TLG 0627 041 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: De dentitione HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med. De dentitione Citation: Section — (line) | ||
t | ΠΕΡΙ ΟΔΟΝΤΟΦΥΙΗΣ. | |
1 | Τὰ φύσει εὔτροφα τῶν παιδίων οὐκ ἀνάλογον τῆς σαρκώσεως καὶ τὸ γάλα θηλάζει. | |
2 | Τὰ βορὰ καὶ πολὺ ἕλκοντα γάλα οὐ πρὸς λόγον σαρκοῦται. | |
3 | Τὰ πουλὺ διουρέοντα τῶν θηλαζόντων ἥκιστα ἐπιναύσια. | |
4 | Ὁκόσοισι πολλὴ φέρεται ἡ κοιλίη καὶ εὐπεπτοῦσιν, ὑγιεινό‐ τερα· ὁκόσοισιν ὀλίγη, βοροῖσιν ἐοῦσι καὶ μὴ ἀνάλογον τρεφομένοι‐ σιν, ἐπίνοσα. | |
5 | Ὁκόσοισι δὲ πουλὺ γαλακτῶδες ἀπεμεῖται, κοιλίη ξυνίστα‐ ται. | |
6 | Ὁκόσοισιν ἐν ὀδοντοφυίῃ ἡ κοιλίη πλείω ὑπάγει, ἧσσον σπᾶ‐ ται ἢ ὅτῳ ὀλιγάκις. | |
7 | Ὁκόσοισιν ἐπὶ ὀδοντοφυίῃ πυρετὸς ὀξὺς ἐπιγίγνεται, ὀλιγάκις σπῶνται. | |
8 | Ὁκόσα ὀδοντοφυεῦντα εὔτροφα μένει καταφορικὰ ἐόντα, κίν‐ δυνος σπασμὸν ἐπιλαβεῖν. | |
9 | Τὰ ἐν χειμῶνι ὀδοντοφυεῦντα, τῶν ἄλλων ὁμοίων ἐόντων, βέλ‐ τιον ἀπαλλάσσει. | |
10 | Οὐ πάντα τὰ ἐπὶ ὀδοῦσι σπασθέντα τελευτᾷ· πολλὰ δὲ καὶ διασώζεται. | |
11 | Τὰ μετὰ βηχὸς ὀδοντοφυεῦντα χρονίζει· ἐν δὲ τῇ διακεντή‐ σει, ἰσχναίνεται μᾶλλον. | |
12 | Ὁκόσα ἐν τῷ ὀδοντοφυέειν χειμῶνας ἔχει, ταῦτα καὶ προσ‐ εχόντως ἠγμένα ῥᾷον φέρει ὀδοντοφυίαν. | |
13 | Τὰ διουρεῦντα πλέον ἢ διαχωρεῦντα πρὸς λόγον εὐτροφώ‐ | |
τερα. | 544 | |
14 | Ὁκόσοισιν οὐρεῖται μὴ πρὸς λόγον, κοιλίη δὲ πυκνῶς ὠμὸν ἐκ παιδίων παρηθεῖ, ἐπίνοσα. | |
15 | Τὰ εὔυπνα καὶ εὔτροφα πουλὺ ἀναλαμβάνειν καὶ παράκειται οὐχ ἱκανῶς διῳκημένον. | |
16 | Τὰ παρεσθίοντα ἐν τῷ θηλάζειν ῥᾷον φέρει ἀπογαλακτισμόν. | |
17 | Τὰ πολλάκις παρηθεῦντα δίαιμον καὶ ἄπεπτον κατὰ κοιλίην, πλεῖστα τῶν ἐν πυρετῷ ὑπνώδεα. | |
18 | Τὰ ἐν παρισθμίοις ἕλκεα ἄνευ πυρετῶν γιγνόμενα ἀσφαλέ‐ στερα. | |
19 | Ὁκόσοισιν ἐν τῷ θηλάζειν τῶν νηπίων βὴξ προσίσταται, στα‐ φυλὴν εἴωθε μείζονα ἔχειν. | |
20 | Ὁκόσοισι ταχέως ἐν παρισθμίοις νομαὶ ἐφίστανται, τῶν πυ‐ ρετῶν μενόντων καὶ βηχίων, κίνδυνος πάλιν γενέσθαι ἕλκεα. | |
21 | Τὰ παλινδρομήσαντα ἐν ἰσθμίοις ἕλκεα τοῖσιν ὁμοίοισι κιν‐ δυνώδη. | |
22 | Τοῖσι παιδίοισιν ἀξιολόγοις ἕλκεσιν ἐν παρισθμίοισι, κατα‐ πινομένων, σωτηρίας ἐστὶν, ὁκόσα δὴ μᾶλλον τῶν πρότερον μὴ δυ‐ ναμένων καταπίνειν. | |
23 | Ἐν παρισθμίοισιν ἕλκεσι, πουλὺ τὸ χολῶδες ἀνεμεῖσθαι ἢ | |
κατὰ κοιλίαν ἔρχεσθαι, κινδυνῶδες. | 546 | |
24 | Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσιν, ἀραχνιῶδές τι ἐὸν οὐκ ἀγαθόν. | |
25 | Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσι μετὰ τοὺς πρώτους χρό‐ νους διαῤῥεῖν φλέγμα διὰ τοῦ στόματος, πρότερον οὐκ ὂν, χρήσιμον, ὅμως ἀνακτέον· ἢν δὲ ἄρξηται ξυνδιδόναι, πάντως ἀσμενιστέον· τὸ δὲ μὴ οὕτως διαῤῥέον εὐλαβητέον. | |
26 | Ῥευματιζομένοις παρίσθμια κοιλίη κατενεχθεῖσα πλείω λύει τὰς ξηρὰς βῆχας· παιδίοισιν ἀνενεχθέν τι πεπεμμένον πλείω λύει. | |
27 | Τὰ πουλὺν χρόνον ἐν παρισθμίοις ἕλκεα ἀναυξῆ μένοντα ἀκίνδυνα πρὸ τῶν πέντε ἢ ἓξ ἡμερέων. | |
28 | Τὰ πουλὺ γάλα τῶν θηλαζόντων ἀναλαμβάνοντα, ὡς τὸ πουλὺ ὑπνώδη. | |
29 | Τὰ μὴ εὐτροφέα τῶν θηλαζόντων ἄτροφα καὶ δυσανάληπτα. | |
30 | Ἕλκεα ἐν θέρει γιγνόμενα ἐν παρισθμίοις, χείρονα τῶν ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν· τάχιον γὰρ νέμεται. | |
31 | Τὰ περὶ σταφυλὴν νεμόμενα ἕλκεα ἐν παρισθμίοισιν, σωζο‐ μένοισι τὴν φωνὴν ἀλλοιοῖ. | |
32 | Τὰ περὶ φάρυγγα νεμόμενα ἕλκεα χαλεπώτερα καὶ ὀξύτερα, | |
ὡς ἐπιπολὺ δύσπνοιαν ἐπιφέρει. | 548 |