TLG 0628 002 :: Gaius MUSONIUS RUFUS :: Fragmenta minora

Gaius MUSONIUS RUFUS Phil.
(Volsiniensis: A.D. 1)

Fragmenta minora

Source: Lutz, C.E. (ed.), Musonius Rufus “The Roman Socrates”. New Haven: Yale University Press, 1947: 131–141, 144.

frr. 22–48, 50–51, 53

Citation: Fragment — (line)

22

Οὐκ ἔστι τὴν ἐνεστηκυῖαν ἡμέραν καλῶς βιῶναι μὴ προθέμενον αὐτὴν ὡς ἐσχάτην.

23

Τί προβαλλόμεθα τοὺς τυράννους μακρῷ χείρονες αὐτῶν καθεσ‐ τῶτες; τὰς γὰρ ὁμοίας αὐτοῖς ἔχομεν ὁρμὰς ἐν ταῖς οὐχ ὁμοίαις τύχαις.

24

Κἂν ἡδονῇ κανονιστέον ᾖ τὰ ἀρεστά, οὐδὲν τῆς σωφροσύνης ἥδιον· κἂν πόνῳ κανονιστέον ᾖ τὰ φευκτά, οὐδὲν τῆς ἀκρασίας ἐπιπονώτερον.

25

Μουσώνιος ἔλεγεν ὑπερβολὴν ἀναισχυντίας εἶναι τὸ πρὸς μὲν τὰς τῶν πόνων ὑπομονὰς μεμνῆσθαι τῆς τοῦ σώματος ἀσθενείας, πρὸς δὲ τὰς τῶν ἡδονῶν ἐκλανθάνεσθαι.

26

Ἀρχὴ τοῦ μὴ κατοκνεῖν τὰ ἀσχήμονα 〈πράττειν〉 τὸ μὴ κατοκνεῖν τὰ ἀσχήμονα λέγειν.

27

Καὶ ἂν τοῦ συμφέροντος μάλιστα προαιρῇ ἔχεσθαι, μὴ δυσχέ‐ ραινε ταῖς περιστάσεσιν, ἐνθυμούμενος πόσα ἤδη σοι τῶν ἐν βίῳ
οὐχ ὡς σὺ ἐβούλου συνέπεσεν, ἀλλ’ ὡς συνέφερεν.131

28

Ἅρπαζε τὸ καλῶς ἀποθνῄσκειν, ὅτε ἔξεστι, μὴ μετὰ μικρὸν τὸ μὲν ἀποθνῄσκειν σοι παρῇ, τὸ δὲ καλῶς μηκέτι ἐξῇ.

29

Οὐκ ἔστιν ἐπὶ πολλῶν συμφέροντι ζῶντα καθηκόντως ἀποθανεῖν, μὴ ἐπὶ πλειόνων ἀποθνῄσκοντα συμφέροντι.

30

Αἰδοῦς παρὰ πᾶσιν ἄξιος ἔσῃ, ἐὰν πρῶτον ἄρξῃ σαυτὸν αἰδεῖσθαι.

31

Οὐ πολὺν διάγουσι χρόνον οἱ πρὸς τοὺς ὑπηκόους ὑπὲρ ὧν ἂν πράττωσι μὴ τὸ ‘καθήκει μοι‘ λέγειν μεμελετηκότες, ἀλλὰ τὸ ‘ἔξεστί μοι.‘

32

Μὴ θέλε ἐπιτάσσειν τὰ καθήκοντα τοῖς συγγιγνώσκουσί σοι τὰ μὴ καθήκοντα πράττοντι.

33

Πειρατέον καταπληκτικὸν μᾶλλον τοῖς ὑπηκόοις ἢ φοβερὸν
θεωρεῖσθαι· τῷ μὲν γὰρ σεμνότης, τῷ δὲ ἀπήνεια παρακολουθεῖ.133

34

Τῶν μὲν Κροίσου καὶ Κινύρου θησαυρῶν πενίαν ἐσχάτην κατα‐ ψηφιούμεθα, ἕνα δὲ καὶ μόνον πιστεύσομεν εἶναι πλούσιον τὸν δυνάμενον κτήσασθαι τὸ ἀνενδεὲς πανταχοῦ.

35

Τοῦ ἀποθανεῖν ὁμοίως ἐπικεκλωσμένου πᾶσιν, οὐ τὸ βραδέως ἀλλὰ τὸ ἐμφανῶς ἀποθανεῖν μακάριον.

36

Καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἑλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσή‐ ματι τὸν λόγον, ἀλλ’ 〈ἐᾶν〉 ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς
5κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθ’ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς
10ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος.

37

Ὁ Ῥουτίλιος ἐκεῖνος ἐν Ῥώμῃ τῷ Μουσωνίῳ προσελθών ‘Μουσώνιε‘ εἶπεν ‘ὁ Ζεὺς ὁ Σωτήρ, ὃν σὺ μιμῇ καὶ ζηλοῖς, οὐ δανείζεται.‘ καὶ ὁ Μουσώνιος μειδιάσας εἶπεν ‘οὐδὲ δανείζει.‘ ὁ γὰρ Ῥουτίλιος δανείζων αὐτὸς ὠνείδιζεν ἐκείνῳ δανειζομένῳ.

38

Τῶν ὄντων τὰ μὲν ἐφ’ ἡμῖν ἔθετο ὁ θεός, τὰ δ’ οὐκ ἐφ’ ἡμῖν.
ἐφ’ ἡμῖν μὲν τὸ κάλλιστον καὶ σπουδαιότατον, ᾧ δὴ καὶ αὐτὸς εὐδαίμων ἐστί, τὴν χρῆσιν τῶν φαντασιῶν. τοῦτο γὰρ ὀρθῶς γιγνόμενον ἐλευθερία ἐστίν, εὔροια, εὐθυμία, εὐστάθεια, τοῦτο δὲ135
5καὶ δίκη ἐστὶ καὶ νόμος καὶ σωφροσύνη καὶ ξύμπασα ἀρετή. τὰ δ’ ἄλλα πάντα οὐκ ἐφ’ ἡμῖν ἐποιήσατο. οὐκοῦν καὶ ἡμᾶς συμψή‐ φους χρὴ τῷ θεῷ γενέσθαι καὶ ταύτῃ διελόντας τὰ πράγματα τῶν μὲν ἐφ’ ἡμῖν πάντα τρόπον ἀντιποιεῖσθαι, τὰ δὲ μὴ ἐφ’ ἡμῖν ἐπιτρέψαι τῷ κόσμῳ καί, εἴτε τῶν παίδων δέοιτο εἴτε τῆς πατρίδος
10εἴτε τοῦ σώματος εἴτε ὁτουοῦν, ἀσμένους παραχωρεῖν.

39

Τὸ δὲ Λυκούργου τοῦ Λακεδαιμονίου τίς ἡμῶν οὐ θαυμάζει; πηρωθεὶς γὰρ ὑπό τινος τῶν πολιτῶν τῶν ὀφθαλμῶν τὸν ἕτερον καὶ παραλαβὼν τὸν νεανίσκον παρὰ τοῦ δήμου, ἵνα τιμωρήσαιτο ὅπως αὐτὸς βούλεται, τούτου μὲν ἀπέσχετο, παιδεύσας δὲ αὐτὸν καὶ
5ἀποφήνας ἄνδρα ἀγαθὸν παρήγαγεν εἰς τὸ θέατρον. θαυμαζόντων δὲ τῶν Λακεδαιμονίων ‘τοῦτον μέν τοι λαβών‘ ἔφη ‘παρ’ ὑμῶν ὑβριστὴν καὶ βίαιον ἀποδίδωμι ὑμῖν ἐπιεικῆ καὶ δημοτικόν.‘

40

Ἀλλὰ παντὸς μᾶλλον τῆς μὲν φύσεως ἐκεῖνο τὸ ἔργον, συνδῆσαι καὶ συναρμόσαι τὴν ὁρμὴν τῇ τοῦ προσήκοντος καὶ ὠφελίμου φαντασίᾳ.

41

Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαμὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι· ἀλλὰ πολὺ μᾶλλον νοεῖται
5κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν.137

42

Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει· καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἄλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα, καὶ νὴ
5Δί’ αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλ‐ λει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει, καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται
10τὸν βίον.

43

Θρασέας εἰώθει λέγειν ‘σήμερον ἀναιρεθῆναι θέλω μᾶλλον ἢ αὔριον φυγαδευθῆναι.‘ τί οὖν αὐτῷ Ῥοῦφος εἶπεν; ‘εἰ μὲν ὡς βαρύτερον ἐκλέγῃ, τίς ἡ μωρία τῆς ἐκλογῆς; εἰ δ’ ὡς κουφότερον, τίς σοι δέδωκεν; οὐ θέλεις μελετᾶν ἀρκεῖσθαι τῷ δεδομένῳ‘;

44

Τί ἔτι ἀργοὶ καὶ ῥᾴθυμοι καὶ νωθροί ἐσμεν καὶ προφάσεις ζητοῦμεν, καθ’ ἃς οὐ πονήσομεν οὐδ’ ἀγρυπνήσομεν ἐξεργαζόμενοι τὸν αὐτῶν λόγον; —Ἂν οὖν ἐν τούτοις πλανηθῶ, μή τι τὸν πατέρα ἀπέκτεινα; —Ἀνδράποδον, ποῦ γὰρ ἐνθάδε πατὴρ ἦν, ἵν’ αὐτὸν
5ἀποκτείνῃς; τί οὖν ἐποίησας; ὃ μόνον ἦν κατὰ τὸν τόπον ἁμάρτημα, τοῦτο ἡμάρτηκας. ἐπεί τοι τοῦτ’ αὐτὸ καὶ ἐγὼ Ῥούφῳ εἶπον ἐπιτι‐ μῶντί μοι ὅτι τὸ παραλειπόμενον ἓν ἐν συλλογισμῷ τινι οὐχ εὕρισκον. ‘οὐχ οἷον μέν‘ φημι ‘〈εἰ〉 τὸ Καπιτώλιον κατέκαυσα,‘ ὁ δ’ ‘ἀνδράποδον,‘ ἔφη, ‘ἐνθάδε τὸ παραλειπόμενον Καπιτώλιόν
10ἐστιν.‘ ἢ ταῦτα μόνα ἁμαρτήματά ἐστι τὸ Καπιτώλιον ἐμπρῆσαι καὶ τὸν πατέρα ἀποκτεῖναι, τὸ δ’ εἰκῇ καὶ μάτην καὶ ὡς ἔτυχεν χρῆσθαι ταῖς φαντασίαις ταῖς αὐτοῦ καὶ μὴ παρακολουθεῖν λόγῳ μηδ’ ἀποδείξει μηδὲ σοφίσματι μηδ’ ἁπλῶς βλέπειν τὸ καθ’ αὑτὸν καὶ οὐ καθ’ αὑτὸν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, τούτων δ’ οὐδέν ἐστιν
15ἁμάρτημα;139

45

οὕτως καὶ Ῥοῦφος πειράζων με εἰώθει λέγειν ‘συμβήσεταί σοι τοῦτο καὶ τοῦτο ὑπὸ τοῦ δεσπότου.‘ κἀμοῦ πρὸς αὐτὸν ἀποκρι‐ ναμένου ὅτι ἀνθρώπινα, ‘τί οὖν‘ ἔφη ‘ἐκεῖνον παρακαλῶ παρὰ σοῦ αὐτὰ λαβεῖν δυνάμενος;‘ τῷ γὰρ ὄντι, ὃ ἐξ αὐτοῦ τις ἔχει,
5περισσὸς καὶ μάταιος παρ’ ἄλλου λαμβάνων.

46

Τῶν νέων τοὺς μαλακοὺς οὐκ ἔστι προτρέψαι ῥᾴδιον· οὐδὲ γὰρ τυρὸν ἀγκίστρῳ λαβεῖν· οἱ δ’ εὐφυεῖς, κἂν ἀποτρέπῃς, ἔτι μᾶλλον ἔχονται τοῦ λόγου. διὸ καὶ ὁ Ῥοῦφος τὰ πολλὰ ἀπέτρεπεν τούτῳ δοκιμαστηρίῳ χρώμενος τῶν εὐφυῶν καὶ ἀφυῶν. ἔλεγε γὰρ ὅτι
5‘ὡς ὁ λίθος, κἂν ἀναβάλῃς, ἐνεχθήσεται κάτω ἐπὶ τὴν αὑτοῦ κατασκευήν, οὕτω καὶ ὁ εὐφυής, ὅσῳ μᾶλλον ἀποκρούεταί τις αὐτόν, τοσούτῳ μᾶλλον νεύει ἐφ’ ὃ πέφυκεν.‘

47

Ῥούφῳ τις ἔλεγεν Γάλβα σφαγέντος ὅτι ‘νῦν προνοίᾳ ὁ κόσμος διοικεῖται;‘ ὁ δὲ ‘μὴ παρέργως ποτ’‘ ἔφη ‘ἀπὸ Γάλβα κατεσ‐ κεύασα, ὅτι προνοίᾳ ὁ κόσμος διοικεῖται;‘

48

Εἴωθε λέγειν ὁ Ῥοῦφος ‘εἰ εὐσχολεῖτε ἐπαινέσαι με, ἐγᾦδ’ οὐδὲν λέγων.‘ τοιγαροῦν οὕτως ἔλεγεν, ὥσθ’ ἕκαστον ἡμῶν καθήμενον οἴεσθαι, ὅτι τίς ποτε αὐτὸν διαβέβληκεν· οὕτως ἥπτετο τῶν
γινομένων, οὕτω πρὸ ὀφθαλμῶν ἐτίθει τὰ ἑκάστου κακά.141

50

ἄξιος οὖν ἐστιν ἀργυρίου.

51

Ἄν τι πράξῃς καλὸν μετὰ πόνου, ὁ μὲν πόνος οἴχεται, τὸ δὲ καλὸν μένει· ἄν τι ποιήσῃς αἰσχρὸν μετὰ ἡδονῆς, τὸ μὲν ἡδὺ οἴχεται, τὸ δὲ αἰσχρὸν μένει.

53

προτρέπων μέ τις θαρρῆσαι Μουσωνίου διῄει λόγον· ‘ἐκεῖνος, ἔφη, βουλόμενός τινα ἀναστῆσαι κάμνοντα καὶ ἀπειρηκότα οὑτωσί πως εἶπεν καθαπτόμενος· τί μένεις; ποῖ βλέπεις; ἢ μέχρι ἂν αὐτὸς ὁ θεὸς παραστάς σοι φωνὴν ἀφιῇ; ἔκκοψον τὸ τεθνηκὸς τῆς ψυχῆς,
5καὶ γνώσῃ τὸν θεόν.‘ τοιαῦτ’ ἔφη τὸν Μουσώνιον εἰπεῖν.144