TLG 0627 054 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: De purgantibus (= De remediis)

HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med.
(Cous: 5–4 B.C.)

De purgantibus (= De remediis)

Source: Schöne, H. (ed.), “Hippokrates. Περὶ φαρμάκων” [Rheinisches Museum 73] 1924: 440–443.

Citation: (Line)

t1Ἐκ τοῦ περὶ φαρμάκων
t2Ἱπποκράτους.
1 Τὰ δὲ περὶ φαρμάκων πρήγ‐ ματα οὐχ οἷα νομίζεται ἔστι. τῷ γὰρ αὐτῷ φαρμάκῳ καθαί‐ ρονται καὶ οὐ καθαίρονται·
5ἔσθ’ ὅτε δὲ ἄλλα καθαίρει ἢ οἷα εἴωθε καθαίρειν· ἐσοκότε δὲ ὑπερεκάθηρεν· ἔστι δὲ ὅτε καὶ τὰ δέοντα ἐποίησεν· ὥστε οὐχ οἷόν τε πεποιθότα τοῖσι
10φαρμάκοισιν εἰκῇ διδόναι. ὑπο‐ λαμβάνειν γὰρ χρὴ καὶ τὰ σιτία τὰ τρέφοντα ἡμᾶς φάρ‐ μακα εἶναι, ἧσσον δ’ ἐκείνων· οἱ γὰρ ἄνθρωποι ταῦτα ὀρθῶς
15μὲν σιτευόμενοι ὑγιαίνουσι, μὴ
ὀρθῶς δέ, κάμνουσιν, ὑπερ‐ βαλλόντως δέ, καθαίρονται ὥσπερ ἀπὸ τῶν εἰλικρινέων φαρμάκων. δῆλον οὖν ὅτι ἔστι τε καὶ ταῦτα440
20φάρμακα, ἧσσον δὲ καὶ βραδύ‐ τερον τῶν εἰλικρινέων φαρμά‐ κων. ὅμως δὲ ταῦτα βραδύτερα καὶ ξυνήθη ἐόντα ἡμῖν ἑκάστην ἡμέρην ἐσιόντα ἐς τὸ σῶμα εἰκῇ
25καὶ ἀμελῶς διδόμενα ἐκεῖ τα‐ ράσσει τοὺς ἀνθρώπους καὶ νοσοποιεῖ πως. καὶ τὰ εἰλικρινέα καὶ τὰ ὀξέα ἢν ἀπαθῶς καὶ ἀπερισκέπτως διδῷ τις, οὐ μέλλει
30διαπράξασθαί τι σύμφορον. χρὴ οὖν πρῶτον διδόναι τοῖσι μὲν χολώδεσιν ὅ τι χολὴν καθαίρει, τοῖσι δὲ φλεγματώ‐ δεσιν ὅ τι φλέγμα, τοῖσι δὲ
35ὑδρωποειδέσι ὅ τι ὕδωρ, τοῖσι δὲ μελαγχολώδεσιν ὅ τι μέλαιναν χολήν. ἢν δὲ τούτων ἔξω κα‐ θαίρῃς, τὰ μὲν δέοντα οὐ καθαίρεις, τὰ δὲ μὴ δέοντα
40κενώσεις, ὥστ’ ἐς ἀμφότερα ἁμαρτάνειν. Ὅταν οὖν μέλλῃς τινὶ φάρ‐ μακον διδόναι ἤν τε κάτω ἤν τε ἄνω, ἐπερωτᾶν αὐτὸν χρή,
45εἰ δή τι ἔπιε φάρμακον καὶ πότερον ἡ κοιλίη ἐν τοῖσι κα‐
τωτερικοῖσι φαρμάκοισι ὀξεῖα καὶ ὑπακούει ταχέως ἢ σκληρή. καὶ ἢν φῇ ὀξεῖαν καὶ εὔλυτον441

(50)

εἶναι, μαλακωτέρων τε καὶ ἐλασσόνων τῶν φαρμάκων δεῖ‐ ται· ἢν δὲ σκληρὴ εἴη, ἰσχυρο‐ τέρων δεῖται. ὁ αὐτὸς δὲ τρόπος καὶ πρὸς τὰ ἀνωτερικά. ἢν δὲ
55μηδέποτι φῇ μήτε ἄνω μήτε κάτω κεκαθάρθαι ἢ πεπωκέναι φαρμάκων, ἐγνωκέναι χρὴ εἰ πρὸς τὰ ἐσιόνται ὑγιαίνοντι εὔλυτος ἡ κοιλίη πρὸς τὰ κάτω
60ἢ εὐήμετος πρὸς τὰ ἄνω καὶ εἰ, πρὸς πλησμονήν τινα γινό‐ μενος, ἡ διάρροια ἐπιγίνεται αὐτῷ· ταῦτα πάντα ἀνερέσθαι χρή, ὅπως δυνηθῇς ὀρθῶς
65βουλεύεσθαι. αἰσχρὰ γὰρ ἡ ξυμφορὰ φάρμακον δόντα ἀν‐ θρώπῳ ἀποκτεῖναι. Ὁκόσοι μὲν οὖν ὑπὸ πυρε‐ τῶν ἰσχυρῶν λαμβάνονται, οὐ
70χρὴ τούτοισι φάρμακα διδόναι καθαρτήρια, ἔστ’ ἂν μεθῇ ὁ πυρετός· εἰ δὲ μή, μὴ ἐντὸς τεσσαρεσκαίδεκα ἡμερῶν. θερ‐ μαὶ γὰρ αἵ τε σάρκες ἐοῦσαι
75αὐτέων καὶ αἱ κοιλίαι ἀναλαμ‐ βάνουσι τὸ φάρμακον καὶ ἀπο‐ καθαίρονται οὐδέν, καὶ ὅ τε πυρετὸς γίνεται πλείων καὶ τὸ χρῶμα ἐκτρέπεται καὶ ἰκτερώ‐
80δεις γίγνονται· κινηθείσης γὰρ
τῆς χολῆς καὶ μὴ καθαρθείσης οὔτε ῥυφέειν θέλει οὔτε πίνειν, ἀλλὰ πάντα βδελύσσεται καὶ ὡς τὰ πολλὰ ἀπόλλυται· ἢν δὲ442
85κατάσχῃ τὸ φάρμακον, τὸ μὲν πρὸ μέσου ἡμέρης οὐθὲν κα‐ θαίρεται, ἐκ μέσου δὲ ἡμέρης καθαιρόμενος ὑπέρινος γίνεται καὶ ἀπόλλυται· ἢν δὲ ταύτην
90τὴν ἡμέρην περιγένηται καὶ ἅμα τῇ καθάρσει μεθῇ ὁ πυρετός, ὑγιὴς γίνεται· ἢν δὲ ὁ πυρετὸς πάλιν ἐπιλάβηται αὐτοῦ, ἀπόλ‐ λυται. οὐκοῦν οὐ χρὴ τοῖς
95ἰσχυροῖσι τῶν πυρετῶν φάρ‐ μακα καθαρτήρια προσφέρειν, ἀλλ’ ἤν τινα δέῃ, ὑποκλύζειν χρή, ὁποσάκις ἂν βούλῃ, ἀκιν‐ δυνότερον γάρ. κατὰ δὲ τὸν

(100)

αὐτὸν λόγον καὶ ἐν τῇ θερινῇ ὥρῃ ἀπὸ κυνὸς ἀνατολῆς ἡμέ‐ ρας πεντήκοντα φυλάσσεσθαι χρὴ μὴ διδόναι φάρμακον, ἀλλὰ κλυσμοῖσι χρέεσθαι. ὁ γὰρ
105αὐτὸς κίνδυνος.443