TLG 0627 037 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: De virginum morbis

HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med.
(Cous: 5–4 B.C.)

De virginum morbis

Source: Littré, É. (ed.), Oeuvres complètes d’Hippocrate, vol. 8. Paris: Baillière, 1853 (repr. Amsterdam: Hakkert, 1962): 466–470.

Citation: Section — (line)

t

ΠΕΡΙ ΠΑΡΘΕΝΙΩΝ.

1

Ἀρχή μοι τῆς ξυνθέσιος τῶν αἰειγενέων ἰητρικῆς· οὐ γὰρ δυ‐ νατὸν τῶν νουσημάτων τὴν φύσιν γνῶναι, ὅ πέρ ἐστι τῆς τέχνης ἐξευρεῖν, ἢν μὴ γνῷ τὴν ἐν τῷ ἀμερεῖ κατὰ τὴν ἀρχὴν, ἐξ ἧς διε‐ κρίθη. Πρῶτον περὶ τῆς ἱερῆς νούσου καλεομένης, καὶ περὶ τῶν
5ἀποπλήκτων, καὶ περὶ τῶν δειμάτων, ὁκόσα φοβεῦνται οἱ ἄνθρωποι ἰσχυρῶς, ὥστε παραφρονέειν καὶ ὁρῇν δοκέειν δαίμονάς τινας ἐφ’ ἑωυτῶν δυσμενέας, ὁκότε μὲν νυκτὸς, ὁκότε δὲ ἡμέρης, ὁκότε δὲ ἀμφοτέρῃσι τῇσιν ὥρῃσιν· ἔπειτα ἀπὸ τῆς τοιαύτης ὄψιος πολλοὶ ἤδη ἀπηγχονίσθησαν, πλέονες δὲ γυναῖκες ἢ ἄνδρες· ἀθυμοτέρη γὰρ
10καὶ ὀλιγωτέρη ἡ φύσις ἡ γυναικείη. Αἱ δὲ παρθένοι, ὁκόσῃσιν ὥρη γάμου, παρανδρούμεναι, τοῦτο μᾶλλον πάσχουσιν ἅμα τῇ καθ‐ όδῳ τῶν ἐπιμηνίων, πρότερον οὐ μάλα ταῦτα κακοπαθέουσαι· ὕστε‐ ρον γὰρ τὸ αἷμα ξυλλείβεται ἐς τὰς μήτρας, ὡς ἀποῤῥευσόμενον· ὁκόταν οὖν τὸ στόμα τῆς ἐξόδου μὴ ᾖ ἀνεστομωμένον, τὸ δὲ αἷμα
15πλέον ἐπιῤῥέῃ διά τε τὰ σιτία καὶ τὴν αὔξησιν τοῦ σώματος, τηνι‐ καῦτα οὐκ ἔχον τὸ αἷμα ἔκρουν ἀναΐσσει ὑπὸ πλήθεος ἐς τὴν καρδίην καὶ ἐς τὴν διάφραξιν· ὁκόταν οὖν ταῦτα πληρωθέωσιν, ἐμωρώθη ἡ καρδίη· εἶτα ἐκ τῆς μωρώσιος νάρκη· εἶτ’ ἐκ τῆς νάρκης παρά‐ νοια ἔλαβεν. Ὥσπερ ὁκόταν καθημένου πουλὺν χρόνον τὸ ἐκ τῶν
20ἰσχίων καὶ μηρῶν αἷμα ἀποπιεχθὲν ἐς τὰς κνήμας καὶ τοὺς πόδας νάρκην παράσχῃ· ὑπὸ δὲ τῆς νάρκης ἀκρατέες οἱ πόδες ἐς ὁδοιπο‐ ρίην γίνονται, ἔστ’ ἂν ἀναχωρήσῃ τὸ αἷμα ἐς ἑωυτό· ἀναχωρέει δὲ τάχιστα, ὁκόταν ἀναστὰς ἐν ὕδατι ψυχρῷ τέγγῃ τὸ ἄνω τῶν σφυ‐ ρῶν. Αὕτη μὲν οὖν ἡ νάρκη εὐήνιος, ταχὺ γὰρ παλιῤῥοεῖ διὰ τὴν466
25ἰθύτητα τῶν φλεβῶν, καὶ ὁ τόπος τοῦ σώματος οὐκ ἐπίκαιρος· ἐκ δὲ τῆς καρδίης καὶ τῶν φρενῶν βραδέως παλιῤῥοεῖ· ἐπικάρσιαι γὰρ αἱ φλέβες καὶ ὁ τόπος ἐπίκαιρος ἔς τε παραφροσύνην καὶ μανίην ἕτοι‐ μος. Ὁκόταν δὲ πληρωθέωσι ταῦτα τὰ μέρεα, καὶ φρίκη ξὺν πυ‐ ρετῷ ἀναΐσσει· πλανήτας τοὺς πυρετοὺς καλέουσιν. Ἐχόντων δὲ
30τουτέων ὧδε, ὑπὸ μὲν τῆς ὀξυφλεγμασίης μαίνεται, ὑπὸ δὲ τῆς ση‐ πεδόνος φονᾷ, ὑπὸ δὲ τοῦ ζοφεροῦ φοβέεται καὶ δέδοικεν, ὑπὸ δὲ τῆς περὶ τὴν καρδίην πιέξιος ἀγχόνας κραίνουσιν, ὑπὸ δὲ τῆς κακίης τοῦ αἵματος ἀλύων καὶ ἀδημονέων ὁ θυμὸς κακὸν ἐφέλκεται· ἕτερον δὲ καὶ φοβερὰ ὀνομάζει· καὶ κελεύουσιν ἅλλεσθαι καὶ καταπίπτειν ἐς
35τὰ φρέατα καὶ ἄγχεσθαι, ἅτε ἀμείνονά τε ἐόντα καὶ χρείην ἔχοντα παντοίην· ὁκότε δὲ ἄνευ φαντασμάτων, ἡδονή τις, ἀφ’ ἧς ἐρᾷ τοῦ θανάτου ὥσπέρ τινος ἀγαθοῦ. Φρονησάσης δὲ τῆς ἀνθρώπου, τῇ Ἀρτέμιδι αἱ γυναῖκες ἄλλα τε πολλὰ, ἀλλὰ δὴ καὶ τὰ πουλυτελέ‐ στατα τῶν ἱματίων καθιεροῦσι τῶν γυναικείων, κελευόντων τῶν μάν‐
40τεων, ἐξαπατεώμεναι. Ἡ δὲ τῆσδε ἀπαλλαγὴ, ὁκόταν τι μὴ ἐμπο‐ δίζῃ τοῦ αἵματος τὴν ἀπόῤῥυσιν. Κελεύω δ’ ἔγωγε τὰς παρθένους, ὁκόταν τὸ τοιοῦτον πάσχωσιν, ὡς τάχιστα ξυνοικῆσαι ἀνδράσιν· ἢν
γὰρ κυήσωσιν, ὑγιέες γίνονται· εἰ δὲ μὴ, ἢ αὐτίκα ἅμα τῇ ἥβῃ ἢ ὀλίγον ὕστερον ἁλώσεται, εἴπερ μὴ ἑτέρῃ νούσῳ· τῶν δὲ ἠνδρωμέ‐468
45νων γυναικῶν αἱ στεῖραι μᾶλλον ταῦτα πάσχουσιν.470