TLG 0627 021 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: De flatibus

HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med.
(Cous: 5–4 B.C.)

De flatibus

Source: Littré, É. (ed.), Oeuvres complètes d’Hippocrate, vol. 6. Paris: Baillière, 1849 (repr. Amsterdam: Hakkert, 1962): 90–114.

Citation: Section — (line)

t

ΠΕΡΙ ΦΥΣΩΝ.

1

Εἰσί τινες τῶν τεχνέων, αἳ τοῖσι μὲν κεκτημένοισίν εἰσιν ἐπίπονοι, τοῖσι δὲ χρεομένοισιν ὀνηισταὶ, καὶ τοῖσι μὲν ἰδιώτῃσι ξυνὸν ἀγαθὸν, τοῖσι δὲ μεταχειριζομένοισι σφᾶς λυπηραί. Τῶν δὴ τοιουτέων ἐστὶ τεχνέων, καὶ ἣν οἱ Ἕλληνες καλέουσιν ἰητρικήν· ὁ μὲν
5γὰρ ἰητρὸς ὁρῇ τε δεινὰ, θιγγάνει τε ἀηδέων, ἐπ’ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας· οἱ δὲ νοσέοντες ἀπαλλάσσονται τῶν μεγίστων κακῶν διὰ τὴν τέχνην, νούσων, πόνων, λύπης, θανά‐ του· πᾶσι γὰρ τουτέοισιν ἄντικρυς ἰητρικὴ εὑρίσκεται ἀκεστορίς. Ταύτης δὲ τῆς τέχνης τὰ μὲν φλαῦρα χαλεπὸν γνῶναι, τὰ δὲ σπου‐
10δαῖα ῥηΐδιον· καὶ τὰ μὲν φλαῦρα τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι, καὶ οὐ τοῖσιν ἰδιώτῃσιν· οὐ γὰρ σώματος, ἀλλὰ γνώμης ἐστὶν ἔργα. Ὅσα μὲν γὰρ χειρουργῆσαι δεῖ, χρὴ ξυνεθισθῆναι· τὸ γὰρ ἔθος τῇσι χερσὶ κάλλιστον διδασκάλιον γίνεται· περὶ δὲ τῶν ἀφανεστάτων καὶ χαλεπωτάτων νουσημάτων δόξῃ μᾶλλον ἢ τέχνῃ
15κρίνεται· διαφέρει δὲ ἐν αὐτέοισι πλεῖστον ἡ πείρη τῆς ἀπειρίης. Ἓν δὲ δή τι τῶν τοιουτέων ἐστὶ τόδε, τί ποτε τὸ αἴτιόν ἐστι τῶν νούσων, καὶ τίς ἀρχὴ καὶ πηγὴ γίνεται τῶν ἐν τῷ σώματι κακῶν; εἰ γάρ τις εἰδείη τὴν αἰτίην τοῦ νοσήματος, οἷός τ’ ἂν εἴη προσφέ‐ ρειν τὰ ξυμφέροντα τῷ σώματι, ἐκ τῶν ἐναντίων ἐπιστάμενος τὰ90
20βοηθήματα. Αὕτη γὰρ ἡ ἰητρικὴ μάλιστα κατὰ φύσιν ἐστίν· αὐ‐ τίκα γὰρ λιμὸς νοῦσός ἐστιν· ὅ τι γὰρ ἂν λυπέῃ τὸν ἄνθρωπον, τοῦτο καλέεται νοῦσος· τί οὖν λιμοῦ φάρμακον; ὃ παύει λιμόν· τοῦτο δ’ ἐστὶ βρῶσις· τούτῳ ἄρα ἐκεῖνο ἰητέον. Αὖθις αὖ δίψαν ἔπαυσε πόσις· πάλιν αὖ πλησμονὴν ἰῆται κένωσις· κένωσιν δὲ πλησμονή·
25πόνον δὲ ἀπονίη· ἀπονίην δὲ πόνος. Ἑνὶ δὲ συντόμῳ λόγῳ, τὰ ἐναν‐ τία τῶν ἐναντίων ἐστὶν ἰήματα· ἰητρικὴ γάρ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις, ἀφαίρεσις μὲν τῶν ὑπερβαλλόντων, πρόσθεσις δὲ τῶν ἐλ‐ λειπόντων· ὁ δὲ τοῦτ’ ἄριστα ποιέων ἄριστος ἰητρός· ὁ δὲ τουτέου πλεῖστον ἀπηλλαγμένος πλεῖστον ἀπήλλακται καὶ τῆς τέχνης. Τὰ
30μὲν οὖν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντος εἴρηται.

2

Τῶν δὲ δὴ νούσων ἁπασέων ὁ μὲν τρόπος ὁ αὐτὸς, ὁ δὲ τόπος διαφέρει· δοκέει μὲν οὖν τὰ νουσήματα οὐδὲν ἀλλήλοισιν ἐοικέναι διὰ τὴν ἀλλοιότητα καὶ ἀνομοιότητα τῶν τόπων. Ἔστι δὲ μία ἁπα‐ σέων νούσων καὶ ἰδέη καὶ αἰτίη ἡ αὐτή· ταύτην δὲ, ἥ τις ἐστὶ, διὰ
5τοῦ μέλλοντος λόγου φράσαι πειρήσομαι.

3

Τὰ γὰρ σώματα τῶν τε ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ὑπὸ
τρισσέων τροφῶν τρέφεται· ἔστι δὲ τῇσι τροφῇσι ταύτῃσι ταῦτα τὰ οὐνόματα, σῖτα, ποτὰ, πνεύματα. Πνεύματα δὲ τὰ μὲν ἐν τοῖσι σώμασι φῦσαι καλέονται, τὰ δὲ ἔξω τῶν σωμάτων ἀήρ. Οὗτος δὲ92
5μέγιστος ἐν τοῖσι πᾶσι τῶν πάντων δυνάστης ἐστίν· ἄξιον δὲ αὐτοῦ θεήσασθαι τὴν δύναμιν. Ἄνεμος γάρ ἐστιν ἠέρος ῥεῦμα καὶ χεῦμα· ὅταν οὖν πολὺς ἀὴρ ἰσχυρὸν τὸ ῥεῦμα ποιήσῃ, τά τε δένδρεα ἀνα‐ σπαστὰ πρόῤῥιζα γίνεται διὰ τὴν βίην τοῦ πνεύματος, τό τε πέλαγος κυμαίνεται, ὁλκάδες τε ἄπειροι τῷ μεγέθει ἐς ὕψος διαῤῥιπτεῦνται.
10Τοιαύτην μὲν οὖν ἐν τουτέοισιν ἔχει δύναμιν· ἀλλὰ μήν ἐστί γε τῇ μὲν ὄψει ἀφανὴς, τῷ δὲ λογισμῷ φανερός· τί γὰρ ἄνευ τουτέου γέ‐ νοιτο ἄν; ἢ τίνος οὗτος ἄπεστιν; ἢ τίνι οὐ ξυμπάρεστιν; ἅπαν γὰρ τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ πνεύματος ἔμπλεόν ἐστιν. Τοῦτο καὶ χειμῶνος καὶ θέρεος αἴτιον, ἐν μὲν τῷ χειμῶνι πυκνὸν καὶ ψυχρὸν
15γινόμενον, ἐν δὲ τῷ θέρει πρηῢ καὶ γαληνόν. Ἀλλὰ μὴν ἡλίου τε καὶ σελήνης καὶ ἄστρων ὁδὸς διὰ τοῦ πνεύματός ἐστιν· τῷ γὰρ πυρὶ τὸ πνεῦμα τροφή· τοῦ δὲ πνεύματος τὸ πῦρ στερηθὲν οὐκ ἂν δύναιτο ζῇν· ὥστε καὶ τὸν τοῦ ἡλίου δρόμον ἀένναον ὁ ἀὴρ ἀένναος καὶ λε‐ πτὸς ἐὼν παρέχεται. Ἀλλὰ μὴν ὅτι καὶ τὸ πέλαγος μετέχει πνεύ‐
20ματος, φανερόν· οὐ γὰρ ἄν ποτε τὰ πλωτὰ ζῶα ζῇν ἠδύνατο, μὴ μετέχοντα πνεύματος· μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ’ ἢ διὰ τοῦ ὕδατος, κἀκ τοῦ ὕδατος ἕλκοντα τὸν ἠέρα; καὶ μὴν ἥ τε γῆ τουτέου βάθρον, οὗτός τε τῆς γῆς ὄχημα, κενεόν τε οὐδέν ἐστιν
τούτου.94

4

Διότι μὲν οὖν ἐν τοῖσιν ἄλλοισιν ὁ ἀὴρ ἔῤῥωται, εἴρηται· τοῖσι δ’ αὖ θνητοῖσιν οὗτος αἴτιος τοῦ τε βίου, καὶ τῶν νούσων τοῖσι νο‐ σέουσι· τοσαύτη δὲ τυγχάνει πᾶσιν ἡ χρείη τοῖσι σώμασι τοῦ πνεύ‐ ματος ἐοῦσα, ὥστε τῶν μὲν ἄλλων ἁπάντων ἀποσχόμενος ὥνθρωπος
5καὶ σιτίων καὶ ποτῶν δύναιτ’ ἂν ἡμέρας δύο καὶ τρεῖς καὶ πλέονας διάγειν· εἰ δέ τις ἀπολάβοι τὰς τοῦ πνεύματος ἐς τὸ σῶμα διεξό‐ δους, ἐν βραχεῖ μέρει ἡμέρης ἀπόλοιτο ἂν, ὡς μεγίστης τῆς χρείης ἐούσης τῷ σώματι τοῦ πνεύματος. Ἔτι τοίνυν τὰ μὲν ἄλλα πάντα διαλείπουσιν οἱ ἄνθρωποι πρήσσοντες, ὁ γὰρ βίος μεταβολέων πλέως
10ἐστί· τοῦτο δὲ μοῦνον ἀεὶ διατελέουσιν ἅπαντα τὰ θνητὰ ζῶα πρήσ‐ σοντα, τοτὲ μὲν ἐμπνέοντα, τοτὲ δὲ ἐκπνέοντα.

5

Ὅτι μὲν οὖν μεγάλη κοινωνίη ἅπασι τοῖσι ζώοισι τοῦ ἠέρος ἐστὶν, εἴρηται· μετὰ τοῦτο τοίνυν εὐθέως ῥητέον, ὅτι οὐκ ἄλλοθέν ποθεν εἰκός ἐστι γίνεσθαι τὰς ἀῤῥωστίας μάλιστα, ἢ ἐντεῦθεν, ὅταν τοῦτο ἢ πλέον, ἢ ἔλασσον, ἢ καὶ ἀθροώτερον, ἢ μεμιασμένον
5νοσεροῖσι μιάσμασιν, ἐς τὸ σῶμα ἐσέλθῃ. Περὶ μὲν οὖν ὅλου τοῦ πρήγματος ἀρκέει μοι ταῦτα· μετὰ δὲ ταῦτα πρὸς αὐτὰ τὰ ἔργα τῷ λόγῳ πορευθεὶς, ἐπιδείξω τὰ νοσήματα τούτου ἀπόγονά τε καὶ ἔκγονα πάντα ἐόντα.

6

Πρῶτον δὲ ἀπὸ τοῦ κοινοτάτου νοσήματος ἄρξομαι, πυρετοῦ· τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει τοῖσιν ἄλλοισιν νουσήμασι, μάλιστα δὲ φλεγμονῇ· δηλοῖ δὲ τὰ γινόμενα προσκόμματα· ἅμα γὰρ τῇ φλεγμονῇ εὐθὺς βουβὼν καὶ πυρετὸς ἕπεται. Ἔστι δὲ δισσὰ
5εἴδεα πυρετῶν, ὡς ταύτῃ διελθεῖν· ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός· ὁ δὲ διὰ πονηρὴν δίαιταν ἰδίῃ τοῖσι πονηρῶς διαιτεομένοισι γινόμενος· ἀμφοτέρων δὲ τουτέων αἴτιος ὁ ἀήρ. Ὁ μὲν οὖν κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, ὅτι πνεῦμα τωὐτὸ πάντες ἕλκουσιν· ὁμοίου δὲ ὁμοίως τοῦ πνεύματος τῷ σώματι μιχθέντος, ὅμοιοι καὶ96
10οἱ πυρετοὶ γίνονται. Ἀλλ’ ἴσως φήσει τις· διὰ τί οὖν οὐχ ἅπασι τοῖσι ζώοισι, ἀλλ’ ἔθνει τινὶ αὐτέων ἐπιπίπτουσιν αἱ τοιαῦται νοῦ‐ σοι; Διότι, φαίην ἂν, διαφέρει σῶμα σώματος, καὶ φύσις φύσιος, καὶ τροφὴ τροφῆς· οὐ γὰρ πᾶσι τοῖσιν ἔθνεσι τῶν ζώων ταὐτὰ οὔτ’ ἀνάρμοστα οὔτ’ εὐάρμοστά ἐστιν, ἀλλ’ ἕτερα ἑτέροισι ξύμφορα,
15καὶ ἕτερα ἑτέροισιν ἀξύμφορα. Ὁκόταν μὲν οὖν ὁ ἀὴρ τοιουτέοισι χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρωπίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποι τότε νοσέουσιν· ὅταν δὲ ἑτέρῳ τινὶ ἔθνει ζώων ἀνάρμοστος ὁ ἠὴρ γένηται, κεῖνα τότε νοσέουσιν.

7

Αἳ μὲν οὖν δημόσιαί εἰσι τῶν νούσων, εἴρηται, καὶ ὅτε καὶ ὅκως, καὶ οἷσι, καὶ ἀπὸ τεῦ γίνονται· τὸν δὲ διὰ πονηρὴν δίαιταν γινόμενον πυρετὸν διέξειμί σοι. Πονηρὴ δέ ἐστιν ἡ τοιήδε δίαιτα, τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ἢ ὑγρὰς ἢ ξηρὰς διδῷ τῷ σώ‐
5ματι ἢ τὸ σῶμα δύναται φέρειν, καὶ πόνον μηδένα τῷ πλήθει τῶν τροφῶν ἀντιτιθῇ, τοῦτο δὲ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν ἐσπέμπῃ τροφάς· τὰ γὰρ ἀνόμοια στασιάζει, καὶ τὰ μὲν θᾶσσον, τὰ
δὲ σχολαίτερον πέσσεται. Μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολ‐ λὸν πνεῦμα ἐσιέναι· μετὰ πάντων γὰρ τῶν ἐσθιομένων καὶ πινομέ‐98
10νων ἀπέρχεται πνεῦμα ἐς τὸ σῶμα, ἢ πλέον, ἢ ἔλασσον. Φανερὸν δὲ τοῦτο τῷδέ ἐστιν· ἐρυγαὶ γὰρ γίνονται μετὰ τὰ σιτία καὶ τὰ ποτὰ τοῖσι πλείστοισιν· ἀνατρέχει γὰρ ὁ κατακλεισθεὶς ἀὴρ, ὁκόταν ἀν‐ αῤῥήξῃ τὰς πομφόλυγας, ἐν ᾗσι κρύπτεται. Ὅταν οὖν τὸ σῶμα σιτίων πλησθῇ, καὶ πνεύματος πλησμονὴ ἐπὶ πλέον γίνεται, τῶν σιτίων
15χρονιζομένων· χρονίζεται δὲ τὰ σιτία, διὰ τὸ πλῆθος οὐ δυνάμενα διελθεῖν· ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης, ἐς ὅλον τὸ σῶμα διέ‐ δραμον αἱ φῦσαι· προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος ἔψυξαν· τουτέων δὲ τῶν τόπων ψυχθέντων, ὅκου αἱ πηγαὶ καὶ αἱ ῥίζαι τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος ἡ φρίκη διῆλθεν· ἅπαν‐
20τος δὲ τοῦ αἵματος ψυχθέντος, ἅπαν τὸ σῶμα φρίσσει.

8

Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρε‐ τῶν· ὅκως δ’ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦ‐ τον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρό‐ τερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον. Ἐν
5δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον· τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα. Αὗται μὲν οὖν αἱ ἄλαι· καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες· τὰ μὲν γὰρ τοῦ σώματος
10γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα· τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται, τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέ‐ λοιπεν· τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν. Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον100
15ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα· ταύτῃ γὰρ εὐ‐ διέξοδός ἐστιν· ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψο‐ μένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος. Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν· χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται.
20Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερ‐ μαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότη‐ τος· διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμα‐ σίην ἐνειργάσατο. Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ· τοῦ δὲ πνεύματος προσ‐
25πίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται· τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελ‐ θὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ ἀπὸ τῶν ἑψομένων ὑδά‐ των ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πω‐
30μάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ. Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται· πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ
καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ· βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι102
35ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα· διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους.

9

Οἱ μὲν οὖν πυρετοὶ διὰ τοῦτο γίνονται καὶ τὰ μετὰ τῶν πυρε‐ τῶν ἀλγήματα καὶ νοσήματα· τῶν δὲ ἄλλων ἀῤῥωστημάτων, ὁκόσοι μὲν ἂν εἰλεοὶ εἶεν, ἢ ἀνειλήματα, ἢ ἕτερα ἀποστηρίγματα, φύσας εἶναι αἴτια ἅπασιν ἡγέομαι φανερὸν εἶναι· πάντων γὰρ τῶν τοιου‐
5τέων αἰτίη τοῦ πνεύματος ἡ διόδευσις· τοῦτο γὰρ ὁκόταν προσπέσῃ πρὸς τόπους ἁπαλοὺς καὶ ἀήθεας καὶ ἀθίκτους, ὥσπερ τόξευμα ἐγ‐ κείμενον διαδύνει διὰ τῆς σαρκός· προσπίπτει δὲ ποτὲ μὲν πρὸς τὰ ὑποχόνδρια, ποτὲ δὲ πρὸς τὰς λαπάρας, ποτὲ δὲ ἐς ἀμφότερα· διὸ δὴ καὶ θερμαίνοντες ἔξωθεν πυριήμασι πειρέονται μαλθάσσειν τὸν
10πόνον· ἀραιούμενον γὰρ ὑπὸ τῆς θερμασίης τοῦ πυριήματος διέρχε‐ ται τὸ πνεῦμα διὰ τοῦ σώματος, ὥστε παῦλάν τινα γενέσθαι τῶν πόνων.

10

Ἴσως δ’ ἄν τις εἴποι· πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας; ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν; οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα. Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ
5κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων· ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων διὰ τὴν στενότητα τῶν ὁδῶν· τὸ δὲ λεπτότα‐ τον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται· τοῦτο δὴ τὸ ὑγρὸν ὅταν
ἀθροισθῇ, ῥεῖ δι’ ἄλλων πόρων· ὅποι δ’ ἂν ἀθρόον ἀφίκηται τοῦ σώ‐ ματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος· ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ,104
10ταύτης ὁ πόνος· ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ’ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται. Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀή‐ θεας τόπους, ἑλκοῖ· τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει· τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φά‐
15ρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύ‐ της· ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα· τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα· ἡ δὲ κεφαλὴ πάλιν
20παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ· ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας. Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλό‐ τριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε
25ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν· ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν. Διὰ τί δὲ δήποτε τὸ
ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους; αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην106
30ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν· τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ· ὅσοι δὲ διὰ πόνων πλῆθος ᾑμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πό‐ νοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τό‐ πον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια
35γίνεται.

11

Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε· ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ’ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει.

12

Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαί‐
5νει· καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ. Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν· ἤδη τινὲς ὀλε‐ θρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος· παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασ‐ σον γίνεται. Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον· ὅτι παραυ‐
10τίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέ‐ γαν· ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό· διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον. Ἄλλο δὲ αὐτέων τόδε σημεῖον·
κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ’ ἐν τρισὶν ἡμέρῃσιν ὕστε‐ ρον πάλιν πλήρεις γίνονται. Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ’ ἢ108
15πνεῦμα; τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν; οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα· καὶ μὴν οὐδὲ σάρκες ὑπάρ‐ χουσιν ἔτι αἱ τηξόμεναι· λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ’ ὧν οὐδενὸς οὐδεμίη δύναιτ’ ἂν αὔξησις ὕδατος γεγενῆσθαι.

13

Τὸ μὲν οὖν αἴτιον τοῦ ὕδρωπος ἤδη εἴρηται· αἱ δὲ ἀποπληξίαι γίνονται καὶ αὐταὶ διὰ τὰς φύσας· ὅταν γὰρ αἱ φῦσαι ψυχραὶ οὖσαι καὶ πολλαὶ διαδύνωσι καὶ ἐμφυσήσωσι τὰς σάρκας, ἀναίσθητα ταῦτα γίνεται τοῦ σώματος· ἢν μὲν οὖν πολλαὶ φῦσαι ἐν ὅλῳ τῷ
5σώματι διατρέχωσιν, ὅλος ὥνθρωπος ἀπόπληκτος γίνεται· ἢν δὲ ἐν μέρει τινὶ, τοῦτο τὸ μέρος· καὶ ἢν μὲν ἀπέλθωσιν αὗται, παύεται ἡ νοῦσος· ἢν δὲ παραμείνωσι, παραμένει· ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς.

14

Δοκέει δέ μοι καὶ τὴν ἱερὴν καλεομένην νοῦσον τοῦτο εἶναι τὸ παρεχόμενον· οἷσι δὲ λόγοισιν ἐμαυτὸν ἔπεισα, τούτοισιν αὐ‐ τέοισι καὶ τοὺς ἀκούοντας πείσειν πειράσομαι. Ἡγεῦμαι δὲ ἔμπρο‐ σθεν, μηδὲν εἶναι μᾶλλον τῶν ἐν τῷ σώματι ξυμβαλλόμενον ἐς φρόνη‐
5σιν, ἢ τὸ αἷμα· τοῦτο δὲ ὅταν μὲν ἐν τῷ καθεστεῶτι μένῃ, μένει καὶ ἡ φρόνησις· ἐξαλλάσσοντος δὲ τοῦ αἵματος, μεταπίπτει καὶ ἡ φρό‐ νησις. Ὅτι δὲ ταῦθ’ ὧδ’ ἔχει, πολλὰ τὰ μαρτυρέοντα· πρῶτον μὲν, ὅπερ ἅπασι ζώοισι κοινόν ἐστιν, ὁ ὕπνος, οὗτος μαρτυρέει τοῖσιν
εἰρημένοισιν· ὅταν γὰρ ἐπέλθῃ τῷ σώματι ὁ ὕπνος, τότε τὸ αἷμα110
10ψύχεται, φύσει γὰρ πέφυκεν ὁ ὕπνος ψύχειν· ψυχθέντι δὲ τῷ αἵματι νωθρότεραι γίνονται αἱ διέξοδοι· δῆλον δέ· ῥέπει γὰρ τὰ σώματα καὶ βαρύνεται (πάντα γὰρ τὰ βαρέα πέφυκεν ἐς βυθὸν φέρεσθαι), καὶ τὰ ὄμματα συγκλείεται, καὶ ἡ φρόνησις ἀλλοιοῦται, δόξαι δέ τινες ἕτεραι ἐνδιατρίβουσιν, ἃ δὴ ἐνύπνια καλέονται. Πάλιν ἐν τῇσι μέ‐
15θῃσι, πλέονος ἐξαίφνης γενομένου τοῦ αἵματος, μεταπίπτουσιν αἱ ψυχαὶ καὶ τὰ ἐν τῇσι ψυχῇσι φρονήματα, καὶ γίνονται τῶν μὲν παρεόντων κακῶν ἐπιλήσμονες, τῶν δὲ μελλόντων εὐέλπιδες ἀγαθῶν. Ἔχοιμι δ’ ἂν πολλὰ τοιαῦτα εἰπεῖν, ἐν οἷσιν αἱ τοῦ αἵματος ἐξαλ‐ λαγαὶ τὴν φρόνησιν ἐξαλλάσσουσιν. Ἢν μὲν οὖν παντελῶς ἅπαν
20ἀναταραχθῇ τὸ αἷμα, παντελῶς ἡ φρόνησις ἐξαπόλλυται· τὰ γὰρ μα‐ θήματα καὶ τὰ ἀναγνωρίσματα ἐθίσματά ἐστιν· ὅταν οὖν ἐκ τοῦ εἰωθότος ἔθεος μεταστέωμεν, ἀπόλλυται ἡμῖν ἡ φρόνησις. Φημὶ δὲ τὴν ἱερὴν νοῦσον ὧδε γίνεσθαι· ὅταν πουλὺ πνεῦμα κατὰ πᾶν τὸ σῶμα παντὶ τῷ αἵματι μιχθῇ, πολλὰ ἐμφράγματα γίνεται πολλαχῆ ἀνὰ
25τὰς φλέβας· ἐπειδὰν οὖν ἐς τὰς παχείας καὶ πολυαίμους τῶν φλεβῶν πολὺς ἀὴρ βρίσῃ, βρίσας δὲ μένῃ, κωλύεται τὸ αἷμα διεξιέναι· τῇ μὲν οὖν ἐνέστηκε, τῇ δὲ νωθρῶς διεξέρχεται, τῇ δὲ θᾶσσον· ἀνομοίης δὲ τῆς πορείης τῷ αἵματι διὰ τοῦ σώματος γενομένης, παντοῖαι αἱ ἀνομοιότητες· πᾶν γὰρ τὸ σῶμα πανταχόθεν ἕλκεται, καὶ τετίνακται
30τὰ μέρη τοῦ σώματος ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵμα‐ τος, διαστροφαί τε παντοῖαι παντοίως γίνονται· κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀναίσθητοι πάντων εἰσὶ, κωφοί τε τῶν λεγομένων, καὶ τυ‐ φλοὶ τῶν γινομένων, ἀνάλγητοί τε πρὸς τοὺς πόνους· οὕτως ὁ ἀὴρ
ταραχθεὶς ἀνετάραξε τὸ αἷμα καὶ ἐμίηνε. Καὶ ἀφροὶ διὰ τοῦ στόμα‐112
35τος ἀνατρέχουσιν εἰκότως· διὰ γὰρ τῶν σφαγιτίδων φλεβῶν διαδύ‐ νων ὁ ἀὴρ, ἀνέρχεται μὲν αὐτὸς, ἀνάγει δὲ μεθ’ ἑωυτοῦ τὸ λεπτότατον τοῦ αἵματος· τὸ δὲ ὑγρὸν τῷ ἠέρι μιγνύμενον λευκοῦται· διὰ λεπτῶν γὰρ ὑμένων καθαρὸς ἐὼν ὁ ἀὴρ διαφαίνεται· διὸ δὴ λευκοὶ φαίνονται πάντες οἱ ἀφροί. Πότε μὲν οὖν παύονται τῆς νούσου καὶ τοῦ παρεόν‐
40τος χειμῶνος οἱ ὑπὸ τούτου τοῦ νοσήματος ἁλισκόμενοι, ἐγὼ φράσω. Ὁκόταν γυμνασθὲν ὑπὸ τῶν πόνων τὸ σῶμα θερμανθῇ, θερμαίνεται καὶ τὸ αἷμα· τὸ δὲ αἷμα θερμανθὲν ἐξεθέρμηνε τὰς φύσας· αὗται δὲ διαθερμανθεῖσαι διαλύονται καὶ διαλύουσι τὴν ξύστασιν τοῦ αἵμα‐ τος, αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ
45φλέγματος· ἀποζέσαντος δὲ τοῦ ἀφροῦ, καὶ καταστάντος τοῦ αἵματος, καὶ γαλήνης ἐν τῷ σώματι γενομένης, πέπαυται τὸ νόσημα.

15

Φαίνονται οὖν αἱ φῦσαι διὰ πάντων τῶν νοσημάτων μάλιστα πολυπραγμονοῦσαι· τὰ δ’ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι. Ὑπεσχόμην δὲ τὸ αἴτιον τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι
5πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων· ἤγαγον δὲ τὸν λό‐ γον ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις ἐφάνη· εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος
μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.114