TLG 0636 001 :: SOCRATIS EPISTULAE :: Epistulae SOCRATIS EPISTULAE Epist. Cf. et SOCRATES Phil. (0262)
Epistulae Citation: Epistle — section — (line) | ||
t1 | ΣΩΚΡΑΤΟΥΣ ΕΠΙΣΤΟΛΑΙ | |
1.1(t) | Σωκράτους. | |
1 | Οὔ μοι δοκεῖς καλῶς τὴν ἐμὴν συνιέναι γνώμην (οὐ γὰρ ἂν τὸ δεύτερον ἐπέστελλες καὶ πλείονα δώσειν ὑπισχνοῦ) ἀλλ’, ὥσπερ τοὺς σοφιστάς, καὶ Σωκράτην φαίνῃ ὑπονοεῖν παλιμπράτην τινὰ εἶναι παιδείας καὶ | |
---|---|---|
5 | τὰ πρότερον γράψαι οὐχ ἁπλῶς ἀρνούμενον, ἀλλ’ ἐπὶ πλείοσι τῶν τότε διδομένων ὑπὸ σοῦ. νῦν δ’ οὖν ὑπερ‐ βολὰς ὑπισχνῇ καὶ τῷ πλήθει τῶν διδομένων οἴει με παραστήσεσθαι, καταλιπόντα τε τὴν Ἀθήνησι δια‐ τριβὴν παρὰ σὲ ἥξειν τὸν οὔθ’ ὅλως καλὸν νομίζοντα | |
10 | τοὺς ἐν φιλοσοφίᾳ πιπράσκειν λόγους, ἐμοί τε καὶ σφό‐ δρα ἄηθες. | |
1.2 | ἀφ’ οὗ γὰρ προσῆλθον αὐτῇ τοῦ θεοῦ κελεύσαντος φιλοσοφεῖν, παρ’ οὐδενὸς οὐδὲν εἰληφὼς εὑρεθήσομαι, ἀλλὰ τὰς διατριβὰς ἐν κοινῷ ποιούμεθα, ἐπίσης ὁμοίως ἀκούειν τε ἀεὶ ὄντι τε καὶ μή, καὶ | |
5 | οὔτε ἐγκλεισάμενος φιλοσοφῶ, καθάπερ Πυθαγόρας ἱστορεῖται, οὔτε εἰς τὰ πλήθη παριὼν τοὺς βουλομέ‐ νους ἀκούειν ἀργύριον εἰσπράττω, ὅπερ ἄλλοι τέ τινες πρότερον ἐποίησαν καὶ τῶν καθ’ ἡμᾶς ἔνιοι ποιοῦσιν. ὁρῶ γὰρ ὅτι τὰ μὲν ἀρκοῦντα καὶ παρ’ ἐμαυτοῦ ἔχω, | |
10 | τὰ δ’ εἰς περιουσίαν πραττόμενα οἷς ἂν λαβὼν παρακα‐ τάθωμαι οὐχ εὑρίσκω οὐδένα τῶν δωσόντων μοι πι‐ στότερον. | |
1.3 | οὓς εἰ μὲν φαύλους ὑπολήψομαι, οὐδὲ παρακατατιθέμενος αὐτοῖς ὀρθῶς δόξω φρονεῖν, παρὰ χρηστῶν δέ μοι ἔξεστι καὶ μηδὲν δόντι λαμβάνειν· οὐ γὰρ ἀργυρίου μὲν φύλακες πιστοὶ ὑπάρξουσι, χάριτος δὲ | |
5 | ἄπιστοι, οὐδὲ τὸ μὲν δοθὲν οὐκ ἂν ἀξιώσειαν ἀποστε‐ ρεῖν, ἐφ’ οἷς δὲ κἂν τὸ ἀργύριον ἐδίδοσαν, πρότερον προῖκα εἰληφότες παρ’ ἡμῶν, περιόψονται ἡμᾶς ἀπο‐ ρουμένους. ἑνὶ δὲ κεφαλαίῳ εἰκὸς φίλους μὲν ὄντας πολλὰ καὶ τῶν ἰδίων ἡμῖν προήσεσθαι, φίλους δὲ μὴ | |
10 | ὑπάρχοντας ἔνια καὶ τῶν ἡμετέρων προσαποστερεῖν ζητήσειν. αὐτὸς δὲ ὥστε τηρεῖν ἀργύριον οὐκ ἄγω σχολήν. | |
1.4 | θαυμάζω δὲ καὶ τῶν λοιπῶν οἳ παρα‐ σκευάζεσθαι μέν φασιν αὑτῶν χάριν, φαίνονται δὲ καὶ | |
αὑτοὺς διὰ τὰ κέρδη ἀποδόμενοι, καὶ παιδείας ὀλιγω‐ ροῦντες χρηματισμοῦ ἐπιμελοῦνται. τοιγαροῦν τῆς | 609 | |
5 | μὲν κτήσεως θαυμάζονται, τῆς δὲ ἀπαιδευσίας κατα‐ γελῶνται, καὶ τῶν ἄλλων πάντων μακαρίζονται πλὴν ἑαυτῶν. καίτοι πῶς οὐ δεινὸν ἐπὶ μὲν φίλῳ δοκεῖν εἶναι αἰσχρὸν ἡγεῖσθαι καὶ μηδ’ ἂν βιῶναι βούλεσθαι ἑτέροις ὄντα πρόσθεμα καὶ ἀλλοτρίων παράσιτον ὄντα | |
10 | ἀγαθῶν, ταὐτὸ δὲ τοῦτο πρὸς τὰ χρήματα πεπονθότα μὴ αἰδεῖσθαι; ἢ οὐκ ἴσμεν ὅτι καὶ τιμῶνται οὗτοι διὰ τὸν πλοῦτον καὶ μεταπεσούσης τῆς τύχης ἐν ἀτιμίᾳ διάγουσι τῇ πάσῃ; | |
1.5 | ὥστε μήτε τιμωμένους αὐτοὺς χαίρειν (οὐ γὰρ ἐφ’ ἑαυτοῖς τιμῶνται), ἀτιμαζομένους τε πολὺ μᾶλλον ἄχθεσθαι, τὸ γὰρ ἀτιμαζόμενον καὶ δι’ ὃ παρορῶνται αὐτοί εἰσι. πρῶτον μὲν οὖν οὐκ | |
5 | ὀρθῶς ὑπέλαβες, εἰ Σωκράτην οἴει τι ἀργυρίου ποιή‐ σειν, ὃ μὴ καὶ προῖκα αὐτῷ καλῶς εἶχε πρᾶξαι· καὶ πρὸς τούτῳ ἐκεῖνο οὐκ ἐλογίσω, ὅτι ἐνταῦθά με πολλὰ κατέχει, καὶ τὸ μέγιστον αἱ τῆς πατρίδος χρεῖαι. καὶ μὴ θαυμάσῃς, εἰ καὶ τῇ πατρίδι χρείας τινάς φαμεν | |
10 | ἐκτελεῖν, ὅτι οὔτε ἐν στρατηγίαις οὔτε ἐπὶ τοῦ βήμα‐ τος ἐξετάζομαι. | |
1.6 | πρῶτον μὲν γὰρ οἶμαι καθ’ ὃ δύναται ἕκαστος ὠφελεῖν ἐξετάζεσθαι· τὸ δὲ μείζω ἢ ἐλάττω πράττειν οὐκ ἐπ’ αὐτῷ ἐστίν, ἀλλὰ τοῦ μὲν ἕτερα ἔχει τὴν αἰτίαν, τοῦ δὲ καθάπαξ αὐτός. ἔπειτα | |
5 | οὐ τῶν τοσαύτῃ πόλει συμβουλευσόντων δεῖ μόνον, οὐδὲ τῶν ἡγησομένων κατὰ γῆν ἢ κατὰ θάλατταν, ἀλλὰ καὶ τῶν ἐπιστησόντων τοὺς ἐπὶ τὰ τῇ πόλει συμφέροντα ἰόντας· οὐδὲν γὰρ θαυμαστὸν ὑπὸ μεγέ‐ θους τῶν ἐπικειμένων οἷον ἀποκοιμίζεσθαι ἐνίους αὐ‐ | |
10 | τῶν, οἷς τοῦ ἐπεγείροντος ὥσπερ μύωπος δεήσει. | |
1.7 | πρὸς ἃ δὴ καὶ ἐμὲ ἔταξεν ὁ θεός. ἐπιεικῶς μὲν οὖν ἀπεχθάνεσθαί μοι συμβαίνει ἀπ’ αὐτοῦ, ἀλλ’ ἐκεῖνος ἀφίστασθαι οὐκ ἐᾷ. ᾧ πειστέον μᾶλλον· εἰκὸς γὰρ τόγε ὑγιὲς ἐμοῦ κρεῖττον αὐτὸν εἰδέναι. ἐπεὶ καὶ | |
5 | πρὸς σὲ βουλομένῳ ἀπεῖπε μὴ ἰέναι καὶ τὸ δεύ‐ τερον πέμψαντός σου ἀπηγόρευσεν. ἀπειθεῖν δὲ αὐτῷ ὀκνῶ, καὶ τὸν Πίνδαρον ἡγούμενος εἰς τοῦτο εἶναι σο‐ φόν, ὅς φησι θεοῦ δὲ δείξαντος ἀρχὰν ἕκαστον ἐν πρᾶγος εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν, | |
10 | τελευταί τε καλλίονες· σχεδὸν γὰρ οὕτω που αὐτῷ ἔχει τὸ ὑπόρχημα. | |
1.8 | πολλὰ δὲ πολλοῖς καὶ τῶν ἄλλων εἴρηται ποιητῶν περὶ θεῶν, καὶ ὅτι τὰ μὲν κατὰ τὴν τούτων βούλησιν πραττόμενα ἐπὶ τὸ λῷον ἐκβαίνει, τὰ δὲ παρὰ θεὸν ἀλυσιτελῆ ὑπάρχει τοῖς πράξασιν. | |
5 | ὁρῶ δὲ καὶ τῶν πόλεων τῶν Ἑλληνίδων τὰς φρονιμω‐ τάτας συμβούλῳ χρωμένας τῷ ἐν Δελφοῖς θεῷ, καὶ ὅσαι μὲν ἂν τούτῳ πειθόμεναι πράττωσι, πρὸς ὠφέ‐ λειαν αὑταῖς γιγνομένας, ὅσαι δ’ ἂν ἀπειθήσωσιν, ὡς τὸ πολὺ βλαπτομένας. οὐ θαυμάσαιμι δ’ ἄν, εἴ μοι | |
10 | περὶ τοῦ δαιμονίου ἀπιστήσειας λέγοντι· ἤδη γὰρ πρός με καὶ ἄλλοι οὕτω διετέθησαν οὐκ ὀλίγοι. | |
1.9 | πλεῖστοι δέ μοι ἠπίστησαν ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ· παρῆν γὰρ τότε τῇ στρατείᾳ καὶ συνεμαχόμην πανδημεὶ τῆς πόλεως ἐξεληλυθυίας. ἐν δὲ τῇ φυγῇ ἅμα πολλοὶ ὑπα‐ | |
5 | πῄειμεν, καὶ ὡς ἐπὶ διαβάσεώς τινος ἐγενόμεθα, συνέβη μοι τὸ εἰωθὸς σημεῖον. ἐνέστην οὖν καὶ εἶπον «ἄνδρες, οὔ μοι δοκεῖ ταύτην πορεύεσθαι· τοῦ γὰρ δαι‐ μονίου μοι ἡ φωνὴ γέγονεν.» οἱ μὲν οὖν πλείους πρὸς ὀργὴν ὡσπερεὶ παίζοντος ἐμοῦ ἐν οὐκ ἐπιτηδείῳ | 610 |
10 | καιρῷ ὁρμήσαντες εὐθεῖαν ἐβάδιζον, ὀλίγοι δέ τινες ἐπείσθησαν καὶ τὴν ἐναντίαν ἐμοὶ συναπετράποντο. καὶ οἴκαδε πορευόμενοι διεσώθημεν, τοὺς δ’ ἄλλους ἥκων τις ἐξ αὐτῶν πάντας ἔφη ἀπολωλέναι· εἰς γὰρ τοὺς ἱππέας ἐμπεσεῖν τῶν πολεμίων ἐπανιόντας ἀπὸ | |
15 | τῆς διώξεως. πρὸς οὓς τὸ μὲν πρῶτον μάχεσθαι, ὕστερον δὲ περικλειομένους ὑπ’ αὐτῶν πλειόνων ὄντων ἐγκλίναντας καὶ περικαταλήπτους γενομένους πάντας ἀπολέσθαι. αὐτὸς δὲ ὁ ταῦτα ἀπαγγέλλων τραυμα‐ τίας ἀφῖκτο, μόνην τὴν ἀσπίδα σώζων. | |
1.10 | πολλὰ δὲ καὶ ἰδίᾳ προηγόρευσα ἐνίοις τῶν ἀποβησομένων διδάσκοντος τοῦ θεοῦ. σὺ δὲ καὶ τῆς βασιλείας ἔφησας μέρος διδόναι καὶ παρακαλεῖς μὴ ὡς ἀρξόμενον βαδί‐ | |
5 | ζειν, ἀλλ’ ὡς τοὐναντίον ἄρξοντα καὶ τῶν ἄλλων καὶ σοῦ αὐτοῦ. ἐγὼ δὲ μεμαθηκέναι ἄρχειν οὔ φημι, μὴ εἰδὼς δὲ οὐκ ἂν δεξαίμην μᾶλλον βασιλεύειν ἢ κυβερνᾶν μὴ ἐπιστάμενος. οἶδα δὲ ὅτι, εἰ καὶ οἱ ἄλλοι ἄνθρωποι ὁμοίως διέκειντο, ἥττονα ἂν ἦν κακὰ | |
10 | ἐν τῷ βίῳ. νῦν δ’ ἡ τῶν μὴ ἐπισταμένων τόλμα ἐπιχει‐ ροῦσα οἷς μὴ ἴσασιν εἰς τοῦτο ταραχῆς αὐτοὺς προάγει. ὅθεν καὶ τὴν τύχην ἔτι μείζω πεποίηκε, τῇ ἐκείνων ἀνοίᾳ τὴν ταύτης ἐξουσίαν αὐξάνουσα. | |
1.11 | καὶ μέντοι οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι ἐνδοξότερον εἶναι καὶ περιβλέ‐ πεσθαι μᾶλλον εἰκὸς ἰδιώτου βασιλέα ὄντα. ἀλλ’ ὥσπερ οὐδὲ ἐφ’ ἵππον ἂν εἱλόμην καθίζεσθαι ἄπειρος | |
5 | ὢν ἱππικῆς, ἀλλ’ ἐλυσιτέλει μοι πεζῷ εἶναι, κἂν εἰ ταπεινότερος πολὺ τοῦ ἱππέως ἦν, οὕτω καὶ περὶ βα‐ σιλείας καὶ ἰδιωτείας φρονῶ, καὶ οὐκ ἂν ὑπὸ ἐπιθυμίας τῶν μειζόνων ἐξαρθεὶς ἐπιφανεστέρων ὀρεχθείην συμ‐ φορῶν. ἐοίκασι δὲ καὶ οἱ πρῶτοι μυθολογήσαντες τὰ | |
10 | περὶ τὸν Βελλεροφόντην τούτῳ τι παραπλήσιον αἰνί‐ ξασθαι. | |
1.12 | οὐ γὰρ ὅτι, οἶμαι, τόπου ὑψηλοτέρου ἐπεθύμησεν, ἀλλ’ ὅτι πραγμάτων μειζόνων ἢ καθ’ ἑαυτὸν ὠρέχθη, μετὰ ταῦτα αὐτῷ συμφοραὶ ἐγένοντο· καταπεσὼν γὰρ ἀπὸ τῆς ἐλπίδος αἰσχρῶς καὶ ἐπονει‐ | |
5 | δίστως τὸν λοιπὸν ἔζη βίον, διὰ τοὺς ἐφυβρίζοντας ἐν τοῖς ἄστεσιν ἐπὶ τὴν ἐρημίαν ἐξεληλυθὼς καὶ τὰς βάσεις ἀπολωλεκώς, οὐχ ἅσπερ ἡμεῖς εἰθίσμεθα λέγειν, ἀλλὰ τὴν παρρησίαν, ἐφ’ ἧς ὀρθοῦται ὁ ἑκάστου βίος. ταῦτα μὲν οὖν ὅπῃ τοῖς ποιηταῖς φίλα, ταύτῃ ὑπο‐ | |
10 | νοείσθω· τὸ δ’ ἐμὸν δεύτερον ἤδη ἀκούεις, ὅτι οὐκ ἀλλάττομαι τῶν ἐκεῖ τἀνθάδε, ἀμείνω δοκῶν. ἀλλ’ οὐδὲ τῷ θεῷ συναρέσκει, ᾧ μέχρι νῦν συμβούλῳ τε καὶ ἐπιτρόπῳ ἐμαυτοῦ χρῶμαι. | |
2.1(t) | Σωκράτης Ξενοφῶντι. | |
1 | Χαιρεφῶν ὃν τρόπον ὑφ’ ἡμῶν σπουδάζεται οὐκ ἀγνοεῖς, ᾑρημένος δὲ ὑπὸ τῆς πόλεως πρεσβευτὴς εἰς | |
Πελοπόννησον τάχ’ ἂν καὶ πρὸς ὑμᾶς ἀφίκοιτο. τὰ μὲν οὖν τῶν ξενίων εὐπόριστα ἀνδρὶ φιλοσόφῳ, τὰ δὲ | 611 | |
5 | τῆς πορείας ἐπισφαλῆ καὶ μάλιστα διὰ τὰς αὐτόθι νῦν ταραχὰς ὑπαρχούσας. ὧν ἐπιμεληθεὶς ἐκεῖνόν τε σώσεις ἄνδρα φίλον καὶ ἡμῖν τὰ μάλιστα χαριῇ. | |
3.1(t) | Σωκράτους. | |
1 | Μνήσων ὁ Ἀμφιπολίτης ἐν Ποτιδαίᾳ μοι συνεστάθη. οὗτος νῦν Ἀθήναζε ἔρχεται πρὸς τὸν δῆμον, ἐκπεσὼν ὑπὸ τῶν οἴκοι τὰ γὰρ ἐκεῖ κεκίνηται μὲν ἤδη, οὔπω δ’ ἐστὶ φανερά, οἶμαι μέντοι οὐ πολλοῦ αὐτὰ δεήσειν | |
5 | χρόνου. τούτῳ συλλαβόμενος αὐτόν τε ἄξιον ὄντα ποιή‐ σεις εὖ καὶ τὰς πόλεις ἀμφοτέρας ὠφελήσεις, τὴν μὲν τῶν Ἀμφιπολιτῶν, ἵνα μὴ ἀποστᾶσα ἀνήκεστόν τι κινδυνεύσῃ παθεῖν, τὴν δ’ ἡμετέραν, ὅπως μὴ καὶ περὶ ἐκείνης πράγματα ἔχῃ, ὡς νῦν γε περὶ Ποτι‐ | |
10 | δαίας μικροῦ δέομεν ἀπειρηκέναι. | |
4.1(t) | Σωκράτους. | |
1 | Κριτοβούλῳ μὲν ἐντυχὼν παρεκάλουν πρὸς φιλοσο‐ φίαν αὐτόν, ὃ δέ μοι δοκεῖ διανενοῆσθαι μᾶλλον ἐξορ‐ μήσεσθαι πρὸς τὰ πολιτικά. αἱρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἁρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον | |
5 | ἐκλέξεται τῶν ὄντων τὸν κράτιστον. σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθήνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα, τῶν δ’ ἐμῶν Ξανθίππη μὲν καὶ τὰ παιδάρια ἔρρωται, αὐτὸς δὲ ὥσπερ καὶ παρόντος σου πράττω. | |
5.1(t) | Σωκράτης Ξενοφῶντι. | |
1 | Σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κῦρον ὡρ‐ μηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφε‐ | |
5 | σθαι αὐτὰ ἐπιχειροῦσιν· οὐ γὰρ ἄξιόν φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι’ ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμο‐ νίων ἀφῃρέθησαν, οὐδ’ αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι’ ἐκεῖνον. οὐκ ἂν οὖν θαυμά‐ σαιμι εἰ μεταπεσούσης τῆς πολιτείας συκοφαντεῖν σέ | |
10 | τινες ἀφ’ ἑαυτῶν ἐπιχειρήσουσιν, ἀλλ’ ὅσῳ λαμπρό‐ τερον τἀκεῖ χωρήσειν ὑπολαμβάνω, τοσούτῳ σφοδρό‐ τερον ἐπικεῖσθαι τούτους ἡγοῦμαι· τὰς γὰρ ἐνίων φύ‐ σεις οὐκ ἀγνοῶ. | |
5.2 | ἡμεῖς δ’ ἐπείπερ ἅπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενώμεθα, τῶν τε ἄλλων ἃ περὶ ἀρετῆς εἰώθειμεν λέγειν ἀναμιμνησκό‐ μενοι καὶ τὸ μηδὲ γένος πατέρων αἰσχυνέμεν | |
5 | ἐν τοῖς ἄριστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δὲ ὡς δυοῖν τούτοιν μάλιστα προσδεῖται πόλεμος, καρ‐ τερίας τε καὶ ἀφιλοχρηματίας· διὰ ταύτην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ καρτερίαν δὲ φοβεροὶ τοῖς ἀν‐ τιπάλοις γινόμεθα. ὧν ἀμφοτέρων οἰκεῖα ἔχεις τὰ | |
10 | παραδείγματα. | 612 |
6.1(t) | Σωκράτους. | |
1 | Τοῖν μὲν ξένοιν ἐπεμελήθην ὡς παρεκάλεις, καὶ τὸν ἐν τῷ δήμῳ συναγορεύσοντα αὐτοῖν ἐσκεψάμην τῶν ἡμετέρων τινὰ ἑταίρων, ὃς ὑπηρετήσειν ἔφη προθυμότερον διὰ τὸ καὶ σοὶ χαρίζεσθαι ἐθέλειν. περὶ | |
5 | δὲ τοῦ χρηματισμοῦ καὶ περὶ ὧν προσπαίζων ἔγραφες τὸ μὲν ἐπιπλήττειν ἐνίους οὐδὲν ἴσως ἄτοπον, εἰ πρῶτον μὲν ἐσπουδακότων τῶν ἄλλων περὶ πλοῦτον ἐγὼ πένης αἱροῦμαι βιοῦν, ἔπειτα ἐξόν μοι παρὰ πολλῶν πολλὰ λαμβάνειν οὐ τὰς παρὰ ζώντων μόνον δωρεὰς τῶν | |
10 | φίλων ἀλλὰ καὶ ὅσα ἂν τελευτῶντές μοι ἀφῶσιν ἑκὼν παραιτοῦμαι· τὸν δ’ οὕτω διακείμενον οὐδὲν θαυμα‐ στὸν μαινόμενον παρὰ τοῖς ἄλλοις νομίζεσθαι. | |
6.2 | χρὴ δὲ μὴ τοῦτο μόνον ἀλλὰ καὶ τὸν ἄλλον ἡμῶν προσε‐ πιθεωρεῖν βίον, καὶ εἰ περὶ τὴν χρῆσιν τῶν χρημάτων διαφέροντες φανούμεθα, μὴ θαυμάζειν ὅτι καὶ περὶ | |
5 | τὸν πορισμὸν διεστήκαμεν. ἐμοὶ μὲν τοίνυν ἀπαρκεῖ τροφῇ τε χρῆσθαι τῇ λιτοτάτῃ καὶ ἐσθῆτι θέρους τε καὶ χειμῶνος τῇ αὐτῇ, ὑποδήμασι δὲ πάμπαν οὐ χρῶμαι, οὐδὲ πολιτικῆς ἐφίεμαι δόξης πλὴν ὅσον ἐκ τοῦ σώφρων εἶναι καὶ δίκαιος· οἳ δὲ πολυτελείας μὲν | |
10 | τῆς περὶ τὴν δίαιταν οὐδὲν ἀπολείπουσιν, ἐσθῆτας δὲ διαφόρους οὐχ ὅτι γε ἔτους τοῦ αὐτοῦ ἀλλὰ καὶ ἡμέρας τῆς αὐτῆς ἀμφιέννυσθαι ζητοῦσι, πολλὰ δὲ χαρίζονται καὶ ταῖς ἀπορρήτοις ἡδοναῖς. | |
6.3 | καὶ ὃν τρόπον οἱ τὴν κατὰ φύσιν χρόαν διεφθορότες ἐπακτοῖς χρώμασι κοσμοῦνται, κἀκεῖνοι τὴν ἐξ ἀρετῆς ἀληθινὴν δόξαν ἀπολωλεκότες, ἣν εἰκὸς περιγίνεσθαι ἑκάστῳ, εἰς τὴν | |
5 | ἐκ τῆς ἀρεσκείας καταφεύγουσι, διανομαῖς καὶ ἑστιά‐ σεσι πανδήμοις τὴν παρὰ τῶν πληθῶν εὐφημίαν πα‐ ρακαλούμενοι. ὅθεν εἰκότως οἶμαι πολλῶν αὐτοῖς δεῖσθαι συμβαίνει· οὔτε γὰρ αὐτοὶ ζῆν δύνανται ἀπ’ ὀλίγων, οἵ τε πλησίον ἀποδέχεσθαι αὐτοὺς οὐκ ἐθέ‐ | |
10 | λουσι, μὴ μισθὸν τῆς εὐλογίας φερόμενοι. ἐμοὶ μὲν πρὸς ἄμφω ταῦτα καλῶς ἔχει ὁ βίος. καὶ εἰ μέν τί με τῶν ἀληθῶν ἐκφεύγει, οὐκ ἂν ἰσχυρισαίμην· ὅτι μέντοι ταῦτα μὲν οἱ κρείττους φασὶν εἶναι βελτίω, ἐκεῖνα δὲ οἱ πολλοί, σαφῶς οἶδα. | |
6.4 | πολλάκις δὲ καὶ περὶ τοῦ θεοῦ κατ’ ἐμαυτὸν ἐννοούμενος καθ’ ὅ τι εὐδαίμων εἴη καὶ μακάριος, ὁρῶ τῷ μηδενὸς δεῖσθαι αὐτὸν ὑπερβάλλοντα ἡμᾶς· φύσεως γὰρ λαμπροτάτης ἐκεῖνο | |
5 | ἦν, οὐ τὸ πολλῶν δεόμενον ἑτοίμως ἔχειν ἀπολαύειν. καίτοι σοφώτερόν τε εἶναι εἰκὸς ὅστις ἑαυτὸν ἀπει‐ κάζει τῷ σοφωτάτῳ, καὶ μακαριώτερον ὑπάρχειν ὃς ἂν ὅτι μάλιστα ἐξομοιωθῇ τῷ μακαριωτάτῳ. τοῦτο δὲ εἰ μὲν πλοῦτος ποιεῖν ἐδύνατο, πλοῦτόν γ’ ἂν ἐχρῆν | |
10 | αἱρεῖσθαι· ἐπεὶ δὲ ἀρετὴ μόνη φαίνεται παρασκευάζειν, εὔηθες ἀφέντας τὸ ὂν ἀγαθὸν τὸ δοκοῦν μεταδιώκειν. | |
6.5 | ὡς μὲν οὖν τἀμὰ οὐχ οὕτω βέλτιον ἔχει, οὐκ ἄν μέ τις ῥᾳδίως μεταπείσειε· περὶ δὲ τῶν παίδων ὅπερ ἔφη‐ σθα δεῖν προνοεῖσθαι, ᾗ διανοοῦμαι περὶ αὐτῶν, μαθεῖν ἔξεστι πᾶσιν ἀνθρώποις. μίαν ἀρχὴν εὐδαιμονίας | |
5 | ἐγὼ νομίζω φρονεῖν εὖ, τὸν δὲ νοῦ μὲν μὴ μετειλη‐ φότα, χρυσίῳ δὲ πιστεύοντα καὶ ἀργυρίῳ πρῶτον μὲν ὅπερ οἴεται κεκτῆσθαι ἀγαθὸν οὐκ ἔχειν, ἔπειτα τοσοῦτον ὑπάρχειν ἀθλιώτερον τῶν ἄλλων, ὅσον ὃ μὲν ἀναγκασθεὶς ὑπὸ πενίας, εἰ καὶ μὴ νῦν, αὖθίς ποτε | 613 |
10 | φρονήσει, ὃ δὲ τὰ μὲν ὑπ’ οἰήσεως τοῦ εἶναι μακάριος τῆς ἀληθινῆς ὠφελείας ἀμελῶν, τὰ δὲ ὑπὸ χορηγίας δια‐ φθειρόμενος, πρὸς οἷς ἠτύχει ἤδη καὶ τῶν ὄντως ἀνθρω‐ πίνων ἀγαθῶν προσαπεστέρηται τὴν ὑπὲρ τῶν μελλόντων χρηστὴν ἐλπίδα. | |
6.6 | οὐδὲ γὰρ σωθῆναι οἷόν τέ ἐστι τῷ τοιούτῳ πρὸς ἀρετήν, κατεχομένῳ μὲν ὑπὸ κολα‐ κείας ἀνθρώπων ὁμιλῆσαι δεινῶν, κατεχομένῳ δὲ ὑπὸ γοητείας ἡδονῶν, αἳ κατὰ πᾶν αἰσθητήριον προσβάλ‐ | |
5 | λουσαι τῇ ψυχῇ πᾶν ὅ τι καλὸν ἢ σωφρονικὸν ἐν αὐτῇ ἠρέμα ἐξελαύνουσι. τίς οὖν ἀνάγκη παισὶν αἰ‐ τίαν καταλιπεῖν ἀφροσύνης μᾶλλον ἢ παιδεύσεως, οὐ λόγοις μόνον ἀλλὰ καὶ ἔργοις δηλώσαντας ὅτι ἐν σφίσιν αὐτοῖς τὰς ἀπ’ αὐτῶν ἔχουσιν ἐλπίδας καὶ μὴ | |
10 | γενομένοις ἀγαθοῖς οὐδὲ ζῆν καταλείπεται, ἀλλὰ λιμῷ φθαρέντες οἰκτρῶς τελευτήσουσι, πρέπουσαν ἀργίᾳ δίκην ἐκτίνοντες; | |
6.7 | καίτοιγε ὁ νόμος μέχρι ἥβης κε‐ λεύει παῖδα ἐκτρέφεσθαι ὑπὸ γονέων. ὑμεῖς δ’, ἴσως εἴποι τις ἂν ἀνὴρ πολιτικὸς ἀγανακτῶν πρὸς τοὺς ἑαυτοῦ υἱεῖς κληρονομεῖν ἐπιθυμοῦντας, οὐδὲ τελευ‐ | |
5 | τῶντος ἀφέξεσθαί μου διανοεῖσθε, ἀλλὰ καὶ τελευτῶντα τροφὰς οἱ ζῶντες αἰτήσετε καὶ οὐκ αἰσχυνεῖσθε θανάτου ζωὴν ἀπρακτοτέραν βιοῦντες; ἀλλὰ τὰ μὲν ἐμὰ πε‐ ριττεύειν καὶ μετὰ θάνατον ἀξιοῦτε ἑτέροις, τὰ δ’ ὑμέτερα ὑμῖν οὐδ’ εἰς τὸ ζῆν ἐξαρκέσει. | |
6.8 | ἐκεῖνος μὲν οὖν σκαιοῖς ἴσως πρὸς τοὺς ἑαυτοῦ παῖδας χρή‐ σεται τοῖς λόγοις, πατρικὴν ἅμα πολιτικῇ παρρησίαν ἄγων, τὰ δ’ ἐμὰ λόγου μὲν ἕνεκα ἐπιεικέστερα ὄντα | |
5 | τυγχάνει, ἔργῳ δὲ οὐ πόρρω φαίνεται πλουτούντων ἀποστατεῖν. ὅθεν ἐγὼ χρυσίον μὲν οὐ καταλείψω τοῖς ἐμαυτοῦ παισί, τοῦ δὲ χρυσοῦ κτῆμα τιμιώτερον φίλους ἐπιεικεῖς, οὓς φυλάττοντες μὲν οὐδενὸς ἐλλει‐ φθήσονται τῶν ἀναγκαίων, κακῶς δὲ τὰ περὶ τοὺς φί‐ | |
10 | λους μεταχειρίσαντες εὔδηλον ὡς τά γε χρήματα πολὺ κάκιον διοικήσουσιν. | |
6.9 | εἰ δέ σοι τὰς ἐνίων ὀλιγω‐ ρίας ὁρῶντι φαύλως δόξω βεβουλεῦσθαι, πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι οὐ πάντες ἄνθρωποι ὁμοίως ἔχουσι πρὸς τοὺς φίλους (εἰσὶ δὲ οἳ καὶ τετελευτηκότων αὐτῶν | |
5 | προνοοῦσιν), ἔπειθ’ ὅτι τοὺς ἡμετέρους τοιούτους εἰκὸς εἶναι, οὐ φορτικῶς ἡμῖν συνεληλυθότας, οὐδὲ νῦν μόνον ἀλλὰ καὶ τότε τῆς παρ’ ἡμῶν οὐχ ἧττον ὠφε‐ λείας ἀπολαύοντας. τῆς μὲν οὖν ὀλιγοχρονίου χάριτος εἰκὸς καὶ τὰς ἀμοιβὰς εἶναι βραχείας, αἱ πολυχρόνιοι | |
10 | δὲ τῶν εὐεργεσιῶν ἴσην τῇ ὠφελείᾳ τίκτουσι τὴν ἀμοι‐ βήν. | |
6.10 | τὰ δ’ ἐμὰ μαντεύομαι προκόπτουσι τοῖς ἑταίροις καλλίω φανεῖσθαι. διόπερ οὐδὲ μισθοὺς αὐτοὺς εἰσπράττομαι, ὅτι οὐδὲν ἔχω πρέπον ἀντικατάλλαγμα φιλοσοφίας ἄλλο πλὴν φιλίαν, καὶ ὅτι οὐχ ὥσπερ οἱ | |
5 | σοφισταὶ κἀγὼ δέδοικα περὶ τῶν ἰδίων· παλαιούμενα γὰρ νέα γίνεται καὶ πρὸς τὸ γῆρας μᾶλλον ἀναζωπυρεῖ‐ | |
σθαι φιλεῖ, ὅθεν αὐτά τε μάλιστα ὑπὸ τῶν μαθόντων στέργεται τότε, καὶ ὁ γεννήσας αὐτὰ πατὴρ ἐπιποθεῖ‐ ται. περιὼν μὲν οὖν τιμῆς τυγχάνει, τελευτήσας δὲ | 614 | |
10 | μνήμης ἀξιοῦται· κἂν τῶν οἰκείων τινὰ καταλελοιπὼς ᾖ, τοῦδε ὡς υἱέος ἢ ἀδελφοῦ κήδονται, πᾶσαν εὔνοιαν εἰς αὐτὸν ἐνδεικνύμενοι, τρόπον τινὰ ἕτερον συγγενείας τῆς κατὰ φύσιν συνανηρτημένοι αὐτῷ. | |
6.11 | οὔκουν δύνανται, οὐδ’ εἰ βούλοιντο, κακῶς πράττοντα αὐτὸν παρεξιέναι, ὥσπερ οὐδὲ τοὺς κατὰ γένος προσήκοντας ὑπερορᾶν οἷοί τέ ἐσμεν. τὸ γὰρ ἐν τῇ ψυχῆ συγγενὲς | |
5 | ἅτε ἐκ τοῦ αὐτοῦ πατρὸς ἀδελφὸν γεγενημένον ἀναγ‐ κάζει σφᾶς βοηθεῖν τῷ τοῦ τετελευτηκότος υἱεῖ, ὑπο‐ μιμνῆσκον τοῦ πατρὸς καὶ τὴν ἐκείνου ὀλιγωρίαν σφε‐ τέραν ἀτιμίαν τιθέμενον. ὅρα οὖν, εἴ σοι δόξω ἔτι ἢ τἀμαυτοῦ κακῶς οἰκονομεῖν ἢ τῶν παιδίων ὅπως | |
10 | μηδὲν ὑστερήσωσι τῶν ἀναγκαίων ἐμοῦ τελευτήσαντος ὀλιγωρεῖν, ὃς οὐδὲ χρήματα αὐτοῖς ἀλλὰ τοὺς τῶν χρημάτων καὶ αὐτῶν ἐκείνων ἐπιμελησομένους κατα‐ λείπω. | |
6.12 | καίτοι ὑπὸ μὲν ἀργυρίου οὐδεὶς βελτίων εἰς τὴν ἡμέραν ταύτην ἱστορεῖται γενόμενος, ὁ δὲ δό‐ κιμος φίλος καὶ ταύτῃ αἱρετώτερος τυγχάνει τοῦ δοκί‐ μου χρυσίου, ὅτι οὐ πᾶσι τοῖς ὀρεγομένοις ἀλλὰ τοῖς | |
5 | βελτίοσι τῶν φίλων ὑπηρετεῖ, οὐδὲ τὰς τοῦ βίου χρείας μόνον ἀλλὰ καὶ τὴν αὐτοῦ τοῦ κεκτημένου ψυχὴν θεραπεύει καὶ εἰς ἀρετῆς λόγον, ἧς χωρὶς οὐδὲν τῶν ἀνθρωπίνων ὀνίνησι, πλεῖστα συμβάλλεται. τὸ μὲν οὖν ἀκριβὲς τούτων πέρι καὶ κατ’ ὄψιν ἐντυχόντες | |
10 | ἀλλήλοις ἐπισκεψόμεθα· πρὸς ἃ δὲ ἐπιζητεῖς νῦν, ἀρκεῖ καὶ διὰ τῶν εἰρημένων ἀποκεκρίσθαι μετρίως. | |
7.1(t) | Σωκράτους. | |
1 | Σὲ μὲν οὐ θαυμαστὸν ἐπιστέλλειν ὑπὲρ ὧν γράφεις, τὴν γὰρ αὐτὴν ὑπολαμβάνεις γνώμην ἣν παρόντος σου πρὸς ἡμᾶς εἶχον καὶ νῦν ἀπόντος φυλάττειν ἔτι τοὺς τριάκοντα· ἐμοὶ δὲ συνέβη μετὰ τὴν σὴν ἀπο‐ | |
5 | χώρησιν εὐθέως ὑποπτευθῆναι, καί τις λόγος ἐν αὐτοῖς διῆλθεν ὡς οὐ χωρὶς Σωκράτους ταῦτ’ εἴη πεπραγμένα. ἡμέραις δ’ οὐ πολλαῖς ὕστερον ἀνακαλεσάμενοί με εἰς τὴν θόλον ἦγον καὶ περὶ τούτων ἐμέμφοντο, καὶ ἐμοῦ ἀπολογουμένου ἰέναι με ἐκέλευον εἰς Πειραιᾶ καὶ | |
10 | Λέοντα συλλαμβάνειν. ἦν δὲ ἡ γνώμη αὐτῶν ἐκεῖνον μὲν ἀποκτιννύναι καὶ τὰ χρήματα αὐτοὺς ἔχειν, ἐμὲ δὲ κοινωνὸν ποιεῖσθαι τοῦ ἀδικήματος. | |
7.2 | παραιτουμένου δέ μου καί τι τοιοῦτον εἰπόντος, ὡς οὐκ ἂν ἑκών ποτε ἔργῳ ἐπιγραφείην ἀδίκῳ, παρὼν ὁ Χαρικλῆς καὶ ἰδίᾳ ἀγανακτήσας «ἦπου οὐδέν, ὦ Σώ‐ κρατες,» ἔφη «ἡγῇ κακὸν δύνασθαι παθεῖν οὕτως | |
5 | αὐθαδῶς διαλεγόμενος;» κἀγώ «μυρία μὲν οὖν, νὴ Δί’» εἶπον, «ὦ Χαρίκλεις, οὐ μέντοι τοσοῦτόν γε οὐδέν, ὁπηλίκον εἰ ἀδικήσω.» ἀπεκρίνατο μὲν οὖν οὐκέτι οὐδὲ εἷς αὐτῶν, δοκοῦσι δέ μοι οὐχ ὁμοίως ἐξ ἐκείνου τοῦ χρόνου διακεῖσθαι. | |
7.3 | περὶ δὲ ὑμῶν οἱ παρόντες διήγγελλον κατὰ γνώμην ἄχρι νῦν χωρεῖν τὰ πράγματα· ἔλεγον γὰρ ὅτι οἱ Θηβαῖοι καταφυγόντας | |
ὑμᾶς ἀσμένως ἀπεδέξαντο καὶ κατιοῦσι πάσῃ προθυμίᾳ | 615 | |
5 | συλλαμβάνειν οἷοί τέ εἰσιν. ἐταράττοντο δὲ καὶ τῶν ἐνθάδε τινὲς τοῖς λόγοις τούτοις καὶ ὅτι καὶ τὰ ἐκ τῆς Λακεδαίμονος δυσελπιστότερα ἠγγέλλετο. ἔλεγον γὰρ οἱ μετὰ τῶν πρέσβεων ἐκεῖθεν ἥκοντες πολέμους τε καταλαβεῖν τοὺς Λακεδαιμονίους συνεστηκότας μεγά‐ | |
10 | λους, καὶ τοὺς ἐφόρους περὶ τῆς ἐνθάδε ταραχῆς ἀκούοντας ἀγανακτεῖν, οὐκ ἐπ’ ὀλέθρῳ λέγοντας αὐτοῖς παραδεδωκέναι τὴν πόλιν τοὺς Λακεδαιμονίους (τοῦτο μὲν γὰρ ἐξεῖναι σφίσι κρατήσασι πεποιηκέναι, εἰ ἐβούλοντο, τῶν συμμάχων Κορινθίων καὶ Θηβαίων | |
15 | τότε ἐναγόντων), ἀλλ’ ὅπως αὐτοὶ πολιτεύσωνται ἐπιτηδείως ὀλιγαρχούμενοι καὶ τὰ κοινὰ διοικοῦντες βέλτιον ἢ ἐπὶ τῆς δημοκρατίας. | |
7.4 | εἰ οὖν οὗτοι ἀληθῆ ταῦτα ἀπαγγέλλουσι καὶ τὰ ὑμέτερα οὕτως ὥς φασιν ἔχει, πολλὴ ἐλπὶς ὑμῶν μετὰ Θηβαίων ἀφικομένων, ἐκείνοις δὲ μὴ βοηθησάντων Λακεδαιμονίων ῥᾳδίως | |
5 | καταστήσεσθαι τὰ ἐνθάδε. ὁμοῦ δὲ καὶ τῶν ἐπιχω‐ ρίων πολλοὶ νῦν μὲν διὰ τὸ δεδοικέναι ἄγουσιν ἡσυ‐ χίαν· εἰ δὲ τῶν ὑμετέρων τι ἀλλαχόθεν παραφαίνεται βέβαιον, ἄσμενοι καταλείψουσι τὰ ἐνθάδε. ὅλως γὰρ οὐδὲν ὑγιὲς τῆς πολιτείας αὐτοῖς καταλείπεται, ἀλλ’ | |
10 | ὑπὸ πολλῶν καὶ συνεχῶν ἀδικημάτων πάντα διέφθαρ‐ ται. καὶ τὸ μὲν ἤδη παράπαν τὸ καθ’ ὑμᾶς μέρος ἀπέρρηκται, τὸ δέ, εἰ μικρᾶς ἔξωθεν ἀφορμῆς ἐπιλά‐ βοιτο, ταὐτὸ πείσεται τῷ ὑμετέρῳ, ὥστε, εἴπερ σοί ποτε ἄλλοτε, καὶ νῦν γέγονε δῆλον, ὅτι πάντων μέγι‐ | |
15 | στον κακὸν ταῖς πόλεσίν ἐστιν ἡ τῶν ἀρχόντων πο‐ νηρία. | |
7.5 | οὗτοι γοῦν οὕτως ἐοίκασιν ἐξηπατῆσθαι περὶ τὸ συμφέρον, ὥστε οὐδὲ διαφθειρόμενα ὁρῶντες τὰ πράγματα παύσασθαι ἐθέλειν, ἀλλ’ οἷς ἐταράχθη πρότερον, τοῖς αὐτοῖς οἴονται καταστήσειν αὐτά, φυγὰς | |
5 | καὶ δημεύσεις οὐσιῶν καὶ θανάτους ἀκρίτους ποιούμε‐ νοι. καὶ οὐχ ὁρῶσιν ὅτι νοσημάτων πονηρὸς ἂν εἴη ἰατρὸς ὁ τὴν αὐτὴν τῷ συνεστηκότι αἰτίῳ ποιούμενος θεραπείαν. ἀλλὰ τὰ μὲν τούτων ἀνιάτως ἔχει, σὺ δὲ τῶν σαυτοῦ ἐπιμελόμενος ὀρθῶς ποιήσεις· μία γὰρ | |
10 | καὶ τοῖς ἐνθάδε ἐλπὶς ἦν, ἂν ὑμεῖς πράξητε κατὰ νοῦν, βαρείας πάνυ καὶ χαλεπῆς ἀπηλλάχθαι δεσποτείας. | |
7*1(t) | Σωκράτης Πλάτωνι. | |
1 | Πολύς ἐστι Κρίτων παραινῶν ἡμῖν φυγῇ τὴν σωτη‐ ρίαν πορίσασθαι· οὕτω πολλοῦ ἄξιον τὸ ζῆν ὑπείληφεν εἶναι, ὃς ἕνεκα τοῦ ζῆν ἡμᾶς ἀξιοῖ κακῶς ζῆν, εἶτα δεδεμένον ὁρῶν με σχετλιάζει, ὡς τὸ δεδέσθαι ἡμᾶς | |
5 | ἡμῶν ἔργον ὄν, καὶ οὐκ ἐκείνων ἀδίκημα τῶν δεδε‐ κότων. ἄμεινον μέντοι τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν | |
ἀποθανεῖν ἢ τοῖς ἰδίοις σωθῆναι. | 616 |