TLG 0630 002 :: PHERECYDES :: Fragmenta

PHERECYDES Myth. Phil.
(Syrius: 6 B.C.)

Cf. et PHERECYDIS EPISTULA (1585)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn. Berlin: Weidmann, 1951 (repr. Dublin/Zurich: Weidmann, 1966): 47–51.

frr. 1–14

Citation: Fragment — (line)

1

DIOG. I 119 [S. I 44, 7] Ζὰς μὲν καὶ Χρόνος ἦσαν ἀεὶ καὶ Χθονίη· Χθονίηι δὲ ὄνομα ἐγένετο Γ, ἐπειδὴ αὐτῆι Ζὰς γῆν γέρας διδοῖ. Vgl. HEROD. π. μον. λέξ. p. 6, 15 καὶ γὰρ Δίς καὶ Ζήν καὶ Δήν καὶ
5Ζάς παρὰ Φερεκύδηι κατὰ κίνησιν ἰδίαν.

1a

ACHILL. Isag. 3 (31, 28 Maass) Θαλῆς δὲ ὁ Μιλήσιος καὶ Φ. ὁ Σύριος ἀρχὴν τῶν ὅλων τὸ ὕδωρ ὑφίστανται, ὃ δὴ καὶ Χάος καλεῖ ὁ Φ., ὡς εἰκὸς τοῦτο ἐκλεξάμενος παρὰ τοῦ Ἡσιόδου οὕτω λέγοντος [Th. 116] ‘ἤτοι μὲν πρώτιστα Χάος γένετο‘.

2

GRENFELL—HUNT GREEK PAPYR. Ser. II n. 11 p. 23 αὐτῶι ... φᾶρος. CLEM. Str. VI 9 (II 428, 19 St.) αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ‘ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα
5σθένος Ὠκεανοῖο‘ [Σ 483. 607] Φ. ὁ Σύριος λέγει· ‘Ζὰς ... δώματα‘. VI 53 (II 459, 4) aus Isidoros ... ἵνα μάθωσι τί ἐστιν ἡ ὑπόπτερος δρῦς καὶ τὸ ἐπ’ αὐτῆι πεποικιλμένον φᾶρος, πάντα ὅσα Φ. ἀλλη‐ γορήσας ἐθεολόγησεν λαβὼν ἀπὸ τῆς τοῦ Χὰμ προφητείας τὴν
ὑπόθεσιν.47
10 col. 1 αὐ〉τῶι ποιοῦσιν τὰ οἰκία πολλά τε καὶ μεγάλα. ἐπεὶ δὲ ταῦτα ἐξετέλεσαν πάντα καὶ χρήματα καὶ θερά‐ ποντας καὶ θεραπαίνας καὶ τἆλλα ὅσα δεῖ πάντα, ἐπεὶ δὴ πάντα ἑτοῖμα γίγνεται, τὸν γάμον ποιεῦσιν. κἀπειδὴ τρίτη ἡμέρη γίγνεται τῶι γάμωι, τότε Ζὰς ποιεῖ φᾶρος
15μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῶι ποικίλλει Γῆν καὶ Ὠγη‐ νὸν καὶ τὰ Ὠγηνοῦ δώματα ... col. 2 βουλόμενοσ〉 γὰρ σέο τοὺς γάμους εἶναι τούτωι
ϛ σε τιμ. σὺ δέ μοι χαῖρέ τε καὶ σύνισθι. ταῦτά φασιν ἀνακαλυπτήρια πρῶτον γενέσθαι· ἐκ τούτου δὲ ὁ νόμος
20ἐγένετο καὶ θεοῖσι καὶ ἀνθρώποισιν. ἡ δέ μι〈ν ἀμείβε〉ται δεξαμ〈ένη εὑ τὸ φᾶ〉ρος ...

3

PROCL. in Tim.32c; II 54, 28 Diehl ὁ Φ. ἔλεγεν εἰς Ἔρωτα μεταβεβλῆσθαι τὸν Δία μέλλοντα δημιουργεῖν, ὅτι δὴ τὸν κόσμον ἐκ τῶν ἐναντίων συνιστὰς εἰς ὁμολογίαν καὶ φιλίαν ἤγαγε καὶ ταυ‐
τότητα πᾶσιν ἐνέσπειρε καὶ ἕνωσιν τὴν δι’ ὅλων διήκουσαν.48

4

ORIG. c. Cels. VI 42 [II 111, 13 K.] Φερεκύδην δὲ πολλῶι ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιεῖν στρατείαν στρατείαι παραταττομένην καὶ τῆς μὲν ἡγεμόνα Κρόνον 〈ἀπο〉διδό‐ ναι, τῆς ἑτέρας δ’ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν,
5συνθήκας τε αὐτοῖς γίγνεσθαι, ἵν’ ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ’ ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια θεο‐ μαχεῖν ἀπαγγελλομένους, καὶ τὰ παρ’ Αἰγυπτίοις περὶ Τυφῶνος καὶ
10Ὥρου καὶ Ὀσίριδος. PHILO BYBL. [Eus. P. E I 10, 50] παρὰ Φοινίκων δὲ καὶ Φ. λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρ’ αὐτῶι λεγομένου Ὀφιονέως θεοῦ καὶ τῶν Ὀφιονιδῶν. TERT. de coron. 7 Saturnum Ph. ante omnes refert coronatum, Iovem Diodorus [VI 4] post devictos Titanas.

5

ORIG. c. Cels. VI 42 [II 112, 20 K.] καὶ διηγούμενός γε τὰ Ὁμηρικὰ ἔπη [A 590 O 18] φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι, ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν
5διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεός, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταί, τούτους ἀπορριπτεῖ κολά‐ ζων αὐτοὺς τῆι δεῦρο ὁδῶι. ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοη‐ θέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τὸ ‘κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δ’ αὐτὴν
10θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλα· ἔνθα Ζεὺς ἐκ‐ βάλλει θεῶν ὅταν τις ἐξυβρίσηι‘. τῶν τοιούτων δέ φησιν ἔχε‐
σθαι νοημάτων καὶ τὸν [περὶ] τῆς Ἀθηνᾶς πέπλον ἐν τῆι πομπῆι τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γάρ, φησίν, ἀπ’ αὐτοῦ, ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνο‐49
15μένων τῶν γηγενῶν.

6

PORPH. de antr. Nymph. 31 τοῦ Συρίου Φερεκύδου μυχοὺς καὶ βόθρους καὶ ἄντρα καὶ θύρας καὶ πύλας λέγοντος καὶ διὰ τούτων αἰνιττομένου τὰς τῶν ψυχῶν γενέσεις καὶ ἀπογενέσεις ... PROCL. in Tim. 29A; I 333, 28 D. τῶν παλαιῶν ἄντρον καλούντων
5τὸν κόσμον καὶ φρουρὰν [44 B 15] καὶ σπήλαιον ...

7

PSEUDOGAL. [d. i. PORPHYR.] ad Gaurum ed. Kalbfl. [Abh. Berl. Ak. 1895] S. 34, 26 κἀνταῦθα πολὺς ὁ Νουμήνιος καὶ οἱ τὰς Πυθαγόρου ὑπονοίας ἐξηγούμενοι, καὶ τὸν παρὰ μὲν τῶι Πλάτωνι [rep. X 621 A] ποταμὸν Ἀμέλητα, παρὰ δὲ τῶι Ἡσιόδωι καὶ τοῖς
5Ὀρφικοῖς τὴν Στύγα, παρὰ δὲ τῶι Φερεκύδηι τὴν ἐκροὴν ἐπὶ τοῦ σπέρματος ἐκδεχόμενοι.

8

SCHOL. APOLL. Rhod. I 645 Φ. δέ φησιν ὅτι δῶρον εἶχε παρὰ τοῦ Ἑρμοῦ ὁ Αἰθαλίδης τὸ τὴν ψυχὴν αὐτοῦ ποτὲ μὲν ἐν Ἅιδου ποτὲ δὲ ἐν τοῖς ὑπὲρ τὴν γῆν τόποις εἶναι.

9

HEROD. π. μον. λέξ. p. 7, 4 εἰ δέ τις λέγει ‘καὶ ἡ Ῥέα Ῥῆ κέκληται ὑπὸ τοῦ Συρίου‘, ἴστω ὅτι αὐτοῦ ἴδιος ἡ χρῆσις.

10

APOLL. de pron. p. 65, 15 Schn. καὶ Φ. ἐν τῆι Θεο‐ λογίαι καὶ ἔτι Δημόκριτος [68 B 13] ... συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέο.

11

p. 93. 1 ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας [näml. ἡμεῖς, ὑμεῖς, σφεῖς] παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημό‐ κριτον [68 B 29a]. Φερεκύδην, Ἑκαταῖον [FGrHist. 1 F 360 I 45].

12

DIOG. I 119 [A 1] ἔλεγέ τε ὅτι οἱ θεοὶ τὴν τράπεζαν
θυωρὸν καλοῦσιν.50

13

PHILOD. de piet. 47a 14 p. 19 G. [vgl. 3 B 5] οἱ δὲ Δία καὶ Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν, Πίν〈δαροσ〉 δ’ 〈ἐκ〉 Κυβέ〈λης μ〉ητρὸς ἐν τῶι ὕμν〉ωι 〈εἰσ〉 Κυβέ〈λαν〉 ματέρα [fr. 80 Schr.2], Φερε〈κύδησ〉 δ’ ὁ 〈Σύ〉ριος ...

13a

PLUTARCH. de fac i. orb. lun. 24 p. 938 B εἰ μὴ νὴ Δία φήσομεν, ὥσπερ ἡ Ἀθηνᾶ τῶι Ἀχιλλεῖ νέκταρός τι καὶ ἀμβροσίας ἐνέσταξε μὴ προσιεμένωι τροφήν, οὕτω τὴν σελήνην, Ἀθηνᾶν λεγομένην καὶ οὖσαν, τρέφειν τοὺς ἄνδρας ἀμβροσίαν ἀνιεῖσαν
5αὐτοῖς ἐφημέριον, ὡς Φερεκύδης ὁ παλαιὸς οἴεται σιτεῖσθαι τοὺς θεούς.

14

LAUR. LYD. II 7 τόλμαν δὲ καὶ οἱ περὶ Φερεκύδην ἐκάλεσαν τὴν δυάδα
καὶ ὁρμὴν καὶ δόξαν καλοῦσιν, ὅτι τὸ ἀληθὲς καὶ ψευδὲς ἐν δόξηι ἐστί.51