TLG 0628 001 :: Gaius MUSONIUS RUFUS :: Dissertationum a Lucio digestarum reliquiae

Gaius MUSONIUS RUFUS Phil.
(Volsiniensis: A.D. 1)

Dissertationum a Lucio digestarum reliquiae

Source: Lutz, C.E. (ed.), Musonius Rufus “The Roman Socrates”. New Haven: Yale University Press, 1947: 32–128.

  • frr. 1–21
  • fr. 15: P. Harr. 1 (inv. 3)

Citation: Discourse — (line)

1

Λόγου δέ ποτε γενομένου περὶ ἀποδείξεων, ἃς χρὴ ἀκούειν τοὺς νέους παρὰ τῶν φιλοσόφων πρὸς κατάληψιν ὧν μανθάνουσιν, ἔφη ὁ Μουσώνιος οὐχὶ πολλὰς ἐφ’ ἑκάστου πράγματος ζητεῖν ἀποδείξεις προσήκειν, ἀλλ’ ἀνυσίμους καὶ ἐναργεῖς. οὔτε γὰρ ἰατρὸς ἐκεῖνος,
5ἔφη, ἐπαινετὸς ὁ φάρμακα πολλὰ προσφέρων τοῖς νοσοῦσιν, ἀλλ’ ὁ δι’ ὀλίγων ὧν προσφέρει λόγου ἀξίως ὠφελῶν· οὔτε φιλόσοφος ὁ διὰ πολλῶν ἀποδείξεων διδάσκων τοὺς ἀκούοντας, ἀλλ’ ὁ δι’ ὀλίγων ἐπάγων αὐτοὺς ἐφ’ ὃ μέντοι βούλεται· καὶ ὁ ἀκουστὴς ὅσῳπερ ἂν ᾖ συνετώτερος, τοσούτῳ μειόνων δεήσεται τῶν ἀποδεί‐
10ξεων καὶ τοσούτῳ θᾶττον συναινέσει τῷ κεφαλαίῳ τοῦ λόγου, ὄντι γε ὑγιεῖ. ὅστις δὲ πανταχοῦ δεῖται ἀποδείξεως καὶ ὅπου σαφῆ τὰ πράγματά ἐστιν, ἢ διὰ πολλῶν ἀποδείκνυσθαι βούλεται αὑτῷ τὰ δι’ ὀλίγων δυνάμενα, παντάπασιν ἄτοπος καὶ δυσμαθής. θεοὺς μὲν οὖν εἰκὸς οὐδεμιᾶς ἀποδείξεως δεῖσθαι πρὸς οὐδέν, ὅτι μήτε
15ἀσαφὲς μήτε ἄδηλόν ἐστιν αὐτοῖς μηδέν, πρὸς 〈οἷα〉 μόνα δεῖ τῶν ἀποδείξεων· τοὺς δὲ ἀνθρώπους ἀνάγκη τὰ μὴ φανερὰ μηδ’ αὐτόθεν γνώριμα διὰ τῶν φανερῶν καὶ προδήλων ζητεῖν ἀνευρίσκειν, ὅπερ ἔργον ἀποδείξεώς ἐστιν. οἷον, ὅτι ἡδονὴ οὐκ ἔστιν ἀγαθόν, αὐτόθεν μὲν οὐ δοκεῖ εἶναι γνώριμον, ἐπείπερ ἔργῳ προσκαλεῖται ἡμᾶς ὡς
20ἀγαθὸν οὖσα ἡ ἡδονή· λαβόντος δέ τινος λῆμμα γνώριμον τὸ πᾶν ἀγαθὸν αἱρετὸν εἶναι, καὶ προσλαβόντος ἕτερον γνώριμον τούτῳ τὸ τινὰς ἡδονὰς οὐχ αἱρετὰς εἶναι, ἀποδεικνύομεν τὸ μὴ ἀγαθὸν εἶναι τὴν ἡδονήν, διὰ τῶν γνωρίμων τὸ μὴ γνώριμον. πάλιν ὡς ὁ πόνος οὐκ ἔστι κακόν, αὐτόθεν μὲν οὐ φαίνεται πιθανόν· τοὐναντίον
25γὰρ τούτου δοκεῖ πιθανώτερον, τὸ κακὸν εἶναι τὸν πόνον· τεθέντος δὲ φανεροῦ λήμματος, τοῦ πᾶν τὸ κακὸν φευκτὸν εἶναι, καὶ προστε‐ θέντος αὐτῷ φανερωτέρου τοῦ πόνους πολλοὺς οὐκ εἶναι φευκτούς, περαίνεται τὸ μὴ κακὸν εἶναι τὸν πόνον. τοιούτου δ’ ὄντος τοῦ γένους τοῦ τῆς ἀποδείξεως, ἐπειδὴ τῶν ἀνθρώπων οἱ μὲν ὀξύτεροι οἱ
30δ’ ἀμβλύτεροί εἰσι καὶ οἱ μὲν ἐν ἔθεσι κρείττοσιν, οἱ δὲ ἐν χείροσι
τεθραμμένοι, οἱ μὲν ἤθους ἢ φύσεως ὄντες χείρονος πλειόνων δέοιντ’ ἂν ἀποδείξεων καὶ πραγματείας μείζονος, ὥστε δέξασθαι ταυτὶ τὰ δόγματα καὶ τυπωθῆναι κατὰ ταῦτα, καθάπερ οἶμαι καὶ τὰ πονηρὰ τῶν σωμάτων, ὁπόταν μέλλῃ καλῶς ἕξειν, πάνυ πολλῆς32
35ἐπιμελείας δεῖται· ὅσοι δὲ τῶν νέων εὐφυέστεροι καὶ ἀγωγῆς μετεσχηκότες κρείττονος, οὗτοι ῥᾷόν τε καὶ θᾶττον καὶ δι’ ὀλίγων ἀποδείξεων συναινοῖεν ἂν τοῖς λεγομένοις ὀρθῶς καὶ ἀκολουθοῖεν. ὅτι δ’ οὕτως ἔχει ταῦτα, γνοίημεν ἂν ῥᾳδίως, εἰ νοήσαιμεν μειράκιον ἢ νεανίαν, τὸν μὲν ἐν τρυφῇ πάσῃ τεθραμμένον καὶ τό τε σῶμα
40τεθηλυμμένον καὶ τὴν ψυχὴν ἐκλελυμένον ὑπὸ ἐθῶν ἀγόντων εἰς μαλακίαν, ἔτι δὲ νωθῆ παρεχόμενον καὶ δυσμαθῆ τὴν φύσιν· τὸν δ’ αὖ Λακωνικῶς πως ἠγμένον καὶ τρυφᾶν οὐκ εἰθισμένον καὶ καρτερεῖν μεμελετηκότα καὶ τῶν λεγομένων ὀρθῶς εὐήκοον ὄντα· εἶτα τοὺς δύο τούτους νεανίας εἰ θείημεν ἀκούοντας φιλοσόφου
45λέγοντος περὶ θανάτου, περὶ πόνου, περὶ πενίας, περὶ τῶν ὁμοίων, ὡς οὐ κακῶν ὄντων, πάλιν δ’ αὖ περὶ ζωῆς, περὶ ἡδονῆς, περὶ πλούτου, περὶ τῶν παραπλησίων τούτοις ὡς οὐκ ἀγαθά ἐστιν, ἆρά γε ὁμοίως ἄμφω προσήσονται τοὺς λόγους καὶ παραπλησίως ἑκά‐ τερος 〈ἂν〉 πίθοιτο τοῖς λεγομένοις; οὐκ ἔστιν εἰπεῖν. ἀλλ’ ὁ μὲν

1

(50)

μόγις καὶ βραδέως καὶ ὥσπερ μοχλευόμενος ὑπὸ μυρίων λόγων τάχ’ ἂν ἐπινεύσειεν, ὁ νωθέστερος· ὁ δ’ αὖ ταχέως καὶ ἑτοίμως δέξεται τὰ λεγόμενα ὡς οἰκεῖα καὶ προσήκοντα αὑτῷ, μήτε ἀποδεί‐ ξεων δεόμενος πολλῶν μήτε πραγματείας μείζονος. ἢ οὐ τοιοῦτος παῖς ἐκεῖνος ὁ Λάκων, ὃς Κλεάνθην τὸν φιλόσοφον ἠρώτησεν, εἰ
55ἀγαθὸν ὁ πόνος ἐστίν; οὕτω γὰρ ἐκεῖνος φαίνεται φύσει πεφυκὼς καλῶς καὶ τεθραμμένος εὖ πρὸς ἀρετήν, ὥστε ἐγγύτερον εἶναι νομίζειν τὸν πόνον τῆς τἀγαθοῦ φύσεως ἢ τῆς τοῦ κακοῦ· ὅς γε ὡς ὁμολογουμένου τοῦ μὴ κακὸν ὑπάρχειν αὐτόν, εἰ ἀγαθὸν τυγχάνει ὤν, ἐπυνθάνετο. ὅθεν καὶ ὁ Κλεάνθης ἀγασθεὶς τοῦ παιδὸς εἶπεν
60ἄρα πρὸς αὐτόν·
αἵματος εἶς ἀγαθοῖο, φίλον τέκος, οἷ’ ἀγορεύεις. πῶς οὖν ὁ τοιοῦτος οὐ ῥᾳδίως ἐπείσθη ἂν μήτε πενίαν μήτε θάνατον δεδιέναι μήτ’ ἄλλο μηδὲν τῶν δοκούντων φοβερῶν, μηδ’ αὖ διώκειν πλοῦτον ἢ ζωὴν ἢ ἡδονήν;
65Ἵνα δὲ ἐπὶ τὴν ἀρχὴν ἐπανέλθω τοῦ λόγου, φημὶ δεῖν τὸν διδά‐
σκαλον τὸν φιλόσοφον μὴ λόγων πλῆθος μηδ’ ἀποδείξεων ζητεῖν διεξιέναι πρὸς τοὺς μανθάνοντας, ἀλλὰ καιρίως περὶ ἑκάστου λέγειν καὶ καθικνεῖσθαι τῆς διανοίας τοῦ ἀκούοντος, καὶ 〈ἃ .... πει〉 στικὰ εἶναι λέγειν καὶ ἀνατραπῆναι μὴ ῥᾴδια, καὶ μάλιστά γε34
70τῷ παρέχειν αὑτὸν περί τε τῶν χρησιμωτάτων λέγοντα καὶ ὁμολο‐ γούμενα οἷς λέγει πράττοντα, τούτῳ μεταχειριζόμενον τοὺς ἀκούον‐ τας· τὸν δὲ μαθητὴν ἐντετάσθαι πρὸς τὰ λεγόμενα καὶ σκοπεῖν μὲν ὅπως μὴ λάθῃ ψεῦδός τι παραδεξάμενος· τῶν δὲ ἀληθῶν μὴ μὰ Δία πολλὰς ζητεῖν ἀποδείξεις ἀκούειν, ἀλλ’ ἐναργεῖς· καὶ ἅπερ
75ἂν πεισθῇ τῶν παραινουμένων ἑαυτῷ εἶναι καὶ ἀληθῆ, τούτοις ἐπακολουθεῖν ἐν τῷ βίῳ. οὕτω γὰρ μόνως ἔσται τις ἐκ φιλοσοφίας ὠφελημένος, ἂν οἷς παραδέδεκται λόγοις οὖσιν ὑγιέσι τὰ ἔργα παρέχηται συνῳδά.

2

Πάντες, ἔφη, φύσει πεφύκαμεν οὕτως, ὥστε ζῆν ἀναμαρτήτως καὶ καλῶς, οὐχ ὁ μὲν ἡμῶν ὁ δ’ οὔ· καὶ τούτου μέγα τεκμήριον ὅτι πᾶσιν ὁμοίως οἱ νομοθέται καὶ προστάττουσιν ἂ χρὴ ποιεῖν καὶ ἀπαγορεύουσιν ἃ μὴ χρή, οὐχ ὑπεξαιρούμενοι οὐδένα τῶν ἀπει‐
5θούντων ἢ τῶν ἁμαρτανόντων, ὥστε ἀτιμώρητον εἶναι, οὐ νέον, οὐ πρεσβύτην, οὐκ ἰσχυρόν, οὐκ ἀσθενῆ, οὐχ ὁντιναοῦν. καίτοι ἐχρῆν, εἰ ὅλον ἐπείσακτον τὸ τῆς ἀρετῆς ἦν, καὶ μηδὲν αὐτοῦ φύσει ἡμῖν μετῆν, ὥσπερ οὐδ’ ἐν τοῖς ὑπὸ τὰς ἄλλας τέχνας οὖσιν ἔργοις οὐδεὶς ἀπαιτεῖται εἶναι ἀναμάρτητος, μὴ μεμαθηκὼς τὴν τέχνην,
10οὕτως μηδ’ ἐν τοῖς κατὰ τὸν βίον μηδένα ἀπαιτεῖσθαι εἶναι ἀναμάρ‐ τητον, ὅστις ἀρετὴν μὴ ἐξέμαθεν, ἐπείπερ ἀρετὴ μόνη ποιεῖ μὴ ἁμαρτάνειν ἐν βίῳ. νῦν δὲ ἐν μὲν θεραπείᾳ καμνόντων οὐδεὶς ἀναμάρτητον ἀξιοῖ εἶναι ἄλλον ἢ τὸν ἰατρὸν καὶ ἐν χρήσει λύρας οὐδένα ἄλλον ἢ τὸν μουσικὸν 〈καὶ〉 ἐν χρήσει πηδαλίων οὐδένα
15ἄλλον ἢ τὸν κυβερνήτην· ἐν δὲ τῷ βίῳ οὐκέτι μόνον ἀναμάρτητον εἶναι τὸν φιλόσοφον ἀξιοῦσιν, ὃς δοκεῖ μόνος ἐπιμελεῖσθαι ἀρετῆς,
ἀλλ’ ὁμοίως ἅπαντας καὶ τοὺς μηδεμίαν ἐπιμέλειαν ταύτης πεποιη‐ μένους. δῆλον οὖν, ὡς οὐδὲν ἕτερον τούτου αἴτιον ἢ τὸ πρὸς ἀρετὴν γεγονέναι τὸν ἄνθρωπον. καὶ μὴν κἀκεῖνο μέγα τεκμήριον τοῦ36
20μετεῖναι ἀρετῆς φύσει ἡμῖν, τὸ πάντας οὕτως διαλέγεσθαι περὶ ἑαυτῶν, ὡς ἐχόντων ἀρετὴν καὶ ὄντων ἀγαθῶν. οὐδεὶς γάρ ἐστι τῶν πολλῶν, ὃς ἐρωτώμενος πότερον ἄφρων ἢ φρόνιμος τυγχάνει ὤν, ἄφρων ὁμολογήσει εἶναι· οὐδ’ αὖ ἐρωτώμενος πότερον ἄδικος ἢ δίκαιος τυγχάνει ὤν, φήσει ὅτι ἄδικος. ὁμοίως δὲ κἂν ἐρωτᾷ τις
25πότερον σώφρων ἢ ἀκόλαστος, † ἢθ’ οὕτως ἀποκρίνεται ἐρωτηθείς, ὅτι σώφρων· καὶ ἁπλῶς ἂν ἐρωτᾷ τις πότερον ἀγαθὸς εἴη ἢ φαῦλος, φαίη ἂν 〈ὅτι〉 ἀγαθός, καὶ ταῦτ’ οὐκ ἂν ἔχων εἰπεῖν οὔτε διδά‐ σκαλον αὑτοῦ καλοκἀγαθίας, οὔτε μάθησιν ἀρετῆς ἢ ἄσκησιν ἣν τυγχάνει πεποιημένος. τοῦτ’ οὖν τίνος ἄλλου τεκμήριόν ἐστιν ἢ
30τοῦ φυσικὴν εἶναι ὑποβολὴν τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς καλο‐ κἀγαθίαν καὶ σπέρμα ἀρετῆς ἑκάστῳ ἡμῶν ἐνεῖναι; διὰ δὲ τὸ πάντως ἀγαθοὺς ὑπάρχειν προσήκειν ἡμῖν, οἱ μὲν ἀπατώμεθα ὡς καὶ δὴ ὄντες ἀγαθοί, οἱ δὲ αἰσχυνόμεθα ὁμολογεῖν 〈ὅτι〉 οὐκ ἐσμέν. ἐπεὶ διὰ τί, πρὸς θεῶν, γράμματα μὲν ἢ μουσικὴν ἢ παλαιστρικὴν
35οὐδεὶς μὴ μαθὼν εἰδέναι φησίν, οὐδὲ ἔχειν τὰς τέχνας ταύτας προσποιεῖται, μὴ καὶ διδάσκαλον παρ’ ὃν ἐφοίτα ἔχων εἰπεῖν, ἀρετὴν δὲ ἔχειν πᾶς ὑπισχνεῖται; ὅτι ἐκείνων μὲν οὐδενὸς φύσει τῷ ἀνθρώπῳ μέτεστιν, οὐδὲ ἥκει 〈τισ〉 εἰς τὸν βίον ἔχων ὑποβολὰς ***

3

Ἐπεὶ δ’ ἐπύθετό τις αὐτοῦ, εἰ καὶ γυναιξὶ φιλοσοφητέον, οὕτω πως ἤρξατο διδάσκειν ὡς φιλοσοφητέον αὐταῖς. Λόγον μέν, ἔφη, τὸν αὐτὸν εἰλήφασι παρὰ θεῶν αἱ γυναῖκες τοῖς ἀνδράσιν, ᾧ τε χρώμεθα πρὸς ἀλλήλους καὶ καθ’ ὃν διανοούμεθα περὶ
5ἑκάστου πράγματος, 〈εἰ〉 ἀγαθὸν ἢ κακόν ἐστι, καὶ καλὸν ἢ αἰσχρόν. ὁμοίως δὲ καὶ αἰσθήσεις τὰς αὐτὰς ἔχει τὸ θῆλυ τῷ ἄρρενι, ὁρᾶν, ἀκούειν, ὀσφραίνεσθαι καὶ τὰ ἄλλα. ὁμοίως δὲ καὶ
μέρη σώματος τὰ αὐτὰ ὑπάρχει ἑκατέρῳ, καὶ οὐδὲν θατέρῳ πλέον. ἔτι δὲ ὄρεξις καὶ οἰκείωσις φύσει πρὸς ἀρετὴν οὐ μόνον γίνεται38
10τοῖς ἀνδράσιν, ἀλλὰ καὶ γυναιξίν· οὐδὲν γὰρ ἧττον αὗταί γε τῶν ἀνδρῶν τοῖς μὲν καλοῖς καὶ δικαίοις ἔργοις ἀρέσκεσθαι πεφύκασι, τὰ δ’ ἐναντία τούτων προβάλλεσθαι. τούτων δὲ ταύτῃ ἐχόντων, διὰ τί ποτ’ οὖν τοῖς μὲν ἀνδράσι προσήκοι ἂν ζητεῖν καὶ σκοπεῖν ὅπως βιώσονται καλῶς, ὅπερ τὸ φιλοσοφεῖν ἐστι, γυναιξὶ δὲ οὔ;
15πότερον ὅτι ἄνδρας μὲν προσήκει ἀγαθοὺς εἶναι, γυναῖκας δὲ οὔ; σκοπῶμεν δὲ καὶ καθ’ ἓν ἕκαστον τῶν προσηκόντων γυναικὶ τῇ ἐσομένῃ ἀγαθῇ· φανεῖται γὰρ ἀπὸ φιλοσοφίας τούτων ἕκαστον μάλιστ’ ἂν αὐτῇ περιγινόμενον. αὐτίκα δεῖ οἰκονομικὴν εἶναι τὴν γυναῖκα καὶ ἐκλογιστικὴν τῶν οἴκῳ συμφερόντων καὶ ἀρχικὴν
20τῶν οἰκετῶν. ταῦτα δ’ ἐγὼ φημὶ τῇ φιλοσοφούσῃ ὑπάρξαι ἂν μάλιστα· εἴ γε ἕκαστον μὲν τούτων μέρος τοῦ βίου ἐστίν, ἐπιστήμη δὲ περὶ βίον οὐχ ἑτέρα τις ἢ φιλοσοφία ἐστί, καὶ ὁ φιλόσοφος, ὥσπερ ἔλεγε Σωκράτης, τοῦτο διατελεῖ σκοπῶν,
ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
25ἀλλὰ δεῖ δὴ καὶ σώφρονα εἶναι τὴν γυναῖκα· οἵαν καθαρεύειν μὲν ἀφροδισίων παρανόμων, καθαρεύειν δὲ τῆς περὶ τὰς ἄλλας ἡδονὰς ἀκρασίας, μὴ δουλεύειν ἐπιθυμίαις, μηδὲ φιλόνεικον εἶναι, μὴ πολυτελῆ, μὴ καλλωπίστριαν. ταῦτα μὲν ἔργα τῆς σώφρονός ἐστι· καὶ ἔτι πρὸς τούτοις ἐκεῖνα· κρατεῖν μὲν ὀργῆς, μὴ κρατεῖσθαι δ’
30ὑπὸ λύπης, κρείττονα δὲ πάθους παντὸς εἶναι. ταῦτα δ’ ὁ φιλό‐ σοφος παρεγγυᾷ λόγος· ὁ δὲ μαθὼν αὐτὰ καὶ ἀσκήσας ἐμοὶ μὲν δοκεῖ γενέσθαι ἂν κοσμιώτατος, εἴτ’ ἀνὴρ εἴη εἴτε γυνή. τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· δικαία δ’ οὐκ ἂν εἴη γυνὴ φιλοσοφοῦσα, οὐδ’ ἄμεμπτος βίου κοινωνός, οὐδ’ ὁμονοίας ἀγαθὴ συνεργός, οὐδ’
35ἀνδρός γε καὶ τέκνων ἐπιμελὴς κηδεμών, οὐδὲ φιλοκερδείας ἢ πλεονεξίας πάντῃ καθαρά; καὶ τίς ἂν μᾶλλον τῆς φιλοσόφου τοιαύτη γένοιτο ἥν γε ἀνάγκη πᾶσα, εἴπερ εἴη τῷ ὄντι φιλόσοφος, τὸ μὲν ἀδικεῖν τοῦ ἀδικεῖσθαι χεῖρον νομίζειν, ὅσῳπερ αἴσχιον, τὸ δὲ ἐλαττοῦσθαι τοῦ πλεονεκτεῖν κρεῖττον ὑπολαμβάνειν, ἔτι δὲ καὶ
40τέκνα μᾶλλον ἀγαπᾶν ἢ τὸ ζῆν; τῆς δ’ ἐχούσης οὕτω τίς ἂν εἴη γυνὴ δικαιοτέρα; καὶ μὴν καὶ ἀνδρειοτέραν εἶναι προσήκει γυναῖκα τῆς ἀπαιδεύτου τὴν πεπαιδευμένην καὶ τὴν φιλόσοφον τῆς
ἰδιώτιδος· ὡς μήτε θανάτου φόβῳ μήτε ὄκνῳ τῷ πρὸς πόνον ὑπομεῖναί τι αἰσχρόν, μηδ’ ὑποπτῆξαι μηδενὶ ὅτι εὐγενὴς ἢ ὅτι40
45δυνατὸς ἢ ὅτι πλούσιος ἢ καὶ νὴ Δία ὅτι τύραννος. ὑπάρχει γὰρ αὐτῇ μεμελετηκέναι μέγα φρονεῖν, καὶ τὸν μὲν θάνατον ἡγεῖσθαι μὴ κακόν, τὴν δὲ ζωὴν μὴ ἀγαθόν· ὡσαύτως δὲ καὶ τὸν μὲν πόνον μὴ ἐκτρέπεσθαι, τὴν δὲ ἀπονίαν μὴ διώκειν ἐξ ἅπαντος. ὅθεν εἰκὸς εἶναι τὴν γυναῖκα ταύτην καὶ αὐτουργικὴν καὶ κακόπαθον, οἵαν

3

(50)

ἃ μὲν ἂν τέκῃ τρέφειν μαστῷ τῷ ἑαυτῆς, τῷ δὲ ἀνδρὶ ὑπηρετεῖν χερσὶ ταῖς ἑαυτῆς· ἃ δὲ δουλικὰ νομίζουσιν ἔνιοι, ταῦτα ἀόκνως ποιεῖν. ἆρ’ οὐκ ἂν ἡ τοιαύτη γυνὴ μέγα μὲν ὄφελος εἴη τῷ γεγαμη‐ κότι, κόσμος δὲ τοῖς προσήκουσι γένει, παράδειγμα δὲ χρηστὸν ταῖς ἐπισταμέναις αὐτήν; ἀλλὰ νὴ Δία, φασί τινες, ὅτι αὐθάδεις
55ὡς ἐπὶ πολὺ καὶ θρασείας εἶναι ἀνάγκη τὰς προσιούσας τοῖς φιλοσόφοις γυναῖκας, ὅταν ἀφέμεναι τοῦ οἰκουρεῖν ἐν μέσοις ἀναστρέφωνται τοῖς ἀνδράσι καὶ μελετῶσι λόγους καὶ σοφίζωνται καὶ ἀναλύωσι συλλογισμούς, δέον οἴκοι καθημένας ταλασιουργεῖν. ἐγὼ δὲ οὐχ ὅπως τὰς γυναῖκας τὰς φιλοσοφούσας ἀλλ’ οὐδὲ τοὺς
60ἄνδρας ἀξιώσαιμ’ ἂν ἀφεμένους τῶν προσηκόντων ἔργων εἶναι περὶ λόγους μόνον· ἀλλὰ καὶ ὅσους μεταχειρίζονται λόγους, τῶν ἔργων φημὶ δεῖν ἕνεκα μεταχειρίζεσθαι αὐτούς. ὥσπερ γὰρ ἰατρικοῦ λόγου ὄφελος οὐδέν, ἐὰν μὴ πρὸς ὑγίειαν φέρῃ σώματος ἀνθρω‐ πίνου, οὕτως οὐδ’ εἴ τινα φιλόσοφος ἔχει ἢ διδάσκει λόγον, οὐδὲν
65ὄφελος αὐτοῦ, ἐὰν μὴ φέρῃ πρὸς ἀρετὴν ψυχῆς ἀνθρωπίνης. πρὸ παντὸς δὲ σκοπεῖν τὸν λόγον χρή, ᾧ ἕπεσθαι τὰς φιλοσοφούσας ἀξιοῦμεν, εἰ δύναται θρασείας ποιεῖν ὁ τὴν αἰδῶ μέγιστον ἀπο‐ φαίνων ἀγαθόν· εἰ ζῆν ἰταμώτερον ἐθίζει ὁ καταστολὴν πλείστην ὑφηγούμενος· εἰ μὴ διδάσκει σωφρονεῖν ὁ κακὸν ἀποδεικνὺς
70ἔσχατον τὴν ἀκολασίαν· εἰ μὴ προτρέπει οἰκονομεῖν ὁ παριστὰς ἀρετὴν εἶναι τὴν οἰκονομικήν. καὶ στέργειν δὲ ... καὶ αὐτουργεῖν ὁ τῶν φιλοσόφων λόγος παρακαλεῖ τὴν γυναῖκα.

4

Λόγου δέ ποτέ τινος ἐμπεσόντος, εἰ τὴν αὐτὴν παιδείαν παιδευ‐
τέον τοὺς υἱέας καὶ τὰς θυγατέρας, ἵππους μέν, ἔφη, καὶ κύνας ὁμοῦ οὐδὲν διαφερόντως παιδεύουσιν οἵ τε ἱππικοὶ καὶ οἱ κυνηγετικοὶ τοὺς ἄρρενας τῶν θηλειῶν· ἀλλ’ αἵ τε κύνες αἱ θήλειαι παραπλησίως42
5τοῖς ἄρρεσι διδάσκονται θηρᾶν· ἵππους τε θηλείας ἄν τις θέλῃ τὰ ἵππων ἔργα ἀποτελεῖν καλῶς, οὐ διάφορον τῶν ἀρρένων διδασκα‐ λίαν διδασκομένας ἰδεῖν ἔστιν· ἀνθρώπους δὲ τοὺς ἄρρενας ἐξαί‐ ρετόν τι ἄρα δεήσει ἔχειν ἐν τῇ παιδείᾳ καὶ τροφῇ παρὰ τὰς θηλείας, ὥσπερ οὐχὶ τὰς αὐτὰς παραγίνεσθαι δέον ἀρετὰς ἀμφοῖν
10ὁμοίως ἀνδρὶ καὶ γυναικί, ἢ ἐπὶ τὰς αὐτὰς ἀρετὰς μὴ διὰ τῶν αὐτῶν παιδευμάτων ἀλλὰ δι’ ἑτέρων οἷόν τε ὂν ἐλθεῖν. ὅτι δὲ οὐκ ἄλλαι ἀρεταὶ ἀνδρός, ἄλλαι δὲ γυναικός, ῥᾴδιον μαθεῖν. αὐτίκα, φρονεῖν δεῖ μὲν τὸν ἄνδρα, δεῖ δὲ καὶ τὴν γυναῖκα· ἢ τί ὄφελος εἴη ἂν ἄφρονος ἀνδρὸς ἢ γυναικός; εἶτα 〈δεῖ〉 δικαίως βιοῦν οὐδέ‐
15τερον ἧττον θατέρου· ἀλλ’ ὅ τε ἀνὴρ οὐκ ἂν εἴη πολίτης ἀγαθὸς ἄδικος ὤν, ἥ τε γυνὴ οὐκ ἂν οἰκονομοίη χρηστῶς, εἰ μὴ δικαίως· ἀλλ’ ἄδικος οὖσα περὶ αὐτὸν ἀδικήσει τὸν ἄνδρα, ὥσπερ τὴν Ἐριφύλην φασί. σωφρονεῖν μὲν αὖ καλὸν τὴν γυναῖκα, καλὸν δ’ ὁμοίως καὶ τὸν ἄνδρα· τὸ γοῦν μοιχεύειν τῷ μοιχεύεσθαι ἐπ’ ἴσης
20κολάζουσιν οἱ νόμοι. καὶ λιχνεῖαι καὶ οἰνοφλυγίαι καὶ ἄλλα παραπλήσια κακά, ἀκολαστήματα ὄντα καὶ καταισχύνοντα μεγά‐ λως τοὺς ἐνεχομένους αὐτοῖς, ἀποφαίνει τὴν σωφροσύνην ἀναγκαιο‐ τάτην οὖσαν ἀνθρώπῳ παντί, τῷ τε θήλει καὶ τῷ ἄρρενι· διὰ γὰρ σωφροσύνης μόνης ἐκφεύγομεν ἀκολασίαν, ἄλλως δ’ οὐδαμῶς.
25τὴν ἀνδρείαν φαίη τις ἂν ἴσως μόνοις προσήκειν τοῖς ἀνδράσιν. ἔχει δὲ οὐδὲ τοῦτο ταύτῃ. δεῖ γὰρ ἀνδρίζεσθαι καὶ τὴν γυναῖκα 〈καὶ〉 καθαρεύειν δειλίας τήν γε ἀρίστην, ὡς μήθ’ ὑπὸ πόνου μήθ’ ὑπὸ φόβου κάμπτεσθαι· εἰ δὲ μή, πῶς ἔτι σωφρονήσει, ἐάν τις ἢ φοβῶν ἢ προσάγων πόνους βιάσασθαι δύνηται αὐτὴν
30ὑπομεῖναί 〈τι〉 τῶν αἰσχρῶν; δεῖ δὲ δὴ καὶ ἀμυντικῶς ἔχειν τὰς γυναῖκας, εἰ μὴ νὴ Δία φαίνεσθαι μέλλουσι κακίους ἀλεκτορίδων καὶ ἄλλων ὀρνίθων θηλειῶν, αἳ πολὺ μείζοσι ζῴοις ἑαυτῶν ὑπὲρ τῶν νεοττῶν διαμάχονται. πῶς οὖν οὐκ ἂν ἀνδρείας αἱ γυναῖκες δέοιντο; ὅτι δὲ καὶ ἀλκῆς τῆς δι’ ὅπλων μέτεστιν αὐταῖς, ἐδήλωσε
35τὸ Ἀμαζόνων γένος ἔθνη πολλὰ δι’ ὅπλων καταστρεψάμενον· ὥστ’ εἴ τι ἐνδεῖ πρὸς τοῦτο ταῖς ἄλλαις γυναιξίν, ἀνασκησία μᾶλλον
ἢ τὸ μὴ πεφυκέναι 〈πρὸς ἀνδρείαν αἰτία ἂν εἴη. εἰ μὲν οὖν τὰς αὐτὰς εἶναι πέφυκεν〉 ἀρετὰς ἀνδρὸς καὶ γυναικός, ἀνάγκη πᾶσα καὶ τροφὴν καὶ παιδείαν τὴν αὐτὴν προσήκειν ἀμφοῖν. παντὶ γὰρ44
40δὴ ζῴῳ καὶ φυτῷ τὴν ἐπιμέλειαν τὴν προσαγομένην ὀρθῶς ἐμποιεῖν χρὴ τὴν ἐκείνῳ προσήκουσαν ἀρετήν. ἢ εἰ μὲν ἔδει αὐλεῖν δύνασθαι παραπλησίως ἄνδρα καὶ γυναῖκα, καὶ εἰ τοῦθ’ ἑκατέρῳ αὐτοῖν ἀναγκαῖον ἦν πρὸς τὸν βίον, ἀμφοτέρους ἂν ἐπ’ ἴσον τὴν αὐλητικὴν τέχνην ἐξεδιδάσκομεν, καὶ εἰ κιθαρίζειν ἔδει ἑκάτερον· ἀμφοτέρους
45δὲ εἰ δεῖ γενέσθαι ἀγαθοὺς τὴν ἀνθρώπῳ προσήκουσαν ἀρετὴν καὶ φρονεῖν ὁμοίως δύνασθαι καὶ σωφρονεῖν καὶ ἀνδρείας μετέχειν καὶ δικαιοσύνης μηδὲν ἧττον θατέρου θάτερον, οὐκ ἄρ’ ὁμοίως ἑκάτερον παιδεύσομεν οὐδὲ τὴν τέχνην, ἀφ’ ἧς γένοιτ’ ἂν ἄνθρωπος ἀγαθός, ἐπ’ ἴσον ἀμφοτέρους διδάξομεν; ἀλλὰ χρὴ οὕτω ποιεῖν

4

(50)

καὶ οὐχ ἑτέρως. ‘τί οὖν; καὶ ταλασίαν‘ φησί τις ἴσως ‘ἀξιοῖς σὺ παραπλησίως ἐκμανθάνειν ταῖς γυναιξὶν τοὺς ἄνδρας καὶ γυμναστικὴν μετέρχεσθαι τοῖς ἀνδράσιν ὁμοίως τὰς γυναῖκας;‘ τοῦτο μὲν οὐκέτι ἀξιώσω ἐγώ· φημὶ δὲ ὅτι οὔσης ἐν τῷ γένει 〈τῷ〉 ἀνθρωπίνῳ τῆς μὲν ἰσχυροτέρας φύσεως τῆς τῶν ἀρρένων, τῆς δ’
55ἀσθενεστέρας τῆς τῶν θηλειῶν, ἑκατέρᾳ φύσει τῶν ἔργων ἀπονεμη‐ τέον τὰ προσφορώτατα, καὶ τὰ μὲν βαρύτερα τοῖς ἰσχυροτέροις ἀποδοτέον, τὰ δὲ ἐλαφρότερα τοῖς ἀσθενεστέροις· διὰ τοῦτο ταλασία μὲν ταῖς γυναιξὶ μᾶλλον πρέποι ἂν ἤπερ ἀνδράσιν, ὥσπερ 〈καὶ〉 οἰκουρία· γυμναστικὴ δὲ ἀνδράσι μᾶλλον ἢ γυναιξίν, ὥσπερ καὶ
60θυραυλία· ἐνίοτε μέντοι καὶ ἄνδρες τινὲς τῶν ἐλαφροτέρων ἔργων ἔνια καὶ δοκούντων γυναικείων μεταχειρίσαιντ’ ἂν εἰκότως, καὶ γυναῖκες αὖ τῶν σκληροτέρων καὶ δοκούντων μᾶλλον προσήκειν ἀνδράσιν ἐργάσαιντ’ ἄν, ὅταν ἢ τὰ τοῦ σώματος οὕτως ὑφηγῆται ἢ τὰ τῆς χρείας ἢ τὰ τοῦ καιροῦ. πάντα μὲν γὰρ ἴσως ἐν κοινῷ
65κεῖται τὰ ἀνθρώπεια ἔργα καὶ ἔστι κοινὰ ἀνδρῶν καὶ γυναικῶν, καὶ οὐδὲν ἀποτακτὸν ἐξ ἀνάγκης τῷ ἑτέρῳ· ἔνια δὲ δὴ ἐπιτηδειότερα τὰ μὲν τῇδε τῇ φύσει, τὰ δὲ τῇδε· δι’ ὃ τὰ μὲν ἀνδρεῖα καλεῖται, τὰ δὲ γυναικεῖα· ὅσα μέντοι τὴν ἀναφορὰν ἔχει εἰς ἀρετήν, ταῦτα φαίη τις ἂν ὀρθῶς ἐπ’ ἴσον ἑκατέρᾳ προσήκειν φύσει, εἴ γε καὶ
70τὰς ἀρετὰς προσήκειν φαμὲν οὐδὲν τοῖς ἑτέροις μᾶλλον ἢ τοῖς ἑτέροις. ὅθεν εἰκότως οἶμαι καὶ παιδευτέον ὅσα πρὸς ἀρετὴν παραπλησίως τό τε θῆλυ καὶ τὸ ἄρρεν· καὶ ἀρξαμένους ἀπὸ νηπίων εὐθὺς διδακτέον, ὅτι τοῦτο μὲν ἀγαθόν, τοῦτο δὲ κακὸν καὶ ταὐτὸν
ἀμφοῖν, καὶ τοῦτο μὲν ὠφέλιμον, τοῦτο δὲ βλαβερόν, καὶ τόδε μὲν46
75πρακτέον, τόδε δὲ οὔ· ἐξ ὧν περιγίνεται φρόνησις τοῖς μανθά‐ νουσιν ὁμοίως κόραις καὶ κόροις, καὶ οὐδὲν διαφορώτερον τοῖς ἑτέροις· εἶτα δὲ ἐμποιητέον αἰδῶ πρὸς ἅπαν αἰσχρόν· ὧν ἐγγενομέ‐ νων ἀνάγκη σώφρονας εἶναι καὶ ἄνδρα καὶ γυναῖκα. καὶ μὴν τὸν παιδευόμενον ὀρθῶς, ὅστις ἂν ᾖ, εἴτε ἄρρην εἴτε θήλεια, ἐθιστέον
80μὲν ἀνέχεσθαι πόνου, ἐθιστέον δὲ μὴ φοβεῖσθαι θάνατον, ἐθιστέον δὲ μὴ ταπεινοῦσθαι πρὸς συμφορὰν μηδεμίαν· δι’ ὅσων ἄν τις εἴη ἀνδρεῖος. ἀνδρείας δὲ μικρῷ πρότερον ἐδείχθη δεῖν μετεῖναι καὶ γυναιξίν. ἔτι τοίνυν πλεονεξίαν μὲν φεύγειν, ἰσότητα δὲ τιμᾶν, καὶ εὖ ποιεῖν μὲν θέλειν, κακοποιεῖν δὲ μὴ θέλειν ἄνθρωπον ὄντα
85ἀνθρώπους, ἔστι μὲν δίδαγμα κάλλιστον καὶ δικαίους ἐπιτελεῖ τοὺς μανθάνοντας· τί δὲ μᾶλλον ἄνδρα μεμαθηκέναι χρὴ ταῦτα; εἰ γὰρ νὴ Δία πρέπει δικαίας εἶναι γυναῖκας, καὶ ταὐτὰ δεῖ μεμαθηκέναι ἄμφω τά γε κυριώτατα καὶ μέγιστα. εἰ γάρ τί που καὶ μικρὸν ὁ μὲν εἴσεται, ἡ δὲ οὔ, ἢ ἀνάπαλιν ἡ μὲν εἴσεται, ὁ δὲ οὔ, τεχνίτου
90τινὸς ἐχόμενον, οὔπω τοῦτο διάφορον ἀποφαίνει τὴν ἑκατέρου παιδείαν· μόνον περὶ μηδενὸς τῶν μεγίστων ἕτερος ἕτερα μεμαθη‐ κέτω, ἀλλὰ ταὐτά. ἂν δέ τις ἐρωτᾷ με, τίς ἐπιστήμη τῆς παιδείας ταύτης ἐπιστατεῖ, λέξω πρὸς αὐτὸν ὅτι φιλοσοφίας ἄνευ ὥσπερ ἀνὴρ οὐκ ἂν οὐδείς, οὕτως οὐδ’ ἂν γυνὴ παιδευθείη ὀρθῶς. καὶ οὐ
95τοῦτο βούλομαι λέγειν, ὅτι τρανότητα περὶ λόγους καὶ δεινότητά τινα περιττὴν χρὴ προσεῖναι ταῖς γυναιξίν, εἴπερ φιλοσοφήσουσιν ὡς γυναῖκες· οὐδὲ γὰρ ἐπ’ ἀνδρῶν ἐγὼ πάνυ τι τοῦτο ἐπαινῶ· ἀλλ’ ὅτι ἤθους χρηστότητα καὶ καλοκἀγαθίαν τρόπου κτητέον ταῖς γυναιξίν· ἐπειδὴ καὶ φιλοσοφία καλοκἀγαθίας ἐστὶν ἐπιτήδευσις

4

(100)

καὶ οὐδὲν ἕτερον.

5

Αὖθις ἐνέπεσεν ἡμῖν ζήτησις πότερον ἀνυσιμώτερον πρὸς
κτῆσιν ἀρετῆς ἔθος ἢ λόγος, εἰ ὁ μὲν λόγος διδάσκοι ὀρθῶς τί εἴη ποιητέον, τὸ δὲ ἔθος γίνοιτο κατὰ τοιοῦτον λόγον πράττειν ἐθιζο‐ μένων. τῷ δὲ Μουσωνίῳ τὸ ἔθος ἐδόκει εἶναι ἀνυσιμώτερον, καὶ48
5συνηγορῶν τῇ ἑαυτοῦ δόξῃ ἤρετο τῶν παρόντων τινὰ οὕτως· Δυοῖν ὄντοιν ἰατροῖν, τοῦ μὲν ἱκανοῦ λέγειν καὶ περὶ τῶν ἰατρικῶν ὡς ὅτι ἐμπειρότατα, περὶ δὲ θεραπείαν τῶν καμνόντων μηδὲν τετριμ‐ μένου, τοῦ δ’ εἰπεῖν μὲν ἀδυνάτου, θεραπεύειν δ’ εἰθισμένου κατὰ τὸν λόγον τὸν ἰατρικόν, πότερον, ἔφη, μᾶλλον ἕλοιο ἂν παρεῖναί
10σοι νοσοῦντι; Ὁ δὲ ἀπεκρίνατο, 〈ὅτι〉 τὸν θεραπεύειν εἰθισμένον. Καὶ ὁ Μουσώνιος· Τί δέ; δυοῖν ἀνδροῖν τοῦ μὲν πεπλευκότος πολλάκις καὶ κυβερνήσαντος ἤδη πλοῖα ἱκανά, τοῦ δὲ ὀλιγάκις μὲν πεπλευκότος, κυβερνήσαντος δὲ μηδέποτε· ἐὰν οὗτος ὁ μὴ κυβερνήσας ἱκανώτατα λέγῃ ὃν τρόπον χρὴ κυβερνᾶν, ὁ δ’ ἕτερος
15ἐνδεῶς καὶ παντάπασιν ἀσθενῶς, ποτέρῳ ἂν πλέων χρήσαιο κυβερνήτῃ; Καὶ ὃς εἶπεν, ὅτι τῷ κυβερνήσαντι πολλάκις. Πάλιν ὁ Μουσώνιος· Μουσικοῖν δὲ δυοῖν, τοῦ μὲν τοὺς λόγους ἐπισταμένου τοὺς μουσικοὺς καὶ λέγοντος αὐτοὺς πιθανώτατα, ᾄδειν δὲ ἢ κιθαρίζειν ἢ λυρίζειν ἀδυνατοῦντος, τοῦ δὲ περὶ μὲν τοὺς λόγους
20ὄντος ἥττονος, κιθαρίζοντος δὲ καλῶς καὶ λυρίζοντος, ἔτι δὲ ᾄδοντος· ποτέρῳ ἂν ἐπιτρέψαις ἔργον μουσικόν, ἢ πότερον ἂν ἐθέλοις γενέσθαι διδάσκαλον τῶν μουσικῶν παιδὸς οὐκ εἰδότος; Ὁ δὲ ἀπεκρίνατο, ὅτι τὸν ἐκ τοῖς 〈ἔργοισ〉 ἱκανόν. Τί οὖν; εἶπεν ὁ Μουσώνιος, ταῦτα μὲν ταύτῃ ἔχει· περὶ δὲ σωφροσύνης ἢ ἐγκρα‐
25τείας τοῦ ἃ χρὴ δύνασθαι λέγειν οὐ πολὺ κρεῖττον τὸ ἐγκρατῆ γενέσθαι καὶ σώφρονα περὶ τὰ πραττόμενα πάντα; Συνεχώρει κἀνταῦθα ὁ νεανίσκος, ἧττον καὶ φαυλότερον εἶναι τοῦ σωφρονεῖν ἔργῳ τὸ λέγειν περὶ σωφροσύνης ἱκανῶς. Ὅθεν ὁ Μουσώνιος συνάπτων τοῖς προειρημένοις, πῶς οὖν ἐπὶ τούτοις, ἔφη, τὸ τὸν
30ἑκάστου λόγον ἐπίστασθαι πράγματος κρεῖττον ἂν εἴη τοῦ ἐθί‐ ζεσθαι καὶ πράττειν τὰ πράγματα κατὰ τὴν ὑφήγησιν τοῦ λόγου; ἐπείπερ τὸ μὲν ἔθος πρὸς τὸ δύνασθαι πράττειν ἄγει, τὸ δ’ ἐπίστασθαι λόγον τοῦ πράγματος πρὸς τὸ δύνασθαι λέγειν.
συνεργεῖ μὲν γὰρ καὶ τῇ πράξει ὁ λόγος διδάσκων ὅπως πρακτέον50
35καὶ ἔστι τῇ τάξει πρότερος τοῦ ἔθους· οὐ γὰρ ἐθισθῆναί τι καλὸν οἷόν τε μὴ κατὰ λόγον ἐθιζόμενον· δυνάμει μέντοι τὸ ἔθος προτερεῖ τοῦ λόγου, ὅτι ἐστὶ κυριώτερον ἐπὶ τὰς πράξεις ἄγειν τὸν ἄνθρωπον ἤπερ ὁ λόγος.

6

Παρώρμα δὲ πρὸς ἄσκησιν τοὺς συνόντας ἐντεταμένως ἀεὶ τοιοῖσδέ τισι λόγοις χρώμενος. Ἡ ἀρετή, ἔφη, ἐπιστήμη ἐστὶν οὐ θεωρητικὴ μόνον, ἀλλὰ καὶ πρακτικὴ καθάπερ ἥ τε ἰατρικὴ καὶ ἡ μουσική. δεῖ οὖν ὥσπερ τὸν ἰατρὸν καὶ τὸν μουσικὸν μὴ μόνον
5ἀνειληφέναι τὰ θεωρήματα τῆς αὑτοῦ τέχνης ἑκάτερον, ἀλλὰ καὶ γεγυμνάσθαι πράττειν κατὰ τὰ θεωρήματα, οὕτω καὶ τὸν ἐσόμενον ἀγαθὸν ἄνδρα μὴ μόνον ἐκμανθάνειν ὅσα μαθήματα φέρει πρὸς ἀρετήν, ἀλλὰ καὶ γυμνάζεσθαι κατὰ ταῦτα φιλοτίμως καὶ φιλο‐ πόνως. ἐπεὶ πῶς μὲν ἂν εὐθὺς γένοιτό τις σώφρων, εἰ μόνον εἰδείη
10ὅτι οὐ χρὴ ἡττᾶσθαι ἡδονῶν, ἀγύμναστος δ’ εἴη ἀντέχειν ταῖς ἡδοναῖς; πῶς δ’ ἂν δίκαιός τις γένοιτο, μεμαθηκὼς μὲν ὅτι χρὴ τὸ ἴσον ἀγαπᾶν, μὴ μεμελετηκὼς δὲ φεύγειν τὸ πλεονεκτεῖν; πῶς δ’ ἂν ἀνδρείαν κτησαίμεθα, τὸ μὲν ὅτι μὴ φοβερὰ τὰ δοκοῦντα τοῖς πολλοῖς δεινὰ κατανενοηκότες, ἄφοβοι δ’ εἶναι εἰς αὐτὰ μὴ μεμελε‐
15τηκότες; πῶς δ’ ἂν φρόνιμοι γενοίμεθα, τὰ μὲν ὡς ἀληθῶς ἀγαθὰ καὶ κακὰ τίνα ἐστὶν ἐγνωκότες, μὴ γεγυμνασμένοι δὲ καταφρονεῖν τῶν δοκούντων ἀγαθῶν; διὸ χρὴ τῇ μαθήσει τῶν προσηκόντων ἀρετῇ ἑκάστῃ μαθημάτων καὶ τὴν ἄσκησιν ἐπακολουθεῖν πάντως, εἴ γε μέλλει καὶ αὐτῆς τῆς μαθήσεως ὄφελός τι γενήσεσθαι ἡμῖν.
20καὶ τοσούτῳ γε χρὴ μᾶλλον ἀσκεῖν τὸν φιλοσοφεῖν ἀξιοῦντα ἤπερ τὸν ἰατρικῆς ἤ τινος τέχνης ὁμοίας ἐφιέμενον, ὅσῳ μεῖζον καὶ δυσκατεργαστότερον φιλοσοφία παντὸς ἐπιτηδεύματος ἑτέρου. καὶ γὰρ οὖν ἐπὶ μὲν τὰς ἄλλας τέχνας † εἶναι οἱ ἐφιέμενοι αὐτῶν, οὐ προδιεφθαρμένοι τὰς ψυχὰς οὐδ’ ἐναντία μεμαθηκότες οἷς μαθή‐
25σεσθαι μέλλουσιν· οἱ δὲ φιλοσοφεῖν ἐπιχειροῦντες, ἐν διαφθορᾷ
γεγενημένοι πρότερον πολλῇ καὶ ἐμπεπλησμένοι κακίας, οὕτω μετίασι τὴν ἀρετήν, ὥστε καὶ ταύτῃ πλείονος δεηθῆναι τῆς ἀσκήσεως. πῶς οὖν καὶ τίνα τρόπον τούτοις ἀσκητέον; ἐπεὶ τὸν ἄνθρωπον οὔτε ψυχὴν μόνον εἶναι συμβέβηκεν οὔτε σῶμα μόνον,52
30ἀλλά τι σύνθετον ἐκ τοῖν δυοῖν τούτοιν, ἀνάγκη τὸν ἀσκοῦντα ἀμφοῖν ἐπιμελεῖσθαι, τοῦ μὲν κρείττονος μᾶλλον, ὥσπερ ἄξιον, τουτέστι τῆς ψυχῆς· καὶ θατέρου δέ, εἴ γε μέλλει μηδὲν ἐνδεῶς ἔχειν τοῦ ἀνθρώπου μέρος. δεῖ γὰρ δὴ καὶ τὸ σῶμα παρεσκευάσθαι καλῶς πρὸς τὰ σώματος ἔργα τὸ τοῦ φιλοσοφοῦντος, ὅτι πολλάκις
35αἱ ἀρεταὶ καταχρῶνται τούτῳ ὄντι ὀργάνῳ ἀναγκαίῳ πρὸς τὰς τοῦ βίου πράξεις. τῆς οὖν ἀσκήσεως ἡ μέν τις ἰδία τῆς ψυχῆς μόνης γίνοιτ’ ἂν ὀρθῶς, ἡ δέ τις κοινὴ ταύτης τε καὶ τοῦ σώματος. κοινὴ μὲν οὖν ἄσκησις ἀμφοῖν γενήσεται, συνεθιζομένων ἡμῶν ῥίγει, θάλπει, δίψει, λιμῶ, τροφῆς λιτότητι, κοίτης σκληρότητι, ἀποχῇ
40τῶν ἡδέων, ὑπομονῇ τῶν ἐπιπόνων. διὰ γὰρ τούτων καὶ τῶν τοιούτων ῥώννυται μὲν τὸ σῶμα καὶ γίνεται δυσπαθές τε καὶ στερεὸν καὶ χρήσιμον πρὸς ἅπαν ἔργον, ῥώννυται δὲ ἡ ψυχὴ γυμναζομένη διὰ μὲν τῆς ὑπομονῆς τῶν ἐπιπόνων πρὸς ἀνδρείαν, διὰ δὲ τῆς ἀποχῆς τῶν ἡδέων πρὸς σωφροσύνην. ἰδία δὲ τῆς ψυχῆς ἄσκησίς
45ἐστι πρῶτον μὲν τὰς ἀποδείξεις προχείρους ποιεῖσθαι τάς τε περὶ τῶν ἀγαθῶν τῶν δοκούντων ὡς οὐκ ἀγαθά, καὶ τὰς περὶ τῶν κακῶν τῶν δοκούντων ὡς οὐ κακά, καὶ τὰ ἀληθῶς ἀγαθὰ γνωρίζειν τε καὶ διακρίνειν ἀπὸ τῶν μὴ ἀληθῶς ἐθίζεσθαι· εἶτα δὲ μελετᾶν μήτε φεύγειν μηδὲν τῶν δοκούντων κακῶν μήτε διώκειν μηδὲν τῶν

6

(50)

δοκούντων ἀγαθῶν, καὶ τὰ μὲν ἀληθῶς κακὰ πάσῃ μηχανῇ ἐκτρέπεσθαι, τὰ δὲ ἀληθῶς ἀγαθὰ παντὶ τρόπῳ μετέρχεσθαι. Ἐν κεφαλαίῳ μὲν οὖν σχεδὸν εἴρηται, ὁποῖος ἑκάτερος τρόπος ἀσκήσεως· οὐ μὴν ἀλλὰ καὶ κατὰ μέρος ὡς ποιητέον ἕκαστα, πειράσομαι εἰπεῖν, οὐ διακρίνων οὐδὲ χωρίζων οὐκέτι τά τε κοινὰ
55τῆς ψυχῆς καὶ τοῦ σώματος ἀσκήματα καὶ τὰ ἴδια τῆς ψυχῆς, ἀλλὰ ἀναμὶξ τὰ ἑκατέρου μέρους διεξιών. οὐκοῦν ἐπειδὴ ταῦτα μὲν τυγχάνομεν ἀκηκοότες τε καὶ ὑπειληφότες, ὅσοι γε φιλοσόφου διατριβῆς μετεσχήκαμεν, ὡς οὔτε πόνος οὔτε θάνατος οὔτε πενία κακὸν οὐδαμῶς ἐστιν οὐδ’ ἄλλο τι τῶν κακίας ἀπηλλαγμένων, οὐδ’
60αὖ πάλιν ἀγαθὸν πλοῦτος, ζωὴ, ἡδονὴ, ἤ τι ἕτερον τῶν μὴ μετεχόντων ἀρετῆς· ὅμως δὲ καὶ ταῦθ’ ὑπειληφότες διὰ τὴν ἀπὸ παίδων εὐθὺς γεγονυῖαν ἡμῖν διαφθορὰν καὶ τὴν ὑπὸ τῆς διαφθορᾶς συνήθειαν
πονηρὰν πόνου μὲν προσερχομένου κακὸν ἡγούμεθα προσέρχεσθαι ἑαυτοῖς, ἡδονῆς δὲ παραγινομένης ἀγαθὸν ἡγούμεθα παραγίνεσθαι54
65ἡμῖν, καὶ τὸν μὲν θάνατον ὡς ἐσχάτην συμφορὰν πεφρίκαμεν, τὴν δὲ ζωὴν ὡς τῶν ἀγαθῶν μέγιστον ἀσπαζόμεθα, καὶ διδόντες μὲν ἀργύριον ὡς βλαπτόμενοι λυπούμεθα, λαμβάνοντες δὲ ὡς ὠφελούμενοι χαίρομεν, παραπλησίως δὲ καὶ ἐπὶ πλειόνων ἄλλων οὐκ ἀκολούθως ταῖς ὀρθαῖς ὑπολήψεσι τοῖς πράγμασι χρώμεθα,
70τῷ δὲ φαύλῳ ἔθει μᾶλλον ἀκολουθοῦμεν. ἐπεὶ οὖν ταῦτα φημὶ ταύτῃ ἔχειν, δεῖ τὸν ἀσκοῦντα ζητεῖν περιγίγνεσθαι ἑαυτῷ τῇ μὲν ἡδονῇ μὴ ἀσμενίζειν, τὸν πόνον δὲ μὴ ἐκτρέπεσθαι, καὶ τῷ μὲν ζῆν μὴ φιληδεῖν, τὸν δὲ θάνατον μὴ δεδιέναι, καὶ ἐπὶ χρημάτων μὴ προτιμᾶν τοῦ προΐεσθαι τὸ λαμβάνειν.

7

Πρὸς δὲ τὸ ῥᾷον καὶ προθυμότερον ὑφίστασθαι τῶν πόνων ἐκείνους, οὓς ἂν ὑπὲρ ἀρετῆς καὶ καλοκἀγαθίας μέλλωμεν πονεῖν, ταῦτα λελογίσθαι χρήσιμα· πόσα μὲν πονοῦσιν ἔνιοι δι’ ἐπιθυμίας κακάς, ὥσπερ οἱ ἐρῶντες ἀκολάστως, πόσα δ’ ὑπομένουσιν ἄλλοι
5τοῦ κερδαίνειν χάριν, πόσα δ’ αὖ κακοπαθοῦσιν ἔνιοι θηρώμενοι δόξαν, καὶ ὅτι οὗτοι πάντες ὑπομένουσιν αὐθαίρετοι πᾶσαν ταλαιπωρίαν. ἆρ’ οὖν οὐχὶ δεινὸν ἐκείνους μὲν ὑπὲρ οὐδενὸς τῶν καλῶν ἀνέχεσθαι ταῦτα πάσχοντας, ἡμᾶς δ’ ὑπὲρ καλοκἀγαθίας καὶ τοῦ κακίαν μὲν ἐκφυγεῖν τὴν λυμαινομένην ἡμῶν τὸν βίον, κτή‐
10σασθαι δὲ ἀρετήν, ἥ τις ἁπάντων τῶν ἀγαθῶν ἐστι χορηγός, μὴ πάντα πόνον ἑτοίμως ὑφίστασθαι; καίτοι οὐδ’ ἂν εἴποι τις ὅσῳ κρεῖττον ἀντὶ μὲν τοῦ πονεῖν ἵνα τύχῃ τις γυναικὸς ἀλλοτρίας, τὸ πονεῖν ἵνα παιδαγωγήσῃ τὰς ἐπιθυμίας τὰς ἑαυτοῦ· ἀντὶ δὲ τοῦ περὶ χρημάτων ταλαιπωρεῖν τὸ ἀσκεῖν ὥστε ὀλίγων δεῖσθαι· πρὸ
15δὲ τοῦ πράγματα ἔχειν ὑπὲρ δόξης τὸ πραγματεύεσθαι ὅπως μὴ δοξοκόπος ᾖ· πρὸ δέ γε τοῦ ζητεῖν, ὅπως ᾧ φθονεῖ τις κακοποιήσῃ τοῦτον, τὸ σκοπεῖν ὅπως μηδὲν φθονήσῃ μηδενί· καὶ πρό γε τοῦ δουλεύειν τισὶ καλουμένοις φίλοις, ὥσπερ οἱ κόλακες, τὸ κακοπα‐ θεῖν ἵνα κτήσηται φίλους ἀληθινούς. καθόλου δὲ τοῦ πονεῖν πᾶσιν56
20ἀνθρώποις ἀναγκαίου ὄντος, τοῖς τε τῶν κρειττόνων ὀρεγομένοις καὶ τοῖς τῶν χειρόνων, τὸ μὴ πολλῷ εἶναι προθυμοτέρους πονεῖν τοὺς τὰ κρείττω μετιόντας 〈ἢ〉 οἷς ἐλπίδες μικραὶ τῶν πόνων εἰσίν, ἀτοπώτατον. ἀλλ’ οἱ μὲν ἄρα θαυματοποιοὶ δύσκολα οὕτως ὑφίστανται πράγματα καὶ τὴν ζωὴν παραβάλλονται τὴν ἑαυτῶν,
25οἱ μὲν εἰς μαχαίρας κυβιστῶντες, οἱ δ’ ἐπὶ κάλων μετέωροι βαδί‐ ζοντες, οἱ δ’ ὥσπερ ὄρνεα πετόμενοι διὰ τοῦ ἀέρος, ὧν τὸ σφάλμα θάνατός ἐστιν· καὶ ταῦτα πάντα δρῶσι μικροῦ χάριν μισθοῦ, ἡμεῖς δ’ οὐκ ἀνεξόμεθα ταλαιπωρεῖν ὑπὲρ εὐδαιμονίας ὅλης; οὐ γὰρ ἄλλο τί γε τέλος ἐστὶ τοῦ γενέσθαι ἀγαθὸν ἢ τὸ εὐδαιμονεῖν
30καὶ ζῆν μακαρίως εἰς τὸ λοιπόν. εἰκότως δ’ ἄν τις λογίζοιτο καὶ τὸ τῶν ζῴων ἐνίων ὁποῖόν ἐστι, πάνυ δὴ δυνάμενον ἐντρέπειν ἡμᾶς φιλοπόνους εἶναι. οἱ γοῦν ὄρτυγες καὶ ἀλεκτρυόνες οὔτ’ ἀρετῆς ἐπαΐοντες οὐδὲν ὥσπερ ὁ ἄνθρωπος οὔτε τὸ καλὸν καὶ δίκαιον εἰδότες οὔθ’ ὑπὲρ τοιούτου πονοῦντες οὐθενός, ὅμως μαχόμενοι
35πρὸς ἀλλήλους καὶ πηρούμενοι ἀνέχονται καὶ μέχρι θανάτου καρτεροῦσιν, ὥστε μὴ ἡττᾶσθαι θατέρου ὁ ἕτερος. πόσῳ δὴ μᾶλλον εἰκὸς ἡμᾶς ἀνέχεσθαί τε καὶ καρτερεῖν, ὅταν ἐπιστώμεθα διά τι τῶν καλῶν κακοπαθοῦντες, ἢ ἵνα φίλοις βοηθήσωμεν ἢ πόλιν ὠφελήσωμεν ἢ ἵνα γυναικῶν ἢ τέκνων ὑπερμαχήσωμεν, τὸ
40δὲ μέγιστον καὶ κυριώτατον, ἵνα ἀγαθοὶ ὦμεν καὶ δίκαιοι καὶ σώφρονες, ὃ δίχα πόνων οὐ παραγίνεται οὐδενί. ὅθεν ἔπεισί μοι λέγειν, ὡς ὁ μὴ θέλων πονεῖν σχεδὸν καταδικάζει αὐτὸς αὑτοῦ μηδενὸς εἶναι ἀγαθοῦ ἄξιος, ὅτι τὰ ἀγαθὰ πόνῳ πάντα κτώμεθα. Ταῦτα μὲν καὶ τοιαῦθ’ ἕτερα εἶπε τότε, ἐπεγείρων καὶ
45παρορμῶν τοὺς παρόντας πόνου καταφρονεῖν.58

8

Εἰσελθόντος δέ ποτε ὡς αὐτὸν τῶν βασιλέων τινὸς τῶν ἀπὸ τῆς Συρίας, ἦσαν γὰρ ἔτι τότε ἐν Συρίᾳ βασιλεῖς Ῥωμαίων ὑπήκοοι, ἄλλα τε πολλὰ εἶπε πρὸς τὸν ἄνδρα καὶ δὴ καὶ ταῦτα. Μὴ οἴου, ἔφη, ἄλλῳ τινὶ μᾶλλον προσήκειν φιλοσοφεῖν ἢ σοί, μηδ’ ἄλλου του
5χάριν μᾶλλον ἢ ὅτι βασιλεὺς τυγχάνεις ὤν. δεῖ μὲν γὰρ δήπου δύνασθαι τὸν βασιλέα σῴζειν ἀνθρώπους καὶ εὐεργετεῖν τὸν δέ γε σώσοντα καὶ εὐεργετήσοντα χρὴ ἐπίστασθαι τί μὲν ἀγαθὸν ἀνθρώπῳ τί δὲ κακόν, καὶ τί μὲν ὠφέλιμον τί δὲ βλαβερόν, καὶ συμφέρον γε καὶ ἀσύμφορον· εἴ γε ἀπόλλυνται μὲν οἱ περιπίπτοντες
10τοῖς κακοῖς, σῴζονται δὲ οἱ τυγχάνοντες τῶν ἀγαθῶν, καὶ εὐεργε‐ τοῦνται μὲν οἱ ἀξιούμενοι τῶν ὠφελίμων καὶ συμφερόντων, κακο‐ ποιοῦνται δὲ οἱ ἐμβαλλόμενοι τοῖς ἀσυμφόροις καὶ βλαβεροῖς. ἀγαθὸν μέντοι καὶ κακὸν ἢ συμφέρον καὶ ἀσύμφορον ἢ ὠφέλιμον καὶ βλαβερὸν οὐκ ἄλλου του διαγινώσκειν ἢ τοῦ φιλοσόφου ἐστίν,
15ὃς αὐτὸ τοῦτο διατελεῖ πραγματευόμενος ὅπως μηδὲ ἓν τούτων ἀγνοήσει, καὶ τέχνην πεποίηται ταύτην εἰδέναι τί φέρει πρὸς ἀνθρώπου εὐδαιμονίαν ἢ κακοδαιμονίαν. διὸ φαίνεται δεῖν τὸν βασιλέα φιλοσοφεῖν. καὶ μὴν προσήκει μὲν τῷ βασιλεῖ, μᾶλλον δ’ ἀνάγκη ἐστὶν αὐτῷ, τὰ δίκαια βραβεύειν τοῖς ὑπηκόοις, ὡς
20μήτε πλέον ἔχειν μήτε ἐλαττοῦσθαι μηδένα παρὰ τὴν ἀξίαν, ἀλλὰ καὶ τιμῆς καὶ τιμωρίας τυγχάνειν τοὺς ἀξίους. ταῦτα δὲ πῶς ποτε δυνηθείη ἄν τις δίκαιος οὐκ ὤν; δίκαιος δὲ πῶς ἂν εἴη τις μὴ ἐπιστάμενος δικαιοσύνην, ὁποῖόν τί ἐστιν; πάλιν οὖν καὶ ταύτῃ φιλοσοφητέον τῷ βασιλεῖ, ὅτι δικαιοσύνην καὶ τὸ δίκαιον οὐκ ἂν
25ἄλλως φαίνοιτο γνούς, εἰ μὴ φιλοσοφήσειεν. οὐ γὰρ οὔθ’ ὡς οὐχ ὁ μαθὼν μᾶλλον εἰδήσει τὰ δίκαια τοῦ μὴ μαθόντος ἔστιν εἰπεῖν, οὔθ’ ὡς οὐκ ἀμαθεῖς εἰσι τῶν τοιούτων πάντες οἱ μὴ φιλοσοφή‐ σαντες. στασιάζουσι γοῦν καὶ πολεμοῦσι περὶ τῶν δικαίων πρὸς
ἀλλήλους, οἱ μὲν ταῦτα φάσκοντες οἱ δὲ ἐκεῖνα δικαιότερα εἶναι.60
30καίτοι περί γε ὧν ἐπίστανται ἄνθρωποι, περὶ τούτων οὐ διαφέρονται· οὔτε περὶ λευκῶν ἢ μελάνων, ἢ θερμῶν ἢ ψυχρῶν, οὔτε περὶ μαλακῶν ἢ σκληρῶν· ἀλλὰ κατὰ τὰ αὐτὰ περὶ τούτων ἅπαντες φρονοῦσί τε καὶ λέγουσιν· ὥστε καὶ περὶ τῶν δικαίων ὡμονόουν ἂν παραπλησίως, εἴπερ ᾔδεσαν ἅ τινά ἐστιν· ἐν ὧ δ’ οὐχ ὁμο‐
35νοοῦσιν, ἀγνοοῦντες φαίνονται. καὶ οὐδὲ σὺ ταύτης ἐκτὸς εἶ τῆς ἀγνοίας, ὡς ἐγὼ δοκῶ· ὅθεν ἐπιμελητέον σοι τῆς γνώσεως μᾶλλον ἢ ἄλλῳ ὁτῳοῦν, καὶ τοσούτῳ γε μᾶλλον 〈ὅσῳ περ〉 αἴσχιον ἀνδρὶ βασιλεῖ ἢ ἰδιώτῃ εἶναι ἐν ἀγνοίᾳ δικαιοσύνης. Ἔτι τοίνυν δεῖ μὲν τὸν βασιλέα σωφρονεῖν αὐτόν, δεῖ δὲ τοὺς
40ὑπηκόους σωφρονίζειν ἵν’ ὁ μὲν ἄρχῃ σωφρόνως, οἱ δ’ ἄρχωνται κοσμίως, μηδέτεροι δὲ τρυφῶσι· λυμαντικὸν γὰρ ἄρχοντός τε καὶ ἰδιώτου παντὸς ἡ τρυφή. πῶς δ’ ἂν ἢ αὐτὸς σωφρονήσειέ τις μὴ μελετήσας κρατεῖν τῶν ἐπιθυμιῶν, ἢ ἀκόλαστος ὢν ἄλλους ποιήσειε σώφρονας; τίς μέντοι ἐπιστήμη πρὸς σωφροσύνην ἄγει πλὴν
45φιλοσοφίας, οὐκ ἔστιν εἰπεῖν· αὕτη γὰρ διδάσκει μὲν ἐπάνω ἡδονῆς εἶναι, διδάσκει δ’ ἐπάνω πλεονεξίας, διδάσκει δὲ ἀγαπᾶν εὐτέλειαν, διδάσκει δὲ φεύγειν πολυτέλειαν, ἐθίζει δ’ αἰδῶ ἔχειν, ἐθίζει δὲ γλώττης κρατεῖν, τάξιν δὲ καὶ κόσμον καὶ εὐσχημοσύνην περιποιεῖ καὶ ὅλως τὸ ἐν κινήσει καὶ σχέσει πρέπον. ταῦτα δὲ ἀνθρώπῳ

8

(50)

προσόντα παρέχεται σεμνὸν καὶ σώφρονα αὐτόν. καὶ δὴ καὶ βασι‐ λεύς, ὅτῳ ὑπάρχει ταῦτα, μάλιστα ἂν εἴη θεοπρεπής τε καὶ αἰδοῦς ἄξιος. τό γε μὴν ἄφοβον καὶ ἀνέκπληκτον καὶ θαρσαλέον ἔστι μὲν ἀνδρείας ἔργον, πῶς δ’ ἂν ἄλλως μᾶλλον ἀνθρώπῳ ὑπάρξειεν ἢ εἴ τις περὶ θανάτου καὶ πόνου λάβοι πίστιν ἰσχυρὰν ὡς οὐ
55κακοῖν ὄντοιν αὐτοῖν; ταῦτα γὰρ δὴ τὰ ἐξιστάντα καὶ φοβοῦντα τοὺς ἀνθρώπους ἐστίν, ὅ τε θάνατος καὶ ὁ πόνος, ὅταν ὡς περὶ κακῶν πεπεισμένοι ὦσιν αὐτῶν· μὴ κακὰ δ’ εἶναι ταῦτα φιλοσοφία διδάσκει μόνη. ὥστ’ εἴπερ ἀνδρείαν κτητέον τοῖς βασιλεῦσι, κτητέον δὲ παντὸς 〈ὁτου〉οῦν ἑτέρου μᾶλλον, ἐπιμελητέον τοῦ
60φιλοσοφεῖν αὐτοῖς, ὡς οὐκ ἂν ἑτέρως ἀνδρείοις γενομένοις. καὶ δὴ βασιλικὸν μέν, εἴ τι ἄλλο, καὶ τὸ ἀήττητον ἐν λόγῳ εἶναι καὶ δύνασθαι κρατεῖν ὥσπερ ὅπλοις τῶν μαχομένων, οὕτω λόγοις 〈τῶν〉 διαλεγομένων· ὡς ἄν γε ταύτῃ ἀσθενήσωσιν οἱ βασιλεῖς, ἀνάγκη πολλάκις περιάγεσθαι αὐτοὺς καὶ βιάζεσθαι τὰ ψευδῆ ὡς
65ἀληθῆ προσίεσθαι, ὅπερ ἀφροσύνης ἔργον καὶ ἀμαθίας τῆς ἐσχά‐ της. φιλοσοφία δ’ οὐκ οἶδ’ εἴ τι 〈ἄλλο〉 μᾶλλον ἢ τοῦτο παρέχειν τοῖς μετιοῦσιν αὐτὴν πέφυκεν, ὥστε περιεῖναι λόγῳ τῶν πλησίον καὶ τὰ ψευδῆ διακρίνειν ἀπὸ τῶν ἀληθῶν καὶ τὰ μὲν ἐλέγχειν τὰ δὲ
βεβαιοῦν. οἱ γοῦν ῥήτορες ὁπόταν ἔλθωσιν εἰς ταὐτὸ τοῖς φιλο‐62
70σόφοις καὶ διδῶσι καὶ λαμβάνωσι λόγον, ἔστιν ὁρᾶν αὐτοὺς συγκρουομένους ἀπορουμένους, ἐναντία λέγειν αὑτοῖς ἀναγκαζομέ‐ νους· καίτοι ὁπόταν οἱ ῥήτορες, οἱ τοῦτο πεποιημένοι ἔργον λόγους μελετᾶν, ἀσθενέστεροι περὶ λόγους ἁλίσκωνται τῶν φιλοσόφων ὄντες, τί χρὴ τοὺς ἄλλους ἀνθρώπους ὑπολαμβάνειν; ὅθεν εἴ τινι
75ὄντι βασιλεῖ ἔστιν ἐπιθυμία τοῦ ἐν λόγῳ κράτους, φιλοσοφητέον αὐτῷ, ἵνα μὴ δεδίῃ μηδὲ ταύτῃ μηδένα ὡς περιγενησόμενον αὐτοῦ, δέον ἁπανταχοῦ ἀδεῆ εἶναι τὸν βασιλέα καὶ θαρραλέον καὶ ἀήττητον. Καθόλου δὲ τὸν μὲν βασιλέα τὸν ἀγαθὸν ἀνάγκη πᾶσα καὶ
80λόγῳ καὶ ἔργῳ εἶναι ἀναμάρτητον καὶ τέλειον· εἴ περ δεῖ αὐτόν, ὥσπερ ἐδόκει τοῖς παλαιοῖς, νόμον ἔμψυχον εἶναι, εὐνομίαν μὲν καὶ ὁμόνοιαν μηχανώμενον, ἀνομίαν δὲ καὶ στάσιν ἀπείργοντα, ζηλωτὴν δὲ τοῦ Διὸς ὄντα καὶ πατέρα τῶν ἀρχομένων ὥσπερ ἐκεῖνον. τοιοῦτος δὲ πῶς ἂν εἴη τις μὴ φύσει τε διαφερούσῃ
85κεχρημένος παιδείαν τε τὴν ἀρίστην πεπαιδευμένος ἀρετάς τε ἁπάσας ἔχων, ὅσαι περ ἀνθρώπῳ προσήκουσιν; εἰ μὲν οὖν καὶ ἑτέρα ἐπιστήμη ἐστὶν ἡ ποδηγοῦσα πρὸς ἀρετὴν ἀνθρώπου φύσιν καὶ ἀσκεῖν καὶ μετιέναι τὰ καλὰ διδάσκουσα, παραβλητέον ἂν εἴη καὶ συγκριτέον, εἴτε ἐκείνη εἴτε φιλοσοφία κρείττων καὶ
90ἀποχρῶσα μᾶλλον ἀγαθὸν ἀποδεῖξαι βασιλέα· καὶ τῇ κρείττονι χρῷτ’ ἂν εἰκότως ὁ βασιλεὺς βουλόμενός γε δὴ εἶναι ἀγαθός. εἰ δ’ ἄλλη μὲν οὖν οὐδ’ ὑπισχνεῖται τέχνη οὐδεμία παράδοσιν καὶ διδασκαλίαν ἀρετῆς, 〈ἀλλ’ εἰσὶν〉 αἱ μὲν περὶ τὸ σῶμα τὸ ἀνθρώ‐ πινον καὶ τὰ τούτῳ χρήσιμα πραγματευόμεναι μόνον, ὅσαι δὲ τῆς
95ψυχῆς ἐφάπτονται, πάντα σκοπούμεναι μᾶλλον, ἢ ὅθεν αὐτὴ σωφρονήσει· μόνη δὲ φιλοσοφία τοῦτο σκοπεῖται καὶ τοῦτο μηχα‐ νᾶται, πῶς ἂν ὁ ἄνθρωπος κακίαν μὲν ἐκφύγοι, κτήσαιτο δὲ ἀρετήν· εἰ ταῦτα ταύτῃ ἔχει, τί ἂν ἄλλο εἴη βασιλεῖ τῷ γε ἀγαθῷ εἶναι βουλομένῳ προυργιαίτερον τοῦ φιλοσοφεῖν; μᾶλλον δὲ πῶς καὶ

8

(100)

τίνα τρόπον δύναιτο ἄν τις βασιλεῦσαι ἢ βιῶναι καλῶς, εἰ μὴ φιλοσοφήσειεν; ἐγὼ μὲν οἶμαι τὸν βασιλέα τὸν ἀγαθὸν εὐθὺς καὶ φιλόσοφον ἐξ ἀνάγκης εἶναι καὶ τόν γε φιλόσοφον εὐθὺς καὶ βασιλικὸν εἶναι. Πρῶτον δὲ τὸ πρότερον θεασώμεθα. ἆρ’ ἔσθ’ ὅπως βασιλεὺς
105ἀγαθὸς εἴη τις ἂν μὴ ἄνθρωπος ἀγαθὸς ὤν; οὐκ ἔστιν εἰπεῖν.
ἀγαθὸς δέ τις ἀνὴρ ὢν οὐ καὶ φιλόσοφος εἴη ἄν; νὴ Δία, εἴ γε τὸ φιλοσοφεῖν καλοκἀγαθίας ἐπιτήδευσίς ἐστιν. ὥσθ’ ὁ βασιλεὺς ὁ ἀγαθὸς ἐξ ἀνάγκης εὐθὺς καὶ φιλόσοφος εὑρίσκεται ὤν. καὶ μὴν ὅ γε φιλόσοφος ὅτι πάντως καὶ βασιλικός, οὕτως ἂν μάθοις. τοῦ64
110γὰρ βασιλικοῦ δήπου ἐστὶ τὸ δύνασθαι καλῶς ἐπιτροπεύειν ἔθνη καὶ πόλεις καὶ εἶναι ἄξιον ἀνθρώπων ἄρχειν. τίς δ’ ἂν ἢ ἱκανώτερος εἴη πόλεως προστάτης ἢ ἀξιώτερος ἀνθρώπων ἄρχειν τοῦ φιλο‐ σόφου; ᾧ γε προσήκει (ἄν περ ᾖ ἀληθῶς φιλόσοφος) εἶναι φρονίμῳ, σώφρονι, μεγαλόφρονι, τῶν δικαίων κριτικῷ καὶ τῶν πρεπόντων,
115καταπρακτικῷ τῶν νοηθέντων, καρτερικῷ τῶν ἐπιπόνων· πρὸς δὲ τούτοις θαρραλέος, ἀδεὴς, ὑποστατικὸς τῶν δοκούντων δεινῶν εἴη ἄν, ἔτι δὲ εὐεργετικὸς, χρηστὸς, φιλάνθρωπος. τοῦ δὲ τοιούτου τίς ἂν εὑρεθείη ἄρχειν ἐπιτηδειότερος ἢ δυνατώτερος; οὐδείς. ἂν δὲ μὴ ἔχῃ πολλοὺς τοὺς ὑπακούοντας καὶ πειθομένους αὐτῷ, οὔπω
120διὰ τοῦτο τοῦ βασιλικὸς εἶναι ἐστέρηται· ἐξαρκεῖ γὰρ καὶ τὸ τῶν φίλων ἄρχειν τῶν ὑπαρχόντων ἢ γυναικός τε καὶ παίδων, ἢ καὶ νὴ Δία αὐτὸν αὑτοῦ μόνον. καὶ γὰρ ἰατρὸς οὐδὲν ἧττον τοῦ θερα‐ πεύοντος πολλοὺς ὁ θεραπεύων ὀλίγους, εἴ γε ἔχει τὴν ἐμπειρίαν τὴν ἰατρικήν· καὶ μουσικὸς οὐδὲν ἧττον τοῦ διδάσκοντος πολλοὺς
125ὁ διδάσκων ὀλίγους, εἴ γε ἔχει τὴν μουσικήν· καὶ ἱππικὸς ὁμοίως τῷ χρωμένῳ πολλοῖς ἵπποις ὁ χρώμενος ἑνὶ ἢ δυοῖν, ἄν γε ἐπιστή‐ μων τῆς ἱππικῆς ᾖ· καὶ δὴ καὶ βασιλικὸς παραπλησίως τῷ κεκτη‐ μένῳ πολλοὺς ὑπηκόους ὁ ἔχων ἕνα ἢ δύο τοὺς πειθομένους αὐτῷ· μόνον ἐχέτω τὴν τοῦ βασιλεύειν ἐμπειρίαν, ὥστε καὶ βασιλικὸς εἴη
130ἄν. διὰ τοῦτό μοι δοκεῖ καὶ Σωκράτης τὴν φιλοσοφίαν πολιτικήν τε καὶ βασιλικὴν ἐπιστήμην ὀνομάζειν, ὅτι ὁ ταύτην ἀναλαβὼν εὐθὺς πολιτικός ἐστι. Τοιαῦτα τοῦ Μουσωνίου εἰπόντος, ἡσθεὶς ὁ βασιλεὺς τοῖς λόγοις χάριν τε ἔχειν ὡμολόγει τῶν εἰρημένων αὐτῷ, καὶ ἀντὶ τούτων, ἔφη, αἴτησον ὅ τι βούλει με, οὐ γὰρ ἂν ἀντείποιμί
135σοι περὶ οὐδενός. Ὁ οὖν Μουσώνιος, αἰτῶ σε, ἔφη, τούτοις στοι‐ χεῖν καὶ ἕπεσθαι τοῖς λόγοις, οὓς ἐπαινεῖς· καὶ γὰρ ἐμοὶ οὕτω
χαριεῖ μάλιστα καὶ ὠφεληθήσῃ αὐτὸς οὐχ ἑτέρως μᾶλλον.66

9

Φυγάδος δέ τινος ὀδυρομένου ὅτι φεύγει, οὕτω πως παρεμυθή‐ σατο αὐτόν. Φυγὴν γάρ, ἔφη, πῶς ἄν τις μὴ ἀνόητος ὢν βαρύνοιτο; ἥτις ὕδατος μὲν καὶ γῆς καὶ ἀέρος, ἔτι δὲ ἡλίου καὶ τῶν ἄλλων ἄστρων οὐκ ἀπείργει ἡμᾶς οὐδαμῶς, ἀλλ’ οὐδὲ ἀνθρώπων ὁμιλίας,
5ἁπανταχοῦ γὰρ καὶ πάντῃ τούτων μετουσία ἐστίν. εἰ δὲ μέρους τινὸς τῆς γῆς ἀφαιρούμεθα καὶ τινῶν ἀνθρώπων συνουσίας, τί τοῦτο δεινόν; οὐδὲ γὰρ οἴκοι ὄντες ἁπάσῃ τῇ γῇ ἐχρώμεθα, οὐδὲ ἀνθρώποις ἅπασι συνῆμεν· τοῖς μέντοι φίλοις καὶ νῦν συνείημεν ἄν, τοῖς γε ἀληθινοῖς καὶ ὧν προσήκει ποιεῖσθαί τινα λόγον· οὐ
10γὰρ ἂν οὗτοι προδοῖέν ποτε ἡμᾶς οὐδ’ ἐγκαταλίποιεν· εἰ δέ τινες πλαστοὶ καὶ οὐκ ἀληθινοὶ φίλοι εἰσί, τούτων ἀπηλλάχθαι κρεῖττον ἢ συνεῖναι αὐτοῖς. τί δ’; οὐχὶ κοινὴ πατρὶς ἀνθρώπων ἁπάντων ὁ κόσμος ἐστίν, ὥσπερ ἠξίου Σωκράτης; ὥστ’ οὐδὲ φεύγειν τῇ γε ἀληθείᾳ τὴν πατρίδα νομιστέον, ἂν ἀπέλθῃς ἐντεῦθεν ἔνθα ἔφυς τε
15καὶ ἐτράφης, πόλεως δὲ μόνον ἐστερῆσθαί τινος, ἄλλως τε κἂν ἀξιοῖς εἶναι ἐπιεικής. ὁ γὰρ τοιοῦτος χωρίον μὲν οὐδὲν οὔτε τιμᾷ οὔτ’ ἀτιμάζει οὕτως ὡς εὐδαιμονίας 〈ἢ κακοδαιμονίασ〉 αἴτιον· αὐτὸς δὲ ἐν αὑτῷ τίθεται τὸ πᾶν, καὶ νομίζει εἶναι πολίτης τῆς τοῦ Διὸς πόλεως, ἣ συνέστηκεν ἐξ ἀνθρώπων καὶ θεῶν. σύμφωνα δὲ
20τούτοις λέγει καὶ Εὐριπίδης ἐν οἷς φησιν
ἅπας μὲν ἀὴρ ἀετῷ περάσιμος,
ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
ὥσπερ οὖν εἴ τις ἐν τῇ πατρίδι ὢν καὶ ἑτέραν οἰκίαν οἰκῶν, οὐκ ἐν ᾗ ἐτέχθη, δεινοπαθοίη διὰ τοῦτο καὶ ὀδύροιτο, μάταιος ἂν εἴη
25καὶ καταγέλαστος· οὕτω καὶ ὅστις ἑτέραν πόλιν οἰκῶν, οὐκ ἐν ᾗ τυγχάνει γεγονώς, συμφορὰν ἡγεῖται, ὁ τοιοῦτος εἰκότως ἂν ἄφρων νομίζοιτο καὶ ἀνόητος. καὶ μὴν πρός γε τὴν ἐπιμέλειαν τὴν ἑαυτῶν
καὶ πρὸς κτῆσιν ἀρετῆς πῶς ἂν τὸ φεύγειν ἐνίσταιτο; ὁπότε γε μήτε μαθήσεως μήτε ἀσκήσεως ὧν χρὴ εἴργεταί τις διὰ τὴν φυγήν.68
30πῶς μὲν οὐκ ἂν ἡ φυγὴ καὶ συνεργοίη πρὸς τὸ τοιοῦτον, παρέχουσά γε σχολὴν καὶ ἐξουσίαν τοῦ μανθάνειν τε τὰ καλὰ καὶ πράττειν μᾶλλον ἢ πρότερον, ἅτε μήθ’ ὑπὸ πατρίδος τῆς δοκούσης περιελκο‐ μένοις εἰς ὑπηρεσίας πολιτικὰς μήτε ὑπὸ φίλων τῶν δοκούντων ἢ συγγενῶν ἐνοχλουμένοις, οἵ τινες ἐμποδίσαι δεινοὶ καὶ ἀποσπάσαι
35τῆς ἐπὶ τὰ κρείττω ὁρμῆς; ἤδη δέ τισι καὶ παντάπασι τὸ φεύγειν συνήνεγκεν, ὥσπερ Διογένει, ὃς ἐκ μὲν ἰδιώτου φιλόσοφος ἐγένετο φυγών, ἀντὶ δὲ τοῦ καθῆσθαι εἰς Σινώπην διέτριψεν ἐν τῇ Ἑλλάδι, ἀσκήσει δὲ τῇ πρὸς ἀρετὴν τῶν φιλοσόφων διήνεγκεν. ἄλλοις δέ γε κακῶς τὰ σώματα διακειμένοις ὑπὸ μαλακίας καὶ τρυφῆς
40ἔρρωσεν ἡ φυγή, βιασθεῖσιν ἀνδρικώτερον διαιτᾶσθαι· καὶ ἴσμεν τινὰς χρονίων νοσημάτων ἐν τῷ φεύγειν ἀπολυθέντας, ὥσπερ ἀμέλει Σπαρτιατικὸς οὗτος ὁ Λακεδαιμόνιος, ὃς ἀπὸ πολλοῦ ἔχων τὸ πλευρὸν κακῶς κἀκ τούτου πολλάκις νοσῶν διὰ τὴν τρυφήν, ἐπειδὴ ἐπαύσατο τρυφῶν, ἐπαύσατο καὶ νοσηλευόμενος. ἄλλους
45δέ γε τῶν ἁβροδιαίτων ποδάγρας ἀπολυθῆναί φασι, πάνυ δὴ κατατεινομένους πρότερον ὑπὸ τούτου τοῦ πάθους, οὓς ἡ φυγὴ σκληρότερον διαιτᾶσθαι συνεθίσασα κατ’ αὐτὸ τοῦτο ὑγιεῖς γενέσθαι παρεσκεύασεν. οὕτως ἄρα τῷ διακεῖσθαι κρεῖττον αὐτοὺς ἑαυτῶν καὶ σῶμα καὶ ψυχὴν συνεργεῖ μᾶλλον ἢ ἀντιπράττει ἡ

9

(50)

φυγή. Ἀλλ’ οὐδ’ ἀπορεῖν τῶν ἀναγκαίων πάντως ὑπάρχει τοῖς φεύ‐ γουσιν. ὅσοι μὲν γὰρ ἀργοὶ καὶ ἀμήχανοι καὶ οὐχ οἷοί τε ἀνδρί‐ ζεσθαι, οὗτοι μὲν κἀν τῇ πατρίδι ὄντες ἀποροῦσιν ὡς τὸ πολὺ καὶ ἀμηχανοῦσιν· οἱ δὲ γεννικοὶ καὶ φιλόπονοι καὶ συνετοί, κἂν ὅποι
55ποτὲ ἔλθωσιν, εὐποροῦσι καὶ διάγουσιν ἀνενδεῶς· καὶ γὰρ οὐδὲ δεόμεθα πολλῶν, ἂν μὴ βουλώμεθα τρυφᾶν·
ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον,
Δήμητρος ἀκτῆς πώματός θ’ ὑδρηχόου,
ἅπερ πάρεστι καὶ πέφυχ’ ἡμᾶς τρέφειν;
60 λέγω δὲ τούς γε λόγου ἀξίους ἄνδρας οὐ τῶν ἀναγκαιοτάτων μόνον πρὸς τὸν βίον ῥᾳδίως ἂν εὐπορεῖν ἔξω τῆς οἰκείας ὄντας, ἀλλὰ καὶ πολλὰ περιποιήσεσθαι χρήματα πολλάκις. ὁ γοῦν
Ὀδυσσεὺς παντὸς φυγάδος ὡς ἄν τις εἴποι ἀθλιώτερον διακείμενος καὶ μόνος ὢν καὶ γυμνὸς καὶ ναυαγός, ὅμως ἀφικόμενος εἰς ἀνθρώ‐70
65πους ἀγνῶτας τοὺς Φαίακας ἐδυνήθη χρηματίσασθαι ἀφθόνως. Θεμιστοκλῆς δ’ ἐπεὶ ἔφευγεν οἴκοθεν, οὐ παρὰ μὴ φίλους μόνον, ἀλλὰ καὶ παρὰ πολεμίους καὶ βαρβάρους ἐλθὼν τοὺς Πέρσας, τρεῖς ἔλαβε πόλεις δῶρον, Μυοῦντα καὶ Μαγνησίαν καὶ Λάμψακον, ὥστ’ ἀπὸ τούτων βιοῦν. Δίων δὲ ὁ Συρακούσιος, ἀφαιρεθεὶς ὑπὸ
70Διονυσίου τοῦ τυράννου τὴν οὐσίαν πᾶσιν, ὅτ’ ἐξέπιπτε τῆς πατρί‐ δος, οὕτως ἐν τῇ φυγῇ χρημάτων εὐπόρησεν, ὥστε καὶ ξενικὸν θρέψαι στράτευμα, μεθ’ οὗ ἦλθεν ἐπὶ Σικελίαν καὶ ἠλευθέρωσεν αὐτὴν ἀπὸ τοῦ τυράννου. τίς ἂν οὖν εὖ φρονῶν εἰς ταῦτ’ ἀφορῶν, ἔτι τὴν φυγὴν ἀπορίας αἰτίαν εἶναι πᾶσι τοῖς φεύγουσιν ὑπολαμβάνοι;
75ἀλλ’ οὐδὲ κακοδοξεῖν πάντως ἀνάγκη τοὺς φυγόντας διὰ τὴν φυγήν, γνωρίμου γε πᾶσιν ὄντος, ὅτι καὶ δίκαι πολλαὶ δικάζονται κακῶς, καὶ ἐκβάλλονται πολλοὶ τῆς πατρίδος ἀδίκως, καὶ ὅτι ἤδη τινὲς ἄνδρες ἀγαθοὶ ὄντες ἐξηλάθησαν ὑπὸ τῶν πολιτῶν· ὥσπερ Ἀθή‐ νηθεν μὲν Ἀριστείδης ὁ δίκαιος, ἐξ Ἐφέσου δὲ Ἑρμόδωρος, ἐφ’
80ᾧ καὶ Ἡράκλειτος ὅτι ἔφυγεν ἡβηδὸν ἐκέλευεν Ἐφεσίους ἀπάγ‐ ξασθαι. ἔνιοι δέ γε καὶ ἐνδοξότατοι φεύγοντες ἐγένοντο, καθάπερ Διογένης ὁ Σινωπεὺς καὶ Κλέαρχος ὁ Λακεδαιμόνιος ὁ μετὰ Κύρου στρατεύσας ἐπ’ Ἀρταξέρξην· καὶ ἄλλους 〈δ’〉 ἄν τις ἔχοι βουλό‐ μενος λέγειν πολλούς. καίτοι πῶς ἂν εἴη τοῦτο κακοδοξίας αἴτιον,
85ἐν ᾧ τινες ἐνδοξότεροι γεγόνασιν, ἢ πρότερον ἦσαν; Νὴ Δί’ ἀλλ’ Εὐριπίδης φησὶν ἐλευθερίας στέρεσθαι τοὺς φυγάδας, ἐπεὶ καὶ παρρησίας. πεποίηκε γὰρ τὴν μὲν Ἰοκάστην πυνθανομένην Πολυνείκους τοῦ υἱέος, τίνα δυσχερῆ τῷ φεύγοντί ἐστιν· ὁ δ’ ἀποκρίνεται ὅτι
90
ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν, ἡ δ’ αὖ πρὸς αὐτὸν
δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. ἐγὼ δὲ φαίην ἂν πρὸς τὸν Εὐριπίδην ὅτι, ὦ Εὐριπίδη, τοῦτο μὲν ὀρθῶς ὑπολαμβάνεις, ὡς δούλου ἐστίν, ἃ φρονεῖ μὴ λέγειν, ὅταν
95γε δέῃ λέγειν· οὐ γὰρ ἀεὶ καὶ πανταχοῦ καὶ πρὸς ὁντινοῦν λεκτέον ἃ φρονοῦμεν. ἐκεῖνο δὲ οὔ μοι δοκεῖς εὖ εἰρηκέναι, τὸ μὴ μετεῖναι τοῖς φεύγουσι παρρησίας, εἴπερ παρρησία σοι δοκεῖ τὸ μὴ σιγᾶν
ἃ φρονῶν τυγχάνει τις. οὐ γὰρ οἱ φεύγοντες ὀκνοῦσι λέγειν ἃ φρονοῦσιν, ἀλλ’ οἱ δεδιότες μὴ ἐκ τοῦ εἰπεῖν γένηται αὐτοῖς πόνος72

9

(100)

ἢ θάνατος ἢ ζημία ἤ τι τοιοῦτον ἕτερον. τοῦτο δὲ τὸ δέος μὰ Δία οὐχ ἡ φυγὴ ποιεῖ. πολλοῖς γὰρ ὑπάρχει καὶ τῶν ἐν τῇ πατρίδι ὄντων, μᾶλλον δὲ τοῖς πλείστοις, τὰ δοκοῦντα δεινὰ δεδιέναι. ὁ δὲ ἀνδρεῖος οὐδὲν ἧττον φυγὰς ὢν ἤπερ οἴκοι θαρρεῖ πρὸς ἅπαντα τὰ τοιαῦτα, διὸ καὶ λέγει ἃ φρονεῖ θαρρῶν οὐδὲν μᾶλλον ἢ ὅταν
105ᾖ μὴ φυγάς, ὅταν φεύγων τύχῃ. ταῦτα μὲν πρὸς Εὐριπίδην εἴποι τις ἄν· σὺ δ’ εἰπέ μοι, ὦ ἑταῖρε, ὅτε Διογένης φεύγων ἦν Ἀθήνησιν, ἢ ὅτε πραθεὶς ὑπὸ τῶν λῃστῶν ἦλθεν εἰς Κόρινθον, ἆρα τότε πλείω παρρησίαν ἄλλος τις ἐπεδείξατο Διογένους ἢ Ἀθηναῖος ἢ Κορίν‐ θιος; τί δ’; ἐλευθεριώτερος ἄλλος τις ἢ Διογένης τῶν τότε
110ἀνθρώπων ἦν; ὃς καὶ Ξενιάδου τοῦ πριαμένου αὐτὸν ὡς δεσπότης δούλου ἦρχεν. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; ἀλλ’ ἐγώ σοι οὐ δοκῶ εἶναι φυγάς; ἆρ’ οὖν ἐστέρημαι παρρησίας; ἆρα ἀφῄρημαι τὴν ἐξουσίαν τοῦ ἃ φρονῶ λέγειν; ἤδη δέ με εἶδες ἢ σὺ ἢ ἕτερος ὑποπτήσσοντά τῳ ὅτι φεύγω; ἢ χεῖρον ἔχειν τὰ πράγματα νομί‐
115ζοντα νῦν ἢ πρότερον; ἀλλ’ οὐδὲ μὰ Δία λυπούμενον ἢ ἀθυμοῦντα διὰ τὴν φυγὴν φαίης ἂν ἑωρακέναι με. καὶ γὰρ εἰ τὴν πατρίδα τις ἡμᾶς ἀφῄρηται, τό γε δύνασθαι φέρειν φυγὴν οὐκ ἀφῄρηται. Οἷς δὲ λογισμοῖς χρῶμαι πρὸς ἐμαυτόν, ὥστε μὴ ἄχθεσθαι τῇ φυγῇ, τούτους καὶ πρὸς σὲ εἴποιμι ἄν. δοκεῖ μοι ἡ φυγὴ στερίσκειν
120μὲν ἄνθρωπον οὐ πάντως οὐδ’ ὧν οἱ πολλοὶ νομίζουσιν ἀγαθῶν, καθάπερ ἄρτι ἐδείκνυον. εἰ δ’ οὖν καὶ στερίσκοι ἤ τινος ἢ πάντων τούτων, τῶν γε ἀληθῶς ἀγαθῶν οὐ στερίσκει· οὔτε γὰρ ἀνδρείαν ἢ δικαιοσύνην ὁ φεύγων ἔχειν κωλύεται, διὸ φεύγει, οὔτε σωφροσύνην ἢ φρόνησιν, οὐδ’ αὖ ἀρετὴν ἄλλην ἡντινοῦν, αἳ παροῦσαί τε
125κοσμεῖν καὶ ὠφελεῖν πεφύκασι τὸν ἄνθρωπον καὶ ἐπαινετὸν ἀπο‐ φαίνειν καὶ εὐκλεῆ, ἀποῦσαί τε βλάπτειν καὶ καταισχύνειν κακὸν ἀποφαίνουσαι καὶ ἀκλεῆ. τούτων δὲ ταύτῃ ἐχόντων, εἰ μὲν ἀγαθὸς εἶ οὗτος καὶ τὰς ἀρετὰς ἔχεις, οὐκ ἄν σε βλάπτοι ἡ φυγὴ οὐδ’ ἂν ταπεινοίη, παρόντων γε τῶν ὠφελεῖν καὶ ἐπαίρειν μάλιστα δυναμέ‐
130νων· εἰ δὲ τυγχάνεις κακὸς ὤν, ἡ κακία σε βλάπτει καὶ οὐχ ἡ
φυγή· καὶ τήν γε λύπην ἡ κακία σοι ἐπάγει, οὐχ ἡ φυγή· διὸ ταύτης ἀπολυθῆναι δεῖ σε σπεύδειν μᾶλλον ἢ τῆς φυγῆς. ταῦτα καὶ πρὸς ἐμαυτὸν ἔλεγον ἀεὶ καὶ πρὸς σὲ λέγω νῦν. σὺ δ’, ἂν σωφρονῇς, οὐ τὴν φυγὴν δεινὸν ἡγήσῃ εἶναι, ἥν γε φέρουσιν ἕτεροι74
135εὐπετῶς, τὴν δὲ κακίαν ἧς ἐνούσης ἄθλιος πᾶς ὅστις ἂν ἔχῃ αὐτήν. καὶ γὰρ δὴ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ ἀδίκως ἢ δικαίως σε φεύγειν· εἰ μὲν δὴ δικαίως, πῶς ποτε ὀρθὸν ἢ προσῆκον ἄχθεσθαι τοῖς δικαίοις; εἰ δ’ ἀδίκως, τῶν ἐξελασάντων τοῦτ’ ἂν εἴη κακόν, οὐχ ἡμέτερον· εἴπερ νὴ Δία τὸ μὲν ἀδικεῖν θεομισέστατόν ἐστιν, ὅπερ
140ἐκείνοις συμβέβηκε· τὸ δ’ ἀδικεῖσθαι, ὅπερ συμβέβηκεν ἡμῖν, καὶ παρὰ θεοῖς καὶ παρ’ ἀνθρώποις τοῖς ἐπιεικέσιν ἐπικουρίας, ἀλλ’ οὐχὶ μίσους ἄξιον εἶναι ὑπείληπται.

10

Ὕβρεως δὲ γραφὴν οὔτ’ ἂν αὐτὸς ἔφη γράψασθαί τινά ποτε οὔτ’ ἂν ἑτέρῳ συμβουλεῦσαι οὐδενὶ τῶν φιλοσοφεῖν ἀξιούντων. ἃ γὰρ πάσχοντές τινες ὑβρίζεσθαι δοκοῦσιν, τούτων οὐδὲν εἶναι ὕβριν ἢ αἰσχύνην τοῖς πάσχουσιν· οἷον λοιδορηθῆναι ἢ πληγῆναι
5ἢ ἐμπτυσθῆναι, ὧν τὸ χαλεπώτατον πληγαί. ὡς δὲ οὔτε αἰσχρὸν οὔτε ὑβριστικὸν ἔχουσιν οὐδέν, δηλοῦν Λακεδαιμονίων παῖδας δημοσίᾳ μαστιγουμένους καὶ ἐπ’ αὐτῷ τούτῳ ἀγαλλομένους. ὁ δὲ φιλόσοφος εἰ μὴ δύναιτο καταφρονεῖν πληγῶν ἢ λοιδορίας, τί ἂν ὄφελος αὐτοῦ εἴη, ὅν γε φαίνεσθαι δεῖ καὶ θανάτου καταφρονοῦντα;
10νὴ Δία, ἀλλ’ ἡ διάνοια τοῦ δρῶντος αὐτὰ δεινή, τὸ ἐπεγγελῶντα καὶ ὑβρίζειν νομίζοντα ῥαπίσαι ἢ λοιδορῆσαι ἤ τι τοιοῦτον ποιῆσαι· Δημοσθένης γοῦν καὶ τῷ βλέμματι ὑβρίζειν τινάς, καὶ ἀφόρητα εἶναι τὰ τοιαῦτα, καὶ ἐξίστασθαι τοὺς ἀνθρώπους ὑπ’ αὐτῶν ταύτῃ ἢ ἐκείνῃ οἴεται. ταῦτα δὲ οἱ μὲν τὸ καλὸν καὶ τὸ αἰσχρὸν ὅ τι τῇ
15ἀληθείᾳ ἐστὶν ἀγνοοῦντες καὶ πρὸς τὴν δόξαν κεχηνότες, καὶ αὐτοὶ ὑβρίζεσθαι νομίζουσιν, εἴ τις ἢ προσβλέποι αὐτοὺς πικρότερον ἢ καταγελῴη αὐτῶν ἢ πλήττοι ἢ λοιδοροίη. ἀνὴρ δὲ εὖ φρονῶν καὶ νοῦν ἔχων, οἷον εἶναι δεῖ τὸν φιλόσοφον, ὑπὸ οὐδενὸς τούτων ταράττεται, οὐδ’ οἴεται τὸ πάσχειν αὐτὰ αἰσχρόν, ἀλλὰ τὸ ποιεῖν76
20μᾶλλον· ἐπεὶ τί καὶ ὁ πάσχων ἁμαρτάνει; ὁ δὲ ἁμαρτάνων εὐθὺς καὶ ἐν αἰσχύνῃ ἐστίν, ὁ μέντοι πάσχων ὡς οὖν οὐχ ἁμαρτάνει καθόσον πάσχει, οὕτως οὐδὲ ἐν αἰσχρῷ οὐδενὶ γίνεται. ὅθεν οὐδ’ ἐπὶ δίκας οὐδ’ ἐπ’ ἐγκλήματα προέλθοι ἂν ὁ νοῦν ἔχων, ἐπείπερ οὐδ’ ὑβρίσθαι ἂν δόξειεν· καὶ γὰρ μικρόψυχον τὸ ἀγανακτεῖν ἢ
25ἐπιτείνεσθαι περὶ τῶν τοιούτων· πρᾴως δὲ καὶ ἡσύχως οἴσει τὸ συμβάν, ἐπεὶ καὶ πρέπον τοῦτο τῷ βουλομένῳ εἶναι μεγαλόφρονι. Σωκράτης γοῦν οὕτω διακείμενος φανερὸς ἦν, ὃς δημοσίᾳ λοιδορη‐ θεὶς ὑπ’ Ἀριστοφάνους, οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ ἐντυχὼν ἠξίου αὐτὸν εἰ καὶ πρὸς ἄλλο τι τοιοῦτον βούλοιτο χρῆσθαι αὐτῷ.
30ταχύ γ’ ἂν ἐκεῖνος ἐν ὀλίγοις λοιδορούμενος ἐχαλέπηνεν, ὃς οὐδὲ ἐν θεάτρῳ λοιδορηθεὶς ἠγανάκτει. Φωκίων δὲ ὁ χρηστός, τῆς γυναικὸς αὐτοῦ προπηλακισθείσης πρός τινος, τοσοῦτον ἐδέησεν ἐγκαλεῖν τῷ προπηλακίσαντι, ὥστε ἐπεὶ δείσας ἐκεῖνος προσῆλθέ τε καὶ συγγνώμην ἔχειν ἠξίου τὸν Φωκίωνα, φάσκων ἠγνοηκέναι
35ὅτι ἦν ἐκείνου γυνή, εἰς ἣν ἐπλημμέλει· ‘ἀλλὰ ἥ γε ἐμὴ γυνὴ οὐδέν‘ ἔφη ‘ὑπὸ σοῦ πέπονθεν, ἑτέρα δέ τις ἴσως· ὥστε οὐδὲ χρὴ ἐμοὶ σὲ ἀπολογεῖσθαι.‘ καὶ ἄλλους δὲ πολλοὺς ἄνδρας ἔχοιμ’ ἂν λέγειν πειραθέντας ὕβρεως, τοὺς μὲν ἔκ τινων γλώσσῃ πλημμεληθέντας, τοὺς δὲ χερσὶν ὥστε αἰκισθῆναι τὸ σῶμα· καὶ οὔτε ἀμυνάμενοι
40φαίνονται τοὺς πλημμελήσαντας, οὔτε ἄλλον τρόπον ἐπεξελθόντες, ἀλλὰ πάνυ πρᾴως ἐνεγκόντες τὴν ἀδικίαν αὐτῶν. καὶ γὰρ δὴ τὸ μὲν σκοπεῖν, ὅπως ἀντιδήξεταί τις τὸν δακόντα, καὶ ἀντιποιήσει κακῶς τὸν ὑπάρξαντα, θηρίου τινὸς οὐκ ἀνθρώπου ἐστίν, ὡς οὐδὲ τοῦτο λογίσασθαι δύναται, ὅτι τὰ πολλὰ τῶν ἁμαρτανομένων ὑπ’
45ἀγνοίας τε καὶ ἀμαθίας τοῖς ἀνθρώποις ἁμαρτάνεται, ὧν ὁ μεταδι‐ δαχθεὶς εὐθὺς παύεται· τὸ δὲ δέχεσθαι τὰς ἁμαρτίας μὴ ἀγρίως, μηδὲ ἀνήκεστον εἶναι τοῖς πλημμελήσασιν, ἀλλ’ αἴτιον εἶναι αὐτοῖς ἐλπίδος χρηστῆς, ἡμέρου τρόπου καὶ φιλανθρώπου ἐστίν. πόσῳ
δὴ κρεῖττον οὕτως ἔχοντα φαίνεσθαι τὸν φιλόσοφον, ὥστε συγ‐78

10

(50)

γνώμης ἀξιοῦν εἴ τις πλημμελήσειεν εἰς αὐτόν, ἢ δοκεῖν μὲν ἀμύνειν ἑαυτῷ δικαζόμενον καὶ ἐγκαλοῦντα, τῇ δὲ ἀληθείᾳ ἀσχη‐ μονεῖν, ἀνακόλουθα τοῖς ἑαυτοῦ λόγοις πράττοντα. εἴ γε λέγει μέν, ὡς οὐκ ἂν ἀδικηθείη ποτὲ ὁ ἀγαθὸς ἀνὴρ ὑπὸ κακοῦ ἀνδρός· ἐγκαλεῖ δ’ ὡς ἀδικούμενος ὑπὸ ἀνθρώπων πονηρῶν αὐτὸς ἀξιῶν
55ἀγαθὸς εἶναι.

11

Ἔστι καὶ ἕτερος πόρος οὐδὲν τούτου κακίων, τάχα δὲ καὶ ἀμείνων νομισθεὶς ἂν οὐκ ἀλόγως ἀνδρί γ’ εὐρώστῳ τὸ σῶμα, ὁ ἀπὸ γῆς, ἄν τ’ οὖν ἰδίαν ἔχῃ τις ἄν τε καὶ μή. πολλοὶ γὰρ δὴ καὶ ἀλλοτρίαν γῆν γεωργοῦντες, ἢ δημοσίαν ἢ ἰδιωτικήν, δύνανται
5τρέφειν οὐ μόνον αὑτούς, καὶ τέκνα δὲ καὶ γυναῖκας· ἔνιοί γε δὴ καὶ εἰς ἄγαν ἀπὸ τούτου εὐποροῦσιν, αὐτουργικοὶ καὶ φιλόπονοι ὄντες. ἀμείβεται γὰρ ἡ γῆ κάλλιστα καὶ δικαιότατα τοὺς ἐπιμε‐ λομένους αὐτῆς, πολλαπλάσια ὧν λαμβάνει διδοῦσα καὶ ἀφθονίαν παρέχουσα πάντων τῶν ἀναγκαίων πρὸς τὸν βίον τῷ βουλομένῳ
10πονεῖν, καὶ ταῦτα μὲν σὺν τῷ πρέποντι, σὺν αἰσχύνῃ δ’ οὐδὲν αὐτῶν. οὐ γάρ ἐστιν ἀνθρώπων οὐδεὶς μὴ θρυπτικός γε μηδὲ μαλακὸς ὤν, ὃς ἂν φαίη τῶν γεωργικῶν ἔργων 〈ὁτι〉οῦν αἰσχρὸν ἢ ἀνάρμοστον ἀνδρὶ ἀγαθῷ εἶναι. πῶς μὲν γὰρ οὐ καλὸν τὸ φυτεύ‐ ειν; πῶς δὲ τὸ ἀροῦν; πῶς δὲ τὸ ἀμπελουργεῖν; τὸ δὲ σπείρειν, τὸ
15δὲ θερίζειν, τὸ δὲ ἀλοᾶν, οὐ πάντ’ ἐλευθέρια ταῦτα καὶ ἀνδράσιν ἀγαθοῖς πρέποντα; καὶ μὴν τὸ ποιμαίνειν ὥσπερ Ἡσίοδον οὐ κατῄσχυνεν οὐδ’ ἐκώλυεν εἶναι θεοφιλῆ τε καὶ μουσικόν, οὕτως οὐδ’ ἂν ἄλλον οὐδένα κωλύσειεν. ἐμοὶ μὲν δὴ καὶ ἀρεστὸν τοῦτο πάντων τῶν ἐν γεωργίαις ἔργων, ὅτι τῇ ψυχῇ παρέχει σχολὴν
20πλείονα διανοεῖσθαί τι καὶ ζητεῖν παιδείας ἐχόμενον. ὅσα μὲν γὰρ
ἔργα πάνυ ἐντείνει τὸ σῶμα καὶ κάμπτει, ταῦτα καὶ τὴν ψυχὴν ἀναγκάζει πρὸς αὐτοῖς εἶναι μόνοις ἢ μάλιστα συνεντεινομένην τῷ σώματι· ὅσα δὲ τῶν ἔργων ἐφίησι μὴ ἄγαν ἐντετάσθαι τὸ σῶμα, ταῦτ’ οὐκ ἀπείργει τὴν ψυχὴν ἐκλογίζεσθαί τι τῶν κρειττόνων κἀκ80
25τῶν τοιούτων λογισμῶν αὐτὴν αὑτῆς γίνεσθαι σοφωτέραν, οὗ δὴ καὶ μάλιστα πᾶς φιλόσοφος ἐφίεται. διὰ ταῦτ’ ἐγὼ τὴν ποιμενικὴν ἀσπάζομαι μάλιστα. εἴ γε μὴν ἅμα φιλοσοφεῖ τις καὶ γεωργεῖ, οὐκ ἄλλον ἂν παραβάλοιμι τούτῳ βίον οὐδὲ πορισμὸν ἕτερον προτιμήσαιμι ἄν. πῶς μὲν γὰρ οὐ κατὰ φύσιν μᾶλλον ἀπὸ γῆς,
30ἣ τροφός τε καὶ μήτηρ ἐστὶν ἡμῶν, ἢ ἀπ’ ἄλλου του τρέφεσθαι; πῶς δ’ οὐκ ἀνδρικώτερον τοῦ καθῆσθαι ἐν πόλει, ὥσπερ οἱ σοφι‐ σταί, τὸ ζῆν ἐν χωρίῳ; πῶς δ’ οὐχ ὑγιεινότερον τοῦ σκιατροφεῖσθαι τὸ ἔξω διαιτᾶσθαι; τί δέ; ἐλευθεριώτερον αὐτὸν αὑτῷ μηχανᾶσθαι τὰ ἀναγκαῖα ἢ παρ’ ἑτέρων λαμβάνειν; ἀλλὰ φαίνεται τὸ μὴ
35δεῖσθαι ἄλλου πρὸς τὰς χρείας τὰς αὑτοῦ πολὺ σεμνότερον ἢ τὸ δεῖσθαι. οὕτως ἄρα καλὸν καὶ εὐδαιμονικὸν καὶ θεοφιλὲς τὸ ζῆν ἀπὸ γεωργίας ἐστί, σύν γε τῷ καλοκἀγαθίας μὴ ὀλιγωρεῖν, ὥστε Μύσωνα τὸν Χηναῖον ὁ θεὸς ἀνεῖπε σοφὸν καὶ τὸν Ψωφίδιον Ἀγλαὸν εὐδαίμονα προσηγόρευσε, χωριτικῶς ἑκάτερον αὐτῶν
40βιοῦντα καὶ αὐτουργίᾳ χρώμενον καὶ τῆς ἐν ἄστει διατριβῆς ἀπεχόμενον. ἆρ’ οὖν οὐκ ἄξιον ζηλοῦν τε καὶ μιμεῖσθαι τούτους καὶ περιέχεσθαι σπουδῇ τοῦ γεωργεῖν; Τί οὖν; οὐ δεινὸν φαίη τις ἂν ἴσως ἄνδρα παιδευτικὸν καὶ δυνάμενον προβιβάζειν νέους εἰς φιλοσοφίαν ἐργάζεσθαι γῆν καὶ
45τῷ σώματι πονεῖν τοῖς χωρίταις παραπλησίως; ναί. δεινὸν ἂν τοῦτο τῷ ὄντι ἦν, εἴπερ ἐκώλυεν ἡ ἐργασία τῆς γῆς φιλοσοφεῖν ἢ ἄλλους πρὸς φιλοσοφίαν ὠφελεῖν. νῦν δὲ καὶ μᾶλλον ἄν μοι δοκοῦσιν ὠφελεῖσθαι οἱ νέοι οὐκ ἐν πόλει τῷ διδασκάλῳ συνόντες οὐδ’ ἐν τῇ διατριβῇ ἀκούοντες αὐτοῦ λέγοντος, ἀλλ’ ἐργαζόμενον

11

(50)

ἐπὶ τῆς ἀγροικίας ὁρῶντες καὶ ἔργῳ ἐνδεικνύμενον ἅπερ ὑφηγεῖται ὁ λόγος, ὅτι χρὴ πονεῖν καὶ κακοπαθεῖν τῷ σώματι μᾶλλον ἢ ἑτέρου δεῖσθαι τοῦ τρέφοντος. τί δὲ τὸ κωλύον ἐστὶ καὶ ἐργαζόμενον τοῦ διδασκάλου τὸν μαθητὴν ἀκούειν τι ἅμα περὶ σωφροσύνης ἢ δικαιοσύνης ἢ καρτερίας λέγοντος; πολλῶν μὲν γὰρ λόγων οὐ δεῖ
55τοῖς φιλοσοφήσουσι καλῶς, οὐδὲ τὸν ὄχλον τοῦτον τῶν θεωρημά‐ των ἀναληπτέον πάντως τοῖς νέοις, ἐφ’ ᾧ φυσωμένους τοὺς σοφιστὰς ὁρῶμεν· ταῦτα γὰρ δὴ τῷ ὄντι ἱκανὰ κατατρῖψαι βίον ἀνθρώπου
ἐστί. τὰ δ’ ἀναγκαιότατα καὶ χρησιμώτατα μαθεῖν οὐκ ἀδύνατον καὶ πρὸς ἐργασίᾳ γεωργικῇ ὄντας, ἄλλως τε καὶ οὐ διὰ παντὸς82
60ἐργασομένους, ἀλλὰ ἀναπαύλαις χρησομένους. ὀλίγοι μὲν οὖν τὸν τρόπον τοῦτον ἐθελήσουσι μανθάνειν, οἶδ’ ἀκριβῶς ἐγώ· ἔστι δὲ ἄμεινον μηδὲ προσιέναι τῷ φιλοσόφῳ τοὺς πλείονας τῶν φιλο‐ σοφεῖν λεγόντων νέων, ὅσοι σαθροί τε καὶ μαλακοί, δι’ οὓς προσιόντας ἀναπίμπλαται κηλίδων φιλοσοφία. τῶν μὲν γὰρ ἀλη‐
65θινῶν ἐραστῶν φιλοσοφίας οὐκ ἔστιν οὐδείς, ὃς οὐκ ἂν ἐθελήσειε μετ’ ἀνδρὸς ἀγαθοῦ διάγειν ἐν χωρίῳ, καὶ εἰ χαλεπώτατον τύχοι ὂν τὸ χωρίον, μέλλων γε ἀπολαύειν μεγάλα ταύτης τῆς διατριβῆς τῷ συνεῖναι τῷ διδασκάλῳ νύκτωρ καὶ μεθ’ ἡμέραν, τῷ ἀπεῖναι τῶν ἀστικῶν κακῶν, ἅπερ ἐμπόδιον τῷ φιλοσοφεῖν, τῷ μὴ δύνασθαι
70λανθάνειν εὖ ἢ κακῶς τι ποιῶν, ὃ δὴ μέγιστον τοῖς παιδευομένοις ὄφελος· καὶ ἐσθίειν δὲ καὶ πίνειν καὶ καθεύδειν ἐφορώμενον ὑπ’ ἀνδρὸς ἀγαθοῦ μέγα ὄφελος. ἃ δὲ γένοιτ’ ἂν ἐξ ἀνάγκης ἐν τῇ συνουσίᾳ τῇ κατ’ ἀγρόν, ταῦτα ἐπαινεῖ καὶ Θέογνις ἐν οἷς φησι
καὶ μετὰ τῶν σύ γε πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
75
ἵζε, καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
ὅτι γε μὴν οὐκ ἄλλους τινὰς ἢ τοὺς ἀγαθοὺς ἄνδρας λέγει μεγάλην ἔχειν δύναμιν πρὸς ἀνθρώπων ὠφέλειαν, εἰ συνεσθίοι καὶ συμπίνοι τις αὐτοῖς καὶ συγκαθέζοιτο, δεδήλωκεν·
ἐσθλῶν μὲν γὰρ ἀπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι
80
†συμμιγῇς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
μὴ δὴ λεγέτω τις ὅτι τῷ μανθάνειν ἢ τῷ διδάσκειν ἃ χρὴ τὸ γεωργεῖν ἐμπόδιον· οὐ γὰρ ἔοικεν οὕτως ἔχειν, εἰ δὴ μάλιστ’ ἂν οὕτω καὶ ἐπὶ πλεῖστον ὁ μὲν μανθάνων συνείη τῷ διδάσκοντι, ὁ δὲ διδάσκων διὰ χειρὸς ἔχοι τὸν μανθάνοντα. τούτου δὲ τοιούτου ὄντος,
85ὁ πόρος ἐκ γεωργίας φαίνεται ὢν τῷ φιλοσόφῳ πρεπωδέστατος.

12

Μέρος μέντοι τρυφῆς οὐ μικρότατον κἀν τοῖς ἀφροδισίοις ἐστίν,
ὅτι ποικίλων δέονται παιδικῶν οἱ τρυφῶντες οὐ νομίμων μόνον ἀλλὰ καὶ παρανόμων, οὐδὲ θηλειῶν μόνον ἀλλὰ καὶ ἀρρένων, ἄλλοτε ἄλλους θηρῶντες ἐρωμένους, καὶ τοῖς μὲν ἐν ἑτοίμῳ οὖσιν οὐκ84
5ἀρκούμενοι, τῶν δὲ σπανίων ἐφιέμενοι, συμπλοκὰς δ’ ἀσχήμονας ζητοῦντες, ἅπερ ἅπαντα μεγάλα ἐγκλήματα ἀνθρώπου ἐστίν. χρὴ δὲ τοὺς μὴ τρυφῶντας ἢ μὴ κακοὺς μόνα μὲν ἀφροδίσια νομίζειν δίκαια τὰ ἐν γάμῳ καὶ ἐπὶ γενέσει παίδων συντελούμενα, ὅτι καὶ νόμιμά ἐστιν· τὰ δέ γε ἡδονὴν θηρώμενα ψιλὴν ἄδικα καὶ παρά‐
10νομα, κἂν ἐν γάμῳ ᾖ. συμπλοκαὶ δ’ ἄλλαι αἱ μὲν κατὰ μοιχείαν παρανομώταται, καὶ μετριώτεραι τούτων οὐδὲν αἱ πρὸς ἄρρενας τοῖς ἄρρεσιν, ὅτι παρὰ φύσιν τὸ τόλμημα· ὅσαι δὲ μοιχείας ἐκτὸς συνουσίαι πρὸς θηλείας εἰσὶν ἐστερημέναι τοῦ γίνεσθαι κατὰ νόμον, καὶ αὗται πᾶσαι αἰσχραί, αἵ γε πράττονται δι’ ἀκολασίαν. ὡς
15μετά γε σωφροσύνης οὔτ’ ἂν ἑταίρᾳ πλησιάζειν ὑπομείνειέ τις, οὔτ’ ἂν ἐλευθέρᾳ γάμου χωρὶς οὔτε μὰ Δία θεραπαίνῃ τῇ αὑτοῦ. τὸ γὰρ μὴ νόμιμον μηδ’ εὐπρεπὲς τῶν συνουσιῶν τούτων αἶσχός τε καὶ ὄνειδος μέγα τοῖς θηρωμένοις αὐτάς· ὅθεν οὐδὲ πράττειν φανερῶς οὐδὲν ἀνέχεται τῶν τοιούτων οὐδείς, κἂν ἐπ’ ὀλίγον
20ἐρυθριᾶν οἷός τε ᾖ, ἐπικρυπτόμενοι δὲ καὶ λάθρᾳ οἵ γε μὴ τελέως ἀπερρωγότες ταῦτα τολμῶσιν. καίτοι τό γε πειρᾶσθαι λανθάνειν ἐφ’ οἷς πράττει τις ὁμολογοῦντος ἁμαρτάνειν ἐστί. νὴ Δία, φησίν, ἀλλ’ οὐχ ὥσπερ ὁ μοιχεύων ἀδικεῖ τὸν ἄνδρα τῆς διεφθαρμένης γυναικός, οὐχ οὕτως καὶ ὁ τῇ ἑταίρᾳ συνὼν ἀδικεῖ τινὰ ἢ νὴ Δία
25τῇ μὴ ἐχούσῃ ἄνδρα· οὐδὲ γὰρ ἐλπίδα παίδων οὐδενὸς διαφθείρει οὗτος. ἐγὼ δ’ ἐπέχω μὲν λέγειν, ὡς πᾶς ὅστις ἁμαρτάνει καὶ ἀδικεῖ εὐθύς, εἰ καὶ μηδένα τῶν πέλας, ἀλλ’ αὑτόν γε πάντως χείρονα ἀποφαίνων καὶ ἀτιμότερον· ὁ γὰρ ἁμαρτάνων, παρ’ ὅσον ἁμαρτάνει, χείρων καὶ ἀτιμότερος. ἵνα οὖν ἐῶ τὴν ἀδικίαν, ἀλλ’
30ἀκολασίαν γε πᾶσα ἀνάγκη πάντως προσεῖναι τῷ ἡττωμένῳ αἰσχρᾶς ἡδονῆς καὶ χαίροντι τῷ μολύνεσθαι, ὥσπερ αἱ ὕες· οἷος οὐχ ἥκιστά ἐστι καὶ ὁ δούλῃ ἰδίᾳ πλησιάζων, ὅπερ νομίζουσί τινες μάλιστά πως εἶναι ἀναίτιον, ἐπεὶ καὶ δεσπότης πᾶς αὐτεξούσιος εἶναι δοκεῖ ὅ τι βούλεται χρῆσθαι δούλῳ τῷ ἑαυτοῦ. πρὸς τοῦτο δὲ
35ἁπλοῦς μοι ὁ λόγος· εἰ γάρ τῳ δοκεῖ μὴ αἰσχρὸν μηδ’ ἄτοπον εἶναι δούλῃ δεσπότην πλησιάζειν τῇ ἑαυτοῦ, καὶ μάλιστα εἰ τύχοι οὖσα χήρα, λογισάσθω ποῖόν τι καταφαίνεται αὐτῷ, εἰ δέσποινα δούλῳ πλησιάζοι. οὐ γὰρ ἂν δόξειεν εἶναι ἀνεκτόν, οὐ μόνον εἰ κεκτημένη ἄνδρα νόμιμον ἡ γυνὴ προσοῖτο δοῦλον, ἀλλ’ εἰ καὶ
40ἄνανδρος οὖσα τοῦτο πράττοι; καίτοι τοὺς ἄνδρας οὐ δήπου τῶν γυναικῶν ἀξιώσει τις εἶναι χείρονας, οὐδ’ ἧττον δύνασθαι τὰς
ἐπιθυμίας παιδαγωγεῖν τὰς ἑαυτῶν, τοὺς ἰσχυροτέρους τὴν γνώμην τῶν ἀσθενεστέρων, τοὺς ἄρχοντας τῶν ἀρχομένων. πολὺ γὰρ κρείττονας εἶναι προσήκει τοὺς ἄνδρας, εἴπερ καὶ προεστάναι86
45ἀξιοῦνται τῶν γυναικῶν· ἂν μέντοι ἀκρατέστεροι φαίνωνται ὄντες, 〈φανοῦνται ὄντεσ〉 καὶ κακίονες. ὅτι δ’ ἀκρασίας ἔργον καὶ οὐδενὸς ἄλλου ἐστὶ τὸ δεσπότην δούλῃ πλησιάζειν, τί δεῖ καὶ λέγειν; γνώριμον γάρ.

13A

[Βίου καὶ γενέσεως παίδων κοινωνίαν κεφάλαιον εἶναι γάμου.] Τὸν γὰρ γαμοῦντα, ἔφη, καὶ τὴν γαμουμένην ἐπὶ τούτῳ συνιέναι χρὴ ἑκάτερον θατέρῳ, ὥσθ’ ἅμα μὲν ἀλλήλοις βιοῦν, ἅμα δὲ 〈παιδο〉ποιεῖσθαι, καὶ κοινὰ δὲ ἡγεῖσθαι πάντα καὶ μηδὲν ἴδιον, μηδ’
5αὐτὸ τὸ σῶμα. μεγάλη μὲν γὰρ γένεσις ἀνθρώπου, ἣν ἀποτελεῖ τοῦτο τὸ ζεῦγος. ἀλλ’ οὔπω τοῦτο ἱκανὸν τῷ γαμοῦντι, ὃ δὴ καὶ δίχα γάμου γένοιτ’ ἂν συμπλεκομένων ἄλλως, ὥσπερ καὶ τὰ ζῷα συμπλέκεται αὑτοῖς. δεῖ δὲ ἐν γάμῳ πάντως συμβίωσίν τε εἶναι καὶ κηδεμονίαν ἀνδρὸς καὶ γυναικὸς περὶ ἀλλήλους, καὶ ἐρρωμένους
10καὶ νοσοῦντας καὶ ἐν παντὶ καιρῷ, ἧς ἐφιέμενος ἑκάτερος ὥσπερ καὶ παιδοποιίας εἶσιν ἐπὶ γάμον. ὅπου μὲν οὖν ἡ κηδεμονία αὕτη τέλειός ἐστι, καὶ τελέως αὐτὴν οἱ συνόντες ἀλλήλοις παρέχονται, ἁμιλλώμενοι νικᾶν ὁ ἕτερος τὸν ἕτερον, οὗτος μὲν οὖν ὁ γάμος ᾗ προσήκει ἔχει καὶ ἀξιοζήλωτός ἐστι· καλὴ γὰρ ἡ τοιαύτη κοινωνία·
15ὅπου δ’ ἑκάτερος σκοπεῖ τὸ ἑαυτοῦ μόνον ἀμελῶν θατέρου, ἢ καὶ νὴ Δί’ ὁ ἕτερος οὕτως ἔχει, καὶ οἰκίαν μὲν οἰκεῖ τὴν αὐτήν, τῇ δὲ γνώμῃ βλέπει ἔξω, μὴ βουλόμενος τῷ ὁμόζυγι συντείνειν τε καὶ συμπνεῖν, ἐνταῦθ’ ἀνάγκη φθείρεσθαι μὲν τὴν κοινωνίαν, φαύλως δὲ ἔχειν τὰ πράγματα τοῖς συνοικοῦσιν, καὶ ἢ διαλύονται τέλεον
20ἀπ’ ἀλλήλων ἢ τὴν συμμονὴν χείρω ἐρημίας ἔχουσιν.88

13B

Διὸ χρὴ τοὺς γαμοῦντας οὐκ εἰς γένος ἀφορᾶν εἰ ἐξ εὐπατριδῶν, οὐδ’ εἰς χρήματα εἰ πολλὰ κέκτηνταί τινες, οὐδ’ εἰς σώματα εἰ καλὰ ἔχουσιν. οὔτε γὰρ πλοῦτος οὔτε κάλλος οὔτ’ εὐγένεια κοινωνίαν μᾶλλον αὔξειν πέφυκεν, ὥσπερ οὐδ’ ὁμόνοιαν, οὐδ’ αὖ
5τὴν παιδοποιίαν κρείττω ταῦτα ἀπεργάζεται· ἀλλὰ σώματα μὲν πρὸς γάμον ἀποχρῶντα τὰ ὑγιῆ καὶ τὴν ἰδέαν μέσα καὶ αὐτουργεῖν ἱκανά, ἃ δὴ καὶ ἐπιβουλεύοιτ’ ἂν ὑπὸ τῶν ἀκολάστων ἧττον, καὶ ἐργάζοιτο μᾶλλον ὅσα σώματος ἔργα, καὶ παιδοποιοῖτο μὴ ἐνδεῶς. ψυχὰς δὲ ἐπιτηδειοτάτας εἶναι νομιστέον τὰς πρὸς σωφροσύνην
10καὶ δικαιοσύνην καὶ ὅλως πρὸς ἀρετὴν εὐφυεστάτας. ποῖος μὲν γὰρ γάμος χωρὶς ὁμονοίας καλός; ποία δὲ κοινωνία χρηστή; πῶς δ’ ἂν ὁμονοήσειαν ἄνθρωποι πονηροὶ ὄντες ἀλλήλοις; ἢ πῶς ἀγαθὸς πονηρῷ ὁμονοήσειεν 〈ἄν〉; οὐδέν γε μᾶλλον ἢ ὀρθῷ ξύλῳ στρεβλὸν συναρμόσειεν ἄν, ἢ στρεβλὰ ἄμφω ὄντα ἀλλήλοιν. τὸ γὰρ δὴ
15στρεβλὸν τῷ τε ὁμοίῳ τῷ στρεβλῷ ἀνάρμοστον καὶ τῷ ἐναντίῳ τῷ εὐθεῖ ἔτι μᾶλλον. ἔστι δὴ καὶ ὁ πονηρὸς τῷ τε πονηρῷ οὐ φίλος οὐδ’ ὁμονοεῖ καὶ πολὺ ἧττον τῷ χρηστῷ.

14

Ἄλλου δέ τινος φήσαντος, ὅτι ἐμπόδιον αὐτῷ δοκοίη εἶναι τῷ φιλοσοφεῖν γάμος καὶ ὁ σὺν γυναικὶ βίος, Πυθαγόρᾳ μέν, εἶπεν ὁ Μουσώνιος, οὐκ ἐμπόδιον ἦν, οὐδὲ Σωκράτει, οὐδὲ Κράτητι, ὧν
ἕκαστος συνῴκησε γυναικί· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν ἄμεινον90
5ἐκείνων ἑτέρους φιλοσοφήσαντας. καίτοι γε Κράτης ἄοικός τε καὶ ἀσκευὴς καὶ ἀκτήμων τέλεον ἦν, ἀλλ’ ὅμως ἔγημεν· εἶτα μηδ’ ὑπόδυσιν ἔχων ἰδίαν ἐν ταῖς δημοσίαις Ἀθήνησι στοαῖς διημέρευε καὶ διενυκτέρευε μετὰ τῆς γυναικός· ἡμεῖς δὲ ἀπ’ οἰκίας ὁρμώμενοι, καὶ οἰκέτας τοὺς ὑπηρετοῦντας ἔχοντες ἔνιοι, τολμῶμεν ὅμως λέγειν
10ἐμπόδιον εἶναι φιλοσοφίᾳ γάμον; καὶ μὴν ὅ γε φιλόσοφος διδάσκα‐ λος δήπου καὶ ἡγεμὼν πάντων τοῖς ἀνθρώποις ἐστὶ τῶν κατὰ φύσιν ἀνθρώπῳ προσηκόντων· κατὰ φύσιν δ’, εἴ τι ἄλλο, καὶ τὸ γαμεῖν φαίνεται ὄν. ἐπεὶ τοῦ χάριν ὁ τοῦ ἀνθρώπου δημιουργὸς πρῶτον μὲν ἔτεμε δίχα τὸ γένος ἡμῶν, εἶτ’ ἐποίησεν αὐτῷ διττὰ αἰδοῖα, τὸ
15μὲν εἶναι θήλεος τὸ δὲ ἄρρενος, εἶτα δὲ ἐνεποίησεν ἐπιθυμίαν ἰσχυρὰν ἑκατέρῳ θατέρου τῆς θ’ ὁμιλίας καὶ τῆς κοινωνίας καὶ πόθον ἰσχυρὸν ἀμφοῖν ἀλλήλων ἐνεκέρασεν, τῷ μὲν ἄρρενι τοῦ θήλεος τῷ δὲ θήλει τοῦ ἄρρενος; ἆρ’ οὖν 〈οὐ〉 γνώριμον, ὅτι ἐβού‐ λετο συνεῖναί τε αὐτὼ καὶ συζῆν καὶ τὰ πρὸς τὸν βίον ἀλλήλοιν
20συμμηχανᾶσθαι, καὶ γένεσιν παίδων καὶ τροφὴν ἅμα ποιεῖσθαι, ὡς ἂν τὸ γένος ἡμῶν ἀίδιον ᾖ; τί δ’; εἰπέ μοι, πότερα προσήκει ἕκαστον ποιεῖν καὶ τὰ τοῦ πέλας, καὶ ὅπως οἶκοι ὦσιν ἐν τῇ πόλει αὐτοῦ, καὶ ὅπως ἡ πόλις μὴ ἔρημος ᾖ, καὶ ὅπως τὸ κοινὸν ἕξει καλῶς; εἰ μὲν γὰρ φῄς, ὡς τὸ αὑτοῦ σκεπτέον μόνον, ἀποφαίνεις
25τὸν ἄνθρωπον λύκου μηδὲν διαφέροντα μηδ’ ἄλλου θηρίου τῶν ἀγριωτάτων μηδενός, ἅπερ ἀπὸ βίας καὶ πλεονεξίας πέφυκε ζῆν, μὴ φειδόμενα μηδενὸς ἀφ’ ὅτου μέλλει καρποῦσθαί τι ἡδύ, ἄμοιρα μὲν κοινωνίας ὄντα, ἄμοιρα δὲ συνεργίας τῆς ἀπ’ ἀλλήλων, ἄμοιρα δὲ δικαίου παντός. εἰ δ’ ὁμολογήσεις τὴν ἀνθρωπείαν φύσιν
30μελίσσῃ μάλιστα προσεοικέναι, ἣ μὴ δύναται μόνη ζῆν, ἀπόλλυται γὰρ μονωθεῖσα, πρὸς ἓν δὲ καὶ κοινὸν ἔργον τῶν ὁμοφύλων συν‐ νένευκε καὶ συμπράττει καὶ συνεργάζεται τοῖς πλησίον· εἰ ταῦτα ταύτῃ ἔχει, καὶ ἔτι πρὸς τούτοις κακία μὲν ἀνθρώπου εἶναι ὑπείληπται ἀδικία τε καὶ ἀγριότης καὶ τὸ τοῦ πλησίον πράττοντος
35κακῶς ἀφροντιστεῖν, ἀρετὴ δὲ φιλανθρωπία καὶ χρηστότης καὶ δικαιοσύνη ἐστὶ καὶ τὸ εὐεργετικὸν εἶναι καὶ τὸ κηδεμονικὸν εἶναι τοῦ πέλας· οὕτω καὶ πόλεως ἑκάστῳ τῆς αὑτοῦ φροντιστέον καὶ τῇ πόλει οἶκον περιβλητέον. ἀρχὴ δὲ οἴκου περιβολῆς γάμος. ὥστε ὁ ἀναιρῶν ἐξ ἀνθρώπων γάμον ἀναιρεῖ μὲν οἶκον, ἀναιρεῖ δὲ
40πόλιν, ἀναιρεῖ δὲ σύμπαν τὸ ἀνθρώπειον γένος. οὐ γὰρ ἂν διαμένοι μὴ γενέσεως οὔσης, οὐδ’ ἂν γένεσις εἴη μὴ γάμου ὄντος, ἥ γε
δικαία καὶ νόμιμος. ὅτι μὲν γὰρ οἶκος ἢ πόλις οὔτ’ ἐκ γυναικῶν συνίσταται μόνον οὔτ’ ἐξ ἀνδρῶν μόνον, ἀλλ’ ἐκ τῆς πρὸς ἀλλήλους κοινωνίας, δῆλον· ἀνδρῶν δὲ καὶ γυναικῶν κοινωνίας ἄλλην οὐκ92
45ἂν εὕροι τις οὔτ’ ἀναγκαιοτέραν οὔτε προσφιλεστέραν. ποῖος γὰρ ἑταῖρος ἑταίρῳ οὕτω προσηνὴς ὡς γυνὴ καταθύμιος τῷ γεγαμηκότι; ποῖος δ’ ἀδελφὸς ἀδελφῷ; ποῖος δὲ γονεῦσιν υἱός; τίς δὲ ἀπὼν οὕτω ποθεινὸς ὡς ἀνὴρ γυναικὶ καὶ γυνὴ ἀνδρί; τίνος δὲ παρουσία μᾶλλον ἢ λύπην ἐλαφρύνειεν ἂν ἢ χαρὰν ἐπαυξήσειεν ἢ συμφορὰν

14

(50)

ἐπανορθώσειεν; τίσι δὲ νενόμισται κοινὰ εἶναι πάντα, καὶ σώματα καὶ ψυχαὶ καὶ χρήματα, πλὴν ἀνδρὸς καὶ γυναικός; ταῦτά τοι καὶ πάντες ἄνθρωποι πρεσβυτάτην νομίζουσι πασῶν τὴν ἀνδρὸς καὶ γυναικὸς φιλίαν· καὶ οὐδὲ μήτηρ ἢ πατὴρ νοῦν ἔχων οὐδεὶς ἀξιοῖ φίλτερος 〈εἶναι〉 τῷ ἑαυτοῦ τέκνῳ τοῦ συνεζευγμένου γάμῳ. καὶ ὁ
55λόγος δὲ ἐκεῖνος φαίνεται δηλοῦν, ὅσον προτερεῖ τῆς γονέων πρὸς τέκνα φιλίας ἡ γυναικὸς πρὸς ἄνδρα, ὅτι Ἄδμητος δόσιν ταύτην λαβὼν παρὰ θεῶν, εἰ παράσχοι τὸν ἀνθ’ ἑαυτοῦ τεθνηξόμενον, ζῆσαι διπλασίω χρόνον τοῦ τεταγμένου αὐτῷ, τῶν μὲν γονέων οὐκ ἔτυχεν ἐθελόντων προαποθανεῖν αὐτοῦ καίτοι γεγηρακότων· ἡ γυνὴ
60δὲ ἡ γαμετὴ Ἄλκηστις, κομιδῇ νέα οὖσα, ἐδέξατο ἑτοίμως τὸν θάνατον πρὸ τοῦ ἀνδρός. Ὅτι δὲ μέγα καὶ ἀξιοσπούδαστον ὁ γάμος ἐστί, καὶ ταύτῃ δῆλον. θεοὶ γὰρ ἐπιτροπεύουσιν αὐτόν, καθὸ νομίζονται παρ’ ἀνθρώποις, μεγάλοι· πρώτη μὲν Ἥρα, καὶ διὰ τοῦτο ζυγίαν αὐτὴν
65προσαγορεύομεν· εἶτα Ἔρως, εἶτα Ἀφροδίτη· πάντας γὰρ τούτους ὑπολαμβάνομεν ἔργον πεποιῆσθαι τοῦτο, συνάγειν ἀλλήλοις πρὸς παιδοποιίαν ἄνδρα καὶ γυναῖκα. ποῦ μὲν γὰρ Ἔρως παραγένοιτ’ ἂν δικαιότερον ἢ ἐπὶ νόμιμον ἀνδρὸς καὶ γυναικὸς ὁμιλίαν; ποῦ δὲ Ἥρα; ποῦ δὲ Ἀφροδίτη; πότε δ’ ἂν εὐκαιρότερον εὔξαιτό τις
70τοῖς θεοῖς τούτοις ἢ πρὸς γάμον ἰών; τί δὲ καλοῦντες ἀφροδίσιον ἔργον προσηκόντως ἂν μᾶλλον καλοῖμεν ἢ τὴν γαμετῆς τῷ γεγα‐ μηκότι σύνοδον; διὰ τί τοιγαροῦν φαίη τις ἂν θεοὺς μὲν οὕτω μεγάλους ἐπισκοπεῖν καὶ ἐπιτροπεύειν γάμον καὶ παιδοποιίαν, μὴ προσήκειν δὲ ἀνθρώπῳ ταῦτα; διὰ τί δὲ προσήκειν μὲν τῷ ἀνθρώπῳ
75ταῦτα, μὴ προσήκειν δὲ τῷ φιλοσόφῳ; πότερον 〈ὅτι〉 κακίω εἶναι χρὴ τῶν ἄλλων τὸν φιλόσοφον; ἀλλ’ οὐ χρή, κρείττω δὲ καὶ δικαιό‐ τερον καὶ καλοκἀγαθικώτερον. ἢ ὅτι κακίων οὐκ ἔστι καὶ ἀδικώτερος ἀνὴρ τοῦ μὲν κηδομένου τῆς ἑαυτοῦ πόλεως ὁ μὴ κηδόμενος, τοῦ δὲ τὸ κοινὸν σκοποῦντος ὁ τὸ αὑτοῦ μόνον ὁρῶν; ἢ ὅτι φιλόπολις
80καὶ φιλάνθρωπος καὶ κοινωνικὸς μᾶλλόν ἐστιν ὁ μονήρη βίον αἱρούμενος τοῦ νέμοντος οἶκον καὶ ποιουμένου παῖδας καὶ πόλιν αὔξοντος τὴν ἑαυτοῦ, ἅπερ ὑπάρχει τῷ γαμοῦντι; ὅτι μὲν οὖν προσήκει τὸν φιλόσοφον γάμου καὶ παιδοποιίας ἐπιμελεῖσθαι, δῆλον. εἰ δὲ προσήκει τοῦτο, πῶς ἂν ὀρθῶς ἔχοι, ὦ νεανίσκε, ὁ94
85λόγος ἐκεῖνος, ὃν σὺ ἀρτίως ἔλεγες, ὡς ἐμπόδιόν ἐστι τῷ φιλοσόφῳ γάμος; οὐ γὰρ δὴ φιλοσοφεῖν ἔτερόν τι φαίνεται ὂν ἢ τὸ ἃ πρέπει καὶ ἃ προσήκει λόγῳ μὲν ἀναζητεῖν, ἔργῳ δὲ πράττειν. Τότε μὲν δὴ τοιαῦτά τινα εἶπεν.

15

Οἱ δὲ νομοθέται, οἷς αὐτὸ τοῦτο γέγονεν ἔργον ζητεῖν καὶ σκοπεῖν, τί μὲν ἀγαθὸν πόλει τί δὲ κακόν, καὶ τί μὲν ὠφελεῖ τί δὲ βλάπτει τὸ κοινόν, οὐχὶ δὲ καὶ οὗτοι πάντες συμφορώτατον μὲν ταῖς πόλεσιν ἐνόμισαν τὸ πληθύνεσθαι τοὺς τῶν πολιτῶν οἴκους,
5βλαβερώτατον δὲ τὸ μειοῦσθαι; καὶ ἀπαιδίαν μὲν ἢ ὀλιγοπαιδίαν τῶν πολιτῶν ὑπέλαβον εἶναι ἀλυσιτελές, τὸ δὲ ἔχειν παῖδας καὶ νὴ Δία πολλοὺς ἔχειν εἶναι λυσιτελές; τοῦτο μὲν γὰρ ἀμβλίσκειν ἀπεῖπον ταῖς γυναιξὶ καὶ ταῖς ἀπειθούσαις ζημίαν ἐπέθεσαν, τοῦτο δ’ ἀτοκίᾳ προστίθεσθαι καὶ τὴν κύησιν εἴργειν ἀπηγόρευσαν
10αὐταῖς, τοῦτο δὲ πολυπαιδίας ἔταξαν γέρα καὶ ἀνδρὶ καὶ γυναικί, καὶ τὴν ἀπαιδίαν ἐπιζήμιον κατέστησαν. πῶς οὖν οὐκ ἂν ἡμεῖς ἄδικα καὶ παράνομα δρῷμεν ἐναντία δρῶντες τῇ βουλήσει τῶν νομοθετῶν, θείων καὶ θεοφιλῶν ἀνδρῶν, οἷς ἕπεσθαι νομίζεται καλὸν καὶ συμφέρον; δρῷμεν δ’ ἂν ἐναντία τὴν πολυπαιδίαν τὴν
15ἑαυτῶν κωλύοντες. πῶς δ’ οὐχὶ καὶ εἰς τοὺς πατρῴους θεοὺς ἐξαμαρτάνοιμεν ἂν καὶ εἰς τὸν ὁμόγνιον Δία ταῦτα πράττοντες; ὥσπερ γὰρ ὁ περὶ ξένους ἄδικος εἰς τὸν ξένιον ἁμαρτάνει Δία, καὶ ὁ περὶ φίλους εἰς τὸν φίλιον, οὕτως ὅστις εἰς τὸ ἑαυτοῦ γένος ἄδικος, εἰς τοὺς πατρῴους ἁμαρτάνει θεοὺς καὶ εἰς τὸν ὁμόγνιον
20Δία, τὸν ἐπόπτην τῶν ἁμαρτημάτων τῶν περὶ τὰ γένη· ὁ δέ γε περὶ τοὺς θεοὺς ἁμαρτάνων ἀσεβής. καὶ μὴν ὅτι καλὸν καὶ λυσι‐ τελὲς παίδων ἀνατροφὴ πολλῶν μάθοι τις ἂν λογισάμενος, ὡς μὲν ἔντιμος ἐν πόλει πολύπαις ἀνήρ, ὡς δ’ αἰδῶ παρέχει τοῖς πλησίον, ὡς δὲ δύναται πλέον πάντων τῶν ὁμοίων, ἄν γε μὴ ὁμοίως παίδων96
25εὐπορῶσιν. καθάπερ γάρ, οἶμαι, πολύφιλος ἀφίλου ἀνδρὸς δυνατώτερος, οὕτω καὶ πολὺ μᾶλλον ὁ πολύπαις τοῦ μὴ ἔμπαιδος ἢ τοῦ ὀλίγους κεκτημένου παῖδας, καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ περ ἐγγύτερον υἱὸς ἑκάστῳ ἢ φίλος. ἄξιον δὲ νοῆσαι ποῖόν τι καὶ θέαμά ἐστιν ἀνὴρ πολύπαις ἢ γυνὴ σὺν ἀθρόοις ὁρώμενοι τοῖς
30ἑαυτῶν παισίν· οὔτε γὰρ πομπὴν πεμπομένην θεοῖς οὕτω καλὴν θεάσαιτ’ ἄν τις οὔτε χορείαν ἐπὶ ἱεροῖς κόσμῳ χορευόντων οὕτως ἀξιοθέατον, ὡς χορὸν παίδων πολλῶν προηγουμένων ἐν πόλει πατρὸς τοῦ ἑαυτῶν ἢ μητρός, 〈καὶ〉 χειραγωγούντων τοὺς γονεῖς ἢ τρόπον ἕτερον περιεπόντων κηδεμονικῶς. τί μὲν τούτου κάλλιον
35τοῦ θεάματος; τί δὲ τῶν γονέων τούτων ζηλωτότερον, ἄλλως τε κἂν ἐπιεικεῖς ὦσι; τίσι δ’ ἂν ἄλλοις οὕτω προθύμως ἢ συνεύξαιτό τις ἀγαθὰ παρὰ θεῶν, ἢ συμπράξειεν αὐτοῖς εἰς ὅ τι δέοιντο; νὴ Δία, φησίν, ἀλλ’ ἂν πέν〈η〉ς ὦ καὶ χρημάτων ἀπορῶ, 〈κε〉κτῆται δέ μοι πολλὰ τέ〈κνα〉, πόθεν ἂν αὐτὰ θρέψαιμα〈ι πάν〉τα; πόθεν
40δὲ τὰ μικρὰ τα〈ῦτα ὀρ〉νίθια, πολὺ σοῦ ἀπορώτερα, 〈αἱ〉 χελιδόνες καὶ ἀηδόνες 〈καὶ〉 κορυδοὶ καὶ κόσσυφοι τρέ〈φου〉σι τοὺς νεοττοὺς τοὺς ἑαυ〈τῶν〉; περὶ ὧν καὶ Ὅμηρος λέγ〈ει οὕ〉τως·
ὡς δ’ ὄρνις ἀπτῆσι 〈νεοσ〉σοῖσιν προφέρηται
μά〈στακ’〉 ἐπεί κε λάβῃσι, κακῶς 〈δ’ ἄρα〉 οἱ πέλει αὐτῇ.
45πότερον 〈συν〉έσει τὰ ζῷα ταῦτα τοῦ ἀν〈θρώ〉που προτερ〈ε〉ῖ; ἀλλ’ οὐκ ἂν 〈εἴποισ〉. τί δέ; ῥώμῃ καὶ ἰσχύι; ἀ〈λλὰ πολὺ〉 ἔτι τοῦτο ἧττον. τί δ’; ἀποτί〈θε〉ται καὶ φυλάσσει τροφήν; .... Ὃ δέ μοι δοκεῖ δεινότατον, οὐδὲ πενίαν ἔνιοι προφασίζεσθαι ἔχοντες, ἀλλ’ εὔποροι χρημάτων ὄντες, τινὲς δὲ καὶ πλούσιοι,

15

(50)

τολμῶσιν ὅμως τὰ ἐπιγινόμενα τέκνα μὴ τρέφειν, ἵνα τὰ προγενό‐
μενα εὐπορῇ μᾶλλον, ἐξ ἀνοσίου μηχανώμενοι τὴν εὐπορίαν τοῖς παισίν· οἵ γε ἀναιροῦσιν αὐτῶν τοὺς ἀδελφούς, ἵν’ ἐκεῖνοι μερίδα μείζω τῶν πατρῴων ἔχωσι· κακῶς εἰδότες, ὅσῳ κρεῖττον 〈τὸ〉 πολλοὺς ἔχειν ἀδελφοὺς τοῦ πολλὰ ἔχειν χρήματα. χρήματα μὲν98
55γὰρ ἐπιβουλὰς ἐγείρει παρὰ τῶν πλησίον· οἱ δ’ ἀδελφοὶ τοὺς ἐπιβούλους ἀνείργουσι. καὶ τὰ μὲν αὐτὰ δεῖται βοηθείας· οἱ δ’ ἀδελφοὶ βοηθοί εἰσι κράτιστοι. καὶ οὔτε φίλον ἀγαθὸν ἀδελφῷ παρα〈βάλλειν ἐστί, οὔτε τὴν βοηθείαν〉 ἀπ’ ἀνθρώπων ἑτέρων ὁμοίων τε καὶ ἴσων τῇ ἀπ’ ἀδελφῶν. τί δ’ ἄν τις παραβάλοι καλὸν
60εὐνοίᾳ τῇ ἐξ ἀδελφοῦ εἰς ἀσφαλείας λόγον; τίνα δὲ κοινωνὸν ἀγαθῶν εὐμενέστερον σχοίη τις ἂν ἢ ἀδελφὸν ἐπιεικῆ; τίνος δὲ παρουσίαν ἐν συμφοραῖς μᾶλλον ποθήσειεν ἂν ἢ τοιούτου ἀδελφοῦ; ἐγὼ μὲν ἀξιοζηλότατον ἡγοῦμαι τὸν ἐπὶ πλήθει ἀδελφῶν ὁμο‐ νοούντων βιοῦντα· καὶ θεοφιλέστατον εἶναι νομίζω τὸν ἄνδρα
65τοῦτον οἴκοθεν ἔχοντα τἀγαθά. διὸ καὶ νομίζω δεῖν ἕκαστον ἡμῶν τοῖς αὑτοῦ παισὶ πειρᾶσθαι χρημάτων μᾶλλον ἀπολείπειν ἀδελφούς, ὡς ἀφορμὰς ἀγαθῶν ἀπολείψοντα μείζονας.

16

Νεανίας τις, ὃν ὁ πατὴρ φιλοσοφεῖν βουλόμενον ἐκώλυεν, ἤρετο αὐτὸν ὧδέ πως· Ἆρά γε, ὦ Μουσώνιε, χρὴ πάντα πείθεσθαι τοῖς γονεῦσιν, ἢ ἔστιν ἃ καὶ παρακουστέον αὐτῶν; Καὶ ὁ Μουσώνιος· Πείθεσθαι μέν, ἔφη, μητρὶ ἢ πατρὶ τῷ ἑαυτοῦ ἕκαστον φαίνεται
5καλόν, καὶ ἐπαινῶ ἔγωγε. τί μέντοι τὸ πείθεσθαί ἐστι, θεασώμεθα· μᾶλλον δὲ πρότερον τὸ ἀπειθεῖν ὁποῖόν τι, καὶ ὁ ἀπειθὴς ὅστις, καταμάθωμεν, εἶθ’ οὕτως κρεῖττον ὀψόμεθα τὸ πείθεσθαι ὁποῖόν τί ἐστι. φέρε δή, εἰ υἱῷ νοσοῦντι ὁ πατὴρ οὐκ ὢν ἰατρὸς οὐδὲ ἔμπειρος ὑγιεινῶν τε καὶ νοσερῶν προστάττοι τι ὡς ὠφέλιμον, τὸ δὲ εἴη
10βλαβερὸν καὶ ἀσύμφορον, καὶ μὴ λανθάνοι τὸν νοσοῦντα τοιοῦτον ὄν, ἆρά γε μὴ πράττων ἐκεῖνος τὸ προσταχθὲν ἀπειθεῖ τε καὶ
ἀπειθής ἐστιν; ἀλλ’ οὐκ ἔοικεν. τί δέ, εἴ του ὁ πατὴρ νοσῶν αὐτὸς οἶνον ἢ τροφὴν αἰτοίη παρὰ καιρόν, μέλλων εἰ λάβοι μείζω τὴν νόσον ποιεῖν, ὁ δὲ παῖς τοῦτο εἰδὼς μὴ διδοίη, ἆρά γε ἀπειθεῖ100
15τῷ πατρί; οὐκ ἔστιν εἰπεῖν. καὶ πολύ γε τούτου ἧττον ἐκεῖνον, οἶμαι, φαίη ἄν τις ἀπειθῆ εἶναι, ὅστις πατέρα φιλοκερδῆ ἔχων, κελευόμενος ὑπ’ αὐτοῦ κλέπτειν ἢ παρακαταθήκην ἀποστερεῖν, οὐχ ὑπουργεῖ τῷ προστάγματι. ἢ οὐκ οἴει σύ τινας εἶναι πατέρας, οἳ τοιαῦτα τοῖς ἑαυτῶν παισὶ προστάττουσιν; ἐγὼ μὲν γὰρ οἶδά τινα
20οὕτω πονηρόν, ὅς γε υἱὸν ἔχων ὡραῖον τὴν ὥραν ἀπέδοτο αὐτοῦ. εἰ οὖν ἐκεῖνο τὸ μειράκιον τὸ πεπραμένον, πεμπόμενον ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν αἰσχύνην, ἀντέλεγε καὶ οὐκ ἀπῄει, πότερον ἀπειθὲς ἂν τὸ μειράκιον ἔφαμεν εἶναι ἢ σωφρονεῖν; ἢ οὐδὲ ἐρωτᾶν τοῦτό γε ἄξιον; καὶ γὰρ δὴ τὸ μὲν ἀπειθεῖν καὶ ὁ ἀπειθὴς λοιδορία ἐστὶ
25καὶ ὄνειδος· τὸ δὲ μὴ πράττειν ἃ μὴ χρὴ οὐκ ὄνειδος, ἀλλ’ ἔπαινος. ὥστε εἴτε πατρὸς εἴτε ἄρχοντος εἴτε καὶ νὴ Δία δεσπότου προστάγ‐ ματι μὴ ὑπουργεῖ τις κακὰ προστάττοντος ἢ ἄδικα ἢ αἰσχρά, οὐκ ἀπειθεῖ οὐδαμῶς, ὥσπερ οὐδ’ ἀδικεῖ οὐδ’ ἁμαρτάνει· ἀλλ’ ἐκεῖνος ἀπειθεῖ μόνος ὁ τῶν εὖ καὶ καλῶς καὶ συμφερόντως προστατ‐
30τομένων ἀφροντιστῶν καὶ παρακούων. ὁ μὲν οὖν ἀπειθὴς τοιοῦτός τίς ἐστιν· ὁ δ’ εὐπειθὴς ἔχει μὲν ἐναντίως τούτῳ καὶ ἔστιν ἐναντίος, εἴη δ’ ἂν ὁ τῷ τὰ προσήκοντα παραινοῦντι κατήκοος ὢν καὶ ἑπό‐ μενος ἑκουσίως, οὗτος εὐπειθής. ὅθεν καὶ γονεῦσι τοῖς ἑαυτοῦ τότε πείθεταί τις, ὅταν χρηστὰ παραινούντων αὐτῶν ταῦτα πράττῃ
35ἑκών. ἐγὼ μέντοι κἂν μὴ παραινούντων τῶν γονέων πράττῃ τις ἃ χρὴ καὶ συμφέρει αὑτῷ, φημὶ τοῦτον πείθεσθαι τοῖς γονεῦσιν· καὶ ὅτι ὀρθῶς φημι, σκόπει οὕτως. ὁ γὰρ δὴ πράττων ἃ βούλεται ὁ πατὴρ καὶ τῇ βουλήσει τοῦ πατρὸς ἑπόμενος πείθεται, οἶμαι, τῷ πατρί· ὁ δὲ πράττων ἃ δεῖ καὶ ἃ κρεῖττόν ἐστι, τῇ βουλήσει
40ἕπεται τοῦ πατρός. τίνα τρόπον; ὅτι πάντες οἱ γονεῖς εὐνοοῦσι δήπου τοῖς ἑαυτῶν παισίν, εὐνοοῦντες δὲ βούλονται ἃ χρὴ καὶ συμφέρει πράττεσθαι ὑπ’ αὐτῶν. ὅστις οὖν πράττει τὰ προσήκοντα καὶ τὰ συμφέροντα, πράττει οὗτος ἃ βούλονται οἱ γονεῖς. ὥστε πείθεται τοῖς γονεῦσι ταῦτα πράττων, κἂν μὴ τῷ λόγῳ κελεύωσιν
45αὐτὰ πράττειν οἱ γονεῖς. τοῦτο δὴ μόνον προσήκει σκοπεῖν, ὅστις βούλεται πείθεσθαι τοῖς γονεῦσιν ἐφ’ ἑκάστῳ τῶν πραττομένων, εἰ καλὸν καὶ συμφέρον ὃ μέλλει πράξειν ἐστίν, ἕτερον δὲ οὐδέν. ὡς ἂν ὑπάρχῃ τοιοῦτον εὐθὺς καὶ τοῦ πράττοντος αὐτὸ πειθομένου τοῖς γονεῦσιν. μὴ τοίνυν σύ γε δείσῃς, ὦ νεανίσκε, ὡς ἀπειθήσεις

16

(50)

τῷ πατρί, ἂν ἢ ἃ 〈μὴ〉 προσήκει δρᾶν κελεύοντος τοῦ πατρὸς ἀπέχῃ τοῦ ταῦτα δρᾶν, ἢ ἃ προσήκει ἀπαγορεύοντος, 〈τοῦ〉 ταῦτα
μὴ δρᾶν. μηδέ σοι πρόφασις ἔστω τοῦ ἁμαρτάνειν ὁ πατὴρ ἢ κελεύων τι τῶν πράττεσθαι μὴ καλῶν ἢ ἀπαγορεύων τι τῶν καλῶν. οὐδεμία γὰρ ἀνάγκη σοι τὰ μὴ εὖ προσταττόμενα ὑπουργεῖν· καὶ102
55τοῦτό μοι δοκεῖς οὐδ’ αὐτὸς ἀγνοεῖν. οὔκουν ἀνέξῃ τοῦ πατρὸς ἐν μουσικοῖς, ἐὰν ἐκεῖνος οὐκ ἐπαΐων μουσικῆς προστάττῃ κρούειν ἀμούσως τὴν λύραν, ἢ ἐπιστάμενον γράμματα οὐκ ἐπιστάμενος κελεύῃ σε γράφειν καὶ ἀναγινώσκειν μὴ ὡς ἔμαθες, ἀλλ’ ἑτέρως· οὐδέ γε ἂν ἐπιστάμενον κυβερνᾶν οὐκ ὢν κυβερνητικὸς κελεύῃ σε
60κινεῖν τὸ πηδάλιον ὡς οὐ προσήκει, οὐ προσέξεις αὐτῷ. τί οὖν; ταῦτα μὲν ταύτῃ ἔχει· ἂν δέ σε κωλύῃ φιλοσοφεῖν ὁ πατὴρ εἰδότα καὶ ἀκηκοότα ὁποῖόν τι φιλοσοφία ἐστίν, αὐτὸς ἀγνοῶν, ἆρά γε προσεκτέον αὐτῷ, ἢ μεταδιδακτέον μᾶλλον αὐτὸν ὡς οὐκ εὖ σοι παραινεῖ; ἐμοὶ μὲν οὕτω δοκεῖ. τάχα μὲν οὖν τις καὶ λόγῳ χρώμενος
65μόνῳ πείσειεν ἂν τὸν αὐτὸς αὑτοῦ πατέρα διανοεῖσθαι ᾗ προσήκει περὶ φιλοσοφίας, ἄν γε μὴ τέλεον ᾖ σκληρὸς τὴν φύσιν ὁ πατήρ. εἰ δ’ οὖν μὴ πείθοιτο τῷ λόγῳ μηδὲ ἕποιτο, ἀλλὰ τά γε ἔργα πάντως τὰ τοῦ παιδὸς ὑπάξεται αὐτόν, εἰ φιλοσοφεῖ τῇ ἀληθείᾳ ὁ παῖς. ἔσται γὰρ δὴ φιλοσοφῶν προθυμότατος μὲν θεραπεύειν τὸν πατέρα
70θεραπείαν ἅπασαν, κοσμιώτατος δὲ καὶ πρᾳότατος, ἐν τῇ συνουσίᾳ ἥκιστα φίλερις ὢν ἢ φίλαυτος καὶ οὔτε προπετὴς οὔτε ταραχώδης οὔτ’ ὀργίλος· ἔτι δὲ ἐγκρατὴς μὲν εἴη ἂν γλώσσης, γαστρός, ἀφρο‐ δισίων, καρτερικὸς δὲ πρὸς τὰ δεινὰ καὶ τοὺς πόνους· καὶ νοῆσαι μὲν ὅ τι καλὸν ἱκανώτατος, οὐχ ὑπερβαίνων δὲ τὸ φαινόμενον
75καλόν. ὅθεν καὶ τῶν μὲν ἡδέων ὑφήσεται τῷ πατρὶ πάντων ἑκών· τὰ δὲ ἐπίπονα πρὸ ἐκείνου δέξεται αὐτός. τοιοῦτον οὖν υἱὸν τίς μὲν οὐκ ἂν ἔχειν εὔξαιτο τοῖς θεοῖς; τίς δὲ ἔχων οὐκ 〈ἂν〉 ἀγαπή‐ σειεν, δι’ ὃν ὑπάρξειεν αὐτῷ ζηλωτὸν εἶναι καὶ μακαριστὸν πατέρα παρὰ τοῖς εὖ φρονοῦσι πᾶσιν; εἰ δ’ οὖν, ὦ νεανίσκε, καὶ τοιοῦτος
80ὤν, ὁποῖος ἔσῃ πάντως ἄν γε ἀληθῶς φιλοσοφῇς, οὐχ ὑπάξῃ τὸν πατέρα τὸν σὸν οὐδὲ πείσεις ἐπιτρέπειν σοι καὶ συγχωρεῖν ταῦτα πράττειν, ἐκεῖνο λόγισαι· ὁ πατὴρ ὁ σὸς κωλύει σε φιλοσοφεῖν· ὁ δέ γε κοινὸς ἁπάντων πατὴρ ἀνθρώπων τε καὶ θεῶν Ζεὺς κελεύει σε καὶ προτρέπει. πρόσταγμά τε γὰρ ἐκείνου καὶ νόμος ἐστὶ τὸν
85ἄνθρωπον εἶναι δίκαιον, χρηστόν, εὐεργετικόν, σώφρονα, μεγα‐ λόφρονα, κρείττω πόνων, κρείττω ἡδονῶν, φθόνου παντὸς καὶ ἐπιβουλῆς ἁπάσης καθαρόν· ἵνα δὲ συντεμὼν εἴπω, ἀγαθὸν εἶναι κελεύει τὸν ἄνθρωπον ὁ νόμος ὁ τοῦ Διός. τὸ δέ γε εἶναι ἀγαθὸν
τῷ φιλόσοφον εἶναι ταὐτόν ἐστιν. εἰ δὴ τῷ πείθεσθαι 〈τῷ〉 πατρὶ104
90τῷ ἀνθρώπῳ ἕπεσθαι μέλλεις, εἰ δὲ φιλοσοφοίης, τῷ Διΐ, δῆλον ὡς φιλοσοφητέον σοι μᾶλλον, ἢ οὔ. ἀλλὰ νὴ Δία εἴρξει σε ὁ πατὴρ καὶ κατακλείσας ἕξει, ἵνα δὴ μὴ φιλοσοφῇς. ταῦτα μὲν ποιήσει ἴσως, τοῦ δέ γε φιλοσοφεῖν οὐκ ἀπείρξει σε μὴ βουλόμενον· οὐ γὰρ χειρὶ ἢ ποδὶ φιλοσοφοῦμεν οὐδὲ τῷ ἄλλῳ σώματι, ψυχῇ δὲ
95καὶ ταύτης ὀλίγῳ μέρει, ὃ δὴ διάνοιαν καλοῦμεν. ταύτην γε μὴν ἐν ὀχυρωτάτῳ ἵδρυσεν ὁ θεὸς ὥστε ἀόρατον εἶναι καὶ ἄληπτον, καὶ ἀνάγκης πάσης ἐκτὸς ἐλευθέραν καὶ αὐτεξούσιον. ἄλλως τε ἐὰν τύχῃ οὖσα χρηστή, οὐ δυνήσεταί σε κωλύειν ὁ πατὴρ οὔτε χρῆσθαι τῇ διανοίᾳ οὔτε ἃ χρὴ διανοεῖσθαι οὔτε ἀρέσκεσθαι μὲν

16

(100)

τοῖς καλοῖς, μὴ ἀρέσκεσθαι δὲ τοῖς αἰσχροῖς· οὐδ’ αὖ τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἐκκλίνειν. ταῦτα μὲν ποιῶν εὐθὺς φιλοσοφοίης ἄν, καὶ οὔτε τρίβωνα πάντως ἀμπέχεσθαι δεήσει σε οὔτε ἀχίτωνα διατελεῖν, οὐδὲ κομᾶν, οὐδ’ ἐκβαίνειν τὸ κοινὸν τῶν πολλῶν. πρέπει μὲν γὰρ καὶ ταῦτα τοῖς φιλοσόφοις· ἀλλ’ οὐκ ἐν τούτοις τὸ φιλοσο‐
105φεῖν ἐστιν, ἀλλ’ ἐν τῷ φρονεῖν ἃ χρὴ καὶ διανοεῖσθαι.

17

Αὖθις δέ, ἐπεὶ πρεσβύτης τις ἐπύθετο, τί ἂν εἴη γήρως ἐφόδιον ἄριστον, ταὐτόν, εἶπεν, ὅπερ καὶ νεότητος, τὸ ζῆν ὁδῷ καὶ κατὰ φύσιν. τοῦτο δὲ μάλιστ’ ἂν οὕτω μάθοις ὁποῖόν τί ἐστιν, εἰ ἐννοήσαις τὴν τοῦ ἀνθρώπου φύσιν ὡς οὐ πρὸς ἡδονὴν γέγονεν.
5οὐδὲ γὰρ ἵππος οὐδὲ κύων οὐδὲ βοῦς, ἅπερ ἀτιμότερα πολὺ ἀνθρώ‐ που ἐστίν, οὐ πρὸς ἡδονὴν γέγονεν· οὐδὲ γὰρ νομισθείη ἂν τυγχάνειν τοῦ ἑαυτοῦ τέλους ἵππος ἐσθίων μὲν καὶ πίνων καὶ ὀχεύων ἀνέδην, πράττων δὲ μηδὲν ὧν ἵππῳ προσήκει· οὐδέ γε κύων ἡδόμενος μὲν ὥσπερ ὁ ἵππος ἁπάσας ἡδονάς, πράττων δὲ μηδὲν
10ἀφ’ ὧν ἀγαθοὶ νομίζονται εἶναι κύνες· οὐδὲ μὴν ἄλλο ζῷον
ὁτιοῦν ἔργου μὲν τοῦ προσήκοντος αὐτῷ στερόμενον, ἡδονῶν δ’ ἐμπιπλάμενον· οὐδὲν οὖν οὕτως ζῆν ἂν λέγοιτο κατὰ φύσιν, ἀλλ’ ὅτι ἂν μάλιστα τὴν ἀρετὴν ἐμφανίζῃ δι’ ὧν πράττει κατὰ τὴν ἑαυτοῦ φύσιν. ἄγει γὰρ ἡ ἑκάστου φύσις ἕκαστον πρὸς τὴν ἀρετὴν τὴν106
15ἐκείνου· ὥστε καὶ τὸν ἄνθρωπον εἰκὸς οὐχ ὅταν ἐν ἡδονῇ βιοῖ, τότε κατὰ φύσιν βιοῦν, ἀλλ’ ὅταν ἐν ἀρετῇ. τότε γὰρ καὶ ἐπαι‐ νεῖσθαι δικαίως ὑπάρχοι ἂν αὐτῷ καὶ μέγα φρονεῖν ἐφ’ αὑτῷ καὶ εὔελπιν καὶ θαρραλέον εἶναι, οἷς εὐφροσύνην τε καὶ χαρὰν βεβαίαν ἕπεσθαι ἀναγκαῖον. καθόλου δὲ ἄνθρωπος μίμημα μὲν θεοῦ μόνον
20τῶν ἐπιγείων ἐστίν, ἐκείνῳ δὲ παραπλησίας ἔχει τὰς ἀρετάς· ἐπεὶ μηδ’ ἐν θεοῖς μηδὲν ὑπονοῆσαι κρεῖττον ἔχομεν φρονήσεως καὶ δικαιοσύνης, ἔτι δὲ ἀνδρείας καὶ σωφροσύνης. ὥσπερ οὖν ὁ θεὸς διὰ τὴν παρουσίαν τούτων τῶν ἀρετῶν ἀήττητος μὲν ἡδονῆς, ἀήτ‐ τητος δὲ πλεονεξίας, κρείττων δὲ ἐπιθυμίας, κρείττων δὲ φθόνου
25καὶ ζηλοτυπίας, μεγαλόφρων δὲ καὶ εὐεργετικὸς καὶ φιλάνθρωπος· τοιοῦτον γὰρ ἐπινοοῦμεν τὸν θεόν· οὕτω καὶ τὸ ἐκείνου μίμημα τὸν ἄνθρωπον ἡγητέον, ὅταν ἔχῃ κατὰ φύσιν, ὁμοίως ἔχειν, καὶ οὕτως ἔχοντα εἶναι ζηλωτόν· ὢν δὲ ζηλωτὸς εὐθὺς ἂν εἴη καὶ εὐδαίμων· οὐ γὰρ ἄλλους γέ τινας ἢ τοὺς εὐδαίμονας ζηλοῦμεν.
30καὶ μὴν οὐκ ἀδύνατον γενέσθαι τοιοῦτον ἄνθρωπον· οὐ γὰρ ἑτέ‐ ρωθέν ποθεν ταύτας ἐπινοῆσαι τὰς ἀρετὰς ἔχομεν ἢ ἀπ’ αὐτῆς τῆς ἀνθρωπείας φύσεως, ἐντυχόντες ἀνθρώποις τοιοῖσδέ τισιν, οἵους ὄντας αὐτοὺς θείους καὶ θεοειδεῖς ὠνόμαζον. εἰ μὲν οὖν τις τύχοι πρότερον ἔτι νέος ὢν παιδείας ὀρθῆς ἐπιμέλειαν πεποιημένος,
35καὶ τὰ μὲν ὅσα μαθημάτων ἔχεται καλῶν μεμαθηκὼς οὐκ ἐνδεῶς, τὰ δὲ ἀσκητὰ ἠσκηκὼς ἱκανῶς, οὗτος ἂν ἐν γήρᾳ ταῖς ἐνούσαις ἑαυτῷ χρώμενος ἀφορμαῖς ζῴη κατὰ φύσιν, καὶ ἀλύπως μὲν φέροι τὴν στέρησιν τῶν ἡδονῶν τῶν ἐπὶ νεότητος, ἀλύπως δ’ ἔχοι τῇ παρούσῃ τοῦ σώματος ἀδυναμίᾳ, δυσκολαίνοι δ’ οὐκ ἂν οὔτε
40καταφρονούμενος ὑπὸ τῶν πλησίον οὔτ’ ἀμελούμενος ὑπὸ τῶν οἰκείων καὶ φίλων, ἅτε πρὸς ταῦτα πάντα ἀλεξιφάρμακον ἔχων καλὸν ἐπὶ τῇ διανοίᾳ τῇ ἑαυτοῦ, τὴν παιδείαν τὴν ὑπάρχουσαν. εἰ δέ τις εἴη παιδείας μὲν ἐνδεέστερον μετεσχηκώς, προθυμίαν δὲ παρέχοιτο πρὸς τὰ κρείττω, καὶ πείθεσθαι δύναιτο τοῖς εὖ λεγο‐
45μένοις, οὗτος ἂν εὖ ποιοίη ζητῶν λόγων ἀκούειν ὑποθετικῶν παρὰ τῶν πεποιημένων ἔργον εἰδέναι τίνα μὲν βλαβερά, τίνα δὲ ὠφέλιμα ἀνθρώποις, καὶ τίνα δὴ τρόπον τὰ μὲν ἐκφεύγοι, τὰ δὲ κτῷτο, καὶ πῶς ἂν τὰ μὴ ὄντα μὲν κακά, δοκοῦντα δέ, προσιόντα πρᾴως δέχοιτο. τούτων δὲ ἀκούων καὶ πειθόμενος (ὡς τό γε ἀκούειν

17

(50)

ἀπειθῶς ἀκερδέστατον) διαθεῖτ’ ἂν τὸ γῆρας καλῶς τά τε ἄλλα καὶ τὸν τοῦ θανάτου φόβον ἐξαιρεθείη ἄν, ὃς μάλιστα θορυβεῖ τε καὶ πιέζει τοὺς γέροντας, ὥσπερ ἐπιλελησμένους ὅτι παντὶ θνητῷ θάνατος ὀφείλεται. καὶ τό γε ἀθλιώτατον ποιοῦν τὸν βίον τοῖς γέρουσιν αὐτὸ τοῦτό ἐστιν, ὁ τοῦ θανάτου φόβος· ὥσπερ ἀμέλει108
55καὶ ὁ ῥήτωρ Ἰσοκράτης ἀνωμολογήσατο. φασὶ γὰρ ἐκεῖνον, ἐρωτήσαντός τινος ὅπως διάγει, εἰπεῖν, ὅτι οὕτως ὥσπερ εἰκὸς τὸν ἐνενήκοντα μὲν γεγονότα ἔτη, κακῶν δὲ ἔσχατον νομίζοντα εἶναι τὸν θάνατον. καί τοι πῶς ἐκείνῳ τι παιδείας μετῆν ἢ γνώσεως τῶν ἀλη〈θῶς ἀγα〉θῶν ἢ κακῶν, ὃς ὑπελάμβανεν εἶναι κακὸν τὸ ἐξ
60ἀνάγκης ἑπόμενον βίῳ τῷ ἀρίστῳ; εἴ γε ἄριστος βίος ὁ τοῦ ἀγαθοῦ ἀνδρός, πέρας δὲ καὶ τούτου θάνατος. ὃ δ’ οὖν εἶπον, εἰ τοῦτο περιποιήσαιτό τις ἐν γήρᾳ, τὸ προσδέχεσθαι τὸν θάνατον ἀφόβως καὶ θαρραλέως, οὐ μικρὸν ἂν μέρος τοῦ ζῆν ἀλύπως καὶ κατὰ φύσιν εἴη πεπορισμένος· κτήσαιτο δ’ ἂν τοῦτο συνὼν τοῖς οὐκ ὀνόματι
65μόνον ἀλλ’ ἀληθῶς φιλοσόφοις, ἄν γε καὶ πείθεσθαι θέλῃ αὐτοῖς. ἐγὼ μὲν οὖν φημὶ γήρως ἐφόδιον εἶναι κράτιστον, ὃ δὴ καὶ ἀρχό‐ μενος τοῦ λόγου εἶπον, τὸ ζῆν κατὰ φύσιν ἃ χρὴ πράττοντα καὶ διανοούμενον. οὕτω γὰρ ἂν καὶ εὐθυμότατος εἴη ὁ γέρων καὶ ἐπαινετώτατος, ταῦτα δὲ ἔχων εὐπότμως καὶ ἐντίμως βιῴη ἄν. εἰ
70δέ τις οἴεται μέγιστον εἶναι παραμύθιον τοῖς γέρουσι τὸν πλοῦτον, καὶ τοῦτον αὐτοῖς παρέχειν ἀλύπως βιοῦν, κακῶς οἴεται· πλοῦτος γὰρ ἡδονὰς μὲν οἷός τε παρέχειν ἀνθρώποις ἐστὶ τὰς ἀπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων καὶ ἄλλων ὁμοίων, οὔτε δὲ εὐθυμίαν οὔτε ἀλυπίαν οὐδαμῶς τῷ κεκτημένῳ παράσχοι ἄν. μάρτυρες δὲ
75πολλοὶ τῶν πλουσίων λυπούμενοι καὶ ἀθυμοῦντες καὶ ἀθλίους νομί‐ ζοντες εἶναι αὑτούς. διόπερ οὐδὲ ἐπικούρημα γήρως καλὸν ὁ
πλοῦτος εἴη ἄν.110

18A

Περὶ δὲ τροφῆς εἰώθει μὲν πολλάκις λέγειν καὶ πάνυ ἐντεταμένως ὡς οὐ περὶ μικροῦ πράγματος οὐδ’ εἰς μικρὰ διαφέροντος· ᾤετο γὰρ ἀρχὴν καὶ ὑποβολὴν τοῦ σωφρονεῖν εἶναι τὴν ἐν σίτοις καὶ ποτοῖς ἐγκράτειαν. ἅπαξ δέ ποτε τῶν ἄλλων ἀφέμενος λόγων, οὓς
5ἑκάστοτε διεξῄει, τοιάδε τινὰ εἶπεν· ὡς χρὴ καθάπερ τὴν εὐτελῆ τῆς πολυτελοῦς τροφὴν προτιμᾶν καὶ τὴν εὐπόριστον τῆς δυσπο‐ ρίστου, οὕτω καὶ τὴν σύμφυλον ἀνθρώπῳ τῆς μὴ τοιαύτης· εἶναι δὲ σύμφυλον ἡμῖν τὴν ἐκ τῶν φυομένων ἐκ γῆς, ὅσα τε σιτώδη ὄντα καὶ ὅσα μὴ τοιαῦτα ὄντα δύναται τρέφειν οὐ κακῶς τὸν
10ἄνθρωπον· καὶ τὴν ἀπὸ τῶν ζῴων οὐκ ἀναιρουμένων, ἄλλως δὲ χρησιμευόντων. τούτων δὲ τῶν βρωμάτων ἐπιτηδειότατα μὲν οἷς αὐτόθεν χρῆσθαι ὑπάρχει δίχα πυρός, ἐπεὶ καὶ ἑτοιμότατα· οἷα δὴ τά τε ὡραῖα καὶ τῶν λαχάνων ἔνια καὶ γάλα καὶ τυρὸς καὶ κηρία. καὶ ὅσα μέντοι δεῖται πυρὸς ἢ σιτώδη ἢ λαχανώδη ὄντα, καὶ ταῦτ’
15οὐκ ἀνεπιτήδεια, ἀλλὰ σύμφυλα ἀνθρώπῳ πάντα. τὴν μέντοι κρεώδη τροφὴν θηριωδεστέραν ἀπέφηνε καὶ τοῖς ἀγρίοις ζῴοις προσφορωτέραν. εἶναι δὲ ταύτην ἔλεγε καὶ βαρυτέραν καὶ τῷ νοεῖν τι καὶ φρονεῖν ἐμπόδιον· τὴν γὰρ ἀναθυμίασιν τὴν ἀπ’ αὐτῆς θολω‐ δεστέραν οὖσαν ἐπισκοτεῖν τῇ ψυχῇ· παρὸ καὶ βραδυτέρους
20φαίνεσθαι τὴν διάνοιαν τοὺς πλείονι ταύτῃ χρωμένους. δεῖν δὲ τὸν ἄνθρωπον, ὥσπερ συγγενέστατον τοῖς θεοῖς τῶν ἐπιγείων ἐστίν, οὕτω καὶ ὁμοιότατα τρέφεσθαι τοῖς θεοῖς. ἐκείνοις μὲν οὖν ἀρκεῖν τοὺς ἀπὸ γῆς καὶ ὕδατος ἀναφερομένους ἀτμούς, ἡμᾶς δ’ ὁμοιοτάτην ταύτῃ προσφέρεσθαι τροφὴν ἂν εἶπεν τὴν κουφοτάτην καὶ καθαρω‐
25τάτην· οὕτω δ’ ἂν καὶ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν καθαράν τε καὶ ξηράν, ὁποία οὖσα ἀρίστη καὶ σοφωτάτη εἴη ἄν, καθάπερ Ἡρακλείτῳ δοκεῖ λέγοντι οὕτως ‘αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη‘· νῦν δέ, ἔφη, πολὺ χεῖρον ἡμεῖς τῶν ἀλόγων ζῴων τρεφό‐ μεθα. τὰ μὲν γάρ, εἰ καὶ σφόδρα τῇ ἐπιθυμίᾳ ὥσπερ μάστιγί τινι
30ἐλαυνόμενα φέρεται πρὸς τὴν τροφήν, ὅμως τοῦ γε πανουργεῖν περὶ τὰ βρώματα καὶ τοῦ τεχνιτεύειν ἀπήλλακται, ἀρκούμενα τοῖς παραπεσοῦσι καὶ πλησμονὴν θηρώμενα μόνον, προσωτέρω δ’ οὐδέν. ἡμεῖς δὲ τέχνας καὶ μηχανὰς ποικίλας ἐπινοοῦμεν, ὥστε τὴν ἐδωδὴν τῆς τροφῆς ἐφηδύνειν καὶ τὴν κατάποσιν κολα‐112
35κεύειν μειζόνως. εἰς τοῦτο δὲ προεληλύθαμεν λιχνείας καὶ ὀψοφα‐ γίας, ὥστε καθάπερ μουσικὰ καὶ ἰατρικὰ οὕτω καὶ μαγειρικὰ πεποίηνταί τινες συγγράμματα, ἃ τὴν μὲν ἡδονὴν καὶ πάνυ αὔξει τὴν ἐν τῷ φάρυγι, τὴν δ’ ὑγίειαν διαφθείρει. πολὺ γοῦν κάκιον διακειμένους ὁρᾶν ἔστι τὰ σώματα τοὺς περὶ τὰ βρώματα τρυ‐
40φῶντας, ὧν εἰσιν ἔνιοι παραπλήσιοι ταῖς κιττώσαις γυναιξίν· καὶ γὰρ οὗτοι, καθάπερ ἐκεῖναι, τὰ συνηθέστατα τῶν βρωμάτων δυσχε‐ ραίνουσι καὶ τοὺς στομάχους διεφθαρμένους ἔχουσιν. ὅθεν ὥσπερ ὁ ἀχρεῖος σίδηρος συνεχῶς δεῖται στομώσεως, οὕτω καὶ οἱ ἐκείνων στόμαχοι ἐν τῷ ἐσθίειν συνεχὲς στομοῦσθαι θέλουσιν ἢ ὑπὸ
45ἀκράτου ἢ ὑπὸ ὄξους ἢ ὑπὸ βρώματός τινος στρυφνοῦ. ἀλλ’ οὐχὶ ὁ Λάκων τοιοῦτος, ὃς ἰδών τινα, παρακειμένου αὐτῷ ὀρνιθίου τῶν πιόνων καὶ πολυτελῶν, ὑπὸ τρυφῆς ἀναινόμενον φαγεῖν αὐτὸ καὶ φάσκοντα μὴ δύνασθαι, ‘ἀλλ’ ἐγώ‘ ἔφη ‘καὶ γυπὸς δύναμαι καὶ τόργου.‘ Ζήνων δέ γε ὁ Κιτιεὺς οὐδὲ νοσῶν ᾤετο δεῖν τροφὴν

18A

(50)

προσφέρεσθαι τρυφερωτέραν, ἀλλ’ ἐπεὶ ὁ θεραπεύων ἰατρὸς ἐκέ‐ λευεν αὐτὸν φαγεῖν νεοττὸν περιστερᾶς, οὐκ ἀνασχόμενος ‘ὡς Μάνην‘ ἔφη ‘με θεράπευε.‘ ἠξίου γάρ, οἶμαι, μηδὲν μαλακώτερον ἐν τῇ θεραπείᾳ γίνεσθαι αὐτῷ ἢ τῶν δούλων τινὶ νοσοῦντι· καὶ γὰρ εἰ ἐκεῖνοι θεραπεύεσθαι δύνανται δίχα τοῦ τροφὴν λαμβάνειν
55πολυτελεστέραν, δύνασθαι ἂν καὶ ἡμᾶς. δεῖ γὰρ μηδαμῶς τὸν ἀγαθὸν ἄνδρα δούλου μηδενὸς εἶναι μαλακώτερον. διόπερ ὁ Ζήνων εἰκότως ἠξίου εὐλαβεῖσθαι τὴν πολυτέλειαν ἐν τῇ τροφῇ καὶ μηδ’ ἐπ’ ὀλίγον ἐνδιδόναι πρὸς τὸ τοιοῦτον· ἐπείπερ ὁ ἐνδοὺς ἅπαξ προέλθοι ἂν ἐπὶ πλεῖστον, ἅτε τῆς ἡδονῆς πολλὴν ἐχούσης αὔξησιν
60ἔν τε πόμασι καὶ βρώμασι. Ταῦτα μὲν τότε καινότερα ἔδοξεν
ἡμῖν εἰπεῖν περὶ τροφῆς, ὧν εἰώθει λέγειν ἑκάστοτε.114

18B

Αἴσχιστον, ἔφη, γαστριμαργία καὶ ὀψοφαγία ἐστίν, οὐκ ἀντερεῖ οὐδείς· σκοποῦντας δὲ ὅπως διαφεύξονται ταῦτα, πάνυ ὀλίγους ᾔσθημαι ἐγώ, τοὺς δὲ πολλοὺς ὁρῶ καὶ ἀπόντων ὀρεγομένους τῶν τοιούτων βρωμάτων, καὶ παρόντων ἀπέχεσθαι μὴ δυναμένους,
5καὶ χρωμένους αὐτοῖς, ὅταν χρῶνται, ἀφειδῶς, ὡς καὶ πρὸς βλάβην χρῆσθαι τὴν τοῦ σώματος. καίτοι γαστριμαργία τί ἂν εἴη ἄλλο ἢ ἀκρασία περὶ τροφήν, δι’ ἣν ἄνθρωποι τὸ ἡδὺ τὸ ἐν σίτῳ τοῦ ὠφελίμου προτιμῶσιν; καὶ ὀψοφαγία δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀμετρία περὶ χρῆσιν ὄψου. πανταχοῦ δὲ κακὸν οὖσα ἡ ἀμετρία ἐν
10τοῖς μάλιστα τῇδε τὴν ἑαυτῆς ἐπιδείκνυται φύσιν, παρεχομένη τοὺς ὀψοφάγους ἀντὶ ἀνθρώπων ὑσὶν ἢ κυσὶν ὁμοιουμένους τὴν λαβρότητα καὶ εὐσχημονεῖν μὴ δυναμένους, οὐ ταῖς χερσίν, οὐ τοῖς ὄμμασιν, οὐ τῇ καταπόσει· οὕτως ἄρα αὐτοὺς ἐξίστησιν ἡ ἐπιθυμία τῆς ἐν ὄψῳ ἡδονῆς. ὅτι μὲν δὴ οὕτως ἔχειν πρὸς τροφὴν αἴσχιστόν
15ἐστι, γνώριμον, ἐν ᾧ γε ζῴοις ἄφροσι μᾶλλον ἢ ἀνθρώποις φρονί‐ μοις ὁμοιούμεθα. αἰσχίστου δὲ τούτου ὄντος, κάλλιστον ἂν εἴη τοὐναντίον, τάξει καὶ κοσμίως ἐσθίειν, καὶ τὴν σωφροσύνην ἐνταῦθα ἐπιδείκνυσθαι πρῶτον, οὐκ ὂν ῥᾴδιον, ἀλλὰ δεόμενον πολλῆς ἐπιμελείας καὶ ἀσκήσεως. διὰ τί δὴ τοῦτο; ὅτι πολλῶν
20ἡδονῶν οὐσῶν, αἳ τὸν ἄνθρωπον ἀναπείθουσιν ἁμαρτάνειν καὶ ἐνδιδόναι αὐταῖς βιάζονται παρὰ τὸ συμφέρον, δυσμαχωτάτη εἶναι κινδυνεύει πασῶν ἡ περὶ τροφὴν ἡδονή. ταῖς μὲν γὰρ ἄλλαις ἡδοναῖς σπανιώτερον ὁμιλοῦμεν, καὶ ἐνίων γε μῆνας καὶ ἐνιαυτοὺς ὅλους ἀπέχεσθαι δυνάμεθα, ταύτης δὲ ἀνὰ πᾶσαν ἡμέραν πάντως
25πειρᾶσθαι ἀνάγκη, καὶ τά γε πολλὰ δὶς ἑκάστης ἡμέρας· οὐ γὰρ ἔνι ζῆν ἄλλως τὸν ἄνθρωπον. ὥσθ’ ὅσῳ πλεονάκις τῆς ἐν βρώσει ἡδονῆς πειρώμεθα, τοσούτῳ πλείους οἱ ἐνταῦθα κίνδυνοι. καὶ μὴν καθ’ ἑκάστην προσφορὰν τροφῆς, οὐχ εἷς κίνδυνος ἁμαρτή‐ ματος, ἀλλὰ πλείονες. καὶ γὰρ ὁ παρὰ πλέον ἢ δεῖ ἐσθίων,
30ἁμαρτάνει, καὶ ὁ κατασπεύδων ἐν τῷ ἐσθίειν οὐδὲν ἧττον, καὶ ὁ μολυνόμενος ὑπὸ τοῦ ὄψου μᾶλλον ἢ χρή, καὶ ὁ τὰ ἡδίω τῶν
ὑγιεινοτέρων βρώματα προτιμῶν, καὶ ὁ μὴ νέμων τὰ ἴσα τοῖς συνεσθίουσιν. ἔστι δὲ καὶ ἄλλη τις ἁμαρτία περὶ τροφήν, ὅταν παρὰ καιρὸν προσφερώμεθα αὐτήν, καὶ δέον ἄλλο τι πράττειν116
35ἀφέμενοι τούτου ἐσθίωμεν. τοσούτων δὴ καὶ ἔτι ἄλλων ἁμαρτιῶν οὐσῶν περὶ τροφήν, δεῖ μὲν ἁπασῶν καθαρεύειν αὐτῶν καὶ μηδεμιᾷ ἔνοχον εἶναι τὸν μέλλοντα σωφρονήσειν. καθαρεύοι δ’ ἄν τις καὶ ἀναμάρτητος εἴη ἀσκῶν καὶ ἐθίζων αὑτὸν αἱρεῖσθαι σῖτον οὐχ ἵνα ἥδηται ἀλλ’ ἵνα τρέφηται, οὐδ’ ἵνα λεαίνηται τὴν κατάποσιν ἀλλ’
40ἵνα ῥωννύηται τὸ σῶμα. καὶ γὰρ γέγονεν ἡ μὲν κατάποσις δίοδος εἶναι τροφῆς, οὐχ ἡδονῆς ὄργανον, ἡ δὲ γαστὴρ τοῦ αὐτοῦ χάριν οὗπερ ἕνεκα καὶ φυτῷ παντὶ ῥίζα γέγονεν. καθάπερ γὰρ ἐκεῖ τρέφει τὸ φυτὸν ἡ ῥίζα ἀπὸ τῶν ἐκτὸς τὴν τροφὴν λαμβάνουσα, οὕτω τρέφει τὸ ζῷον ἡ γαστὴρ ἀπὸ τῶν εἰσφερομένων σίτων καὶ
45ποτῶν. ὥσπερ τε αὖ τούτοις διαμονῆς ἕνεκα συμβαίνει τρέφεσθαι καὶ οὐχ ἡδονῆς, παραπλησίως καὶ ἡμῖν ζωῆς καὶ φάρμακον ἡ τροφή ἐστι. διὸ καὶ προσήκει ἐσθίειν ἡμῖν ἵνα ζῶμεν, οὐχ ἵνα ἡδώμεθα, εἴ γε μέλλομεν στοιχεῖν ἀρίστῳ ὄντι τῷ λόγῳ Σωκράτους, ὃς ἔφη τοὺς μὲν πολλοὺς ἀνθρώπους ζῆν ἵνα ἐσθίωσιν, αὐτὸς δὲ

18B

(50)

ἐσθίειν ἵνα ζῇ. οὐ γὰρ δὴ ἐπιεικής τις βουλόμενος εἶναι ἄνθρωπος ἀξιώσει παραπλήσιός τις εἶναι τοῖς πολλοῖς καὶ ζῆν ἐπὶ τῷ ἐσθίειν, ὥσπερ ἐκεῖνοι, θηρώμενος ἐξ ἅπαντος τὴν ἀπὸ τῆς τροφῆς ἡδονήν. Ὅτι δὲ καὶ θεὸς ὁ ποιήσας τὸν ἄνθρωπον τοῦ σῴζεσθαι χάριν, οὐχὶ τοῦ ἥδεσθαι, σῖτα καὶ ποτὰ παρεσκεύασεν αὐτοῖς, μάθοι τις
55ἂν ἐκεῖθεν μάλιστα. ἡ γὰρ δὴ τροφὴ ὅτε ἐργάζεται μάλιστα τὸ ἑαυτῆς ἔργον, τότε οὐδαμῶς ἥδει τὸν ἄνθρωπον κατά τε τὴν πέψιν καὶ τὴν ἀνάδοσιν, ἀλλὰ τρεφόμεθα μὲν τότε ὑπ’ αὐτῆς καὶ ῥωννύ‐ μεθα, ἡδόμεθα δὲ τότε οὐδεμίαν ἡδονήν, καίτοι πλείων ὁ χρόνος οὗτός ἐστιν ἢ ἐν ᾧ ἐσθίομεν. ἔδει δέ γε, εἴπερ ὁ θεὸς ἡδονῆς χάριν
60τὴν τροφὴν ἐμηχανήσατο ἡμῖν, τὸν πλείω τοῦτον χρόνον ἥδεσθαι ἡμᾶς ὑπ’ αὐτῆς καὶ οὐ τὸν ἐλάχιστον ἐκεῖνον ἐν ᾧ καταπίνομεν. ἀλλ’ ὅμως χάριν ἐκείνου τοῦ ἐλαχίστου χρόνου, ὃν ἡδόμεθα, παρασκευὴ μὲν ὄψων γίνεται μυρίων, πλεῖται δ’ ἡ θάλαττα μέχρι περάτων· μάγειροι δὲ γεωργῶν περισπουδαστότεροί εἰσι· δεῖπνα
65δὲ παρατίθενταί τινες ἀγρῶν ἀναλίσκοντες τιμάς, καὶ ταῦτ’ οὐδαμῶς ὠφελουμένων τῶν σωμάτων ἐκ τῆς πολυτελείας τῶν βρωμάτων. πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς
ἰσχυρότατοί εἰσι. τοὺς γοῦν οἰκέτας τῶν δεσποτῶν καὶ τοὺς χωρί‐ τας τῶν ἀστικῶν καὶ τοὺς πένητας τῶν πλουσίων ἴδοις ἂν ὡς118
70ἐπὶ τὸ πλῆθος ῥωμαλεωτέρους ὄντας καὶ μᾶλλον μὲν πονεῖν δυναμέ‐ νους, ἧττον δὲ κάμνοντας ἐν τοῖς ἔργοις, νοσοῦντας δὲ σπανιώτερον, ἀνεχομένους δὲ εὐκολώτερον κρύος, θάλπος, ἀγρυπνίαν, πᾶν εἴ τι τοιοῦτον. καίτοι κἂν ἐπ’ ἴσον ἥ τε πολυτελὴς καὶ ἡ εὐτελὴς τροφὴ ῥωννύῃ τὸ σῶμα, ὅμως αἱρετέον ἐστὶ τὴν εὐτελῆ, ὅτι αὕτη σωφρο‐
75νικωτέρα καὶ πρέπει ἀνδρὶ ἀγαθῷ μᾶλλον, ᾗ καὶ τὸ εὐπόριστον τοῦ δυσπορίστου, καὶ τὸ ἀπραγμάτευτον τοῦ μετὰ πραγμάτων, καὶ τὸ ἕτοιμον τοῦ ἀνετοίμου πρὸς τροφὴν πρεπωδέστερον τοῖς ἐπιεικέσιν. ἵνα δὲ συνελὼν εἴπω περὶ τροφῆς τὸ πᾶν, φημὶ δεῖν σκοπὸν μὲν αὐτῆς ποιεῖσθαι ὑγίειάν τε καὶ ἰσχύν, ὡς τούτων μόνον ἕνεκα
80βρωτέον, ἃ δὴ δεῖται πολυτελείας οὐδεμιᾶς· ἐσθίοντα δ’ ἐπιμε‐ λεῖσθαι κόσμου τε καὶ μέτρου τοῦ προσήκοντος καὶ τοῦ διαφέρειν πλεῖστον τῷ τε ἀμολύντῳ καὶ τῷ σχολαίῳ.

19

Ταῦτα μὲν περὶ τροφῆς εἶπεν. ἠξίου δὲ καὶ σκέπην τὴν σώφρονα τῷ σώματι ζητεῖν, οὐ τὴν πολυτελῆ καὶ περιττήν· εὐθὺς γὰρ ἐσθῆτι καὶ ὑποδέσει τὸν αὐτὸν τρόπον ἔφη εἶναι χρηστέον, ὅνπερ πανοπλίᾳ, φυλακῆς ἕνεκεν τοῦ σώματος, ἀλλ’ οὐκ ἐπιδείξεως.
5ὥσπερ οὖν ὅπλα κάλλιστα τὰ ἰσχυρότατα καὶ σῴζειν μάλιστα δυνάμενα τὸν χρώμενον, οὐ τὰ περίβλεπτα καὶ λαμπρά, οὕτως ἀμπεχόνη καὶ ὑπόδεσις ἡ χρησιμωτάτη τῷ σώματι κρατίστη καὶ οὐχ ἡ δυναμένη τὰς τῶν ἀνοήτων ὄψεις ἐπιστρέφειν. δεῖ γὰρ τὴν σκέπην αὐτὸ αὑτοῦ κρεῖττον ἀποφαίνειν τὸ σκεπόμενον καὶ ἰσχυρό‐
10τερον, ἀλλ’ οὐκ ἀσθενέστερόν τε καὶ χεῖρον. οἱ μὲν οὖν λειότητά τε καὶ ἁπαλότητα σαρκὸς διὰ τῶν σκεπασμάτων μηχανώμενοι χείρω τὰ σώματα ποιοῦσιν, εἴ γε τὸ τεθρυμμένον σῶμα καὶ μαλακὸν πολὺ κάκιον τοῦ σκληροῦ τε καὶ διαπεπονημένου ἐστίν· οἱ δὲ ῥων‐ νύντες καὶ κρατύνοντες τῇ σκέπῃ, οὗτοι τὰ σκεπόμενα μόνοι ὠφε‐
15λοῦσιν. διὰ τοῦτο οὐδαμῶς καλὸν οὔτε ἐσθῆσι πολλαῖς κατασκέπειν τὸ σῶμα οὔτε ταινίαις κατειλεῖν οὔτε χεῖράς τε καὶ πόδας περιδέσει
πίλων ἢ ὑφασμάτων τινῶν μαλακύνειν, τούς γε μὴ νοσοῦντας· οὐδ’ ὅλως εἶναι ἀγεύστους καλὸν ψύχους τε καὶ θάλπους, ἀλλὰ ῥιγοῦν χρὴ τὰ μέτρια χειμῶνος καὶ ἡλιοῦσθαι θέρους καὶ σκιατροφεῖσθαι120
20ἥκιστα. καὶ τὸ μὲν ἑνὶ χρῆσθαι χιτῶνι τοῦ δεῖσθαι δυοῖν προτι‐ μητέον, τοῦ δ’ ἑνὶ χρῆσθαι χιτῶνι τὸ μηδενί, ἀλλὰ ἱματίῳ μόνον. καὶ τοῦ γε ὑποδεδέσθαι τὸ ἀνυποδετεῖν τῷ δυναμένῳ κρεῖττον· κινδυνεύει γὰρ τὸ μὲν ὑποδεδέσθαι τῷ δεδέσθαι ἐγγὺς εἶναι, ἡ δ’ ἀνυποδησία πολλὴν εὐλυσίαν τινὰ καὶ εὐκολίαν παρέχει τοῖς
25ποσίν, ὅταν ἠσκημένοι ὦσιν. ὅθεν καὶ τοὺς ἡμεροδρόμους ὁρᾶν ἔστιν οὐ χρωμένους ὑποδήμασιν ἐν ταῖς ὁδοῖς καὶ τῶν ἀθλούντων τοὺς δρομεῖς οὐκ ἂν δυναμένους σῴζειν τὸ τάχος, εἰ δέοι τρέχειν αὐτοὺς ἐν ὑποδήμασιν. ἐπεὶ δὲ σκέπης ἕνεκα καὶ τὰς οἰκίας ποιούμεθα, φημὶ καὶ ταύτας
30δεῖν ποιεῖσθαι πρὸς τὸ τῆς χρείας ἀναγκαῖον, ὡς ἀπερύκειν μὲν κρύους, ἀπερύκειν δὲ θάλπους τὸ σφοδρόν, εἶναι δ’ ἡλίου καὶ ἀνέ‐ μων ἐπικούρημα τοῖς δεομένοις. καθόλου δὲ ὅπερ ἂν παρέχοι σπήλαιον αὐτοφυές, ἔχον μετρίαν ὑπόδυσιν ἀνθρώπῳ, τοῦτο χρὴ παρέχειν ἡμῖν τὴν οἰκίαν, τοσοῦτον εἴπερ ἄρα περιττεύουσαν, ὅσον
35καὶ ἀπόθεσιν τροφῆς ἀνθρωπίνης ἐπιτηδείαν ἔχειν. τί δ’ αἱ περίστυλοι αὐλαί; τί δ’ αἱ ποικίλαι χρίσεις; τί δ’ αἱ χρυσόροφοι στέγαι; τί δ’ αἱ πολυτέλειαι τῶν λίθων, τῶν μὲν χαμαὶ συν‐ ηρμοσμένων, τῶν δ’ εἰς τοίχους ἐγκειμένων, ἐνίων καὶ πάνυ πόῤῥωθεν ἠγμένων καὶ δι’ ἀναλωμάτων πλείστων; οὐ ταῦτα πάντα
40περιττὰ καὶ οὐκ ἀναγκαῖα, ὧν γε χωρὶς καὶ ζῆν καὶ ὑγιαίνειν ἔστι, πραγματείαν δ’ ἔχει πλείστην, καὶ διὰ χρημάτων γίνεται πολλῶν, ἀφ’ ὧν ἄν τις ἐδυνήθη καὶ δημοσίᾳ καὶ ἰδίᾳ πολλοὺς ἀνθρώπους εὐεργετῆσαι; καί τοι πόσῳ μὲν εὐκλεέστερον τοῦ πολυτελῶς οἰκεῖν τὸ πολλοὺς εὐεργετεῖν; πόσῳ δὲ καλοκἀγαθικώτερον τοῦ ἀναλίσκειν
45εἰς ξύλα καὶ λίθους τὸ εἰς ἀνθρώπους ἀναλίσκειν; πόσῳ δὲ ὠφε‐ λιμώτερον τοῦ περιβεβλῆσθαι μεγάλην οἰκίαν τὸ κεκτῆσθαι φίλους πολλούς, ὃ περιγίνεται τῷ προθύμως εὐεργετοῦντι; τί δ’ ἂν ὄναιτό τις τηλικοῦτον ἀπ’ οἰκίας μεγέθους τε καὶ κάλλους, ἡλίκον ἀπὸ
τοῦ χαρίζεσθαι πόλει καὶ πολίταις ἐκ τῶν ἑαυτοῦ;122

20

Καὶ μὴν συνῳδὰ καὶ συγγενῆ τῇ περὶ τὰς οἰκίας πολυτελείᾳ καὶ τὰ τῶν σκευῶν τῶν κατ’ οἰκίαν φαίνεται ὄντα, κλῖναι καὶ τράπεζαι καὶ στρώματα καὶ ἐκπώματα καὶ εἴ τι τοιοῦτον, πάντως τὴν χρείαν ὑπερβεβηκότα καὶ προσωτέρω τῶν ἀναγκαίων ἐληλυθότα· κλῖναι
5μὲν ἐλεφάντιναι καὶ ἀργυραῖ ἢ νὴ Δία χρυσαῖ, τράπεζαι δὲ παραπλησίας ὕλης, στρωμναὶ δὲ ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἐκπώματα δὲ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, τὰ δὲ λίθων ἢ λιθοειδῶν τινων ἁμιλλωμένων τῇ πολυτελείᾳ τοῖς ἀργυροῖς καὶ χρυσοῖς. καὶ σπουδάζεται ταῦτα πάντα, τοῦ μὲν
10σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν ἡμῖν τῆς ἀργυρᾶς ἢ τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι ὥστε μὴ δεῖσθαι πορφυρίδος ἢ φοινικίδος· ἐσθίειν δ’ ὑπάρχοντος ἡμῖν ἀβλαβῶς ἀπὸ τραπέζης ξυλίνης ὡς μὴ ποθεῖν μηδαμῶς τὴν ἀργυρᾶν, καὶ πίνειν γε νὴ Δία ἐκ κεραμεῶν ποτηρίων
15παρόν, ἃ τό τε δῖψος σβεννύειν παραπλησίως πέφυκε τοῖς χρυσοῖς, καὶ τὸν ἐγχεόμενον αὐτοῖς οἶνον οὐ λυμαίνεται, ὀσμὴν δέ γε ἡδίω τῶν χρυσῶν παρέχεται καὶ τῶν ἀργυρῶν. καθόλου δ’ ἀρετὴ καὶ κακία σκευῶν κριθείη ἂν ὀρθῶς ἐκ τριῶν τούτων, τῆς τε κτήσεως καὶ τῆς χρήσεως καὶ τῆς τηρήσεως. ὅσα μὲν γὰρ ἢ κτήσασθαι
20δύσκολά ἐστιν ἢ χρήσασθαι μὴ ἐπιτήδεια ἢ φυλάξαι μὴ ῥᾴδια, ταῦτα χείρω· ἃ δὲ καὶ κτώμεθα μὴ χαλεπῶς καὶ χρώμενοι 〈εὐκόλωσ〉 ἐπαινοῦμεν καὶ φυλάττομεν ῥᾳδίως, ταῦτα ἀμείνω. διόπερ τὰ κεραμεᾶ καὶ τὰ σιδηρᾶ καὶ ὅσα τοιαῦτα, πολλῷ κρείττω τῶν ἀργυρῶν τε καὶ χρυσῶν, ὅτι ἡ κτῆσις τούτων εὐμαρεστέρα, ὅσῳ
25καὶ εὐτελεστέρα, ἥ τε χρῆσις πλείων, ὅτι καὶ πυρὶ ῥᾳδίως ταῦτ’ ἐμβάλλομεν, ἐκεῖνα δὲ οὔ, ἥ τε φυλακὴ ἥττων· τὰ γὰρ εὐτελῆ τῶν πολυτελῶν ἐπιβουλεύεται ἧττον. μέρος δέ τι τῆς φυλακῆς οὖσα καὶ ἡ ἐκκάθαρσις περὶ τὰ πολυτελῆ πλείων ἐστίν. ὥσπερ οὖν ἵππος ὁ τιμῆς μὲν ἐωνημένος ὀλίγης, χρείας δὲ παρεχόμενος
30πολλάς, αἱρετώτερος τοῦ ὀλίγα μὲν ὑπουργοῦντος, πολλοῦ δ’ ἠγορασμένου· κατὰ τὰ αὐτὰ καὶ σκεύη τὰ εὐτελέστερα καὶ πολυχρηστότερα κρείττω τῶν ἐναντίων. τί ποτ’ οὖν διώκεται τὰ
σπάνια καὶ πολυτελῆ πρὸ τῶν ἐν μέσῳ καὶ τῶν εὐτελῶν; ὅτι ἀγνοεῖται τὰ καλὰ καὶ τἀγαθά, καὶ ἀντὶ τῶν ὄντων τὰ δοκοῦντα124
35σπουδάζεται παρὰ τοῖς ἀνοήτοις· ὥσπερ δὴ καὶ οἱ μαινόμενοι πολ‐ λάκις λευκὰ τὰ μέλανα νομίζουσιν· ἄνοια δὲ μανίας συγγενέστατον. ἐπεὶ τῶν γε νομοθετῶν τοὺς ἀρίστους, καὶ ἐν πρώτοις Λυκοῦργον εὕροιμεν ἂν πολυτέλειαν μὲν ἐξελαύνοντα τῆς Σπάρτης, ἀντεισά‐ γοντα δ’ εὐτέλειαν καὶ τὸ ἐνδεὲς τῆς διαίτης τοῦ περιττοῦ προτι‐
40μῶντα πρὸς ἀνδρείαν, καὶ τὴν μὲν τρυφὴν ὡς λύμην ἐκτρεπόμενον, τὸ δ’ ἐθελόπονον ὡς σωτήριον ζηλοῦν ἀξιοῦντα. τεκμήρια δὲ τούτων αἱ τῶν ἐφήβων ἐκεῖ καρτερήσεις, ἐθιζομένων φέρειν λιμόν τε καὶ δῖψος, καὶ μετὰ τούτων ῥῖγος, ἔτι δὲ πληγὰς καὶ πόνους ἄλλους. 〈οὕτω καλοῖς καὶ〉 σεμνοῖς ἔθεσιν οἱ παλαιοὶ Λακεδαιμόνιοι
45τραφέντες ἄριστοι τῶν Ἑλλήνων ἦσάν τε καὶ ἐνομίζοντο, καὶ τὴν πενίαν τὴν ἑαυτῶν ζηλωτοτέραν τοῦ βασιλέως πλούτου κατέστησαν. ἐγὼ δ’ οὖν καὶ αὐτὸς δεξαίμην ἂν νοσῆσαι μᾶλλον ἢ τρυφῆσαι. τὸ μὲν γὰρ νοσεῖν μόνον βλάπτει τὸ σῶμα, τὸ δὲ τρυφᾶν ἄμφω διαφθείρει, ψυχήν τε καὶ σῶμα, σώματι μὲν ἀσθένειαν καὶ ἀδυνα‐

20

(50)

μίαν, ψυχῇ δὲ ἀκολασίαν καὶ ἀνανδρίαν ἐμποιοῦν. καὶ μὴν καὶ ἀδικίαν τίκτει τρυφή, ὅτι καὶ πλεονεξίαν. οὔτε γὰρ τρυφῶντά τινα δυνατὸν μὴ πολυτελῆ εἶναι, οὔτε πολυτελῆ ὄντα ὀλίγα βούλεσθαι ἀναλίσκειν, βουλόμενον δὲ πολλὰ μὴ καὶ πορίζειν πολλὰ ἐπιχειρεῖν, οὐδ’ αὖ πορίζειν ἐπιχειροῦντα πολλὰ μὴ πλεονεκτεῖν καὶ ἀδικεῖν·
55οὐ γὰρ ἂν πορίσειέ τις ἐκ δικαίων πολλά. ἔτι καὶ ἄλλον τρόπον ἄδικος ἂν εἴη πάντως ὁ τρυφῶν· καὶ γὰρ ὑπὲρ πόλεως τῆς αὑτοῦ πονεῖν τοὺς προσήκοντας πόνους ὀκνήσειεν ἂν ἢ οὐκ ἂν ἔτι τρυφῴη, κἂν ὑπὲρ φίλων ἢ συγγενῶν κακοπαθῆσαι δέον, οὐκ ἂν ὑπομείνειεν· οὐ γὰρ ἐάσει αὐτὸν ἡ τρυφή. καὶ μὴν καὶ διὰ θεοὺς ἔστιν ὅτε
60πονητέον τῷ δικαίῳ εἶναι βουλομένῳ πρὸς θεούς, ὅτι θυσίας ἢ τελε‐ τὰς ἤ τινα ἄλλην ὑπηρεσίαν τελέσει τοῖς θεοῖς, ὁ δὲ τρυφῶν ἐνδεήσει κἀνταῦθα. διόπερ ἄδικος ἂν εἴη πάντως καὶ περὶ πόλιν καὶ περὶ φίλους καὶ περὶ θεούς, ἃ χρὴ πράττειν αὐτὸν οὐ πράττων. ὡς
οὖν καὶ ἀδικίας αἰτίαν οὖσαν τὴν τρυφὴν φευκτέον τρόπῳ παντί.126

21

Ἔφη μὲν παραπλησίως τὸν ἄνδρα χρῆναι τῇ κεφαλῇ προσφέρειν κουράν, ὡς ἀμπέλῳ προσφέρομεν τομήν, τοῦ μόνον ἀφαιρεῖν χάριν τὸ ἄχρηστον .... οὔτε γενείῳ πώγωνα, ἀλλ’ εἶναί τινα καὶ ταύτην σκέπην ὑπὸ τῆς φύσεως ἡμῖν πεπορισμένην· τὸν δὲ πώγωνα καὶ
5σύμβολον γεγονέναι τοῦ ἄρρενος, ὥσπερ ἀλεκτρυόνι λόφον καὶ λέοντι χαίτην· ὅθεν τῆς μὲν κόμης ἀφαιρετέον εἶναι τὸ ἐνοχλοῦν, τοῦ δὲ πώγωνος οὐδέν. οὐδὲ γὰρ ἐνοχλεῖν αὐτὸν οὐδέν, ἕως ἂν ὑγιαίνῃ τὸ σῶμα ἢ νόσον μὴ τοιαύτην νοσῇ, ἧς εἵνεκα γένοιτ’ ἂν ἀφαίρεσις τῶν ἐπὶ τοῦ γενείου τριχῶν. εὖ γὰρ εἴρηται, ἔφη, τὸ
10τοῦ Ζήνωνος, ὅτι τούτου ἕνεκα καρτέον οὗ καὶ κομητέον, τοῦ κατὰ φύσιν, ἵνα μὴ βαρούμενός τις ὑπὸ τῆς κόμης μηδ’ ἐνοχλούμενος ᾖ πρὸς μηδεμίαν ἐνέργειαν. ἡ γὰρ δὴ φύσις τὸ μὲν ἐνδεὲς μᾶλλον φαίνεται φυλαξαμένη, τὸ δὲ περιττὸν ἧττον, ἐπί τε φυτῶν καὶ ἐπὶ ζῴων, ὅτι τῆς προσθέσεως τοῦ ἐνδεοῦς ἡ ἀφαίρεσις τοῦ περιττοῦ
15πολὺ ῥᾴων καὶ εὐπετεστέρα ἐστίν. χρὴ δ’ ἐφ’ ἑκάτερα τὸν λογισμὸν τὸν ἀνθρώπινον τῇ φύσει βοηθεῖν, ὥστ’ ἀναπιμπλάναι τὰς ἐνδείας ἐφ’ ὅσον οἷόν τε ἀναπληροῦν, ἐλαττοῦν δὲ καὶ ἀφαιρεῖν τὰς περιτ‐ τότητας. ὅθεν καὶ καρτέον μόνης ἕνεκα τῆς ἀφαιρέσεως τοῦ περιτ‐ τοῦ καὶ οὐχὶ κόσμου χάριν, ὅπερ οἴονται δεῖν ἔνιοι τὰ μὲν γένεια
20λεαινόμενοι καὶ μιμούμενοι τοὺς ἀγενείους ἢ νὴ Δία τοὺς ἄρτι γενειάσκοντας, τὴν δὲ κεφαλὴν οὐχ ὁμοίως κειρόμενοι διαφόρως δὲ τὰ πρόσω τῶν ὀπίσω. καὶ γάρ τοι δοκῶν εἶναι κόσμος οὗτος πολλὴν ἀκοσμίαν ἔχει καὶ διαφέρει οὐδὲν τοῦ καλλωπισμοῦ τοῦ τῶν γυναικῶν. ἐκεῖναί τε γὰρ τὰ μέν τινα μέρη πλέκουσι τῶν
25τριχῶν τὰ δὲ καθιᾶσι τὰ δὲ ἕτερόν τινα σκευάζουσι τρόπον, ἵνα φαίνωνται καλλίονες, οἵ τε κειρόμενοι οὕτως ἄνδρες κατάδηλοί εἰσι δι’ ἐπιθυμίαν τοῦ φαίνεσθαι καλοὶ οἷς βούλονται ἀρέσκειν τὰς μὲν τέλεον ἀφαιροῦντες τῶν τριχῶν, τὰς δὲ πλάττοντες οὕτως ὡς ἂν εὐοπτότατα ᾖ γυναιξί τε καὶ παισὶν ὑφ’ ὧν ἐπαινεῖσθαι δέονται.
30ἤδη δέ τινες καὶ αὐτῷ τῷ βαρύνεσθαι τὰς τρίχας κείρονται, καὶ λεαίνουσι τὰ γένεια, σαφῶς οὗτοί γε κατεαγότες ὑπὸ τῆς τρυφῆς καὶ ἐκνενευρισμένοι παντάπασιν, οἵ γε ἀνέχονται ἀνδρόγυνοι καὶ γυναικώδεις ὁρᾶσθαι ὄντες, ὅπερ ἔδει φεύγειν ἐξ ἅπαντος, εἰ δὴ τῷ ὄντι ἄνδρες ἦσαν. τί γὰρ δὴ καὶ εἰσὶν αἱ τρίχες ἀνθρώποις
35βάρος; εἰ μὴ νὴ Δία καὶ τοῖς ὀρνέοις τὰ πτερὰ φαίη τις ἂν εἶναι
βάρος.128