TLG 0627 033 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: De natura muliebri HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med. De natura muliebri Citation: Section — (line) | ||
t | ΠΕΡΙ ΓΥΝΑΙΚΕΙΗΣ ΦΥΣΙΟΣ. | |
1 | Περὶ δὲ τῆς γυναικείης φύσιος καὶ νοσημάτων τάδε λέγω· μά‐ λιστα μὲν τὸ θεῖον ἐν τοῖσιν ἀνθρώποισιν αἴτιον εἶναι· ἔπειτα αἱ φύσιες τῶν γυναικῶν καὶ χροιαί· αἱ μὲν γὰρ ὑπέρλευκοι, ὑγρότεραί τε καὶ ῥοωδέστεραι, αἱ δὲ μέλαιναι σκληρότεραί τε καὶ στρυφνότε‐ | |
5 | ραι, αἱ δὲ οἰνωπαὶ μέσον τι ἀμφοτέρων ἔχουσιν. Οὕτω δὲ καὶ περὶ τῶν ἡλικιῶν ξυμβαίνει· αἱ μὲν νέαι ὑγρότεραι καὶ πολύαιμοι ὡς ἐπιτοπουλὺ, αἱ δὲ πρεσβύτιδες ξηρότεραι καὶ ὀλίγαιμοι, αἱ δὲ μέσαι μέσον τι ἀμφοτέρων ἔχουσιν. Δεῖ δὲ τὸν ὀρθῶς ταῦτα χειρίζοντα πρῶτον μὲν ἐκ τῶν θείων ἄρχεσθαι, ἔπειτα διαγινώσκειν τάς τε | |
---|---|---|
10 | φύσιας τῶν γυναικῶν καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους οὗ ἂν ᾖ· οἱ μὲν γὰρ τῶν τόπων ψυχροὶ, ῥοώδεες, οἱ δὲ θερμοὶ, ξηροὶ καὶ στάσιμοί εἰσιν. Ἄρχομαι δὲ διδάσκων ἀπὸ τοῦ ὑγροῦ κατὰ φύσιν. | |
2 | Ἢν ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσω καὶ κακίω γίνεται, ἔπειτα ἐξαπίνης ἐκλείπει, καὶ ἡ γαστὴρ ἐπανοι‐ δέει, καὶ οἱ μαζοὶ ξηροὶ γίνονται, καὶ τἄλλα πονήρως ἔχει, καὶ δοκέει ἐν γαστρὶ ἔχειν, καὶ τουτέοισι γνώσῃ ὅτι ὑδεραίνει. Σημαίνει | |
5 | δὲ καὶ ἐν τῷ στόματι τῶν ὑστερέων· ψαυούσῃ γὰρ ἰσχνὸν φαίνεται. Καὶ πῦρ καὶ ὕδωρ αὐτὴν λαμβάνει· ὁκόσῳ δ’ ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας | |
ἴσχει. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ μάλιστα γίνεται, προσγίνεται δὲ καὶ ἐξ ἄλλων. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ θερμῷ, καὶ χλιάσματα | 312 | |
10 | προστιθέναι, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ· φάρμακον χρὴ πῖσαι κάτω· μετὰ δὲ τὸ φάρμακον πυριῇν ἐν τῷ βολβίτῳ τὰς ὑστέρας, ἔπειτα προσθεῖ‐ ναι τὸ ξὺν τῇ κανθαρίδι, διαλιπὼν δὲ ἡμέρας τρεῖς τὸ ξὺν τῇ χολῇ· μίαν δὲ διαλιπὼν τρεῖς ἡμέρας κλυσάτω ἐν τῷ ὄξει. Καὶ ἢν μὲν ἡ γαστὴρ γίνηται λαπαρὴ καὶ οἱ πυρετοὶ πεπαυμένοι ἔωσι καὶ τὰ | |
15 | ἐπιμήνια ἐπιγένηται, τῷ ἀνδρὶ ξυγκοιμάσθω· ἢν δὲ μὴ, αὖθις τὰ αὐτὰ ποιέειν, ἔστ’ ἂν γένηται τὰ ἐπιμήνια, καὶ ἐνίοις προσθετοῖς χρήσθω· μεταξὺ δὲ ἡμέρας πινέτω τοῦ κρήθμου τὸν φλοιὸν καὶ γλυ‐ κυσίδης τοὺς μέλανας κόκκους, καὶ τῆς ἀκτῆς τὸν καρπὸν ἐν οἴνῳ νῆστις, καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ἑφθὰ | |
20 | καὶ ὠμὰ, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω καὶ τοῖσι πουλύποσι καὶ τοῖσιν ἄλλοισι μαλακίοισιν· ἢν δὲ τέκῃ, ὑγιὴς γίνεται. | |
3 | Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ ἔλθωσιν, ἄφωνος ἐξαπίνης γίνε‐ ται, καὶ τοὺς ὀδόντας ξυνερείδει, καὶ ἡ χροιὴ μέλαινα γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα· γίνεται δὲ τὸ τοιοῦτον πά‐ θος παρθένοισι μάλιστα παλαιῇσιν ἐούσῃσι καὶ χήρῃσιν, αἳ νέαι | |
5 | ἐοῦσαι καὶ τοκήεσσαι χηρεύουσιν. Ὁκόταν ὧδε ἔχῃ, τῇ χειρὶ πρώ‐ σας κάτω ἀπὸ τοῦ ἥπατος ἀποδῆσαι ταινίῃ ὑπὸ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διάγων οἶνον εὐωδέστατον ἐγχέαι, καὶ προσέχειν πρὸς τὰς ῥῖνας καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ὑστέρας τὰ εὐώδεα· | |
ἐπὴν δὲ καταφρονήσῃ, πῖσαι φάρμακον κάτω, καὶ μεταπῖσαι γάλα | 314 | |
10 | ὄνου, ἔπειτα πυριῆσαι τὰς ὑστέρας εὐώδεσι, καὶ προστιθέναι τὸ ξὺν τῇ βουπρήστει, τῇ δὲ ὑστεραίῃ νέτωπον· διαλιπὼν δὲ δύο ἡμέρας κλύσαι τὰς ὑστέρας εὐώδεσι· τῇ δὲ ὑστεραίῃ προσθεῖναι τὴν γλή‐ χωνα· διαλιπὼν δὲ μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασι. Ταῦτα ποιέειν τὴν χήρην, ἄριστον δ’ ἐν γαστρὶ σχεῖν· τὴν δὲ παρθένον πεί‐ | |
15 | θειν ξυνοικῆσαι ἀνδρί· πρὸς δὲ τὰς ὑστέρας προσφέρειν μηδὲν, μηδὲ τὸ φάρμακον πίνειν, κόνυζαν δὲ καὶ καστόριον διδόναι ἐν οἴνῳ νήστει, καὶ τὴν κεφαλὴν μὴ ἀλειφέσθω εὐώδεσι, μηδὲ ὀσφραινέσθω. | |
4 | Ἢν προέλθωσιν αἱ μῆτραι καὶ ἐξέλθωσιν ἔξω, πῦρ ἔχει μά‐ λιστα τὰ αἰδοῖα καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει κατ’ ὀλίγον καὶ δάκνεται· ταῦτα πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὕτως ἔχῃ, μύρτα καὶ λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, | |
5 | καταθεὶς ἐς τὴν αἰθρίην, προσχείσθω ὡς ψυχρότατον πρὸς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα πίνουσα ὕδωρ φακῶν καὶ μέλι καὶ ὄξος, ἕως ἂν μεταρθῶσιν αἱ ὑστέραι, ἐμείτω, καὶ τὴν κλί‐ νην πρὸς ποδῶν ὑψηλοτέρην κεῖσθαι, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα τὰ εὐώδεα καὶ ὑπὸ τὰς ῥῖνας τὰ κακώδεα· σιτίοισι δὲ χρήσθω ὡς | |
10 | μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα πινέτω λευκόν· μὴ λουέσθω δὲ μηδὲ μετ’ ἀνδρὸς συγκοιμάσθω. | |
5 | Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρήμναται | |
ὥσπερ ὄσχη, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὁκόταν ὁ χρόνος ἐγγένηται, οὐ θέλουσιν ἐς χώρην ἰέναι· ἡ δὲ νοῦσος λαμβάνει ὁκόταν ἐκ τόκου ἐοῦσα πονήσῃ τὰς ὑστέρας ἢ τῷ | 316 | |
5 | ἀνδρὶ ἐν τῷ λοχίῳ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὕτως ἔχῃ, ψύγματα χρὴ προστιθέναι πρὸς τὰ αἰδοῖα, καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἴνῳ μέλανι ἑψήσας, τούτῳ περιπλύνας, εἴσω ἀπωθέειν, εἶτα μέλι καὶ ῥητίνην μίξας ἐγχεῖν· καὶ κατακείσθω ὑπτίη καὶ ἄνω τοὺς πό‐ δας ἔχουσα ἐκτειναμένη· ἔπειτα σπόγγους ἐπιθεὶς ἀναδῆσαι ἐκ τῶν | |
10 | ἰξύων· ὁκόταν δὲ οὕτως ἔχῃ, σίτων μὲν ἀπεχέσθω, ποτῷ δὲ ὡς ἐλα‐ χίστῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσι· καὶ ἢν μὲν οὕ‐ τως ἐθέλωσιν ἐσιέναι· ἢν δὲ μὴ, ἄκρας περιξέσας καὶ θερμήνας, περιπλύνας τε καὶ χρίσας, καὶ δήσας τὴν γυναῖκα πρὸς κλίμακα, κρούειν τὴν κλίμακα κατὰ κεφαλῆς, καὶ τῇ χειρὶ ἐσωθεῖν τὰς ὑστέ‐ | |
15 | ρας, ἔπειτα ξυνδῆσαι αὐτῆς τὰ σκέλεα ἐπαλλὰξ, καὶ ἐᾷν ἡμέρην καὶ νύκτα οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον κατακλίνας, ἐπὶ τὸ ἰσχίον σικύην προσβάλ‐ λειν ὡς μεγίστην καὶ ἐᾷν χρόνον πουλὺν ἕλκειν· ἐπὴν δὲ ἀφέλῃς, μὴ ἀποσχάζειν, ἀλλὰ κατακλίνας ἔα. Καὶ μὴ πρόσφερε ἄλλο ἢ τὸν χυ‐ | |
20 | λὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ διψῇ, ὕδωρ δίδου ψυ‐ χρὸν ὡς ἐλάχιστον· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω. Ἢν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαράκοντα ἡμέραι παρέλ‐ θωσιν· ἔπειτα ἀνιστάσθω καὶ περιχωρείτω ὡς ἐλάχιστα, καὶ μὴ | |
25 | λουέσθω, καὶ ὑποθυμιήσθω τοῖσι κακώδεσι, καὶ ἐσθιέτω ὀλίγα. | 318 |
6 | Ἢν αἱ μῆτραι ἅψωνται, πρόσκεινται, καὶ ἢν ἅψῃ, ὄψει σκληρὸν ὑπὸ τὸν κενεῶνα, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας, καὶ ἐς τὸ σκέλος ὀδύνη ἐμπίπτει καὶ ἐκτείνειν οὐ δύνανται· πολλάκις δὲ καὶ ἐκπυΐσκονται ἔμμοτοι | |
5 | γενόμεναι, καὶ ῥεόμεναι ἀποθνήσκουσιν, ἢν μὴ καύσῃς ἢ τάμῃς. Ὁκόταν δὲ ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ καὶ πυριῇν, καὶ ὁκόταν νεόλουτος ᾖ ἢ νεοπυρίητος, κελεύειν παραφάσσουσαν ἀφέλκειν τὸ στόμα τῶν ὑστερέων, καὶ ὑποθυμιῇν κα‐ λωνίην σμύρναν ῥόδινον περιχέων. Πινέτω δὲ γλυκυσίδης κόκκους | |
10 | πέντε τοὺς μέλανας, τοῦ καστορίου ξυμμίσγων ἐν οἴνῳ εὐώδει, καὶ κατακείσθω ἐπὶ τοῦ ὑγιέος ἰσχίου, καὶ προσθέσθω βάκκαριν ἢ λευ‐ κὸν ἔλαιον πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ ἐσθιέτω σκόροδα πλεῖστα καὶ ὠμὰ καὶ ἑφθὰ, καὶ τὸν χυλὸν ῥοφείτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω. Ἐπὴν δὲ ἡ ὀδύνη παύσηται, ἀπάξεις ἐπὶ τὸ ὑγιὲς ἰσχίον· | |
15 | ἔπειτα πυριῇν τῷ οὔρῳ, περιπάσσοντα τῆς δάφνης, καὶ ἐκ τῆς πυ‐ ρίης προστιθέναι τὴν κυκλάμινον· τῇ δὲ ὑστεραίῃ λουσαμένη ὑπο‐ θυμιήσθω τοῖσιν ἀρώμασι. Μάλιστα δὲ ἐκ ταύτης ἄτεκνοι γίνονται. | |
7 | Ἢν ὑποπτυχθῇ τὸ στόμα τῶν μητρέων, τὰ ἐπιμήνια οὐκ ἔτι γίνεται· ἢν δὲ ἐγγένηται, ὀλίγα καὶ πονηρά· καὶ τῷ ἀνδρὶ ὁκόταν ξυνίῃ, ἀλγέει, καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, | |
καὶ ἢν ἀφάσσῃ τῷ δακτύλῳ καὶ σκέπτηται τὸ στόμα, οὐ δῆλόν | 320 | |
5 | ἐστιν. Ὁκόταν ὧδε ἔχῃ, πυριῆσθαι τῷ ἀνθρωπίνῳ οὔρῳ· ἐπὴν δὲ πυ‐ ριήσηται, λουσάσθω ἀπὸ τοῦ φακίου· ἔπειτα λουσαμένη πυριήσθω τῷ Αἰγυπτίῳ μύρῳ τὰς ὑστέρας, καὶ ἢν ἐς τὰς ῥῖνας ἀνέλθῃ ἡ ὀδμὴ, ἐλπὶς αὐτὴν ὑγιέα γενέσθαι. Καὶ ὁκόταν μέλλῃ καθεύδειν, προσθέσθω τὸ Αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ αὔριον σκέψασθαι, εἴ τι μᾶλ‐ | |
10 | λον ὤρθωνται· ἔπειτα πυριῇν εὐώδεσι καὶ προστιθέναι ἃ μὴ δήξεται καθαρτήρια, καὶ μετακλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μί‐ σγων· ὅταν δὲ τὰ ἐπιμήνια ἐγγένηται, ἐκνηστεύσασα καὶ ἀλουτή‐ σασα καὶ θυμιησαμένη τῷ ἀνδρὶ συνέστω. Μάλιστα δὲ ἐκ ταύτης τῆς νούσου ἄφοροι γίνονται. | |
8 | Ἢν αἱ μῆτραι πρὸς τὸ ἰσχίον ἐκθέωσι, τά τε ἐμμήνια οὐκ ἐγγίνεται, καὶ ὀδύνη ἐς τὴν νειαίρην γαστέρα φοιτᾷ καὶ ἐς τὸν κε‐ νεῶνα, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, ὄψει τὸ στόμα πρὸς τῷ ἰσχίῳ. Ὅταν ὧδε ἔχῃ, λούειν θερμῷ, καὶ σκόροδα διδόναι ἐσθίειν ὡς | |
5 | πλεῖστα, καὶ γάλα ὄϊος πινέτω ἄκρητον, ἐπειδὰν κατατρώξῃ· ἔπειτα πυριήσας δοῦναι φάρμακον κάτω· ἐπειδὰν δὲ καθαρθῇ, αὖθις πυριῇν τὰς ὑστέρας, τὸ μάραθρον καὶ τὸ ἀψίνθιον ξυμμίσγοντα· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ· ἔπειτα προσθεῖναι τὴν σκίλλην, μετὰ δὲ τοῦτο ξὺν τῷ ναρκισσίνῳ διαλιπών· ἢν δέ σοι | |
10 | δοκέῃ κεκαθάρθαι, νέτωπον προσθέσθαι· τῇ δ’ ὑστεραίῃ ῥόδινον μύ‐ ρον· παύσασθαι δὲ προσθεμένη τῇ προτέρῃ τῶν ἐπιμηνίων· ἄρχεσθαι | |
δὲ τῇ αὔριον, ἐπὴν ἀπολίπῃ. Ἐν δὲ τοῖσιν ἐπιμηνίοισιν ἢν μὲν τὸ αἷμα καταῤῥαγῇ· εἰ δὲ μὴ, πινέτω κανθαρίδας τέσσαρας, ἀποκο‐ λούσασα τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τὴν κεφαλὴν, καὶ γλυκυσίδης | 322 | |
15 | κόκκους πέντε τοὺς μέλανας, καὶ σηπίης ὠὰ, σπέρμα σελίνου ὀλί‐ γον ἐν οἴνῳ· καὶ ἢν ὀδύνη ἔνῃ καὶ ἢν στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαρθῇ ὑπὸ τοῦ πρώτου, αὖθις πινέτω, ἔστ’ ἂν γένηται· ἐπὴν δὲ γένηται, ἀσιτήσασα ξυνέστω τῷ ἀνδρί· ἐν δὲ τῇ καθάρσει τὴν λινόζωστιν | |
20 | ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω. Τῆς δὲ νούσου ἀπαλλάσσεται ἢν ἐν γαστρὶ σχῇ. | |
9 | Ἢν ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ τὰ σκέλεα, καὶ ῥῖγος καὶ ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας ἔχει· ἔστι δ’ ὅτε καὶ πρὸς τὰ σπλάγχνα ἀνέρχεται, καὶ λειποψυχέει· ταῦτα πάσχει ἀρχομένης τῆς νούσου· ὁκόταν δὲ χρόνος ἐγγένηται, τὰ κύλα | |
5 | τοῦ προσώπου ἐξερυθριᾷ. Ὁκόταν ὧδε ἔχῃ, πυριήσας τὰς ὑστέρας προσθεῖναι τὴν κυκλάμινον· πινέτω δὲ τὸ ξὺν τῇ δᾳδὶ, ἔστ’ ἂν τὸ ῥεῦμα κινηθῇ· ἐσαλείφειν δὲ ἐς τὸ στόμα τῶν ὑστερέων στέαρ χή‐ νειον καὶ σμύρναν καὶ ῥητίνην χλιερὴν, καὶ ἐμπλασσέσθω ὡς μά‐ λιστα, καὶ πρὸ τοῦ σιτίου ἐσθιέτω ἑψοῦσα τὴν λινόζωστιν, καὶ σκό‐ | |
10 | ροδα, καὶ πράσα, καὶ κράμβης τὸν χυλὸν ῥοφεέτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω, θαλασσίοισι δὲ μᾶλλον, καὶ λουέσθω θερμῷ· τῶν δὲ λιπαρῶν καὶ τῶν γλυκέων ἀπεχέσθω, ἕως ἂν ὑγιὴς γένηται. | |
10 | Ἢν αἱ μῆτραι φλεγμήνασαι πρησθῶσι, φῦσα ἐγγίνεται, καὶ τὰ ἐπιμήνια λευκὰ ἐπέρχεται φλεγματώδεα· ἔστι δ’ ὅτε καὶ αἷμα λεπτῶν ὑμένων ἔμπλεων· καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, καὶ ὠχρὴ καὶ λεπτὴ γίνεται. Ἐρέσθαι οὖν χρὴ | 324 |
5 | αὐτὴν τὸ ῥέον ἢν δάκνῃ τε καὶ ἐξελκοῖ· καὶ ἢν μὴ δάκνῃ, ἀπὸ τοῦ ἐγκεφάλου φάναι εἶναι τὸ ῥεῦμα· εἰ δ’ οὖν, ἀπὸ τῆς κοιλίης. Ἢν μὲν οὖν ἀπὸ τῆς κοιλίης ᾖ, ἐμείτω ἀπὸ τοῦ φακίου· ἔπειτα ἐλλεβόρῳ καθῆραι, ἔπειτα ἐς τὰς ῥῖνας ἐνεῖναι· ἐπὴν δέ σοι ἡ ἄνω κοιλίη κεκαθάρθαι δοκέῃ, φάρμακον πῖσαι κάτω· σιτίων δὲ ἀπεχέσθω λι‐ | |
10 | παρῶν καὶ γλυκέων· τὰ δὲ δριμέα προσφέρειν ὡς ξύμφορα, ἢν μὴ τὰ αἰδοῖα ἡλκωμένα ἔῃ· ψυχρὰ δὲ ἀμείνω· καὶ λουέσθω ὀλίγῳ, πλὴν μὴ θερμῷ, μηδὲ τὴν κεφαλήν· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ ὑδαρεῖ· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, κλύσαι τῷ χυλῷ τῶν ὀλύνθων, καὶ μετακλύζειν τοῖσι στρυφνοῖσιν. | |
15 | Ἡ δὲ νοῦσος χαλεπή. | |
11 | Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐμμήνια οὐ γίνεται παντά‐ πασιν, ἢ πονηρὰ καὶ ὀλίγα· καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτὴν λαμβάνει· ὁκόταν δέ τι φάγῃ, ἐμέει τὰ σιτία, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ λειποψυχίη ἴσχει· ἡ δὲ γαστὴρ | |
5 | ὁτὲ μὲν σκληρὴ, ὁτὲ δὲ μαλθακή ἐστι, καὶ φυσᾶται, καὶ μεγάλη γίνεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἢν δὲ ἀφασσήσῃ, κενεὸν γίνε‐ ται τὸ πλήρωμα· ταύτῃ μέχρι μὲν δέκα μηνῶν τὸ οἴδημα κατ’ ὀλί‐ γον αὔξεται, οἷόν περ τῇ ἐν γαστρὶ ἐχούσῃ· ἐπὴν δὲ οἱ δέκα μῆνες | |
παρέλθωσιν, ἐμπίπλαται ἡ γαστὴρ καὶ ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξί‐ | 326 | |
10 | σχει, καὶ ἢν ἐσαφάσσῃς τὸν δάκτυλον, εὑρήσεις τὰ στόμα ἰσχνὸν καὶ ξυμπεπτωκὸς τῆς μήτρης· καὶ ἐπ’ οὖν ἐφάνη τὰ ἐπιμήνια ὀλίγα καὶ πονηρὰ, καὶ τὰς κληῗδας καὶ τὸν τράχηλον λεπτύνεται, καὶ οἱ πόδες οἰδέουσιν. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ προστιθέναι πρὸς τὰς ὑστέρας ὁκόσα καθαίρει μὴ δάκνοντα, καὶ | |
15 | μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας, ἴσον τὸ ὄξος μίσγων ὀξύτατον· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸν χυλὸν, ἐπιβάλ‐ λουσα ἄλητον, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω. Ἡ δὲ νοῦσος ἐπικίνδυνός ἐστιν. | |
12 | Ἐρυσίπελας ἢν ἐν τῇσι μήτρῃσιν ἐγγένηται, οἴδημα γίνεται ἀπὸ τῶν ποδῶν ἀρξάμενον ἐς τὰ σκέλεα καὶ τὴν ὀσφύν· ὅσῳ δ’ ἂν πλείων χρόνος γένηται, οἰδέει καὶ ἡ γαστὴρ, καὶ ῥῖγος καὶ πυρε‐ τὸς λαμβάνει καὶ ἀσθένεια· ὑπὸ δὲ τῆς ὀδύνης οὐ δύναται ἡσυχά‐ | |
5 | ζειν, ἀλλὰ ῥίπτει ἑωυτήν. Ἡ δὲ ὀδύνη ἀνέρχεται ἐκ τῆς νειαίρης γαστρὸς ἐς τὰς ἰξύας· ἔπειτα ἄνω ἔρχεται ἐπὶ τὰ ὑποχόνδρια καὶ τὰ στήθεα καὶ τὴν κεφαλὴν, καὶ δοκέει ἀποθανεῖσθαι· ὁκόταν δὲ ἀνῇ, νάρκη λαμβάνει τὰς χεῖρας· ἔστι δ’ ὅτε καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα καὶ τὰς ἰγνύας· καὶ πελία γίνεται, καὶ ὀλίγον ποτὲ | |
10 | χρόνον ῥᾴων δοκέει εἶναι, ἔπειτα αὖθις τὰ αὐτὰ πάσχει, καὶ ὁ χρὼς φλυκταινῶν καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα | |
φύει, καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ὁ φάρυγξ ξηρός. Αὕτη ἡ νοῦσος ἢν μὲν κυούσῃ ἐπιγένηται, ἀποθνήσκει· ἢν δὲ μὴ, μελεδώνῃ ἐκ‐ φυγγάνει. Ὁκόταν ὧδε ἔχῃ, προσφέρειν δεῖ, ἢν ὁ πόνος ἔχῃ, ψύ‐ | 328 | |
15 | γματα, καὶ τὴν γαστέρα ταράσσειν. Καὶ ἢν μὲν ἐν γαστρὶ ἔχῃ, σι‐ τίοισι καὶ ποτοῖσι χρῆσθαι, ὅκως τὸ ἔμβρυον μὴ διαφθείρηται, ἢν δὲ μὴ ὑποχωρέῃ, κλύζειν· ἢν δὲ μὴ ἔχῃ ἐν γαστρὶ, φάρμακον δοῦ‐ ναι πιεῖν, καὶ ὡς ἐλαχίστοισι σιτίοισι χρῆσθαι καὶ ὡς μαλθακω‐ τάτοισι καὶ ψυχροῖσι, καὶ τὴν λινόζωστιν ἐσθιέτω καὶ τὴν ἀκτὴν, | |
20 | καὶ μήτε ἁλυκὰ μήτε λιπαρὰ μήτε δριμέα, οἷον ὀρίγανον ἢ θύμον ἢ πήγανον. Ἐπὴν δὲ τὸ πῦρ ἀφῇ καὶ τὸ πνίγμα, καὶ μὴ καταστῇ τὸ οἴδημα, φάρμακον ἰσχυρότερον μεταπῖσαι κάτω. Τὴν δὲ νοῦσον ὀλίγαι διαφεύγουσιν. | |
13 | Ἢν αἱ μῆτραι παρὰ φύσιν χάνωσι, τὰ ἐπιμήνια πλέω τοῦ δέοντος ἔρχεται καὶ γλισχρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμέ‐ νει, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, εὑρήσεις κεχηνὸς τὸ στόμα, καὶ πῦρ, καὶ ῥῖγος, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας. | |
5 | Αὕτη ἡ νοῦσος λαμβάνει ἐκ ῥόου αἱματώδεος· γίνεται δὲ ὁκόταν τὰ καταμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Κἂν ἡ ὀδύνη μάλιστα ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πυριῇν τὰς ὑστέρας, καὶ πῖσαι φάρ‐ μακον κάτω, καὶ προστιθέναι ὁκόσα μὴ δήξεται, καὶ κλύζειν μετὰ τὰ προσθετὰ στρυφνοῖσι, καὶ λούεσθαι ὡς ἥκιστα· σιτίοισι δὲ ὡς | |
10 | ξηροτάτοισι χρέεσθαι· ἢν δὲ ταῦτα ποιέουσα ὑγιὴς μὴ γένηται, φάρμακον πῖσαι, ὑφ’ οὗ ἄνω καὶ κάτω καθαρεῖται· ὁκόταν τὰ ἐπι‐ μήνια κινέηται, καὶ ὁκόταν παύηται, διαιτᾷν τὸν αὐτὸν τρόπον. | |
Ἡ δὲ νοῦσος θανατώδης. | 330 | |
14 | Ἢν αἱ μῆτραι ἐς τὸ μέσον τῶν ἰξύων ὦσιν, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰ σκέλεα ὕστερον, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἐγγίνονται ὀξύτεραι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης, καὶ τὸ οὖρον στάζει, καὶ λειποψυχέει. Ὁκόταν ὧδε ἔχῃ, αὐλίσκον | |
5 | προσδήσας πρὸς κύστιν, φυσῆσαι τὰς ὑστέρας, καὶ πυριῆσαι ἢ λοῦσαι πολλῷ θερμῷ, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, φάκιον προπί‐ σας, φάρμακον πῖσαι ἄνω, ὑφ’ οὗ ἡ κοιλίη οὐ κινηθήσεται. Ἐπὴν δὲ αἱ ὑστέραι καταστῶσιν ἐς χώρην, φάρμακον πῖσαι κάτω καὶ γάλα | |
10 | μεταπῖσαι· ἔπειτα πυριήσας τὰς ὑστέρας οἴνῳ, τὰ σὺν τῇ δάφνῃ ἐμβάλλειν, καὶ προστιθέναι ἃ μὴ δήξεται, ξυμμίσγων τὸ ὄξος· ἔπειτα ὑποθυμιῇν τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ καὶ χωλαὶ ἐκ ταύ‐ της τῆς νούσου γίνονται. | |
15 | Ὁκόταν δὲ ῥόος λευκὸς ἐγγένηται, οἷον ὄνου οὖρον φαίνεται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶ‐ νας, καὶ οἰδήματα τῶν τε σκελέων καὶ τῶν χειρῶν, καὶ τὰ κύλα αἴρεται, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ, καὶ ἡ χροιὴ ἰκτερώδης καὶ λευκὴ | |
5 | γίνεται, καὶ ὁκόταν πορεύηται, ἀσθμαίνει. Ἡ δὲ νοῦσος γίνεται, ἢν φύσει ἐοῦσα φλεγματώδης πυρεταίνῃ, καὶ χολὴ κινηθεῖσα μὴ κα‐ θαρθῇ· ἢν μὲν οὖν ἡ κοιλίη ᾖ ὀξέη, διάῤῥοιαι γίνονται· ἢν δὲ ἐπὶ τὰς | |
ὑστέρας τράπηται, ῥόος γίνεται. Ταύτην ἐπὴν ῥόος ἔχῃ, τρίβων μή‐ κωνος λευκῆς τὸ λέπυρον, τὸ ἴσον τῆς πυῤῥᾶς, ἀκάνθης τὸν καρπὸν | 332 | |
10 | τρίβων ἐν οἴνῳ κεκρημένῳ, ἄλφιτα ἐπιβαλὼν ποταίνια πινέτω· ἢν δὲ θέλῃς, σίδην ἐς σποδὸν ἐγκρύψασα, ἐν οἴνῳ πινέτω, ἄλφιτον ἴσον καὶ ἄλητον ἐπιβαλών· ὡς ἥκιστα δὲ λουέσθω· σιτίοισι δὲ χρήσθω ὡς ξηροτάτοισι καὶ ψυχροῖσιν· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, φάρμα‐ κον πῖσαι, ὑφ’ οὗ τὰ ἄνω καθαίρεται, καὶ γάλα ὄνειον πινέτω· | |
15 | ἐπὴν δὲ τὰ κάτω καθαρθῇ, βόειον γάλα πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας, ἢν δύνηται, καὶ ἐξαιθριάσασα ἄκρητον, μίσγουσα ὕδατι τὸ τέταρτον μέρος· ἑσπέρης δὲ ἐπὴν ἐκπίῃ, ῥοφείτω χόνδρον· ἐπὴν δὲ γένηται δεκαταίη, ἀφαιρέειν τοῦ γάλακτος τὴν δεκάτην μοίρην καὶ τοῦ ὕδατος· ὅσον δ’ ἂν ἀφέλῃς, τοσοῦτον χλιεροῦ ἄρτι ἠμελγμέ‐ | |
20 | νου πινέτω τὴν μοίρην, τὴν δὲ αὔριον δύο μοίρας, ὡς ἐν τῇσι δέκα μοίρῃσιν εἶναι ἀντὶ κεκρημένου ἄκρητον, καὶ ἐπὶ δέκα ἡμέρας πί‐ νειν ἀφαιρέων τὸ δέκατον μέρος, καὶ τοῦ ῥοφήματος προστιθέσθω πλεῖον· ἐπὴν δὲ γένηται εἰκοσταίη, [ἀφαιρέειν τοῦ ἀκρήτου μοίρην ἐπὶ δέκα ἡμέρας· ἐπὴν δὲ γένηται τριακοσταίη,] πίνουσα τὴν δεκά‐ | |
25 | την μοίρην τοῦ γάλακτος, ὑποχέων τρίτην ὕδατος μοίρην, πινέτω δέκα ἡμέρας, καὶ σιτίοισι χρήσθω· καὶ οὕτω γίνονται αἱ ξύμπασαι ἡμέραι τεσσαράκοντα. | |
16 | Ἕτερος ῥόος· ἐπὴν διαβάλῃ τοὺς τόκους φύσει εὔτοκος | |
ἐοῦσα, τὸ μὲν πρῶτον ἐπιλείπει τὰ ἐμμήνια, ἢ γίνεται ἐλάσσω, καὶ τὸν χρόνον ὑπερβάλλει ἐν ᾧ ἐγίνετο πρόσθεν· ἔπειτα ἐξαπίνης ἐγέ‐ νετο πολλὰ καὶ καθαρὰ καὶ ἰσχυρά· καὶ ἢν μέν οἱ ἅπαξ γενόμενα | 334 | |
5 | ἔῃ, τὸ λοιπὸν κατὰ λόγον ἐν γαστρὶ ἴσχει· ἢν δὲ μὴ, τὸ μὲν πρῶ‐ τον γίνεται καὶ δεύτερον καὶ τρίτον τοῦ μηνός· ἔπειτα τελευτήσει ἐξ ἑωυτοῦ ὁ ῥόος, καὶ ὠχρή τε καὶ λεπτὴ γίνεται. Ὅταν ὧδε γένη‐ ται, φάρμακον χρὴ πιπίσκειν καὶ ἄνω καὶ κάτω, καὶ γάλα μεταπι‐ πίσκειν ὄνειον ἢ ὀῤῥόν· ἔπειτα μετὰ ταῦτα πυριήσαντα καθῆραι τὰς | |
10 | ὑστέρας φαρμάκῳ ὃ μὴ δήξεται, ἔπειτα κλύσαι τῷ σὺν τῷ ὄξει· ἔπειτα ὑποθυμιῆσαι τοῖσιν ἀρώμασι. Ποιέειν δὲ ταῦτα, ὅκως τῇ προτέρῃ τῶν ἐπιμηνίων ᾖ πεποιημένα· καὶ μὴ γένηται ἀλουτοῦσα καὶ ἀσιτοῦσα· κυκεῶνα ἄναλτον παχὺν πίνουσα ὑποθυμιήσθω τοῖσιν ἀρώμασι, νέτωπον περιχέασα καὶ μύρον ῥόδινον· ἔπειτα τῷ ἀνδρὶ | |
15 | ξυνίτω. | |
17 | Ἢν αἱ κοτυληδόνες φλέγματος περίπλεαι γένωνται, τὰ μὲν ἐπιμήνια γίνεται, καὶ ἐν γαστρὶ ἴσχει, διαφθείρει δὲ, ἐπὴν ἰσχυρό‐ τερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ δύναται ἴσχειν, ἀλλ’ ἀποῤῥήγνυ‐ ται. Γνοίης δὲ ὧδε· ὑγρὴ γίνεται, καὶ ἀποῤῥέει μυξῶδες καὶ γλί‐ | |
5 | σχρον, καὶ οὐ δάκνει, καὶ τοῖσιν ἐμμηνίοισιν, ἐπὴν παύσηται τοῦ ῥεύματος, καὶ δύο ἡμερέων καὶ τριῶν μύξαι ἔρχονται ἀπὸ τῶν ὑστερέων. Ταύτην δεῖ κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ δὶς ἢ τρὶς μετακλύσας στρυφνοῖσι τὸ λοιπὸν προστιθέναι, ὑφ’ οὗ καθαίρεται φλέγμα, καὶ τὰ μαλθακὰ πυριῇν, καὶ κλύζειν μετὰ τὰ προσθετὰ, | |
10 | ἴσον τὸ ὄξος μίσγων, καὶ ὑποθυμιῇν ἐν τοῖσιν ἐπιμηνίοισι τοῖσιν ἀρώμασι· ἔπειτα δὲ ἀσιτέουσα καὶ ἀλουτέουσα συνευναζέσθω τῷ ἀνδρί. | 336 |
18 | Ὁκόταν τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει ἐπικεῖσθαί οἱ βάρος, καὶ τὰς ἰξύας πονέει καὶ τοὺς κενεῶνας· ὁκόταν δὲ πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνί‐ γουσι, καὶ ἐμεῖ πυκινὰ ὀξέα, καὶ ἐπὴν ἀπεμέσῃ, ῥήϊον ἴσχει ὀλίγον | |
5 | χρόνον· ἡ δὲ ὀδύνη καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον φοιτᾷ. Ἐπὴν μὲν λίην προσεστήκῃ, χλιάσματα προστιθέναι, καὶ ὑποθυ‐ μιῇν κακώδεα, καὶ πίνειν διδόναι τὸν κάστορα καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω, ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἐπὴν δὲ παύσωνται αἱ ὀδύναι, φάρμακον δοῦναι πιεῖν, καὶ | |
10 | μεταπιπίσκειν γάλα ὄνου· ἔπειτα διδόναι χυμὸν, ἀφ’ οὗ ἐμεῖται, καὶ πρὸς τὰς ῥῖνας προστιθέναι· ἐπὴν δὲ καθήρῃς, πυριήσας τὰς ὑστέρας τοῖσι ξὺν τῇ δάφνῃ, προσθεῖναι τὸ ξὺν τῇ ναρκίσσῳ· τρὶς δὲ διαλιπὼν πυρίης, προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι· τῇ δὲ ὑστε‐ ραίῃ στέαρ χήνειον· ἔπειτα διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τῷ ξὺν | |
15 | τῷ ὄξει. Ἐν δὲ τοῖσι καθαρμοῖσιν ἐσθιέτω τὴν λινόζωστιν πρὸ τῶν σιτίων, καὶ σιτίοισι μαλθακωτάτοισι χρήσθω, καὶ τὰ δριμέα τρω‐ γέτω, καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης. Ἢν δὲ μὴ γίνηται τὰ ἐπιμήνια, ταῦτα ποιήσαντα ἐν τῷ δέοντι χρόνῳ, πῖσαι κανθαρίδας, καὶ ἐπὴν γένηται, νηστεύσασα καὶ ἀλουτήσασα καὶ ὑποθυμιήσασα, | |
20 | πρὸς τὸν ἄνδρα ἴτω. | |
19 | Ὁκόταν ἐν γαστρὶ ἔχουσα διαφθείρῃ τὸ ἔμβρυον μηνιαῖον καὶ διμηνιαῖον, καὶ ἐκφέρειν μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γίνηται, ταύτην χρὴ καθήραντα καὶ τὰς ὑστέρας τὸ σῶμα παχῦ‐ ναι· οὐ γὰρ δυνήσεται πρότερον διενέγκαι, ἔστ’ ἂν αὐτῆς παχεῖαι | 338 |
5 | γένωνται αἱ ὑστέραι καὶ ἰσχύσωσιν. | |
20 | Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον πουλὺ καὶ παχὺ ἀποπιέζει τὰς ὑστέρας, καὶ τὴν γονὴν οὐκ εἰσδέχεται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὅ τι καθαίρει αὐτὰς καὶ | |
5 | φύσας οὐκ ἐμποιεῖ. | |
21 | Ἢν δὲ τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τὸν δάκτυλον παρεισάγων, γνώσῃ, καὶ ἐπὴν πρὸς τὸ ἰσχίον ἔωσιν ἀπεστραμμέναι. Ὅταν ὧδε ἔχῃ, μηδὲν προσφέρειν δεινόν· ἢν γὰρ ἐξελκώσῃς τὸ στόμα, ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον | |
5 | γενέσθαι· ἀλλὰ προστιθέναι ἃ μὴ δάκνει, ὑφ’ ὧν καθαίρεται. | |
22 | Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν ἐθέλῃς καθῆραι, καὶ ᾖ χολώδης ἢ φλεγματώδης, γνώσῃ τῷδε ὁκότερον ἂν ᾖ μᾶλλον· ψάμ‐ μον ὑποβάλλων, ἐπὴν τὰ ἐπιμήνια γένηται, ἐν τῷ ἡλίῳ ἐπιχέας τὸ αἷμα, ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπάνω τῆς ψάμμου | |
5 | ἔσται τὸ αἷμα ὠχρὸν, ἢν δὲ φλεγματώδης, οἷον μύξα· καὶ δὴ ὁκό‐ | |
τερον ἂν ἔῃ καθήρας κάτω, πρὸς τὰς ὑστέρας προσθεῖναι προσθετά. | 340 | |
23 | Ἢν τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται, ἢν μὲν ὑπὸ πόνου ᾖ, πρῶτον μὲν τὴν κοιλίην καθῆραι κάτω, ἔπειτα προσθεῖναι, ὑφ’ οὗ αἷμα καθαίρεται ἐκ τῶν ὑστερέων· ἔπειτα διαλιπὼν ἡμέρην μίην ἢ δύο, ὑφ’ οὗ αἷμα καθαίρεται προσθεῖναι· τὸν δὲ ἄλλον χρόνον | |
5 | τὸν φλοιὸν πινέτω τοῦ κρήθμου ἐν οἴνῳ τρίψασα. | |
24 | Ἢν ὑγρότερον τοῦ καιροῦ τὸ στόμα τῶν ὑστερέων ᾖ, προσ‐ τιθέναι τὰ δριμέα, ὅκως δηχθῇ, καὶ φλεγμῆναν σκληρὸν γένηται. Ἢν δὲ σκιῤῥωθῇ, τὰ δριμέα προσφέρειν· δάκνοντα γὰρ διαχεῖ τὸν ἰχῶρα· ἔπειτα μαλθακὰ προστιθέναι· ἐς δὲ τἄλλα νουσήματα ὡς | |
5 | ἥκιστα προστιθέναι. | |
25 | Ἢν ἐς τὸ ἰσχίον λεχοῖ καταστηρίξωσιν αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα, προστίθεσθαι χρὴ πρὸς τὸ ὑγιὲς ἰσχίον ἔλαιον Αἰγύπτιον λευκὸν ἢ βακκάριον, καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω, καὶ πινέτω γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ὅσον | |
5 | χηραμίδα, καὶ κάστορος ὅσον κύαμον ἐν οἴνῳ· ἔπειτα λουσαμένη θυμιήσθω, καὶ τοῖσι πότοισι καὶ σιτίοισι χρήσθω μαλθακοῖσι, καὶ λινοζώστει, καὶ τοῖσι δριμέσι πᾶσι χωρὶς ῥαφάνου καὶ κρομμύων. | |
26 | Ὁκόταν πνίγωσιν αἱ ὑστέραι, ὑποθυμιῇν χρὴ τὰ κακώδεα πάντα ὑπὸ τὰς ῥῖνας, ἄσφαλτον, θεῖον, κέρας, ἐλλύχνιον, φώκης | |
ἔλαιον, καστόριον· ὑπὸ δὲ τὰ αἰδοῖα τὰ εὐώδεα. | 342 | |
27 | Ἢν δὲ λεχοῖ αἱ ὑστέραι φλεγμήνωσι, πίμπραται καὶ πνὶξ ἔχει. Ὁκόταν ὧδε ἔχῃ, παρατείνας ὀθόνιον βρύα θαλάσσια λεπτὰ καταπλάσσειν· ἔπειτα ὠμήλυσιν καὶ σποδὸν κληματίνην καὶ λίνου σπέρμα, ὄξος καὶ ἔλαιον ἐπιχέας, ἑψεῖν ἕως ἂν οἷόν περ σταῖς γέ‐ | |
5 | νηται· ἔπειτα καταπλάσαι, ἢν θερμοτέρῳ δύνηται ἀνέχεσθαι, τὴν νείαιραν γαστέρα. | |
28 | Ἢν δὲ πεπήγωσι, φακοὺς ἑψήσας ἐν ὄξει καὶ ἡδυόσμῳ πολλῷ, ἕλκειν τὴν ἀτμίδα ἐς τὸ στόμα καὶ τὰς ῥῖνας προσίσχειν, καὶ τὰ κακώδεα ὑποθυμιῇν, καὶ λινόζωστιν ἐσθίειν· καὶ ἐν τῷ χυλῷ ἄλητον ἑφθὸν ῥοφείτω· ὅτι τάχιστά τε καὶ πρὶν ἢ τὴν ὀδύνην | |
5 | ἔχειν, πρότερον χρὴ διδόναι τῶν φαρμάκων ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης· καὶ σιτία διαχωρητικὰ προσφερέσθω· ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύσαι. | |
29 | Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ μῆτραι, στρύχνου χυλὸν ἐγχέαι ἐς τὰ αἰδοῖα, καὶ ἐπὴν οὗτος θερμὸς γένηται, ἕτερον ἐγχεῖν· ἢν δὲ μὴ ᾖ, σχίνου ἢ ῥάμνου ἢ τεύτλου. Ἕτερον· κολοκύντης χυλὸν ἐκπιέσας ἔγχεον, καὶ αὐτῆς τὸ ἐν μέσῳ τὸ ἁπαλώτατον περιξύσας | |
5 | μακρὸν ἔνθες. Ὕστερον ὕδατι ψιμύθιον τρίβων, ἐν εἰρίῳ ἀνασπογ‐ γίζων, πρόσθες· ἢν δὲ φρίσσῃ, ἀφαιρέειν. Ἢν γυνὴ ἀσθενέῃ ἀπὸ | |
ὑστερέων, καὶ χολαὶ αὐτὴν πνίγωσι, καὶ δέῃ αὐτὴν καθῆραι κούφως καὶ τῆς ὀδύνης παῦσαι, πευκεδάνου ὀπὸν ὅσον τρεῖς κυάθους δίδου πίνειν. | 344 | |
30 | Ἢν ἐν τῇ ὀσφύϊ αἱ ὑστέραι ἔωσιν ἢ ἐν τῷ κενεῶνι, ἢν θέλῃς μετακινῆσαι, τρίψας θεῖον καὶ ἄσφαλτον, μέλι ἑφθὸν παραχέας, καὶ ποιήσας βάλανον παχείην, ἐς τὴν ἕδρην ἔνθες· καὶ ἐκ τῶν ὑστε‐ ρέων ἢν ξηραὶ γένωνται, τὰ αὐτὰ προσθεῖναι ὡς τάχιστα. | |
31 | Γυναικὶ ὅταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίσχωσι καὶ οἱ βουβῶνες σκληροὶ γένωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι ἄρχεται. Ὅταν οὕτως ἔχῃ, σικύης χρὴ τὸ ἔσω τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνιεὶς ἐς | |
5 | τὴν ἕδρην, ἔα καθαίρεσθαι. | |
32 | Ὁκόταν δὲ γυναικὶ διδῷς φάρμακον, παράμισγε τῷ φαρ‐ μάκῳ ὅσα ὑστέρας καθαίρει καὶ ὅσα ἐλαύνει. Ἕτερα ποτὰ καὶ προσθετὰ, δυνάμενα χόριον ἐξάγειν καὶ ἐπιμήνια κατασπάσαι· καν‐ θαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τοὺς πόδας καὶ τὴν κεφαλήν· | |
5 | ἔπειτα τριβόλους παραθαλασσίους σὺν τῇ ῥίζῃ τρίψας ὅσον κόγχην, καὶ τοῦ ἀνθέμου τοῦ χλωροῦ τὸ ἴσον τρίψας, σελίνου σπέρμα ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα, ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ δίδου πιεῖν. Καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητα | |
ὑδαρέα πινέτω. Ἕτερον· βατραχίου τῶν φύλλων καὶ τοῦ ἄνθεος τε‐ | 346 | |
10 | τριμμένου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πιεῖν· ἐπὴν δὲ ἡ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας διδόναι πιεῖν, καὶ ὁκόταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθεζέσθω. Ἕτερον· ἀδιάντου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἴνῳ λευκῷ ἴσον ἴσῳ κεράσας δίδου πίνειν. Ἕτερον· λευκοΐου καρπὸν | |
15 | ὅσον τοῖσι τρισὶ δακτύλοις λαβὼν, ἐν οἴνῳ λευκῷ τὸν αὐτὸν τρόπον κεράσας, δοῦναι πίνειν. Ἕτερον· λευκοΐου ῥίζαν τοῦ μέλανος ἐν οἴνῳ τὸν αὐτὸν τρόπον χρήσθω. Ἕτερον· κρινάνθεμον τὸ ἐπὶ τῶν οἰκιῶν φυόμενον τὸν αὐτὸν τρόπον πῖσαι. Ἕτερον· τῆς ἀγχούσης τὰ φύλλα ὅσον δύο δραχμίδας ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι ἴσῳ πῖσαι. | |
20 | Ἕτερον· χαμαιλέοντος τὴν ῥίζαν ξύσας ὅσον ἐλλεβόρου πόσιν ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι πῖσαι. Ἕτερον· κράμβης καὶ πράσου χυ‐ λὸν ἑκατέρου μίξας, ὀπὸν σιλφίου ὅσον τρία ἡμιωβόλια, οἴνῳ ἴσῳ μίξας λευκῷ πῖσαι. Ἕτερον· ἐλαίας λευκὰς πρόσθεν ἢ ἔλαιον εἶναι κατακνήσας ξήρανον· ἔπειτα κόψας καὶ σήσας ἐν οἴνῳ ἐπιβαλὼν | |
25 | διδόναι πίνειν. Τοῦτο καὶ ἐπιμήνια κατασπᾷ καὶ χόριον ἐξελάσει. Δικτάμνου κρητικοῦ ὅσον ὀβολὸν, ἐν ὕδατι πιεῖν. Χόριον ἢν μὴ δύ‐ νασαι ἐκβαλεῖν πιπίσκων, προπυριήσας τῇ ἀκτῇ, χυλῷ ἑφθῷ πυρίην ἐμβαλὼν, τὴν κανθαρίδα προστιθέναι· τοῦτο καὶ τὸ ἔμβρυον ἐξε‐ | |
λαύνει· ὁκόταν δὲ δάκνῃ, ἀφαιρευμένη, ἐς ῥόδινον μύρον ἐμβά‐ | 348 | |
30 | πτουσα, προστιθέσθω, ἔστ’ ἂν ἀποφύγῃ. Ἕτερον· αἰγείρου κρη‐ τικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ διδόναι πίνειν· τουτέῳ καὶ ἀπολύσασθαι, ἢν δυστοκέῃ. Ἕτερον· κονύζης ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον ξυμμίξας ὅσον χηραμίδα, ταῦτα ἐν οἴνῳ δίδου πίνειν. Ἐπιμήνια κατασπᾷ. Πευκέδανον καὶ πάνακες | |
35 | καὶ γλυκυσίδης ῥίζαν ἐν οἴνῳ δίδου πίνειν. Ἔμβρυον ἐκβάλλει τε‐ θνεὸς καὶ τὰ ὕστερα. Τοῦ ἴου καὶ τῆς ἀνδράχνης τὸν καρπὸν, ταῦτα μίξας, λεῖα κόψας, δίδου ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἐπιμήνια κατα‐ σπᾷ. Λευκοΐου τὸν καρπὸν ὅσον τρισὶ δακτύλοισι, καὶ αἰγὸς σπυρά‐ θους ὅσον πέντε ἢ ἓξ ξυμμίξας οἴνῳ εὐωδεστάτῳ, προπυριήσας, ἐς | |
40 | ὕδωρ καὶ ἔλαιον τὴν πυρίην ἐμβαλὼν, πυριῇν δὲ ἐπὶ δίφρου· ἐπὴν δὲ πυριήσῃς, δοῦναι πιεῖν, καὶ ὡς τάχιστα λούσαντα κατακλῖναι· δοῦναι δὲ φαγεῖν κράμβην, καὶ τοῦ χυλοῦ ῥοφῇν. Ἕτερον· λευ‐ κοΐου τὸν καρπὸν ὅσον τοῖς τρισὶ δακτύλοισιν ἐν οἴνῳ δοῦναι πιεῖν, καὶ καθήσθω ἐν ὕδατι θερμῷ· ἢν δὲ μὴ ἔχῃ, μαράθρου ῥίζας κλά‐ | |
45 | σας, ἐν μελικρήτῳ χλιερῷ ἀποβρέχων, δίδου. Ἕτερον· μελίης ὅσον κόκκους δέκα ἐν οἴνῳ δοῦναι πιεῖν. Τοῦτο ἀγαθὸν ἐπὶ παντὸς ἀλ‐ γήματος ὑστερέων, καὶ σφόδρα διουρητικόν. Ἕτερον· ὀπὸν σιλφίου ὅσον ὄροβον, καὶ καρδάμου καρπὸν τρίψας λεῖα καὶ ξυμμίξας ἐν οἴνῳ, ἢ ἐν κυνὸς γάλακτι, δίδου πιεῖν. Τοῦτο καὶ ἔμβρυον ἐξελαύνει. | |
32(50) | Ἐκβόλιον· βατράχιον καὶ ἐλατηρίου μικρὸν μίξας ἐν ὄξει εὔκρατον πῖσαι. Ἐπὶ τοῦ αὐτοῦ· κράμβης καυλὸν ἁπαλὸν, τὸ ἄκρον χρίσας νετώπῳ, τύψαι. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται· τερμίνθου καρπὸν τρίψας ἐν οἴνῳ καὶ ὕδατι διεὶς καὶ διηθήσας διδόναι νήστει πιεῖν, καὶ θερμῷ λουέσθω. Ἐμμήνια κινεῖν· φοινικικοὺς κόκκους ἐν οἴνῳ | 350 |
55 | νήστει διδόναι πίνειν. Λοχεῖα καθαίρειν· μαράθρου καρπὸν καὶ κρη‐ θμοῦ τὸν φλοιὸν καὶ λιβανωτὸν ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον· δᾷδα ὡς πιοτάτην ἐν οἴνῳ ἑψήσας, καὶ γλυκυσίδης κόκκους πέντε τρίψας ἐν οἴνῳ, ὅσον τεταρτημόριον κοτύλης δοῦναι πιεῖν. Ἕτερον· λινοζώστιος τὸν καρπὸν καὶ τὰ φύλλα ἐν οἴνῳ δοῦναι πιεῖν. Ἕτε‐ | |
60 | ρον· γλυκυσίδης τοὺς μέλανας κόκκους ὅσον πέντε καὶ ὠὰ σηπίης δοῦναι πίνειν ἐν οἴνῳ. Λεχοῖ πάσῃ· ἐρύσιμον καὶ ἄλφιτον, ἔλαιον παραχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφείτω, καὶ σιτίοισιν ὡς μαλακωτάτοισι χρήσθω. Ἕτερον· σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ ἐν εἰ‐ ρίῳ ἀνασπογγίσας προσθεῖναι. Ἕτερον· λινοζώστιος φύλλα τρίψας, | |
65 | ἐν ῥάκει προσθεῖναι. Ἕτερον· τὴν ποίην τὴν ἀρτεμισίην τρίψας καὶ μύρῳ ῥοδίνῳ δεύσας προσθεῖναι. Ἕτερον· τὴν λευκὴν ῥίζαν λείην κόψας ῥοδίνῳ μύρῳ δεύσας προσθεῖναι. Ἕτερον· τῆς γλυκυ‐ σίδης μέλιτι δεύσας καὶ μύρῳ ῥοδίνῳ καὶ Αἰγυπτίῳ ἐν ἐρίῳ προσθεῖ‐ | |
ναι. Ἕτερον· ἄλητον ἄπλυτον τὸν αὐτὸν τρόπον προστιθέναι. | 352 | |
70 | Ἕτερον· αἰρῶν ἄλευρον καὶ πύρινα ἅμα μέλιτι φυρήσας ἐν εἰρίῳ προστιθέναι. Καθαρτήριον ἐπιμηνίων καὶ λοχείων, καὶ ὕδωρ ἄγει· στρουθίου ῥίζης λείου κεκομμένου ὅσον τοῖσι τρισὶ δακτύλοισι μέλιτι δεύσας προσθεῖναι· φύεται δὲ ἐν Ἄνδρῳ ἐν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον· ὑστέρας ἀποκαθῆραι· λινοζώστιος κεκομμένης καὶ σικύης | |
75 | ὀλίγον τρίψας, ἐν οἴνῳ καὶ μέλιτι δεύσας προστιθέναι. Ἕτερον· λαγωοῦ τρίχας κατακαύσας καὶ τρίψας ἐν οἴνῳ καὶ μέλιτι δεύσας ἑφθῷ καὶ ὕδατι δοῦναι πιεῖν, καὶ τῷ θερμῷ λουέσθω. Τόκου καθαρ‐ τήριον· κρίθην ἐρείξας, ὅσον ἥμισυ ἡμιχοινικίου, ἑψεῖν ἐν ὕδατος κοτύλαις τέσσαρσιν· ὁκόταν δὲ ζέσῃ, δοῦναι δὶς ἢ τρὶς ῥοφῆσαι. | |
80 | Λοχεῖα καθῆραι· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας, ἐπιχέας ἔλαιον, δοῦναι πιεῖν· ἐσθιέτω δὲ καὶ κράμβας ἑφθὰς καὶ πράσα. Καθαρτή‐ ριον ὑστερέων· τοῦ ῥοῦ τὰ φύλλα καὶ τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι, καὶ ἐρύσιμον λεῖον ποιήσας ἐν οἴνῳ, ἄλφιτα ἐπιβαλὼν, δοῦ‐ ναι πιεῖν. Ἕτερον· μίσυος ὅσον δύο ὀβολοὺς τρίψας ἐν οἴνῳ καὶ | |
85 | φυρήσας προσθεῖναι. Ἕτερον· λίνου καρπὸν τρίψας ἐν οἴνῳ φυρή‐ σας προσθεῖναι. Ἕτερον· τριφύλλου τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦ‐ ναι. Ἢν ἐς τὴν ὀσφῦν ὑστέραι καταστηρίξωσιν, ἐσθιέτω πουλύποδας ἑφθοὺς καὶ ὀπτοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὡς πλεῖστον. Ἕτερα ποτὰ καὶ προσθετὰ καθαρτήρια· ῥοῦν τὴν ἐρυθρὴν | |
90 | καὶ γίγαρτα ἑψήσας ἐν ὕδατι, τοῦ σιτανίου ἐμβαλὼν ἐπὶ τὸ ὕδωρ δίδου πίνειν. Ἕτερον· ἄλητον ἐφ’ ὕδωρ ἐμβαλὼν, δίδου πιεῖν. Ἕτερον· μόρα τὰ ἀπὸ τοῦ βάτου ξηρήνας καὶ τρίψας λεῖα καὶ ἄλ‐ φιτα ποταίνια ἀναμίξας ὅσον ὀξύβαφον ἀμφοτέρων ἐν οἴνῳ εὐώδει καὶ ὑδαρεῖ πινέτω. Ἕτερον τὴν γῆν τὴν μέλαιναν τὴν Σαμίην ἐν ὕδατι | 354 |
95 | τρίψας ὅσον ἀστράγαλον δίδου πιεῖν. Ἕτερον· ὑποκιστίδος ἐν οἴνῳ διδόναι πιεῖν. Ἕτερον· σίδας οἰνώδεας ἐκχυλώσας, ἄλφιτα φυρή‐ σας τῷ χυλῷ, ξήρηνον· ἔπειτα τρίψας ἐν οἴνῳ λεῖον, δίδου πιεῖν. Ἕτερον· μύρτων μελαινῶν τὸν καρπὸν τρίψας, διεὶς ἐν ὕδατι, ἄλ‐ φιτα ἐπιβαλὼν, δίδου πίνειν. Ἕτερον· ῥοιὴν γλυκείην ὀπτήσας, | |
32(100) | ὁλκὴν τρίψας ἐν οἴνῳ δίδου πίνειν. Ἕτερον· πυροὺς καὶ κάγχρυας τρίψας, φρύξας τε καὶ ἄλητα ποιήσας, ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ἕτερον· ῥοιῆς γλυκείης τὰ εἴσω ξυμμίξας ἴσῳ ὕδατι, δίδου πίνειν. Ἕτερον· κώνειον ὅσον τοῖσι τρισὶ δακτύλοισιν ἐν ὕδατι δίδου πί‐ νειν. Ἕτερον· ἀλήτου σιτανίου καὶ γύψου τὸ ἴσον μίξας ἐν ὕδατι | |
105 | δίδου πίνειν. Ἕτερον· ῥοιῆς γλυκείης τὸν φλοιὸν καὶ σίδια ἐν οἴνῳ δίδου πίνειν. Ἢν αἷμα ἐξ ὑστερέων ῥέῃ, ἄγνου φύλλα ἐν οἴνῳ μέ‐ λανι δίδου πιεῖν. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζην ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερα ποτὰ ὑστερέων· κεδρίδας, σέσελι, κύμινον Αἰθιοπι‐ κὸν, κασίης καρπὸν, ἀρκευθίδας, κεγχρίδας, ἐχινίδας, μελάνθιον, | |
110 | δαύκου ῥίζην καὶ τὸν καρπόν· ἀρώματα δὲ θύμον, θύμβρην, ἐρίκην, | |
ὑπερικὸν, μήκωνα λευκὴν, κρήθμου ῥίζας καὶ τὸν καρπὸν, μαλάχης ῥίζας, λινοζώστιος καρπὸν καὶ τὰ φύλλα, κνίδης καρπὸν, ἐλελίσφα‐ κον, αἴγειρον, δίκταμνον, ψευδοδίκταμνον, ἄμωμον, καρδάμωμον, ἑλένιον, ἀριστολοχίαν, καστόριον, ἀδίαντον, δρακόντιον, πευκέδανον, | 356 | |
115 | πηγάνου φύλλα καὶ τὸν καρπὸν, σελίνου καρπὸν, μαράθρου καρπὸν, ἱπποσελίνου καὶ τὸν καρπὸν καὶ τὰς ῥίζας, ἱππομαράθρου καρπὸν καὶ τὰς ῥίζας, στρουθίου τὸν καρπὸν καὶ τὰς ῥίζας, ὕσσωπον Κι‐ λίκιον, ἐρύσιμον, γλυκυσίδην, πάνακες· τουτέων ὅ τι ἂν βούλῃ, καὶ ξυμμίσγων καὶ αὐτὸ καθ’ ἑαυτὸ ἀφεψῶν ἐν ὕδατι ἢ ἐν οἴνῳ ὡς ἂν | |
120 | βούλῃ, δίδου πίνειν. Ἀγαθὰ καὶ καθαρτικὰ καὶ τὰς ὀδύνας παύοντα· τῆς μαλάχης δίδου ἐν ὕδατι τὴν ῥίζην. Ὑστερέων· γλυκυσίδης καρπὸν καὶ κέδριον ὀλίγον ξυμμίσγων, ἐν οἴνῳ δίδου πίνειν, καὶ παύσεις ὑστερέων ὀδύνας. Ὅταν αἱ ὑστέραι πνίγωσι· καστόριον καὶ κόνυζαν ἐν οἴνῳ λευκῷ δίδου πίνειν· ἢν δὲ προσεστήκῃ [πρὸς τῇ | |
125 | ῥινὶ], κόκκου τὸ εἴσω τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἕτερον παῦον ὀδύνας· μαλάχης τὴν ῥίζαν καὶ μαράθρου φλοιὸν καὶ κρήθμου ἐν ὕδατι δοῦναι πιεῖν. Ἕτερον· ἀστέρας θαλασσίους τοὺς μέλανας καὶ κράμβην, μίξας ἐν οἴνῳ εὐώδει, δοῦναι πιεῖν. Ἕτερον· σμύρναν ὅσον τριώβολον, κόριον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, | |
130 | κύμινον Αἰθιοπικόν· ταῦτα τρίψας λεῖα, οἴνῳ λευκῷ διεὶς, δίδου πίνειν, ἀκροχλίερον ποιήσας. Ὑστέρας ἐλαύνει· τοῦ κροτωνοειδέος | |
τὴν ῥίζαν δίδου πίνειν. Ἢν πρὸς τὴν καρδίην προσπεσοῦσαι αἱ ὑστέραι πνίγωσιν, ἄγνου τὸν καρπὸν καὶ γλυκυσίδης δίδου ἐν οἴνῳ πίνειν. Προσθετὰ δριμέα αἷμα ἄγοντα· κανθαρίδας πέντε ξυμμίξας | 358 | |
135 | τῷ λιβανωτῷ καὶ τῇ σμύρνῃ, τὸ μέγεθος ποίει ὅσον κηκίδα, πρόμα‐ κρον ποιήσας, καὶ περιθεὶς εἰρίῳ, περιελίξας τε ὀθονίῳ λεπτῷ, βρέ‐ ξας μύρῳ Αἰγυπτίῳ λευκῷ ἢ ῥοδίνῳ, πρόσθες. Ἕτερον· βούπρη‐ στιν, ἢν μὲν μικρὴ ᾖ, ὅλην, ἢν δὲ μεγάλη, τὸ ἥμισυ ξύμμισγε πρὸς τοῖς ῥηθεῖσι καὶ τὸν αὐτὸν τρόπον προστίθει. Ἢν δὲ μαλακωτέροι‐ | |
140 | σιν ἐθέλωσι χρῆσθαι, τὰς βουπρήστιας ἔμβαλλε ἐς οἶνον, κύμινον Αἰθιοπικὸν παρεμβαλὼν, καὶ σέσελι, καὶ ἄνισον, ἀναζέσαι, ἐς τὰς δέκα βουπρήστιας ξυμμίξας ὀξύβαφον ἐλαιηρὸν, τῶν ἄλλων ἁπάντων ἴσον ἑκάστου· μῖξαι δὲ σμύρναν, λιβανωτὸν ὀλίγον· τούτου λαβὼν ὅσον δραχμίδα, προσθεῖναι, ὥσπερ ἐν τῷ πρόσθεν προσθήματι. | |
145 | Ἕτερον· τοῦ μελανθίου τρίψας μέλιτι, δεύσας οἴνῳ, βάλανον ποιήσας πρὸς τῷ πτέρῳ προσθέσθω. Ἕτερον· φιλίστιον τὸν αὐτὸν τρόπον ποιέων προστίθει. Ἕτερον· τηλεφίου καρπὸν τὸν αὐτὸν τρό‐ πον ποιέων προστίθει. Ἕτερον· ἀνεμώνης φύλλα τρίψας, ἐνθεὶς ἐς ῥάκος, καὶ σμύρνης μικρὸν ξυμμίσγων, τὸν αὐτὸν τρόπον χρῆσθαι. | |
32(150) | Ἄγει αἷμα· βάλανον Αἰγυπτίην τρίψας καὶ Σούσινον [ὅ ἐστι γῆ Αἰγυπτίη], ὕδατι διεὶς, εἰρίῳ ἑλίξας, προστίθει. Ἕτερον χολὴν καθαῖρον· σικύης ἐντεριώνην λείην τρίψας, μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει. Ἕτερον· κολοκυνθίδος ἀγρίης τὸ εἴσω λεῖον ποιήσας, μέλιτι φυρήσας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· | 360 |
155 | ἐλατηρίου πόσιας τέσσαρας, ξυμμίσγων στέαρ χήνειον καὶ αἴγειον καὶ μίσυ, βάλανον ποιέων, προστίθει ἐν τῷ ῥάκει. Ἕτερον· θλάσπιν λείην ποιέων, μέλιτι φυρέων, προστίθει. Ἕτερον· σύκου παλαιοῦ τὸ πῖον ξύσας, καὶ ξυμμίξας πόσιας ἐλατηρίου δύο καὶ νίτρου ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἕτερον· ἢν φλεγμήνῃ· νί‐ | |
160 | τρον ἐρυθρὸν, σύκου τὸ εἴσω τὸ πῖον, ἴσον ἑκάστου, τρίψας λεῖα, ὅσον κηκίδα ποιήσας, προστίθει. Ἕτερον· κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν ῥάκει προστίθει. Ἕτερον· τὴν λευκὴν ῥίζαν τρίψας λείην, μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανον ποιήσας, προστίθει. Ἕτερον· ὀπὸν σιλφίου καὶ σῦκον μίξας, βάλανον ποιέων, προστί‐ | |
165 | θει. Ἕτερον· σικύης σπέρμα τρίψας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· χολὴν ταύρου, καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλάμινον, τρίψας τουτέων ὅσον κηκίδα, τοῦ κυκλαμίνου δὲ πλεῖστον, μέλιτι ξυμμίξας, προστίθει. Ἕτερον· τοῦ κρομμύου τὴν κεφαλὴν καθαί‐ ρειν, ἐν ὕδατι τρίψας, ἐς ῥάκος ἀποδήσας, προσθεῖναι. Ἕτερον· | |
170 | σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, μέλιτι ταῦτα φυρήσας, ἐς ῥάκος ἔνθετα προσθεῖναι. Ἕτερον· κόκκους ἐκλέξας ὅσον τριήκοντα, καὶ τρίμματα μηδικοῦ φαρμάκου τοῦ τῶν ὀφθαλμῶν ὃ καλεῖται πέ‐ περι, καὶ τοῦ στρογγύλου ὃ καλεῖται, ταῦτα τὰ τρία τρίβων ἐν οἴνῳ παλαιῷ, λεῖα διεὶς, γλυκεῖ ἐλαίῳ ἀναφυρέων, περὶ τὸ εἰρίον περι‐ | 362 |
175 | θεὶς, προσθέσθω, καὶ διανιζέσθω οὔρῳ. Ἕτερον· τιθυμάλου ὀπὸν μέλιτι φυρήσας, ἐς ῥάκος ἐνθεὶς, προστιθέναι. Ἕτερον· σκίλλης ῥίζαν ὅσον ἑξαδάκτυλον καθελίξας τοὺς δύο δακτύλους, ἐρίῳ πρόσθες. Ἕτερα μαλθακτικὰ, ὑφ’ ὧν καθαίρεται ὕδωρ καὶ αἷμα, ἐπιμήνιά τε ἄγονται, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσεται· ναρ‐ | |
180 | κίσσινον, κύμινον Αἰθιοπικὸν, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, τῶν μὲν ἄλλων ἴσον ἑκάστου, τοῦ δὲ ναρκισσίνου μοίρας τέσσαρας, ἐπι‐ κτένιον ὠμόλινον ξυμμίξας, ταῦτα τρίψας, καὶ ποιήσας βάλανον, προστίθει. Ἕτερον· κυκλαμίνου μέγεθος ὅσον ἀστραγάλου, καὶ ἄν‐ θος χαλκοῦ ὅσον κύαμον τρίψας, καὶ μέλιτι δεύσας, καλῶς ποιήσας | |
185 | βάλανον, προστιθέναι. Ἕτερον· γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν, μέλιτι φυρήσας, καὶ ποιήσας βάλανον, προστιθέναι. Ἕτερα στρυφνά· ῥοῦν οἴνῳ μέλανι φυρήσας, προσθεῖναι. Ἕτερον· κνίκον τὸν αὐτὸν τρόπον ποιήσας, προστίθει. Ἕτερον· λωτοῦ πρί‐ | |
σματα τὸν αὐτὸν τρόπον ποιέειν. Ἕτερον· ῥοῦν μέλιτι μίξας, προσ‐ | 364 | |
190 | θεῖναι. Ἕτερα μαλθακτήρια· θεῖον, στέαρ, ὠοῦ λέκιθον, ἄλητον, μέλιτι φυρήσας, ταῦτα παραχλιαίνων, τὸ ἀποστάζον εἰρίῳ πρόσθες. Ἕτερον· χηνὸς ἔλαιον καὶ στέαρ μήλειον, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον, ῥάκος κατατίλας λεπτὸν, προστίθει. Ἕτερον· ἐλάφου μυελὸν καὶ στέαρ τήξας ἐν εἰρίῳ πρόσθες. Ἕτερον· στέαρ ὄϊος ἢ | |
195 | αἰγὸς καὶ ὠοῦ τὸ λευκὸν ῥοδίνῳ μύρῳ ἀναφυρήσας, εἰρίῳ ἀνασπογ‐ γίσας, πρόσθες. | |
33 | Κλυσμοί· ὀλύνθους τοὺς χειμερινοὺς ἐμβαλὼν, ἑψεῖν ἐν ὕδατι ὑποκαίων ἡσυχῇ, ἔπειτα ἀποχέας, ἔλαιόν τε ἐπιχέων, κλύ‐ ζειν· μετακλύζειν δὲ σιδίοισι καὶ κηκίδι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ ἑψῶν στρυφνῷ, ἀποχέων δὲ κλύζειν. Ἕτερον· τρύγα κατα‐ | |
5 | καίων ἐς ὕδωρ βάλλε, ἔπειτα τῷ ὕδατι κλύζειν, μετακλύζειν δὲ σι‐ δίοις, μύρτοις, ῥοῦ φύλλοις, ἀφεψῶν ἐν οἴνῳ. Ἕτερον· σχίνου φύλλα, ἐλελισφάκου, ὑπερικοῦ ἑψήσας ἐν οἴνῳ μέλανι· ἢν ἑλκωθῇ δέ τι τῶν μητρέων, βούτυρον, λιβανωτὸν, σμύρναν, ῥητίνην ὀλίγην, τουτέοισι χρὴ κλύζειν. Ἕτερον· πράσα ἑψήσας ἐν ὕδατι, ἀποχέων | |
10 | δὲ ὕδωρ, οἴνῳ μίξας, κλύζε. Ἀκτῆς καρπὸν, ἄνισον, λιβανωτὸν, σμύρναν, οἶνον, τῷ χυλῷ τουτέων κλύζειν. Ἕτερον· κράμβην ἑψή‐ σας ἐν ὕδατι, ἐν τῷ χυλῷ τῆς κράμβης ἕψε τὴν λινόζωστιν, παρεμ‐ βάλλων λίνου σπέρμα μικρόν· ἔπειτα ἀποχέας κλύζε. Ἕτερον· σμύρνης ὅσον ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄνισον, λίνου σπέρμα, | |
15 | νέτωπον, ῥητίνην, μέλι, χηνὸς ἔλαιον, ὄξος λευκὸν, τὸ Αἰγύπτιον, τουτέων ἑκάστου τὸ ἴσον τρίψας, διεῖναι οἴνου λευκοῦ κοτύλαις δυ‐ σίν· ἔπειτα χλιερῷ κλύζειν. Ἕτερον· λινόζωστιν ἐν ὕδατι ἑψήσας, ἀπηθήσας, σμύρνης ὀξύβαφον, λιβανωτοῦ, νετώπου, ἴσον ἑκάστου μίξας, χλιερῷ κλύζειν. Ἕτερον· ἐλελίσφακον καὶ ὑπερικὸν ἐν ὕδατι | 366 |
20 | ἑψήσας, τῷ ὕδατι κλύζε. Ἕτερον· ἀκτῆς καρπὸν, δαφνίδας, ἑκατέ‐ ρου τὸ ἴσον, ἐν οἴνῳ ἕψε, ἔπειτα τῷ οἴνῳ κλύζε. Ἕτερον· γλήχωνα ἐν ὕδατι ἑψήσας, ἔλαιον περιχέας, μεθ’ ὕδατος κλύσον. Ἕτερον· χηνὸς ἔλαιον, ῥητίνην ξυντήξας, κλύσον. Ἕτερον· βούτυρον, κέδρι‐ νον ἔλαιον παραμίξας ὀλίγον, μέλιτι διατήξας ταῦτα, κλύσαι χλιερῷ. | |
25 | Ἕτερον· κύπειρον, σχοῖνον, κάλαμον, ταῦτα ἴσα τῇ σμύρνῃ μί‐ γνυται, σισύμβριον οἴνῳ ἑψῶν κλύζειν. Ἕτερον· σελίνου καρπὸν, ἀνίσου, σεσέλιος σπέρμα, μελάνθιον οἴνῳ ἑψήσας, κλύζειν. Ἕτερον· κέδρον κρητικὴν ἐν οἴνῳ ἑψήσας, κλύζε. Ἕτερον· ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι, κλύζε. Ἕτερον· ἀργυρίου ἄνθος ἐν οἴνῳ καὶ | |
30 | ὕδατι κλύσαι. Ἕτερον· ἐλατήριον ὅσον δύο πόσιας ὕδατι διεὶς, κλύ‐ σαι. Ἕτερον· κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ γάλακτι ἑφθῷ ἀπο‐ βρέξας, ὅσον τέσσαρας, κοτύλας, ἀπηθήσας, κλύζε. Ἕτερον· σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κατύλαις τέσσαρσι, μέλι καὶ ἔλαιον ἐπιχέας, κλύσαι. Ἕτερον· τῆς θαψίης ῥίζης ὅσον δύο | |
35 | πόσιας καὶ μέλι καὶ ἔλαιον, διεὶς ὕδατος κοτύλῃσι δυσὶ, κλύσαι. Ἕτε‐ ρον· ἐλλεβόρου ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ, ὅσον δύο κοτύλαις, κλύσαι χλιερῷ. Ἕτερον· θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμί‐ | |
ξας, ὕδατος διεὶς ὅσον δύο κοτύλῃσι, κλύσαι χλιερῷ. Ἕτερον· σι‐ κύης ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατος κοτύλῃσι πέντε, ἔλαιον πα‐ | 368 | |
40 | ραμίξας, κλύσαι. Ἕτερον· κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὑποδιεὶς, κλύσαι. Ἕτερον· ἢν φύσει φλεγματώδης ᾖ· κνεώ‐ ρου ποσὸν τρίψας, διεῖναι μελικρήτου κοτύλῃ αἰγινητικῇ, τουτέῳ κλύσαι· ἢν δὲ χολώδης ᾖ, τῆς δάφνης ὅσον πόσιν, τῆς ἐδώδεος ὅσον δραχμήν. Ἕτερον· σκαμμωνίης ὅσον πόσιν τρίψας, διεῖναι μελι‐ | |
45 | κρήτῳ ἢ ἀπὸ σταφίδος ὕδατι, ὅσον κοτύλῃ Ἀττικῇ. Ἕτερον· δα‐ φνοειδέος πόσιν κατὰ τὸν αὐτὸν λόγον, ἢν φύσει ᾖ χολώδης, τουτέῳ κλύσαι· ἢν δὲ φλεγματώδης, κόκκους ἐκλελεγμένους καὶ τοῦ τιθυμά‐ λου ὀποῦ ὅσον πόσιν κλύζειν ὡσαύτως· κνεώρου καὶ μηκωνίου, ὡσαύτως ἑκατέρου τουτέων χρῆσθαι χρή. Κλύζε δὲ, ἢν δέῃ, κλυ‐ | |
33(50) | σμῷ πλέον ἢ δυσὶ κοτύλαις. | |
34 | Ὑποθυμιήσεις δέ ἐστι κεκομμένα ταῦτα· κηκίδα θυμιῇν. Πρίσματα λωτοῦ ἐλαίης φύλλοις ξηροῖς κεκομμένοις μίξας καὶ φυρή‐ σας ἐλαίῳ, ὑποθυμιῇν. Ἄνθρακας ὑποβαλὼν, κριθῶν ἄχυρα νοτερὰ ἐπιβάλλων, ὑποθυμιῇν. Ἀπ’ ἀμφορέως ἐλαιηροῦ τὸ ἐπίθεμα, τὴν | |
5 | στοιβὴν ὑποκαίων, πρίσματα κυπαρίσσου ὑποβάλλων, θυμιῇν. Σκαμ‐ μωνίην, σμύρναν, λιβανωτὸν, μύρον περιχέας, ὑποθυμιῇν. Ἄσφαλτον, κριθῶν ἄχυρα ξυμμίξας, ὑποθυμιῆν. Θεῖον ἐλαίῳ φώκης ἀναδεύ‐ | |
σας, ὑποθυμιῇν. Μελίην, κυπαρίσσου πρίσματα, κυπείρου ῥίζαν, μύ‐ ρον ῥόδινον δεύσας, θυμιῇν. Κάλαμον, κύπειρον, βρυωνίην, βρύον, | 370 | |
10 | σελίνου σπέρμασι ἄνισα μίξας ὁμοῦ καὶ μύρῳ ῥοδίνῳ δεύσας, ὑπο‐ θυμιῇν. Ῥητίνην αὔην ἐπὶ σποδὸν ἐπιβάλλων, ὑποθυμιῇν. Κιννά‐ μωμον, σμύρναν, κασίην, ἴσον ἑκάστου, κρόκον μίσγοντα. Σμύρναν, τὸ βρύον ἴσον τῷ κρόκῳ. Κάλαμον, κνέωρον, κρόκον, ῥόδων φύλλα ἐρυθρὰ τὰ ἡδὺ ὄζοντα τρίψας καὶ ξηρήνας, ξυμμίσγειν τῷ κρόκῳ καὶ | |
15 | στύρακα ἥμισυ τοῦ κρόκου, ταῦτα λεῖα ξυμμίξας καὶ ξηρήνας, μέ‐ λιτι ἑφθῷ δεύσας ὡς ἐλαχίστῳ, τουτέων δὲ πάντων ξυμμεμιγμένων ἔστω ἡ θυμίησις, ὀβολὸς Ἀττικὸς σταθμός· ταῦτα θυμιῇν ἐπὶ βολ‐ βίτου· τὸ δὲ βόλβιτον πλάσσειν, οἷον ὀξύβαφον ἐλαιηρόν· τὸν πυ‐ θμένα δὲ ἐχέτω λεπτόν· ἔστω δὲ ξηρόν· τὸ πῦρ δὲ ἔστω κλημάτινον, | |
20 | ἐφ’ οὗ τὸ βόλβιτον κείσεται· ἐν τῷ ἐχίνῳ περιβάσα θυμιήσθω. Χαλ‐ βάνην, ῥητίνην, μάνναν, μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Πανά‐ κεος καὶ κυπαρίσσου πρίσματα δεύσας μύρῳ Αἰγυπτίῳ λευκῷ θυ‐ μιῇν. Κιννάμωμον καὶ νάρδον καὶ σμύρναν μύρῳ ῥοδίνῳ δεύσας ὑποθυμιῇν. Λευκοΐου τὸν καρπὸν, κέδρου πρίσματα, καὶ χαλβάνην | |
25 | μέλιτι ἀναφυρήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ λαγωοῦ τρί‐ χας ἐλαίῳ φώκης δεύσας, ὑποθυμιῇν. Φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον καὶ σπόγγον καὶ βρύα ὁμοῦ λεῖα μίξας, τῷ ἐλαίῳ τῆς φώκης περιποιήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ φώκης πλεύ‐ μονα καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Βόλβιτον, κέρατος πρί‐ | |
30 | σματα, καὶ ἄσφαλτον ὑποθυμιῇν. Ἀκάνθης Αἰγυπτίης καρπὸν καὶ κέδρου πρίσματα καὶ μυρσίνης φύλλα ξηρὰ, ταῦτα ποιήσας λεῖα, μύρῳ ὀποβαλσάμῳ δεύσας, ὑποθυμιῇν. Ἀρώματα ἐς μύρον ἐμβαλ‐ λόμενα ὑποθυμιῇν. Γίγαρτα κόψας λεῖα, καὶ κεδρίδας, καὶ ῥητί‐ νην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυρίῃ‐ | 372 |
35 | σιν ἐς βόλβιτον κεκαμμένον καὶ σεσησμένον, ὄξους τὸ ἥμισυ, ὀροβίου τὸ ἥμισυ ἐμβάλλων, πυριῇν βληχρῶς· ἐπὴν δὲ πυριήσῃς, φάκιον πιπίσκειν, καὶ ἀπεμεῖν, καὶ ῥοφῇν δοῦναι ἄλητον, καὶ ἐπιπίνειν οἶ‐ νον· τῇ δ’ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ ἑτέρῃ διουρη‐ τικόν. Ἐρεβίνθους λευκοὺς δύο τρίψας, τῆς δὲ σταφίδος τρίτον, | |
40 | ἐπιχέας ἥμισυ ὕδατος, ἐνεψεῖν, ἔπειτα ἀποχέας, ἐς τὴν αἰθρίην θεῖ‐ ναι, καὶ τῇ ὑστεραίῃ δοῦναι πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον καὶ τοῦ λίνου σπέρμα τουτέοις ἀμφοτέροις μίξας καὶ ἀλφίτον, διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ κοτύλῃσι τέσσαρσιν. Ἐλαίου τρία ἡμικοτύλια, ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, ταῦτα ἑψεῖν ἐγχέας ἐς | |
45 | κρατήριον θερμὸν, πυριῇν ὀστράκοις θερμοῖς, ἐπὶ διφροῦ ἐπικαθίσας, περικαλύψας τε ἱματίοις. Τῆς ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, καὶ τῆς μυρσίνης τὸ ἴσον ἐμβάλλων ἐς ὕδωρ, ἑψήσας καὶ ἀποχέας τὸ ὕδωρ, ἐμβάλλων κριθῶν ἄχυρα, ἑψήσας, ἔμβαλλε ἐς ῥάκος, ἔπειτα τουτέῳ πυριῇν, ὡς ἂν δύνηται θερμοτάτῳ ἀνέχεσθαι μάλιστα. Ὄξος, | |
34(50) | ἔλαιον, ὕδωρ, μέλι κεράσας, ταῦτα ἀνάζεσον σφόδρα, ἔπειτα λαβὼν κύστιν χωρέουσαν ὡσεὶ χοέα, ἢ ἀσκίον ὡς λεπτοδερμότατον, ἐγχέας, καὶ περιελίξας ῥάκει εἰρίῳ, πυριῇν· ὁκόταν δὲ διερὸν τὸ ῥάκος γέ‐ νηται, ἕτερον περιελίσσειν. Τῆς πίτυος τὸν φλοιὸν καὶ τοῦ ῥοῦ τὰ φύλλα ἐμβάλλων, ἑψήσας ἰσχυρῶς, ἀποχέας τε τὸ ὕδωρ, καὶ κριθῶν | |
55 | ἄχυρον ἕψε, ἔλαιον ἐπιχέας· ὁκόταν δὲ συνεψήσῃς, ἐμβαλὼν ἐς ῥά‐ | |
κος, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ ἔλαιον, ἕψε, ἕως ἂν ξυνεψήσῃς· ἔπειτα ἐμβαλὼν ἐς ῥάκος, πυρία. Ἀρώματα ἐς τὸ ὕδωρ ἐμβαλλόμενα ἑψήσας ὅσον χοίνικα, καὶ τῷ ὕδατι πίτυρα πύρινα ἑψήσας, τὸν αὐτὸν τρόπον πυρία. Κηκίδα κό‐ | 374 | |
60 | ψας καὶ ῥάμνου τὸν φλοιὸν, ἀφεψήσας ἰσχυρῶς, πίτυρα πύρινα φύρη‐ σον τῷ ὕδατι καὶ παράμιξον ἔλαιον· ἔπειτα ἡμίοπτον ποιήσας ἄρτον ὅσον διχοίνικον, ἐνδήσας ἐς ῥάκος, πυρία. Κράμβην καὶ σίσαρα ἀφε‐ ψῶν, τῷ χυμῷ ποίησον τὸν αὐτὸν τρόπον. Κριθῶν ἄχυρα ξυνεψῶν, ἔλαιον ἐπιχέας, ἐς ῥάκος ἐνδέων, πυρία. Στρύχνον καὶ τῆς ἐλαίης τὰ | |
65 | φύλλα ἀφεψῶν, τὸν αὐτὸν ποίει τρόπον. Καὶ ταῦτα δὴ, ἢν μὲν βούλῃ ὑγροῖσι χρῆσθαι, πυρία, ὡς γέγραπται· ἢν δὲ βούλῃ ξηροῖς, ἄρ‐ τους ποιέων καὶ ἐξόπτους καὶ ἡμιόπτους, πυρία· πυρία δὲ καὶ ὀστρά‐ κοις ἐς ῥάκος ἐνειλίσσων, καὶ αὐτοῖς τοῖς ῥάκεσι θερμαίνων, καὶ τοῖς φακοῖς τοῖς ὀστρακίνοις, τὸ ὕδωρ ἐγχέων ζεστόν. Προστίθει δὲ | |
70 | καὶ πρὸς τοὺς πόδας τῆς ἴρεως τὴν ῥίζαν, κόπτων καὶ ἀφεψῶν τὸν αὐτὸν τρόπον πυρία. | |
35 | Ἢν ὕδωρ ἐγγένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου, καὶ κυΐσκεται ἑκά‐ στοτε διμήνου μικρῷ πλέον· ἐπειδὰν δὲ οὗτος ὁ χρόνος γένηται, καὶ διαφθείρει, καὶ ὕδωρ ἐν αὐτῇ γίνεται πουλύ. Ταύτην δὲ χρὴ γαλα‐ | |
5 | κτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἕως ἂν κινεῖσθαι ἄρχηται τὸ ἔμβρυον· ὡς ἐπιτοπουλὺ δὲ πρὸ τουτέου διαφθείρεται καὶ ἐξαμβλοῦ‐ ται, καὶ αἵματος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλ‐ | |
λον ἐκ πόνου ἢ ἄλλως. Τοῦτο δ’ ἂν γνοίης ὅτι ὕδρωψ ἔνεστιν, ἐσα‐ φάσσων τῷ δακτύλῳ· ὄψει γὰρ τὸ στόμα αὐτέων ἰσχνὸν καὶ | 376 | |
10 | ἀφανιζόμενον, περίπλειον ὑγρασίης. Ἢν δὲ αὐτῇ μὴ κατ’ ἀρχὰς ἀλλ’ ἤδη κινούμενον διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νείαιρα ἐπανοιδέει, καὶ ἀλγέει ἁπτομένη ὥσπερ ἕλκεος, καὶ πυ‐ ρετὸς αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἔχει ἐς αὐτά τε τὰ αἰδοῖα καὶ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ | |
15 | τὴν ὀσφῦν ὀξεῖά τε καὶ σπερχνή. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν θερμῷ, καὶ ὅπη ἂν ἡ ὀδύνη λαμβάνῃ, τῶν χλιασμάτων πει‐ ρεύμενος ὅ τι μάλιστα προσδέχεται προστιθέναι, καὶ φάρμακον πῖ‐ σαι καθαρτήριον κάτω· διαλιπὼν δὲ χρόνον ὅσον ἂν δοκέῃ σοι καιρὸς εἶναι, καὶ πυριήσας, προστιθέναι· τῆς κυκλαμίνου ἀποδήσας ὅσον | |
20 | περ, ἔνθες ἐς ῥάκος, καὶ τῷ μέλιτι δεύων, προστιθέναι πρὸς τὸ στόμα τῶν ὑστερέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προστιθέναι ὡσαύτως, ἐλάσσω δὲ χρόνον καὶ διὰ πλείονος τοῦτο ὅσῳ μᾶλλον δάκνει καὶ ἐξελκοῖ· καὶ μήλην ποιησάμενος κασσιτερί‐ νην καθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως· καὶ τῶν ποτημάτων πειρώ‐ | |
25 | μενος ὅ τι ἂν προσδέχηται πιπίσκειν· καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ, ὡς μάλιστα τῶν καιρῶν παριόντων· ἢν γὰρ ξυλλάβῃ τὴν γονὴν καὶ κυήσῃ καὶ τέκῃ, ὑπεκκαθαίρεται, καὶ τὰ πρόσθεν ὑπεόντα ξὺν αὐτῷ, καὶ ὧδε ἂν μάλιστα ὑγιὴς γένοιτο. | |
36 | Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τό τε στόμα τρηχὺ γίνεται, καὶ τὰ ἐμμήνια κρύπτεται· ὁκόταν δὲ προφανῇ, ὥσπερ ψάμμος, καὶ ἡ γονὴ οὐ γίνεται τουτέου τοῦ χρόνου· ἢν δὲ καὶ ἐσαφάσσῃς τῷ δα‐ | |
κτύλῳ, τρηχὺ τὸ στόμα εὑρήσεις τῶν μητρέων. Ὁκόταν ὧδε ἔχῃ, | 378 | |
5 | τῆς κυκλαμίνου χρὴ τρίψαντα καὶ ἁλὸς καὶ σύκου ὠμοῦ μίσγοντα καὶ ἀναποιοῦντα μέλιτι προστιθέναι, καὶ πυριήσαντα κλύσαι τοῖσι καθαρτηρίοισιν· ἐσθιέτω δὲ τὴν λινόζωστιν καὶ κράμβας ἑφθὰς, καὶ τὸν χυλὸν ῥοφεέτω, καὶ θερμῷ λουέσθω. | |
37 | Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια κρύπτεται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται. Ἕως ἂν οὕτως ἔχῃ, ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει τὸ στόμα τρηχὺ, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ πυρετὸς αὐτὴν λαμβάνει καὶ βρυγμὸς, καὶ | |
5 | ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὸν κενεῶνα καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἢν ἐν αὐτῇ διαφθαρὲν σαπῇ τὸ ἔμβρυον· ἔστι δ’ ᾗσι καὶ ἐκ τόκου γίνεται· πολλάκις δὲ καὶ ἄλλως. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν· ὅταν δὲ νεό‐ λουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦ, καὶ ἀνεύρυνε | |
10 | τὸ στόμα αὐτέων, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ προστιθέναι ὥσ‐ περ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων ὡσαύτως πι‐ πίσκειν, καὶ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρότερον. | |
38 | Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἔχει καὶ ὀδύνη, ὑπὸ τὸ πλευρὸν οἷον σφαῖρα, καὶ ἁπτομένη πονέει ὥσπερ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει περιπλευμονίη εἶναι, καὶ σπᾶ‐ ται, καὶ κυφὴ γίνεται, καὶ τὰ ἐπιμήνια ὅλως οὐ προφαίνεται, | |
5 | ἐνίῃσι δὲ προφανέντα οἴχεται, τὰ δὲ γενόμενα ἀσθενέα τε καὶ ὀλίγα ἢ κακίω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου. | |
Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται, προσίσχειν, καὶ προστιθέναι, ὑφ’ ὧν καθαίρεται | 380 | |
10 | αἷμα· καὶ λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας καὶ τῶν μη‐ κώνων τῶν λευκῶν σὺν ἀλφίτοις λεπτοῖς, καὶ τυρὸν αἴγειον, περιξέ‐ σας τὸν ῥύπον καὶ τὴν ἅλμην, ταῦτα μίσγειν, τοῦ τυροῦ δύο, ἓν δὲ τῶν ἄλλων, ἓν δὲ τῶν ἀλφίτων ἑώλων ἀνάλτων, νήστει δίδου πίνειν ἐν οἴνῳ· ἑσπέρης δὲ κυκεῶνα παχὺν, μέλι ἐπιχέων, δίδου· καὶ τῶν | |
15 | πομάτων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· καὶ πυριῇν πυκνὰ, τῷ θερμῷ δὲ αἰονᾷν· καὶ τῇ κηρωτῇ ἡσυχῇ μαλάσσοντα ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ· καὶ γαλακτοποτεῖν, τὸ βόειον γάλα ὅτι πλεῖστον, ἐφ’ ἡμέρας τεσσα‐ ράκοντα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος | |
20 | σπερχνή τε καὶ θανατώδης, καὶ ὀλίγαι διεκφυγγάνουσιν αὐτὴν καὶ μελεδαινόμεναι. | |
39 | Ἢν τὸ στόμα ξυμμύσῃ, γίνεται ἰσχυρὸν ὥσπερ ἐρινεὸν, καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει σκληρὸν καὶ ξυνεστραμμένον, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ τὰ ἐπιμήνια ἀποκεκρύφαται, καὶ τὴν γονὴν οὐκ ἐνδέχεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἔχει τὴν νείαιραν | |
5 | γαστέρα καὶ τὴν ὀσφῦν καὶ τὸν κενεῶνα· ἔστι δ’ ὅτε καὶ ἄνω προσ‐ ίσταται καὶ πνίγει. Ὁκόταν οὖν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ καὶ θερμῷ, καὶ προστιθέναι ἅπερ μαλθάσσει τὸ | |
στόμα, καὶ τὴν μήλην καθιέναι, καὶ ἀναστομοῦν, καὶ τὸν δάκτυλον ὡσαύτως, καὶ αἰονῇν. Ὁκόταν οὖν μαλθακὸν ᾖ, προστιθέναι ὁκόσα | 382 | |
10 | καθαίρει αἷμα· καὶ τῶν ποτημάτων διδόναι πειρώμενον ὅ τι ἂν προσ‐ δέχηται· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφείτω. | |
40 | Ἢν παραλοξαίνωνται αἱ μῆτραι, καὶ τὸ στόμα αὐτέων λοξὸν γίνεται, καὶ τὰ ἐπιμήνια αὐτῇ τοτὲ μὲν κρύπτεται, τοτὲ δὲ προ‐ φανέντα οἴχεται, καὶ οὐχ ὅμοια γίνεται, ἀλλὰ κακίω τε καὶ ἐλάσσω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη | |
5 | ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τὴν ὀσφῦν καὶ τὸ ἰσχίον, καὶ ἐφέλκει αὐτό. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν· ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον ἐσαφάσσουσα, ἀπορθούτω καὶ παρευθυ‐ νέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν | |
10 | ποτημάτων δίδου πειρεύμενος ὅ τι ἂν μάλιστα προσδέχηται· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω ἑφθὰ καὶ ὠμὰ, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐπὶ τοῦ ὑγιέος ἰσχίου κατακείσθω· τὸ δὲ ἕτερον πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος. | |
41 | Ἢν ἀναπρησθῶσιν αἱ μῆτραι, ἥ τε γαστὴρ αἴρεται καὶ φυ‐ σᾶται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τοῦ προσώπου, ἡ χροιὴ δὲ ἀειδὴς γίνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται, καὶ ἡ γονὴ οὐκ ἐγγί‐ νεται τουτέου τοῦ χρόνου, καὶ ἀσθενέει, καὶ ἀλύει, καὶ ὁκόταν | |
5 | ἀναστῇ ἢ προέλθῃ, ὀρθόπνοια αὐτὴν ἴσχει, καὶ ὅ τι ἂν φάγῃ ἢ πίῃ, λυπέει αὐτὴν, καὶ στένει τε, καὶ δύσελπις μᾶλλον ἢ πρὶν φαγεῖν· | |
πολλάκις δὲ καὶ πνίγεται. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ τῷ θερμῷ λούειν καὶ πυριῇν· διαλιπὼν δὲ χρόνον τινὰ, προσ‐ τιθέναι ὑφ’ ὧν καθαρθείη καὶ δηχθήσεται· πυριῇν δὲ ὡς πυκνότατα | 384 | |
10 | τὸ ὅλον σῶμα· τότε δὲ ὑπὸ τὰ αἰδοῖα ὑποθυμιήσθω τὰ εὐώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ κακώδεα· καὶ ποτήματα δίδου, ὅσα καθαίρει ὑστέρας· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸ γάλα πινέτω, ὥσπερ ἐπὶ τοῦ πλευροῦ εἴρηται. Ἡ δὲ νοῦσος χρονίη. | |
42 | Ἢν θρομβωθέωσιν αἱ μῆτραι, τὸ στόμα αὐτέων γίνεται οἷον ὀρόβων μεστὸν, καὶ ἢν ἐσαφάσσῃς, ὄψει ὧδε ἔχον, καὶ τὰ ἐπι‐ μήνια οὐ γίνεται, οὐδ’ ἡ γονὴ κατέχεται. Ὁκόταν οὖν ὧδε ἔχῃ, τῆς κυκλαμίνου τὸν φλοιὸν περιλεπίσαντα, καὶ σκόροδον καὶ ἅλας | |
5 | καὶ σῦκον καὶ μέλι ὀλίγον, ταῦτα τρίψας καὶ ξυμμίξας, ποιήσας βάλανον, προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων, καὶ τῶν ἄλλων προσθετῶν τῶν μητρέων τὰ προσήκοντα, ὁκόσα δηλαδὴ δριμέα ἐστὶ καὶ ἀπεσθίει, καὶ ὑφ’ ὧν καθαίρεται αἷμα, καὶ τῶν ποτημά‐ των διδόναι ὅσα ὑστέρας καθαίρει, καὶ περὶ ξύστραν περιειλίξας | |
10 | γυπὸς δέρμα ἢ ὑμένα, διαξύειν τὸ στόμα τῶν μητρέων. | |
43 | Ἢν περιστραφέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια οὐ γίνεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας· καὶ ἢν ἐσαφάσσῃ τῷ δακτύλῳ, οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ’ ἀνακεχώρηκεν | |
5 | ἰσχυρῶς. Ὁκόταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι ὑφ’ οὗ καθαί‐ | |
ρεται ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον· καὶ πυριῇν τό τε σῶμα καὶ τὰς μήτρας ὡς μάλιστα· καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης· καὶ τῶν ποτημάτων ὅ τι ἂν μάλιστα προσδέχηται πειρώμενος δίδου· καὶ ξυνευδέτω τῷ ἀνδρὶ ὡς πυκνότατα, καὶ τὴν κράμβην ἐσθιέτω. | 386 | |
44 | Ἢν μὴ κατὰ χώρην μένωσι κινηθεῖσαι αἱ μῆτραι, ἀλλ’ ἔνθα καὶ ἔνθα προσπίπτωσιν, ὀδύνας παρέχουσι καὶ ἀφανέες γίνονται, ὁτὲ δὲ ἐξίσχουσιν ὥσπερ ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη κατακειμένη τύχῃ, κατὰ χώρην μένουσιν· ὅταν δὲ ἀναστῇ ἢ ἐπικύψῃ ἢ ἄλλο τι | |
5 | κινηθῇ, ἐξέρχονται· πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἡσυχάζειν καὶ μὴ κινεῖσθαι, καὶ τὴν κλίνην κεῖσθαι πρὸς ποδῶν ὑψηλοτέρην, καὶ τοῖσιν αὐτέοισι χρῆσθαι, ὥσπερ ἐν τοῖσιν ἐπάνω, καὶ τοῖσι στρυφνοῖσιν αἰονῇν, καὶ ὑποθυμιῇν τὰ κα‐ κώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφα‐ | |
10 | λοῦ τρήσαντα μέσην, χλιήναντα ἐν οἴνῳ, ἥτις ἂν μάλιστα ἁρμόζῃ καὶ μὴ πιέζῃ λίαν, προστιθέναι ὡς προσωτάτω· ὁκόταν δὲ προσθῇς, ἐκ τῆς ὀσφύος ἐπαναδῆσαι ταινίῃ πλατείῃ ἀναλαβὼν, ὡς ἂν μὴ ἐξολι‐ σθάνῃ, ἀλλὰ μένῃ καὶ ποιέῃ τὸ δοκέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, ὥσπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσ‐ | |
15 | πτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα | |
προσδέχηται, πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω. | 388 | |
45 | Ἢν ἀναχάνῃ τὸ στόμα τῶν μητρέων μᾶλλον ἢ ὡς πέφυκε, τὰ ἐπιμήνια γίνεται πλείω καὶ κακίω καὶ ὑγρότερα καὶ διὰ πλέονος χρόνου, καὶ ἡ γονὴ αὐτῆς οὐχ ἅπτεται οὐδὲ ἐμμένει, ἀλλὰ πάλιν ἐκχεῖται ἔξω· καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ τὸ στόμα τῶν μη‐ | |
5 | τρέων, εὑρήσεις ἀνακεχηνὸς, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐπιμηνίων, καὶ πυρετὸς, καὶ ῥῖγος, καὶ ὀδύνη ἴσχει τὴν νείαι‐ ραν γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα μὲν, ἤν τι ἐν αὐτῇ χυθῇ καὶ διαφθαρὲν σαπῇ· πάσχουσι δὲ καὶ ἐκ τόκων, αἱ δὲ καὶ ἄλλως. Ὁκόταν γοῦν ὧδε ἔχῃ, φάρμα‐ | |
10 | κον χρὴ πιπίσκειν ὑφ’ οὗ ἄνω καθαιρεῖται· καὶ ὁκόταν ἡ ὀδύνη ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ θερμῷ λούειν, καὶ δια‐ λιπὼν κλύζειν, ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτη‐ μάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὁκόσα ξηραίνει, καὶ τῶν πουλυπόδων ἐσθιέτω, καὶ τὴν λινόζωστιν. | |
46 | Ἢν λειανθέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια πλέω γίνεται καὶ κακίω καὶ ὑγρότερα καὶ πυκνότερα, καὶ ἡ γονὴ οὐκ ἐμμένει, ἀλλὰ πάλιν ἐξέρχεται, καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει τὸ στόμα λεῖον, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐμμηνίων, καὶ | |
5 | πυρετὸς, καὶ ῥῖγος, καὶ ὀδύνη ἐς τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, μάλιστα μὲν ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ, καὶ ἐκ τόκου, καὶ ἄλλως· ὅταν ὧδε ἔχῃ, θεραπεύειν χρὴ ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται. | |
47 | Ἢν αἱ μῆτραι κατὰ τὰ ἀριστερὰ νεύωσι, τὸ ἰσχίον ὀδύνη ἔχει ὀξείη τε καὶ σπερχνὴ καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ σκέλος ἐπισκάζει. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατή‐ ριον, τῇ δὲ ὑστεραίῃ ὑποθυμιῇν· τῶν τε κριθέων χοίνικας δύο καὶ | 390 |
5 | ἐλαίης φύλλα κατακνήσας μικρὰ, καὶ κηκίδα κατακόψας καὶ σήσας, καὶ ὑοσκυάμου τριτέα χοίνικος, ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιή‐ σας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ, ὑποθυμία ἐπὶ τέσσαρας ἡμέρας τρὶς τῆς ἡμέρης· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ θερμῷ λουέσθω. | |
48 | Ἢν ἐς τὴν κεφαλὴν τραπῶσιν αἱ ὑστέραι, σημεῖον τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ, τάς τε ὑπὸ τοῖς ὀφθαλμοῖς ἀλγεῖν φησιν. Ταύτην χρὴ λούειν θερμῷ πολλῷ, καὶ κατὰ τῆς κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι, καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν | |
5 | ἐγχριέσθω, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ἐπιῤῥοφείτω. | |
49 | Ἢν ἐς τὰ σκέλεα καὶ τοὺς πόδας τραπῶσι, γνώσῃ τῷδε· τοὺς μεγάλους δακτύλους τῶν ποδῶν σπᾶται ὑπὸ τοὺς ὄνυχας, καὶ ὀδύνη ἴσχει τὰ σκέλεα καὶ τοὺς μηρούς. Ὁκόταν ὧδε ἔχῃ, χρὴ λούειν αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν ὅ τι ἂν μάλιστα προσ‐ | |
5 | δέχηται, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ τῷ μύρῳ τῷ ῥοδίνῳ ἀλεί‐ φεσθαι. | |
50 | Ἢν γυναῖκα ὑστέρας ἀλγέουσαν ἀσιτίη τε καὶ πυρετὸς καὶ ῥῖγος λαμβάνῃ, μήκωνος λευκῆς ὅσον πεμπτημόριον ἡμιχοινικίου, καὶ κνίδης καρποῦ τὸ ἴσον, καὶ τυροῦ αἰγείου ὅσον ἡμιχοινίκιον ξύ‐ | |
σας, ὁμοῦ μίξας, διεὶς οἴνῳ παλαιῷ, ἔπειτα ἑψήσας, διδόναι ῥοφάνειν. | 392 | |
51 | Ἢν ἐκ τόκου ῥοῦς λαμβάνῃ καὶ τὰ σιτία ἐν τῇ γαστρὶ μὴ ἐμ‐ μένῃ, ἀσταφίδος χρὴ μελαίνης καὶ ῥοιῆς γλυκείης τὰ εἴσω τρίψας καὶ ἐρίφου πιτύην, διεὶς οἴνῳ μελανόχρῳ, τυρὸν ἐπιξύσας αἴγειον, καὶ ἄλφιτα πυρῶν πεφωσμένα ἐπιβαλὼν, κεράσας εὔκρατον, δὸς πιεῖν. | |
52 | Ἢν αἷμα ἐμέῃ ἐκ τόκου, τοῦ ἥπατος ἡ σύριγξ τέτρωται, καὶ ὀδύνη ἐς τὰ σπλάγχνα φοιτῇ καὶ τὴν καρδίην, καὶ σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἐπὶ | |
5 | ἡμέρας πέντε· μετὰ δὲ ταῦτα μεταπιπίσκειν βοὸς μελαίνης, ἀσι‐ τέουσαν ἐπὶ ἡμέρας τεσσαράκοντα, ἐς δὲ τὴν ἑσπέρην σήσαμον τρίψαντα πιπίσκειν. Ἡ δὲ νοῦσος ἐπικίνδυνος. | |
53 | Ἢν γυνὴ διὰ παλαιοῦ μὴ κυΐσκηται, τῶν ἐπιμηνίων ἐμ‐ φαινομένων, ὁκόταν ᾖ τριταίη ἢ τεταρταίη, στυπτηρίην λείην τρί‐ ψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων, προστίθει· καὶ ἐχέτω κεί‐ μενον ἡμέρας τρεῖς· τῇ δὲ τρίτῃ ξύσας βοὸς χολὴν καὶ ἐν ῥάκει ἐπι‐ | |
5 | θεὶς, διεὶς ἐλαίῳ τὸ ξύσμα καὶ ἀναδεύσας, προστίθει· καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ ἑτέρῃ ἐξελέσθω καὶ τῷ ἀνδρὶ ξυνελθέτω. Λίνον τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμίδα κόψας λεπτὰ, καταβρέ‐ ξας τε ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, | |
χλιαίνων ἐν χυτριδίῳ, εἰρίον ὡς μαλθακώτατον ἐμβάπτων, τὸ μὲν | 394 | |
10 | προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Ἢν βούλῃ ὑστέρας καθῆραι, πρῶτον μὲν χρὴ ὑποθυμιῆσαι κριθὰς ἐλαίῳ δεδευμένας ἐπ’ ἀνθράκων· τῇ δὲ ὑστεραίῃ ὄϊος χρὴ κρέας ἑψεῖν, κυτριδίῳ ἐξηθριασμένον· τὸ δὲ κυτρίδιον εἶναι ὅσον χοέα, καὶ καθεψεῖν σφόδρα· ἐπειδὰν δὲ ἑφθὰ ᾖ, ἀκροχλίερα κατεσθιέτω, καὶ τὸν ζωμὸν ἐπιῤῥοφείτω· τῇ δ’ ὑστε‐ | |
15 | ραίῃ λιβανωτὸν καὶ γλήχωνα λεῖα ποιήσας, ἀναδεύσας μέλιτι, εἰ‐ ρίῳ ἀνασπογγίζων, προστίθει ἐπὶ τρεῖς ἡμέρας. | |
54 | Ἢν δὲ ἐς τὴν ἕδρην τραπῶσι καὶ τὰ ὑποχωρήματα κωλύω‐ σιν ὑποχωρέειν, ὀδύναι ἴσχουσι τήν τε ὀσφῦν καὶ τὴν νείαιραν γα‐ στέρα καὶ τὰς ἰξύας. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφῦν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ | |
5 | προστιθέναι ὁκόσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπί‐ σκειν ὅ τι ἂν μάλιστα προσδέχηται. | |
55 | Ἢν ἑλκωθῇ τὸ στόμα ἢ φλεγμήνῃ, σμύρναν, καὶ στέαρ χή‐ νειον, καὶ κηρὸν λευκὸν, καὶ λιβανωτὸν ἐν λαγωοῦ θριξὶ τῇσιν ὑπὸ τὴν γαστέρα μίξας καὶ λεῖα ποιήσας ἐν εἰρίῳ ὡς μαλθακωτάτῳ προστιθέσθω. | |
56 | Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, παραχρῆμα μὲν χρὴ ἀσιτέειν· ἄγνου δὲ πέταλα λεῖα τρίψαντα ἐν οἴνῳ καὶ μέλιτι, ἔλαιον ἐπιχέας, ἀναχλιήνας, δίδου πιεῖν ὅσον κοτύλην. | |
57 | Ἢν φλεγμήνωσιν αἱ ὑστέραι, τῆς ἀκτῆς τὰ φύλλα ὡς ἁπα‐ λώτατα ἐν πυρῶν κρίμνοις ἑψήσας σητανίοις, ἀκροχλίερον δίδου | |
ῥοφῇν. | 396 | |
58 | Ἢν μετακινηθέωσιν αἱ μῆτραι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, δήσας ἐς ὀθόνιον, προσίσχειν· λιπαρὸν προσφέρειν μηδέν· πιεῖν δὲ διδόναι πυροὺς προκωνίας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελί‐ σφακον, καὶ κύπερον, καὶ ἄνισον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ | |
5 | τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθῶν, διδόναι δὶς τῆς ἡμέρης ἐφ’ ἑκά‐ τερον ἡμικοτύλιον. | |
59 | Ἢν τὰ ἐπιμήνια μὴ γίνηται ἐν τῷ καθεστηκότι χρόνῳ, κράμβης πέταλα καὶ πήγανον τρίψας λεῖα, ἔπειτα ἄχυρα τὰ ἀπὸ τῶν κριθῶν ὅσον χοίνικα βρέξας ὡς ἂν τέγγηται, ἐξαιθρίασον· ἕωθεν δὲ ποιήσας ὅσον κοτύλην, διεῖναι τὴν κράμβην καὶ τὸ πήγανον, | |
5 | ἔλαιον ἐπιχέας καὶ ἀναταράξας, δοῦναι πιεῖν· ἔπειτα πουλύποδα πνίξας ἐν οἴνῳ λευκῷ, δὸς φαγεῖν, καὶ τὸν οἶνον ἐκπιεῖν· ἢν δὲ βούλῃ, τῶν ἰχθυδίων ἑψῶν τῶν εὐωνοτάτων διδόναι ἐσθίειν καὶ τὸν ζωμὸν ῥοφάνειν. | |
60 | Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, μύρτα ἑψήσας ἐν οἴνῳ, διακλυζέσθω τὰ αἰδοῖα· ἔπειτα ῥοιῆς γλυκείης σίδια ἑψήσας ἐν οἴνῳ, καὶ σμύρνης καὶ ῥητίνης ὁμοῦ μίξας, διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστι‐ θέναι. | |
61 | Ἢν στραγγουρίη λάβῃ, τῆς σικύης ἀποταμὼν τὸ στόμα καὶ τὸν πυθμένα, ὑποθεὶς ἀνθρακίην, περίθες τῇ σικύῃ, τῆς σμύρνης ξηρᾶς κεκομμένης ἐπὶ τὸ πῦρ ἐπιπάσας, περικαθίσας ἐπὶ τὴν σι‐ | |
κύην, καὶ ἐνθέσθω ἐς τὸ αἰδοῖον τὸ ἄκρον τῆς σικύης ὡς ἐσωτάτω, | 398 | |
5 | ὅκως ἂν ἡ ἀτμὶς ὡς πλείστη ἐς τὰ αἰδοῖα ἀποπέμπηται· καὶ τῶν οὐρητικῶν ποτημάτων διδόναι νήστει. | |
62 | Ἢν δὲ ἐς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἱ ὑστέραι καὶ μὴ ἀφιστῶνται, πράσου καρπὸν τρίψας καὶ γλήχωνα, διεὶς ὕδα‐ τος κυάθοις τρισὶ καὶ ὄξεος λευκοῦ κυάθῳ καὶ μέλιτος τρίτῳ μέρει κυάθου, χλιαίνων, νήστει δίδου ῥοφάνειν. | |
63 | Ἢν ἐκ τόκου ἢ τρωσμοῦ ῥῖγος λαμβάνῃ, ἀρκεύθου τὸν καρ‐ πὸν καὶ ἐλελίσφακον ὁμοῦ τρίψας, διεὶς ὄξεος λευκοῦ κυάθῳ, ἐπιχέας οἴνου λευκοῦ κεκρημένου κύλικα, καταμίξας, ἔασον κεῖσθαι· ἕωθεν δὲ ἀπηθήσας, χλιήνας, πιεῖν δίδου. | |
64 | Ἢν ἀνεμωθέωσιν αἱ μήτραι, ἢν ἄνεμος ἐγγένηται τῇ νηδύϊ, καὶ πόνος ᾖ, ἐλελίσφακον καὶ κύπερον κόψας, τέγξας τὴν νύκτα, ἕωθεν ἀπηθήσας, τὸ καθαρὸν ἐς χύτρην ἐγχέας, κρίμνα πύρινα ἐμ‐ βαλὼν, ὄξος λευκὸν ὅσον κύαθον ἐπιχέας, ὀπὸν σιλφίου ὅσον κύαμον | |
5 | ἐμβαλὼν, ἑψήσας ἐνωμότερον, δίδου ῥοφάνειν. | |
65 | Ἢν ἐν τοῖσιν αἰδοίοισι δυσοδμίη ἢ κίων ἐγγένηται καὶ ὀδύνη ἔχῃ, τὴν μὲν ὀδύνην παύσει σελίνου καρπὸς ἐν οἴνῳ διδόμενος νήστει, τὴν δὲ δυσοδμίην ἄνισον τὸν αὐτὸν τρόπον διδόμενον· τὸν δὲ | |
κίονα χρὴ ἀποτάμνειν. | 400 | |
66 | Ἢν ἕλκεα ἐγγένηται τοῖσιν αἰδοίοισι καὶ ξυσμὸς λαμβάνῃ, ἐλαίης φύλλα καὶ κισσοῦ καὶ βάτου καὶ ῥοιῆς γλυκείης τρίψας λεῖα, οἴνῳ παλαιῷ διεὶς, ἔπειτα λαβὼν σάρκα ποταινίην, προσθεῖναι, καὶ καταπλάσαι τοῖσι φύλλοισι, καὶ ἐχέτω τὴν νύκτα· ἕωθεν δὲ ἐξελο‐ | |
5 | μένη, μυρσίνην ἐν οἴνῳ ἀφεψοῦσα, τῷ οἴνῳ διακλυζέσθω τὰ αἰδοῖα. | |
67 | Ἢν τὴν γονὴν μὴ δέχηται, τῶν γυναικείων κατὰ φύσιν γι‐ νομένων, ἡ μῆνιγξ ἐπίπροσθεν γίνεται· γίνεται δὲ τόδε καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τῷδε· ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ἅψῃ τοῦ προβλήματος. Ταύτῃ χρὴ πρόσθεμα ποιήσαντα, ῥητίνην καὶ ἄνθος χαλκοῦ μέλιτι | |
5 | διεὶς, ὀθόνιον ἀρδαλώσας, προσθεῖναι ὡς ἐσωτάτω, ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου· ὁκόταν ἐξαγάγηται, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ κλυζέσθω. | |
68 | Ἢν ἄσθματα λαμβάνῃ γυναῖκα, θείου ὅσον κύαμον, καὶ καρδαμώμου τὸ ἴσον, καὶ πήγανον, καὶ κυμίνου Αἰθιοπικοῦ, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, πίνειν δοῦναι νήστει· δεῖ δὲ καὶ τῶν σιτίων ἀπέχεσθαι καὶ μὴ πυκνὰ ἐσθίειν. | |
69 | Ἢν τίκτουσα ἐξανεμωθῇ, ἧπαρ οἰὸς ἢ αἰγὸς ἐς τέφρην ἐγ‐ κρύψας, διδόναι ἐσθίειν ζωρότερον ἐπὶ τέσσαρας ἡμέρας, καὶ οἶνον πινέτω παλαιόν. | |
70 | Ἢν τὰς ἰξύας ἀλγέῃ, ἄνισον καὶ κύμινον Αἰθιοπικὸν πινέτω, | |
καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω. | 402 | |
71 | Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, ὄστρακον παχὺ κατακαύσας, καὶ λεῖον τρίψας, καὶ ὀρίγανον ἑψήσας, ἐν χηνὸς ἐλαίῳ λεῖον ποιήσας, καὶ ξυμμίξας τῷ ὀστράκῳ, ἐν ὀθονίῳ χλιερὸν προστι‐ θέσθω. | |
72 | Ἢν ξυμμύσωσιν αἱ μῆτραι καὶ τὰ ἐπιμήνια μὴ φαίνηται, κολοκυνθίδα ἀγρίην, καὶ φύλλον, κύμινον Αἰθιοπικὸν, νίτρον, ἅλας θηβαϊκὸν, καὶ νεφρίδιον, καὶ ἄλευρον, καὶ σμύρναν, καὶ ῥητίνην, ἅπαντα ζέσας ταῦτα, ὁμοῦ τε μίξας λεῖα, ποιέων βάλανον, προστι‐ | |
5 | θέσθω. | |
73 | Ἢν πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον Αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερ‐ μῶν πινέτω. | |
74 | Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα ἡ γυνὴ προσθέσθω, εἰρίῳ ἀνασπογγίζουσα. Ἢν δὲ μᾶλλον τοῦ προσήκοντος φαίνηται, σούσινον καὶ βάτου γλῶσσαν ἐν εἰρίῳ προστιθέσθω. | |
75 | Ἢν μετακινηθεῖσαι προσπέσωσί που αἱ ὑστέραι, κριθὰς πτίσας λείας ξὺν τοῖς ἀχύροις, καὶ πρόμαλον, καὶ ἐλάφου κέρας, οἴνῳ δεύσας, ὑποθυμιῇν τὰς ὑστέρας. | |
76 | Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, μαράθρου ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα δοῦναι πιεῖν. | |
77 | Ἢν τὰ ἐπιμήνια μὴ φαίνηται καὶ βούλῃ αὐτὰ κατασπᾷν, πυρῶν κρίμνα καὶ γέλγιδας ἑψεῖν, ἔλαιον ἐπιχέαντα, εἶτα διδόναι | |
ἐσθίειν. | 404 | |
78 | Ἢν φλεγμήνωσιν αἱ μῆτραι, κοτυληδόνος φύλλα καὶ πράσα κρίμνοις ἐνεψῶν πυρίνοις, ἔλαιον ἐπιχέων, δίδου ἐσθίειν. | |
79 | Ἢν κινηθεῖσαί που προσπέσωσι καὶ ὀδύνην παρέχωσιν, ἐλαίης ψώρην, δάφνης καὶ κυπαρίσσου πρίσματα ἑψήσας ἐν ὕδατι, ἐς ὀθόνιον ἐμβαλὼν, προστίθει. | |
80 | Ἢν ὑστέρας ἀλγέῃ καὶ πρὸς τὴν κύστιν ᾖ ἡ ὀδύνη, πράσου καρπὸν τρίψας ἐν ὕδατι, πιεῖν διδόναι νήστιδι, καὶ χλιάσματα προσ‐ τιθέναι. | |
81 | Ἢν αἱ μῆτραι ἐξέχωσι, περινίψας αὐτὰς ὕδατι χλιερῷ καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι, καὶ ἀναδῆσαι ἐκ τῶν ἰξύων, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ ἢν μὴ δύνηται οὐρέειν, λού‐ σας θερμῷ καὶ πυριήσας, ὑποθυμιήσας κυπαρίσσου πρίσματα, τῶν | |
5 | οὐρητικῶν ποτημάτων διδόναι πίνειν. | |
82 | Ἢν ῥόος γένηται, ὑποθυμιήσας στρυφνοῖσιν, ὀνίδα περιξέ‐ σας, ἐνδήσας εἰρίῳ, προστίθει· ἡ δὲ ὀνὶς ἔστω ξηρή. | |
83 | Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπα‐ λείφειν καὶ προστιθέναι, καὶ τῆς μυρσίνης ἐν οἴνῳ ἀφεψῶν δια‐ κλύσαι. | |
84 | Ἢν ἐκ τόκου τὸ στόμα ἑλκωθῇ, ῥόδων ἄνθος τρίψας λεῖον, οἴνῳ δεύσας, ἐν λαγωῇσι θριξὶ προστιθέναι, καὶ διακλυζέσθω τοῖσι στρυφνοῖσι. | |
85 | Ἢν τὰς ὑστέρας ἀλγέῃ, σκορόδων μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον λεῖα ποιήσας, μέλιτι δεύων, προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμῶν πινέτω. | 406 |
86 | Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, στέαρ βοὸς καὶ βούτυρον καὶ χηνὸς ἔλαιον καὶ σούσινον μίξας, διαχρίειν τὰ αἰδοῖα τουτέοισι, καὶ δια‐ κλυζέσθω ὕδατι χλιερῷ. | |
87 | Ἢν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψας, ἀποσβέσας, ὑπίσχειν ὑπὸ τὴν ῥῖνα, ὅκως ἂν τὸν καπνὸν ἕλκῃ, ἔπειτα σμύρναν διεὶς μύρῳ, ἔριον ἀναδεύσας, προστίθει· καὶ πιεῖν δοῦναι ῥητίνην ἐλαίῳ διέντα. | |
88 | Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας, ἐν εἰρίῳ ποιή‐ σας πρόσθεμα, προστιθέναι, καὶ τῇ ἴγδῃ οἴνῳ διατρίψας, δοῦναι πιεῖν. | |
89 | Ἢν τὴν κεφαλὴν ἀλγέῃ καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας, χολὴ ἐν τῇσι μήτρῃσιν ἐστί· ταύτῃ χρὴ δοῦναι φάρμακον, ὃ καθαίρειν ἄνω τε καὶ κάτω δύναται, καὶ λούειν θερμῷ, καὶ προστι‐ θέναι ὅσα χολὴν καθαίρει, καὶ ἄνισον καὶ μελάνθιον διεὶς οἴνῳ δίδου | |
5 | πιεῖν. | |
90 | Ἢν ῥόος ἐγγένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, τὸν οἶνον διδόναι πίνειν, καὶ ὑποθυμιῇν ὅσα ξηραίνει καὶ προστιθέναι. Ἢν ῥοῦς ἐγγένηται, τῶν πράσων ὅσον δεσμίδα τρίψας ἐν οἴνῳ, δίδου πίνειν, καὶ τοῖσι ξηροῖσι καὶ τοῖσι στρυφνοῖσι | |
5 | χρήσθω. Ἢν ῥοῦς ἐγγένηται, ἡμιονίδα κατακαύσας, καὶ κόψας | |
λείην, διασήσας τε, διεὶς οἴνῳ, πίπισκε· τοῖσι δὲ ἄλλοισι τὸν αὐτὸν τρόπον χρῶ. Ἢν ῥοῦς ἐγγένηται, καὶ πολυχρόνιος ἤδη ᾖ, σπόγγον κατακαύσας καὶ τρίψας λεῖον, οἴνῳ διεὶς εὐώδει, πῖσον, καὶ ὑποθυ‐ μιήσας ξήραινε, καὶ προστίθει ὅ τι ἂν ἀποστύφῃ. | 408 | |
91 | Ἢν καθῆραι τὰς ὑστέρας βούλῃ, νίτρον, κύμινον, σκόροδον, καὶ σῦκα λεῖα ποιήσας, μέλιτι δεύσας, προστίθει, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω. | |
92 | Ἢν ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου τὴν ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πι‐ νέτω. | |
93 | Ἢν γάλα ἀποσβεσθῇ, τὰ μὲν ἄλλα τὸν αὐτὸν τρόπον θερά‐ πευε· πιπίσκειν δὲ τὸν καρπὸν τοῦ μαράθρου, καὶ τὰς κριθὰς ἐπτι‐ σμένας, καὶ βούτυρον, ἑψήσας ὁμοῦ· ὁκόταν δὲ ἑφθὰ ᾖ, ψύξας δὸς πιεῖν· ἀγαθὸν δὲ καὶ τὸ ἱππομάραθρον καὶ τὸ ἱπποσέλινον συνεψό‐ | |
5 | μενα. Ἢν γάλα ἀποσβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δοῦναι πιεῖν, καὶ θερμῷ λουέσθω· καὶ τῶν πράσων καὶ τῶν κραμβῶν ἐσθιέτω, συνεψοῦσα τοῦ κυτίσου τὰ φύλλα, καὶ τὸν χυλὸν ῥοφείτω. Ἢν γάλα ἀποσβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δοῦναι πιεῖν, καὶ θερμῷ λουέσθω· τὸν ἐλελίσφακον ἑψοῦσα, καὶ τῶν κεδρίδων ἢ τῶν | |
10 | ἀρκευθίδων παρεμβάλλουσα, ἀποχέουσα τὸν χυμὸν καὶ οἶνον ἐπι‐ χέουσα, πινέτω· ἐς τὰ λοιπὰ ἄλευρον ἐμβάλλουσα καὶ βόλβον, καὶ ἐλαίου μικρὸν ἐπιχέουσα, ἐσθιέτω· καὶ τῶν δριμέων καὶ ὀξέων καὶ | |
ἁλμυρῶν καὶ ὠμῶν λαχάνων πάντων ἀπεχέσθω· τὸ δὲ κάρδαμον ἐν οἴνῳ πινόμενον ἀγαθὸν, καὶ τὸ γάλα καθαίρει· καὶ θερμῷ λουέσθω, | 410 | |
15 | καὶ ἀπὸ θερμοῦ πινέτω. | |
94 | Ἢν βούλῃ γυναῖκα κυῆσαι, κάθηρον αὐτὴν καὶ τὰς μήτρας· ἔπειτα δίδου τὸ ἄλητον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν, κύμινον καὶ ῥητίνην μέλιτι δεύσας ἐν ὀθονίῳ πρόσθες, καὶ ὁκόταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσ‐ | |
5 | σοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνευνάτω. Ἢν βούλῃ ἔγκυον ποιῆσαι γυναῖκα, καθήρας αὐτὴν καὶ τὰς μήτρας, προστιθέναι τῇσι μήτρῃσι ῥάκος καταξηράνας ὡς λεπτότατον, καὶ μέλιτι δεύσας, καὶ βαλάνους ποιήσας, ἀποβάπτων ἐς ὀπὸν συκῆς προστιθέναι, μέχρις ἂν ἀναστομωθῇ· ἔπειτα δὲ μᾶλλον ἐσωθέειν· | |
10 | ἐπειδὰν δὲ ἀποῤῥυῇ τὸ ὕδωρ, διανιζομένη οἴνῳ καὶ ἐλαίῳ, συνευ‐ δέτω τῷ ἀνδρί· πινέτω δὲ καὶ, ὁκόταν μέλλῃ καθεύδειν, βλήχωνα ἐπὶ κεδρίνῳ οἴνῳ. | |
95 | Ἐκβόλιον ἐμβρύου καὶ ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν, ὅσον πόσιν, ἐς μᾶζαν ἐμπάσασαν προσθεῖναι, προνηστεύσασαν ἐπὶ δύο ἡμέρας. Σταφίδος ἀγρίης ὅσον δύο δραχμίδας διεὶς μελικρήτῳ δοῦναι πιεῖν. | |
96 | Πειρητήριον· μώλυζαν σκορόδου ἀποξύσας, προσθεῖναι πρὸς | |
τὰς μήτρας· τῇ δ’ ὑστεραίῃ τὸν δάκτυλον ἐσαφάσας σκόπει· καὶ ἢν μὲν ὄζῃ τὸ στόμα, εὖ ἔχει· εἰ δὲ μὴ, πάλιν προστιθέσθω. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον ἐν εἰρίῳ εἱλίξας προσθεῖναι, καὶ ὁρῇν | 412 | |
5 | ὅθεν ἂν τοῦ στόματος ὄζῃ. | |
97 | Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐς εἴριον ἐνειλί‐ ξας, καὶ ξηρήνας ἐν σκιᾷ, προστίθει. Γλήχωνα ξηρὴν λείην ποιή‐ σας, μέλιτι δεύσας, προστιθέναι ἐν εἰρίῳ. Σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶ καὶ ἐν εἰ‐ | |
5 | ρίῳ προστιθέναι. Στυπτηρίην Αἰγυπτίην εἰρίῳ καθελίξας προστί‐ θει. Κανθαρίδας οἴνῳ δεύσας ἐν εἰρίῳ προστίθει. Τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Μελάνθιον τρίψας ἐν οἴνῳ λευκῷ εἰ‐ ρίῳ προστίθει. Νεοτόκῳ· ῥόδινον μύρον καὶ κηρὸν ἐν εἰρίῳ προστί‐ θει. Βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας, ἐν οἴνῳ δεύσας, ἐν εἰρίῳ | |
10 | προστίθει. Οἴνου λευκοῦ παλαιοῦ τὴν τρύγα κατακαύσας καὶ κατα‐ δεύσας ἐν οἴνῳ λευκῷ καὶ τρίψας, ἐν εἰρίῳ προστίθει. Χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ ἐν ὀθονίῳ προστίθει. Ἐλατή‐ ριον ὡς δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ ἐν ὀθονίῳ προστίθει. Βούτυ‐ ρον καὶ στυπτηρίην μέλιτι δεύσας ἐν ὀθονίῳ προστίθει. Ὀπὸν | |
15 | σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυναναμίξας, οἴνῳ δεύσας, ἐν ὀθο‐ νίῳ προστίθει. | |
98 | Ἢν μὴ θέλῃ κυΐσκεσθαι, μίσυος ὅσον κύαμον διεὶς ὕδατι, | |
δίδου πίνειν, καὶ ἐνιαυτὸν οὐ κυΐσκεται. | 414 | |
99 | Ἢν βούλῃ γυναικὸς ἐμπειρηθῆναι, εἰ ἔστι παιδοῦσα εἴτε μὴ, τῇ ἐρυθρᾷ λίθῳ τοὺς ὀφθαλμοὺς ὑπαλεῖψαι, καὶ ἢν μὲν ἐσέλθῃ τὸ φάρμακον, παιδοῦσα γίνεται· ἢν δὲ μὴ, οὔ. | |
100 | Ἢν παιδίου ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα λεῖα τρίψας καὶ βοὸς μυελὸν, ἐν ὕδατι ἑψῶν, καὶ ἄλητον ἐμβαλὼν μικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων. | |
101 | Ἢν παρθένος λιθιήσῃ, τοῦ φύλλου διδόναι τῆς Αἰθιοπικῆς ῥίζης σταθμῷ, ἐν οἴνῳ παλαιῷ διδοὺς ἐπὶ ἡμέρας δέκα, τὸ δὲ λοιπὸν διηθῶν ἐν ὕδατι ἐπὶ εἴκοσιν ἡμέρας, καὶ λούειν δὶς τῆς ἡμέρης πολλῷ καὶ θερμῷ. | |
102 | Καταπλάσματα· σκόροδον, ἀνδράχνην, σέλινον, λωτοῦ καὶ κέδρου πρίσματα λεῖα ὁμοῦ μίξας, διεὶς μελικρήτῳ, κατάπλασμα ποιέων, κατάπλασσε. Βάτου φύλλα, μυρσίνης φύλλα, ὁμοῦ λεῖα διεὶς μελικρήτῳ, ξυμφυρήσας ἀλφίτοις, κατάπλασσε. Ἀκτῆς φύλλα, | |
5 | μυρσίνης φύλλα, τερμίνθου τὰ ἁπαλώτατα τὸν αὐτὸν τρόπον κατά‐ πλασσε. Λωτοῦ πρίσματα, συκαμίνου φύλλα ὁμοῦ λεῖα μίξας, διεὶς ὕδατι ἀσταφίδος, κατάπλασσε. | |
103 | Ὑποθυμιήσεις· οἰσύπην αἰγὸς ξηρὰ κόψας, καὶ κριθὰς πε‐ φωσμένας καὶ ἐρηριγμένας, ἐν ἐλαίῳ δεύσας, ὑποθυμία. Ἐλάφου κέρας καὶ ἐλαίας τὰς μήπω ἐχούσας ἔλαιον, ὁμοῦ λεῖα μίξας, θυμία. | |
Ῥοῦν τὴν ἐρυθρὴν καὶ ἄλφιτα πεφωσμένα ἐλαίῳ δεύσας, ὑποθυμία. | 416 | |
5 | Ἄλφιτον καὶ βόλβιτον καὶ ἄχυρα ἐλαίῳ δεύσας, ὑποθυμία. Λωτοῦ πρίσματα καὶ ῥοῦ φύλλα καὶ κυπαρίσσου ξηρῆς πρίσματα οἴνῳ δεύ‐ σας μέλανι αὐστηρῷ, ὑποθυμιῇν. Χαλβάνην, μάννην, ῥητίνην μύρῳ δεύσας, ὑποθυμιῇν. Αἰγὸς κέρας καὶ κηκίδα καὶ στέαρ ὑὸς κεδρίῃ δεύσας, ὑποθυμία. Ὄνων τὴν ἐπὶ τῷ ποδὶ γῆν ξύσας καὶ ὀνίδας | |
10 | οἴνῳ μέλανι δεύσας, ὑποθυμιῇν. | |
104 | Κλυσμοί· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ ἐν ὕδατι χλιερῷ κλύζειν. Ῥοῦ φύλλα καὶ ῥοιῆς γλυκείης καὶ βάτου, ἐν μελι‐ κρήτῳ ἀφεψῶν, ἀποχέων, κλύζειν. Τῆς ἀκτῆς τὰ φύλλα καὶ τῆς σχίνου ἀφεψῶν ὕδατι, ἀποχέας, ἀκροχλίερον κλύζειν. Μαράθρου | |
5 | ῥίζαν κόψας, ἐν ὕδατι ἀφεψῶν, καὶ κράμβης, ἐπιχέας ἔλαιον, ἔπειτα ἀποχέας, κλύζειν. Οἰνάνθην καὶ κύπερον καὶ ἀσταφίδας ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Μάλαγμά τι ἐν ὕδατι ζέσας, ἀποχέας τὸ ὕδωρ, ἀκροχλίερον κλύζειν. Κυπαρίσσου πρίσματα καὶ ἀμάρακον ἐν γλυκεῖ κεκρημένῳ ὕδατι ἀφεψῶν, κλύζειν. Ἕρπυλον καὶ λευκοΐου | |
10 | τὴν ῥίζαν ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Ὑπερικὸν καὶ σχῖνον καὶ κεδρίδας ἐν ὕδατι ἀφεψῶν, ἀκροχλίερον κλύζειν. Κηρίον καὶ βούτυ‐ ρον καὶ ῥητίνην καὶ χηνὸς ἔλαιον ἐν ὕδατι ἀφεψῶν, κλύζειν. | |
105 | Πυριήσεις· αἴρας φώξας καὶ καταλέσας, ἕψε ἐν ὀξυκράτῳ ἀκρητεστέρῳ· ὁκόταν δὲ ἑψήσῃς, ἐνδήσας ἐς ὀθόνιον, πυριῇν. Φακοὺς φώξας καὶ περιπτίσας, ποιήσας ἄλευρα χονδρότερα, ὕδατι ἀφεψή‐ σας, ἐνδήσας ἐς ὀθόνιον, προστίθει. Ὀρόβους τὸν αὐτὸν τρόπον | 418 |
5 | ποιέων, πυριῇν· ἀγαθὸν δὲ καὶ ὁ ἐλελίσφακος τὸν αὐτὸν τρόπον γινό‐ μενος. Ἐλελίσφακον καὶ ὑπερικὸν ἀφεψῶν ἐν ὕδατι, ἐν τῷ ἀφεψή‐ ματι ἄχυρα κριθῶν ἑψήσας, ἐνδήσας ὀθονίῳ, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἀφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐνδήσας ἐς ὀθόνιον, πυρία. Ἐλαίης φύλλα καὶ μυρσίνης καὶ κισσοῦ καὶ δάφνης | |
10 | ἑψῶν ἐν ὕδατι, ἀποχέας τὸ ἀφέψημα, ἕψε ἐν αὐτέῳ ἄχυρα κριθῶν, ἔπειτα ἐνδήσας ἐς ὀθόνιον, πυρία. Κυπαρίσσου πρίσματα καὶ κέδρου καὶ πίτυρα κριθῶν, ὁμοῦ μίξας ἐν ἀποβρέγματι ἀσταφίδος, φυρήσας καὶ ποιήσας ἄρτον, ὀπτήσας, θερμὸν ἐς ῥάκος ἐνδήσας, πυρία. Λευκοΐου τὸν καρπὸν ἢ τὰς ῥίζας ἀφεψήσας ὕδατι, καὶ τῷ ὕδατι | |
15 | φυρήσας πίτυρα πυρῶν, ἄρτον ποιήσας, θερμὸν ἐς ῥάκος ἐνειλίξας, πυρία. Τὸν ἕρπυλον ἐν ὕδατι ἀφεψήσας, τῷ ἀφεψήματι πίτυρα πύ‐ ρινα ἐμβαλὼν, τὸν αὐτὸν τρόπον πυρία. Πυριῇν δὲ καὶ σπόγγον θερμαίνων καὶ προστιθεὶς, καὶ εἰρίοισι μαλθακοῖσι, καὶ ῥάκεσιν ἐρίοισι, καὶ ὀστρακίνοισιν ἀγγείοισιν ὕδωρ ἐπιχέων, καὶ θυλακίοισι | |
20 | τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀφεψημάτων ἐγχέων, πυριῇν. | |
106 | Καθαρτήριον· ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν, κυῆσαι θέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσι καταμηνίοισιν, ἤν τε χολώ‐ δης, ἤν τε φλεγματώδης ᾖ. Γνώσῃ δὲ τῷδε· πρότερον ψάμμον ἐμ‐ | |
βαλὼν ἐς τὸν ἥλιον λεπτὴν, ξηρὴν, ὁκόταν τὰ καταμήνια γένηται, | 420 | |
5 | ἐν τῷ ἡλίῳ, ἀποχέας τοῦ αἵματος, ἔα ξηρανθῆναι· καὶ ἢν μὲν χο‐ λώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδης, οἷον μύξα. Τουτέων οὖν ὁκότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι, εἶτα διαλιπὼν ἡμέρας ὀλίγας, τὰς ὑστέρας καθαίρειν. | |
107 | Ὑστερέων πυρίαι· ἢν σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ μὴ κυΐσκηται, οἶνον ὡς ἥδιστον ἴσον κεράσας, ὡσεὶ τρία ἡμίχοα Ἀτ‐ τικὰ, καὶ μαράθρου ῥίζας, καὶ τοῦ καρποῦ τοῦ μαράθρου τετάρτην μοίρην, καὶ ῥοδίνου ἀλείμματος ἡμικοτύλιον· ταῦτα ἐγχέας ἐς ἐχῖ‐ | |
5 | νον καινὸν, καὶ τὸν οἶνον ἐπιχέας, τοῦ δὲ ἐχίνου τρυπῆσαι τὸ ἐπί‐ θεμα, καὶ ἐνθέντα κάλαμον πυριῇν· τὸν δὲ κάλαμον σὺν τῷ ἐπιθέ‐ ματι ἀφαιρέεσθαι· ἢν γὰρ ἄνευ τοῦ ἐπιθέματος ἀφαιρέηται, καυθήσεται. Ἐπὴν δὲ πυριήσηται, τὴν σκίλλην προστίθεσθαι, ὡς κάτω γέγραπται· προστίθεσθαι δὲ ἔστ’ ἂν φῇ μαλακὸν εἶναι τὸ | |
10 | στόμα καὶ εὐρύ. | |
108 | Καὶ ἢν ἑλκωθῇ καὶ φλύκταιναι ὦσιν ἐν τῇ καθάρσει, ἢν μὲν ἄκρα τὰ χείλεα ἑλκωθῇ, ἄνισον καὶ χήνειον ἔλαιον ἐν ῥοδίνῳ ἐλαίῳ τρίψας, ἐς εἰρίον ἐνειλίξας, σάρκα βοὸς λαβὼν παχυτέρην τοῦ με‐ γάλου δακτύλου τοῦ ποδὸς, μῆκος δὲ ἓξ δακτύλων, χρίσας τῷ φαρ‐ | |
5 | μάκῳ, περιελίξας τῷ εἰρίῳ, τὸ φάρμακον ἀνασπογγίσας, τὸ ἔσχατον τῆς σαρκὸς, ὃ μέλλει ἔξω εἶναι, λίνῳ δήσας, ἔνθες τὸ ψιλὸν τῆς σαρκὸς ἐς τὰς μήτρας, οὗ ἂν τὸ ἕλκος ᾖ. | |
109 | Γυναικεῖα καθαρτήρια· ἢν μὴ πορεύηται ἡ κάθαρσις, λα‐ | |
βὼν σικύης ἐντεριώνην ὅσον τριώβολον καὶ ἀρτεμισίην ποίην καὶ λιβανωτοῦ ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἰρίον ἐνελίξας, πρόσ‐ θες πρὸς τὸ στόμα τῆς μήτρης, τῆς ἡμέρης πεντάκις τοῦτο ποιῶν. | 422 | |
5 | Τὸ ἀμπέλιον τρίβων χλωρὸν ἐν μέλιτι, καὶ ἐς εἰρίον ἐνελίξας, προσ‐ τιθέναι τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ σι‐ κυώνης ἐντεριώνην καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ | |
10 | μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες. Ἀβρότονον ὅσον τριώβολον τρίψας ἐν μέλιτι, ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἐλατη‐ ρίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν τρίψας, καὶ μέλιτι ἐς εἰρίον ἐνελί‐ ξας, προστίθει. Ἢν γυνὴ μὴ κυΐσκηται, καθαρτήριον· ταύρου οὖ‐ ρον ξυλλέξαι ὅσον τρεῖς κοτύλας, ἔπειτα λαβὼν ἀρτεμισίην ποίην ἢ | |
15 | παρθένιον ἢ ἀδίαντον καὶ δάφνην χλωρὴν καὶ κέδρου πρίσματα, κό‐ ψον λεῖα ἐν ὅλμῳ, εἶτα ὀρύξας βόθρον, ἐγκαύσας τε ἄνθρακας, καὶ ἐπιθεὶς χύτραν, ἔγχεον τὸ οὖρον τοῦ ταύρου, καὶ ἔμβαλε τὰ κεκομ‐ μένα ἐν τῷ ὅλμῳ· ἔπειτα περιθεὶς δίφρον, ἐπίθες τῆς ἀρτεμισίης ποίης, ἢ ὕσσωπον, ἢ ὀρίγανον· εἶτα ἐπικαθίσας τὴν γυναῖκα, πυ‐ | |
20 | ρίησον ἕως ἂν ἱδρώσῃ· ὅταν δὲ ἱδρώσῃ, λοῦσαι θερμῷ· ἐς δὲ τὸ λουτρὸν ἐμβαλεῖν τὴν ἀρτεμισίην καὶ δάφνην· εἶτα πρόσθετον ποιῆ‐ σαι ἢ ἀρτεμισίην, ἢ βόλβιον ἐν οἴνῳ λευκῷ τρίψας, εἰρίῳ ἐνειλίξας, προστιθέτω· ταῦτα ποιέειν ἐφ’ ἡμέρας τρεῖς· εἶτα κοιμάσθω παρὰ ἀνδρί. Προσθετὸν κυητήριον· ἐκ νίτρου καὶ λιβανωτοῦ βάλανον | |
25 | ποιήσας ἐν μέλιτι πρόσθες. Προσθετὸν καθαρτήριον μαλθακτικόν· ἰσχάδα λαβὼν, ἑψήσας, ἕως ἂν τὰς κεγχραμίδας ἀποβάλῃ, τοῦτο ἀποπιέσας, τρίψας ὡς λειότατον, προσθέσθω ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Ἕτερον δριμύτερον· κράμβης, πηγάνου, ἑκάτερον ἴσον τρί‐ ψας, χρῶ τὸν αὐτὸν τρόπον. Ἕτερον προσθετὸν μαλθακόν τε καὶ | 424 |
30 | καθαρτήριον· χηνὸς μυελὸν ἢ βοὸς ἢ ἐλάφου, ὅσον κύαμον, παρα‐ χέοντα μύρου ῥοδίνου καὶ γάλα γυναικὸς, τρίβειν ὥσπερ τὸ μαλ‐ θακὸν φάρμακον τρίβεται· εἶτα ὑπαλείφειν ἐκ τούτου τὸ στόμα τῆς μήτρης. Ἕτερον χλιερὸν καθαρτήριον· χηνὸς μυελὸν ὅσον κάρυον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κάρυον, ταῦτα τήξας ἐν μύρῳ | |
35 | ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, καὶ ποιήσας ὥσπερ κηρωτὴν, εἶτα τουτέῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Γλυκυσίδης κόκκους τοὺς ἐρυθροὺς τρεῖς ἢ τέσ‐ σαρας, τουτέους τρίβοντα ἐν οἴνῳ, δοῦναι πιεῖν· ἢν δὲ μᾶλλον κατασπάσαι θέλῃς, τῶν μελάνων κόκκων τῆς γλυκυσίδης τρίψας τὸν | |
40 | αὐτὸν τρόπον, δὸς πιεῖν. Ἕτερον καθαρτήριον καὶ κατασπαστικόν· δαφνίδας εἴκοσι τὰς πλείστας καὶ σεσέλιος ἥμισυ ὀξυβάφου τρίψας μετὰ οἴνου πινέτω. Ταύρου χολὴν ὅσον τρία ἡμιωβόλια Ἀττικὰ τρίψας, ἐν οἴνῳ δοῦναι πιεῖν νήστει, καὶ περιπλάσσων καταπότια δίδου. Ἄλευρον σιτάνιον, σμύρνης ὅσον τριώβολον, κρόκου τὸ ἴσον, | |
45 | καστορίου ὀβολὸν, ταῦτα τρίψας ἐν μύρῳ ῥοδίνῳ, προστιθέσθω. Ἕτερον καθαρτήριον· κνίδης καρπὸν καὶ μαλάχης χυλὸν ἐν στέατι | |
χηνὸς τρίψαντα προσθεῖναι. Ἢν μὴ καθαρθῇ, τῆς πάλης τοῦ ἐκτό‐ μου ὅσον τοῖς τρισὶ δακτύλοις ἑψήσας μέλιτι, ἐγχέαι, καὶ συμπλά‐ σαι τὴν πάλην, καὶ δοῦναι πιεῖν. Ὑστέρης ἀναστομωτήριον τὸ | 426 | |
109(50) | αὐτὸ καὶ καθαρτικόν· κανθαρίδας τρῖβε πέντε, ὄξος λευκὸν παρα‐ χέων, καὶ μὴ ὑγρὸν πάνυ ποίει, ἀλλ’ ὡς ἐκμάσσεσθαι δάκτυλον· λαβὼν δὲ σύκου λευκοῦ πίονος, ἄνευ τῶν κεγχραμίδων καὶ τοῦ δέρ‐ ματος, διπλάσιον ξυμμίξας μέρος τῆς κανθαρίδος, λεῖον ποιήσας, εἰρίῳ λεπτῷ καθελίξας, προσθέσθω. Καθαρτήριον· ἢν ἐκ τόκου μὴ | |
55 | καθαρθῇ, τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν· τοῦτο δὲ καὶ τὰ κατα‐ μήνια καταῤῥήγνυσι καὶ ἔμβρυον ἐκβάλλει. Μητρέων καθαρτήριον· ὁκόταν παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ, κολοκύνθην ἀγρίην τρί‐ ψας ἐν μέλιτι, λειχέτω ἢ προστιθέσθω. Αἵματος καθαρτικὸν, αἷμα ἐξελάσαι ἐκ μητρέων· λευκοΐου καρπὸν τρίβων λεῖον, οἴνῳ διεὶς, | |
60 | διδόναι πίνειν. Αἷμα ὡσαύτως ἐξελάσεις ἐκ μητρέων· ῥοῦ τὸν καρ‐ πὸν, ὁκόταν ἐρυθρὸς ᾖ, τρίβων κόκκους τριήκοντα χλωροὺς καὶ κυνὸς ῥόδα ἐρυθρὰ, περιλέγων τὸ ἐρυθρὸν, διδόναι πίνειν ἐν οἴνῳ, ἔστ’ ἂν τὸ αἷμα ῥαγῇ. Προσθετὸν καθαρτήριον· ἢν τὰ γυναικεῖα μὴ φαί‐ νηται, στύρακα καὶ ὀρίγανον τρίψας λεῖα καὶ ξυμμίξας, ἐπίχεον | |
65 | χηνὸς ἔλαιον, ἔπειτα προστιθέσθω. Προσθετὸν καθαρτικὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ κενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, καὶ περιμίξας μέλι, προσθεῖναι σὺν ἐλαίῳ. Προσθετὰ ὑστερέων καθαρ‐ | |
τικὰ, ἀναστομωτήρια, καὶ ὕδωρ ἄγοντα· σκίλλης ὅσον ἑξαδάκτυλον τὸ μῆκος, πάχος δὲ ὡς ὁ μικρὸς δάκτυλος, τουτέου περιξύσας ὅσον | 428 | |
70 | δύο δακτύλους, λεῖον ποιήσας, καθελίξας τὸ λοιπὸν ἐν εἰρίῳ ῥυ‐ παρῷ, καὶ τὸ μὲν ἀπεξεσμένον πρὸς τὸ στόμα τῶν ὑστερέων ἐῇν προσκεῖσθαι ἡμέρην καὶ εὐφρόνην· λουσαμένη δὲ καὶ ἀφαιρεομένη, διανιζέσθω ὕδατι εὐώδει. Καθαρτικὸν μαλθακὸν, ὅπερ ὕδωρ ἄγει καὶ φλέγματα, χλωρά τε καὶ ὕφαιμα καταμήνια κατασπᾷ, ἢν μὴ | |
75 | πολυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσει· μύρον ναρκίσσινον, κύμι‐ νον ὃ ἐσθίομεν, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κυπάρισσον, ἅλας, ῥόδινον ἄλειφα, τῶν μὲν ἄλλων χοῦν ἑκάστων, τοῦ δὲ ναρκισ‐ σίνου τέσσαρας μοίρας, ἐπικτένιον ὠμόλινον ξυμμίξας, ἅπαντα τρίψας, ποιήσας βάλανον, περὶ τῷ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, | |
80 | καταδῆσαι καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν Αἰγύπτιον, προσθεῖναι, καὶ ἐῇν ὅλην ἡμέρην προσκεῖσθαι· εἶτα λουσαμένη καὶ ἀφαιρευμένη | |
διανιζέσθω ἐν ὕδατι εὐώδει. | 430 |