TLG 0627 017 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: Coa praesagia

HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med.
(Cous: 5–4 B.C.)

Coa praesagia

Source: Littré, É. (ed.), Oeuvres complètes d’Hippocrate, vol. 5. Paris: Baillière, 1846 (repr. Amsterdam: Hakkert, 1962): 588–732.

Citation: Section — (line)

t

ΚΩΑΚΑΙ ΠΡΟΓΝΩΣΙΕΣ.

1

Οἱ ἐκ ῥίγεος περιψυχόμενοι, κεφαλαλγέες, τράχηλον ὀδυνώδεες, ἄφωνοι, ἐφιδροῦντες, ἐπανενέγκαντες θνήσκουσιν.

2

Αἱ μετὰ καταψύξιος δυσφορίαι κάκισται.

3

Κατάψυξις μετὰ σκλη‐ ρυσμοῦ, ὀλέθριον.

4

Ἐκ καταψύξιος φόβος καὶ ἀθυμίη ἄλογος ἐς σπασμὸν ἀποτελευτᾷ.

5

Αἱ ἐκ καταψύξιος οὔρων ἀπολήψιες, κάκιστον.

6

Μετὰ ῥίγεος ἄγνοια κακόν· κακὸν δὲ καὶ λήθη.

7

Τὰ κωματώδεα ῥίγεα ὑπολέθρια· καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ’ ἱδρῶτος ἐν τουτέοισι κακόηθες· ἐπὶ τουτέοισι ψύξις τῶν ὄπισθεν, σπασμὸν ἐπικαλέεται· καὶ ὅλως δὲ ψύξις τῶν ὄπισθεν, σπασμῶδες.

8

Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, καὶ ὀξέως μεταπίπτουσαι, δύσφο‐ ροι· οὔρου γὰρ ἀπόληψιν ἐπώδυνον σημαίνουσιν· τὸ ἐφιδροῦν τούτοισι κάκιστον.

9

Ῥῖγος ἐν συνεχεῖ, τοῦ σώματος ἀσθε‐ νέος ἤδη ἐόντος, θανάσιμον.

10

Οἱ πυκνὰ ἐφιδροῦντες καὶ ἐπιῤῥιγέοντες, ὀλέθριον· καὶ ἐπὶ τῇσι τελευτῇσιν ἀναφαίνονται ἐμπύημα ἔχοντες καὶ κοιλίας ταραχώδεας.

11

Τὰ ἐκ νώτου ῥίγεα δυσφορώτερα· ὅσα ἑπτακαιδεκάτῃ ἐπιῤῥιγώσαντα, τετάρτῃ καὶ εἰκοστῇ ἐπιῤῥιγοῖ, δύσκολα.

12

Οἱ φρικώδεες κεφαλαλγικοὶ ἐφι‐ δροῦντες, κακοήθεες.
588

13

Οἱ φρικώδεες ἐφιδροῦντες πολλῷ, δύσκολοι.

14

Τὰ πολλὰ νωθρώδεα ῥίγεα, κακοήθεα.

15

Οἷσιν ἑκταίοισι ῥίγεα γίνεται, δύσκριτον.

16

Ὁκόσοισι φρῖκαι πυ‐ κναὶ ὑγιαίνουσιν, οὗτοι ἐξ αἵματος ῥύσιος ἐμπυΐσκονται.

17

Τὸ φρικῶδες καὶ τὸ δύσπνοον ἐν τοῖσι πόνοισι, σημεῖα φθινώδεα.

18

Ἐξ ἐμπυήσιος πλεύμονος καὶ κατὰ κοιλίην ἐνίοτε ἀλγήματα καὶ κληῗδα, καὶ τὸ ὑπορέγχειν ἀσωδέως, σημαίνει πτυέλου πλῆθος ἐν τῷ πλεύμονι.

19

Οἱ φρικώδεες, ἀσώδεες, κοπιώδεες, ὀσφυαλ‐ γέες, κοιλίας καθυγραίνονται.

20

Τὰ ἐπιῤῥιγέοντα, ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖσιν ὕπνοισιν ἔστιν ὅτε οὖρον ὑφ’ ἑωυτοὺς χαλῶντες, ἐς σπασμὸν ἀποτελευτᾷ.

21

Τὰ ξυνεχέα ῥίγεα ἐν ὀξέσι, πονηρόν.

22

Αἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλύσιες, ὀλέθριον· τὰ αἱματώδεα οὖρα ἐν τουτέοισι, πονηρόν.

23

Ῥῖγος ὀπισθοτονῶδες κτείνει.

24

Τὰ φρικά‐ σαντα καὶ ἀνιδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα παραλό‐ γως, ἀγρυπνεῦντα, μὴ πεπαινομένων, αἱμοῤῥαγήσειν οἴομαι.

25

Τὰ μετὰ ῥίγεος ἐπισχόμενα οὖρα, πονηρὰ καὶ σπασμώδεα,
ἄλλως τε καὶ προκαρωθέντι· ἐλπὶς δὲ ἐπὶ τούτοισι, καὶ τὰ παρὰ τὰ ὦτα.590

26

Τὰ τριταιοφυέα ῥίγεα, τὴν ἐν μέσῳ παροξυνόμενα, πυρετῷ ἀτάκτῳ, πάνυ κακοήθεα· τἀναντία δὲ παροξυνόμενα .....

27

Τῶν σπώντων τὰ μετὰ ῥίγεος καὶ πυρετοῦ, ὀλέθριον.

28

Αἱ ἐκ ῥίγεος ἀφωνίαι τρόμῳ λύονται· καὶ τὰ ἐπιῤῥιγεῦντα τρομώδεα γινό‐ μενα κρίνει.

29

Οἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλυόμενοι, σφαλεροί· τὸ αἱματῶδες οὖρον τουτέοισι κακόν.

30

Οἷσι ῥῖ‐ γος, οὔρου ἐπίστασις.

31

Σπασμὸς ἐν πυρετῷ, χειρῶν καὶ ποδῶν πόνοι, κακόη‐ θες· κακόηθες δὲ καὶ ἐκ μηροῦ ὁρμὴ ἀλγήματος· ἀλλ’ οὐδὲ γου‐ νάτων πόνος κρήγυον· ἀτὰρ καὶ γαστροκνημιῶν πόνοι, κακοήθεες, ποτὲ δὲ καὶ γνώμης παράφοροι, ἄλλως τε καὶ ἢν οὖρον ἐναιω‐
5ρηθῇ.

32

Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες· τὸ καρῶδες ἐπὶ τούτοισι, κάκιστον.
592

33

Οἱ μὴ διαλείποντες, ἐφιδροῦντες πυκνὰ, μετὰ ὑποχονδρίου ἐντάσιος, ὡς ἐπιτοπουλὺ κα‐ κοήθεες· καὶ τὰ ἐς ἀκρώμιον καὶ κληῗδα ἐνστηρίζοντα ἀλγήματα ἐν τούτοισι πονηρά.

34

Οἱ τριταιοφυέες ἀσώδεες πυρετοὶ, κακοήθεες.

35

Αἱ ἐν πυρετῷ ἀναυδίαι, κακόν.

36

Κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, κωματώδεες, ἐφιδροῦντες, ἀναθερμαινόμενοι, κακόν.

37

Οἱ κοπιώδεες, μετὰ φρίκης, ἐφιδρώσαντες κρισίμως, ἀναθερ‐ μανθέντες, ἐν ὀξεῖ, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιστάζῃ· περὶ ταῦτα ἰκτερώδεες, κατακορέες θνήσκουσι, λευκὸν διαχώρημα τουτέοισι προσδιέρχεται.

38

Οἱ τριταιοφυέες πλανώδεες, ἐς ἀρτίας μεταπε‐ σόντες, δύσκολοι.

39

Οἱ ἐν κρισίμοισιν ἀλυσμοὶ ἀνιδρωτὶ περι‐ ψυχόμενοι, καὶ ἅπαντες δὲ οἱ ἄνευ ἱδρῶτος καὶ ἀκρίτως, κακόν· καὶ οἱ ἐπιῤῥιγώσαντες ἐκ τούτων, ἐμέσαντες ἄκρητα, χολώδεα, ἀσώδεες, τρομώδεες, ἐν πυρετῷ, κακόν· καὶ φωνὴ δὲ ὡς ἐκ ῥίγεος.

40

Τὰ δὲ ἐκ ῥινῶν σμικροῖσιν ἱδρῶσι περιψύχοντα, κακόν.

41

Οἱ ἐφιδροῦντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.

42

Οἱ ἐφιδρῶντες ἐν πυ‐ ρετῷ, κακοήθεες.

43

Οἷσι, χολώδεος διαχωρήσιος ἐούσης, περὶ στῆθος δῆξις καὶ πικρότης, κακόν.

44

Ἐν πυρετῷ, κοιλίης ἐμφυσωμένης, πνεῦμα μὴ διεκπῖπτον, κακόν.
594

45

Κοπιώδεες, λυγγώδεες, κάτοχοι, κακοί.

46

Ἐκ νώτου πυκινῇσι καὶ λε‐ πτῇσι φρίκῃσιν ἐφιδροῦντες, δύσφοροι· οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνει· τὸ ἐφιδροῦν τούτοισι, κακόν.

47

Τὸ παρὰ τὸ ἔθος ποιέειν τι, οἷον προθυμέεσθαι προσδέχεσθαί τι πρότερον μὴ εἰθισμέ‐ νον, ἢ τοὐναντίον, πονηρὸν καὶ πλησίον παρακοπῆς.

48

Τὰ ἐν πονηροῖσι σημείοισι κουφίζοντα, καὶ τὰ ἐν χρηστοῖσι μὴ ἐνδιδόντα, δύσκολα.

49

Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ’ οὔροισι μέλασι· καὶ τὸ θολερὸν ἐπὶ τούτοισι πνεῦμα, κακόν.

50

Ἄκρεα ταχὺ ἐπ’ ἀμ‐ φότερα μεταπίπτοντα, καὶ δίψα δὲ τοιαύτη, πονηρόν.

51

Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, φωνὴ ὀξεῖα, κακόν· ὑποχόνδρια του‐ τέοισιν εἴσω εἰρύαται.

52

Τὰ ἐκ καταψύξιος ἱδρώδεος ταχὺ ἀναθερμαινόμενα, κακόν.

53

Οἱ ἐν ὀξέσιν ἐφιδροῦντες, ὑποδύσ‐ φοροι, κακόν.

54

Οἱ παραλόγως, κενεαγγείης μὴ ἐούσης, ἀδύνατοι, κακόν.

55

Ἐν πυρετῷ ἕλξις οἷον ἀπὸ ἐμέτου ἐς ἀνάχρεμψιν ἀποτελευτῶσα, κακόν.

56

Νάρκαι ἐς ἀμφότερα ταχὺ μεταπίπτουσαι, κακόν.

57

Στάξιες αἱ ἐλάχισται, κακαί.

58

Κακὸν δὲ πάντως ἐν ὀξεῖ δίψα παραλόγως λυθεῖσα.

59

Οἱ πρὸς χεῖρα ἀναΐσσοντες, κακοί.

60

Οἷσιν ἅμα πυρετῷ καυ‐ σώδει οἰδήματα ὑπνώδεα νενωθρευμένα, ἐς πλευρὸν ὀδύνη ἐπελθοῦσα, παραπληκτικῶς κτείνει.
596

61

Πνιγμὸς ἐν ὀξέσιν, ἰσχνοῖσιν, ὀλέ‐ θριον.

62

Ἐπὶ τοῖσιν ἤδη ὀλεθρίοισι τὰ σμικρὰ τρομώδεα, καὶ ἰώδης ἔμετος, οἱ ἐν τοῖσι ποτοῖσιν ὑποψοφέοντες καὶ ὑποβορβορύ‐ ζοντες ξηροῖσι, καὶ οἱ χαλεπῶς καταβροχθίζοντες πνεύματι βηχώ‐ δει, ὀλέθριοι.

63

Ἐν ὀξέσι κατεψυγμένοισι τὰ ἐν χερσὶ καὶ ποσὶν ἐρυθήματα, ὀλέθρια.

64

Οἱ ἐκφυσῶντες καὶ ἀνακεκλασμέ‐ νοι ἐν τοῖσιν ὕπνοισιν ὑποβλέποντες, ἰκτερώδεες κατακορέες θνή‐ σκουσιν· λευκὸν διαχώρημα τούτοισι προδιέρχεται.

65

Αἱ ἐν πυρετοῖσιν ἐκστάσιες σιγῶσαι μὴ ἀφώνῳ, ὀλέθριαι.

66

Τὰ πε‐ λιδνὰ γινόμενα ἐν πυρετῷ σύντομον θάνατον σημαίνει.

67

Οἷσιν ἐν πυρετῷ, ἀλγήματος πλευροῦ γενομένου, κοιλίης ὑδατόχολα πολλὰ διαδιδούσης, ῥηΐζει, ἀσιτίαι δὲ παρακολουθοῦσι καὶ ἱδρῶτες μετὰ προσώπου εὐχροίης, καὶ κοιλίης ὑγρῆς, καί τι καὶ καρδιαλ‐
5γίης, οὗτοι μακροτέρως νοσήσαντες περιπλευμονικῶς τελευτῶ‐ σιν.

68

Πυρέσσοντι ἐν ἀρχῇ μέλαινα χολὴ ἄνω ἢ κάτω διελ‐ θοῦσα, θανάσιμον.

69

Οἱ μετὰ καταψυξίων οὐκ ἀπύρων ἐφι‐ δρῶντες ἄνω, δύσφοροι, φρενιτικοί τε καὶ ὀλέθριοι.

70

Ἐν ὀξεῖ τὰ ἐπ’ ὀλίγον ὀξέα ἀλγήματα ἐς κληῗδα καὶ τὰ νῶτα ἐμπίπτοντα, ὀλέθρια.
598

71

Ἐν μακροῖσιν ὀλεθρίοισιν, ἕδρης ἄλγημα, θανάσιμον.

72

Τοῖσιν ἀσθενέως ἤδη διακειμένοισι, τὸ μὴ βλέπειν, ἢ μὴ ἀκούειν, ἢ διαστρέφεσθαι χεῖλος ἢ ὀφθαλμὸν ἢ ῥῖνα, θανάσιμον.

73

Ἐν πυρετοῖσι βουβῶνος ἄλγημα νοῦσον χρονίην σημαίνει.

74

Αἱ ἐν πυρετοῖσιν ἀκρισίαι χρόνους μὲν ποιέουσιν, ἀτὰρ οὐχὶ ὀλέθριαι.

75

Οἱ ἐξ ἀλγημάτων ἰσχυρῶν πυρετοὶ, πολυχρόνιοι.

76

Αἱ τρομώ‐ δεες, ψηλαφώδεες παρακρούσιες, φρενιτικαί· καὶ οἱ κατὰ γαστρο‐ κνημίην πόνοι ἐν τούτοισι, γνώμης παράφοροι.

77

Ὅσοι ἐν ξυνεχεῖ ἄφωνοι κείμενοι, μύοντες σκαρδαμύσσουσιν, ἢν, αἵματος ῥυέντος ἐκ ῥινῶν, ἐμέσαντες φθέγξωνται, καὶ παρ’ αὐτοῖσι γένωνται, σώζον‐ ται· μὴ γενομένων δὲ τούτων, δύσπνοοι γενόμενοι θνήσκουσι ξυντόμως.

78

Οἱ λαβόντες, ἐς τὴν αὔριον παροξυνθέντες, τρίτην ἐπισχόν‐ τες, τετάρτην παροξυνθέντες, κακόν· ἦρά γε καὶ φρενιτικοὶ οἱ τοιοῦτοι παροξυσμοί;

79

Ὁκόσοισιν ἐκλείπουσιν οἱ πυρετοὶ μὴ κατὰ κρι‐ σίμους, ὑποτροπικόν.

80

Οἱ ἐν ἀρχῇ λεπτοὶ μετὰ κεφαλῆς σφυγ‐ μοῦ καὶ οὔρου λεπτοῦ, πρὸς κρίσιν παροξύνονται· θαῦμα δὲ οὐδὲν, εἰ καὶ παρακοπὴ καὶ ἀγρυπνίη γένοιτο.

81

Ἐν ὀξέσι κίνησις, ῥιπτα‐ σμὸς, ὕπνος ταραχώδης, σπασμὸν ἐνίοισι σημαίνει.

82

Αἱ ταραχώ‐ δεες θρασύτητι ἐγέρσιες παράφοροι, πονηρὸν, καὶ σπασμώδεες, ἄλλως τε καὶ μεθ’ ἱδρώτων· σπασμώδεες δὲ καὶ τραχήλου καὶ μετα‐ φρένου δοκέουσι ψύξιες, ἀτὰρ καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισιν
600
5ὑμενώδεες οὐρήσιες.

83

Αἱ ἐν καύμασι παρακρούσιες, σπα‐ σμώδεες.

84

Αἱ ἐπ’ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες, καὶ σπασμοὺς δὲ προσημαίνουσιν.

85

Ἐν τοῖσι μακροῖσι κοιλίης ἄλογοι ἐπάρσιες, σπασμώδεες.

86

Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, ἐπιστάζοντα ἐκ ῥινῶν, ἑκταῖα κουφισθέντα νύκτα, πονήσαντα δὲ ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤ‐ ῥοεῖ λαύρως, καὶ λύει τὰ πάθεα· τὸ ὑδατῶδες οὖρον τοιαῦτα σημαί‐
5νει, εἰ μετὰ τῶν εἰρημένων.

87

Τῶν ἐξισταμένων μελαγχολι‐ κῶς, οἱ τρομώδεες γενόμενοι, κακοήθεες.

88

Παραφροσύνη ἐν πνεύματι καὶ ἱδρῶτι, θανατώδης· θανατώδης δὲ καὶ ἐν πνεύ‐ ματι καὶ λυγμῷ.

89

Ἐνύπνια τὰ ἐν φρενίτιδι, ἐναργῆ.

90

Ἐν φρενίτιδι διαχωρήσιες λευκαὶ, καὶ νωθρότης, κακόν· ῥῖγος τουτέοισι κάκιστον.

91

Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὰ ἐπιεικῶς ἔχοντα, πυκνά τε μεταπίπτοντα, κακόν.

92

Τῶν ἐξισταμένων μελαγχολικῶς, οἷς τρόμοι ἐπιγίνονται, κακόν.

93

Οἱ ἐξιστάμε‐ νοι μελαγχολικῶς, τρομώδεες γινόμενοι καὶ πτυαλίζοντες, ἦρά γε φρενιτικοί;

94

Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες, φρενιτικοὶ γίνονται.

95

Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες ἢ σπασμώδεες.
602

96

Τὰ ἐν φρενιτικοῖσι νεανικῶς τρομώδεα, θανάσιμα.

97

Αἱ περὶ ἀναγκαῖα παραφροσύναι, κάκισται, οἱ ἐκ τούτων παροξυνόμενοι, ὀλέθριοι.

98

Αἱ παρακρούσιες, φωνῇ κλαγγώδεες, γλώσσῃ σπασμώδεες, καὶ αὐτοὶ τρομώδεες γινόμενοι, ἐξίστανται· σκληρυσμὸς τούτοισιν ὀλέ‐ θριον.

99

Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται.

100

Τὰ ἐν φρενιτικοῖσι πυκνὰ μεταπίπτοντα, σπασμώδεα, πονηρά.

101

Οἱ ἐν φρενιτικοῖσι μετὰ καταψύξιος πτυαλίζοντες, μέλανα ἔμετον δηλοῦσιν.

102

Τοῖσι ποικίλως διανοσέουσι καὶ παρα‐ κρούουσι, πυκινὰ κωματώδεσι, προσδέχεσθαι λέγε μέλανα ἔμετον.

103

Τὰ παροξυνόμενα τρόπον σπασμώδεα, κάτοχα.

104

Τὰ παρ’ οὖς ἐπάρματα ἐν μακροῖσι, σμικρὰ, αἱμοῤῥώδεα καὶ σκοτώδεα ἐπιφαινόμενα, ὀλέθρια.

105

Οἱ λυγγώδεες πυρετοὶ καὶ ἄνευ εἰλέων καὶ μετὰ εἰλέων, ὀλέθριοι.

106

Οἷσι πνευματίῃσιν ἐοῦσιν ἴκτερος καὶ πυρετὸς ὀξὺς, μετὰ ὑποχονδρίου ξυντόνου κατα‐ ψυχθεῖσι παρ’ οὖς μέγα ἔπαρμα.

107

Οἷσιν ἂν ἐν πυρετῷ ὀδύ‐ ναι γενόμεναι περὶ ὀσφὺν καὶ τὰ κάτω χωρία, φρενῶν ἅπτονται, ἐκ‐ λείπουσαι τὰ κάτω, ὀλέθρια, ἄλλως τε κἢν ἄλλο τι σημεῖον προσγένη‐
ται πονηρόν· ἢν δὲ τἄλλα σημεῖα μὴ πονηρὰ γένηται, ἔμπυον γε‐604
5νήσεσθαι ἐλπίς.

108

Παιδίοισιν ὀξὺς πυρετὸς καὶ κοιλίης ἐπίστα‐ σις μετὰ ἀγρυπνίης, καὶ τὸ ἐκλακτίζειν, καὶ τὸ χρῶμα μεταβάλ‐ λειν, καὶ ἴσχειν ἔρευθος, σπασμῶδες.

109

Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, μέλανα δὲ τὰ σύνθετα, αἱμοῤῥοεῖ ἔνια.

110

Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ, αἱμοῤῥοέει, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἦρά γε καὶ μεταφρίξαντες;

111

Οἱ ἐπ’ ὀλίγον περιψύχοντες, περὶ δὲ τοὺς παροξυσμοὺς βήσσοντες, καὶ ἐφιδροῦν‐ τες σμικρὸν, κακοήθεες· ἐς πλευρὸν ὀδύνης καὶ πνιγμοῦ προσγενο‐ μένου, οὗτοι ἐμπυοῦνται.

112

Οἷσιν ἐν συνεχέσι φλυζάκια κατὰ πᾶν τὸ σῶμα ἐκφύει, θανάσιμον, μὴ γινομένου πυώδεος ἀποστή‐ ματος· μάλιστα δὲ εἴθισται γίνεσθαι τούτοισι παρ’ οὖς.

113

Ἐν ὀξεῖ τὰ μὲν ἔξωθεν περιψύχεσθαι, τὰ δὲ εἴσωθεν καίεσθαι, καὶ διψῇν, κακόν.

114

Οἱ συνεχέες διὰ τρίτης ἐπιτείνοντες, ἐπικίνδυνοι· οἷσι δ’ ἄν ποτε πυρετὸς διαλίπῃ, ἀκίνδυνον.

115

Ἐν μακροῖσι πυρετοῖσιν ἢ φύματα, ἢ ἐς ἄρθρα πόνοι ἐγγί‐ νονται, καὶ ἢν γένωνται, οὐκ ἄχρηστοι.

116

Κεφαλαλγίη ἐν ὀξεῖ, ὑποχόνδριον ἀνεσπασμένον, μὴ ῥυέντος αἵματος ἐκ ῥινέων, ἐς φρενι‐ τικὸν περιίσταται.
606

117

Τὰ λειπυρικὰ, μὴ χολέρης ἐπιγινομένης, οὐ λύεται.

118

Ἴκτερος πρὸ μὲν τῆς ἑβδόμης ἡμέρης ἐπιγενόμενος, κακόν· ἑβδόμῃ δὲ, καὶ ἐνάτῃ, καὶ ἑνδεκάτῃ, καὶ τεσσαρεσκαιδεκάτῃ, κρίσιμον, μὴ σκληρύνων ὑποχόνδρια· ἢν δὲ μὴ, ἐνδοιαστόν.

119

Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ, περὶ κρίσιν ἐμετώδεες, μελάνων ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.

120

Τὰ ἐν τριταίοι‐ σιν ἅμα πυρετοῖσιν ἀλγήματα παροξυνόμενα τριταιογενῆ, ποιέεται θρομβώδεα αἵματα διαχωρέειν.

121

Ἐν πυρετοῖσι κατὰ φλέβα τὴν ἐν τῷ τραχήλῳ σφυγμὸς καὶ πόνος ἐς δυσεντερίην ἀποτελευτᾷ.

122

Τὸ μεταβάλλειν πολλάκις χρῶμα καὶ θερμασίην, χρήσιμον.

123

Τοῖσι χολώδεσι πνεῦμα μέγα, καὶ πυρετὸς ὀξὺς μετὰ ὑποχον‐ δρίου ἐντάσιος, τὰ παρ’ οὖς ἀνίστησιν.

124

Οἱ ἐκ μακρῶν ἀνα‐ λαμβάνοντες, εὔσιτοι, μηδὲν ἐπιδιδόντες, ὑποστρέφουσι κακοηθέως.

125

Οἷσιν ἐν πυρετοῖσι φλέβες αἱ ἐν κροτάφοισι σφυγματώδεες, καὶ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδριον μὴ λαπαρὸν, χρόνιον· καὶ οὐ παύονται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλῆς, ἢ λυγγὸς, ἢ σπα‐ σμοῦ, ἢ ὀδύνης ἰσχίων.

126

Ἐν καύσῳ κοιλίη καταῤῥαγεῖσα, θα‐ νάσιμον.

127

Ἐκ κοιλίης ἀλγήματος ἐπιπόνου πυρετὸς καυσώ‐ δης, ὀλέθριον.
608

128

Ἐν τοῖσι καυσώδεσιν, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ καὶ κατὰ ῥῖνας βάρους, ἐξίστανται μελαγχολι‐ κῶς, μὴ αἱμοῤῥαγήσαντες.

129

Τοὺς ἐν καύσοισι τρόμους παρακοπὴ λύει.

130

Ἐν καύσῳ ῥύσις ἐκ μυκτήρων τεταρταίῳ, κακὸν, ἢν μή τι ἄλλο ἀγαθὸν ξυμπέσῃ· πεμπταίῳ δὲ, ἧσσον κινδυνῶδες.

131

Ἐν τοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, δια‐ χωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, κακὸν, ἄλλως τε κἢν κάτοχοι γένωνται.

132

Καῦσος, ῥίγεος ἐπιγενο‐ μένου, λύεται.

133

Καῦσοι ὑποτροπιάζειν εἰώθασι, καὶ ἡμέρας τέσσαρας ἐπισημήναντες, ἔπειτα ἐξιδροῦσιν· εἰ δὲ μὴ, τῇ ἑβδόμῃ.

134

Τοὺς καυσώδεας διακρίνουσιν αἱ τεσσαρεσκαίδεκα ἡμέραι, κουφίζουσαι ἢ ἀναιροῦσαι.

135

Ἐκ καύσου, μὴ γενομένου πυώ‐ δεος παρ’ οὖς ἀποστήματος, οὐ πάνυ σώζονται.

136

Οἱ ληθαρ‐ γικοὶ τρομώδεες ἀπὸ χειρῶν, ὑπνώδεες, δύσχρωτες, οἰδηματώ‐ δεες, σφυγμοῖσι νωθροῖσι, καὶ μετάρσια τὰ ὑποφθάλμια, καὶ ἱδρῶτες ἐπιγίνονται, καὶ κοιλίας χολώδεας καὶ ἀκρατέας ἢ καταξήρους
5ἴσχουσιν, οὖρα καὶ διαχωρήματα προϊόντα λαθραίως, τὸ οὖρον ὑποζυγίου, πιεῖν τε οὐκ αἰτέουσιν, οὐδὲ θάτερον οὐδέν· ἔμφρονες δὲ
γενόμενοι, τράχηλον ἐπώδυνόν φασιν ἔχειν, καὶ διὰ τῶν οὐάτων ἤχους διαΐσσειν· ὁκόσοι δὲ σώζονται τῶν ληθαργικῶν, ἔμπυοι ὡς ἐπι‐ τοπολὺ γίνονται.610

137

Ὁκόσοισιν ἐν πυρετοῖσιν ἀκρίτως τὰ τρομώδεα παύεται, τουτέοισι χρόνῳ ἐς ἄρθρα ἀπόστασις ὀδυνώδης ἐκπυοῦσα, καὶ κύστις ἐπώδυνος.

138

Τῶν πυρεσσόντων οἷσι μὲν ἐρυ‐ θήματα ἐπὶ προσώπων καὶ πόνος κεφαλῆς ἰσχυρὸς, καὶ σφυγμὸς φλεβῶν, αἵματος ῥύσις τὰ πολλὰ γίνεται· οἷσι δὲ ἄσαι, καὶ καρδιωγμοὶ, καὶ πτυαλισμοὶ, ἔμετος. Οἷσι δὲ ἐρευγμοὶ, φῦσαι,
5ψόφοι κοιλίης, καὶ ἐπάρσιες, καὶ ἐκτάραξις κοιλίης.

139

Τοῖσι χρονίζουσιν ἀσφαλέως ἐν πυρετῷ ξυνεχεῖ, χωρὶς πόνου, ἢ φλεγμονῆς, ἢ ἄλλης προφάσιος, ἀπόστασιν προσδέχεσθαι μετὰ πόνου καὶ οἰδή‐ ματος, καὶ μᾶλλον ἐς τὰ κάτω χωρία· προσδέχεσθαι δὲ δεῖ τὰς
5ἀποστάσιας τοῖσιν εἰς τριήκοντα ἔτεα μᾶλλον· ὑποσκέπτεσθαι δὲ τουτέοισι τὰς ἀποστάσιας, ἢν τὰς εἴκοσιν ἡμέρας ὁ πυρετὸς ὑπερ‐ βάλλῃ· τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον γίνονται, καὶ πολλῷ χρόνῳ γενομένων τῶν πυρετῶν· οἱ δὲ διαλείποντες καὶ λαμβάνοντες πε‐ πλανημένως, φθινοπώρου μάλιστα ἐς τεταρταῖον ἐπιεικέως μεθί‐
10στανται, καὶ μᾶλλον τοῖσιν ὑπὲρ τὰ τριήκοντα ἔτεα γεγονόσιν· αἱ δὲ ἀποστάσιες τοῦ χειμῶνος γίνονταί τε μᾶλλον, καὶ παύονται βραδύ‐ τερον, καὶ ἧσσον παλινδρομέουσιν.

140

Τοῖσι δὲ πολλάκις ὑπο‐ τροπιασθεῖσιν, ἢν ἑξάμηνον ὑπερβάλλωσιν, ἰσχιαδικὴ φθίσις ἐπιει‐ κέως γίνεται.
612

141

Ὁκόσα πυρετῷ ἀντιδίδοται, καὶ μὴ ἀποστη‐ ματώδεα σημεῖα, κακοήθεα.

142

Τῶν πυρετῶν οἱ μήτε ἐν ἡμέρῃσι κρισίμῃσι, μήτε μετὰ σημεῖον λυτήριον ἀφιέντες, ὑποτρο‐ πιάζουσιν.

143

Τὰ ὀξέα τῶν νοσημάτων ἐν ἡμέρῃσι κρίνεται τεσσαρεσκαίδεκα.

144

Τριταῖος ἀκριβὴς ἐν πέντε, ἢ ἐν ἑπτὰ περιόδοισιν, ἢ τὸ μακρότατον ἐν ἐννέα κρίνεται.

145

Οἷσιν ἀρχο‐ μένοισι πυρέσσειν, αἵματος στάζοντος ἐκ ῥινῶν, ἢ πταρμοῦ γενο‐ μένου, λευκὴν ὑπόστασιν τὸ οὖρον ἴσχει ἐν τῇ τετάρτῃ, λύσιν ἐν τῇ ἑβδόμῃ σημαίνει.

146

Τὰ ὀξέα κρίνεται, αἵματος ἐκ ῥινέων ῥυέντος ἐν κρισίμῳ, καὶ ἱδρῶτος πολλοῦ γενομένου, καὶ οὔρου πυώδεος καὶ ὑαλώδεος γενομένου, ὑπόστασιν χρηστὴν ἔχοντος, καὶ ἀθρόου γενομένου, καὶ ἀποστήματος ἀξιολόγου, καὶ κοιλίης
5μυξώδεος καὶ αἱματώδεος, καὶ ἐξαπίνης καταῤῥαγείσης, καὶ ἐμέ‐ των οὐ μοχθηρῶν κατὰ κρίσιν.

147

Ὕπνοι βαθέες, μὴ τα‐ ραχώδεες, βεβαίαν κρίσιν σημαίνουσιν· οἱ δὲ ταραχώδεες μετὰ ἀλγήματος σώματος, ἀβέβαιοι.

148

Ἑβδομαίοισιν, ἢ ἐνα‐ ταίοισιν, ἢ τεσσαρεσκαιδεκαταίοισι ῥύσιες ἐκ ῥινέων λύουσιν ὡς ἐπὶ
τὸ πουλὺ τοὺς πυρετούς· ὁμοίως δὲ καὶ κοιλίης ῥύσις χολώδης, καὶ δυσεντεριώδης, καὶ πόνος γουνάτων, ἢ ἰσχίων, καὶ οὖρον πεπανθὲν614
5πρὸς τὴν κρίσιν, ἐν γυναικὶ δὲ καὶ ἐπιμηνίων ῥύσις.

149

Οἱ ἐν πυρετοῖσιν αἱμοῤῥαγήσαντες ἱκανῶς ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι κοιλίας καθυγραίνονται.

150

Οἱ ἐν πυρετοῖσιν ἐφιδρώοντες, κεφαλαλγέες, κοιλίην ἀπολελαμμένοι, σπασμώδεες.

151

Αἱ ἐπ’ ὀλίγον θρασέες παρακρούσιες, καὶ θηριώδη καὶ σπασμὸν σημαίνουσιν.

152

Σπασμὸς ἐν πυρετῷ γενόμενος, παύει τὸν πυρετὸν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.

153

Σπασμὸς ἐν πυρετῷ γενόμενος καὶ παυόμενος αὐθημερὸν, ἀγαθόν· ὑπερβάλλων δὲ τὴν ὥρην ἐν ᾗ ἤρξατο, καὶ μὴ διαπαυόμενος, κακόν.

154

Οἱ διαλείποντες, ἀνωμάλως δὲ χλιαινόμενοι, κοιλίης ἐμφυσωμένης, σμικρὰ διαδιδούσης, ὀσφυαλ‐ γήσασι μετὰ κρίσιν, τουτέοισι κοιλίαι καταῤῥήγνυνται· οἱ δὲ περι‐ καέες πρὸς χεῖρα, νωθροὶ, διψώδεες, ἀσώδεες, κοιλίης ἀπειλημμέ‐
5νης, βαρυνόμενοι, ἐκχλοιοῦνται· ἔστι δ’ ὅτε καὶ τὰ ἐξέρυθρα ἐν ποσὶ κατακαύματα τὰ αὐτὰ σημαίνει.

155

Οἱ χειμερινοὶ τεταρ‐ ταῖοι πυρετοὶ ἐπιεικέως μεθίστανται ἐς τὰς ὀξείας νούσους.

156

Κεφαλῆς πόνος ξύντονος μετ’ ὀξέος πυρετοῦ καὶ ἄλλου σημείου τῶν δυσκόλων, θανάσιμον· ἄνευ δὲ σημείου φαύλου, ὑπερ‐
βάλλων τὰς εἴκοσιν ἡμέρας, αἵματος ῥύσιν, ἢ πύου ἐκ ῥινὸς, ἢ ἀποστάσιας ἐς τὰ κάτω σημαίνει· μάλιστα μὲν νεωτέροισι τῶν616
5τριήκοντα πέντε τὰς ῥύσιας, τοῖσι δὲ πρεσβυτέροισι τὰς ἀποστάσιας προσδέχεσθαι, περὶ μέτωπον δὲ καὶ κροτάφους ὄντος τοῦ πόνου, τὰς ῥύσιας.

157

Οἷσι κεφαλαλγίαι καὶ ἦχοι ἀπυρέτοισι, καὶ σκοτοδινίη, καὶ φωνῆς βραδυτὴς, καὶ νάρκη χειρῶν, ἢ ἀποπλή‐ κτους, ἢ ἐπιληπτικοὺς προσδέχου τούτους ἔσεσθαι, ἢ καὶ ἐπιλή‐ σμονας.

158

Οἱ κεφαλαλγέες, κατόχως παρακρούοντες, κοιλίης ἀποληφθείσης, ὄμμα θρασυνθέντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.

159

Τὰ ὑποσείοντα κεφαλὰς, ὄμματα ἐξέρυθρα, παρακρούοντα σαφῶς, ὀλέθρια· οὐ ξυναποθνήσκει τοῦτο, ἀλλὰ παρ’ οὖς οἴδημα ποιέει.

160

Κεφαλαλγίη μεθ’ ἕδρης καὶ αἰδοίων ἀλγήματος, νωθρότητα καὶ ἀκρησίην παρέχει, καὶ φωνὴν παραλύει· ταῦτα οὐ χαλεπά· ὑπνώδεες δὲ καὶ λυγγώδεες γίνονται. ἐνάτῳ μηνὶ ἐκ του‐ τέων, φωνῆς λυθείσης, ἐς τὸ αὐτὸ καθίστανται, ἀσκαριδώδεες γε‐
5νόμενοι.

161

Ἐν κεφαλαλγίῃ, κώφωσις καὶ κῶμα παρακολου‐ θοῦντα, τὰ παρ’ οὖς ἐπαίρει.

162

Οἱ κεφαλαλγέες, κατόχως ὀδυνώδεες, ὄμμα ἐξέρυθροι, αἱμοῤῥαγικοί.

163

Τὰ σείοντα κεφαλὴν, ἠχώδεα, αἱμοῤῥοεῖ, ἢ γυναικὶ τὰ γυναικεῖα καταβιβάζει,
ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθέῃ· ἴσως δὲ καὶ δυσ‐ εντερικά.618

164

Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγέουσιν, ἄλλως τε καὶ ἤν τι ἐς τράχηλον συν‐ τείνῃ.

165

Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώ‐ σιος, ἀγρύπνοισι, ταχὺ ἐκμαίνει.

166

Οἷσι κεφαλῆς καὶ τρα‐ χήλου πόνος, καὶ ὅλου δέ τις ἀκράτεια τρομώδης, αἱμοῤῥαγίη λύει· ἀτὰρ καὶ οὗτοι χρόνῳ λύονται· αἱ δὲ κύστιες ἐν τουτέῳ ἀπολαμ‐ βάνονται.

167

Ἐν τῇσιν ὀξείῃσι κεφαλαλγίῃσι, καὶ τῇσι ναρκώδεσι μετὰ βάρεος, ἐθέλει σπασμώδεα γίνεσθαι.

168

Κεφα‐ λαλγίην λύει πῦον διὰ ῥινῶν, ἢ πτύαλα παχέα καὶ ἄνοσμα· λύει δὲ καὶ ἑλκέων ἔκθυσις, ποτὲ δὲ καὶ ὕπνος, καὶ κοιλίης ῥύσις.

169

Κεφαλῆς ἄλγημα μέτριον μετὰ δίψης, μὴ ἰδίουσιν, ἢ μετὰ ἱδρῶτος μὴ λύοντος τὸν πυρετὸν, ἀπαστάσιας ἐν οὔλοισιν ἢ παρ’ οὖς σημαίνει, μὴ κοιλίης ἐκταραχθείσης.

170

Κεφαλαλγίη κα‐ ρώδης μετὰ βάρεος ποιέει τι σπασμῶδες.

171

Οἱ κεφαλαλγι‐ κοὶ, διψώδεες, ὑπάγρυπνοι, ἀσαφέες, ἀδύνατοι, ἐπὶ κοιλίῃ ὑγρῇ κοπιώδεες, ἦρά γε ἐξίστανται;

172

Κεφαλαλγέες, ὑπόκωφοι, χεῖρας τρομώδεες, τράχηλον ὀδυνώδεες, οὐρέοντες μέλανα δεδασυ‐ μένα, ἐμέοντες μέλανα, ὀλέθριοι.

173

Οἱ κεφαλαλγέες, ἐφιδροῦν‐ τες, κοιλίην ἀπειλημμένοι, σπασμώδεες.

174

Τὸ καρῶδες πανταχοῦ κακόν.

175

Οἱ κωματώδεες ἐν ἀρχῇσι γενόμενοι μετὰ κεφαλῆς, ὀσφύος, τραχήλου, ὑποχονδρίου ὀδύνης, ἀγρυπνέον‐ τες, ἦρά γε φρενιτικοί; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἐοῦσιν, ἢ ἀρχομένοισιν· κακὸν δὲ καὶ
620
5κοιλίης περίπλυσις ἐξέρυθρος.

176

Οἱ [κωματώδεες] ἐξ ἀρχῆς ἐφιδρώσαντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως δὲ περιψύ‐ χοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

177

Οἱ κωματώδεες ὕπνοι, καὶ αἱ καταψύξιες, ὀλέ‐ θριον.

178

Κωματώδεας, κοπιώδεας, κεκωφωμένους, κοιλίης κατεῤῥωγυίης, ἐρυθρὰ διελθόντα περὶ κρίσιν ὠφελέει.

179

Κω‐ ματώδεες, ἀσώδεες, ὑποχόνδριον ὀδυνώδεες, σμικρὰ ἐμετώδεες, τὰ παρ’ οὖς ἴσχουσι, πρόσθεν δὲ περὶ τὸ πρόσωπον ἐπάρματα.

180

Τὰ μετὰ κώματος, ἐξαίφνης παρακρούσαντα ἀλυσμῷ, αἱ‐ μοῤῥαγικά.

181

Τὰ κωματώδεα, ἀσώδεα, ὀδυνώδεα ὑποχόν‐ δρια, θαμινὰ σμικρὰ πτύοντα, τὰ παρ’ οὖς ἐπαίρει· τὸ κωματῶδες ἦρά τι ἔχει σπασμῶδες;

182

Κωματώδεα, μεμωρωμένα, κά‐ τοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, ἀπόσιτοι, ἀπολελαμμένοι, ἐφιδροῦντες· ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς διελθὸν λύγγα σημαίνει; κοιλίη δὲ ἦρα χολώδης
5προσδιέρχεται; τὸ λαμπῶδες ἐν τουτέοισιν οὐρηθὲν ὠφελέει, καὶ
κοιλίαι δὲ τουτέοισιν ἐπιταράσσονται.622

183

Ἐγκεφάλου σφακελίσαντος, οἱ μὲν ἐν τῇσι τρισὶν ἡμέρῃσιν, οἱ δὲ ἐν τῇσιν ἑπτὰ τελευτῶσι, ταύτας δὲ διαφεύγοντες, σώζονται· οἷσι δ’ ἂν τμηθεῖσι τῶν τοιουτέων διεστηκὸς εὑρεθῇ τὸ ὀστέον, ἀπόλλυνται.

184

Τοῖσι κεφαλαλγικοῖσιν ὀστέα ῥαγεῖ‐ σιν ἐκ τῶν ὄπισθεν, ῥύσις ἐκ μυκτῆρος λαῦρος, παχεῖα, κακόν· ὀφθαλμὸν προαλγήσαντες οὗτοι ῥιγέουσιν· ἦρα αἱ κατὰ κρόταφον ὀστέων διαῤῥαγαὶ σπασμώδεες;

185

Ὠτὸς πόνος σύντονος, μετὰ πυρετοῦ ὀξέος, καὶ ἄλ‐ λου του σημείου τῶν ὑποδυσκόλων, τοὺς μὲν νέους ἑβδομαίους κτεί‐ νει καὶ συντομώτερον, παραφρονήσαντας, μὴ ῥυέντος πολλοῦ πύου ἐκ τοῦ ὠτὸς, ἢ ἐκ ῥινῶν αἵματος, μηδὲ ἄλλου του σημείου χρη‐
5στοῦ γενομένου· τοὺς δὲ πρεσβυτέρους βραδύτερον καὶ ἧσσον ἀναιρεῖ· τά τε γὰρ ὦτα φθάνει ἐκπυέειν, καὶ παραφρονέουσιν ἧσσον· ὑπο‐ στρέφουσι δὲ οἱ πολλοὶ τουτέων, καὶ οὕτως ἀπόλλυνται.

186

Κώ‐ φωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν· κακὸν δὲ καὶ ἐν τοῖσι μακροῖσιν· ἄγει δ’ ἐν τουτέοισι καὶ ἐς ἰσχία πόνους.

187

Ἐν πυρετοῖσι κώφωσις κοιλίην ἐφίστησιν.

188

Ὦτα ψυ‐ χρὰ καὶ διαφανέα καὶ συνεσταλμένα, ὀλέθριον.

189

Βόμβος ἐν ὀξέσι, καὶ ἦχος ἐν ὠσὶ, θανάσιμον.

190

Ἦχοι μετὰ ἀμ‐ βλυωσμοῦ, καὶ κατὰ ῥῖνας βάρεος, παρακρουστικὸν, καὶ αἱμοῤῥα‐ γέει.
624

191

Οἷσι κώφωσις μετὰ καρηβαρίης, καὶ ὑποχον‐ δρίου ἐντάσιος, καὶ πρὸς αὐγὰς ἐνοχλεῖν, αἱμοῤῥοεῖ.

192

Ἐν ὀξεῖ πυρετῷ ὦτα κωφοῦσθαι, μανικόν.

193

Οἱ δύσκωφοι, ἐν τῷ λαμβάνειν τρομώδεες, γλῶσσαν παραλελυμένοι, νωθροὶ, κακόν.

194

Προηκούσης ἀῤῥωστίης, κώφωσις, καὶ οὖρον ὑπέρυθρον, ἀκατάστατον, ἐναιωρεύμενον, παρακρουστικόν· τὸ ἰκτεροῦσθαι ἐν τούτοισι κακόν· κακὸν δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώ‐ νους, αἰσθανομένους δὲ, ξυμβαίνει γίνεσθαι· τάχα δὲ καὶ κοιλίη
5πονηρεύεται τούτοισι.

195

Τὰ ὀδυνηρῶς παρ’ οὖς ἀνιστά‐ μενα, ὀλέθρια.

196

Τὰ παρ’ οὖς ἐκ τοῦ ἔμπροσθεν ἀλγήματος ἐρυθήματα ἐν πυρετοῖσι γινόμενα, σημεῖον μὲν ἐρυσιπέλατος ἐπὶ προσ‐ ώπου ἐσομένου· ἀτὰρ καὶ σπασμοὶ ἐκ τῶν τοιουτέων γίνονται μετὰ ἀφωνίης καὶ ἐκλύσιος.

197

Τὰ παρ’ οὖς ἐπὶ εἰλέοισι δυσώ‐ δεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ συντόνῳ χρονιωτέρως, ἀρθέντα, κτείνει.

198

Τὰ παρ’ οὖς, φαῦλα τοῖσι παραπληκτικοῖσιν.

199

Τὰ παρ’ οὖς ἐν μακροῖσι, μὴ ἐκπυεῦντα, θανάσιμον· κοιλίαι δὲ τοῖσι του‐ τέοισι κάτω φέρονται.

200

Ἦρά γε οἷσι τὰ παρ’ ὦτα, κεφαλαλ‐
γικοί; ἦρά τι ἐφιδροῦσι τὰ ἄνω; ἦρά τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε αἱ κοιλίαι καταῤῥήγνυνται; καί τι καὶ κωματώδεες; ἆρα καὶ τὸ ὑδα‐ τῶδες οὖρον, ἐναιωρεύμενον λευκοῖσι, καὶ τὰ ὑποποίκιλα, ἔκλευκα,626
5δυσώδεα;

201

Τὰ παρ’ οὖς λαπάσσει βηχία μετὰ πτυαλισμῶν ἰόντα.

202

Οὖρα τοῖσι παρ’ ὦτα ταχὺ καὶ ἐπ’ ὀλίγον πεπαινό‐ μενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.

203

Τὰ παρ’ οὖς ἐν τοῖσι χρονίοισιν ἐκπυεύμενα μὴ λευκῷ σφόδρα καὶ ἀνόδμῳ, κτείνει, καὶ μάλιστα γυναῖκας.

204

Τὰ παρ’ οὖς μάλιστα τῶν ὀξέων ἐν τοῖσι καυσώδεσι γίνεται· κἢν μὴ κρίσιν ποιήσῃ, καὶ ἐκπεπαίνηται, ἢ ἐκ ῥινῶν αἷμα ῥυῇ, ἢ οὖρα ὑπόστασιν παχεῖαν λάβῃ, ἀπόλλυνται· τὰ πολλὰ δὲ τῶν τοιούτων οἰδημάτων προαπο‐
5καθίσταται· προσεπιθεωρέειν δὲ καὶ τοὺς πυρετοὺς ἤν τε ἐπιτεί‐ νωσιν, ἤν τε ἀνιῶσι, καὶ οὕτως ἀποφαίνεσθαι.

205

Ἐπὶ κωφώσει καὶ νωθρίῃ ἐκ ῥινῶν ἀποστάζειν, ἔχει τι δύσκολον· ἔμετος τουτέοι‐ σιν ἁρμόσει καὶ κοιλίης ταραχή.

206

Ἐκ κωφώσιος ἐπιει‐ κέως τὰ παρ’ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι γίνηται· ἀτὰρ καὶ τοῖσι κωματώδεσιν ἐπὶ τουτέοισι καὶ μᾶλλόν τι τὰ παρ’ ὦτα.

207

Κώφωσιν ἐν πυρετῷ ῥύσις ἐκ ῥινῶν λύει καὶ κοιλίης ταραχή.

208

Πρόσωπον ἐκ μετεώρου ταπεινούμενον, καὶ φωνὴ λειο‐ τέρη καὶ ἀσθενεστέρη γινομένη, καὶ πνεῦμα μανότερον καὶ λεπτότε‐ ρον, ἄνεσιν ἐς τὴν ἐπιοῦσαν σημαίνει.

209

Προσώπου διαφθορὴ,
θανάσιμον· ἧσσον δ’ ἢν δι’ ἀγρυπνίην, ἢ λιμὸν, ἢ κοιλίης ἐκτάραξιν γένηται· καθίσταται δὲ ἐν ἡμέρῃ καὶ νυκτὶ τὸ διὰ ταῦτα διαφθαρέν· γένοιτο δ’ ἂν τοιοῦτον, ὀφθαλμοὶ κοῖλοι, ῥὶς ὀξεῖα, κρόταφοι συμπε‐628
5πτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα, δέρμα σκληρὸν, χρῶμα ὠχρὸν ἢ μέλαν· πελιαινόμενον δὲ ἐπὶ τουτέοισι βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, συντόμως θανάσιμον.

210

Προσώπου εὔχροια καὶ σκυθρω‐ πότης ἐν ὀξεῖ, κακόν· μετώπου ξυναγωγὴ ἐπὶ τουτέοισι, φρενιτικόν.

211

Περὶ πρόσωπον εὔχροια καὶ ἱδρῶτες ἀπυρέτοισι, κόπρανα παλαιὰ ὑπεόντα σημαίνει, ἢ διαίτης ἀταξίην.

212

Τὰ κατὰ ῥῖνας ἐρυθήματα, κοιλίης ὑγραινομένης σημεῖα· τοῖσι κατὰ τὰ ὑποχόνδρια ἢ τὸν πλεύμονα πόνοισι [ἢ] ἐμπυομένοισι κακόν.

213

Ὀφθαλμῶν καθαρότης καὶ τὰ λευκὰ αὐτέων ἐκ με‐ λάνων ἢ πελίων καθαρὰ γίνεσθαι, κρίσιμον· ταχέως μὲν οὖν καθαιρομένων, ταχεῖαν σημαίνει κρίσιν, βραδέως δὲ βραδυτέ‐ ρην.

214

Τὸ ἀχλυῶδες τῶν ὀφθαλμῶν, ἢ τὸ λευκὸν ἐρυ‐ θραινόμενον, ἢ πελιαινόμενον, ἢ φλεβίων μελάνων πληρούμενον, οὐκ ἀστεῖον· φλαῦρον δὲ καὶ τὸ τὴν αὐγὴν φεύγειν, ἢ δακρύειν, ἢ διαστρέφεσθαι, καὶ τὸν ἕτερον ἐλάσσω γίνεσθαι· πονηρὸν, καὶ
5τὸ τὰς ὄψιας πυκνὰ διαῤῥίπτειν, ἢ λημία σμικρὰ περὶ αὐτὰς, ἢ αἰγίδα λεπτὴν ἴσχειν, ἢ τὸ λευκὸν μέζον γίνεσθαι, τὸ δὲ μέλαν ἔλασ‐ σον, ἢ κρύπτεσθαι τὸ μέλαν ὑπὸ τὸ ἄνω βλέφαρον· πονηρὸν δὲ καὶ κοιλότης ὀμμάτων, καὶ ἔκθλιψις ἔξω σφοδρὴ, καὶ λαμπηδόνος ἔκ‐ θλιψις, ὥστε μὴ δύνασθαι τὴν κόρην ἐκτείνεσθαι, καὶ βλεφαρίδων630
10καμπυλότης καὶ πῆξις ὀμμάτων, συνεχέως τε μύειν, καὶ χρώματα μεταβάλλειν· καὶ βλέφαρα μὴ συμβάλλειν ἐν τῷ καθεύδειν, ὀλέ‐ θριον· κακὸν δὲ καὶ ἰλλαίνων ὀφθαλμός.

215

Ὀφθαλμῶν ἔρευ‐ θος ἐν πυρετῷ γενόμενον, κοιλίης πονηρίην χρονίην σημαίνει.

216

Αἱ παρ’ ὀφθαλμὸν ἐπαναστάσιες ἐν τῇσιν ἀνακομιδῇσι, κοι‐ λίην καταῤῥηγνύουσιν.

217

Ἐπὶ ὀμμάτων διαστροφῇ, κοπιώδει, πυρετώδει, ῥῖγος, ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κα‐ κόν.

218

Ὀφθαλμιῶντι ἀνδρὶ, πυρετοῦ ἐπιγενομένου, λύσις· εἰ δὲ μὴ, κίνδυνος τυφλωθῆναι, ἢ ἀπολέσθαι, ἢ ἀμφότερα.

219

Οἷσιν ὀφθαλμιῶσι κεφαλαλγίη προσγίνεται, καὶ παρακολουθεῖ χρόνον πουλὺν, κίνδυνος τυφλωθῆναι.

220

Ὀφθαλμιῶντι διάῤῥοια ἀπὸ ταυτομάτου, χρήσιμον.

221

Ὀμμάτων ἀμαύρωσις, καὶ τὸ πεπηγὸς, ἀχλυῶδες, κακόν.

222

Ὀμμάτων ἀμαύρωσις ἅμα ἀψυχίῃ, σπασμῶδες συντόμως.

223

Ὀμμάτων ὀρθότης ἐν ὀξεῖ, ἢ κίνησις ὀξείη, καὶ ὕπνος ταραχώδης, ἢ ἀγρυπνίη, ποτὲ δὲ καὶ στάξιες ἐκ ῥινῶν, οὐδὲν ἀγαθόν· πρὸς τὴν ἁφὴν μὴ περι‐
καέες, φρενιτικοὶ γίνονται, καὶ μᾶλλον ἢν αἷμα ῥυῇ.632

224

Γλῶσσα κατ’ ἀρχὰς μὲν πεφρικυῖα, τῷ δὲ χρώματι δια‐ μένουσα, προϊόντος δὲ τοῦ χρόνου τρηχυνομένη, καὶ πελιαινομένη, καὶ ῥηγνυμένη, θανάσιμον· σφόδρα δὲ μελαινομένη, ἐν τῇ τεσσαρεσκαιδε‐ κάτῃ κρίσιν γενέσθαι δηλοῖ· χαλεπωτάτη δέ ἐστιν ἡ μέλαινα καὶ χλωρή.

225

Γλώσσης παρὰ τὸ δικροῦν ὥσπερ σιάλῳ λευκῷ καταλείφε‐ σθαι, σημεῖον ἀνέσεως πυρετοῦ· παχέος μὲν ἐόντος τοῦ ἐπιγεννή‐ ματος, αὐθημερόν· λεπτοτέρου δὲ, ἐς τὴν ὑστεραίην· ἔτι λεπτοτέ‐ ρου, τριταίην· τὰ δὲ αὐτὰ σημαίνει καὶ ἐπ’ ἄκρην τὴν γλῶσσαν
5γινόμενα, ἧσσον δέ.

226

Γλῶσσα τρομώδης, μετὰ ἐρυθήματος κατὰ ῥῖνας καὶ κοιλίης ὑγρῆς, τὰ δὲ ἄλλα ἀσήμως ἔχοντα κατὰ πλεύμονα, πονηρὰ, καὶ ὀξείας καθάρσιας ὀλεθρίους σημαίνει.

227

Γλῶσσα παρὰ λόγον ἁπαλυνομένη, καὶ ἀσώδης, μεθ’ ἱδρῶ‐ τος ψυχροῦ, ἐπὶ κοιλίῃ ὑγρῇ, μελάνων ἐμέτων ἐστὶ σημεῖον· τὸ κοπιῶδες ἐν τουτέοισι κακόν.

228

Αἱ τρομώδεες γλῶσσαί τισι καὶ κοιλίην ὑγρήν ποτε ποιέουσιν· μελανθεῖσαι δὲ ἐν τουτέοισι, ταχὺν θάνατον σημαίνουσιν· ἦρά γε τρομώδης γλῶσσα σημαίνει οὐχ ἱδρυ‐ μένην γνώμην;

229

Αἱ δασεῖαι, κατάξηροι, φρενιτικαί.

230

Ὀδόντας συνερίζειν ἢ πρίειν, ᾧ μὴ σύνηθες ἐκ παιδίου, μανικὸν καὶ θανάσιμον· ἤδη δὲ παραφρονέων ἢν ποιέῃ τοῦτο, παντε‐ λῶς ὀλέθριον· ὀλέθριον δὲ καὶ ξηραίνεσθαι τοὺς ὀδόντας.

231

Ὀδόν‐ τος σφακελισμὸς ἀπόστημα παρὰ οὖλον γενόμενον λύει.

232

Ἐπὶ
ὀδόντος σφακελισμῷ πυρετὸς ἐπιγενόμενος σφοδρὸς, καὶ παραφροσύνη, θανάσιμον· ἢν δὲ σώζωνται, ἕλκεα ἐκπυήσει, καὶ ὀστέα ἀφίστα‐ ται.634

233

Οἷσι περὶ τὴν ὑπερῴην ὑγροῦ σύστασις γίνεται, ὡς τὰ πολλὰ πυοῦται.

234

Τὰ περὶ γένυας ἀλγήματα σφοδρὰ κίνδυ‐ νος εἰς ὀστέου ἀνάπλευσιν ἐλθεῖν.

235

Χεῖλος συσπώμενον ση‐ μαίνει κοιλίης χολώδεος κατάῤῥηξιν.

236

Τὰ ἀπὸ οὔλων αἵ‐ ματα ἐπὶ κοιλίῃ ὑγρῇ, ὀλέθρια.

237

Πτυάλου ἀναχρέμψιες ἐν πυρετῷ πελιδναὶ, μέλαιναι, χολώδεες, ἐπιστᾶσαι μὲν, κακόν· ἀποχωρέουσαι δὲ κατὰ λόγον, χρήσιμον.

238

Οἷσιν ἁλμώδεα πτύαλα καὶ βὴξ προσίσταται, τουτέοισι χρὼς ἐρυθραίνεται, οἷον ἐξανθίσματα, πρὸ δὲ τῆς τελευτῆς τρηχύνεται.

239

Ἀνάχρεμψις πυκνὴ, ἢν δή τι καὶ ἄλλο ση‐ μεῖον προσῇ, φρενιτικόν.

240

Αἱ μετ’ ἐκλύσιος ἀφωνίαι, κάκισται.

241

Αἱ ἐπ’ ὀλίγον θρασέες παρακρούσιες, πονηρὸν καὶ θηριῶδες.

242

Οἷσι φωνὴ ἅμα πυρετῷ ἐκλείπει μετὰ ἀκρισίας, τρομώδεες θνήσκουσιν.

243

Αἱ ἐν πυρετῷ ἀφωνίαι σπασμώδεα τρόπον, ἐκστᾶσαι σιγῇ, ὀλέ‐ θριον.

244

Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

245

Αἱ μετ’ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριοι.

246

Αἱ κατακλώμεναι φωναὶ μετὰ φαρμακείην, ἦρα πονηρόν; τουτέων οἱ πλεῖστοι ἐφι‐ δροῦσι, καὶ κοιλίας καθυγραίνονται.

247

Ἐν ἀφωνίῃ πνεῦμα οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν· ἦρά γε καὶ παρακρουστικόν;
636

248

Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπ’ αὐτοὺς, ἀνιέντα, χρονιώτερα· ἐπιῤῥιγοῦν τουτέοισιν, οὐ πονη‐ ρόν.

249

Αἱ μετὰ ἀφωνίης ἐκστάσιες, ὀλέθριοι.

250

Αἱ τοῖσιν ἐπιῤῥιγέουσιν ἀφωνίαι, θανάσιμον· εἰσὶ δὲ κεφαλαλγέες οἱ τοιοῦτοι ἐπιεικέως.

251

Αἱ μετ’ ἐκλύσιος ἀφωνίαι ἐν πυρετῷ ὀξεῖ ἀνιδρωτί εἰσι μὲν θανάσιμοι, ἧσσον δὲ τῷ ἐφιδροῦντι, χρόνον δὲ σημαίνει· ἴσως δὲ καὶ οἱ ἐξ ὑποστροφῆς παθόντες τι τοιοῦτον, ἀσφαλέστατοι, ὀλεθριώτατοι δὲ τῶν τοιουτέων, οἷσι τὰ ἐκ ῥινέων, καὶ
5οἷσι κοιλίαι καθυγραίνονται.

252

Ὀξυφωνίη κλαυθμώδης, καὶ ὀμμάτων ἀμαύρωσις, σπασμῶδες· οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν εὔφορον.

253

Ἅμα φωνῇ τρομώδει, λύσις κοιλίης παράλογος, ἐν τοῖσι διεστηκόσι χρονίοισιν ὀλέθριον.

254

Αἱ πυκναὶ ὑποκα‐ ρώδεες ἀφωνίαι ξύστασιν φθινώδεα προσημαίνουσιν.

255

Πνεῦμα πυκνὸν μὲν καὶ σμικρὸν ἐὸν, φλεγμονὴν καὶ πόνον ἐν τοῖσι καιρίοισι τόποισι σημαίνει· μέγα δὲ καὶ διὰ πολλοῦ, παραφροσύνην ἢ σπασμόν· ψυχρὸν δὲ, θανάσιμον· θανά‐ σιμον δὲ καὶ πυρετῶδες καὶ λιγνυῶδες πνεῦμα, ἧσσον δὲ τοῦ ψυχροῦ·
5καὶ τὸ μέγα ἔξω πνεόμενον, σμικρὸν δὲ εἴσω, καὶ τὸ σμικρὸν ἔξω, μέγα δὲ εἴσω, κάκιστον δὴ καὶ πλησίον θανάτου· καὶ τὸ ἐκτεῖνον καὶ κατεπεῖγον, καὶ ἀμαυρὸν, καὶ διπλῆ εἴσω ἐπανάκλησις, ὁκοῖον ἐπεισ‐ πνέουσιν· εὔπνοια δὲ ἐν πᾶσιν, ὁκόσα ἐν πυρετῷ ὀξεῖ, κἢν ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνηται, μεγάλην ἔχει ῥοπὴν ἐς σωτηρίην.638

256

Τράχηλος σκληρὸς καὶ ἐπώδυνος, καὶ γενύων σύν‐ δεσις, καὶ φλεβῶν σφαγιτίδων παλμὸς ἰσχυρὸς, καὶ τενόντων ξύν‐ τασις, ὀλέθριον.

257

Τὰ ἐν φάρυγγι ἰσχνῇ ἀλγήματα πνιγώ‐ δεα, ἀπὸ κεφαλῆς ἀλγηδόνος ὁρμώμενα, σπασμώδεα.

258

Αἱ τραχήλου καὶ μεταφρένου ψύξιες, δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώμα‐ τος, σπασμώδεες· ἐν τουτέοισι κριμνώδεες οὐρήσιες.

259

Οἷσι κατὰ φάρυγγα ἐρεθισμοὶ, ἐπιεικέως τὰ παρ’ οὖς ἐπάρματα.

260

Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, ὀλέθριον ὀξέως.

261

Οἷσι πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγμώδης, σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῇσι τελευτῇσιν οἷον συσπῶντός τινος τὸ πνεῦμα γίνεται.

262

Φάρυγξ τρηχυνθεῖσα ἐπ’ ὀλίγον, καὶ κοι‐ λίη κενεῇσιν ἀναστάσεσι, μετώπου ἀλγήματα, ψηλαφώδεες, ὀδυ‐ νώδεες· τὰ ἐκ τουτέων αὐξανόμενα, δύσκολα.

263

Τὰ κατὰ φά‐ ρυγγα ἰσχυρὰ ἀλγήματα παρ’ οὖς ἔπαρμα καὶ σπασμοὺς ἐργάζεται.

264

Καὶ τραχήλου καὶ νώτου ἀλγήματα, μετὰ πυρετοῦ ὀξέος, σπασμῷ, ὀλέθριον.640

265

Τραχήλου καὶ πήχεων ἀλγήματα, σπασμώδεα· ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα· ὠχροὶ, ἰσχνοὶ, πτυαλίζοντες, ἐν τουτέοισιν, ἐν ὕπνοισιν ἱδρῶτες ἀγαθοί· ἦρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι, τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ
5ἐς τὰ κάτω πόνοι τουτέοισιν, εὔφοροι.

266

Ἐν ἀλγήματι νώ‐ του καὶ στήθεος αἱματώδης οὔρησις ἐπιστᾶσα, ὀλέθριος ἐπιπόνως.

267

Τραχήλου πόνος, κακὸν μὲν ἐν πυρετῷ παντὶ, κάκιστον δὲ ἐν οἷσι καὶ ἐκμανῆναι ἐλπίς.

268

Ἐπὶ στήθεος ἀλγήματι πυ‐ ρετώδει κοιλίη ταραχώδης, ναρκώδης, σημεῖον μελαινῶν ὑποχωρη‐ σίων.

269

Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα μικρὰ ὀδυνώδεα, ὅτε χά‐ νοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριον.

270

Φάρυγξ ἑλκουμένη ἐν πυρετῷ μετ’ ἄλλου σημείου τῶν δυσκόλων, κινδυνῶδες.

271

Ἐν πυρετοῖσιν ἐξαπίνης πνίγεσθαι, καὶ καταπίνειν μὴ δύνασθαι, χωρὶς οἰδήμα‐ τος, κακόν.

272

Τράχηλον ἐπιστραφῆναι μὴ δύνασθαι, μηδὲ καταπίνειν, θανάσιμον ὡς τὰ πολλά.

273

Ὑποχόνδριον δὲ χρὴ μαλθακὸν εἶναι καὶ ἄπονον καὶ
ὁμαλές· φλεγμαῖνον δὲ, ἢ ἀνωμάλως ἔχον, ἢ ἀλγούμενον, ση‐ μεῖον ἀῤῥωστίης ἐστὶν οὐκ εὐήθεος.642

274

Οἴδημα δὲ ἐν ὑποχον‐ δρίοισι, σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πάν‐ των εἴη τῶν μερέων· τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρεος, ἀκινδυνότερον τὸ ἐκ τῶν ἀριστερῶν· σημαίνει δὲ ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα θάνατον σύν‐
5τομον, ὑπερβάλλοντα δὲ τὰς εἴκοσι, τοῦ πυρετοῦ μένοντος, ἐμ‐ πύησιν· γίνεται δὲ τούτοισιν ἐν τῇ πρώτῃ περιόδῳ ῥῆξις αἵματος διὰ ῥινῶν, καὶ κάρτα ὠφελέει· τὰ γὰρ πολλὰ κεφαλὴν οὗτοι πο‐ νέουσι, καὶ ὄψις ἀμαυροῦται, καὶ μᾶλλον εἰς ταῦτα προσγίνεσθαι προσδέχου τὴν ῥῆξιν, ἡλικίῃσι δὲ πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι
10δὲ πρεσβυτέροισιν ἧσσον.

275

Τὰ μαλθακὰ δὲ καὶ ἀνώδυνα τῶν οἰδημάτων, χρονιώτερα δὲ τὰς κρίσιας ποιέεται, καὶ ἧσσόν ἐστιν ἐπικίνδυνα· τὰς δὲ ἑξήκοντα καὶ ταῦτα ὑπερβάλλοντα, τοῦ πυρετοῦ μένοντος, ἐμπυοῦται. Παραπλήσια δὲ σημαίνει τοῖσιν ἐν ὑποχον‐
5δρίοισι καὶ τὰ περὶ κοιλίην, πλὴν ἧσσον ἐκπυοῦται ταῦτα ἐκείνων, ἥκιστα δὲ ὑπ’ ὀμφαλόν· καὶ γίνεται δὲ ταῦτα μὲν ἐν χιτῶνι, τὰ δ’ ἄνω κεχυμένα· θανάσιμα δ’ ἐστὶν αὐτῶν, ὅσα ἂν εἴσῳ ῥαγῇ· τῶν δὲ λοιπῶν ἐμπυημάτων τὰ μὲν ἔξω ῥηγνύμενα, βέλτιστον μὲν ὡς εἰς ἐλάχιστον καὶ ὀξύτατον συλλέγεσθαι· τὰ δὲ εἴσω, μήτε ὄγκῳ,
10μήτε πόνῳ, μήτε χρώματι διάδηλον ἔξω ποιέειν· τὸ δὲ ἐναντίον κά‐ κιστον· τινὰ δὲ τούτων διὰ πάχος πύου οὐ διασημαίνει. Τὰ δὲ πρόσ‐ φατα τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν ἐπαρμάτων, ἢν μὴ σὺν φλε‐
γμονῇ ᾖ, καὶ τοὺς ἀπ’ αὐτῶν πόνους λύει βορβορυγμὸς γενόμενος ἐν ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεκπεσὼν δι’ οὔρων καὶ διαχωρημά‐644
15των· εἰ δὲ μὴ, καὶ αὐτὸς διαπεραιωθείς· ὠφελεῖ δὲ καὶ ὑποκατα‐ βὰς ἐς τὰ κάτω χωρία.

276

Σφυγμὸς ἐν ὑποχονδρίῳ μετὰ θο‐ ρύβου, παρακρουστικὸν, καὶ μᾶλλον ἢν αἱ ὄψιες πυκνὰ κινέωνται.

277

Καρδίης πόνος καὶ σφυγμὸς ὑποχονδρίων, πυρετοῦ περιψυ‐ χθέντος, κακὸν, ἄλλως τε κἢν ἐφιδρῶσιν.

278

Ἐς ὑποχόν‐ δριον ἐμπίπτοντα ἀλγήματα, ἄλλως τε πονηρὸν, καὶ ἢν κοιλίας καθυγραίνῃ· κακίω δὲ, ἐν ὀλίγῳ γινόμενα· καὶ τὰ παρ’ οὖς τε ἀνιστάμενα ἐκ τουτέων, κακοήθεα, καὶ τὰ ἄλλα ἐκπυήματα.

279

Καρδιαλγικὰ καὶ μετὰ στρόφου, κοιλίης θηρία καταῤῥήγνυται.

280

Καρδίης ἄλγημα, πρεσβυτέρῳ πυκνὰ ἐπιφοιτέον, θάνατον ἐξα‐ πίναιον σημαίνει.

281

Οἷσιν ὑποχόνδρια μετεωρίζεται, κοιλίης ἐπιστάσης, κακόν· μάλιστα δὲ ἐν φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται.

282

Ἐν ὑποχονδρίῳ φλεγμονὴ ἀποπυη‐ τικὴ, ἔστιν οἷς πρὸ τῶν θανάτων μέλανα διαχωρέει.

283

Ὑπο‐ χονδρίων σύντασις, μετὰ κώματος ἀσώδεος, κεφαλαλγικῷ, τὰ παρ’ οὖς ἐπαίρει.

284

Μετὰ ὑποχονδρίων ἔπαρσιν, τοῖσι χολώδεσι, πνεῦμα μέγα καὶ πυρετὸς ὀξὺς τὰ παρ’ οὖς ἐπαίρει.

285

Ἐν ὑποχονδρίων ἀλγήματι, ὑποβορβορύζοντι, ὀσφύος ἄλγημα ἐπιγενό‐ μενον ἐν πυρετοῖς κοιλίας ἐπιπολὺ καθυγραίνει, ἢν μὴ φῦσα καταῤ‐ ῥαγῇ, ἢ οὔρου πλῆθος ἔλθῃ.

286

Ἐπὶ ὑποχονδρίῳ χρονίῳ καὶ κοιλίῃ δυσώδει, παρ’ οὖς ἀπόστημα κτείνει.
646

287

Τοῖσιν ἀπὸ ὑποχονδρίων ἀλγήμασι κοιλίη κατὰ μικρὸν ὑπόγλισχρα διαδιδοῦσα βραχέα κοπρώδεα, ἐκχλοιοῖ· ἆρα καὶ αἱμοῤῥαγεῖ;

288

Οἷσιν ἐξαίφνης ἀπυρέτοισιν ἐοῦσιν ὑποχονδρίου καὶ καρδίης πόνος, καὶ περὶ σκέλεα καὶ τὰ κάτω μέρεα, καὶ κοιλίη ἐπῆρται, λύει φλεβοτο‐ μίη καὶ κοιλίης ῥύσις· πυρέξαι βλαβερὸν τούτοισιν· μακροὶ γὰρ οἱ
5πυρετοὶ καὶ ἰσχυροὶ γίνονται, καὶ βῆχες καὶ πνεῦμα καὶ λυγμοὶ γίνονται· λύεσθαι δὲ μελλόντων τούτων, πόνος ἰσχυρὸς ἰσχίων ἢ σκελέων, ἢ πύου πτύσις, ἢ ὀφθαλμῶν στέρησις ἐπιγίνεται.

289

Οἷσι πόνοι ὑποχονδρίων, καρδίης, ἥπατος, τῶν περὶ ὀμφαλὸν μερῶν, αἵματος διαχωρήσαντος, σώζονται, μὴ διαχωρήσαντος δὲ, θνήσκουσιν.

290

Οἷσιν ὑποχόνδρια [μὴ] λαπαρὰ, πρόσωπον ἐῤῥωμένον, οὐ λύεται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλοῦ, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων.

291

Αἱ πρὸς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναύδῳ, ἀνιδρωτὶ λυόμεναι, κακόν· τούτοισιν ἐς ἰσχία ἀλγή‐ ματα.

292

Οἱ κατὰ κοιλίην ἐν πυρετῷ παλμοὶ ἐκστάσιας ποιέουσιν· αἱμοῤῥοίη δὲ φρικώδης.

293

Αἱ ἐς ὑποχόνδρια ἐν πυ‐ ρετῷ ὀδύναι ἀναΐσσουσαι, ἀνιδρωτὶ λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα, ἅμα πυρετῷ καυσώδει, κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον.

294

Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν
τι καὶ γνώμης παράφορον· περὶ κρίσιν δ’ οὖν τούτοισι φλέγμα ἅλες συχνὸν σὺν πόνῳ διέρχεται.648

295

Μετὰ κοιλίης ἐπίστασιν ὑπο‐ χόνδρια μετέωρα, κακόν· μάλιστα δὲ τοῖσι φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται.

296

Τοῖσιν ἀλυσμώδεσιν ἐν ὑπο‐ χονδρίῳ τὰ παρ’ οὖς ἐπαρθέντα κτείνει.

297

Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσι φρικώδεσιν, ἀποσίτοισι, σμικρὰ ἐφυγραινομένης, κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.

298

Ὑπὲρ ὀμφαλὸν πόνος, καὶ ὀσφύος ἄλγημα, φαρμακείη μὴ λυόμενα, ἐς ὑδρωπιῶδες ξηρὸν ἀποτελευτᾷ.

299

Τὰ ἐξ ὀσφύος ἀλγήματα, χρονιώτερα, πυρετῷ παροξυνόμενα τριταιογενῶς, ποιέει τὰ θρομβώδεα αἵματα διαχωρέειν.

300

Τὰ ἐν ὀσφύϊ ἀλγήματα, αἱμοῤῥοϊκά.

301

Αἱ ἐξ ὀσφύος ἀλγήματος αἱμόῤῥοιαι, λαῦραι.

302

Οἷσιν ἐξ ὀσφύος ἀλγήματος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρες ναρκώδεες, καὶ καρδιαλγικὰ, καὶ ἠχώδεα, αἱμοῤῥαγικὰ λάβρως, καὶ κοιλίαι καταῤῥήγνυνται τούτοισι, καὶ γνῶμαι ταραχώδεες ἐπιπολύ.

303

Αἱ ἐκ νώτου ἀλγήματος ἀῤῥωστίης ἀρχαὶ, δύσκολοι.

304

Ἐν ὀσφύος ἀλγήματι συντόνῳ καὶ ὑποφορῇ πλέονι, ἀπ’ ἐλλεβόρου ἐμέσαι ἀφρώδεα συχνὰ, ὠφελεῖ.

305

Ῥάχιος διαστροφὴν καὶ δύσπνοιαν αἵματος ῥύσις λύει.

306

Ἐν ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσελ‐ θόντα, σημεῖα αἱμοῤῥοώδεα, ἢ καὶ προγεγενημένα.

307

Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύοντα παρα‐
πληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρα καὶ λύεται τὰ τοιαῦτα σπασμοῖσιν; ἢ τῶν τοιούτων κοιλίαι νοσέουσι, διὰ τῶν αὐ‐650
5τῶν ἰόντων;

308

Ἐξ ὀσφύος ἀναδρομὴ πόνου, ὀφθαλμῶν ἴλλωσις, κακόν.

309

Πόνος ἐς στῆθος ἱδρυνθεὶς νωθρότητι, κακόν· ἐπὶ πυρετῷ οὗτοι ὀξέως ἀπόλλυνται.

310

Ἐξ ὀσφύος ἀλγήματος ἀνα‐ δρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέοντες λεπτὰ, ὑδατώ‐ δεα, παρενεχθέντες ἄφωνοι, ἐμέσαντες μέλανα, τελευτῶσιν.

311

Τὰ κατ’ ὀσφὺν καὶ τὸ λεπτὸν χρόνια ἀλγήματα, καὶ πρὸς ὑποχόνδρια πόνοι, ἀπόσιτοι, ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντο‐ νον ἐλθὸν κτείνει ὀξέως τρόπον σπασμώδεα.

312

Οἷσιν ὀσφύος ἄλγημα, οὗτοι κακοί· ἆρα τούτοισι τρομώδεα γίνεται, καὶ φωνὴ δ’ ὡς ἐν ῥίγει;

313

Ἆρα τοῖς ὀσφυαλγέσιν, ἀσώδεσιν, ἀνη‐ μέτοισιν, ὀλίγα θρασέως παρακρούσασιν, ἐλπὶς μέλανα διελθεῖν;

314

Ὀσφύος πόνος, καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.

315

Ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

316

Ὀσφύος ἄλγημα, ἄνευ προφάσιος πυκνὰ ἐπιφοιτέον, κακοήθεος ἀῤῥωστίης σημεῖον.

317

Ὀσφύος ἄλγημα μετὰ καύματος ἀσώδεος, πο‐ νηρόν.

318

Ὀσφύος σύντασις ἐκ γυναικείων πλήθεος, ἐκ‐ πυητικόν· καὶ τὰ ποικίλως ἰόντα, γλίσχρα, δυσώδεα, πνιγώδεα, ἐπὶ τοῖσι προειρημένοισιν, ἐκπυητικόν· οἶμαι δὲ καὶ παρακρούειν τι τὰς τοιαύτας.

319

Οἷσιν ὀσφύος ἄλγημα καὶ πλευροῦ ἄνευ προφάσιος, ἰκτεριώδεες γίνονται.

320

Αἱ ἐν κρισίμοισιν ἐκ τῶν αἱμοῤῥαγιῶν περιψύξιες νεανικαὶ, κάκισται.

321

Τὸ ἀνάπαλιν αἱμοῤῥαγέειν, πονηρὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ τῶν δεξιῶν· καὶ κατὰ ὑποχόνδρια ὡσαύτως.
652

322

Τὰ αἱμοῤῥαγεῦντα, ἐπιῤῥιγοῦντα τρώματα, κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν.

323

Τὰ πεμ‐ πταῖα αἱμοῤῥαγοῦντα λάβρως, ἕκτῃ ἐπιῤῥιγώσαντα, ἑβδόμῃ περι‐ ψυχθέντα, ἀναθερμανθέντα ὀξέως, τούτοισι κοιλίαι πονηρεύονται.

324

Μεθ’ αἱμοῤῥαγίην μελάνων διαχώρησις, κακόν· πονηρὸν δὲ καὶ τὰ ἐξερυθρώδεα· τεταρταίοισιν αἱ τοιαῦται αἱμοῤῥαγίαι· κωμα‐ τώδεες, ἐκ τοιούτων σπασθέντες θνήσκουσι, μελάνων προδιελθόντων, καὶ κοιλίης ἐπαρθείσης.

325

Μεθ’ αἱμοῤῥοίας καὶ μελάνων δια‐ χωρήσιας ἐν ὀξεῖ κώφωσις, κακόν· αἵματος διαχώρησις τούτοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

326

Οἷσιν αἱμοῤῥαγίαι πλείους, προϊόντος χρόνου, κοιλίαι πονηρεύονται, ἢν μὴ οὖρον πέπον ἔλθῃ· ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

327

Οἷσιν ἐπὶ αἱμοῤῥαγίῃ λάβρῳ πυκνῇ μετὰ μελάνων συχνὴ διαχώρησις, ἐπι‐ στάσης δὲ αἱμοῤῥοεῖ, οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τισι φύσῃσιν εὔφοροι· ἆρα οἱ τοιοῦτοι ἐφιδροῦσι πολλοῖσι ψυχροῖσιν; τὸ ἀνατε‐
5ταραγμένον οὖρον ἐν τούτοισιν οὐ πονηρὸν, οὐδὲ τὸ ἐφιστάμενον γο‐ νοειδές· ἐπιπολὺ δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

328

Οἷσιν ἐκ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρότητι μικρὰ ἀποστάζει, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή.

329

Αἱ ἐν ἀρ‐ χῇσι μεγάλαι αἱμοῤῥαγίαι περὶ ἀνακομιδὴν κοιλίας καθυγραίνουσιν.

330

Τὰ ἐκ ῥινῶν λάβρα βίῃ ἀποληφθέντα, ἔστιν ὅτε σπασμὸν ἐπι‐ καλεῖται, φλεβοτομίη λύει.654

331

Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ.

332

Ἐπὶ αἵματος ῥύσει πολλῇ, ἢ λυγμὸς ἢ σπασμὸς, κακόν.

333

Τοῖσι νέοις ἐτῶν ἑπτὰ ἀδυναμίη μετὰ ἀχροίης, καὶ πνεῦμα ἁλιζόμενον ἐν τῇσιν ὁδοῖσι, καὶ γῆς ἐπιθυμίη, αἵματος φθορὴν καὶ ἔκλυσιν σημαί‐ νει.

334

Ἐν τοῖσι μακροῖσι τὰ μικρὰ ἐπιφαινόμενα αἱμοῤῥοώ‐ δεα, ὀλέθρια.

335

Τὰ σκοτώδεα ἐξ ἀρχῆς αἱμοῤῥοίη ῥινὸς λύει.

336

Τὰ ἐκ ῥινῶν σμικροῖς ἱδρῶσι περιψυχόμενα, κακοή‐ θεα.

337

Αἵματος ἀφαίρεσις ἐν καταψύξει νενωθρευμένῃ, κα‐ κόν.

338

Ὅσοι, κοιλίης ἐπιστάσης, αἱμοῤῥοέουσι, καὶ ἐπιῤ‐ ῥιγοῦσιν ἅμα τῷ αἱμοῤῥοεῖν, τούτοισι κοιλίην λειεντεριώδεα ποιέει καὶ ἐπίσκληρον, καὶ ἀσκαρίδας, ἢ ἀμφότερα.

339

Τὰ τεταγμέ‐ νοισι χρόνοισιν αἱμοῤῥοώδεα, διψώδεα, μὴ αἱμοῤῥαγήσαντα, ἐπι‐ ληπτικῶς θνήσκει.

340

Ἐξ αἱμοῤῥοΐδος ὅσον ἐπιφανείσης σκοτώδεα ἐλθόντα, παραπληγικὸν μικρὸν καὶ ἐπ’ ὀλίγον σημαίνει· λύει φλε‐ βοτομίη· καὶ πᾶν τὸ οὕτως ἐπιφαινόμενον κακόν τι σημαίνει.

341

Οἱ παλμώδεες δι’ ὅλου, ἆρα καὶ ἄφωνοι τελευ‐ τῶσιν;

342

Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδροῦσι, φιλυπόστροφα· τούτοισι κρίσις ἐπιῤῥιγώσασιν· ἐπιῤῥιγέουσι δ’ οὗτοι
ἐπὶ κοιλίην καύματι προκληθέντες· ὕπνος πουλὺς ἐν τούτοισι, σπα‐ σμῶδες, καὶ τὰ ἐς μέτωπον βάρεα, καὶ οὔρησις δυσκολαίνουσα.656

343

Οἱ ἐν ὑστερικοῖσιν ἄπυροι σπασμοὶ, εὐχερεῖς.

344

Τὰ σπασμώδεα, ἀνιδρῶντι, πτύελα παραῤῥέοντα, πυρετώδει ἐόντι, εὐή‐ θεα· τούτοισιν, ἐπεὶ κοιλίαι τι καθυγραίνονται, τάχα δέ τι καὶ ἐς ἄρθρα ἀποστήσονται.

345

Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ’ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.

346

Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατό‐ χως, τὰ παρ’ οὖς ἐπαίρει.

347

Τρομώδεσιν, ἀσώδεσι, μικρὰ τὰ παρ’ οὖς ἐπάρματα σπασμὸν σημαίνει, κοιλίης πονηρευομένης.

348

Τὰ σπασμώδεα καὶ τετανώδεα πυρετὸς ἐπιγενόμενος λύει.

349

Σπασμὸς ἐπὶ τρώματι, θανάσιμον.

350

Σπασμὸς ἐπὶ πυρετῷ γενόμενος, ὀλέθριον, ἥκιστα δὲ παιδίοισιν.

351

Οἱ πρεσβύτεροι ἑπτὰ ἐτέων ἐν πυρετῷ οὐχ ἁλίσκονται ὑπὸ σπασμοῦ· εἰ δὲ μὴ, ὀλέθριον.

352

Σπασμοῦ λυτικὸν πυρετὸς ἐπιγενόμενος ὀξὺς, μὴ πρότερον γεγονώς· εἰ δὲ εἴη πρότερον γεγονὼς, παροξυν‐ θείς· ὠφελέει δὲ καὶ οὔρου διέξοδος ὑαλοειδὴς πολλὴ, καὶ ῥύσις κοι‐ λίης, καὶ ὕπνοι· τῶν δὲ ἐξαπίνης σπασμῶν λυτικὸν, πυρετὸς, κοι‐
5λίης ῥύσις.

353

Ἐν τοῖσι σπασμοῖσιν ἀναυδίη ἐπὶ πολὺ, κακόν· τὸ δὲ ἐπὶ μικρὸν, ἤτοι γλώσσης ἀποπληξίην, ἢ βραχίονος, καὶ τῶν ἐπὶ δεξιὰ σημαίνει· λύεται δὲ οὔροισιν ἐξαπίνης ἐλθοῦσι, πολ‐ λοῖσιν, ἀθρόοισιν.

354

Ἱδρῶτες δὲ, οἱ μὲν κατὰ μικρὸν, ὠφελέου‐ σιν· οἱ δὲ ἀθρόοι, καὶ αἱ τῶν αἱμάτων ἀφαιρέσιες αἱ ἀθρόοι, βλάπτου‐ σιν.

355

Ἐν τοῖσι τετάνοισι καὶ ὀπισθοτόνοισι γένυες λυόμεναι, θανάσιμον· θανάσιμον δὲ καὶ ἱδροῦν ἐν ὀπισθοτόνῳ καὶ τὸ σῶμα δια‐ λύεσθαι, καὶ ἀνεμεῖν ὀπισθοτόνῳ διὰ ῥινῶν, ἢ ἐξ ἀρχῆς ἄφωνον ἐόντα βοᾷν ἢ φλυηρεῖν· ἐς γὰρ τὴν ὑστεραίην θάνατον σημαίνει.
658

356

Πυρετώδεα ὀπισθοτονώδεα γονοειδέες οὐρήσιες λύουσιν.

357

Τὰ κυναγχικὰ τὰ μήτε ἐν τῷ τραχήλῳ μήτε ἐν τῇ φάρυγγι μηδὲν εὔδηλον ποιέοντα, πνιγμὸν δὲ νεανικὸν καὶ δύσπνοιαν παρέχοντα, αὐθημέρους καὶ τριταίους κτείνει.

358

Τὰ δὲ ἐπάρ‐ ματα καὶ ἔρευθος ἐν τῷ τραχήλῳ λαμβάνοντα, τὰ μὲν λοιπὰ παρα‐ πλήσια, χρονιώτερα δέ.

359

Ὅσοισι δὲ συνεξερευθείη ἥ τε φάρυγξ καὶ ὁ αὐχὴν καὶ τὸ στῆθος, χρονιώτερα· καὶ μάλιστα ἐξ αὐ‐ τῶν σώζονται, ἢν μὴ παλινδρομέῃ τὰ ἐρυθήματα· ἢν δὲ ἀφανίζηται, μήτε φύματος συστραφέντος ἔξω, μήτε πύου ἀναχρεμπτομένου
5πρηέως καὶ ἀπόνως, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὀλέθρια γίνεται· ἆρά γε ἔμπυοι γίνονται; ἀσφαλέστατον δὲ τὸ ἔρευθος καὶ τὰς ἀπο‐ στάσιας ὅτι μάλιστα ἔξω τρέπεσθαι.

360

Ἐρυσίπελας δὲ ἔξω‐ θεν μὲν ἐπιγίνεσθαι, χρήσιμον· εἴσω δὲ τρέπεσθαι, θανάσιμον· τρέ‐ πεται δὲ, ὅταν, ἀφανιζομένου τοῦ ἐρυθήματος, βαρύνηται τὸ στῆθος, καὶ δυσπνοώτερος γίνηται.

361

Οἷς δὲ κυνάγχη ἐς τὸν πλεύ‐ μονα τρέπεται, οἱ μὲν ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται· οἱ δὲ διαφυγόντες ἔμπυοι γίνονται, μὴ γινομένης αὐτοῖς ἀναγωγῆς φλεγματώδεος.

362

Οἷσι διὰ σφοδρότητος σφυγμοῦ κόπριον ἐξαπίνης διαχωρέει, θανάσιμον.

363

Ἐν τοῖσι κυναγχικοῖσι τὰ ὑπόξηρα πτύσματα ἰσχνῶν, κακόν.

364

Τὰ κυναγχικὰ ἐν γλώσ‐
σαις οἰδήματα, ἀσήμως ἀφανιζόμενα, ὀλέθρια· καὶ τὰ ἀλγήματα ἀφανιζόμενα χωρὶς προφάσιος, ὀλέθρια.660

365

Ἐν τοῖσι κυναγχι‐ κοῖσιν οἱ μὴ ταχὺ ἀναπτύοντες πέπονα, ὀλέθριοι.

366

Ἐν κυν‐ άγχῃ ἀσήμως εἰς κεφαλὴν ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια.

367

Ἐν κυνάγχῃ ἀσήμως ἐς σκέλη ἀλγήματα μετὰ πυρετοῦ, ὀλέ‐ θρια.

368

Ἐκ κυναγχικῶν ἀκρίτως ὑποχονδρίου ἄλγημα, μετὰ ἀκρασίης καὶ νωθρότητος γενόμενον, κτείνει λαθραίως, εἰ καὶ πάνυ δοκοῖεν ἐπιεικῶς ἔχειν.

369

Ἐκ κυναγχικῶν ἀσήμως ἰσχνανθέν‐ των ἐς στῆθος ἄλγημα καὶ ἐς κοιλίην ἐλθὸν σύντονον, ποιέει πυῶ‐ δες διαχωρέειν, ἄλλως καὶ λυομένου τὸ τοιοῦτον.

370

Ἐκ κυναγχικῶν πάντα ὀλέθρια, ὅσα μὴ ἔκδηλον ἐποίησεν ἄλγημα· ἀτὰρ καὶ ἐς σκέλεα ἀλγήματα χρόνια φοιτᾷ, καὶ ἐκπυοῦται δυσκόλως.

371

Τὰ ἐκ κυνάγχης πτύαλα γλίσχρα, παχέα, ἔκλευκα, βιαίως ἀνα‐ γόμενα, κακὸν, καὶ πᾶς ὁ τοιοῦτος πεπασμὸς, κακόν· κάθαρσις πολλὴ κάτω τοὺς τοιούτους παραπληκτικῶς ἀπόλλυσιν.

372

Ἐκ κυνάγ‐ χης ὑπόξηρα πυκνὰ πτύελα, βηχώδεα, πλευροῦ ὀδυνώδεα, ὀλέθρια· καὶ τὰ ἐν τοῖσι ποτοῖσιν ὑποβήσσοντα, καὶ κατάποσις βιαία, πο‐ νηρόν.

373

Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ πάμπυοι αἱ πτύ‐ σιες, τριταῖοι θνήσκουσιν, ἢ πεμπταῖοι· φυγόντες δὲ ταύτας, μὴ πολὺ ῥᾷον ἔχοντες, τῇ ἑβδόμῃ, ἢ ἐννάτῃ, ἢ ἑνδεκάτῃ, ἄρχονται ἐμπυοῦσθαι.

374

Οἷσι δὲ ἐν νώτῳ ἔρευθος, τῶν πλευριτικῶν, καὶ ὦμοι θερμαίνονται, καὶ κοιλίη ταράσσεται χολώδεα καὶ δυσώ‐ δεα, εἰκοστῇ καὶ μιῇ κινδυνεύουσι, φυγόντες δὲ ταύτας σώζονται.
662

375

Αἱ ξηραὶ τῶν πλευριτίδων καὶ ἄπτυστοι, χαλεπώταται· φοβε‐ ραὶ δὲ, ἐν οἷσιν ἄνω τὰ ἀλγήματα.

376

Αἱ ἄνευ σπασμάτων πλευρίτιδες χαλεπώτεραι τῶν μετὰ σπασμάτων.

377

Τῶν πλευ‐ ριτικῶν οἷσιν ἐν ἀρχῇ γλῶσσα χολώδης γίνεται, ἑβδομαῖοι κρίνονται· οἷσι δὲ τρίτῃ ἢ τετάρτῃ, περὶ τὴν ἐννάτην.

378

Πομφόλυγος δὲ ὑποπελίου γινομένης ἐπὶ τῆς γλώσσης ἐν ἀρχῇ, οἵη σιδηρίου βαφέν‐ τος ἐς ἔλαιον, χαλεπωτέρη ἡ ἀπόλυσις γίνεται, καὶ ἡ μὲν κρίσις ἐς τὴν ιδ ἀφικνεῖται· αἷμα δὲ ὡς ἐπὶ τὸ πολὺ πτύουσιν.

379

Πτύα‐ λον δ’ ἐν τῇσι πλευρίτισι, τρίτῃ μὲν ἀρχόμενον πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους ποιέει τὰς ἀπολύσιας, ὕστερον δὲ, βραδυτέρας.

380

Τὰ δὲ ἀλγήματα τοῖσι πλευριτικοῖσι χρήσιμον κοιλίην μα‐ λάσσεσθαι, πτύαλα χρωματίζεσθαι, ψόφους ἐν τῷ στήθει μὴ γίνε‐ σθαι, τὸ οὖρον εὐοδεῖν· τὰ δὲ τούτων ἐναντία δυσχερέα, καὶ πτύαλον γλυκαινόμενον.

381

Αἱ δὲ χολώδεες ἅμα καὶ αἱματώδεες πλευρί‐ τιδες, ὡς ἐπὶ τὸ πολὺ κρίνονται ἐναταῖαι, ἢ ἑνδεκαταῖαι, καὶ μά‐ λιστα ὑγιάζονται· οἷσι δὲ τῶν πλευριτικῶν ἐν ἀρχῇ μὲν οἱ πόνοι μαλθακοὶ, πέμπτῃ δὲ ἢ ἕκτῃ παροξύνονται, μᾶλλον πρὸς τὰς
664
5δυοκαίδεκα ἀφικνέονται, καὶ οὐ πάνυ σώζονται, κινδυνεύουσι δὲ μάλιστα ἑβδομαῖοι καὶ δωδεκαταῖοι, τὰς δὲ δὶς ἑπτὰ φυγόντες, σώ‐ ζονται.

382

Ὅσοισι τῶν πλευριτικῶν ψόφος τοῦ πτυάλου πολὺς ἐν τῷ στήθει, καὶ πρόσωπον κατηφὲς, καὶ ὀφθαλμὸς ἰκτεριώδης καὶ ἀχλυώδης, ἀπόλλυνται.

383

Οἱ ἐκ πλευριτικοῦ ἔμπυοι γενόμε‐ νοι, ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσιν ἀναπτύουσιν ἀπὸ τῆς ῥήξιος.

384

Πτύαλον δὲ χρὴ πᾶσι τοῖσι πλευριτικοῖσι καὶ περιπλευμονι‐ κοῖσιν εὐπετέως τε καὶ ταχέως ἀναπτύεσθαι, μεμίχθαι τε τὸ ξανθὸν τῷ πτυάλῳ· τὸ δ’ ὕστερον πολλῷ τῆς ὀδύνης ἀναγόμενον ξανθὸν, ἢ μὴ μεμιγμένον, καὶ πολλὴν βῆχα παρέχον, πονηρόν· πονηρὸν δὲ πάντως
5καὶ τὸ ξανθὸν ἄκρητον, καὶ τὸ γλίσχρον καὶ λευκὸν, καὶ τὸ στρογγύ‐ λον, καὶ τὸ χλωρὸν σφόδρα, καὶ τὸ ἀφρῶδες, καὶ τὸ πελιῶδες καὶ ἰῶδες· χεῖρον δέ τε τὸ οὕτως ἄκρητον, ὥστε μέλαν φαίνεσθαι· αἵματι δὲ μὴ πολλῷ συμμεμιγμένον τὸ ξανθὸν, ἐν ἀρχῇ μὲν σωτή‐ ριον, ἑβδομαίῳ δ’ ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές· αἱματῶδες δὲ
10λίην, ἢ πέλιον εὐθέως ἐν ἀρχῇ, κινδυνῶδες· πονηρὰ δὲ καὶ τὰ ἀφρώδεα, καὶ τὰ ξανθὰ, καὶ μέλανα, καὶ ἰώδεα, καὶ ἰξώδεα, καὶ ὅσα ταχέως χρωματίζεται· τὰ δὲ μυξώδεα καὶ λιγνυώδεα καὶ χρωματίζε‐ ται ταχέως, καί ἐστιν ἀσφαλέστερα· τὰ δ’ ἐντὸς πέμπτης ἐς πέψιν χρωματιζόμενα, βελτίω.

385

Πᾶν δὲ πτύαλον μὴ λύον τὴν ὀδύνην, πονηρόν· λύον δὲ, χρήσιμον.

386

Ὅσοι δὲ μετὰ τοῦ χο‐ λώδεος πυῶδες ἀνάγουσιν, ἢ χωρὶς, ἢ μεμιγμένον, ὡς ἐπιτοπολὺ τεσσαρεσκαιδεκαταῖοι θνήσκουσιν (ἢν μή τι κακὸν ἢ ἀγαθὸν ἐπιγέ‐ νηται τῶν προγεγραμμένων· εἰ δὲ μὴ, κατὰ λόγον,) μάλιστα δὲ οἷσιν
666
5ἑβδομαίοισιν ἄρχεται τὸ τοιοῦτον πτύαλον.

387

Ἔστι δὲ ἀγαθὸν μὲν καὶ τούτοισι καὶ πᾶσι τοῖσι περὶ πλεύμονα, φέρειν ῥηϊδίως τὸ νούσημα, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύαλον εὐπετέως ἀνάγειν, εὔπνοον εἶναι καὶ ἄδιψον, τὸ σῶμα ἅπαν ὁμαλῶς θερμαίνεσθαι καὶ
5μαλθακὸν εἶναι, καὶ πρὸς τούτοισιν ὕπνους, ἱδρῶτας, οὖρον, διαχώ‐ ρησιν χρηστὴν γίνεσθαι· κακὰ δὲ τἀναντία τούτων. Εἰ μὲν οὖν πάντα προσγένοιτο τῷ πτύσματι τούτῳ τὰ χρήσιμα, σώζοιτ’ ἄν· εἰ δὲ τὰ μὲν, τὰ δὲ μὴ, οὐ πλείους τῶν τεσσαρεσκαίδεκα βιώσας· τῶν δ’ ἐναντίων ση‐ μείων ἐπιγενομένων, συντομώτερον.

388

Ὅσα δὲ τῶν ἀλγημάτων ἐν τοῖσι τόποισι τούτοισι μὴ παύσηται μήτε πρὸς τὰς ἀναπτύσιας, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας, ἐμπυοῦται.

389

Ὅσοισι δὲ ἐκ περιπλευμονίης ἀποστάσιες παρ’ οὖς ἢ ἐς τὰ κάτω γίνονται, καὶ ἐκπυοῦσί τε, καὶ ἐκσυριγγοῦνται, περιγίνονται· γίνονται δὲ, οἷσιν ἂν ὅ τε πυρετὸς καὶ ὁ πόνος παρακολουθῇ, καὶ τὸ πτύαλον
5μὴ χωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσιες, εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται, μηδὲ οὖρον παχύ τε σφόδρα καὶ πολλὴν ὑπόστασιν ἔχον, τά τε ἄλλα σωτηρίως ἔχοιεν· γίνονται δὲ, αἱ μὲν ἐς τὰ κάτω, οἷσιν ἂν περὶ ὑποχόνδρια φλεγμονὴ γίνηται, αἱ δὲ ἐς τὰ ἄνω, οἷσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον ᾖ,668
10δύσπνοοι δέ τινα χρόνον γενόμενοι παύσωνται χωρὶς προφάσιος.

390

Αἱ δὲ ἐς τὰ σκέλεα τῶν ἀποστασίων ἐν τῇσιν ἐπικινδύνοισι περιπλευμονίῃσι, λυσιτελέες μὲν πᾶσαι, βέλτισται δὲ αἱ τοῦ πτυέ‐ λου πυώδεος ἀντὶ ξανθοῦ γενομένου· μὴ χωρέοντος δὲ τοῦ πτυέλου κατὰ λόγον, μηδὲ τοῦ οὔρου χρηστὴν ὑπόστασιν ἔχοντος, κίνδυνος
5χωλωθῆναι τὸν ἄνθρωπον, ἢ καὶ πολλὰ πρήγματα παρασχεῖν· ἢν δὲ παλινδρομέωσιν αἱ ἀποστάσιες, πυρετοῦ παρακολουθοῦντος, καὶ τοῦ πτυάλου μὴ χωρέοντος, κίνδυνος θανεῖν καὶ παραφρονῆσαι. Ὅσοι δὲ τῶν περιπλευμονικῶν μὴ ἀνεκαθάρθησαν ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλὰ παρακόψαντες διέφυγον τὰς τεσσαρεσκαίδεκα, κίνδυνος ἐμπύους
10γενέσθαι.

391

Τῶν περιπλευμονιῶν αἱ ἐκ πλευριτικοῦ μεταστᾶ‐ σαι, τῶν ἐξ ἀρχῆς γενομένων ἀσφαλέστεραι.

392

Τῶν δὲ σω‐ μάτων τὰ γεγυμνασμένα καὶ πυκνὰ θᾶσσον ὑπὸ τῶν πλευριτικῶν καὶ περιπλευμονικῶν ἀπόλλυνται τῶν ἀγυμνάστων.

393

Κορύζας καὶ πταρμοὺς τοῖσι περὶ πλεύμονα καὶ προγενέσθαι καὶ ἐπι‐ γενέσθαι, πονηρόν· τοῖσι δὲ λοιποῖσι πταρμὸς οὐκ ἀλυσιτελής.

394

Τοῖσι περιπλευμονικοῖσιν, οἷσι γλῶσσα πᾶσα λευκὴ καὶ τρη‐ χεῖα γίνεται, ἀμφότερα φλεγμαίνει τὰ μέρεα τοῦ πλεύμονος· οἷσι δὲ τὸ ἥμισυ, ἓν καθ’ ὃ φαίνεται· καὶ οἷσι μὲν πρὸς τὴν μίαν κληῗδα
ὁ πόνος γίνεται, ἡ ἄνω πτέρυξ τοῦ πλεύμονος ἡ μία νοσέει· οἷσι δὲ670
5πρὸς ἄμφω τὰς κληῗδας ὁ πόνος γίνεται, αἱ ἄνω πτέρυγες τοῦ πλεύμονος ἄμφω νοσέουσιν· οἷσι δὲ κατὰ μέσην τὴν πλευρὴν, ἡ μέση· οἷσι δὲ πρὸς τὴν διάτασιν, ἡ κάτω· οἷσι δὲ πᾶν τὸ ἓν μέρος πονέει, πάντα τὰ κατὰ τοῦτο μέρος νοσέει. Ἢν μὲν οὖν σφόδρα φλεγμαίνωσιν αἱ ἀορταὶ, ὥστε προσκαθῆσθαι πρὸς τὸ πλευρὸν,
10παραλύονται τὸ κατὰ τοῦτο τὸ μέρος τοῦ σώματος, καὶ πελιώ‐ ματα περὶ τὴν πλευρὴν ἔξω γίνεται, τούτους δὲ ἐκάλεον οἱ ἀρχαῖοι βλητούς· ἢν δὲ μὴ σφόδρα φλεγμαίνωσιν, ὥστε μὴ προσκαθῆσθαι, ἀλγηδὼν μὲν γίνεται παρ’ ὅλον, οὐ μὴν παραλύονταί γε, οὐδὲ πελιώ‐ ματα ἴσχουσιν.

395

Οἷσι δ’ ἅπας ὁ πλεύμων φλεγμήνῃ μετὰ τῆς καρδίης, ὥστε καὶ προσπεσεῖν πρὸς τὴν πλευρὴν, παραλύεται πᾶς ὁ νοσέων, καὶ κεῖται ψυχρὸς ὁ νοσέων ἀναίσθητος· θνήσκει δὲ δευτεραῖος ἢ τριταῖος· ἢν δὲ καὶ χωρὶς τῆς καρδίης συμβῇ καὶ
5ἧσσον, πλείονα χρόνον ζῶσιν, ἔνιοι δὲ καὶ διασώζονται.

396

Τοῖ‐ σιν ἐμπύοις γινομένοισι, μάλιστα δὲ ἐκ πλευριτικοῦ καὶ περιπλευμο‐ νικοῦ, θέρμαι παρακολουθοῦσι, τὴν μὲν ἡμέρην λεπταὶ, τὴν δὲ νύκτα συντονώτεραι, καὶ πτύουσιν οὐδὲν ἄξιον λόγου, ἱδροῦσί τε περὶ
5τράχηλον καὶ κληῗδα, καὶ τοὺς μὲν ὀφθαλμοὺς κοιλαίνονται, τὰς δὲ νάθους ἐρεύθονται, χειρῶν δὲ θερμαίνονται μὲν δακτύλους ἄκρους καὶ τραχύνονται, γρυποῦνται δὲ ὄνυχας, καὶ καταψύχονται, περί τε τοὺς πόδας ἐπάρματα ἴσχουσι, καὶ κατὰ τὸ σῶμα φλυκταινίδια, σίτων τε ἀφίστανται. Τὰ μὲν οὖν χρονίζοντα τῶν ἐμπυημάτων ἴσχει
10τὰ σημεῖα ταῦτα. Τὰ δὲ συντόμως ῥηγνύμενα σημειοῦσθαι τούτων τε τοῖσιν ἐπιγενομένοισι, καὶ τοῖσιν ἐν ἀρχῇ πόνοισι, ἅμα δὲ καὶ ἤν τι δυσπνοώτερος γίνηται· ῥήγνυται δὲ τὰ πλεῖστα τῶν ἐμπυη‐ μάτων, τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ πρὸς τὰς ἑξήκοντα. Οἷσι μὲν οὖν ὁ πόνος ἐν ἀρχῇ ἔγκειται σύντονος καὶ δύσ‐672
15πνοια καὶ βὴξ μετὰ πτυαλισμοῦ, πρὸς τὰς εἴκοσιν ἢ συντομώτερον προσδέχου τὴν ῥῆξιν· οἷσι δὲ ἐλαφρότερα ταῦτά ἐστι, κατὰ λόγον. Λογίζεσθαι δὲ τὸν χρόνον, ἀφ’ οὗ πρῶτον ἤλγησεν, εἰ ἐβαρύνθη, εἰ ἐπύρεξεν, ἢ εἴ ποτε ῥῖγος ἔλαβεν· προγίνεσθαι δὲ ἀνάγκη καὶ πό‐ νον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς ῥήξιος. Οἷσι μὲν οὖν ὅ τε
20πυρετὸς εὐθέως ἀπογίνεται μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ἐπιθυμέουσι, καὶ τὸ πῦον ἀνάγεται ῥηϊδίως λευκὸν ἐὸν καὶ ἄνοσμον καὶ λεῖον καὶ ὁμόχροον καὶ ἀφλέγμαντον, κοιλίη τε μικρὰ συνεστηκότα ὑποχωρέει, ὡς ἐπὶ τὸ πουλὺ σώζονται συντόμως. Οἷσι δὲ πυρετοί τε παρακολου‐ θοῦσι καὶ δίψα καὶ ἀποσιτίη, καὶ τὸ πῦον πελιὸν ἢ χλωρὸν ἢ φλε‐
25γματῶδες ἢ ἀφρῶδες, κοιλίη τε ἐφυγραίνεται, τελευτῶσιν. Οἷσι δὲ τὰ μὲν ἐπιγίνεται ἐκ τῶν προειρημένων, τὰ δὲ μὴ, τούτων οἱ μὲν ἀπο‐ θνήσκουσιν, οἱ δὲ πολλῷ χρόνῳ σώζονται.

397

Οἱ δὲ μέλλοντες ἔμπυοι γίνεσθαι, πτύουσι, τὸ μὲν πρῶτον ἁλμυρὸν, εἶτα γλυκύτερον.

398

Οἷσι δ’ ἐν πλεύμονι φύματα γίνεται, τὸ πῦον ἀνάγουσιν ἐς τεσσαράκοντα ἡμέρας μετὰ τὴν ῥῆξιν· ταύτας δὲ ὑπερβάλλοντες, ὡς τὰ πολλὰ φθισικοὶ γίνονται.

399

Ἐπὶ πλευροῦ ἀλγήματι στά‐ ξις ἀπὸ ῥινῶν αἵματος, κακόν.

400

Οἷσιν ἐμπύοισιν ἐπιεικέστε‐ ρον ἔχουσι δυσωδίαι τῶν πτυσμάτων παρακολουθοῦσι, τούτους ὑπο‐ τροπὴ κτείνει.

401

Οἱ ἐν πλευριτικοῖσιν ἀναπτύοντες πυώδεα, ὑπόχολα, στρογγύλα, ἢ πυώδεα ὕφαιμα, προεληλυθότος χρόνου, ὀλέ‐
θριοι· ὀλέθριοι δὲ καὶ οἱ τὰ μέλανα λιγνυώδεα πτύοντες, ἢ οἷσιν [οἷον] ἀπὸ οἴνου μέλανος γίνεται πτύσματα.674

402

Ὅσοι αἷμα ἀφρῶδες πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ οἱ πολλοὶ ἀπόλλυνται.

403

Οἷσι καιομένοισι πῦον βορβορῶδες ἔρχεται καὶ δυσῶδες, ἀπόλλυνται ὡς τὰ πολλά.

404

Οἷσιν ἀπὸ τοῦ πύου ἡ μήλη χρωματίζεται καθάπερ ἀπὸ πυ‐ ρὸς, ἀπόλλυνται ὡς τὰ πολλά.

405

Μετὰ πλευροῦ ἀλγήματος, μὴ πλευριτικοῦ δὲ, καὶ ταραχωδέων λεπτῶν ἐπιεικῶν, οὗτοι φρενι‐ τικοὶ ἀποβαίνουσιν.

406

Ἐν τοῖσι κατὰ πλεύμονα αἱ λίην ἐξέρυ‐ θροι ἀποστάξιες, πονηρόν.

407

Μετὰ βράγχου πτύελα γλί‐ σχρα, ἁλμυρώδεα, κακόν· ἢν δέ τι καὶ ἐπαίρηται κατὰ στῆθος, ἐπὶ τούτοισι κακόν· τὰ ἐς τράχηλον ἀλγήματα, τούτων ἰσχνανθέντων, ὀλέ‐ θριον.

408

Βράγχος μετὰ βηχὸς καὶ κοιλίης ὑγρῆς, πῦον ἀνά‐ γει.

409

Οἷσιν ἐν περιπλευμονίῃ οὖρα παχέα ἐν ἀρχῇ, εἶτα πρὸ τῆς τετράδος λεπτύνεται, θανάσιμον.

410

Οἱ ἐν ξηροῖσι περι‐ πλευμονικοῖσιν ὀλίγα πέπονα ἀνάγοντες, φοβεροί· τὰ ἐν τοῖσι στήθεσιν ἐρυθήματα ὑποπλάτεα, γίνεται τοῖς τοιούτοισιν ὀλέθρια.

411

Πλευροῦ ἄλγημα ἐν πτύσει χολώδει ἀλόγως ἀφανισθὲν, ἐξί‐ σταται.

412

Οἱ δι’ ἐμπύησιν πυρετοὶ διαλείποντες, ἐφιδροῦν‐ τες οἱ πολλοί εἰσιν.

413

Τοῖσιν ἐμπύοισι κώφωσις γενομένη αἱ‐ ματώδεα διαχώρησιν σημαίνει· τούτοισι πρὸς τὴν τελευτὴν μέλανα διαχωρέει.

414

Πλευροῦ ἄλγημα μετὰ πυρετοῦ χρονίου σημαίνει πῦον ἀνάξειν.

415

Οἱ φρικώδεες πυκνὰ ἐς ἐμπύη‐
σιν ἔρχονται· ἀτὰρ καὶ πυρετὸς τὸν τοιοῦτον ἄγει ἐς ἐμπύησιν.676

416

Οἷσιν ἐκ πλευροῦ ἀλγήματος ἀσιτίαι παρακολουθοῦσιν, ὑπό τι καρδιαλγικοὶ, ἱδρώδεες, ἔχοντος δὲ προσώπου ἄνθη, καὶ κοιλίης ὑγρο‐ τέρης, ἐκπυήματα κατὰ πλεύμονα ἴσχουσιν.

417

Τὰ ὀρθοπνοϊκὰ ποιέει ὑδρωπιώδεα σκληρά.

418

Τὰ σπάσματα μὲν πάντα ὀχληρὰ γίνεται, καὶ πόνους τε ἐν ἀρχῇ συντόνους παρέχει, καὶ ἐξ ὑστέρου ἐνίους ὑπομιμνήσκει· δυσκολώτατα δὲ τὰ περὶ θώρηκα, μάλιστα δὲ κινδυνεύουσιν, οἷσιν ἔμετος αἵματος, πυρετὸς πολὺς, καὶ πόνος
5περὶ μαζὸν καὶ θώρηκα καὶ μετάφρενον· οἷσι γὰρ γίνεται πάντα ταῦτα, συντόμως θνήσκουσιν· οἷσι δὲ μὴ πάντα, μηδὲ σφόδρα, βρα‐ δύτερον· φλεγμαίνει δὲ τὸ μακρότατον ἡμέρας τεσσαρεσκαίδεκα.

419

Τοῖσιν αἷμα πτύουσιν ἀπυρέτοις εἶναι συμφέρει, καὶ βήσσειν καὶ πονέειν ἐλαφρῶς, καὶ τὸ πτύαλον λεπτύνεσθαι πρὸς τὰς δὶς ἑπτά· πυρέσσειν δὲ καὶ βήσσειν καὶ πονέειν συντόνως, καὶ αἷμα πρόσφατον αἰεὶ πτύειν, ἀσύμφορον.

420

Ὅσοισι τὸ πλευρὸν με‐ τέωρον καὶ θερμότερον, ὅταν ἐγκεκλιμένοισιν ἐπὶ θάτερον βάρος ἐξηρτῆσθαι δοκέῃ, τούτοισι τὸ πῦον ἐκ τοῦ ἑνὸς μέρεός ἐστιν.

421

Τοῖσιν ἐμπύοισι τὸν πλεύμονα, κατὰ κοιλίην πῦον ὑποχω‐ ρέειν, θανάσιμον.

422

Ὅσοι, τρωθέντες ἐς τὸν θώρηκα, τὸ μὲν ἐκτὸς τοῦ τρώματος ὑγιάσθησαν, τὸ δ’ ἐντὸς μὴ, κινδυνεύουσιν ἔμ‐
πυοι γενέσθαι· ὅσοις δ’ ἂν ἀσθενὴς ἔνδοθεν ἡ οὐλὴ γένηται, ῥηϊδίως ἀναῤῥήγνυται.678

423

Ἀπόλλυνται δὲ ἐκ μὲν τῶν περιπλευμονικῶν ἐμπυημάτων οἱ γεραίτεροι μᾶλλον· ἐκ δὲ τῶν λοιπῶν οἱ νεώτε‐ ροι.

424

Τῶν ἐμπύων οἷσι σειομένοισιν ἀπὸ τῶν ὤμων πολὺς γίνεται ψόφος, ἔλασσον ἔχουσι πῦον, ἢ οἷσιν ὀλίγος δυσπνοωτέ‐ ροισιν ἐοῦσι καὶ εὐχροωτέροισιν· οἷσι δὲ ψόφος μὲν μηδὲ εἷς ἐγγί‐ νεται, δύσπνοια δὲ ἰσχυρὴ, καὶ ὄνυχες πέλιοι, πλήρεες οὗτοί εἰσι
5πύου καὶ ὀλέθριοι.

425

Ὅσοι ἀφρῶδες αἷμα ἐμέουσι, πόνου μὴ ἐόντος κάτω τοῦ διαφράγματος, ἀπὸ τοῦ πλεύμονος ἐμέουσιν· καὶ οἷσι μὲν ἡ μεγάλη φλὲψ ἐν αὐτῷ ῥήγνυται, πολύ τε ἐμέουσι καί εἰσιν ἐπικίνδυνοι· οἷσι δὲ ἡ ἐλάσσων, ἔλασσόν τε ἀνάγουσι, καί εἰσιν
5ἀσφαλέστεροι.

426

Τῶν φθισικῶν οἷσιν ἐπὶ τοῦ πυρὸς ὄζει τὸ πτύαλον κνίσσης βαρὺ, καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ἀπόλλυνται.

427

Τῶν φθισικῶν οἷσιν ἐπὶ θάλασσαν πτύουσιν ἐς τὸν πυθμένα βαδίζει τὸ πῦον, ὀλέθριον συντόμως· ἔστω δὲ ἐν χαλκῷ ἡ θάλασσα.

428

Ὅσοισι τῶν φθισικῶν αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ὑπὸ διαῤῥοίης ἀπόλλυνται· καὶ ὅσοισι φθισικοῖσιν ἐπιγίνονται διάῤῥοιαι, θνήσκουσιν.

429

Αἱ ἐν φθινώδεσιν ἐπισχέσιες πτυάλων ἐξιστᾶσι ληρωδῶς· αἱμοῤῥοΐδα τούτοισιν ἐλπὶς ἐπιφανῆναι.

430

Φθίσιες ἐπικινδυνόταται, αἵ τε ἀπὸ ῥήξιος φλεβῶν τῶν παχειῶν, καὶ ἀπὸ κατάῤῥου τοῦ ἀπὸ κεφαλῆς.

431

Τῶν δὲ ἡλικιῶν ἐπικινδυνόταται πρὸς φθίσιν ἀπὸ ιη ἐτέων μέχρι ε καὶ λ.

432

Τὰ κνησμώδεα σώ‐ ματα μετὰ κοιλίης στάσιν ἐν φθισικοῖσι, κακόν.

433

Ἐπὶ τῇσι φθι‐ νώδεσιν ἕξεσι μετὰ πυρετοῦ ἐς οὖλα καὶ ὀδόντας ῥεύματα ἐπιφαινό‐ μενα, κακόν.
680

434

Ἐπὶ πᾶσιν ὑποχόνδρια μετέωρα, κακόν· κάκιστον δὲ ἐπὶ τοῖσι φθισικοῖσι τῶν μακρῶν· ἐπὶ τοῖσι τετηκόσιν ὀλέθριον, ἔνιοι πρὸ τῶν τελευτῶν ἐπιῤῥιγοῦσιν.

435

Τὰ ἀμυχώδεα ἐξαν‐ θίσματα φθίσιν ἕξιος σημαίνει.

436

Οἱ δύσπνοοι ξηρῶς, ἢ πολλὰ ἄπεπτα ἀνάγοντες ἐν φθίσει, ὀλέθριοι.

437

Οἷσιν ἡπατικοῖσι πολὺ πτύαλον αἱματῶδες, εἴ τε ἐνυπόσαπρον, εἴ τε χολῶδες ἄκρητον, ὀλέθριον εὐθέως.

438

Ἐφ’ ἡπατικῷ τῆξις ἅμα βράγχῳ, κακὸν, ἄλλως τε κἢν ὑποβήσσῃ.

439

Οἱ καθ’ ἧπαρ ὀδυνώδεες, καρδιαλγικοὶ, καρώδεες, ῥιγώδεες, κοιλίαι ταραχώδεες, λεπτοὶ, ἀπόσιτοι, ἐφιδροῦντες πολλῷ, πυώδεα κατὰ κοιλίην προΐενται.

440

Τοῖσιν ἧπαρ ἐξαπίνης περιωδυ‐ νοῦσι πυρετὸς ἐπιγενόμενος λύει.

441

Ὅσοι δὲ ἀφρῶδες αἷμα πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ θνήσκουσιν.

442

Οἷσιν ἧπαρ καυθεῖσιν οἷον ἀμόργη ἔρχεται,
θανάσιμον.682

443

Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων, ἐπίπονοι γίνονται καὶ ὀλέθριοι· ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων, οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος. Τοῖσι μὲν οὖν ἀπὸ τῶν κενεώ‐ νων ἀρχομένοισιν οἱ πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι παρα‐
5κολουθοῦσιν, οὐ λαπάσσουσαι κοιλίην, οὐδὲ τὰς ὀδύνας λύουσαι τὰς ἐξ ὀσφύος καὶ κενεώνων. Ὅσοι δὲ ἀπὸ τοῦ ἥπατος, βῆξαί τε θυ‐ μὸς ἐγγίνεται, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ κοιλίη σκληρὰ διαδί‐ δωσι καὶ πρὸς ἀνάγκην, οἰδήματά τε περὶ αὐτὴν γίνεται, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερὰ, καὶ πάλιν καταπαύεται.

444

Ἐπὶ τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι τὰ στραγγουρικὰ, μοχθηρόν· φλαῦρα δὲ καὶ τὰ μικρὰς ὑποστάσιας ἔχοντα.

445

Τοῖσιν ὑδρωπιώδεσιν ἐπιληπτικὰ ἐπιγενόμενα, ὀλέθριον, ἀλλήλων τε σημεῖον μοχθηρὸν, καὶ κοιλίας ἐξυγραίνουσιν.

446

Ἐν τοῖσι χολώδεσι κοιλίη τα‐ ραχώδης, διαδιδοῦσα σμικρὰ γονώδεα, μυξώδεα, καὶ πόνον περὶ ἦτρον ἐμποιέοντα, καὶ οὖρα οὐκ εὐλύτως ἰόντα, ἐς ὕδρωπα ἀποτε‐ λευτᾷ ἐκ τῶν τοιούτων.

447

Ὑδεριῶντι πυρετώδει οὖρον μικρὸν καὶ τεταραγμένον, ὀλέθριον.

448

Ἐπὶ δὲ ὑδέρῳ ἀρχομένῳ διάῤῥοια γενομένη ὑδατώδης, χωρὶς ἀπεψίης, λύει τὸ νόσημα.

449

Τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι προσημαίνουσι στρόφοι περὶ τὸ λεπτὸν ἐμπίπτοντες, κακόν.684

450

Τὰ ἐξ ὑδρωπικῶν ἐπιληπτικὰ, ὀλέθρια.

451

Ὕδερος πρὸς θεραπείην ἐνδιδοὺς, παλινδρομέων, ἀνέλπιστον.

452

Τοῖσιν ὑδρωπιώδεσι, κατὰ φλέβας ἐς κοιλίην ῥαγέντος τοῦ ὕδατος, λύσις.

453

Δυσεντερίη ἀκαίρως ἐπιστᾶσα ἀπόστασιν ἐν πλευροῖ‐ σιν, ἢ σπλάγχνοισιν, ἢ ἐν ἄρθροισι ποιέει· ἆρα ἡ μὲν χολώδης ἐν ἄρ‐ θροισιν, ἡ δὲ αἱματώδης ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν;

454

Δυσ‐ εντερικοῖσιν ἔμετος χολώδης ἐν ἀρχῇ, κακόν.

455

Οἷσιν ἐκ δυσεντερίης ὀξείης ἐς πυώδεα ἥκει τὸ ὑγρὸν, τὸ ἐφιστάμενον ἔκλευ‐ κον ἔσται καὶ πολύ.

456

Τὰ δυσεντεριώδεα, ὑπέρυθρα, ἰλυώδεα, λάβρα διαχωρήματα, ἐπὶ φλογώδεσιν ἐξερύθροισι χρώμασι λυό‐ μενα, ἐλπὶς ἐκμανῆναι.

457

Δυσεντερίη σπληνώδεσι μὴ μα‐ κρὴ, χρήσιμον, μακρὴ δὲ, πονηρόν· ληγούσης γὰρ, εἰ ὕδρωπες ἢ λειεντερίαι γίνονται, θανάσιμον.

458

Ἐν λειεντερικοῖσι μετὰ θηρίων, ὀδύναι στρόφῳ λυόμεναι τὰ περὶ ἄρθρα μετεωρίζουσιν· ἐκ τοιούτων λέπια ἐξέρυθρα, φλυκταινούμενα· ἐφιδρώσαντες οὗτοι διαφοινίσσονται οἷα μάστιξιν.

459

Οἱ ἐν λειεντεριώδεσι μα‐ κροῖσιν ἅμα θηρίοισι στροφώδεες, ὀδυνώδεες, λυομένων, ἐποιδέουσι· τὸ ἐπιῤῥιγοῦν τούτοισι κακόν.

460

Λειεντερικὰ μετὰ δυσπνοίης, καὶ πλευροῦ [εἴ] τι κνήσει, ἐς φθίσιν ἀποτελευτᾷ.

461

Εἰ‐ λεώδεσιν ἔμετος καὶ κώφωσις, κακόν.

462

Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι, πάντως μὲν κακὸν, κάκιστον δὲ πυρετῷ συνεχεῖ· καὶ γὰρ οἱ ἀπ’ αὐτέων πόνοι, ἱκανοὶ ἀνελεῖν· καὶ κοιλίαι τουτέοισιν οὐ πάνυ διαχωρέουσιν· λύει δὲ τούτους οὖρον πυῶδες ἐλθὸν, λευκὴν καὶ λείην ἔχον ὑπόστα‐686
5σιν· μὴ λυομένων δὲ τούτων, μηδὲ τῆς κύστιος λαπασσομένης, ἐν τῇσι πρώτῃσι περιόδοισιν ἐλπὶς ἀπολέσθαι τὸν νοσέοντα· μάλιστα δὲ γίνεται τοῦτο τοῖσιν ἀπὸ ἑπτὰ ἐτέων μέχρι πεντεκαίδεκα.

463

Οἱ λιθιῶντες, σχηματισθέντες ὥστε τὸν λίθον μὴ προσπίπτειν πρὸς τὸν οὐρητῆρα, ῥηϊδίως οὐρέουσιν· οἷσι δὲ φῦμα περὶ τὴν κύστιν ἐστὶ τὸ παρέχον τὴν δυσουρίην, παντοίως σχηματισθέντες ὀχλέονται·
5λύσις δὲ τούτου γίνεται, πύου ῥαγέντος.

464

Οἷσι λανθάνει τὸ οὖρον προσπῖπτον, καὶ τὸ αἰδοῖον ἕλκονται, ἀνέλπιστοι.

465

Ἐπὶ στραγγουρίῃ εἰλεὸς ἐπιγενόμενος ἑβδομαίους ἀπόλλυσιν, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἀθρόον οὖρον ἔλθῃ.

466

Νάρκαι καὶ ἀναισθησίαι γινόμεναι παρὰ τὸ ἔθος, ἀποπληκτικῶν συμβησομένων σημεῖον.

467

Ὅσοι ἐκ τρώ‐ ματος ἀκρατέες γίνονται τοῦ σώματος, πυρετοῦ μὲν ἐπιγενομένου χωρὶς ῥίγεος, ὑγιάζονται· μὴ γενομένου δὲ, ἀποπληκτικοὶ γίνονται τὰ δεξιὰ ἢ τὰ ἀριστερά.

468

Ἀποπληκτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγενόμεναι, χρήσιμον· ψύξιες δὲ καὶ ναρκώσιες, πονηρόν.

469

Ἐν τοῖσιν ἀποπληκτικοῖσιν ἐπὶ τῇ δυσφορίῃ τοῦ πνεύματος ἱδρὼς ἐπιγενόμενος, θανάσιμον· ἐν αὐτοῖσι δὲ πάλιν τούτοισιν ἢν πυρετὸς ἐπιγένηται, λύσις.

470

Τὰ ἐξαίφνης ἀποπληκτικὰ λε‐ λυμένως ἐπιπυρετήναντα, χρόνῳ ὀλέθρια.

471

Οἷσιν ἔκ τινος
ἀῤῥωστίης ἐς ὕδερον περιίσταται, τούτοισι κοιλίαι ξηραὶ σπυραθώ‐ δεες ἔρχονται μετὰ περιτήξιος μυξώδεος καὶ οὔρου οὐ καλοῦ· δια‐ τάσιές τε περὶ ὑποχόνδρια, καὶ πόνοι καὶ ἐπάρματα περὶ κοιλίην, καὶ688
5πόνοι περὶ κενεῶνας, καὶ περὶ τοὺς ῥαχιαίους μύας προσπίπτουσι, πυρετοί τε καὶ δίψαι καὶ βῆχες ξηραὶ παρακολουθοῦσι, καὶ δύσπνοια περὶ τὰς κινήσιας, καὶ σκελέων βαρύτης, σιτίων τε ἀφιστᾶσι, καὶ προσενεγκάμενοι μικρὰ πληροῦνται.

472

Τοὺς λευκοφλεγμα‐ τοῦντας διάῤῥοια παύει· αἱ μετὰ σιγῆς ἀθυμίαι καὶ ἀπανθρωπίαι, ἐπιεικῶς αὐτῶν κατεργαστικαί.

473

Ὅσοι ἐκ φόβου μετὰ κα‐ ταψύξιος ἐξίστανται, πυρετοὶ μεθ’ ἱδρώτων, καὶ ὕπνοι οἱ πάννυ‐ χοι ταῦτα λύουσιν.

474

Ἐκ μανίης ἐς βράγχον μετὰ βηχὸς ἀπόστασις.

475

Ἐν τοῖσι μανιώδεσι σπασμὸς προσγινόμενος ἀμαύρωσιν ἴσχει.

476

Αἱ σιγῶσαι ἐκστάσιες, οὐχ ἡσυχάζου‐ σαι, ὄμμασι περιβλέπουσαι, πνεῦμα ἔξω ἀναφέρουσαι, ὀλέθριαι· ποιοῦσαι δὲ παραπληκτικὰ χρόνια· ἀτὰρ καὶ ἐκμαίνονται οὗτοι· ὅσοι δὲ ἐπὶ ταραχῇ κοιλίης οὕτω παροξύνονται, περὶ κρίσιν μέλανα
5διέρχεται.

477

Οἷσιν ὑγιαίνουσι, χειμῶνος ἐόντος, περὶ τὴν
ὀσφὺν ψυχρότης καὶ βάρος ἀπὸ βραχείης προφάσιος, καὶ κοιλίης ἐπίστασις, τῆς ἄνω καλῶς ὑπηρετούσης, ἰσχιὰς, ἢ νεφρῶν πόνος ἢ στραγγουρίης τάχα ἂν συμβαίη.690

478

Οἷσι τὰ κάτω κακοῦ‐ ται, κνησμῶν ἐγγενομένων ἔμπροσθεν ἰσχυρῶν, τούτοισιν ἀμμῶ‐ δες οὖρον γίνεται, καὶ ἐφίσταται· τοῖσι δὲ ὀλεθρίοισιν αὐτῶν ἡ διάνοια ἀποναρκοῦται.

479

Οἱ τὰ ἄρθρα φλυκταινούμενοι ἐξε‐ ρύθροισιν ἐπιπολαίοις, ἐπιῤῥιγώσαντες, οὗτοι κοιλίας καὶ βουβῶ‐ νας διαφοινίσσονται, οἷα πληγῇσιν ἐπωδύνοισι, καὶ ἀποθνήσκουσιν.

480

Τὰ ἰκτερώδεα, οὐ πάνυ τι ἐπαισθανόμενα, οἷσι λύγγες, κοιλίαι καταῤῥήγνυνται· ἴσως δὲ καὶ ἐπίστασις· οὗτοι ἐκχλοιοῦνται.

481

Τὰ κατὰ πλευρὸν ἀλγήματα ἐν πυρετοῖσιν ἰσχνῶς ἑστηκότα, ἄσημα, φλεβοτομίη βλάπτει, κἢν ἀπόσιτος ᾖ, κἢν ὑποχόνδριον μετέω‐ ρον· καὶ ἐν καταψύξει οὐκ ἀπύρους νενωθρευμένους αἵματος ἀφαίρεσις βλάπτει· καὶ δοκέοντες δὲ ἐπιεικέστερον ἔχειν, οὗτοι θνήσκουσιν.

482

Κεφαλὴν καὶ πόδας καὶ χεῖρας κατεψῦχθαι, κοι‐ λίης καὶ πλευρῶν θερμῶν ἐόντων, κακόν· βέλτιστον δὲ πᾶν ὁμοίως τὸ σῶμα θερμόν τε εἶναι καὶ μαλθακόν.

483

Στρέφεσθαι δὲ ῥηϊδίως χρὴ τὸν νοσέοντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· βαρύ‐ της δὲ ὅλου τοῦ σώματος καὶ χειρῶν καὶ ποδῶν, πονηρόν· εἰ δὲ καὶ πρὸς τῷ βάρει πέλιοι γίγνονται οἱ δάκτυλοι καὶ οἱ ὄνυχες, πλησίον
5ὁ θάνατος· μελαινόμενα δὲ παντελῶς, ἧσσον ὀλέθρια τῶν πελίων·
ἀλλὰ τὰ λοιπὰ θεωρεῖν· ἢν γὰρ εὐπετέως φέρῃ τὸ νόσημα, καὶ ἄλλο τι τῶν χρησίμων ὑποδεικνύῃ, τὸ νόσημα ἐς ἀπόστασιν τρέπεται, καὶ τὰ μελανθέντα τοῦ σώματος ἀποπίπτει.692

484

Ὄρχιες καὶ αἰδοῖον ἀνεσπασμένα πονηρὸν σημαίνει.

485

Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι, βέλτιστον· κρέσσον δὲ καὶ σὺν ψόφῳ διελθεῖν, ἢ αὐτοῦ ἀνειλέεσθαι· καίτοι τὸν τοιοῦτον τρόπον διελ‐ θοῦσα σημαίνει πονηρὸν καὶ παραφροσύνην, ἢν μὴ ἑκὼν οὕτω
5ποιέηται τὴν ἄφεσιν τῆς φύσης.

486

Ἕλκος πέλιον καὶ ξηρὸν ἢ χλωρὸν γινόμενον, θανάσιμον.

487

Ἀνάκλισις βελτίστη μὲν, ὡς εἴθισταί τις ὑγιαίνων· ὕπτιον δὲ κεῖσθαι, τὰ σκέλεα ἐκτεταμένον, οὐκ ἀστεῖον· εἰ δὲ καὶ καταῤῥέοι προπετὴς ἐπὶ πόδας, χεῖρον· θανά‐ σιμον δὲ καὶ κεχηνέναι καὶ καθεύδειν ἀεί· καὶ τὰ σκέλεα ὑπτίου
5κειμένου συγκεκαμμένα τε εἶναι ἰσχυρῶς καὶ διαπεπλεγμένα· τὸ δ’ ἐπὶ γαστέρα κεῖσθαι οἷσι μὴ σύνηθες, παραφροσύνην σημαίνει καὶ πόνους περὶ κοιλίην· πόδας δὲ γυμνοὺς ἔχειν καὶ χεῖρας, μὴ θερμὸν ἐόντα ἰσχυρῶς, καὶ τὰ σκέλεα διεῤῥῖφθαι, κακὸν, ἀλυσμὸν γὰρ ση‐ μαίνει· ἀνακαθίζειν δὲ βούλεσθαι, κακὸν ἐν τοῖσιν ὀξέσι, κάκιστον δὲ
10ἐν περιπλευμονικοῖσι καὶ πλευριτικοῖσιν. Καθεύδειν δὲ χρὴ τὴν νύκτα, τὴν δὲ ἡμέρην ἐγρηγορέναι· τὸ δ’ ἐναντίον, πονηρόν· ἥκιστα δ’ ἂν βλάπτοι τὸ πρωῒ κοιμώμενος ἕως τοῦ τρίτου τῆς ἡμέρης· οἱ δὲ μετὰ ταῦτα ὕπνοι, πονηροί· κάκιστον δὲ μὴ καθεύδειν μήτε ἡμέ‐ ρης, μήτε νυκτὸς, ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνου ἀγρυπνοίη ἂν, ἢ
15παραφρονήσει ἀπὸ τούτου τοῦ σημείου.694

488

Ὁκόσοισι κρόταφος τάμνεται, σπασμὸς ἐκ τῶν ἐναντίων τῆς τομῆς ἐπιγίνεται.

489

Ὅσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ, καὶ πονέσῃ πληγεῖσιν ἢ ἄλλως, πίπτουσι παραχρῆμα, ἄφωνοι γίνονται, καὶ οὔτε ὁρῶσιν, οὔτε ἀκούουσι, καὶ τὰ πολλὰ θνήσκουσιν.

490

Οἷς ὁ ἐγκέφαλος τιτρώσκεται, πυρετὸς ὡς ἐπι‐ τοπολὺ καὶ χολῆς ἔμετος ἐπιγίνεται, καὶ ἀποπληξίη σώματος, καὶ ὀλέθριοι οἱ τοιοῦτοι.

491

Τῶν ῥηγνυμένων ἐν κεφαλῇ ὀστέων, χαλεπώτατον γνῶναι τὰ κατὰ τὰς ῥαφὰς ῥηγνύμενα· ῥήγνυται δὲ ὑπὸ τῶν βαρέων καὶ στρογγύλων βελέων μάλιστα, καὶ ἐκ τῶν ἐξ ὑπεναντίου φερομένων, καὶ μὴ ἐξ ἰσοπέδου. Τὰ δ’ ἀπορεύμενα, πό‐
5τερον ἔῤῥωγεν ἢ οὒ, κρίνειν δεῖ, διαμασᾶσθαι διδόντα ἐφ’ ἑκατέ‐ ρην τὴν σιηγόνα ἀνθέρικον ἢ νάρθηκα, καὶ προσέχειν κελεύειν, εἴ τι ψοφεῖν αὐτῷ δοκέει τὸ ὀστέον· τὰ γὰρ κατεηγότα δοκέει ψοφεῖν. Προϊόντος δὲ τοῦ χρόνου, τὰ ἐῤῥωγότα μὲν ἑβδομαῖα, τὰ δὲ τεσ‐ σαρεσκαιδεκαταῖα, τὰ δὲ καὶ ἄλλως διασημαίνει· τῆς τε γὰρ σαρκὸς
10ἀπόστασις ἀπὸ τοῦ ὀστέου γίνεται, καὶ τὸ ὀστέον πελιὸν, καὶ πόνοι, ἰχώρων ὑποῤῥεόντων· γίνεται δὲ ταῦτα ἤδη δυσβοήθητα.

492

Ὅσοισιν ἐπίπλοον ἐκπίπτει, ἀνάγκη ἀποσαπῆναι.

493

Ἢν ἔντερον διακοπῇ τῶν λεπτῶν, οὐ συμφύεται.

494

Νεῦρον διακοπὲν, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὐ συμφύεται.

495

τι ἂν ἐν τῷ σώματι ὀστέον ἀποκοπῇ, ἢ χόνδρος, οὐκ αὔξεται.696

496

Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, κακόν.

497

Ἐπὶ τρώματι χολῆς ἔμετος ἐπιγενόμενος, κακὸν, καὶ μάλιστα ἐπὶ τοῖσι κεφαλικοῖσιν.

498

Νεῦρα ὅσα παχέα τιτρώσκεται, ὡς ἐπιτοπολὺ χωλοῦνται, καὶ λοξὰ τιτρωσκόμενα μάλιστα, καὶ τῶν μυῶν αἱ κεφα‐ λαὶ, μάλιστα τῶν ἐν μηροῖσιν.

499

Ἀποθνήσκουσι δὲ μάλιστα ἐκ τῶν τρωμάτων, ἤν τις ἐγκέφαλον τρωθῇ ἢ ῥαχίτην μύελον ἢ ἧπαρ ἢ φρένας ἢ καρδίην ἢ κύστιν ἢ φλέβα τῶν παχειῶν· θνήσκει δὲ, κἢν ἐς ἀρτηρίην καὶ πλεύμονα μεγάλαι σφόδρα αἱ πληγαὶ γένωνται, ὥστε,
5τοῦ πλεύμονος πληγέντος, ἔλασσον προερχόμενον πνεῦμα κατὰ στόμα γίνεσθαι, ἢ τὸ ἐκπῖπτον ἐκ τοῦ τρώματος· θνήσκουσι δὲ καὶ οἱ ἐς τὰ ἔντερα, ἤν τέ τι τῶν λεπτῶν τρωθῶσιν, ἤν τε τῶν παχέων, ἢν ἐπικάρσιος ἡ πληγὴ γένηται καὶ μεγάλη· εἰ δὲ μικρὴ καὶ εὐθεῖα, περιγίνονται ἔνιοι. Ἥκιστα δὲ θνήσκουσιν οἱ τιτρωσκόμενοι, ἐν οἷσι
10ταῦτα μὴ ἔνι τῶν τοῦ σώματος μερῶν, ἢ τούτων προσωτάτω.

500

Τὴν δὲ ὄψιν ἀμαυροῦνται ἐν τοῖσι τρώμασι τοῖσιν ἐς τὴν ὀφρὺν καὶ μικρὸν ἐπάνω· ὅσῳ δ’ ἂν τὸ τρῶμα νεώτερον ᾖ, μάλιστα βλέπουσι, χρονιζομένης δὲ τῆς οὐλῆς, ἀμαυροῦσθαι μᾶλλον συμπί‐ πτει.

501

Αἱ σύριγγες χαλεπώταταί εἰσιν, ὅσαι ἐν τοῖσι χονδρώ‐ δεσί τε καὶ ἀσάρκοισι τόποισι πεφύκασιν, εἰσί τε κοῖλαι, μολοῦνταί τε καὶ ἰχωροροοῦσιν αἰεὶ, σαρκίον τε ἐπὶ τῷ στόματι ἔπεστιν αὐταῖς· εὐθεραπευτότεραι δὲ, ὅσαι ἐν τοῖσι μαλθακοῖσι τόποισι καὶ
5σαρκώδεσί τε καὶ ἀνεύροισι πεφύκασιν.698

502

Τὰ δὲ πρὸ ἥβης οὐ γίνεται νοσήματα, περιπλευμο‐ νικὰ, πλευριτικὰ, ποδαγρικὰ, νεφρῖτις, κιρσὸς περὶ κνήμην, ῥοῦς αἱματηρὸς, καρκίνος μὴ σύμφυτος, λεύκη μὴ συγγενὴς, κατάῤῥους νωτιαῖος, αἱμοῤῥοῒς, μὴ σύμφυτος χορδαψός· τούτων τῶν νοση‐
5μάτων πρὸ ἥβης οὐ χρὴ προσδέχεσθαι γενησόμενον οὐδέν. Ἀπὸ τεσσαρεσκαίδεκα μέχρι δύο καὶ τεσσαράκοντα ἐτέων πάμφορος ἡ φύσις νοσημάτων ἤδη τοῦ σώματος γίνεται. Πάλιν δὲ ἀπὸ ταύτης τῆς ἡλικίης μέχρι ξγ ἐτέων οὐ γίνονται χοιράδες, οὐδὲ λίθος ἐν κύστει, ἢν μὴ τύχῃ πρότερον ὑπάρχων, οὐδὲ κατάῤῥους νωτιαῖος,
10οὐδὲ νεφρῖτις, ἢν μὴ παρακολουθῶσιν ἐξ ἄλλης ἡλικίης, οὐδὲ αἱ‐ μοῤῥοΐδες, οὐδὲ ῥοῦς αἱματηρὸς, ἢν μὴ πρότερον τύχῃ γεγενημένος· ταῦτα μέχρι γήρως ἀπέχεται νοσήματα.

503

Ἐν γυναικείοισι τὰ πρὸ τῶν τόκων ἰόντα ὑδατώ‐ δεα, κακόν.

504

Στόματα ἀφθώδεα, τῇσιν ἐπιφόροισιν οὐ χρη‐ στόν· ἆρα καὶ κοιλίαι καθυγραίνονται;

505

Ἐκ κενεώνων μεθι‐ στάμενα ἀλγήματα ἐς τὸ λεπτὸν ἐν μακροῖσιν, ἐκ διαφθορῆς καὶ μὴ λίην καθαρθείσης, ὀλέθριον.

506

Τὰ ἐκ τόκου καὶ διαφθορῆς πολλὰ ὀξέως ὁρμήσαντα, ἐπιστάντα, δύσκολα· ῥῖγος ταύτῃσι πολέ‐ μιον, καὶ κοιλίης ταραχὴ, ἄλλως τε καὶ ὑποχονδρίου ὀδυνώδεες.

507

Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα, μετὰ βάρεος γινόμενα καὶ σπασμοῦ, φλαῦρα ὡς ἐπιτοπολύ.700

508

ᾟσιν ἐκ γυναικείων περὶ τὸ ἄνω καὶ τὸ λεπτὸν πόνοι σύντονοι, κοιλίας καθυγραίνουσιν, ὑπασώδεες, ταύτῃσι περὶ κρίσιν καταφοραὶ, καὶ ἀδύνατοι κενεαγ‐ γικῶς ἐφιδροῦσι καὶ περιψύχουσιν· αἱ τοιαῦται ὑποστροφαὶ τῇσι
5πλείστῃσι γενόμεναι μετὰ τὴν ἄφεσιν, ταχέως κτείνουσιν.

509

Τὰ μετὰ μυχθισμοῦ ἔξω ἀναφερόμενα πνεύματα, καὶ τῆξις παράλογος, τῇσιν ἐπιφόροισιν ἐκτιτρώσκει· ὀδύνη κοιλίης μετὰ τόκον, ἐπὶ ταύτῃσι πυώδεα καθαίρει.

510

Αἱ ναρκώδεες καὶ μάλιστα ἐν τῇσι κινήσεσι μετὰ ἀδυναμίης κατακεκλασμέναι, περὶ κρίσιν ἐνο‐ χληθεῖσαι, ἀσώδεες, ἐφιδροῦσι πολλῷ· κοιλίαι καθυγρανθεῖσαι ταύ‐ τῃσι, κακόν.

511

Τὰ δὲ γυναικεῖα μὴ ἐπιστῆναι, χρήσιμον· ἐπιληπτικὰ ἐκ τῶν τοιούτων, οἶμαι, ἐνίῃσι δὲ ὑποφοραὶ μακραὶ, ἐνίῃσι δὲ αἱμοῤῥοΐδες.

512

Τῇσιν ἐπιφόροισιν ὑποχονδρίου ἄλ‐ γημα, κακόν· καὶ κοιλίαι ταύτῃσι φερόμεναι, κακόν· καὶ τὸ ἐπιῤ‐ ῥιγοῦν ταύτῃσι κακόν· ὀδύνη κοιλίης ἐν τοῖσι τοιούτοισιν, ἧσσον κακὸν, ἢν ἰλυώδεα καθαίρῃ· ᾗσι ῥηϊδίως τῶν τοιούτων τί‐
5κτεται, μετὰ τόκον δύσφορα σφόδρα.

513

Τῇσι κυούσῃσι φθι‐ νώδεσιν, ᾗσιν ἔρευθος ἐπὶ προσώπου γίνεται, αἱ ἀπὸ ῥινῶν ἀποστά‐ ξιες τοῦτο ἀποτρέπουσι γινόμεναι.

514

ᾟσιν ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ κώφωσις καὶ ἐς πλευρὸν ὀδύνη ὀξεῖα, ἐξίστανται ὀλέθριοι.

515

Τὰ ἐν τῇσιν ἐπιφόροισιν ἁλμυρώδεα σημαίνει μετὰ τόκον δύσκολα λευκοῖσι δακνώδεσιν· αἱ τοιαῦται καθάρ‐
σιες ἀποσκληρύνουσιν· λὺγξ ἐπὶ τούτοισι φλαῦρον, καὶ πτύξις ὑστε‐ ρῶν, καὶ συντείνει.702

516

Ἐς πόδας καὶ ἐς ὀσφὺν συντάσιες ἐκ γυναικείων, ἐκπυητικὸν, καὶ τὰ ἀπὸ κοιλίης γλίσχρα, δυσώδεα ἐπιπόνως ἰόντα· πνιγμοὶ ἐπὶ τοῖσι προγεγραμμένοισιν, ἐκπυητικόν.

517

Τὰ ὑστερικὰ ἐν κοιλίῃσι σκληρύσματα ἐπώδυνα, ὀξέως ὀλέ‐ θριον.

518

Τῇσιν ἐπιφόροισιν ἤδη ἀφθώδεα ῥεύματα ἐπώ‐ δυνα, πονηρόν· αἱμοῤῥοῒς ταύτῃσι, κάκιστον.

519

ᾟσι, κοιλίης ἐπαρθείσης, ἐς αἰδοῖον ἔρευθος ἦλθε, γυναικείων λευκῶν ὑγρῶν κατελθόντων ἐξαπίνης, ἐν μακροῖσι πυρετοῖσι τελευτῶσιν.

520

Σπασμῷ, γυναικείων ἐν ἀρχῇσι φανέντων, πυρετοῦ μὴ ἐπιγε‐ νομένου, λύσις.

521

Οὖρα λεπτὰ ὑπονέφελα ἐν μέσῳ αἰωρεύ‐ μενα, ῥῖγος σημαίνει.

522

Ἢν ἀπὸ τῆς τετράδος αἵματος ῥύ‐ σις γένηται, χρόνια σημαίνει, καὶ κοιλίη καταῤῥήγνυται, καὶ σκε‐ λέων οἰδήματα.

523

Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρους γενόμενα, φλαῦρα· ἴσως δὲ ταύτῃσι καὶ ἅμα σπασμῶ‐ δές τι παθεῖν ὀφείλει.

524

Αἱ προαλγήσασαι τρόπον χολερώδεα πρὸ τῶν τόκων, τίκτουσι μὲν ῥηϊδίως, πυρέξασαι δὲ, κακοήθεες, ἄλλως τε κἤν τι κατὰ φάρυγγα ὀχλῇ, ἤ τι τῶν ἐν πυρετῷ κακοήθων ἐπιφανῇ σημείων.

525

Τὰ πρὸ τῶν τόκων ῥηγνύμενα ὑδατώ‐ δεα, φλαῦρα.

526

Τῇσιν ἐπιφόροισι κατὰ φάρυγγα ἁλμυρώ‐ δεες ῥύσιες, πονηρόν.

527

Τὸ πρὸ τῶν τόκων ἐπιῤῥιγοῦν, καὶ τὰ ἀνωδύνως τικτόμενα, κινδυνώδεα.

528

Τῇσιν ἐπιφόροισι τὰ ἀφθώ‐ δεα ῥεύματα, πονηρόν· σπασθεῖσαι, ἐκλυθεῖσαι, μετακαταψυχθεῖ‐
σαι, ἐκθερμαίνονται ὀξέως· καὶ μέντοι καὶ δύσκολα ἀποβαίνει τῇσιν ἐπιφόροισι τὰ περὶ τὸ λεπτὸν οἰδήματα, οἷα τὰ περὶ τὰς ὀσχίας704
5γίνεται, ἀπολαμβανόμενα ὀρθοπνοίῃσιν· ἆρα τὰ τοιαῦτα οἰδήματα διδυμοτοκεῖ; ἆρα καὶ σπασμῶδες τὰ τοιαῦτα οἰδήματα ποιέει;

529

Τὰ μυχθῶδες ἐξαναφέροντα πνεῦμα ἐν πυρετοῖσιν, ἐκτιτρώ‐ σκονται.

530

Φρικώδεσι, κοπιώδεσι, καρηβαρικῇσι, γυναι‐ κεῖα καταῤῥήγνυται.

531

Αἱ πρὸς χεῖρα νωθραὶ, κατάξηροι, ἄδιψοι, γυναικεῖα πολλὰ χαλῶσαι, ἐκπυητικαί.

532

Τὰ ἐξαί‐ φνης λευκὰ κατατρέχοντα ἐπὶ τρωσμῷ, ἤν τι ῥιγῇ, καὶ ἐς μηρὸν ὁρμᾷ τρόμος, δύσκολον.

533

Τὰ ἀφθώδεα στόματα τῇσιν ἐπι‐ φόροισι κοιλίας καθυγραίνει.

534

Αἱ δὲ τῶν κυουσέων προνο‐ σέουσαι πρὸ τῶν τόκων ἐπιῤῥιγοῦσιν.

535

Αἱ ναρκώδεες ἐκλύ‐ σιες, δύσκολοι μὲν ἐκ τῶν τόκων ἀποβαίνουσι καὶ παρακρουστικαὶ, οὐ μέντοι ὀλέθριοι· ἀτὰρ καὶ πλῆθος γυναικείων προσημαίνουσιν.

536

Αἱ ἐν τόκῳ καρδίην προαλγήσασαι, ὀλίγῳ ὕστερον ἀποβάλλου‐ σιν.

537

Τὰ φρικώδεα, κοπιώδεα, καρηβαρικὰ, τραχήλου ὀδυ‐ νώδεα, γυναικεῖα καταῤῥήγνυσιν· περὶ κρίσιν τὸ τοιοῦτον γινόμενον μετὰ βηχίου ἐπιῤῥιγεῖ.

538

ᾟσι κόρῃσιν ὀρθοπνοϊκὰ συμβαίνει, ἐν τῇσιν ἐπιφορῇσι τιτθοὺς ἐκπυοῦνται· γυναικεῖα ἐπιφαίνεσθαι ἐν ἀρχῇ, κακόν.

539

Τὰ μανικὰ πυρετοὺς ὀξεῖς ταραχώδεας ἀχόλῳ καρδιαλγικῷ λύουσιν.
706

540

Τῇσιν ἀτόκοισιν αἵματος ἔμετος πρὸς τὸ συλλαβεῖν ὠφελεῖ.

541

Τὰ ἀχλυώδεα, γυναικείων συ‐ χνῶν ἐπιφανέντων, λύεται.

542

Ὅσῃσι γυναιξὶν ἐκ πυρετῶν ἄλγημα τιτθῶν γίνεται, πτύσις αἱμάλωπος οὐ τρυγώδης γενομένη λύει τοὺς πόνους.

543

Οἱ ἐν ὑστερικῇσιν ἀπύροισι σπασμοὶ, εὐ‐ χερέες, οἷον καὶ Δορκάδι.

544

ᾟσιν ἐκ ῥίγεος πυρετὸς κοπιώ‐ δης, γυναικεῖα κατατρέχει· τράχηλος ἐν τούτοισιν ὀδυνώδης, αἱ‐ μοῤῥαγικόν.

545

Ἔμετος δὲ ἀλυπότατος, φλέγματος καὶ χολῆς συμμεμιγμένος, μὴ πολὺς δὲ καρτὰ ἐμείσθω· τὰ δὲ ἀκρητέστερα τῶν ἐμουμένων, κακίω· πρασοειδὴς δὲ ἔμετος, καὶ μέλας, καὶ πε‐ λιὸς, πονηρόν· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἐμέοι, ὀλέ‐
5θριον· τάχιστον δὲ θάνατον σημαίνει ὁ πελιὸς καὶ κακώδης· ἐστὶ δὲ θανάσιμος ὁ ἐρυθρὸς ἔμετος, καὶ μάλιστα εἰ μετὰ ἀνάγκης ἐμέοιτο ἐπωδύνου.

546

Οἱ ἀσώδεες ἀνημέτως παροξυνόμενοι, κακὸν, καὶ οἱ σπαρασσόμενοι ἀνημέτως.

547

Τὰ μικρὰ ἐμέσματα, χο‐ λώδεα, κακὸν, ἄλλως τε κἢν ἀγρυπνέωσιν.

548

Ἐπὶ μελάνων ἐμέτων κώφωσις οὐ βλάπτει.

549

Οἱ κατὰ μικρὰ ταχεῖς, χολώδεες, ἄκρητοι ἔμετοι, κακὸν ἐν ὑποφορῇ πλείονι καὶ ὀσφύος ἀλγήματι συντόνῳ.

550

Τὰ ἐξ ἐμέτων ἀσώδεα, κλαγγώδεα, ὄμματα ἐπίχνουν ἴσχοντα, μανικά· ὀξέως μανέντες θνήσκουσιν ἄφωνοι.
708

551

Ἐν ἐμέτῳ διψώδεα ἐόντα, ἄδιψον γενέσθαι, κακόν.

552

Ἐν ἀσώδεσιν ἀγρύπνοις, τὰ παρ’ οὖς μάλιστα.

553

Τοῖς ἀσώδεσι, κοιλίης ταραχώδης ἐπίστασις διὰ ταχέων ἐξανθεῖ οἷα κωνώπων κεντήματα, καὶ ἐς ὄμματα δακρυώδης ἀπό‐ στασις ἔρχεται.

554

Ἐπὶ ἀκρήτοις ἐμέτοις λυγμὸς, κακόν· κα‐ κὸν δὲ καὶ σπασμός· ὁμοίως δὲ καὶ ἐν τῇσιν ὑπερκαθάρσεσι τῇσιν ἐκ τῶν φαρμακειῶν.

555

Οἱ μέλλοντες ἐμεῖν πτυαλίζουσιν ἔμπροσθεν.

556

Ἐπὶ ἐλλεβόρῳ σπασμὸς, ὀλέθριον.

557

Ἐπὶ πάσῃ καθάρσει πλεοναζούσῃ ψύξις μεθ’ ἱδρῶτος, ὀλέθριον· καὶ οἱ ἐπανεμέοντες διψώδεες ἐν τούτοισι, κακόν· οἱ δὲ ἀσώδεες ὀσφυαλγέες κοιλίην καθυγραίνονται.

558

Αἱ ἐξερύθρων, μελάνων ὑπὸ ἐλλε‐ βόρου, καθάρσιες, πονηραί· καὶ ἔκλυσις δὲ μετὰ τοιούτων, κακόν.

559

Ἀπὸ ἐλλεβόρου ἐμέσαι ἐρυθρὰ, ἀφρώδεα, ὀλίγα, ὠφελέει· ποιέει μέντοι σκληρύσματα, καὶ ἐμπυήσιας μεγάλας ἀφίστησιν· εἰσὶ δὲ οἱ τοιαῦτα ἐμέοντες ἄλλως τε καὶ στῆθος ἐπώδυνοι, καὶ ἐν τοῖς ῥίγεσιν ἐφιδροῦντες, καὶ ὄρχιας ἐπαίρονται· τούτου προσγενο‐
5μένου, ἐπιῤῥιγοῦσι καὶ ἰσχναίνονται.

560

Αἱ πυκναὶ διὰ τῶν αὐ‐ τῶν ὑποστροφαὶ ἐμετώδεες περὶ κρίσιν μέλανα ἔμετον ποιέουσιν·
γίνονται δὲ καὶ τρομώδεες.710

561

Ἱδρὼς ἄριστος μὲν ὁ λύων τὸν πυρετὸν ἐν ἡμέρῃ κρισίμῳ, χρήσιμος δὲ καὶ ὁ κουφίζων· ὁ δὲ ψυχρὸς καὶ μοῦνον περὶ κεφαλὴν καὶ τράχηλον γινόμενος, φλαῦρος, καὶ γὰρ χρόνον καὶ κίνδυ‐ νον σημαίνει.

562

Ἱδρὼς δὲ ψυχρὸς, ἐν ὀξεῖ μὲν πυρετῷ θανάσι‐ μος, ἐν πρηϋτέρῳ δὲ χρόνον σημαίνει.

563

Ἱδρὼς ἅμα πυρετῷ γενόμενος ἐν ὀξεῖ, φλαῦρον.

564

Οὖρον ἐν πυρετῷ λευκὴν ἔχον καὶ λείην ὑπόστασιν ἱδρυμένην, ταχεῖαν ἄφεσιν σημαίνει· ταχεῖαν δὲ καὶ τὸ ἐξ ἀκρίτου λίπος ἴσχον τι ἐξυδατούμενον· τὸ δὲ ὑπέρυθρον καὶ τὴν ὑπόστασιν ἔχον ὑπέρυθρόν τε καὶ λείην, πρὸ μὲν τῆς ἑβδόμης γενόμενον, ἑβδο‐
5μαῖον ἀπολύει, μετὰ δὲ τὴν ἑβδόμην, χρονιώτερον ἢ πάντως χρόνιον· τό τε ἐν τετάρτῃ λαβὸν ἐπινέφελον ὑπέρυθρον, ἑβδομαῖον ἀπολύει, τῶν λοιπῶν κατὰ λόγον ἐχόντων. Τὸ δὲ λεπτὸν καὶ χολῶδες καὶ τὸ μόλις γλίσχρων ἔχον ὑπόστασιν, καὶ τὸ μεταβάλλον ἐπὶ τὸ βέλτιον καὶ χεῖ‐ ρον, χρόνιον· ἐπὶ πλεῖον δὲ τοῦτο ἐπακολουθοῦν, ἢ περὶ κρίσιν χει‐
10ρόνων γενομένων, οὐκ ἀκίνδυνον.

565

Ὑδατῶδες δὲ καὶ λευκὸν δια‐ τελέως ἐν χρονίοισι, δύσκριτον γίνεται καὶ οὐκ ἀσφαλές.

566

Νε‐ φέλαι δὲ ἐν οὔροισι λευκαὶ μὲν καὶ κάτω, λυσιτελέες· ἐρυθραὶ δὲ, καὶ μέλαιναι, καὶ πελιαὶ, δύσκολοι.

567

Κινδυνῶδες τῶν
οὔρων ἐστὶ τὸ χολῶδες μὴ ὑπέρυθρον ἐν τοῖσιν ὀξέσι, καὶ τὸ κριμνῶ‐ δες λευκὰς ἔχον ὑποστάσιας, καὶ τὸ ποικίλον χροιῇ καὶ ὑποστάσει, καὶ μάλιστα τοῖσιν ἀπὸ τῆς κεφαλῆς ῥευματισμοῖσιν. Κινδυνῶδες712
5δὲ καὶ τὸ ἐκ μέλανος μεθιστάμενον ἐς λεπτὸν χολῶδες, καὶ τὸ ἐξ ὑποστάσιος διασπώμενον, καὶ τὸ ἐκ τροφιώδεος ὑπόστασιν ἴσχον ὑπο‐ πέλιον ἰλυώδεα· ἆρα ἐκ τοιούτων ὑποχόνδριον ὀδυνῶνται, δοκέω δεξιὸν, ἢ καὶ χλοώδεες γίνονται, καὶ τὰ παρ’ οὖς ὀδυνώδεες; τούτοι‐ σιν ἐπὶ βραχὺ κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον.

568

Οὖρα ἐξαίφνης παραλόγως ἐπ’ ὀλίγον πεπαινόμενα, φλαῦρα, καὶ ὅλως τὸ παραλόγως πέπον ἐν ὀξεῖ, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἐξέρυθρον ἐκ τούτων ἐπάνθισμα ἰώδει κατεχόμενον. Λευκὸν δὲ καὶ καταχεόμενον διαφα‐
5νὲς οὖρον, πονηρόν· μάλιστα ἐν φρενιτικοῖσιν ἐπιφαίνεται. Πονηρὸν δὲ καὶ τὸ μετὰ ποτὸν ταχέως διουρούμενον, καὶ μάλιστα πλευριτι‐ κοῖσι καὶ περιπλευμονικοῖσιν. Πονηρὸν δὲ καὶ τὸ πρὸ ῥίγους ἐλαιῶδες οὐρούμενον. Πονηρὸν δ’ ἐν τοῖσιν ὀξέσι καὶ τὰ χλοιώδεα μὴ ἐπὶ χροιῇ ἐόντα.

569

Ὀλέθριον δ’ ἐστὶ τῶν οὔρων τό τε μέλαιναν τὴν ὑπό‐ στασιν ἔχον, καὶ τὸ μέλαν· μᾶλλον δ’ ἐν τοῖσι παισὶ τὸ λεπτὸν τοῦ πα‐ χέος, τοῖσι δὲ λεπτοῖσι τὸ ἀνάπαλιν· οἷσι συνεστραμμένοις καὶ τὸ χα‐ λαζῶδες διαχεόμενον, τὸ δ’ αὐτὸ καὶ ἐπίπονον· ὀλέθριον δ’ ἐστὶ καὶ πᾶν
5τὸ λαθραίως οὐρούμενον· περιπλευμονικοῖσι δ’ ἐστὶν ὀλέθριον καὶ τὸ ἐν ἀρχῇ μὲν πέπον, μετὰ δὲ τὴν τετράδα λεπτυνόμενον.

570

Πλευ‐ ριτικοῖσιν οὖρον αἱματῶδες, ζοφῶδες, μεθ’ ὑποστάσιος ποικίλης ἀδια‐ κρίτου, θανάσιμον ἐν τέσσαρσι καὶ δέκα ἡμέρῃσιν ὡς ἐπιτοπολύ· θανάσιμον δὲ καὶ ἐν τοῖσι πλευριτικοῖσι συντόμως καὶ τὸ πρα‐
714
5σοειδὲς μέλαιναν ἔχον ὑπόστασιν ἢ πιτυρώδεα. Καυσώδεσι δὲ κα‐ τόχως κάκιστον οὖρόν ἐστι τὸ ἔκλευκον.

571

Οὖρον δὲ ὠμὸν πλείονα χρόνον γινόμενον, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστα‐ σιν καὶ πόνον σημαίνει, καὶ μᾶλλον ἐν τοῖσιν ὑπὸ φρένα· ἀλγημά‐ των δὲ ἐν ὀσφύϊ πλανωμένων, ἐς ἰσχίον, καὶ ἐν πυρετῷ καὶ ἄνευ
5πυρετοῦ. Τὸ δὲ ἐκπεμπόμενον λίπος ἴσχον οὖρον ὑπόστασιν, σημαί‐ νει πυρετόν· τὸ δὲ αἱματῶδες ἐν ἀρχῇ οὐρηθὲν, χρόνιον· τὸ δ’ ἀνατε‐ ταραγμένον μεθ’ ἱδρῶτος, ὑποτροπήν· τὸ δὲ λευκὸν οἷον τῶν ὑποζυγίων κεφαλαλγίην· τὸ δ’ ὑμενῶδες, σπασμόν· τὸ δὲ πτυαλώδεας ἔχον ὑπο‐ στάσιας οὖρον ἢ ἰλυώδεας, ῥίγεος δηλωτικόν· τὸ δὲ ἀραχνιῶδες,
10συντήξιος· τὰ δ’ ἐν πλανώδεσι πυρετοῖσι μέλανα νεφέλια, τεταρταίου· τὰ δ’ ἄχροα μέλασιν ἐναιωρεύμενα μετὰ ἀγρυπνίης καὶ ταραχῆς, φρενιτικά· τὰ δὲ κονιώδεα μετὰ δυσπνοίης, ὑδατώδεα.

572

Οὖρον ὑδατῶδες ἢ τεταραγμένον ψαφερῇ τρηχύτητι, κοιλίην ὑγρὴν ἐσομέ‐ νην σημαίνει· τὸ δὲ ἔκλεπτον οὖρον δασυνόμενον, ἆρα ἱδρῶτα μέλλοντα δηλοῖ, γεγενημένον δὲ, τὸ ἀφρῶδες ἐφ’ αὑτὸ ἐφιστά‐
5μενον;

573

Τὰ δ’ ἐν τριταίοισι μετὰ φρίκης, οἷα νεφέλια μέ‐
λανα, φρίκης ἀκαταστάτου δηλωτικά· καὶ ὑμενώδεες οὐρήσιες, καὶ αἱ μετὰ φρίκης ὑφιστάμεναι, σπασμώδεες.716

574

Οὖρον χρη‐ στὴν ἔχον ὑπόστασιν, ἐξαπίνης μὴ ἔχον, πόνον καὶ μεταβολὴν ση‐ μαίνει· τὸ δὲ ὑπόστασιν ἔχον, ἐπιταραχθὲν καθιστάμενον, ῥῖγος περὶ κρίσιν, τάχα δὲ καὶ ἐς τριταῖον ἢ τεταρταῖον μετάστασιν.

575

Ἐν πλευριτικοῖσιν οὖρον ὑπέρυθρον, ἔχον λείην ὑπόστασιν, ἀσφαλέα κρίσιν σημαίνει· τὸ δ’ ὑπόχλωρον εὐανθὲς, λευκὴν ἔχον ὑπόστασιν, καὶ ταχεῖαν· τὸ δὲ ἐρυθρὸν σφόδρα καὶ εὐανθὲς, ὑπόστα‐ σιν χλωρὴν ἔχον λείην εἰλικρινέα, πολυχρόνιον σφόδρα ταραχώδεα
5νοῦσον μεταβάλλουσαν ἐς ἄλλην, οὐ μὴν ὀλέθριον· τὸ δὲ λευκὸν, ὑδατῶδες, κριμνώδεα πυῤῥὴν ἔχον ὑπόστασιν, πόνον καὶ κίνδυνον ση‐ μαίνει· καὶ τὸ χλωρὸν πυῤῥὴν ἔχον ὑπόστασιν κριμνώδεα, χρόνον καὶ κίνδυνον σημαίνει.

576

Οὖρα τοῖσι παρ’ ὦτα ταχὺ καὶ ἐπ’ ὀλί‐ γον πεπαινόμενα, φλαῦρον· καὶ τὸ κατεψῦχθαι ὧδε, πονηρόν.

577

Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκώδεα ἐν τοιούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἆρά τι καὶ παρακρούουσιν;

578

Νεφρῶν ἐξα‐ πίναιον ἄλγημα, μετὰ οὔρου ἐπισχέσιος, λιθιδίων οὔρησιν ἢ παχέων οὔρων σημαίνει· τρομώδεα πρεσβυτέροισιν ἐν πυρετῷ καὶ οὕτως ἐπιφαινόμενα, λιθίδιά που διουρέει.

579

Οὔρου ἀπόληψις καὶ βάρος ἐν νειαίρῃ σημαίνει ὡς τὰ πολλὰ στραγγουρίην ἐσομένην· εἰ δὲ μὴ, ἄλλην ἀῤῥωστίην, ἣν εἴωθεν ἀῤῥωστεῖν.

580

Ἐν χολώδε‐ σιν οὔρου ἀπόληψις κτείνει συντόμως.
718

581

Οὖρον ἐν πυρετῷ δάσος ἔχον διασπώμενον, ὑποτροπικὸν, ἢ ἱδρῶδες.

582

Ἐν μακροῖσι πυρετοῖσι λεπτοῖσι πλανώδεσι, λεπτῶν οὔρων οὐρήσιες, σπληνώ‐ δεες.

583

Ἐν πυρετῷ ἄλλοτε ἀλλοίων οὔρων οὐρήσιες μηκύ‐ νουσιν.

584

Τὰ οὐρούμενα, ὑπομνησάντων, ἄλλως δὲ ὀλέ‐ θρια· ἆρα τούτοισιν οὐρεῖται, οἷον εἰ τὴν ὑπόστασιν ταράξειας.

585

Οἷσιν οὖρα ὀλίγα, θρομβώδεα, οὐκ ἀπυρέτοις, πλῆθος ἐκ τούτων ἐλθὸν λεπτὸν, ὠφελεῖ· ἔρχεται δὲ τοιαῦτα, οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει.

586

Οἷσιν οὖρα ταχέως ὑπόστα‐ σιν ἴσχει, ταχέως οὗτοι κρίνονται.

587

Ἐπιληπτικοῖς οὖρα λεπτὰ καὶ ἄπεπτα παρὰ τὸ ἔθος ἄνευ πλησμονῆς, ἐπίληψιν σημαί‐ νει, ἄλλως τε κἤν τις ἐς ἀκρώμιον ἢ τράχηλον ἢ μετάφρενον πόνος, ἢ σπασμὸς ἐμπεπτώκῃ, ἢ νάρκη περιγίνηται τοῦ σώματος, ἢ ταρα‐
5χῶδες ἐνύπνιον ἑωράκῃ.

588

Τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας, καὶ οὖρον, καὶ ἔμετον, καὶ διαχωρήματα, κακὸν μὲν πάντως, κάκι‐ στον δὲ, ἐγγὺς ἀλλήλων ἰόντα.

589

Διαχώρημα κοιλίης βέλτιστον, μαλθακὸν, συνε‐ στηκὸς, ὑπόπυῤῥον, μὴ σφόδρα δυσῶδες, διαχωρέον τὴν εἰθισμένην ὥρην· πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων· παχυνέσθω δὲ πρὸς τὴν κρίσιν· χρήσιμον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι, πρὸς κρί‐
5σιν προσάγον.

590

Ἐν ὀξέσι τὸ ἀφρῶδες περίχολον διαχώρημα, κακόν· κακὸν δὲ καὶ τὸ ἔκλευκον· ἔτι δὲ κάκιον τὸ ἀλητοειδὲς κο‐
πριῶδες· κάρος ἐπὶ τούτοισι, κακὸν, καὶ αἱματώδης διαχώρησις, καὶ κενεαγγίη παράλογος.720

591

Κοιλίης ἀπόληψις μικρὰ μέλανα σπυ‐ ραθώδεα πρὸς ἀνάγκην χαλῶσα, μυκτὴρ τούτοισι ῥηγνύμενος, κακόν.

592

Γλίσχρον ἄκρητον, ἢ λευκὸν διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἅλες ἐζυμωμένον ὑποφλεγματῶδες· πονηρὸν δὲ καὶ ἐκ τρο‐ φιωδέων ὑπόστασις ὑποπέλιος, πυώδης μετὰ χολώδεος.

593

Αἷμα λαμπρὸν διαχωρέειν, κακὸν, ἄλλως τε κἤν τις ὀδύνη παρῇ.

594

Τὸ ἀφρῶδες περίχολον διαχώρημα, φλαῦρον· καὶ ἰκτεροῦνται δὲ ἐκ τοιούτων.

595

Ἐπὶ τοῖσι χολώδεσι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, μάλιστα δὲ ὀσφὺν πεπονηκότι, καὶ παρενεχθέντι· ἀραιὰ δὲ τούτοισι τὰ ἀλγήματα.

596

Λεπτὸν ἔπαφρον διαχώρημα, ὑδατόχλοον ἴσχον ὑπόστασιν, πονηρόν· πονηρὸν δὲ καὶ τὸ πυῶδες· καὶ τὸ μέλαν αἱμα‐ τῶδες, πονηρὸν σὺν πυρετῷ καὶ ἄλλως· καὶ τὸ ποικίλον κατακορὲς διαχώρημα, φλαῦρον, καὶ χεῖρον ὅσῳ φοβερώτερον τῇ χροιῇ, πλὴν ἐν
5φαρμακείῃσιν, ἐν δὲ ταύτῃσιν ἀκίνδυνον μὴ πλήθει ὑπερβάλλον· καὶ τὸ ψαφαρὸν μαλθακὸν ἐν πυρετῷ διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ξηρὸν, ψαφαρὸν, ἄχλοον, καὶ ἄλλως καὶ ἢν κοιλίην καθυγραίνῃ· μελάνων δὲ προδιελθόντων, κτείνει.

597

Ὑγρὸν διαχώρημα καὶ ἀθρόον κατὰ μικρὸν, κακόν· τὸ μὲν γὰρ ἀγρυπνίην, τὸ δὲ ἔκλυσιν τάχ’ ἂν ποιήσῃ.

598

Ἔνυγρον ὑποψάφαρον διαχώρημα περιψυχόμενον μὴ
ἀπύρῳ, φλαῦρον· τὰ ἐπὶ τούτοισι ῥίγεα κύστιν, κοιλίην ἐπιλαμβάνει.722

599

Ὑδατῶδες δὲ σφόδρα διαχώρημα μὴ παυόμενον ἐν ὀξέσι, κα‐ κὸν, καὶ μᾶλλον εἰ καὶ ἀδιψήσει.

600

Ἐξέρυθρον ἐν περιπλύ‐ σει διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ σφόδρα χλωρὸν, ἢ λευ‐ κὸν, ἢ ἀφρῶδες, ἢ ὑδαρές· καὶ τὸ μικρόν τε καὶ γλίσχρον, καὶ λεῖον καὶ ὑπόχλωρον, κακόν· καὶ τὸ κωματώδεσι νενωθρευμένοισιν ὑγρὸν
5διαχώρημα, κάκιστον· θανατῶδες δὲ καὶ αἱμοῤῥοεῖν αἱματῶδες πολὺ θρομβῶδες· λευκόν τε καὶ ὑγρὸν μετὰ κοιλίης μετεώρου.

601

Δια‐ χώρημα μέλαν οἷον αἷμα, καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ, πο‐ νηρόν· πονηρὸν δὲ καὶ πάντα τὰ ποικίλα· καὶ τὰ κατακορέα πονηρά.

602

Τὰ ἐς ἀφρώδεα ἄκρητα τελευτῶντα διαχωρήματα, παροξυντικὰ μὲν πᾶσι, τοῖσι δὲ σπασμώδεσι καὶ πάνυ· ἐκ τοιού‐ των τὰ παρ’ οὖς ἀνίσταται· τὰ δὲ ἐξυγραινόμενα καὶ πάλιν συνι‐ στάμενα, ἄκρητα, κοπρώδεα, μῆκος νούσου σημαίνει· τὸ δὲ ἐξέρυ‐
5θρον ἐν πυρετῷ, παρακοπήν· τὸ δὲ λευκὸν κοπρῶδες ἰκτέρῳ, δύσκολον· τὸ δὲ ὑγρὸν ἐν τῷ τεθῆναι λαβὸν ἔρευθος, αἱμοῤῥαγέσι.

603

Γλί‐ σχρον διαχώρημα μέλασι διαποίκιλον, κακόηθες, μάλιστα δὲ ἐκλεύκοις.

604

Ἔκλευκον διαχώρημα ἐν πυρετῷ, οὐκ εὐκρινές.

605

Κοιλίη ταραχώδης σμικρῇσι πυκνῇσιν ἀναστάσεσι, σιη‐ γόνας ἐντείνει· λύει δὲ καὶ ἐπὶ προσώπου γενόμενα ἐρυθήματα.

606

Κοπρώδης μετὰ τόνου διαχώρησις, κοιλίης πονηρίην σημαίνει· φλεγματώδης δὲ ὀξέως μετὰ καρδιωγμοῦ, δυσεντερίην, τάχα δὲ καὶ
ὀσφυαλγίην· τοῖσι τοιούτοισι κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες· τὸ ἐπιῤῥιγοῦν724
5τούτοισιν ὀλέθριον.

607

Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυ‐ χροῖς.

608

Οἷσι κοιλίη κατ’ ἀρχὰς ταράσσεται, τὰ δὲ οὖρα μικρὰ, προαγόντων κοιλίη μὲν ξηραίνεται, τὸ δ’ οὖρον πληθύει λε‐ πτὸν, τούτοισιν ἀποστάσιες ἐς ἄρθρα.

609

Αἱ κατὰ μικρὰ ἀνα‐ στάσιες, ῥιγώδεες, καὶ οἷς φλαῦρον διαχώρημα, δυσκολώτατον τεταρ‐ ταίοισιν ἀρχόμενον.

610

Αἱ πυκναὶ κατὰ μικρὰ ἀναστάσιες ὑπόγλισχροι, ἔχουσαι μικρὰ κοπρώδεα, μεθ’ ὑποχονδρίου καὶ πλευροῦ ἀλγήματος, ἰκτερώδεες· ἆρα, ἐπιστάντων, οὗτοι ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥοεῖν τούτους· τὰ δ’ ἐς ὀσφὺν ἀλγήματα ἐν τούτοι‐
5σιν αἱμοῤῥοεῖ.

611

Οἷσιν αἷμα διαχωρέει λαμπρὸν μετὰ κάρου καὶ κεφαλαλγίης, τὸ ἐπιχλιαίνεσθαι, ὀλέθριον.

612

Τὰ γλίσχρα χολώδεα μᾶλλόν τι τὰς ἀποστάσιας παρ’ οὖς ποιέει.

613

Ὅσα, κοιλίης καθυγραινομένης, οἰδήματα μετεωρίζεται μετὰ ἀλγημάτων, κακόν· κοιλίης δ’ ἐπιστάσης, ἄλλου δέ τινος μὴ νεωτερισθέντος, ταχέως καταῤῥήγνυται, καὶ κακοηθέστερον· τὰ ἐμούμενα ἐπὶ τούτοισι, πο‐
5νηρὰ καὶ θηριώδεα.

614

Οἷσιν ἐπὶ φλογώδεσι καὶ ἐξερύθροις λυο‐ μένοις δυσῶδες, λάβρον, ὑπέρυθρον, ἐλπὶς ἐκμανῆναι.

615

Ὁ αὐ‐
χμώδης χρὼς σημαίνει κοιλίην πονηρευομένην· ἐπὶ τούτοισιν ἐξέρυθρα σαρκόπυα μάλιστα δίεισιν.726

616

Ἐπὶ κοιλίην χολώδη, μαλ‐ θακὴν, κοπρώδη, κώματα ἐπιφανέντα παρ’ οὖς ἔπαρμα ποιέει.

617

Χολώδεα διαχωρήματα κώφωσις παύει· κώφωσιν δὲ παύει χολῶδες διαχώρημα.

618

Τὰ ἑρπυστικὰ ὑπεράνω βουβῶνος, πρὸς κενεῶνα καὶ ἥβην γινόμενα, σημαίνει κοιλίην πονηρευομένην.

619

Ἔκλυσις ὀδύνην λύουσα, κοιλίην μάλα καθυγραίνει.

620

Τὰ καθ’ ἕδρην ὀδυνώδεα ἐκπυήματα κοιλίην ἐπιταράσσει.

621

Θα‐ νατώδεά ἐστι τῶν διαχωρημάτων τὸ λιπαρὸν, καὶ τὸ μέλαν, καὶ τὸ πελιὸν μετὰ δυσωδίης, καὶ τὸ χολῶδες ἔχον ἐν ἑωυτῷ φακῶν ἢ ἐρεβίνθων ἐρίγμασι παραπλήσια, ἢ οἷον θρόμβους αἵματος εὐανθεῖς,
5κατὰ τὴν ὀδμὴν ὅμοιον τῷ τῶν νηπίων, καὶ τὸ ποικίλον, τὸ δ’ αὐτὸ καὶ χρόνιον· γίνοιτο δ’ ἂν τοιοῦτον αἱματῶδες, ξυσματῶδες, χολῶ‐ δες, μέλαν, πρασοειδὲς, καὶ ὁμοῦ καὶ ἐναλλάξ. Θανατῶδες δὲ καὶ πᾶν ἐστι τὸ ἀναισθήτως διεξιόν.

622

Ποτὸν χαλεπῶς κατα‐ βρογχίζοντι, πνεύματι βηχώδει, ἐρευγμὸς ὑποσπώμενος, εἴσω κα‐ τειλούμενος, σημαίνει πόνον κοιλίης.

623

Πονηρὸν δὲ καὶ ἐξε‐ ρυθρώδεα τεταρταίοισι, καὶ αἱ τοιαῦται αἱμόῤῥοιαι, κωματώδεες· ἐκ τούτων σπασμῷ τελευτῶσι, μελάνων προδιελθόντων.

624

Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς.

625

Αἱ ἐξαίφνης παρά‐ λογοι ἐκλύσιες κοιλίης ἐν τοῖσι τετηκόσι χρονίοισιν, ἅμα ἀφωνίῃ τρομώδει, ὀλέθριοι· αἱ λεπταὶ μελάνων διαχωρήσιες αἱ φρικώδεες, βελτίους τοῖσι τοιούτοισιν· αἱ τοιαῦται ὠφελοῦσι μάλιστα κατὰ τὴν
5ἡλικίην, ᾗ προακμάζουσιν.

626

Πᾶσι τὰ κνησμώδεα μελάνων
διαχώρησιν σημαίνει καὶ ἔμετον θρομβώδεα· καὶ τρομώδεα σὺν δηγμῷ μετὰ κεφαλαλγίης, τὰ μέλανα διαχωρήματα· πρὸ τῶν τοιού‐ των ἔμετος διέρχεται, καὶ ἐμέσασι συχνὰ τοιαῦτα προσκατασπᾶται.728

627

Οἷσι δὲ ἐπὶ ταραχῆς κοιλίης παροξύνεται περὶ κρίσιν, κάτω μέλανα διέρχεται.

628

Ἐπὶ κοιλίῃ μακρῇ, ἐμετώδεσι, χολώδε‐ σιν, ἀποσίτοις, ἱδρὼς πολὺς μετὰ ἀδυναμίης ἐξαπίνης κτείνει.

629

Ἐν φαρμακείῃσιν ἐν περιῤῥῷ λεπτὸν συχνῶς αἷμα ἐκτη‐ κόμενον, φλαῦρον.

630

Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσιν ἅμα φρικώδεσιν, ἀποσίτοις, σμικρὰ ἐφυγραινο‐ μένης κοιλίης κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.

631

Ἅμα πυρετῷ κοιλίη ταραχώδης τρόπον ἁλμυρώδεα, κωματώδεσι νωθροῖς οὐ πάνυ παρέπεται.

632

Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπιώδει, κεφα‐ λαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἐξερύθρῳ χρώματι λυομένους ἐλπὶς ἐκμανῆναι.

633

Ἢν δύσπνοοι ἔωσι, πρὸς τὸ ἐκχλοιοῦσθαι εὔπνοον ἄσιτόν τε, κοιλίης ἐπεισελθούσης.

634

Τὰ καυματώ‐ δεα διαχωρήματα τόνον ἴσχοντα, κοιλίην πονηρευομένην σημαίνει.
730

635

Τοῖσι χολώδεσι κοιλίη ταραχώδης, μικρὰ πυκνὰ διαδιδοῦσα τονώδεα μικροῖσι μυξώδεσι, πόνον περὶ τὸ λεπτὸν ποιέουσι, καὶ οὖ‐ ρον οὐκ εὐλύτως ἰὸν, ἐς ὕδρωπα ἐκ τοιούτων ἀποτελευτᾷ.

636

Αἱ τρομώδεες γλῶσσαι, σημεῖον ἐνίοισι κοιλίης καταῤῥαγησομένης.

637

Οἷσι καῦμα γίνεται, ἐπάφρων διελθόντων, πυρετὸς παροξύνε‐ ται.

638

Ἐπὶ κοιλίῃσιν ὑγρῇσι κατάψυξις μεθ’ ἱδρῶτος, φλαῦ‐ ρον.

639

Ἐπὶ κοιλίῃσι ὑγρῇσι τὰ ἀπὸ οὔλων αἵματα ἐπιῤῥυέντα, θανατῶδες.

640

Διαχώρημα καθαρὸν ἐπιγενόμενον, λύει πυρετὸν
ὀξὺν μεθ’ ἱδρῶτος.732