TLG 0627 057 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: Jusjurandum metricum HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med. Jusjurandum metricum Dup. partim JUSJURANDUM MEDICUM (0740 001) Cf. et 0627 013 Citation: (Line) | ||
1 | Αὐτὸν ἐν ἀχράντοισι μέγαν θεὸν αἰὲν ἐόντα (ὄμνυμι)· οὔτε τινὰ ξείνων δηλήσομαι ἀνέρα νούσῳ οὔτε τιν’ ἐνδήμων ὀλοφώια ἔργα τελείων, οὔτε τις ἂν δώροις με παραιβασίην ἀλεγεινὴν | |
---|---|---|
5 | ἐκτελέειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναι λυργά, τάπερ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν, [οὔτε χάριν φιλίης ἑτέρῳ κατανεῖμαι ὑποστῶ] ἀλλ’ ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρων καὶ κακίης ἀμόλυντον ἔχων κατὰ πάντα λογισμὸν | 5 |
10 | μήσομαι ἔρδειν κεῖνα, τάπερ σόον ἀνέρα θήσει, | |
πορσύνων πάντεσσι φίλην βιόδωρον ὑγείην. | 6 |