TLG 0632 007 :: 〈PYTHAGORAS〉 :: Fragmenta astrologica

〈PYTHAGORAS〉 Phil.
(6–5 B.C.)

Fragmenta astrologica

Source: Zuretti, K.O. (ed.), Codices Hispanienses [Catalogus codicum astrologorum Graecorum 11.2] Brussels: Lamertin, 1934: 124–125, 135–138, 139–144.

Cf. et 0632 004

Citation: Volume — page — (line)

11.2

124

(1t)

Πυθαγόρου φιλοσόφου ψῆφος περὶ
2tτῶν γεννωμένων βρεφῶν καὶ περὶ ὁμοίας
3tσκέψεως τῶν ἑπτὰ πλανωμένων ἀστέρων,
4tἵν’ ἀπὸ θεωρίας νοῇς ἕκαστον εἰς ποῖον
5tἀστέρα ἐγεννήθη.
6 Ὁ Κρόνος σημαίνει τοιούτους ἄνδρας· μελάγχροας, σκυ‐ θρωπούς, σπαδοπώγωνας, κοιλοφθάλμους, γοργούς, ὀχληρούς, μεγαλοφυεῖς, ψεύστας, κακοτρόπους, κλέπτας, ῥέμβους, κακοφρο‐ νητάς, λαθροπονήρους, ὑποκριτάς, εὐλαβοσχημάτους ἢ μονά‐
10ζοντας ἢ ἐκκλησιαστικούς, ἐν δὲ πᾶσι στυγνούς. Ζεὺς σημαίνει τοιούτους ἄνδρας· ἀξιωματικούς, εὐμεγέθεις, εὐρυμετώπους, χαροποιούς, τρίχας ἔχοντας ἐν τοῖς μυκτῆρσιν, ἀναφαλαντιαίους, μεγαλοκεφάλους, ἀγαθούς, καλοσυμβούλους, φι‐ λελευθέρους, πᾶσι συνερχομένους.
15 Ἄρης σημαίνει τοιούτους ἄνδρας· εὐμεγέθεις, εὐπόρους, με‐ γαλοφθάλμους, γοργούς, τραύματα ἐν τῷ σώματι ἔχοντας, θρα‐ σεῖς, εὐκαταφρονήτους, πολεμιστάς, ὑπονοητικούς, κακοπαθεῖς, φυσικούς, μοιχούς, πολυπότας, ἐν παντὶ πράγματι κινητικούς. σημαίνει δέ τινας ὑπὸ ζώνην ἤγουν ὑπὸ χλανίδα ἢ ὑπὸ στρατείαν
20ἐνόπλους εἶναι, δούλων πολλάκις .. γὰρ τὴν θεωρίαν τοῦ σχή‐ ματος. Ἥλιος σημαίνει ἄνδρας εὐειδεῖς, ὡραίους, ἀνδροφθάλμους, ἀγ‐ γελτικούς, ταχεῖς, ἀληθεῖς, ὁδοιπορικούς, ἡλικίᾳ συμμέτρους. Ἀφροδίτη σημαίνει ἄνδρας μιρκοφυεῖς, ἀξίας πλήρεις, μελιχρόους,
25μικροφθάλμους, εὐτυχεῖς, μεγαλοψύχους, ἐπαφροδίτους, πλου‐124

11.2

125

σίους, ἐπιχαρεῖς, φιλουμένους μάλιστα ὑπὸ γυναικῶν, ἐρωτικούς, μουσικούς, σημεῖον ἀφροδισιαστικὸν ἔχοντας ἐν τῷ σώματι, ἢ ὥσπερ φακούς ἢ καὶ ὑποκαγκελλίζοντας ἐν τῷ σώματι. Ἑρμῆς σημαίνει ἄνδρας ἔχοντας ἐν τῇ ὄψει φακούς, ἀγγελτικούς,
5ἐν τῷ λέγειν ταχεῖς, εὐλάλους, ψεύστας, εὐγραμματισμένους, κλέπτας, κυβευτάς, καπηλοδύτας, ἐπιθετάς, πολυλάλους, τῷ σώ‐ ματι ἰσχυρούς, μακρούς, τραπεζίτας, νομικούς, νοταρίους. Σελήνη σημαίνει λευκοχρόους, σκέλη ἔχοντας παχέα, πλατυσω‐ μάτους, χονδρούς, κονδοτέρους, εὐοφθάλμους, γυναικοπροσώπους,
10ἀληθεῖς, εὐφαγεῖς, εὐρύθμους, ἰδιοπράγμονας, καλοσυνήθεις, εὐ‐ θέτους παντὶ τῷ σώματι, ὁμιλικοὺς πρὸς γυναῖκας, εὐπροσ‐ δέκτους, τραχεῖς καὶ ἀλαζονικωτέρους.
13tΑἱ ζῶναι τῶν ἑπτὰ πλανητῶν ἀστέρων.
14Πρώτην ζώνην ἐπέχει Κρόνος. Δευτέραν ζώνην ἐπέχει Ζεύς.
15Τρίτην ζώνην ἐπέχει Ἄρης. Τετάρτην ζώνην ἐπέχει Ἥλιος. Πέμπτην ζώνην ἐπέχει Ἀφροδίτη. Ἕκτην ζώνην ἐπέχει Ἑρμῆς.
Ἑβδόμην ζώνην ἐπέχει Σελήνη.125

11.2

135

(24t)

Πυθαγόρου φιλοσόφου περὶ μορφῶν
25tκαὶ σημείων τῶν ιβʹ ζῳδίων, ὅπως ἀπὸ
26tθεωρίας ἑκάστου μάθῃς ὁποῖον ζῴδιον
27tἔχεις καὶ τὴν πρᾶξιν αὐτοῦ.
28Κριοῦ οἱ ἔχοντες ζώδιόν εἰσι τὰ πρόσωπα ὑπομήκεις, μυκ‐
τῆρσι καθελκόμενοι, κατάροποι, ὑπέρυθροι, πλατυμέτωποι, ἀνα‐135

11.2

136

φαλάνδες, χείλη λεπτὰ ἔχοντες, χαροποιοί, πανωραῖοι, μελανόφθαλ‐ μοι, φωνὴν ἀνειμένοι, φύσει εὔχρηστοι ἐν τῇ δωρεᾷ, κλίνοντες ἀπὸ τῶν κνημῶν, κατάσαρκοι, φυσικοί, πατρικὰ καταλλάσσοντες, πολύ‐ τριχοι, πρὸς γῆν ὁρῶντες, δασεῖς, εὔμηκοι ἐν τῷ προσώπῳ, κατω‐
5φανεῖς, δειλοὶ τῇ καρδίᾳ, παιγνιῶται, καλόψυχοι, συμβαλλομάχοι· ταῖς δὲ πράξεσι δοξαστικοί, ἀνδρεῖοι, ὠμοί, παράβολοι, στρατη‐ λάται, ἅρπαγες καὶ ἐκ λαφύρων τὸν βίον ἔχοντες, εἰσὶ δὲ καὶ μετα‐ βολικοί. Ταύρου οἱ ἔχοντες ζῴδιόν εἰσι πλατυμέτωποι, μυκτῆρσι μεί‐
10ζονες, εὐπληθεῖς τῷ προσώπῳ, ὀξυγένειοι, μεγαλόφθαλμοι, τράχη‐ λον παχὺν τετράγωνον, δειλοὶ τῇ ψυχῇ, λεπτοὶ τῇ φύσει, βοώ‐ δεις, πάντα βίᾳ ἀποτελοῦντες, πολυφάγοι, πολλοὶ ὑπὸ δου‐ λείαν πεπτωκότες καὶ ἐπὶ πολλὰς χώρας πλανώμενοι. ἡ δὲ ῥὶς αὐτῶν μακρὰ καὶ οἱ μυκτῆρες ἀνεῳγμένοι, εὐρυμέτωποι
15(ἔξω δὲ αὐτὸ ἔχουσι)· βριαροί, ψεῦσται δὲ καὶ ἐπιθέται καὶ τῇ κακίᾳ ἄφθαστοι, ἔνδον ἔχοντες τὴν κακίαν, πετασμένας ἔχοντες τὰς χεῖρας, πόρνοι, κακογνώμονες, ὅλα τὰ ἐπιτηδεύματα αὐτῶν ἀπολ(ωλότες), φανερὰν ἁρπαγὴν ἔχοντες· ταῖς δὲ πράξεσι γίνονται καὶ ἐπίδοξοι, φιλήδονοι, ἐπαφροδῖται, ἱερεῖς, ἔντεχνοι, φρόνιμοι,
20πλούσιοι, πολύγονοι. Διδύμων οἱ ἔχοντες ζῴδιόν εἰσι τὸ πρόσωπον ἐρυθροί, εὐό‐ φθαλμοι, εὐχαρίστους ὀφθαλμοὺς ἔχοντες καὶ τὰ βλέφαρα μακρά, εὔχροοι, μέσοι τῇ ἡλικίᾳ, λεπτακινεῖς, λευκόσωμοι, στέρνα πλα‐ τεῖα διῃρημένα ἀπ’ ἀλλήλων 〈ἔχοντεσ〉, εἰς πάντα τολμηροί· ταῖς
25δὲ πράξεσι σώφρονες, εὐπαίδευτοι, ἔνδοξοι, ἱκανοί, λόγιοι, δυ‐ νάσται, ῥήτορες, φιλόσοφοι, γραμματικοί, φιλοπαλαιστρῖται, ἀπὸ δόσεως καὶ λήψεως τὸν βίον ἔχοντες. Καρκίνου οἱ ἔχοντες ζῴδιον ἔχουσι σημεῖα τοιαῦτα· μεγάλους ἁρμοὺς καὶ ὀστᾶ παχέα, τρίχας δασεῖς καὶ οὐλάς, πρόσωπα μεγάλα.
30εἰσὶ δὲ καὶ μελάγχροοι, κοιλόφθαλμοι, πλατυκέφαλοι, ἱλαροί, εὐ‐ κατάφοροι εἰς τὰ ἀφροδίσια, φρονοῦντες, δόλιοι, στερρόψυχοι, βάσκανοι, κερδόφιλοι, δανεισταί, εἰς κανόνα ἐρχόμενοι καὶ τοῖς
πράγμασιν ἀνθρωπινώτεροι, μεγαλοπρόσωποι, στρεβλοὺς τοὺς136

11.2

137

ὀδόντας ἔχοντες, τετραγώνους, τὰ κάτω μείζονα τῶν ἄνω ἔχοντες· κἂν δὲ μέγα πρόσωπον ἔχωσιν, ἀλλά γε στρογγύλον· λευκόχροοι τῇ σαρκί, πυρρότριχες· ταῖς δὲ πράξεσιν ἔνδοξοι, πλούσιοι, πολύ‐ γονοι, γενναῖοι, μεταβολικοί, παντοπῶλοι, κάπηλοι, κηπωροί,
5περὶ χλόην τὴν τροφὴν ἔχοντες. Λέοντος οἱ ἔχοντες ζῴδιόν εἰσι γλαυκοί, πυρρότριχες, λογί‐ ζοντες, εὔμορφοι, καλοί, θρασεῖς δὲ καὶ τραχεῖς καὶ μωροί, σιγηροὶ τῇ γνώμῃ ...... τὰ ἄνω μείζονα τῶν κάτω ἔχοντες, μικρὰ ὦτα ἔχοντες, τῷ χρώματι πυρρακίζοντες, μεγαλόστομοι, ἀραιό‐
10δοντες, τῷ σώματι λεῖοι, λεπτόκνημοι, λεπτόποδες, φύσει βιαῖοι, ὀργίλοι, τολμηροί, τοιαῦτα ὅμοια τῷ λέοντι· εὐρύστηθοι, εὐρυμέ‐ τωποι, μικρονόητοι· ταῖς δὲ πράξεσιν ἡγεμονικοί, ἐξουσιασταί ἔνδοξοι, πλούσιοι. Παρθένου οἱ ἔχοντες ζῴδιόν εἰσιν εὔμετροι ἐν ἡλικίᾳ καὶ
15τὸ πᾶν σῶμα ἐκτένοντες ὄρθιον, στρογγυλόψεις, εὐόφθαλμοι, μυκ‐ τῆρας καθελκόμενοι, χείλεσιν αὐτάρκεις, παχυγένειοι, βαθεῖς, εὔχρηστοι, καθαροί, τοῖς σώμασι καλλωπισταί, εὐειδεῖς, εὔτρι‐ χες καὶ οἱ ὀφθαλμοὶ χαροποὶ· ταῖς δὲ πράξεσι σώφρονες, ἀξίαν ἔχοντες ἐν ζώνῃ, εὐπαίδευτοι, γραμματικοί, ἰατροί, πραγματευ‐
20ταί, ἀπὸ δόσεως καὶ λήψεως τὸν βίον ἔχοντες. εἰσὶ δὲ καὶ φιλο‐ γέωργοι καὶ φιλέρημοι καὶ ἐν ἀγροῖς ἀσκοῦντες, εὐμαθεῖς δὲ καὶ φιλομανθάνοντες καὶ διακρίνοντες καὶ ποιοῦντες πάντα ὅσα ἂν θυμηθῶσιν. Ζυγοῦ οἱ ἔχοντες ζῳδιόν εἰσι τὸ πρόσωπον εὐειδεῖς, λευκό‐
25χροοι, εὐόφθαλμοι, εὔτριχες, παχύχειλοι, ὡραῖοι, ἱλαροί, ἐρωτικοί, λαλοῦντες ψεύδη πιστευθήσονται, ἐκμανθάνοντες ἰάμβους καὶ λόγους ξένους συντιθέντες καὶ συναρμόζοντες, ἐπιμελούμενοι εἰς τὰ ἀφροδίσια ἔργα καὶ ἐπιθυμίας γυναικῶν, πάντοτε ἐν ὁδῷ προκόπτοντες, κερδαλέοι, τεχνῶν ἐπιθυμηταί, ὑποκρινόμενοι παν‐
30οῦργα, ποικίλοι ὅλῃ τῇ ζωῇ, παρόμοιοι τῷ ζυγῷ, δοξαστικοί, μεταβολικοί, ἀγαθοί, εὐμενεῖς, καὶ ὅσα τούτοις παραπλήσια.
Σκορπίου οἱ ἔχοντες ζῴδιόν εἰσι βραχυκέφαλοι, στρογ‐137

11.2

138

γυλόψεις, ὀξύρρινες, ὑπομελαγχρίζοντες, τὸ κάτω χεῖλος ἐγκε‐ κλασμένον ἔχοντες, λεπτόφωνοι, κακότροποι, χονδρότριχοι, πρασι‐ νόφθαλμοι· στήθη πλατεῖα, κνήμας μακράς, πόδας ἀσχήμους, τὸ σῶμα κακοσύνθετον 〈ἔχοντεσ〉· ἐν δὲ πράξεσίν εἰσι μεγαλόψυχοι,
5ἐρωτικοί, ἀνδρεῖοι, φιλόνεικοι, ἅρπαγες, κλέπται, λῃσταί, στρα‐ τιῶται καὶ στρατηλάται. οὗτοι οὖν αὔξονται ἀπὸ βίας καὶ λαφύ‐ ρων, πρὸς πορείαν ἐπάγοντες, παρόμοιοι τῷ σκορπίῳ. Τοξότου οἱ ἔχοντες ζῴδιον τὸ μὲν σῶμά εἰσι τετράγωνοι, εὔμηροι, διῃρημένοι, θρασεῖς, τραχεῖς, ἐφ’ ὅλῳ τῷ σώματι ἐρυ‐
10θροί, εὔσωμοι, στρογγυλόψεις, μικρόφθαλμοι, μακροπώγωνες, ἀναφαλάνδες, ἀλαζόνες, εὔμαλοι, παρόμοιοι τῷ τοξότῃ· τῇ δὲ πράξει μεγάλοι, δοξαστικοί, μεγαλοφυεῖς, στρατιῶται, κτηνο‐ τρόφοι. Αἰγοκέρω οἱ ἔχοντες ζῴδιόν εἰσι δασεῖς καὶ λεπτοί, ὀστώ‐
15δεις, κατωφερεῖς τῷ προσώπῳ, ὀξυγένειοι, εὐόφθαλμοι, λεπτὰ σκέλη ἔχοντες, μελανόφθαλμοι, μελανότριχες, εὐειδεῖς, παχύ‐ χειλοι, ἱλαροί, ἐν κόπῳ τροφὴν εὑρίσκοντες, ταῖς δὲ πράξεσι δοξαστικοί, πλούσιοι, φιλήδονοι, πραγματευταί, γεωργοί, ἐν παρύγροις τόποις διάγοντες, οὐρανομύσται καὶ ἀποκρύφων
20κηδεμόνες. Ὑδροχόου οἱ ἔχοντες ζῴδιόν εἰσιν εἴδει καὶ ἕξει καλοί, εὐόφθαλμοι, αἰσχυντικοί, νόσοις περιπίπτοντες, ἐρωτικοί, πάνυ ὡραῖοι, εὔσωμοι, λευκόχροοι, λεπτακινοί, λειότριχες, σκοτωματι‐ κοί. ὅσα ἂν ἐπικτήσωνται, ταῦτα ἀποβαλοῦνται, ἀλλὰ τὴν καθ’
25ἡμέραν ζωὴν εὐκόπως εὑρήσωσι· μέθυσοι· εὐσεβεῖς δὲ αἱ πρά‐ ξεις αὐτῶν, πλούσιοι, φειδωλοί, μικρολόγοι, ἐν παρύγροις τόποις τὸν βίον ἔχοντες. Ἰχθύων οἱ ἔχοντες ζῴδιόν εἰσιν ἐρυθροκέφαλοι, πυρρότριχες βραχεῖς, λεπτακινοί, ἐν ἡλικίᾳ μέσοι, τοῖς δὲ ὤμοις εὔστερνοι,
30ἔχουσι δὲ μακρὰς κνήμας, λεπτοσφόνδυλοι καὶ τὰ ἄρθρα αὐστηροί, τῷ σώματι σύμμετροι. λαμπρόφωνοι, εὐήκοοι, εὔτριχες, λευκοί, ἐνίοτε καὶ ὑπόχλωροι, ἰχθυόφθαλμοι, ἁπαλόχειρες· ταῖς δὲ πράξεσι δοξαστικοί, φιλόσοφοι, πολλάκις γυναιξὶ προσομιλοῦντες, μεγα‐ λοφυεῖς, πιστικοί, ναύαρχοι, ἐμπορικοί, κυνηγοί, θηρευταί, ἁλιεῖς,
35ἰξευταί, ὀρνεοτρόφοι, πραγματευταί.138

11.2

139

(1t)

Ποῖά εἰσι τὰ ἁπλᾶ καὶ διπλᾶ ζῴδια
2Ἁπλᾶ ζῴδιά εἰσι ταῦτα· Ὑδροχόος, Λέων, Σκορπίος. Διπλᾶ ζῴδιά εἰσι ταῦτα· Δίδυμοι, Παρθένος, Ζυγός, Ἰχθύες.· Τετράποδα ζῴδιά εἰσι ταῦτα· Ταῦρος, Λέων, Κριός, Τοξότης.
5 Θηριώδη ζῴδιά εἰσι ταῦτα· Ταῦρος, Λέων, Σκορπίος. Ἀνθρωπόμορφα ζῴδιά εἰσι ταῦτα· Δίδυμοι, Παρθένος, τὰ πρῶτα Ὑδροχόου.
8tΠυθαγόρας Τηλαύγῃ χαίρειν
9Πολλὰ παθὼν καὶ πολλὰ πειράσας ἐπέσταλκά σοι τόδε βιβλίον
10ἔχον ἐν ἑαυτῷ πλινθίδα πάνυ χαριεστάτην· ἐντυχὼν γὰρ εἰς αὐτὴν139

11.2

140

διὰ τῶν ὑποκειμένων γραμμάτων εἴσεται τά τε ἐνεστῶτα καὶ τὰ προγεγονότα καὶ 〈τὰ〉 αὖθις ἐσόμενα. ὑπέταξα οὖν πλινθίδα ἐννεάδος δοκιμαζομένην τρόπῳ τοιῷδε· λάβε δύο ὀνόματα ἐκ γενετῆς, μὴ ὄντα ἐπίθετα, ἤτοι ἀντιδίκων ἢ μονομάχων ἢ οἱ‐
5ωνδήποτε καθόλου δικαζομένων πρὸς ἀλλήλους εἴτε ὑπὲρ πόλεως ἢ ὑπὲρ πραγμάτων ἢ στεφάνου ἢ ἑτέρου πράγματος. ψήφισον δέ κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων οὕτως· Τὸ μὲν αʹ ἀπὸ ιρʹ ͵ααʹʹ Τὸ δὲ βʹ ἀπὸ κςʹ ͵ββʹʹ Τὸ γʹ ἀπὸ λτʹ ͵γγʹʹ Τὸ δʹ ἀπὸ μυʹ ͵δδʹʹ
10 Τὸ εʹ ἀπὸ νφʹ ͵εεʹʹ Τὸ ϛ ʹ ἀπὸ ξχʹ ͵ϛϛʹʹ Τὸ ζʹ ἀπὸ οψʹ ͵ζζʹʹ Τὸ ηʹ ἀπὸ πωʹ ͵ηηʹʹ Καὶ οὕτως πάντων τῶν στοιχείων τὴν γνῶσιν λάμβανε. καὶ μετὰ τὸ ψηφίσαι τὸν τῶν ἑκατέρων συναγόμενον ἀριθμὸν ὕφειλον ἐννεά‐ δας, ὅσας ἐνδέχεται ὑφαιρεθῆναι παρ’ ἰδίᾳ ἑκάστου, ἕως ἂν κατα‐
15λειφθῇ ἀριθμὸς ἑκάτερος, ἤτοι ἔλαττον τῆς ἐννεάδος ἢ ἴσον (μεῖζον γὰρ οὐκ ἐνδέχεται), καὶ τὰ λοιπὰ σημειωσάμενος ἑκατέρους τοὺς ἀριθμοὺς σκόπει ἐν τῇ ὑποκειμένῃ πλινθίδι, καὶ γνώσῃ τὸν μέλ‐ λοντα νικᾶν ἢ ἡττᾶσθαι. Ὑποδείξεως χάριν· Ἕκτωρ, εʹβʹγʹηʹαʹ γίνονται ιθʹ. καὶ
20πάλιν τὸ ἕτερον· Πάτροκλε, ηʹαʹγʹ 〈αʹ〉 ζʹβʹγʹεʹ· γίνονται λʹ. Ἆρον τῶν μὲν ιθʹ δύο ἐννεάδας, καὶ μένει αʹ, τῶν δὲ λʹ τρεῖς
ἐννεάδας, καὶ μένουσι γʹ. ἐλθὲ οὖν ἐπὶ τὴν πλινθίδα, καὶ εὑρήσεις140

11.2

141

τὴν μίαν νικῶσαν τὰς γʹ. ἐὰν δὲ οἱ δικαζόμενοι ἰσόψηφοι γί‐ νωνται καὶ καταλειφθῇ αʹαʹ, ὁ ἐγκαλῶν νικᾷ, ἐπὶ δὲ τῶν ἀρτίων ὁ ἐγκαλούμενος.
ααʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.
5αβʹ αἱ βʹ νικῶσιν. αγʹ ἡ αʹ νικᾷ. αδʹ αἱ δʹ νικῶσιν. αεʹ ἡ αʹ νικᾷ. αϛʹ αἱ ϛʹ νικῶσιν.
10αζʹ ἡ αʹ νικᾷ αηʹ αἱ ηʹ νικῶσιν αθʹ ἡ αʹ νικᾷ. ββʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ πράττων. βγʹ αἱ γʹ νικῶσιν.
15βδʹ αἱ βʹ νικῶσιν. βεʹ αἱ εʹ νικῶσιν. βϛʹ αἱ βʹ νικῶσιν. βζʹ αἱ ζʹ νικῶσιν. βηʹ αἱ βʹ νικῶσιν.
20βθʹ αἱ θʹ νικῶσιν. γγʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. γδʹ αἱ δʹ νικῶσιν. γεʹ αἱ γʹ νικῶσιν. γϛʹ αἱ ϛʹ νικῶσιν.
25γζʹ αἱ γʹ νικῶσιν. γηʹ αἱ ηʹ νικῶσιν. γθʹ αἱ γʹ νικῶσιν. δδʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων. δεʹ αἱ εʹ νικῶσιν.
30δϛʹ αἱ ϛʹ νικῶσιν. δζʹ αἱ ζʹ νικῶσιν. δηʹ αἱ δʹ νικῶσιν. δθʹ αἱ θʹ νικῶσιν. εεʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος.
35εϛʹ αἱ ϛʹ νικῶσιν.141

11.2

142

εζʹ αἱ εʹ νικῶσιν. εηʹ αἱ ηʹ νικῶσιν. εθʹ αἱ εʹ νικῶσιν. ϛϛʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ νεώτερος.
5ϛζʹ αἱ ζʹ νικῶσιν. ϛηʹ αἱ ϛʹ νικῶσιν. ϛθʹ αἱ θʹ νικῶσιν. ζζʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. ζηʹ αἱ ηʹ νικῶσιν.
10
ζθʹ αἱ ζʹ νικῶσιν.
ηηʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων.
ηθʹ αἱ θʹ νικῶσιν.
θθʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. [
In margine superiore manu Constantini Lascaris:
14Ψήφισον τὰ ὀνόματα τῶν ἀνδρογύνων, καὶ εἰ μὲν ὦσι ζυγά, ἡ
15γυνὴ τελευτᾷ, εἰ δὲ μονά, ὁ ἀνήρ.] Περὶ ἀνδρογύνων, ἵνα γνῶς τὸν προτελευ‐ τῶντα αὐτῶν. Ψήφισον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ ἴδε τὴν ποσότητα τοῦ ἀριθμοῦ, καὶ ὅσον ἀναβῇ, ὕφειλον αὐτὰ διὰ τῶν θʹ, καὶ τὰ μένοντα ἐπάνω τῆς ἐννεάδος κράτει. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ
20ὀνόματος τῆς γυναικός· καὶ σμῖξον τὰ περισσότερα τῆς ἐννεάδος ἀμφότερων τῶν ὀνομάτων καὶ εἰ μέν εἰσι διπλᾶ, ἄνδρα προτελευ‐ τᾶν ἴσθι, εἰ δὲ ἁπλᾶ, τὴν γυναῖκα. Περὶ τοῦ μέλλοντος νικᾶν ἢ ἡττᾶσθαι. Ἀ‐ ρίθμησον τὰ ὀνόματα τῶν δύο μαχομένων· καὶ ἐὰν εὐρήσῃς τὸ
25ὄνομά σου νικῶν, νικήσεις τὴν μάχην· εἰ δὲ τοῦ μαχομένου σε, ἡττᾶσαι. Περὶ παραμονῆς. Ψήφισον τὸ ὄνομά σου καὶ τὸ ὄνομα
τοῦ ἄρχοντος, οὗ μέλλεις παραμεῖναι, καὶ ἐὰν εὑρήσῃς τὸ ὄνομά142

11.2

143

σου νικῶν, συμφέρει σοι παραμένειν, εἰ δὲ ἄρχοντος, οὐ συμφέρει σοι· μὴ παραμείνῃς. Περὶ πράξεώς τινος. Ὡσαύτως τὸ ὄνομά σου καὶ τὸ ὄνομα τοῦ ἄρχοντος ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου,
5συμφέρει, εἰ δὲ τοῦ ἄρχοντος, μόνον ζημιοῦσαι. Περὶ ὁδευόντων, ὁδοιπορούντων καὶ συμ‐ πορευομένων. Ψήφισον τὸ ὄνομά σου καὶ τοῦ συνοδεύον‐ τός σοι, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ μή, μὴ ὁδεύῃς μετ’ αὐτοῦ.
10 Περὶ κοινωνίας. Τὸ ὄνομά σου καὶ τοῦ κοινωνοῦντός σοι ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ τοῦ κοινωνοῦντός σοι, οὐ συμφέρει. Περὶ ἀποδημίας ἐκ πόλεως εἰς ἑτέραν πό‐ λιν. Ἀρίθμησον τὸ ὄνομά σου καὶ τῆς πόλεως, καὶ ἐὰν τὸ ὄνομά
15σου νικήσῃ, συμφέρει· εἰ δὲ τῆς πόλεως, οὐ συμφέρει. [In ima pagina manu Constantini Lascaris:
16 Περὶ γαμούντων. Ἀρίθμησον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, καὶ εἰ εἶεν ἀμφότερα ιβʹ ἢ ιδʹ, γίνεται τὸ συν‐ άλλαγμα καὶ τέξεται πρωτοτόκον κόρην καὶ ἡ γυνὴ προτελευτᾷ· ἐὰν δὲ ἄνισα ἔλθωσι, βιαίως γίνεται τὸ συνάλλαγμα, καὶ τέξεται
20πρωτοτόκον υἱὸν καὶ ὁ ἀνὴρ προτελευτᾷ. οἷον Νικηφόρος, Μα‐ ρία· ἄρτια ιδʹ. ἡ γυνὴ προτελευτᾷ. πάλιν Θεόδωρος καὶ Εἰρήνη· ιγʹ, ὁ ἀνὴρ προτελευτᾷ.] Περὶ ἀπωλείας. Ψήφισον τὸ ὄνομα τοῦ ἀπολέσαντος καὶ τοῦ ἀπολουμένου, καὶ ἐὰν νικᾷ ὁ ἀπολέσας, τὸ ἀπολεσθὲν
25εὑρεθήσεται· εἰ δὲ τοῦ ἀπολεσθέντος ὄνομα νικήσῃ, οὐχ εὑρεθή‐ σεται. Περὶ φυγάδος. Τὸ ὄνομα τοῦ φυγόντος ψήφισον καὶ τοῦ κυρίου αὐτοῦ, καὶ ἐὰν τὸ ὄνομα τοῦ κυρίου νικήσῃ, εὑρεθήσεται ὁ φυγών· εἰ δὲ τὸ τοῦ φυγάδος νικᾷ, οὐχ εὑρεθήσεται.
30 Περὶ ἐλευθερώσεως. Τὸ ὄνομα τοῦ δούλου καὶ τοῦ δεσπότου ψήφισον, καὶ ἐὰν τοῦ δούλου νικᾷ, ἐλευθεροῦται, εἰ δὲ τοῦ δεσπότου, οὐκ ἐλευθεροῦται.
Περὶ πράσεως δούλου. Ψήφισον τὸ ὄνομα τοῦ143

11.2

144

δούλου καὶ τοῦ δεσπότου, καὶ ἐὰν τοῦ δούλου νικήσῃ, οὐ πραθή‐ σεται. Περὶ γάμου, εἰ συμφέρει. Τὸ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ὄνομα ψηφίσας σκόπει· εἰ τὸ τοῦ ἀνδρὸς ὄνομα νικᾷ,
5συμφέρει, εἰ δὲ τῆς γυναικός, οὐ συμφέρει. Περὶ τοῦ γνῶναι τὸν κλέπτην ἐκ πολλῶν ὑπονοουμένων. Πάντων τῶν ὑπονοουμένων τὰ ὀνόματα ψήφισον, καὶ τῶν ἡττωμένων ἀνάπεμπε τοὺς νικῶντας καὶ πάλιν
10ζεῦξον, ἕως ** ὁ εἷς πάντα νικήσας, ἐκεῖνος ἐστὶν ὁ κλέπτης. Περὶ νοσοῦντος εἰ ζήσεται. Ψήφισον τὸ ὄνομα τοῦ ἀνθρώπου τοῦ νοσοῦντος, καὶ τὸ ὄνομα τοῦ θεοῦ τοῦ κυ‐ ριεύοντος τὴν ἡμέραν ἐν ᾗ ὑπέθετο ἢ ἐν ᾗ κατεκλίθη, καὶ ἐὰν νικᾷ τὸ ὄνομα τοῦ νοσοῦντος [καὶ] τὸ ἄοτρον τῆς ἡμέρας, ζήσεται· εἰ
15δὲ καὶ τὸ τοῦ θεοῦ ὄνομα νικήσει, τεθνήξεται. εἰ δὲ καὶ ἰσόψηφα καταντήσωσι τὰ δύο ὀνόματα, ταχέως ὑγιανεῖ, ἐὰν δὲ ἄζυγα, βραδέως. Περὶ τελευτῆς ἀδελφῶν. Ἀμφοτέρων τὰ ὀνόματα
20ψήφισον, ἑνὸς ἑκάστου παρ’ ἰδίαν, καὶ σύμβαλλε αὐτὰ ἐπὶ τὴν πλινθίδα καὶ εὑρήσεις προτελευτῶντα τὸν νικῶντα. Περὶ ξενιτεύοντος εἰ ἐρωτηθῇς. Ἴδε τὸ ζῴ‐ διον τὸ ἐπιπολεῦον τῷ μηνὶ τῆς ἐρωτήσεως καὶ τὸν πλανήτην τὸν ἐπιπολεύοντα τὴν ἡμέραν, καὶ ἐάν ἐστιν ὁ θεὸς αὐτῶν ἐν τῷ
25οἴκῳ αὐτοῦ, ὁ ἀπόδημος ταχέως ἔρχεται, εἰ δε ἔξωθεν ἐπὶ δυσ‐
μάς, ὁ ξένος ἢ ἀσθενεῖ ἢ ἐτελεύτησεν.144