TLG 0633 001 :: 〈LYSIS〉 :: Epistula ad Hipparchum

〈LYSIS〉 Phil.
(Tarentinus: 4/2 B.C.)

Epistula ad Hipparchum

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 111–114.

Citation: Page — (line)

111

(14t)

Letter to Hipparchos
15 Hercher, Epistologr. Gr. p. 601 and Iambl. VP 75—78. Λῦσις Ἱππ‐ άρχῳ. Μετὰ τὸ Πυθαγόραν ἐξ ἀνθρώπων γενέσθαι οὐδέποκα διασκεδασ‐ θήσεσθαι τὸ τῶν ὁμιλητᾶν ἄθροισμα ἐς τὸν ἐμαυτοῦ θυμὸν ἐβαλόμαν· ἐπεὶ δὲ παρ’ ἐλπίδας ὥσπερ ἀπὸ ναὸς φορτίδος ἐν ἐρήμῳ πελάγει λυθείσας ἄλλος ἄλλοσε φορεύμενοι διεσπάρημες, ὅσιον κἀμὲ μεμνᾶσθαι
20τῶν τήνου θείων καὶ σεπτῶν παραγγελμάτων, μηδὲ κοινὰ ποιεῖσθαι111

112

τὰ σοφίας ἀγαθὰ τοῖς μηδ’ ὄναρ τὰν ψυχὰν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγεν τοῖς ἀπαντῶσι τὰ μετὰ τοσούτων ἀγώνων ποριχθέντα, οὐδὲ μὰν βεβάλοις τὰ ταῖν Ἐλευσινίαιν θεαῖν μυστήρια διαγέεσθαι· κατ’ ἰσότατα γὰρ ἄδικοι καὶ ἀσεβέες ἑκάτεροι τοὶ ταῦτα πράττοντες.
5καλὸν δὲ ἀναλογίζεσθαι, ὅσον χρόνου μᾶκος διαγάγομες ἐκμετρήσαντες, ἀπορρυπτόμενοι σπίλως τὼς ἐν τοῖς στάθεσσιν ἁμῶν ἐγκεκολαμμένως, ἕως ποκὰ διελθόντων ἐτέων ἐγενόμεθα δεκτικοὶ τῶν τήνου λόγων. καθάπερ γὰρ οἱ βαφεῖς προεκκαθάραντες ἔστυψαν τὰ βάψιμα τῶν ἱματίων, ὅπως ἀνέκπλυτον τὰν βαφὰν ἀναπίωντι καὶ μηδέποκα γενησου‐
10μέναν ἐξίταλον, τὸν αὐτὸν ὁ δαιμόνιος τρόπον ἀνὴρ παρεσκεύαζε τὼς φιλοσοφίας ἐραστάς, ὅπως μὴ διαψευσθῇ περί τινα τῶν ἐλπιζομένων ἐσεῖσθαι καλῶν τε κἀγαθῶν. οὐ γὰρ κιβδήλως ἐνεπορεύετο λόγως, οὐδὲ πάγας ταῖς τοὶ πολλοὶ τῶν σοφιστᾶν τὼς νέως ἐμπλέκοντι ποτ’ οὐδὲν κράγυον σχολάζοντες, ἀλλὰ θείων τε καὶ ἀνθρωπίνων πραγμάτων
15ἦς ἐπιστάμων. τοὶ δὲ πρόσχημα ποιησάμενοι τὰν τήνω διδασκαλίαν πολλὰ καὶ δεινὰ δρῶντι, σαγηνεύοντες οὐ κατὰ κόσμον οὐδ’ ὡς ἔτυχε τὼς νέως. τοιγαροῦν χαλεπώς τε καὶ προαλεῖς ἀπεργάζονται τὼς ἀκουστάς· ἐνκίρναντι γὰρ ἤθεσι τεταραγμένοις τε καὶ θολεροῖς θεωρή‐
ματα καὶ λόγως ἐλευθέρως, καθάπερ γὰρ εἴ τις εἰς φρέαρ βαθὺ βορβόρω112

113

πλῆρες ἐγχέοι καθαρὸν καὶ διειδὲς ὕδωρ· τόν τε γὰρ βόρβορον ἐτάραξε καὶ τὸ ὕδωρ ἐπαφάνιξεν. ὁ αὐτὸς δὴ τρόπος τῶν οὕτως διδασκόντων τε καὶ διδασκομένων· πυκιναὶ γὰρ καὶ λάσιαι λόχμαι περὶ τὰς φρένας καὶ τὰν καρδίαν πεφύκαντι τῶν μὴ καθαρῶς ὀργιασθέντων, πᾶν τὸ
5ἅμερον καὶ πρᾷον καὶ λογιστικὸν ἐπισκιάζουσαι καὶ κωλύουσαι προφα‐ νῆμεν αὐξηθέν. ἐγκαταδεδύκαντι δὲ τῷ δάσει τούτῳ παντοῖαι κακότατες ἐκβοσκόμεναι καὶ κωλύουσαι καὶ μηδαμῶς ἐῶσαι προκύψαι τὸν λόγον. ὀνομάξαιμι δέ κα αὐτῶν πρῶτον ἐπελθὼν τὰς ματέρας, ἀκρασίαν τε καὶ πλεονεξίαν. ἄμφω δὲ πολύγονοι πεφύκαντι. τᾶς μὲν ὦν ἀκρασίας
10ἐκβεβλαστάκαντι ἄθεσμοι γάμοι καὶ μέθαι καὶ φθοραὶ καὶ παρὰ φύσιν ἁδοναὶ καὶ σφοδραί τινες ὁρμαὶ μέχρι βαράθρων καὶ κρημνῶν ἐκδιώκουσαι· ἤδη γάρ τινας ἀνάγκαξαν ἐπιθυμίαι μήτε ματέρων μήτε θυγατέρων ἀποσχέσθαι, καὶ δὴ παρεωσάμεναι νόμον καὶ πατέρα καὶ πόλιν κὰτ τύραννον ἐκπεριαγαγοῦσαι τὼς ἀγκῶνας, ὡς αἰχμαλώτους
15ἐπὶ τὸν ἔσχατον ὄλεθρον μετὰ βίας ἄγουσαι κατέστασαν. τᾶς δὲ πλεον‐ εξίας ἐκπεφύκαντι ἁρπαγαὶ λᾳστεῖαι πατροκτονίαι ἱεροσυλίαι φαρ‐ μακεῖαι, καὶ ὅσα τούτων ἀδελφά. δεῖ ὦν τόγε πρᾶτον τὰς ὕλας, ταῖς ἐνδιαιτῆται ταῦτα τὰ πάθη, πυρὶ καὶ σιδάρῳ καὶ πάσαις μαχαναῖς
ἐκκαθαίροντας καὶ ῥυομένως τὸν λογισμὸν ἐλεύθερον τῶν τοσούτων113

114

παθέων τὸ τανικάδε ἐμφυτεύεν τι χρηστὸν αὐτῷ καὶ παραδιδόμεν. ἅπερ ἔμαθες μέν, Ἵππαρχε, μετὰ σπουδᾶς, οὐκ ἐτήρησας δ’, ὦ γενναῖε, γευσάμενος Σικελικᾶς πολυτελείας, ἇς οὐκ ἐχρῆν τυ γενέσθαι δεύτερον. λέγοντι δὲ πολλοί τυ καὶ δαμοσίᾳ φιλοσοφέν, τόπερ ἀπαξίωσε Πυθαγό‐
5ρας, ὅς γε Δαμοῖ τᾷ ἑαυτοῦ θυγατρὶ τὰ ὑπομνάματα παρακαταθέμενος ἐπέσκαψε μηδενὶ τῶν ἐκτὸς τᾶς οἰκίας παραδιδόμεν. ἁ δὲ δυναμένα πολλῶν χρημάτων ἀποδόσθαι τὼς λόγως οὐκ ἐβουλάθη, πενίαν δὲ καὶ τὰς τῶ πατρὸς ἐπισκάψιας ἐνόμισε χρυσῶ τιμιωτέρας ἦμεν. φαντὶ δὲ ὅτι καὶ Δαμὼ θνάσκουσα Βιστάλᾳ τᾷ ἑαυτᾶς θυγατρὶ τὰν αὐτὰν
10ἐπιτολὰν ἐπέτειλεν. ἁμὲς δὲ ἄνδρες ἐόντες καὶ Πυθαγόρα φοιτηταὶ οὐ γνησίως αὐτῷ ποτιφερόμεθα, ἀλλὰ παραβάται τᾶν ὁμολογιᾶν
γινόμεθα. εἰ μὲν ὦν μεταβάλοιο, χαρησοῦμαι, εἰ δὲ μή, τέθνακάς μοι.114