ἔγωγε ὠνόμασα· ἅτε γὰρ οἶμαι ἐν τῷ ἥπατι τῆς Ἑλλάδος κατοικοῦντά σε οὐδὲν λέληθε. συνήδομαι δὲ τοῖς Ἀθηναίοις, εἰ μὴ ἀνάγκη αὐτοῖς ἔσται τὸν σοφιστὴν σοφὸν καλεῖν, μηδὲ τοὺς θεοῖσιν ἐχθρούς, νεκροῖσι δὲ φίλους τιμᾶν, μηδὲ τὰ περὶ τοῦ
15ἀγαθοῦ φενακίσματα θαυμάζειν, μηδὲ τὸ ἁμάξιον θεωρεῖν, ἐφ’ ᾧ σὺ ἐκπορεύῃ. καὶ εἰ μὴ ἀποπορεύῃ, ὅπως μὴ τὰς θύρας ἐμπίπρῃς τῶν γειτόνων, μηδὲ κατα‐ δείξῃς τὴν τῶν σατύρων σοφίαν, ἣν πρὸς ἐμέ ποτε συμπίνων ἐν Ἰταλίᾳ ἐπηγγέλλου, μηδὲ ὅτι δένδρα μὲν
20ἅπαντά ἐστιν, ἕτερον δὲ συκῆ καὶ μυρρίνη καὶ δάφνη, ἐφ’ οἷς μέγα φρονοῦσιν οἱ τρισάθλιοι. ἤδη γὰρ ἐν‐ θουσιάζω τε καὶ ἐπισκοπῶ τὸ θεῖον ὡς δίκαιον κα‐ κὸν ἐπράξατο. κέλευσον δέ μοι Πολύξενόν τε καὶ
τοὺς ἑταίρους καὶ τὰ γραΐδια καὶ τοὺς νομεῖς γρά‐Column end
25ψαι τὰς παρ’ ὑμῖν συνουσίας· πάνυ γὰρ οἴομαι αὐτὰς ἀξιηκόους εἶναι ἀνδρὸς Κέκροπος κοινώμασι βλαστόν‐ τος, ᾧ σὺ οὐχ ὡς πάτριον ἐχαρίσω, ἀλλ’ ὡς μὴ χραί‐ νοις τὰ ἱερεῖα, παναπόπληκτος ἐγένου, νόσων τε .... .......... ἵνα δὲ ἐπίσχῃς τὰ κατ’ οἶκον ἐπιστόλια
30εὐτραπέλως γράφων οὕνεκεν τοῦ εὐκαταφρονήτου ἀργυ‐ ριδίου δι’ ὅπερ καὶ ὑμεῖς Ἑρμείαν κολακεύοντες τολ‐ μᾶτε θεραπεύειν. ἐπὶ δὲ ταῖς παροιμίαις τε καὶ πα‐ ραβολαῖς, αἷς χαίρετε, τοιοῦτόν τι βούλομαι εἰπεῖν. φασὶ γὰρ Ἴωνάς τινας εἰς Λακεδαίμονα ἀφικομένους
35ἀσχημονῆσαί τι τῶν οὐκ ἐννόμων, τοὺς ἐφόρους δὲ καὶ γέροντας δεινῶς φιλοτιμηθῆναι καὶ ἐξευρεῖν αὐτούς. φοβεῖσθαι οὖν σφόδρα τοὺς ἁλόντας, ἐπεὶ ἤγοντο εἰς τὴν ἀγοράν, τοὺς δὲ Λακεδαιμονίους ἀνακηρῦξαι ὡδί πως αὐτοῦ κέλονται τοὶ ἔφοροι καὶ τοὺς μὲν ἰατροὺς
40ἔτι πονηροτέρους ἦμεν καὶ μέχρι μὲν τούτων ἴσασι τί ἴσον ἔχοιμεν. ἐὰν δὲ τὰ ἄλλα σωφρονήσῃς, κἀγώ σοι συσσωφρονήσω.

37

.

1

Ταῦτά ἐστιν ἃ Ἄδραστος παρὰ Κλεινία ἔλαβεν. ὡς ἐμὶν δὲ δοκεῖ, ταῦτα οὐκ ἄξια εἰ μὲν ὑφαμεωνότους κατυχὼν ῥιπτεῖσθαι τοσοῦτον χρόνον φυλαχθέντα οὕ‐ τως ἐμῶν ἕνεκα. οὐδὲ τῷ ἀλαζόνι εἴκω, ἀλλ’ ἐμὶν
5δοκέει ἐν δέοντι τυχόντα μὲν ἀνδρὸς νέω καὶ φυλακτικῶ ὑπεροφθέντα κακὸν ῥάψαι ἐς τὸν ὑπεροπτεύσαντα, ὃς διὰ τὴν δύναμιν μὲν φιλοσοφοῦντα τῷ πάθει δὲ μηδὲ τῷ ἤθει. καὶ ὅστις ἄγαν φαμὲν καὶ ὀργανικῶν καὶ ἐνυπνίων τῶν πάντα πέπτη ἐν μεστὸς εἴη καὶ οὗ‐
10τος πραγματωδέστερος καὶ γένοιτο αὐτὸς αὐτῶν. ὅστις δὲ ποτὶ πάντα φέρεται κοσμηθεὶς ὑποτάξιός τινος τῶν τοιούτων, ἐννοώτερος καὶ εἴη τῷ θείῳ. συνοπαδὸς δέ μοι ἐσσὶ κατὰ φιλοσοφίαν, ὡς οὐκ ἄλλο τι οὐδὲν δεῖ
λέγειν, ὅτι ἀσπάζομαί τυ. ἀλλ’ ἔρρωσο.635