TLG 0632 001 :: 〈PYTHAGORAS〉 :: Carmen aureum

〈PYTHAGORAS〉 Phil.
(6–5 B.C.)

Carmen aureum

Source: Young, D. (post E. Diehl) (ed.), Theognis. Leipzig: Teubner, 1971: 86–94.

Citation: (Line)

t1ΠΥΘΑΓΟΡΙΚΑ
t2ΧΡΥΣΑ ΕΠΗ
1 Ἀθανάτους μὲν πρῶτα θεούς, νόμωι ὡς διάκειται, τίμα καὶ σέβου ὅρκον. ἔπειθ’ ἥρωας ἀγαυούς
τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων σούς τε γονεῖς τίμα τούς τ’ ἄγχιστ’ ἐγγεγαῶτας·86
5τῶν δ’ ἄλλων ἀρετῆι ποιεῦ φίλον ὅστις ἄριστος. πραέσι δ’ εἶκε λόγοις’ ἔργοισί τ’ ἐπωφελίμοισι. μηδ’ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς, ὄφρα δύνηι· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει. Ταῦτα μὲν οὕτως ἴσθι, κρατεῖν δ’ εἰθίζεο τῶνδε,
10γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου λαγνείης τε καὶ θυμοῦ. πρήξηις δ’ αἰσχρόν ποτε μήτε μετ’ ἄλλου μήτ’ ἰδίηι· πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν. εἶτα δικαιοσύνην ἀσκεῖν ἔργωι τε λόγωι τε,
μηδ’ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε,87
15ἀλλὰ γνῶθι μέν, ὡς θανέειν πέπρωται ἅπασιν, χρήματα δ’ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ’ ὀλέσθαι. ὅσσα δὲ δαιμονίαισι τύχαις βροτοὶ ἄλγε’ ἔχουσιν, ἣν ἂν μοῖραν ἔχηις, ταύτην φέρε μὴ δ’ ἀγανάκτει. ἰᾶσθαι δὲ πρέπει καθ’ ὅσον δύνηι, ὧδε δὲ φράζευ·
20οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ Μοῖρα δίδωσιν. Πολλοὶ δ’ ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοί προσπίπτους’, ὧν μήτ’ ἐκπλήσσεο μήτ’ ἄρ’ ἐάσηις εἴργεσθαι σαυτόν. ψεῦδος δ’ ἤν πέρ τι λέγηται, πράως εἶχ’. ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω·
25μηδεὶς μήτε λόγωι σε παρείπηι μήτε τι ἔργωι πρῆξαι μηδ’ εἰπεῖν, ὅ τί τοι μὴ βέλτερόν ἐστιν. Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται·
δειλοῦ τοι πράσσειν τε λέγειν τ’ ἀνόητα πρὸς ἀνδρός. ἀλλὰ τάδ’ ἐκτελέειν, ἅ σε μὴ μετέπειτ’ ἀνιήσει.88
30πρᾶσσε δὲ μηδὲ ἓν ὧν μὴ ἐπίστασαι, ἀλλὰ διδάσκευ ὅσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις. οὐ δ’ ὑγιείας τῆς περὶ σῶμ’ ἀμέλειαν ἔχειν χρή, ἀλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμνασίων τε ποιεῖσθαι. μέτρον δὲ λέγω τόδ’, ὃ μή ς’ ἀνιήσει.
35εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον ἄθρυπτον καὶ πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει. μὴ δαπανᾶν παρὰ καιρὸν ὁποῖα καλῶν ἀδαήμων μηδ’ ἀνελεύθερος ἴσθι. μέτρον δ’ ἐπὶ πᾶσιν ἄριστον.
πρᾶσσε δὲ ταῦθ’, ἅ σε μὴ βλάψει, λόγισαι δὲ πρὸ ἔργου.89
40 Μὴ δ’ ὕπνον μαλακοῖσιν ἐπ’ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν· ‘πῆι παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;‘ ἀρξάμενος δ’ ἀπὸ πρώτου ἐπέξιθι καὶ μετέπειτα
δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπευ.90
45ταῦτα πόνει, ταῦτ’ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει ναὶ μὰ τὸν ἁμετέραι ψυχᾶι παραδόντα τετρακτύν,
παγὰν ἀενάου φύσεως. Ἀλλ’ ἔρχευ ἐπ’ ἔργον91
49θεοῖσιν ἐπευξάμενος τελέσαι. τούτων δὲ κρατήσας

(50)

γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τ’ ἀνθρώπων σύστασιν, ἧι τε ἕκαστα διέρχεται, ἧι τε κρατεῖται. γνώσηι δ’, ἣ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην, ὥστε σε μήτε ἄελπτ’ ἐλπίζειν μήτε τι λήθειν.
γνώσηι δ’ ἀνθρώπους αὐθαίρετα πήματ’ ἔχοντας92
55τλήμονας, οἵτ’ ἀγαθῶν πέλας ὄντων οὔτ’ ἐσορῶσιν οὔτε κλύουσι, λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν. τοίη Μοῖρα βροτῶν βλάπτει φρένας· οἱ δὲ κύλινδροι ἄλλοτ’ ἐπ’ ἄλλα φέρονται ἀπείρονα πήματ’ ἔχοντες. λυγρὰ γὰρ συνοπαδὸς Ἔρις βλάπτουσα λέληθεν
60σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν. Ζεῦ πάτερ, ἦ πολλῶν γε κακῶν λύσειας ἅπαντας, εἰ πᾶσιν δείξαις, οἵωι τωι δαίμονι χρῶνται. ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν, οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.
65ὧν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.
ἀλλ’ εἴργου βρωτῶν ὧν εἴπομεν ἔν τε Καθαρμοῖς ἔν τε Λύσει ψυχῆς, κρίνων καὶ φράζευ ἕκαστα ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.93
70ἢν δ’ ἀπολείψας σῶμα ἐς αἰθέρ’ ἐλεύθερον ἔλθηις,
ἔσσεαι ἀθάνατος θεὸς ἄμβροτος, οὐκέτι θνητός.94