TLG 0632 002 :: 〈PYTHAGORAS〉 :: Fragmenta

〈PYTHAGORAS〉 Phil.
(6–5 B.C.)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 157–159, 162–165, 168–174, 185–186.

  • Epigramma, p. 174: Dup. 0632 005
  • Epistulae, pp. 185–186 = Epist. Graec., p. 601

Citation: Page — (line)

157

(11t)

Ἀλειπτικὰ συγγράμματα157

158

(1t)

Δωρικά
4tἩλοθαλῆς
7tἹερὸς λόγος in hexameter
17 Diog. L. 8.7 (from Herakleides Lembos) ... δεύτερον τὸν Ἱερὸν λόγον οὖ ἡ ἀρχή·
ὦ νέοι, ἀλλὰ σέβεσθε μεθ’ ἡσυχίας τάδε πάντα.158

159

Porph. VP 40, quotation of three lines = Carm. aur. 40—42; πρὸ δὲ τῆς ἐξαναστάσεως ἐκεῖνα (sc. ἐπᾴδειν)· πρῶτα μὲν ἐξ ὕπνοιο μελίφρονος ἐξυπαναστὰς εὖ μάλ’ ὀπιπεύειν ὅς’ ἐν ἤματι ἔργα τελέσσεις.
6 Iambl. VP 144 ἔστι γὰρ παρ’ αὐτοῖς λεγόμενον ὅτι· ἄνθρωπος δίπος ἐστὶ καὶ ὄρνις καὶ τρίτον ἄλλο. τὸ γὰρ τρίτον Πυθαγόρας ἐστι ... περὶ δὲ τοὺς ὅρκους κτἑ., followed by a quotation of two lines = Carm. aur. 1—2.
10 Joh. Lydus De mens. 4.42 ὁ δὲ Ποντικὸς Ἡρακλείδης φησίν, ὡς εἴ τις τὸν κύαμον ἐν καινῇ θήκῃ ἐμβαλὼν ἀποκρύψει τῇ κόπρῳ ἐπὶ τεσσαράκοντα πάσας ἡμέρας, εἰς ὄψιν ἀνθρώπου σεσαρκωμένου μεταβαλόντα τὸν κύαμον εὑρήσει, καὶ διὰ τοῦτο τὸν ποιητὴν φάναι· ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων.
16 Eustath. Comm. Il. 13.589 p.948 γράφουσιν οἱ παλαιοὶ ὅτι τοὺς κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς οἷς καὶ λόγον φασὶν εἶναι ἱερὸν τοιοῦτον· διὰ τὸ ψυχῇς’ αἰζηῶν βάσιν ἔμμεναι ἠδ’ ἀναβαθμόν
20ἐξ Ἀίδαο δόμων, ὅταν αὐγὰς εἰσανίωσιν.
22Ps.—Plut. V. Hom. 154 ὁ δὲ Πυθαγόρας· φείδεο τῆς ζωῆς, μή μιν καταθυμοβορήσῃς. Sext. Adv. math. 9.128 ἔνθεν καὶ παρῄνουν οὗτοι οἱ φιλόσοφοι ἀπέχε‐
25σθαι τῶν ἐμψύχων καὶ ἀσεβεῖν ἔφασκον τοὺς ἀνθρώπους· βωμὸν ἐρεύθοντας μακάρων θερμοῖσι φόνοισι. Iambl. VP 162 τοιοῦτον δή ἐστι τὸ ἀρχὴ δέ τοι ἥμισυ παντός,
ἀπόφθεγμα Πυθαγόρου αὐτοῦ.159

162

(19)

Diog. L. 8.22—24 λέγεται παρεγγυᾶν αὐτὸν ἑκάστοτε τοῖς μαθηταῖς
20τάδε λέγειν εἰς τὸν οἶκον εἰσιοῦσι· πῇ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; σφάγιά τε θεοῖς προσφέρειν κωλύειν, μόνον δὲ τὸν ἀναίμακτον βωμὸν προσκυνεῖν. μηδ’ ὀμνύναι θεούς· ἀσκεῖν γὰρ αὑτὸν δεῖν ἀξιόπιστον παρέχειν. τούς τε πρεσβυ‐ τέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν
25κόσμῳ μὲν ἀνατολὴν δύσεως, ἐν βίῳ δ’ ἀρχὴν τελευτῆς, ἐν ζωῇ δὲ γένεσιν φθορᾶς. καὶ θεοὺς μὲν δαιμόνων προτιμᾶν, ἥρωας δ’ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις θ’ ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δ’ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι· νόμῳ βοηθεῖν, ἀνομίᾳ πολ‐
εμεῖν· φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, [ἀλλὰ] μηδὲ ζῷον ὃ μὴ βλάπτει162

163

ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι μήτε γέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν, ὁδοιπορίης ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι, μνήμην ἀσκεῖν, ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν, μαντικὴν πᾶσαν τιμᾶν, ᾠδαῖς χρῆσθαι πρὸς λύραν ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον χάριν ἔχειν.
5τῶν δὲ κυάμων ἀπηγόρευεν ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ· καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι τὰς γαστέρας, μὴ παραληφθέντας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας καὶ ἀταράχους
ἀποτελεῖν.163

164

(1t)

Ἱερὸς λόγος or (Λόγος) περὶ θεῶν in Doric
2tprose
3 Iambl. VP 146 οὐκέτι δὲ οὖν ἀμφίβολον γέγονε τὸ τὰς ἀφορμὰς παρὰ Ὀρφέως λαβόντα Πυθαγόραν συντάξαι τὸν περὶ θεῶν λόγον, ὃν καὶ ἱερὸν
5διὰ τοῦτο ἐπέγραψεν ..., εἴτε ὄντως τοῦ ἀνδρός, ὡς οἱ πλεῖστοι λέγουσι, σύγ‐ γραμμά ἐστιν, εἴτε Τηλαύγους (q.v.) ... λέγει γάρ· 〈Λόγοσ〉 ὅδε περὶ θεῶν Πυθαγόρα τῶ Μνημάρχω, τὸν ἐξέμαθον ὀργιασθεὶς ἐν Λιβήθροις τοῖς Θρᾳκίοις, Ἀγλαοφάμω τελεστᾶ μεταδόντος, ὡς ἄρα Ὀρφεὺς ὁ Καλλι‐ όπας κατὰ τὸ Πάγγαιον ὄρος ὑπὸ τᾶς ματρὸς πινυσθεὶς ἔφα, τὰν
10ἀριθμῶ οὐσίαν ἀίδιον εἶμεν ἀρχὰν προμαθεστάταν τῶ παντὸς ὠρανῶ καὶ γᾶς καὶ τᾶς μεταξὺ φύσιος, ἔτι δὲ καὶ θείων καὶ θεῶν καὶ δαιμόνων διαμονᾶς ῥίζαν.
27 Syrian. CAG 6.1 p.123 Kroll πῶς δ’ ἂν αὐτὸς μὲν Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ διαρρήδην μορφῶν καὶ ἰδεῶν κράντορα τὸν ἀριθμὸν ἔλεγεν εἶναι καὶ θεῶν 〈καὶ〉 δαιμόνων αἴτιον καὶ τῷ πρεσβίστῳ καὶ κρατισ‐
30τεύοντι τεχνίτᾳ θεῷ κανόνα καὶ λόγον τεχνικόν, νοῦν τε καὶ στάθμαν ἀκλινεστάταν τὸν ἀριθμὸν ὑπεῖμεν συστάσιός τε καὶ γενέσιος τῶν
πάντων.164

165

Iambl. in Nicom. arithm. introd. p.10 Pistelli Πυθαγόρας δὲ (sc. φησὶν τὸν ἀριθμὸν εἶναι) ἔκτασιν καὶ ἐνέργειαν τῶν ἐν μονάδι σπερματικῶν λόγων, ἢ ἑτέρως τὸ πρὸ πάντων ὑποστὰν ἐν θείῳ νῷ ἀφ’ οὗ καὶ ἐξ οὗ πάντα συντέτακται καὶ μένει τάξιν ἄλυτον διηριθμημένα.
6 Ps.—Iambl. Theol. arithm. p.21 De F. εἰ δὲ τῶν ὄντων εἶδος ὁ ἀριθμός, ἀριθμοῦ δὲ τὰ ῥιζώματα καὶ οἱονεὶ στοιχεῖα οἱ μέχρι τετράδος ὅροι, εἴη ἂν ἐν τούτοις τὰ προλεχθέντα ἰδιώματα καὶ αἱ τῶν τεσσάρων ἐπιστημῶν ἐμφάσεις ... καθὼς ἐν τῷ δηλουμένῳ περὶ θεῶν συγγράμματι ὁ Πυθαγόρας
10οὕτω διορίζεται· τέσσαρες μὲν καὶ ταὶ σοφίας ἐπιβάθραι, ἀριθμητικὰ μωσικὰ γεωμετρία σφαιρικά, αʹ βʹ γʹ δʹ τεταγμέναι. καὶ Κλεινίας κτἑ.
23 Joh. Lydus De mens. 2.9 αὐτῷ (sc. τῷ Ἑρμῇ) τοίνυν τὴν τετράδα οἱ φιλοσοφοῦντες ἀνέθεντο ὡς ἐφόρῳ τῶν μιγάδων ψυχῶν· τὰ γὰρ τῆς ψυχῆς
25στηρίγματα τέσσαρά ἐστι, νοῦς ἐπιστήμη δόξα αἴσθησις. ψυχὰ γὰρ ἀνθρώ‐
που, φησὶν ὁ Πυθαγόρας, ἔστι τετράγωνον εὐθυγώνιον.165

168

(13t)

Καθαρμοί
17tΚατάβασις εἰς Ἅιδου
27tΚοπίδες
28Diog. L. 8.8 αὐτοῦ (sc. τοῦ Πυθαγόρου) λέγουσι καὶ τὰς Κοπίδας, οὗ ἡ
ἀρχή· Μὴ ἀναδίδευ μηδενί.168

169

(1t)

Κρότων
4tΛόγος πρὸς Ἄβαριν169

170

(7t)

Λύσις ψυχῆς
9tΜυστικὸς λόγος
12tὍρκος
13 Aet. 1.3.8 (Vors. 18 p.455) διὸ καὶ ἐπεφθέγγοντο οἱ Πυθαγόρειοι ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος·
15οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν παγὰν ἀενάου φύσεως ῥίζωμά τ’ ἔχουσαν.
17tΠαιδευτικόν, πολιτικόν, φυσικόν
18Diog. L. 8.6 Ἡράκλειτος γοῦν ὁ φυσικὸς (Vors.B 129) μονονουχὶ
κέκραγε καί φησι· ‘Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα170

171

πάντων. καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑαυτοῦ σοφίην, πολυμαθείην, κακοτεχνίην.‘ οὕτω δ’ εἶπεν, ἐπειδήπερ ἐναρχόμενος ὁ Πυθαγόρας τοῦ Φυσικοῦ συγγράμματος λέγει ὧδε· οὐ μὰ τὸν ἀέρα, τὸν ἀναπνέω, οὐ μὰ τὸ ὕδωρ, τὸ πίνω, οὔ κοτ’ οἴσω ψόγον περὶ τοῦ λόγου τοῦδε.
5γέγραπται δὲ τῷ Πυθαγόρᾳ συγγράμματα τρία, Παιδευτικόν, Πολιτικόν, Φυσικόν. Diog. L. 8.9 ἐν δὲ τοῖς τρισὶ συγγράμμασι τοῖς προειρημένοις φέρεται Πυθαγόρου τάδε καθολικῶς. οὐκ ἐᾷ εὔχεσθαι ὑπὲρ αὑτῶν διὰ τὸ μὴ εἰδέναι τὸ συμφέρον. τὴν μέθην ἓν ἀνθ’ ἑνὸς βλάβην καλεῖ καὶ πλησμονὴν πᾶσαν ἀπο‐
10δοκιμάζει, λέγων μὴ παραβαίνειν μήτε τῶν πόνων μήτε τῶν σιτίων μηδένα τὴν συμμετρίαν. καὶ περὶ ἀφροδισίων δέ φησιν οὕτως· ἀφροδίσια χειμῶνος ποιέεσθαι, μὴ θέρεος· φθινοπώρου δὲ καὶ ἦρος κουφότερα, βαρέα δὲ πᾶσαν ὥρην καὶ ἐς ὑγιείην οὐκ ἀγαθά. ἀλλὰ καί ποτε ἐρωτηθέντα πότε δεῖ πλησιάζειν, εἰπεῖν· ὅταν βούλῃ γενέσθαι αὑτοῦ ἀσθενέστερος.
15διαιρεῖται δὲ καὶ τὸν τοῦ ἀνθρώπου βίον οὕτως· παῖς εἴκοσι ἔτεα, νεηνίσκος εἴκοσι, νεηνίης εἴκοσι, γέρων εἴκοσι. αἱ δὲ ἡλικίαι πρὸς τὰς ὥρας ὧδε σύμμετροι· παῖς ἔαρ, νεηνίσκος θέρος, νεηνίης φθινόπωρον, γέρων χειμών. ἔστι δ’ αὐτῷ ὁ μὲν νεηνίσκος μειράκιον, ὁ δὲ νεηνίης ἀνήρ.
20 Diog. L. 8.14 ἀλλὰ καὶ αὐτὸς (sc. ὁ Πυθαγόρας) ἐν τῇ γραφῇ φησι· δι’ ἑκκαίδεκα καὶ διηκοσίων ἐτέων
ἐξ Ἀίδεω παραγεγενῆσθαι ἐς ἀνθρώπους.171

172

(6)

Schol. E in Od. 1.371 τοῦτο κατὰ τὸν Πυθαγόρου λόγον· ἐκεῖνος γάρ φησιν ὡς ἔξω γενόμενος τοῦ σώματος ἀκήκοα ἐμμελοῦς ἁρμονίας.
8tΠερὶ τῆς Ἐρυθρᾶς θαλάττης
14tΠερὶ εὐσεβείας
17tΠερὶ τοῦ ὅλου172

173

(1t)

Περὶ Ὁμήρου
5tΠερὶ ψυχῆς
7tὝμνος εἰς ἀριθμόν
8 Prokl. in Tim. 39e, 3 p.107 D., cf. 28c, 1 p.316 D. (Syrian. CAG 6.1.106 Kr.; Orph. fr. 315 Kern) ... πρόεισι γὰρ ὁ θεῖος ἀριθμός, ὥς
10φησιν ὁ Πυθαγόρειος εἰς αὐτὸν ὕμνος, μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, ἔστ’ ἂν ἵκηται τετράδα ἐπὶ ζαθέην· ἣ δὴ τέκε μητέρα πάντων, πανδοχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν, ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν.
15 Iambl. VP 162 (Orph. fr. 317 Kern) ... βραχυλογίᾳ τινὶ ... οἷόνπερ καὶ ἐν τῷ· ἀριθμῷ δέ τε παντ’ ἐπέοικεν,
ὃ δὴ πυκνότατα πρὸς ἅπαντας ἀπεφθέγγετο (sc. ὁ Πυθαγόρας).173

174

(7t)

Epigram on Zeus’ tomb
8 Porph. VP 17 εἰς δὲ τὸ Ἰδαῖον καλούμενον ἄντρον καταβὰς (sc. ὁ Πυθαγόρας) ἔρια ἔχων μέλανα τὰς νομιζομένας τρὶς ἐννέα ἡμέρας ἐκεῖ διέτριψεν
10καὶ καθήγισεν τῷ Διὶ τόν τε στορνύμενον αὐτῷ κατ’ ἔτος θρόνον ἐθεάσατο, ἐπίγραμμά τ’ ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας ‘Πυθαγόρας τῷ Διί‘, οὗ ἡ ἀρχή· ὧδε θανὼν κεῖται Ζάν, ὃν Δία κικλήσκουσιν.
18tMonotheistic poem
19Justin. Mart. de monarch. 2, 2 p.134 Otto3 κοινωνεῖ δ’ αὐτῷ (sc.
20Ὀρφεῖ) καὶ Πυθαγόρας ἐν οἷς γράφει· εἴ τις ἐρεῖ ‘Θεός εἰμι πάρεξ ἑνόσ‘, οὗτος ὀφείλει κόσμον ἴσον τούτῳ στήσας εἰπεῖν ‘Ἐμὸς οὗτος·‘ κοὐχὶ μόνον στήσας εἰπεῖν ‘Ἐμόσ‘, ἀλλὰ κατοικεῖν
αὐτὸς ἐν ᾧ πεποίηκε· πεποίηται δ’ ὑπὸ τούτου.174

185

(1t)

Letters
2 Correspondence with Anaximenes. Diog. L. 2.5 Ἀναξιμένης Πυθαγόρῃ. Εὐβουλότατος ἦς ἡμέων, μεταναστὰς ἐκ Σάμου ἐς Κρότωνα, ἐνθάδε εἰρηνεῖς. οἱ δὲ Αἰακέος παῖδες ἄλαστα κακὰ ἔρδουσι καὶ Μιλησίους οὐκ ἐπιλεί‐
5πουσι αἰσυμνῆται. δεινὸς δὲ ἡμῖν καὶ ὁ Μήδων βασιλεύς, οὐκ ἤν γε ἐθέλωμεν δασμοφορέειν· ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆς ἐλευθερίης ἁπάντων Ἴωνες Μήδοις κατίστασθαι ἐς πόλεμον· καταστᾶσι δὲ οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης. κῶς ἂν οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δου‐ λοσύνης; σὺ δὲ εἶ καταθύμιος μὲν Κροτωνιήτῃσι, καταθύμιος δὲ καὶ τοῖσι
10ἄλλοισι Ἰταλιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνῶται καὶ ἐκ Σικελίης. Diog. L. 8.49 (Hercher, Epistol. Gr. p.601) Πυθαγόρας Ἀναξιμένει. Καὶ σύ, ὦ λῷστε, εἰ μηδὲν ἀμείνων ἦς Πυθαγόρεω γενεήν τε καὶ κλέος, μεταναστὰς ἂν οἴχεο ἐκ Μιλήτου· νῦν δὲ κατερύκει σε ἡ πατρόθεν εὔκλεια, καὶ ἐμέ τε ἂν κατείρυκεν Ἀναξιμένει ἐοικότα. εἰ δὲ ὑμεῖς οἱ ὀνήιστοι τὰς πόλιας
15ἐκλείψητε, ἀπὸ μὲν αὐτέων ὁ κόσμος αἱρεθήσεται, ἐπικινδυνότερα δ’ αὐτῇσι τὰ ἐκ Μήδων. οὔτε δὲ αἰεὶ καλὸν αἰθερολογεῖν, μελεδωνόν τε εἶναι τῇ πατρίδι κάλλιον. καὶ ἐγὼ δὲ οὐ πάντα περὶ τοὺς ἐμεωυτοῦ μύθους, ἀλλὰ καὶ ἐν πολέμοις, οὓς διαφέρουσιν εἰς ἀλλήλους Ἰταλιῶται. To Hieron. Hercher, Epistologr. Gr. p.601 Πυθαγόρας Ἱέρωνι.
20Ἀσφαλὴς ὁ ἐμὸς βίος καὶ ἡσύχιος, ὁ δὲ σὸς κατ’ οὐδὲν ἐμοὶ προσπελάζει. μέτριος ἀνὴρ καὶ λιποδεὴς Σικελικῆς τραπέζης οὐδὲν προσδεῖται. πάντ’ ἔχει Πυθαγόρας ἱκανὰ τὰ καθ’ ἡμέραν, οὗ ἂν ἔλθῃ· θεραπεία δὲ δυνάστου βαρὺ καὶ ἐπαχθὲς τῷ μὴ εἰθισμένῳ. μέγα καὶ ἀσφαλὲς αὐτάρκεια· οὔτε γὰρ ἔχει τὸν φθονήσοντα οὔτε τὸν ἐπιβουλεύ‐
25σοντα. διὸ καὶ δοκεῖ εἶναι ἐγγυτάτω θεοῦ ἡ διαγωγή. διάθεσις ἀγαθὴ οὐ γεννᾶται ὑπὸ ἀφροδισίων οὐδὲ ὑπὸ ἐδεσμάτων, ἀλλ’ ὑπὸ ἐνδείας ἀγούσης πρὸς ἀνδρὸς ἀρετήν· ἡδοναὶ δὲ ποικίλαι καὶ ἀκρατεῖς δουλοῦνται ψυχὰς ἀσθενῶν ἀνθρώπων, πολὺ δὲ μάλιστα ὧν νῦν σὺ ἀπολαύεις.
διὸ καὶ ἐπιδοὺς σεαυτὸν εἰς τὰ τοιαῦτα αἰωρῇ [γὰρ] καὶ οὐ δύνασαι185

186

σώζεσθαι· λόγος γὰρ ὁ παρὰ σοῦ οὐκ ἐναντιοῦται τοῖς ἀσυμφόροις. μὴ οὖν κάλει Πυθαγόραν συμβιώσοντά σοι· οὐδὲ γὰρ ἰατροὶ αἱροῦνται τοῖς νοσοῦσι συγκάμνειν.
4tIndeterminable:
5 Ps.—Justin. Mart. Cohort. ad gentes 19, 2 p.68—70 Otto3 ὁ δὲ τοῦ Μνησάρχου Πυθαγόρας, ὁ τὰ δόγματα τῆς ἑαυτοῦ φιλοσοφίας διὰ συμβόλων μυστικῶς ἐκθέμενος, ὡς δηλοῦσιν οἱ τὸν βίον αὐτοῦ γεγραφότες, ἄξια καὶ αὐτὸς τῆς εἰς Αἴγυπτον ἀποδημίας περὶ ἑνὸς θεοῦ φρονῶν φαίνεται. τὴν γὰρ μονάδα ἀρχὴν ἁπάντων λέγων καὶ ταύτην τῶν ἀγαθῶν ἁπάντων αἰτίαν εἶναι, δι’ ἀλληγο‐
10ρίας ἕνα τε καὶ μόνον διδάσκει θεὸν εἶναι. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, δῆλον ἀφ’ ὧν μονάδα καὶ ἓν πολλῷ διαφέρειν ἀλλήλων ἔφη. τὴν μὲν γὰρ μονάδα ἐν τοῖς νοητοῖς εἶναι λέγει, τὸ δὲ ἓν ἐν τοῖς ἀριθμοῖς. εἰ δὲ καὶ σαφεστέραν ἀπόδειξιν περὶ ἑνὸς θεοῦ τῆς Πυθαγόρου δόξης ποθεῖτε γνῶναι, ἀκούσατε καὶ τῆς αὐτοῦ δόξης. οὕτω γὰρ ἔφη· ὁ μὲν θεὸς εἷς, αὐτὸς δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν,
15ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ’ ἐν ἑαυτῷ ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπισκοπῶν πάσας τὰς γενέσιάς ἐστι, κρᾶσις ἐὼν τῶν ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμιων καὶ ἔργων, ἀρχὰ πάντων, ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶν ὅλων, κύκλων ἁπάντων
κίνασις. οὕτω μὲν οὖν ὁ Πυθαγόρας.186