TLG 0628 003 :: Gaius MUSONIUS RUFUS :: Epistulae spuriae Gaius MUSONIUS RUFUS Phil. Epistulae spuriae Source: Hense, O. (ed.), C. Musonii Rufi reliquiae. Leipzig: Teubner, 1905: 137–143. Citation: Epistle — section — (line) | ||
1.1 | Καὶ ἐκ τῶν ἀπαγγελλομένων ἡμῖν περὶ σοῦ καὶ ἐξ ὧν αὐτὸς ἀπέστειλας τοῖς υἱοῖς σου τεκμαιρόμενος μὴ τὰ αὐτὰ τοῖς λαώδεσιν, ἀλλ’ ἅπερ οἰκεῖόν ἐστι σὲ φρονεῖν περὶ φιλο‐ σοφίας, προεθυμήθην κατὰ μὲν τὸ παρὸν συνησθῆναί σοι | |
5 | ἐπ’ αὐτοῖς, εἰς δὲ τὸ ἐπιὸν συνεύξασθαι, μὴ ἐφ’ ἕτερόν τι αὐτοὺς ἀποκλῖναι, τηροῦντας δὲ ἣν ἔχουσι νῦν πρόθεσιν ἄχρι τέλους φιλοσοφῆσαι, ἵν’ αὐτοί τε εὖ ἀπαλλάττωσι καὶ σὲ ἀνθ’ ὧν ἐκ σοῦ ἔπαθον ἀμείψασθαι δυνηθῶσι. δυοῖν γὰρ ὡς καθόλου εἰπεῖν οὐσῶν αἰτιῶν, παρ’ ἃς ἄνθρωποι | |
---|---|---|
10 | εὐτάκτως καὶ ὁδῷ ζῶσιν, ἐμπειρίας τε καὶ ἐγκρατείας, πῶς ἂν δυναίμεθα ἢ πρὸς ἑαυτοὺς ἢ πρὸς ἑτέρους ποιεῖν τὰ δέοντα ὑπ’ ἀγνοίας ἅμα καὶ ἀκρασίας κατεχόμενοι· | |
1.2 | ἡ μὲν οὖν τούτων ἀπόλυσις ἀναγκαίως πάνυ ἔοικε παρ’ ἡμῶν ἀπαιτεῖσθαι· πρὸς γὰρ τὸ τεταγμένως καὶ εὐσχημόνως ζῆν γεγόναμεν, τοῦ λόγου εἰς τοῦτο ἡμῖν καθάπερ ἐπισκόπου | |
5 | καὶ ἄρχοντος ὑπὸ τῆς φύσεως δεδομένου. ἀπολυθῆναι μέν‐ τοι ἀγνοίας καὶ ἀκρασίας οὐχ οἷόν τε ἡμᾶς ἄνευ τοῦ ἐπι‐ | |
τρέψαι αὐτοὺς τῇ διὰ τοῦ λόγου ἰατρείᾳ· προσελθοῦσα γὰρ αὕτη καὶ τὸ προεστηκὸς ἐν ἡμῖν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν αἰεὶ τρέπουσα τὰς μὲν μοχθηρὰς τῶν κρίσεων | 137 | |
10 | καὶ ἐκ τῆς διαστροφῆς ἐγκειμένας ἐπικόπτειν καὶ ἐξάγειν ἐκ τῆς ψυχῆς ἀεὶ πειρᾶται, τὰς δ’ ὑγιεῖς καὶ ἀκολούθους τῇ φύσει ἀντεισάγειν ἢ ἀσθενούσας ἀνακτᾶσθαι. | |
1.3 | ἰσχὺν δὲ αὗται καὶ εὐστάθειαν προσλαβοῦσαι ὡς χρὴ ἡμᾶς ἐν ἅπασι τοῖς κατὰ τὸν βίον ὁδηγοῦσιν, ὥστε καὶ ὁρᾶν ἀεὶ τὰ ἐπι‐ βάλλονθ’ ἡμῖν καὶ σύμφωνα οἷς ἐδοκιμάσαμεν πράττειν. | |
5 | τοιαῦτα οὐκ ἐπαγγελλομένης μόνον ἀλλὰ καὶ παρεχούσης τῆς κατὰ τὴν ψυχὴν ἰατρείας τίνα ἄν τις δικαιότερον ἐπὶ τὸ βοηθεῖν τοῖς σοῖς παισὶν ἢ σὲ καλέσειεν; ἢ οὐκ εὐδαι‐ μονεῖν μὲν αὐτοὺς προαιρῇ πατὴρ ὤν, ἑτοίμως δ’ ἔχεις πᾶν ὁτιοῦν ὑποστῆναι, ἵνα αὐτοὺς ὁρᾷς ἐν ἀγαθοῖς ὄντας; ἢ οὐκ | |
10 | ἐπὶ ταῦτα καὶ ἐγέννησας αὐτοὺς καὶ ἀνεθρέψω; οὐ τοιαῦτα δὲ διηνεκῶς σὺ περὶ αὐτῶν εὔχῃ τοῖς θεοῖς; | |
1.4 | ἀρετῆς δὲ καὶ εὐσχημοσύνης βίου ἀντιποιούμενος οὐκ ἂν ἐθελή‐ σειας ὁρᾶν τοὺς σεαυτοῦ παῖδας εὐτάκτους μὲν ἐν ἐδωδαῖς καὶ πόσεσι, κρατοῦντας δὲ τῶν ὑπὸ γαστέρα, ὡς πρὸς σπο‐ | |
5 | ρὰν μόνον τέκνων, ὅταν εὔκαιρον ᾖ, τοῖς γεννητικοῖς μέρεσι χρῆσθαι, καὶ ὀλίγῳ μὲν ὕπνῳ πρὸς ἀνάπαυσιν ἀρκουμένους, ἐσθῆτι δὲ ἀπράγμονι καὶ μὴ ἐψευσμένῃ, ἀλλὰ καθαρᾷ καὶ πρὸς τὸ ἐκ τῆς φύσεως εἰς τὸ σκέπειν ἀπαιτούμενον ἡρ‐ | |
μοσμένῃ ἠμφιεσμένους, βλέμμα δ’ εἶναι καὶ βάδισμα αὐτῶν | 138 | |
10 | αἰδοῖ καὶ φρονήσει κεχαρακτηρισμένον, ὡς μὴ ἄν τινα θαρσῆσαι ἐπ’ αὐτῶν ἢ ποιῆσαί τι ἢ εἰπεῖν ἄκοσμον, ἐν ἑτοίμῳ δ’ εἶναι αὐτοῖς ὁπότε βουληθεῖεν καὶ δεήσειεν ὅλῳ τε τῷ σώματι καὶ παντὶ μέρει αὐτοῦ εἰς ὃ πέφυκε χρῆ‐ σθαι; | |
1.5 | οὐκ ἂν δὲ ἐθελήσειας αὐτοὺς ἐπεσκεμμένους τὰ θεῖα καὶ τὰ ἀνθρώπινα πρὸς μὲν θεοὺς εὐσεβείᾳ καὶ ὁσιό‐ τητι κοσμεῖσθαι, πρὸς ἀνθρώπους δὲ δικαιοσύνῃ καὶ ὁσιό‐ τητι, καὶ πατρίδα μὲν γονέων προτιμᾶν, καὶ αὐτῶν τοῦτο | |
5 | βουλησομένων τῶν γονέων εἴπερ σωφρονοῖεν, γονεῖς δὲ τῶν οἰκείων καὶ συγγενῶν, αὐτῶν δὲ τῶν γονέων τῷ πατρὶ τὸ πρεσβεῖον ἀπονέμοντας, τὸ μὲν αἰτεῖν ἢ μέμφεσθαι θάτερον αὐτῶν ἀσεβὲς ἡγεῖσθαι, τὸ δ’ ἀμείβεσθαι ὑπὲρ τῶν προηγη‐ σαμένων εὐχαρίστῳ καὶ μνημονευούσῃ διαθέσει ἀναγκαῖον, | |
10 | ὡς ἂν μόνως οὕτως ἐκτίνειν δυναμένους παλαιὰς χάριτας ἐπὶ νέαις δανεισθείσας, ἑτοίμως δ’ ἔχοντας ὑπερμαχεῖν αὐτῶν καὶ δι’ αὐτοὺς εἰ δεήσειεν ἀποθνῄσκειν, ὁπότε δὲ χαλε‐ πήνειαν, μὴ ῥήματα μόνον, ἀλλὰ καὶ πληγὰς καὶ τραύματα ἀπ’ ὀργῆς οὐ διαθέσεως φερόμενα πρᾴως ἐκδέχεσθαι, οὐχ | |
15 | ὑπὲρ ἑαυτῶν τότε, ἀλλ’ ὑπὲρ τῶν γονέων εὐλαβῶς ἔχοντας, μὴ ἐκ τοῦ διατιθέναι αὐτοί τι κακὸν πάθωσι; | |
1.6 | τί δ’ οὐκ ἂν ὑπομείνειας, ὥστε πεισθῆναι περὶ αὐτῶν, ὅτι τὸν αὐτὸν μὲν οἰκήσουσι διὰ βίου οἶκον, ἑαυτοὺς δὲ καὶ τὰ ἑαυτῶν ἐν κοινῷ θέμενοι διατελέσουσιν ὁμονοοῦντες, ὡς καὶ σπου‐ | |
5 | δαῖς καὶ ἀνέσεσι ταῖς αὐταῖς χρῆσθαι; ἢ ταῦτα μὲν ἐθελή‐ σειας ἂν αὐτοῖς ὑπάρξαι, θανάτου δὲ καὶ πόνου καὶ δόξης οὐκ ἂν βούλοιο αὐτοὺς ὑπεράνω εἶναι, οἷς ὁ πολὺς κατα‐ δεδουλωμένος, ὅποι ἂν ἀπίῃ, τῷ δι’ αὐτῶν κατισχύοντι ὥσπερ τι ἄτιμον ἀνδράποδον ἄγεταί τε καὶ φέρεται, τὸ δὲ | 139 |
10 | τῇ φύσει μὲν πολὺ ῥᾳδιώτερον τῶν προτέρων, ἐν δὲ τοῖς καθ’ ἡμᾶς χρόνοις ὑπὸ τῆς ἐπὶ τοσαῦτα κατεχούσης δια‐ στροφῆς γεγονὸς δυσχερέστερον οὐκ ἂν εὔξαιο αὐτοῖς ὑπ‐ άρξαι, ὥστε μὴ ἀργυρίῳ αὐτοὺς πάντα μετρεῖν καὶ αὑτοὺς μᾶλλον καὶ γονεῖς καὶ τέκνα ἢ χρήματα προΐεσθαι, ἀλλὰ | |
15 | κτήσεως μὲν ἀντιποιεῖσθαι ἐφ’ ὅσον ἀναγκαῖον διὰ τὰς εἰς αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν χρείας, θησαυρισμοῦ δὲ καὶ τοῦ πλείονος παρὰ τὸ ἀρκοῦν ὑπερφρονεῖν, ὑφ’ ὧν ἰδίᾳ τε καὶ κοινῇ εἰς κακὰ ἐπάλληλα καὶ ἀνήκεστα ἄνθρωποι ἐκτρέπονται; | |
1.7 | ἀλλὰ ταῦτα μὲν εὐκτά, οὐκ ἐπί‐ σης δ’ εὐκτὸν τό τε ἄρχειν αὐτοὺς καὶ δικάζειν δύνασθαι κατὰ νόμους καὶ τὸ δίκαιον, καὶ τὸ συμφωνοῦντας ἑαυτοῖς τε καὶ ἀλλήλοις καὶ ἐν οἷς πράττουσι καὶ ἐν οἷς λέγουσι τὸν | |
5 | μὲν βίον ἔχειν ἀεὶ προαιρησόμενον τοὺς λόγους, τὸν δὲ λόγον νῷ καὶ τῷ φρονεῖν τὰ ἄριστα βεβαιούμενον καὶ εἰς προφορὰν ὅταν ᾖ καιρὸς ἐντεινόμενον, καὶ τόνδ’ ἡγεῖσθαι, ἐπειδὰν ὑπερμαχεῖν μέλλωσιν ἱερῶν, πατρίδος, γονέων, φίλων, ἀληθείας, νόμων, καὶ συλλαβόντι εἰπεῖν τῶν ἀδικουμένων; | |
10 | οὔτε γὰρ σὲ οὔτε ἕτερόν τινα οἴομαι, εἴπερ εὖ φρονοίη, ὡς πολιτικὸν δοκιμάζειν λόγον τὸν μὴ εἰς ταῦτα ἀλλ’ εἰς τἀ‐ ναντία ἐντεινόμενον. | |
1.8 | εἰ τοίνυν καὶ εὐκτὰ ταῦτα καὶ αἱρετά, | |
πῶς οὐ καὶ τὸ φιλοσοφεῖν θείη ἄν τις καὶ εὐκτὸν καὶ αἱρε‐ τόν, δι’ οὗ μόνου περιγίνεται ταῦτα; φιλοσοφεῖ μὲν γὰρ ὁ τῆς ἐκκαθάρσεως τοῦ λόγου ἐπιμελούμενος καὶ ἐπιτηδεύων | 140 | |
5 | λόγον ὀρθόν, ὁ δ’ ἐπιμελούμενος λόγου ἑαυτοῦ τε ἅμα ἐπι‐ μελεῖται καὶ πατρίδος καὶ πατρὸς καὶ ἀδελφῶν καὶ φίλων καὶ συλλαβόντι εἰπεῖν πάντων. θεωροὺς γὰρ ἡ φύσις κόσ‐ μου καὶ τῶν ἐν αὐτῷ κατασκευάσασα, διὰ τοῦ μεταδοῦναι ἡμῖν λόγου, κοινοῦ μὲν ὄντος πρὸς τούτους, ἰδίου δὲ παρὰ | |
10 | τὰ ἄλλα ζῷα, ἀξιοῖ ἡμᾶς τοὺς μὲν θεοὺς καθάπερ τινὰς ἀρίστους καὶ πρώτους ἡγεμόνας καὶ κοινοὺς εὐεργέτας τε ἡμῶν καὶ γονεῖς ζηλοῦν τε καὶ ἀμείβεσθαι διὰ τῆς πρὸς αὐτοὺς εὐπειθείας, ἀνθρώπων δὲ καὶ κατὰ τὸ κοινὸν καὶ κατὰ τὰς ἰδιαίτερον γινομένας ἐπιπλοκὰς καὶ κηδεμονικῶς | |
15 | καὶ εὐποιητικῶς προΐστασθαι. | |
1.9 | ἐπειδὰν δὲ νόμῳ καὶ δίκῃ συγκεράσωμεν τὰ ἀνθρώπινα καὶ τὰ θεῖα, φησὶν ἄκρως μὲν κατὰ φύσιν ἡμᾶς διατεθήσεσθαι ἅτε τελείους γεγονότας καὶ ἐπὶ τὰ ἀνωτάτω προελθόντας, νόμον καὶ δίκην, οἷς καὶ τὰ | |
5 | θεῖα οἰακίζεταί τε καὶ μακάρια γίνεται, τοιούτους δ’ ὄντας διὰ τὴν τοῦ λόγου καὶ τοῦ κατ’ αὐτὸν σχηματιζομένου ἤθους ὀρθότητα καὶ βιώσεσθαι εὐδαιμόνως καὶ καταστρέψειν τὸν βίον εὐδαιμόνως, ὥσπερ τι δρᾶμα εὖ συντεταγμένον ἀπ’ ἀρχῆς μέχρι τέλους ἀστείως ὑποκριναμένους καὶ ἀπαρτί‐ | |
10 | σαντας. | |
1.10 | θαρρῶν οὖν, ὦ Παγκρατίδη, μὴ ἐπίτρεπε μόνον ἀλλὰ καὶ παρακάλει τοὺς παῖδας φιλοσοφεῖν, καὶ συναγωνιστὴν παρέχων σεαυτὸν διέγειρε αὐτούς, καὶ πασῶν ἁρμοδιωτάτην παρρησίαν παρασκεύαζε. ἐξέσται γάρ σοι τοι‐ | |
5 | αῦτα προελομένῳ καὶ πρὸς τοὺς ἐξ αἵματος ὑμῖν δικαίους ὄντας λέγειν, ὅτι οὐ τέκνα μόνον εἰς τὸ γένος ἀλλὰ καὶ τοιάδε τέκνα εἰσήγαγες, καὶ πρὸς τὴν πατρίδα, ὅτι οὐχ οἵους ἔτυχε μόνον ἀνθρώπους αὐτῇ ἀλλὰ καὶ οἵους δεῖ πολίτας παρέστησας. | |
1.11 | εἰ δὲ θαρρήσετε κοινῇ καὶ πρὸς τὴν ἑαυτῶν τε καὶ ἀλλήλων θεραπείαν ὡς ἄξιόν ἐστι διαναστή‐ σετε τὰς ψυχάς, εὐθὺς μὲν ἐν τῇ ἀγωνοθεσίᾳ τοῦ θεοῦ συμφιλοσοφήσετε ἀλλήλοις, οὐ μόνον τὰ νομιζόμενα παρα‐ | 141 |
5 | σκευάζοντες αὐτῇ, ἅπερ ἐκ βαλαντίου ψιλοῦ γίνεται, ἀλλὰ καί, οὗ ἕνεκεν νενόμισται, ἀκολουθοῦντες τῇ ἱερᾷ καὶ ἀρχαίᾳ παραδόσει, ὅπερ ἐκ μόνης τῆς εὐσεβοῦς καὶ φιλοσόφου περι‐ γίνεται διαθέσεως, καὶ ἀπὸ τῆς ἐν τῷ ἀγῶνι εὐταξίας ἐπὶ τὸν κοινὸν ὑμῖν τε καὶ πᾶσιν ἡμῖν ἀγῶνα τραπήσεσθε, | |
10 | οὐδὲν μὲν τῶν κατὰ φύσιν ἀφαιρησόμενον, μόνα δὲ τὰ λύπης καὶ θορύβου αἴτια ἡμῶν περισπάσοντα. | |
1.12 | ἐν ᾧ ἀγῶνι ἡττηθῆναι μὲν ἀνάγκη τὸν ἀπαράσκευον, ἡττηθέντα δὲ ἐκπεσεῖν χρὴ εἰς δουλείαν καὶ κακοδαιμονίαν, ἣν οὐδ’ ἐξομόσασθαί τινι ἡμῶν συγκεχώρηται· κρατούμεθα γὰρ ἐν | |
5 | αὐτῇ ὑπό τε τῶν ἀιδίων καὶ τῶν τῆς φύσεως καὶ ὑπὸ τῶν θέσει νόμων, εὐτακτεῖν ἑκάστῳ καὶ ζῆν δικαίως ἅμα καὶ ὁσίως προστασσόντων. ταῦτα οἶμαί σε ὡς παρὰ πατρὸς παίδων πατέρα προσδεξάμενον αὐτόν τε ἄμεινον ἕξειν καὶ τοῖς υἱοῖς εἰς τὰ ἄριστα συλλήψεσθαι. ἀσπάζομαί σε καὶ | |
10 | διὰ τἄλλα καὶ διὰ τὴν εἰς ἡμᾶς εὔνοιαν. ἴσθι ὑπ’ ἐμοῦ στεργόμενος. τοιούτων δὲ καὶ ἑτέρων φιλοσοφοῦντες εὐπο‐ ρήσετε φίλων. | |
2.1 | Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε, εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτὲ Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε τί βούλει. ἔρρωσο. | 142 |
3.1 | Ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος· ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτὸν λύει. ἔρρωσο. | |
4.1 | Σωκράτης ὁ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς τὸ δικαστήριον, ἀπέθανε δέ. ἔρρωσο. | |
5.1 | Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἑαυτὸν εἰς | |
ἀπολογίαν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο. | 143 |