TLG 0627 016 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: Prorrheticon

HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med.
(Cous: 5–4 B.C.)

Prorrheticon

Source: Littré, É. (ed.), Oeuvres complètes d’Hippocrate, vols. 5 and 9. Paris: Baillière, 5:1846; 9:1861 (repr. Amsterdam: Hakkert, 1962): 5:510–572; 9:6–74.

  • *Lib. 1: vol. 5, pp. 510–572
  • *Lib. 2: vol. 9, pp. 6–74

Citation: Book — section — (line)

1

t

ΠΡΟΡΡΗΤΙΚΟΣ Α.

1

.

1

Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.

1

.

2

Κοιλίης περίπλυσις ἐξέρυθρος, κα‐ κὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖσι προειρημένοισιν.

1

.

3

Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι, φρενιτικαί.

1

.

4

Τὰ ἐπὶ
ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν, ἐνῃωρημένα, ἐφιδρῶντα, φρενιτικά.510 in vol. 5

1

.

5

Ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναρ‐ γέα.

1

.

6

Ἀνάχρεμψις πυκνή γε, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά.

1

.

7

Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ, πυ‐ ρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε καὶ ἢν ἐφιδρῶσιν.

1

.

8

Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται, οἷον καὶ Θρασύ‐ νοντι.

1

.

9

Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ.

1

.

10

Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα, μετὰ κωφώσιος, ἀγρύπνῳ, ταχὺ ἐκμαίνει.

1

.

11

Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα σμι‐ κρὰ, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, πα‐ ρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριοι.
512 in vol. 5

1

.

12

Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὸ ἐπιεικὲς, πυκνὰ δὲ μεταπίπτειν, κα‐ κὸν τὸ τοιοῦτον· καὶ πτυελισμὸς κακόν.

1

.

13

Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις, κακὸν, ὡς καὶ τῷ Ἀρχεκράτει· ἦρά γε ἐπὶ τού‐ τοισι καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τουτέοισι κάκιστον.

1

.

14

Τοῖ‐ σιν ἐξισταμένοισι μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.

1

.

15

Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι, φρενιτικοὶ γίνονται.

1

.

16

Οἱ φρενιτικοὶ, βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες.

1

.

17

Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνὴ, ὄμματα ἐπίχνουν ἔχοντα, μανικὰ, οἷον καὶ ἡ τοῦ Ἑρμοζύγου, ἐκμανεῖσα ὀξέως, ἄφω‐ νος, ἀπέθανεν.

1

.

18

Ἐν πυρετῷ καυσώδει, ἤχων προσγενομέ‐ νων μετὰ ἀμβλυωγμοῦ, καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος, ἐξίστανται μελαγχολικῶς.

1

.

19

Αἱ παρακρούσιες σὺν φωνῇ κλαγ‐
γώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμε‐ ναι, ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον.514 in vol. 5

1

.

20

Αἱ τρο‐ μώδεες γλῶσσαι, σημεῖον οὐχ ἱδρυμένης γνώμης.

1

.

21

Ἐπὶ τοῖσι χολώδεσι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, ἄλλως τε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.

1

.

22

Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.

1

.

23

Αἱ μετὰ λυγγὸς ἀφωνίαι, κάκιστον.

1

.

24

Αἱ μετ’ ἐκλύσιος ἀφωνίαι, κάκιστον.

1

.

25

Ἐν ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομέ‐ νοισι πρόχειρον, πονηρόν· ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

1

.

26

Αἱ ἐπ’ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες.

1

.

27

Αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.

1

.

28

Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα.

1

.

29

Τὰ οὐρού‐
μενα, μὴ ὑπομνησάντων, ὀλέθρια· ἦρά γε τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;516 in vol. 5

1

.

30

Οἱ παλμώδεες δι’ ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν;

1

.

31

Τὰ ἐν φρενιτικοῖσι, μετὰ κα‐ ταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται.

1

.

32

Κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι· οἶμαι δὲ,
5καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν.

1

.

33

Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν.

1

.

34

Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.

1

.

35

Αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ’ ἑωυτοῖσιν.

1

.

36

Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ του‐ τέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνη‐ μίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι.

1

.

37

Τὰ κατὰ μη‐ ρὸν ἐν πυρετῷ ἀλγήματα ἔχει τι παρακρουστικὸν, ἄλλως τε καὶ ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ’ αὐτὸ γίγνεται παρακρου‐ στικὰ σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα.
518 in vol. 5

1

.

38

Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.

1

.

39

Οἱ ἐφιδρῶντες καὶ μάλιστα κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ’ οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν.

1

.

40

Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κα‐ κόν.

1

.

41

Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυρα‐ θώδεα κατ’ ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύ‐ μενος, κακόν.
520 in vol. 5

1

.

42

Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρο‐ μώδεα γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει;

1

.

43

Ἄκρεα ἐπ’ ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονη‐ ρόν.

1

.

44

Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν.

1

.

45

Φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

1

.

46

Ὄμμα ἀμαυ‐ ρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν.

1

.

47

Ὀξυ‐ φωνίη κλαγγώδης, πονηρόν.

1

.

48

Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.

1

.

49

Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν.

1

.

50

Τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.

1

.

51

Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται.522 in vol. 5

1

.

52

Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.

1

.

53

Ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κα‐ κόν· κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα· ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον;

1

.

54

Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον.

1

.

55

Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

1

.

56

Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες.

1

.

57

Δίψα παρα‐ λόγως λυθεῖσα ἐν ὀξέσι, κακόν.

1

.

58

Ἱδρὼς πολὺς, ἅμα πυρετοῖ‐ σιν ὀξέσι γιγνόμενος, φλαῦρος.

1

.

59

Καὶ οὖρα δὲ πέπονα, πονη‐
ρόν· καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας.524 in vol. 5

1

.

60

Καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλως τε καὶ ἐγγὺς ἀλλή‐ λων ἰόντων.

1

.

61

Ὁκόσα ἐν κρισίμοισιν ἀλυσμῷ ἀνιδρωτὶ περι‐ ψύχεται, κακόν· καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων, κακά.

1

.

62

Ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά.

1

.

63

Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν;

1

.

64

Μετὰ ῥίγεος ἄγνοια, κακόν· κακὸν δὲ καὶ λήθη.

1

.

65

Αἱ ἐκ ῥίγεος καταψύξιες, μὴ ἀναθερμαι‐ νόμεναι, κακαί.

1

.

66

Οἱ ἐκ καταψύξιος ἱδρώδεες, ἀναθερμαι‐ νόμενοι, κακόν· ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ ἐπιῤῥιγῶσαι, κακόν.

1

.

67

Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια, καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ’ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.

1

.

68

Οἱ ἐφι‐ δρῶντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.

1

.

69

Ἐξ ὀσφύος ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν.

1

.

70

Ὀδύνη ἐς στῆθος
ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν· ἐπιπυρετήναντες οὗτοι, καυστι‐ κοὶ ὀξέως, ἀποθνήσκουσιν.526 in vol. 5

1

.

71

Οἱ ἐπανεμεῦντες μέλανα, ἀπόσι‐ τοι, παράφοροι, καθ’ ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ, κε‐ κλεισμένον, τούτους μὴ φαρμακεύειν, ὀλέθριον γάρ· μηδὲ τοὺς ἐποιδέοντας, σκοτώδεας, ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, ἀποσίτους,
5ἀχρόους· μηδὲ τοὺς ἐν πυρετῷ κωματώδει κατακεκλασμένους, ὀλέ‐ θριον γάρ.

1

.

72

Καρδίης πόνος ἅμα ὑποχονδρίῳ ξυντόνῳ καὶ κε‐ φαλαλγίῃ, κακόηθες, καί τι ἀσθματῶδες· ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν, ὡς καὶ Λύσις ἐν Ὀδησσῷ; τουτέῳ καὶ οὖρα ἐζυμω‐ μένα ἐγένετο βιαίως, καὶ ἔρευθος.

1

.

73

Τραχήλου πόνος, κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ καὶ οἷσιν ἐκμανῆναι ἐλπίς.

1

.

74

Κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδρῶντες πυρετοὶ, κακοήθεες.

1

.

75

Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι, δύσφοροι, οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.
528 in vol. 5

1

.

76

Οἱ ἀσώδεες, ἀνημέτως παροξυνόμενοι, κακόν.

1

.

77

Κατά‐ ψυξις μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον.

1

.

78

Ἀπὸ κοιλίης λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ’ ἑωυτῷ, κακὸν, οἷον τῷ ἡπατικῷ.

1

.

79

Τὰ σμικρὰ ἐμέσματα χολώδεα, κακὸν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνῶσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέ‐ θριον.

1

.

80

Αἷς ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ, κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.

1

.

81

Ἐν πυρετοῖσι καυσώδεσιν, ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται.

1

.

82

Τὰ ἐξαίφνης ἀποπληκτικὰ λε‐ λυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ ὁ Νουμηνίου υἱός.

1

.

83

Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρ‐
δίην, πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν.530 in vol. 5

1

.

84

Ὄμ‐ ματος κατάκλεισις, ἐν ὀξέσι, κακόν.

1

.

85

Ἆρά γε τοῖσιν ἀσώ‐ δεσιν, ἀνημέτοισιν, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν;

1

.

86

Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, πνιγώδης, ὀλεθρίη ὀξέως.

1

.

87

Οἷς πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγώδης, ὁ σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευ‐ τῶν, ὡς συσπῶντός τινος, τὸ πνεῦμα γίνεται.

1

.

88

Οἱ κεφαλαλγι‐ κοὶ κατόχως παρακρούοντες, κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύ‐ νοντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.

1

.

89

Ἐπ’ ὀμμάτων διαστροφῇ, πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον· καὶ οἱ κωματώ‐ δεες ἐν τουτέοισι, κακόν.

1

.

90

Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδριον ὀδύναι, ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες· τουτέοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ, καὶ ἢν κοιλίη καταῤῥαγῇ, ὀλέθριον.

1

.

91

Οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσι μετὰ κρίσιν, οὗτοι τρομώδεες καὶ κωματώδεες τελευτῶσιν.
532 in vol. 5

1

.

92

Οἷσι καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα, ὑποχόνδρια, καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφιδρῶσιν, ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα, καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα
5σημαίνει; καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται· τὸ λαμ‐ πῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσ‐ σεται.

1

.

93

Οἷσι κῶμα γίνεται, ἐπάφρων προσδιελθόντων, πυ‐ ρετὸς παροξύνεται.

1

.

94

Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι
πυρετώδεες, χαλῶντα ὑπὸ σφᾶς, ἐπανιέντα, χρονιώτερον· ἐπιῤῥι‐ γῶσαι τουτέοισιν, οὐ πονηρόν.534 in vol. 5

1

.

95

Χεῖρες τρομώδεες, κεφαλαλ‐ γέες, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυ‐ μένα, οἷσι ταῦτα, μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον.

1

.

96

Αἱ μετ’ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριαι.

1

.

97

Πλευροῦ ἄλ‐ γημα ἐπὶ πτύσεσι χολώδεσιν, ἀλόγως ἀφανισθὲν, ἐξίστανται.

1

.

98

Ἐπὶ τραχήλου ἀλγήματι, κωματώδει, ἱδρώδει, κοιλίη φυση‐ θεῖσα, εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα ἐκ του‐ τέων ἄχολα, ἐξίστανται· τὰ τοιαῦτα διασωζόμενα μακροτέρως διανο‐ σέει. Ἦρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι, καὶ τὸ φυσῶδες536 in vol. 5
5ὄγκῳ προσωφελέει;

1

.

99

Κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀ‐ σπασίου υἱῷ· τὸ ἐπιῤῥιγοῦν τουτέοισιν ὀλέθριον· ἐκ τουτέων σπασμώ‐ δης γενηθεὶς, καὶ ἐμφυσηθεὶς, μακρότερον διανοσήσας, στόματι
5σῆψις χλωρὴ ἐπεγένετο.

1

.

100

Τὰ κατ’ ὀσφὺν κατὰ λεπτὸν χρόνια
ἀλγήματα, πρὸς ὑποχόνδριον γριφώμενα, ἀποσιτικὰ ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπα‐ σμώδει.538 in vol. 5

1

.

101

Τὰ ἐπιῤῥιγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνό‐ μενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖς ὕπνοις ἔστιν ὅτε οὖρα ὑφ’ ἑωυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.

1

.

102

Οἱ ἐξ ἀρχῆς ἐφιδρῶντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως περιψύχοντες, διὰ τα‐ χέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

1

.

103

Τῇ‐ σιν ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα, φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.

1

.

104

Τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.
540 in vol. 5

1

.

105

Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τουτέοισιν ἡ κρίσις ἐπιῤῥιγώσασιν· οὗτοι ἐπιῤῥιγέουσι, περὶ κοιλίην καύματι προκληθέντες.

1

.

106

Ὀσφύος πόνος, καὶ κεφαλαλ‐ γικῷ καὶ καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶ‐ δες.

1

.

107

Τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

1

.

108

Ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα, καὶ οὖρα λεπτὰ καὶ ὑδατώδεα, ὕποπτα.
542 in vol. 5

1

.

109

Φάρυγξ τρηχυνθεῖσα ἐπ’ ὀλίγον, καὶ κοιλίη διαβορβορύζουσα κενῇσιν ἐξαναστάσεσι, καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κο‐ πιώδεες, ἐν στρώμασι καὶ ἱματίοισιν ὀδυνώδεες, τὰ ἐκ τουτέων αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τουτέοισι σπασμώδης, καὶ τὰ ἐς
5μέτωπον ἀλγήματα βαρέα, καὶ οὔρησις δυσκολαίνουσα.

1

.

110

Καὶ οὔρου ἐπίστασις, οἷσι ῥίγεα ἐπὶ τοῖσι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.

1

.

111

Αἱ ἐς ἄκρητα τελευτῶσαι καθάρσιες, ἐν πᾶσι μὲν παροξυντικαὶ, ἐν τούτοισι δὲ καὶ πάνυ· ἐκ τοιου‐ τέων καὶ τὰ παρ’ οὖς ἀνίστανται.
544 in vol. 5

1

.

112

Αἱ ταραχώδεες θρασύτα‐ ται ἐπεγέρσιες σπασμώδεες, ἄλλως τε καὶ μεθ’ ἱδρῶτος.

1

.

113

Καὶ αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.

1

.

114

Πήχεων ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ
κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ ἐν ὕπνοισιν ἱδρῶτες, ἀγαθοί· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι546 in vol. 5
5πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.

1

.

115

Οἱ ἐν πυρετοῖσιν ἐφιδρῶντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμ‐ μένης, σπασμώδεες.

1

.

116

Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα, περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα· τὰ ἐπὶ τούτοισι ῥίγεα, [κύ‐ στιν καὶ κοιλίην] ἐπιλαμβάνοντα, ὀδυνώδεα· ἦρα τὸ κωματῶδες τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

1

.

117

Τὰ ἐν
ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες, δύσκολοι· ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι πολλῷ· ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ548 in vol. 5
5τοιουτέων μακροτέρως ἐπινοσέει· ἦρά γε περὶ κρίσιν οὗτοι βηχώ‐ δεες, δύσπνοοι;

1

.

118

Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀνα‐ διδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρα‐ κρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.

1

.

119

Οἱ ἐν ὑστερι‐ καῖσιν ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

1

.

120

Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

1

.

121

Ἦρά γε καὶ κατὰ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι, ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι;
550 in vol. 5

1

.

122

Σπασμώδεα, ἐν ἱδρῶτι πτύελα παραῤῥέοντα πυρετώδει ἐόντι, εὐήθεα· ἦρά γε του‐ τέοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἴομαι δὲ τουτέοι‐ σιν ἐς ἄρθρον ἀπόστημα ἔσεσθαι.

1

.

123

Τὰ ἐπ’ ὀλίγον θρασέως παρακρούοντα, μελαγχολικά· ἢν δὲ καὶ ἀπὸ γυναικείων ᾖ, θηριώ‐ δεα· ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει· ἦρά γε καὶ σπασμώδεες αὗται;
ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ552 in vol. 5
5σκυτέως θυγατρί· ἤρξατο γυναικείων παρεόντων.

1

.

124

Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ’ ἑωυ‐ τοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.

1

.

125

Τὰ ἀνάπαλιν αἱ‐ μοῤῥαγεῦντα, κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ τὰ καθ’ ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον.

1

.

126

Τὰ ἐκ ῥινῶν μικροῖς ἱδρῶσιν περιψυχόμενα κακοήθεα.

1

.

127

Μεθ’ αἱμοῤῥαγίην μελάνων δίοδος, κακόν· πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώ‐ δεα· ἦρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; κωματώδεες,
ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων554 in vol. 5
5καὶ κοιλίης ἐπαρθείσης.

1

.

128

Τὰ αἱμοῤῥαγέοντα ἐφιδροῦντα τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν.

1

.

129

Μεθ’ αἱμοῤῥαγίην βραχείην καὶ μελάνων διαχώρησιν, ἐν ὀξέσι, κώφωσις, κακόν· αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

1

.

130

Ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσιόντα, σημεῖα αἱμοῤῥώδεα, οἶμαι δὲ καὶ προγενόμενα.

1

.

131

Τὰ τε‐ ταγμένοισι χρόνοισιν αἱμοῤῥαγεῦντα, διψώδεα, ἐκχλοιούμενα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.

1

.

132

Τὰ εὐθὺ τα‐ ραχώδεα, ἄγρυπνα· ἀποστάξαντα ἑκταῖα, κουφισθέντα νύκτα, πονή‐ σαντα ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥαγήσει λαύρως· ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι ση‐
556 in vol. 5
5μαίνει;

1

.

133

Οἷσιν αἱμοῤῥαγίαι πλείους, προεληλυθότος χρό‐ νου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.

1

.

134

Ἐν κρισίμοισι περιψύξεσι τῶν αἱμοῤῥαγιῶν αἱ νεανικαὶ, κάκισται.

1

.

135

Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤ‐ ῥαγικοὶ, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.

1

.

136

Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμοῤῥαγεῖ, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἆρά γε καὶ φρίξαντα;

1

.

137

Κάτοχα, κεφα‐
λαλγικὰ, τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμοῤῥαγικά.558 in vol. 5

1

.

138

Οἷσι, κοιλίης ἐπιστάσης, αἱμοῤῥαγέει, καὶ ἐπιῤῥιγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἢ ἀσκαρίδες, ἢ ἀμφό‐ τερον;

1

.

139

Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖ‐ ρας ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως, καὶ κοιλίη καταῤῥήγνυται· τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπι‐ τοπουλύ.

1

.

140

Οἷσιν ἐφ’ αἱμοῤῥαγίῃ λαύρῳ πυκνῇ μελάνων
συχνῶν διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥαγέουσιν, οὗτοι κοιλίην ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι· ἦρά γε οἱ τοιοῦτοι ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν560 in vol. 5
5οὖρον οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές· ἐπίσυχνον δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

1

.

141

Οἷσιν ἂν ἀπὸ ῥινῶν ἐπὶ κω‐ φώσει καὶ νωθρίῃ μικρὰ ᾖ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος τουτέοισι ξυμφέρει καὶ κοιλίης ταραχή.

1

.

142

ᾟσιν ἐκ ῥίγεος πυρετοὶ κοπιώδεες, γυναικεῖα κατατρέχει· τράχηλος δ’ ἐν τούτοι‐ σιν ὀδυνώδης, αἱμοῤῥαγικόν.

1

.

143

Τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμοῤῥαγέει, ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ· ἴσως δὲ καὶ δυσεντερικόν.

1

.

144

Οἱ κατὰ κοιλίην παλμοὶ, ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ, ὀγκώδει, αἱμοῤῥαγικοί· φρικώδεες οὗτοι.562 in vol. 5

1

.

145

Τὰ ἐκ ῥινῶν λαῦρα, βίῃ ἀποληφθέντα, ἔστιν οἷσι σπασμοὺς προσάγεται, φλεβοτομίη λύει.

1

.

146

Αἱ πυκναὶ καὶ κατὰ μικρὰ ἐπαναστά‐ σιες ὑπόξανθοι, γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ’ ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ, ἰκτεριώδεες· ἦρά γε, ἐπι‐ στάντων τούτων, ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥαγέειν του‐
5τέους· τὰ γὰρ ἐς ὀσφὺν ἀλγήματα ἐν τουτέοισιν, αἱμοῤῥαγικά.

1

.

147

Ὑποχονδρίου ἔντασις μετὰ καρηβαρίης καὶ κωφώσιος, καὶ τὰ πρὸς αὐγὰς ὀχλέοντα, αἱμοῤῥαγικά.

1

.

148

Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν ἐπιστάξῃ.

1

.

149

Τὰ ἐν φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα, παραλόγως ἀγρυπνέοντα, αἱμοῤῥαγήσειν οἴομαι.
564 in vol. 5

1

.

150

Οἷσιν ἐξ ἀρχῆς αἱμοῤῥαγίαι λαῦραι, ῥῖγος ἵστησιν.

1

.

151

Ἐξ αἱμοῤ‐ ῥαγίης ῥίγεα, μακρά.

1

.

152

Οἷσι κεφαλαλγίαι καὶ τραχήλου πό‐ νοι, καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμοῤῥα‐ γίαι λύουσιν· ἀτὰρ καὶ οὗτοι χρόνῳ λύονται.

1

.

153

Οὖρα τοῖσι παρ’ ὦτα ταχὺ καὶ ἐπ’ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ κατα‐ ψύχεσθαι ὧδε, πονηρόν.

1

.

154

Τὰ ὑποκαρώδεα καὶ ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταῤῥήγνυται· ἴσως δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται· ἦρα τούτοισι καὶ τὰ παρὰ τὰ ὦτα;

1

.

155

Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα, πονηρὰ, ἄλ‐ λως τε καὶ προκαρωθέντα· τὰ παρ’ οὖς, ἦρα ἐπὶ τούτοισιν ἐλπίς;

1

.

156

Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή· ἆρά γε ἐκ τοιουτέων ὑποχόνδριον ὀδυνᾶται; δοκέω δὲ δεξιόν· ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ’ ὦτα τουτέοισιν ὀδυνώδεα ἐπ’ ὀλίγον; κοιλίη καταῤῥαγεῖσα τουτέοισιν, ὀλέθριον.
566 in vol. 5

1

.

157

Ἐν τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ’ οὖς μάλιστα.

1

.

158

Ἐπὶ εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ’ οὖς ἐπαρθέντα κτείνει.

1

.

159

Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ’ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι ἐπιγένηται, καὶ τοῖσι κωματώ‐ δεσιν ἐπὶ τούτοισι μᾶλλον.
568 in vol. 5

1

.

160

Τὰ παρ’ ὦτα, φλαῦρα τοῖσι παραπληκτικοῖσιν.

1

.

161

Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ’ οὖς ἀνίστησιν.

1

.

162

Τὸ σπασμῶδες, τρομῶ‐ δες; ἀσῶδες, κατόχως, σμικρὰ παρ’ οὖς ἀνίστησιν.

1

.

163

Ἦρά γε οἷσι τὰ παρ’ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυ‐ ται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα
5ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ’ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.

1

.

164

Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ’ ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ’ ὦτα μεγάλα ἀνίσταται.

1

.

165

Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμι‐
κρὰ, ἐν τούτοισι τὰ παρ’ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον.570 in vol. 5

1

.

166

Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ’ οὖς ἀνίστησιν.

1

.

167

Βηχία λεπτὰ μετὰ πτυε‐ λισμοῦ ὄντα τὰ παρ’ οὖς λαπάσσει.

1

.

168

Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ’ οὖς τι ἐξερεύγεται.

1

.

169

Ὑποχονδρίου σύν‐ τασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ’ οὖς ἐπαίρει.

1

.

170

Τὰ ἐπώδυνα παρ’ οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.572 in vol. 5

2

t

ΠΡΟΡΡΗΤΙΚΟΝ. ΒΙΒΛΙΟΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

2

.

1

Τῶν ἰητρῶν προῤῥήσιες ἀπαγγέλλονται συχναί τε καὶ καλαὶ καὶ θαυμασταὶ, οἵας ἐγὼ μὲν οὔτ’ αὐτὸς προεῖπον οὔτ’ ἄλλου του ἤκουσα προλέγοντος. Εἰσὶ δ’ αὐτῶν αἱ μὲν τοιαίδε· ἄνθρωπον δοκέειν ὀλέθριον εἶναι καὶ τῷ ἰητρῷ τῷ μελεδαίνοντι αὐτέου καὶ τοῖσιν ἄλ‐
5λοισιν, ἐπεισιόντα δὲ ἰητρὸν ἕτερον εἰπεῖν ὅτι ὁ μὲν ἄνθρωπος οὐκ ἀπολεῖται, ὀφθαλμῶν δὲ τυφλὸς ἔσται· καὶ παρ’ ἕτερον δοκέοντα παγκάκως ἔχειν εἰσελθόντα προειπεῖν τὸν μὲν ἄνθρωπον ἀναστή‐ σεσθαι, χεῖρα δὲ χωλὴν ἕξειν καὶ ἄλλῳ τῳ δοκέοντι οὐ περιέσεσθαι εἰπεῖν αὐτὸν μὲν ὑγιέα ἔσεσθαι, τῶν δὲ ποδῶν τοὺς δακτύλους μελαν‐
10θέντας ἀποσαπήσεσθαι· καὶ τἄλλα τοιουτότροπα προῤῥήματα λέγεται ἐν τοιουτέῳ τῷ εἴδει. Ἕτερος δὲ τρόπος προῤῥήσιος, ὠνεομένοισί τε καὶ διαπρησσομένοισι προειπεῖν τοῖσι μὲν θανάτους, τοῖσι δὲ μανίας, τοῖσι δὲ ἄλλας νούσους, ἐπὶ πᾶσι τούτοισί τε καὶ τοῖσι προτέροισι χρόνοισι προφητίζειν καὶ πάντα ἀληθεύειν. Ἄλλο τε δὲ σχῆμα προῤ‐
15ῥήσεων τόδε λέγεται· τοὺς ἀθλητὰς γινώσκειν καὶ τοὺς τῶν νούσων εἵνεκα γυμναζομένους τε καὶ ταλαιπωρέοντας, ἤν τι τοῦ σιτίου ἀπο‐ λίπωσιν, ἢ ἑτεροῖόν τι φάγωσιν, ἢ ποτῷ πλέονι χρήσωνται, ἢ τοῦ περιπάτου ἀπολίπωσιν, ἢ ἀφροδισίων τι πρήξωσι· τούτων πάντων
οὐδὲν λανθάνει, οὐδ’ εἰ σμικρόν τι εἴη ἀπειθήσας ὥνθρωπος.6 in vol. 9
20Οὕτως ἐξηκριβῶσθαι οὗτοι πάντες οἱ τρόποι λέγονται τῶν προῤῥη‐ σίων. Ἐγὼ δὲ τοιαῦτα μὲν οὐ μαντεύσομαι, σημεῖα δὲ γράφω οἷσι χρὴ τεκμαίρεσθαι τούς τε ὑγιέας ἐσομένους τῶν ἀνθρώπων καὶ τοὺς ἀπο‐ θανουμένους, τούς τε ἐν ὀλίγῳ χρόνῳ ἢ ἐν πολλῷ ὑγιέας ἐσομένους ἢ ἀπολουμένους· γέγραπται δέ μοι καὶ περὶ ἀποστασίων ὡς χρὴ
25ἐπισκέπτεσθαι ἑκάστας.

2

.

2

Δοκέω δὲ καὶ τοὺς προειπόντας περί τε τῶν χωλωσίων καὶ τῶν ἄλλων τῶν τοιουτέων ἤδη ἀποστηριζομένου τοῦ νοσήματος προει‐ πεῖν, καὶ δήλου ἐόντος ὅτι οὐ παλινδρομήσει ἡ ἀπόστασις, εἴ περ νόον εἶχον, πολὺ μᾶλλον ἢ πρὶν ἄρχεσθαι τὴν ἀπόστασιν γινομένην.
5Ἐλπίζω δὲ καὶ τἄλλα προῤῥηθῆναι ἀνθρωπινωτέρως ἢ ὅσα περ τοῖσιν ὠνεομένοισί τε καὶ περναμένοισι λέγεται προῤῥηθῆναι, θανάτους τε καὶ νοσήματα καὶ μανίας. Ταῦτα δέ μοι δοκέει τοιαῦτα γενέσθαι, καὶ οὐδέν τι δοκέει χαλεπὰ εἶναι προειπεῖν τῷ βουλομένῳ τὰ τοιάδε διαγωνίζεσθαι. Πρῶτον μὲν γὰρ τοὺς ὑφύδρους τε καὶ φθινώδεας τίς
10οὐκ ἂν γνοίη; ἔπειτα τοὺς παραφρονήσοντας ἐστὶ μὴ πολὺ λανθάνειν, εἴ τις εἰδείη οἷσι τὸ νόσημα τοῦτο ἢ ξυγγενές ἐστιν, ἢ πρόσθεν ποτ’ ἐμάνησαν· εἰ γὰρ οὗτοι οἱ ἄνθρωποι οἰνόφλυγες εἶεν, ἢ κρεηφα‐ γοῖεν, ἢ ἀγρυπνοῖεν, ἢ τῷ ψύχει ἢ τῷ θάλπει ἀλογίστως ὁμιλοῖεν,
πολλαὶ ἐλπίδες ἐκ τουτέων τῶν διαιτημάτων παραφρονῆσαι αὐτούς.8 in vol. 9
15Τούς τε τὰς αἱμοῤῥοΐδας ἔχοντας, εἴ τις ὁρῴη τοῦ χειμῶνος πολυ‐ ποτέοντάς τε καὶ εὐχρόους ἐόντας, ἔστι προειπεῖν ἀμφὶ τούτων· ἐς γὰρ τὸ ἔαρ καταῤῥαγῆναι τὸ αἷμα πολλαὶ ἐλπίδες, ὥστε ἀχρόους τε καὶ ὑδαλέους ὑπὸ τὴν θερείην τούτους εἶναι. Ἀλλὰ χρὴ προλέγειν κατα‐ μανθάνοντα πάντα ταῦτα, ὅστις τῶν τοιουτέων ἐπιθυμέει ἀγωνι‐
20σμάτων· ἐστὶ γὰρ ἐκ τῶν γεγραμμένων προειπεῖν καὶ θάνατον καὶ μανίην καὶ εὐεξίην. Εἴποιμι δ’ ἂν καὶ ἄλλα πάμπολλα τοιαῦτα, ἀλλὰ τὰ εὐγνωστότατα ἔδοξέ μοι γράψαι· συμβουλεύω δὲ ὡς σωφρονε‐ στάτους εἶναι καὶ ἐν τῇ ἄλλῃ τέχνῃ καὶ ἐν τοῖσι τοιούτοισι προῤῥή‐ μασι, γνόντας ὅτι ἐπιτυχὼν μὲν ἄν τις τοῦ προῤῥήματος θαυμασθείη
25ὑπὸ τοῦ ξυνιόντος ἀλγέοντος, ἁμαρτὼν δ’ ἄν τις πρὸς τῷ μισεῖσθαι τάχ’ ἂν καὶ μεμηνέναι δόξειεν. Ὧν δὴ ἕνεκα κελεύω σωφρόνως τὰ προῤῥήματα ποιέεσθαι καὶ τἄλλα πάντα ταῦτα· καίτοι γε ἀκούω καὶ ὁρῶ οὔτε κρίνοντας ὀρθῶς τοὺς ἀνθρώπους τὰ λεγόμενά τε καὶ ποιεύμενα ἐν τῇ τέχνῃ οὔτ’ ἀπαγγέλλοντας.

2

.

3

Ἀμφὶ δὲ τῶν γυμναζομένων καὶ ταλαιπωρεόντων τὰς μὲν ἀτρεκείας τὰς λεγομένας ὡς λέγουσιν οἱ λέγοντες οὔτε δοκέω εἶναι, οὔτ’ εἴ τις δοκέει, κωλύω δοκέειν· ὑπὸ σημείου μὲν γὰρ οὐδενὸς βλάπτεται τὰ ὑπονοήματα οὔτε καλοῦ οὔτε κακοῦ, ᾧ χρὴ πιστεύσαντα
5εἰδέναι εἴτε ὀρθῶς ἀπήγγελται εἴτ’ οὔ· ἄλλως δὲ ἐκποιέει τῷ βου‐ λομένῳ πιστεύειν, οὐ γὰρ ἐμποδὼν ἵσταμαι. Δοκέω δὲ αὐτῶν εἴ τι ἀληθὲς λέγεται ἢ τῶνδε τῶν περὶ τοὺς γυμναζομένους, ἢ ἐκείνων τῶν πρότερον γεγραμμένων, πρῶτον μὲν τῶν σημείων ὧν λέγω τεκμήρασθαι τοῦτο γνόντα, ἔπειτα ἐνδοιαστῶς τε καὶ ἀνθρωπίνως
10προειπεῖν, ἅμα δὲ καὶ τοὺς ἀπαγγέλλοντας τερατωδεστέρως διηγεῖ‐ σθαι ἢ ὡς ἐγένετο. Ἐπεὶ οὐδ’ ἐν τῇσι νούσοισιν εὐπετὲς γινώσκειν
τὰ ἁμαρτήματα· καί τοι κατάκεινταί γε οἱ ἄνθρωποι καὶ διαιτήμασιν ὀλιγοτρόφοισι χρῶνται, ὥστε μὴ πάμπολλα δεῖ ὁρᾶσθαι ὑποσκεπτό‐ μενον τὸν μελεδαίνοντα. Οἱ μὲν γὰρ πίνουσι μόνον, οἱ δὲ πρὸς τῷ10 in vol. 9
15πίνειν ἢ ῥόφημα ἢ σιτίον ὀλίγιστον ἐπιφέρονται· ἀνάγκη οὖν ἐν τῷ τοιούτῳ τοὺς μὲν τῷ ποτῷ πλέονι χρησαμένους δυσπνοωτέρους γίνεσθαι, καὶ οὐρέοντας πλέον φαίνεσθαι, τοὺς δὲ τῷ ῥοφήματι ἢ τῷ σιτίῳ πλεονάσαντας διψᾷν τε μᾶλλον καὶ πυρεταίνειν· εἰ δέ τις ἀμ‐ φότερα, καὶ τῷ ποτῷ καὶ τοῖσι περὶ τὰ σιτία ἀμέτρως χρήσαιτο, πρὸς
20τῷ πυρεταίνειν καὶ δυσπνοεῖν καὶ τὴν γαστέρα περιτεταμένην ἂν καὶ μείζω ἔχειν. Ἔξεστι δὲ καὶ ταῦτα πάντα καταβασανίζειν κάλ‐ λιστα καὶ τἄλλα τοῖσι δοκιμίοισιν, οἷσιν ἔχομέν τε καὶ χρεόμεθα εὖ πάντα. Πρῶτον μὲν γὰρ τῇ γνώμῃ τε καὶ τοῖσιν ὀφθαλμοῖσιν ἄν‐ θρωπον κατακείμενον ἐν τῷ αὐτῷ καὶ ἀτρεκέως διαιτώμενον ῥᾷόν
25ἐστι γνῶναι, ἤν τι ἀπειθήσῃ, ἢ περιοδοιπορέοντα καὶ πάμπολλα ἐσθίοντα· ἔπειτα τῇσι χερσὶ ψαύσαντα τῆς γαστρός τε καὶ τῶν φλεβῶν ἧσσόν ἐστιν ἐξαπατᾶσθαι ἢ μὴ ψαύσαντα. Αἵ τε ῥῖνες ἐν μὲν τοῖσι πυρεταίνουσι πολλά τε καὶ καλῶς σημαίνουσιν· αἱ γὰρ ὀδμαὶ μέγα διαφέρουσιν· ἐν δὲ τοῖσιν ἰσχύουσί τε καὶ ὀρθῶς διαιτωμένοισιν οὐκ
30οἶδα τί ἂν χρησαίμην, οὐδ’ ἐν τούτῳ τῷ δοκιμίῳ. Ἔπειτα τοῖς ὠσὶ τῆς φωνῆς ἀκούσαντα καὶ τοῦ πνεύματος, ἔστι διαγινώσκειν, ἃ ἐν τοῖσιν ἰσχύουσιν οὐχ ὁμοίως ἐστὶ δῆλα. Ἀλλ’ ὅμως πρόσθεν ἢν μὴ τὰ ἤθεα τῶν νοσημάτων τε καὶ τῶν ἀλγεόντων ἐκμάθῃ ὁ ἰητρὸς, οὐ
χρὴ προλέγειν οὐδέν· καὶ γὰρ ἂν δυσπνούστερος ὥνθρωπος γένοιτο,12 in vol. 9
35ἔτι πλανωμένης τῆς νούσου, καὶ πυρετήνειεν ὀξυτέρῳ πυρὶ, καὶ ἡ γαστὴρ ἐπιταθείη· ὥστε διὰ ταῦτα οὐκ ἀσφαλὲς προλέγειν πρόσθεν πρὶν ἂν κατάστασιν λαβεῖν τὸ νόσημα· μετὰ δὲ τοῦτον τὸν χρόνον ὅ τι ἂν παράλογον γένηται λέγειν χρή. Δῆλα δὲ τὰ διὰ τὴν ἀπει‐ θίην γινόμενα κακά· αἵ τε γὰρ δύσπνοιαι καὶ τἄλλα ταῦτα τῇ ὑστε‐
40ραίῃ πεπαύσεται, ἢν δι’ ἁμαρτάδα γένηται· ἢν οὖν τις ταύτην τὴν κρίσιν προϊδὼν λέγῃ, οὐχ ἁμαρτήσεται.

2

.

4

Ἐγὼ μὲν νῦν τόνδε τὸν τρόπον ἐσηγέομαι τῶν ἐπισκεψίων, καὶ περὶ τῶν οἴκοι μενόντων, οἷα ἐξαμαρτάνουσιν, καὶ περὶ τῶν γυμναζομένων τε καὶ τῶν ἄλλων πάντων· τὰς δ’ ἀκριβείας κείνας ἀκούω τε καὶ καταγελῶ τῶν ἀπαγγελλόντων· σμικρὰ μὲν γὰρ
5ἀπειθούντων τῶν ἀνθρώπων, οὐκ οἶδ’ ὅπως ἂν ἐλέγξαιμι· εἰ δ’ εἴη μείζονα τὰ ἁμαρτήματα, ὅντινα τρόπον ἐπισκέπτεσθαι χρὴ γράφω. Χρὴ δὲ πρῶτον μὲν τὸν ἄνθρωπον ἐν ᾧ μέλλει τις γνώσεσθαι τὰ ἀπειθεύμενα, ἅπασαν ἡμέρην ὁρᾷν ἐν τῷ αὐτῷ τε χωρίῳ καὶ τὴν αὐτὴν ὥρην, μάλιστά τ’ ἦμος ἠέλιος νεωστὶ καταλάμπει· τοῦτον
10γὰρ τὸν χρόνον ὑποκεκενωμένος ἂν εἴη, καὶ νῆστις ἂν ἔτι ἐστὶ, καὶ τεταλαιπωρηκὼς οὐδὲν πλὴν τῶν ὀρθρινῶν περιπάτων, ἐν οἷς ἥκιστα ἀπειθεῖ, ἤν γε ἐπανεγερθεὶς ὥνθρωπος ἐς τὴν περίοδον καταστῇ, ὥστε ἀνάγκη τὸν δικαίως διαιτώμενον μάλιστα ταύτην τὴν ὥρην ὁμαλῶς ἔχειν τὴν κατάστασιν τοῦ χρώματός τε καὶ τοῦ ξύμπαντος σώματος,
15διὸ καὶ ὁ ἐπιμελόμενος ὀξύτατός τ’ ἂν εἴη καὶ τὸν νόον καὶ τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦτον τὸν χρόνον. Ἐνθυμέεσθαι δὲ χρὴ καὶ τοῦ ἀν‐ θρώπου τῆς τε γνώμης τοὺς τρόπους, τοῦ τε σώματος τὴν δύναμιν·
ἄλλοι γὰρ ἄλλα ῥηϊδίως ἐπιτελοῦσι τῶν προστασσομένων καὶ χα‐ λεπῶς. Πρῶτον μὲν οὖν ὁ λιμαγχεόμενος εἰ πλείονα φάγοι τε καὶ14 in vol. 9
20πίοι, τούτοισι δῆλος ἔσται· καὶ ὀγκηρότερον αὐτοῦ τὸ σῶμα φανεῖται, καὶ λιπαρώτερον καὶ εὐχρούστερον ἔσται, ἢν μὴ κακῶς διακεχωρήκῃ τὰ ἀπὸ τῆς γαστρὸς αὐτῷ· ἔσται δὲ καὶ εὐθυμότερος ἐν τῇ ταλαι‐ πωρίῃ. Σκεπτέον δὲ καὶ ἤν τι ἐρυγγάνῃ ἢ ὑπὸ φύσης ἔχηται· ταῦτα γὰρ προσήκει γίνεσθαι τοῖσιν ὧδε διακειμένοισιν ἐπὶ ταύτῃ τῇ ἁμαρ‐
25τάδι. Ἢν δὲ ἐσθίειν τε ἤδη ἀναγκαζόμενος συχνὰ καὶ ταλαιπωρέειν ἰσχυρῶς, ἢ τὸ σιτίον μὴ καταφάγῃ, ἢ θωρηχθῇ, ἢ μὴ περιέλθῃ ἀπὸ τοῦ δείπνου συχνοῦ, ὧδ’ ὑποσκέπτεσθαι· τὸ μὲν δεῖπνον εἰ καταφάγοι, περιπατήσαι δὲ τὰ μεμαθηκότα, ἡδίων τε ἂν προσιδεῖν, ὀξύτερός τε καὶ ἐργαστικώτερος ἐν τοῖσι γυμνασίοισιν· ὁ δ’ ἀπόπατος σμικρότε‐
30ρός τε καὶ ξυνεστηκὼς μάλιστ’ ἂν τούτῳ γένοιτο. Ἢν δὲ τὸ δεῖπνον καταφαγὼν μὴ περιπατήσῃ, ἐρυγγάνοι τ’ ἂν καὶ φυσώδης εἴη, καὶ πλῆθος οὐκ ἔλασσον φαίνοιτο, καὶ ἱδρώη ἂν μᾶλλον ἢ πρόσθεν ἐν τῇ ταλαιπωρίῃ, καὶ δύσπνοος ἂν εἴη καὶ βαρύς· αἵ τε διέξοδοι τῆς κοιλίης μέζονές τε καὶ ἧσσον γλίσχραι τουτέῳ γένοιντ’ ἄν. Εἰ δὲ
35μήτε τὸ σιτίον καταναλώσειε, μήτε περιπατήσειε, νωθρότερος ἂν εἴη καὶ ὀκνωδέστερος. Εἰ δὲ μεθυσθείη, ἱδρώη τ’ ἂν μᾶλλον ἢ πρόσθεν, καὶ δύσπνοος ἂν εἴη, καὶ βαρύτερος αὐτὸς ἑωυτοῦ καὶ ὑγρότερος· εἴη δ’ ἂν καὶ εὐθυμότερος, ἢν μή τι αὐτῷ ἡ κεφαλὴ ἀνιῷτο. Γυναικὶ δὲ χρησάμενος ἅπαξ, ὀξύτερός τ’ ἂν εἴη καὶ λελυ‐
40μένος μᾶλλον· εἰ δὲ πλειστάκις διαπρήξαιτο, σκληρότερος ἂν γέ‐
νοιτο, καὶ αὐχμηρόν τι ἔχων, καὶ ἀχρούστερός τε καὶ κοπιώδης μᾶλλον. Ἀποπάτους δὲ χρὴ διαχωρέειν τοῖσι ταλαιπωρέουσιν, ἔστ’ ἂν ὀλιγοσιτέωσί τε καὶ ὀλιγοποτέωσι, σμικρούς τε καὶ σκληροὺς, ἀνὰ δὲ πᾶσαν ἡμέρην· ἢν δὲ διὰ τρίτης, ἢ τετάρτης, ἢ διὰ πλέονος16 in vol. 9
45χρόνου διαχωρέῃ, κίνδυνος ἢ πυρετὸν ἢ διαῤῥοίην ἐπιλαβεῖν. Ὅσα δὲ ὑγρότερά ἐστι τῶν διαχωρημάτων ἢ ὥστε ἐκτυποῦσθαι ἐν τῇ διεξόδῳ, ταῦτα δὲ πάντα κακίω. Τοῖσι δὲ συχνὰ ἐσθίουσιν ἤδη καὶ πολλὰ ταλαιπωρέουσι τὴν διέξοδον χρὴ μαλθακὴν ἐοῦσαν ξηρὴν εἶναι, πλῆθός τε τῶν εἰσιόντων κατὰ λόγον καὶ τῆς ταλαιπωρίης·

2

.

4

(50)

διαχωρέει δὲ ἀπὸ τῶν ἴσων σιτίων τοῖσι μὲν ἐλάχιστα ταλαιπωρέουσι πλεῖστα, τοῖσι δὲ ταλαιπωρέουσι πλεῖστα σμικρὸν, ἢν ὑγιαίνωσί τε καὶ δικαίως διαιτῶνται· ἄλλα πρὸς ταῦτα συμβάλλεσθαι. Αἱ δὲ ὑγρότεραι τῶν διαχωρήσεων καὶ ἄτερ πυρετῶν γινόμεναι, καὶ ἑβδο‐ μαῖαι, καὶ θᾶσσον κρινόμεναι, λυσιτελέες, ἐς ἅπαξ πᾶσαι γινόμεναι,
55καὶ μὴ ὑποστρέφουσαι· εἰ δ’ ἐπιπυρεταίνοιεν οἱ ἄνθρωποι, ἢ ὑπο‐ στρέφοιεν αἱ διάῤῥοιαι, εἰ μακραὶ γίγνοιντο, πάντως πονηραὶ, εἴ τε χολώδεες εἴησαν, εἴ τε φλεγματώδεες, εἴ τε ὠμαὶ, καὶ διαιτημά‐ των τε ἰδίων προσδεόμεναι ἕκασται, καὶ φαρμακευσίων ἄλλαι ἄλ‐ λων. Οὖρον δὲ χρὴ κατά τε τὸ τοῦ πινομένου πλῆθος διουρέεσθαι,
60καὶ ἴσον αἰεὶ, καὶ ἀθρόον ὡς μάλιστα, καὶ ῥοπῇ ὀλίγῳ παχύτερον ἢ οἷον ἐπόθη. Εἰ δὲ εἴη ὑδατῶδές τε καὶ πλεῖον τοῦ προστασσομέ‐ νου πίνεσθαι, σημαίνει μὴ πείθεσθαι τὸν ἄνθρωπον, ἀλλὰ πλέονι ποτῷ χρῆσθαι, ἢ οὐ δύνασθαι ἀνατραφῆναι, ἔστ’ ἂν τὰ τοιαῦτα ποιέῃ τὸ οὖρον. Εἰ δὲ κατ’ ὀλίγον τρύζοι τὸ οὖρον, σημαίνει ἢ φαρμακεύ‐
65σιος δεῖσθαι τὸν ἄνθρωπον, ἢ νόσημά τι τῶν περὶ κύστιν ἔχειν.
Αἷμα δὲ οὐρῆσαι ὀλιγάκις μὲν καὶ ἄτερ πυρετοῦ καὶ ὀδύνης οὐδὲν κακὸν σημαίνει, ἀλλὰ κόπων λύσις γίνεται· εἰ δὲ πολλάκις οὐρέοι, ἤ τι τούτων προσγίνοιτο, δεινόν· ἀλλὰ προλέγειν, ἤν τε ξὺν ὀδύνῃ‐ σιν οὐρέηται, ἤν τε ξὺν πυρετῷ, πῦον ἐπιδιουρήσειν, καὶ οὕτω παύ‐18 in vol. 9
70σεσθαι τῶν ἀλγεόντων. Παχὺ δὲ οὖρον λευκὴν ὑπόστασιν ἔχον ση‐ μαίνει ἢ περὶ τὰ ἄρθρα τινὰ ὀδύνην καὶ ἔπαρσιν ἢ περὶ τὰ σπλάγχνα· χλωρὴν δὲ, καθαρσίην τοῦ σώματος δηλοῖ ἢ περὶ τὰ σπλάγχνα καὶ τούτων ὀδύνην τε καὶ ἔπαρσιν. Αἱ δ’ ἄλλαι ὑποστά‐ σεις αἱ ἐν τοῖσιν οὔροισι τῶν γυμναζομένων πᾶσαι ἀπὸ τῶν νοση‐
75μάτων γίνονται τῶν περὶ τὴν κύστιν· δῆλον δὲ ποιήσουσι, ξὺν ὀδύ‐ νῃσί τε γὰρ ἔσονται καὶ δυσαπάλλακτοι. Καὶ ταῦτα μὲν γράφω περὶ τούτων, καὶ λέγω τοιαῦτα ἕτερα. Ὧν δὲ δι’ ἀκρίβειαν κατηγορέονται τῶν προῤῥήσεων, τοῖσι μὲν αὐτῶν αὐτὸς ξυνεγενόμην, τῶν δὲ παισί τε καὶ μαθητῇσιν ἐλεσχηνευσάμην, τῶν δὲ ξυγγράμματα ἔλαβον·
80ὥστε, εὖ εἰδὼς οἷα ἕκαστος αὐτῶν ἐφρόνει, καὶ τὰς ἀκριβείας οὐδα‐ μοῦ εὑρὼν, ἐπεχείρησα τάδε γράφειν.

2

.

5

Περὶ δὲ τῶν ὑδρώπων τε καὶ φθισίων, καὶ τῶν ποδαγρῶν, τῶν τε λαμβανομένων ὑπὸ τῆς ἱερῆς νόσου καλεομένης, τάδε λέγω, κατὰ μέν τι περὶ πάντων τὸ αὐτό· ᾧ γὰρ ξυγγενές τι τουτέων τῶν νοσημά‐
των, ἔστιν εἰδέναι δυσαπάλλακτον ἐόντα· τὰ δὲ ἄλλα καθ’ ἕκαστον γράψω.20 in vol. 9

2

.

6

Χρὴ δὲ τὸν ὑπὸ τοῦ ὕδρωπος ἐχόμενον καὶ μέλλοντα περιέσε‐ σθαι εὔσπλαγχνόν τε εἶναι, καὶ ἀνατείνεσθαι κατὰ φύσιν ἅμα πέπτε‐ σθαί τε εὐπετέως, εὔπνοόν τ’ ἐόντα ἀνώδυνον εἶναι, καὶ χλιαρὸν ὁμαλῶς πᾶν τὸ σῶμα ἔχειν καὶ μὴ περιτετηκὸς περὶ τὰ ἔσχατα·
5κρέσσον δὲ ἐπάρματα μᾶλλον ἔχειν ἐν τοῖσιν ἀκρωτηρίοισιν, ἄριστον δὲ μηδὲ ἕτερον τούτων, ἀλλὰ μαλακά τε χρὴ καὶ ἰσχνὰ εἶναι τὰ ἀκρωτήρια· καὶ τὴν γαστέρα μαλθακὴν εἶναι ψαυομένην· βῆχα δὲ μὴ προσεῖναι, μηδὲ δίψαν, μηδὲ τὴν γλῶσσαν ἐπιξηραίνεσθαι, ἔν τε τῷ ἄλλῳ χρόνῳ καὶ μετὰ τοὺς ὕπνους, γίνεται δὲ ταῦτα κάρτα· τὰ
10δὲ σιτία ἡδέως δέχεσθαι, καὶ ἐσθίοντα ἱκανὰ μὴ πονεῖσθαι· τὴν δὲ κοιλίην πρὸς μὲν τὰ φάρμακα ὀξέην εἶναι, τὸν δ’ ἄλλον χρόνον δια‐ χωρέειν μαλθακὸν ἐκτετυπωμένον· τὸ δὲ οὖρον φαίνεσθαι περαιού‐ μενον πρὸς τὰ ἐπιτηδεύματα καὶ τῶν οἴνων τὰς μεταβολάς· τὴν δὲ ταλαιπωρίην εὐπετῶς φέρειν, καὶ ἄκοπον εἶναι. Ἄριστον μὲν οὕτω
15πάντα διακεῖσθαι τὸν ἄνθρωπον, καὶ ἀσφαλέστατ’ ἂν γένοιτο ὑγιής· εἰ δὲ μὴ, ὡς πλεῖστα τουτέων ἐχέτω, ἐν ἐλπίδι γὰρ ἔσται περιγενέ‐ σθαι· ὃς δ’ ἂν μηδὲν τούτων ἔχῃ, ἀλλὰ τὰ ἐναντία, ἀνέλπιστον ἐόντα εἰδέναι· ὃς δ’ ἂν τούτων ὀλίγα ἔχῃ, ἃ φημὶ χρηστὰ εἶναι τῷ ὑδρω‐ πιῶντι προσόντα, ὀλίγαι ἐλπίδες αὐτῷ. ᾯ δ’ ἂν αἱμοῤῥαγέῃ πολλὸν
20ἄνω καὶ κάτω, καὶ πυρετὸς ἐπιγένηται, ὕδατος ἐμπλησθῆναι πολλαὶ ἐλπίδες τοῦτον, καὶ τῶν ὑδρώπων οὗτος ὀλιγοχρονιώτατός τε καὶ ἐν τοῖσιν ἀφυκτοτάτοισιν· ἄλλῳ δὲ προσημαίνειν περὶ τούτου. Οἷσι δὲ
οἰδήματα μεγάλα γενόμενα καταμαραίνεται, καὶ αὖθις ἐπαίρεται, οὗτοι δὲ μᾶλλον περιγίνονται τῶν ἐκ τῶν αἱμάτων τῆς ἀναῤῥήξιος22 in vol. 9
25ἐμπιπλαμένων· ἐξαπατέουσι δὲ τοὺς ἀλγέοντας οὗτοι οἱ ὕδρωπες, ὥστε ποιέουσιν αὐτοὺς ἀπιστέοντας τοῖσιν ἰητροῖσιν ἀπόλλυσθαι.

2

.

7

Περὶ δὲ τῶν φθινόντων κατὰ μὲν τὸ πτύελον καὶ τὴν βῆχα ταὐτὰ λέγω ἅπερ περὶ τῶν ἐμπύων ἔγραφον. Χρὴ γὰρ τὸ πτύελον τῷ μέλλοντι καλῶς ἀπαλλάξειν εὐπετέως τε ἀναβήσσεσθαι καὶ εἶναι λευκὸν, καὶ ὁμαλὸν, καὶ ὁμόχροον, καὶ ἀφλέγμαντον, τὸ δ’ ἀπὸ τῆς κεφαλῆς
5καταῤῥέον ἐς τὰς ῥῖνας τρέπεσθαι· πυρετὸν δὲ μὴ λαμβάνειν, ἢ τοσοῦτον λαμβάνειν, ὥστε τῶν δείπνων μὴ κωλύεσθαι, μηδὲ διψῇν· ἡ δὲ γαστὴρ ὑποχωρείτω πᾶσαν ἡμέρην, καὶ τὸ ὑποχωρέον ἔστω σκληρὸν, πλῆθος δὲ κατὰ τὰ εἰσιόντα· τὸν δὲ ἄνθρωπον ὡς ἥκιστα λεπτὸν εἶναι· τὸ δὲ στῆθος ἐπαινεῖν χρὴ τετράγωνόν τε ἐὸν καὶ λά‐
10σιον, καὶ ὁ χόνδρος αὐτοῦ μικρὸς ἔστω καὶ σεσαρκωμένος ἰσχυρῶς. Ὅστις μὲν γὰρ ταῦτα πάντα ἔχει, περιεστικώτατος γίνεται· ὃς δ’ ἂν μηδὲν τούτων ἔχῃ, ὀλεθριώτατος. Ὅσοι δ’ ἂν ἔμπυοι γένωνται, νέοι ἐόντες, ἐξ ἀποσκήψιος, ἢ σύριγγος, ἢ ἀπ’ ἄλλου τινὸς τῶν τοιού‐ των, ἢ ἐκ παλινδρομίης ἀποστάσιος, οὐ περιγίνονται, ἢν μὴ πολλὰ
15κάρτα αὐτοῖσιν ἐπιγένηται τῶν ἀγαθῶν σημείων. Ἀπόλλυνται δὲ οἱ ἄνθρωποι οὗτοι ἐς τὸ φθινόπωρον· ἰσχυρῶς δὲ καὶ ἐκ τῶν ἄλλων νοσημάτων τῶν μακρῶν ἐς τὴν ὥρην ταύτην τελευτῶσιν οἱ πλεῖστοι. Τῶν δ’ ἄλλων ἥκιστα περιγίνονται αἵ τε παρθένοι καὶ αἱ γυναῖκες, ᾗσιν ἀπολήψει ἐπιμηνίων ἡ φθίσις γένηται. Εἰ δὲ μέλλοι τις
20περιέσεσθαι τῶν παρθένων ἢ τῶν γυναικῶν, τῶν τε ἄλλων σημείων τῶν ἀγαθῶν δεῖ πολλὰ ἐπιγενέσθαι καὶ τὰ ἐπιμήνια λαμπρῶς τε καὶ
καθαρῶς ἐπιφαίνεσθαι, ἢ οὐδεμία ἐλπίς. Οἱ δὲ ἐκ τῶν αἱμάτων τῆς ἀναῤῥήξιος ἔμπυοι γινόμενοι τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ τῶν παρθένων περιγίνονται μὲν οὐχ ἧσσον, τὰ δὲ σημεῖα χρὴ πάντα24 in vol. 9
25ἀναλογισάμενον τά γε περὶ τῶν ἐμπύων καὶ τῶν φθινόντων προλέγειν τόν τε περιεσόμενον καὶ τὸν ἀπολούμενον. Μαλίστα δὲ περιγίνονται ἐκ τῶν τοῦ αἵματος ἀναῤῥήξεων οἷσιν ἂν ἀλγήματα ὑπάρχῃ μελαγ‐ χολικὰ ἔν τε τῷ νώτῳ καὶ ἐν τῷ στήθει, καὶ μετὰ τὴν ἀνάῤῥηξιν ἀνωδυνώτεροι γένωνται· βῆχές τε γὰρ οὐ κάρτα ἐπιγίνονται, καὶ
30πυρετοὶ οὐ πλεῖστοι διατελέουσιν ἐόντες, καὶ δίψαν εὐπετέως φέρου‐ σιν· ὑποστροφαὶ δὲ τῆς ἀναῤῥήξιος μάλιστα γίνονται τούτοισιν, εἰ μὴ ἀποστάσιες ἐπιγίνονται· ἄρισται δὲ τῶν ἀποστασίων αἱ αἱματηρό‐ ταται. Ὁκόσοισι δὲ ἐν τοῖσι στήθεσιν ἀλγήματα ἔνεστι, καὶ διὰ χρόνου λεπτύνονταί τε καὶ βήσσουσι, καὶ δύσπνοιαι γίνονται, οὔτε
35πυρετῶν ἐπιλαμβανόντων, οὔτε ἐμπυημάτων ἐπιγινομένων, τούτους ἐπανερέσθαι, ὁκόταν βήσσωσί τε καὶ δύσπνοοι ἔωσιν, εἰ ξυνεστραμ‐ μένον τι καὶ μικρὸν, ὀδμὴν ἔχον, ἐκβήσσουσιν.

2

.

8

Περὶ δὲ ποδαγρώντων τάδε· ὅσοι μὲν γέροντες ἢ περὶ τοῖσιν ἄρθροισιν ἐπιπωρώματα ἔχουσιν, ἢ τρόπον ἀταλαίπωρον ζῶσι κοιλίας ξηρὰς ἔχοντες, οὗτοι μὲν πάντες ἀδύνατοι ὑγιέες
γίνεσθαι ἀνθρωπίνῃ τέχνῃ, ὅσον ἐγὼ οἶδα· ἰῶνται δὲ τούτους ἄριστα26 in vol. 9
5μὲν δυσεντερίαι, ἢν ἐπιγένωνται, ἀτὰρ καὶ ἄλλαι ἐκτήξιες ὠφελέουσι κάρτα αἱ ἐς τὰ κάτω χωρία ῥέπουσαι. Ὅστις δὲ νέος ἐστὶ καὶ ἀμφὶ τοῖσιν ἄρθροισιν οὔπω ἐπιπωρώματα ἔχει καὶ τὸν τρόπον ἐστὶν ἐπι‐ μελής τε καὶ φιλόπονος καὶ κοιλίας ἀγαθὰς ἔχων ὑπακούειν πρὸς τὰ ἐπιτηδεύματα, οὗτος δὴ ἰητροῦ γνώμην ἔχοντος ἐπιτυχὼν ὑγιὴς ἂν
10γένοιτο.

2

.

9

Τῶν δ’ ὑπὸ τῆς ἱερῆς νόσου λαμβανομένων χαλεπώτατοι μὲν ἐξίστασθαι, ὁκόσοισιν ἂν ἀπὸ παιδὸς ξυμβήσηται καὶ συνανδρωθῇ τὸ νόσημα· ἔπειτα δὲ ὅσοισιν ἂν γένηται ἐν ἀκμάζοντι τῷ σώματι τῆς ἡλικίης, εἴη δ’ ἂν ἀπὸ εἴκοσι καὶ πέντε ἐτέων ἐς πέντε καὶ τεσ‐
5σαράκοντα ἔτεα· μετὰ δὲ τούτους, ὅσοις ἂν γένηται τὸ νόσημα μη‐ δὲν προσημαῖνον, ὁκόθεν ἄρχεται τοῦ σώματος. Οἷσι δὲ ἀπὸ τῆς κεφαλῆς δοκέει ἄρχεσθαι, ἢ ἀπὸ τοῦ πλευροῦ, ἢ ἀπὸ τῆς χειρὸς, ἢ τοῦ ποδὸς, εὐπετέστερα ἰῆσθαι· διαφέρει γὰρ καὶ ταῦτα· τὰ γὰρ ἀπὸ τῆς κεφαλῆς τούτων χαλεπώτατα· ἔπειτα τὰ ἀπὸ τοῦ πλευροῦ·
10τὰ δὲ ἀπὸ τῶν χειρῶν καὶ ποδῶν μάλιστα οἷά τε ἐξυγιαίνεσθαι. Ἐπιχειρέειν δὲ χρὴ τουτέοισι τὸν ἰητρὸν, εἰδότα τὸν τρόπον τῆς ἰήσιος, ἢν ἔωσιν οἱ ἄνθρωποι νέοι τε καὶ φιλόπονοι· πλὴν ὅσον αἱ φρένες τι κακὸν ἔχουσιν, ἢ εἴ τις ἀπόπληκτος γέγονεν· αἱ μὲν γὰρ μελαγχολικαὶ αὗται ἐκστάσιες οὐ λυσιτελέες· αἱ δὲ ἄλλαι αἱ ἐς τὰ
15κάτω τρεπόμεναι πᾶσαι ἀγαθαί· ἄρισται δὲ καὶ ἐνταῦθα πολλῷ αἱ αἱματηρόταται. Ὁκόσοι δὲ γέροντες ἤρξαντο λαμβάνεσθαι, ἀποθνή‐ σκουσί τε μάλιστα, καὶ ἢν μὴ ἀπόλωνται, τάχιστα ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, ὑπὸ δὲ τῶν ἰητρῶν ἥκιστα ὠφελέονται.

2

.

10

Οἷσι δὲ τῶν παιδίων ἐξαπίνης οἱ ὀφθαλμοὶ διεστράφησαν, ἢ
μεῖζόν τι κακὸν ἔπαθον, ἢ φύματα ὑπὸ τὸν αὐχένα ἐφύη, ἢ ἰσχνο‐ φωνότεροι ἐγένοντο, ἢ βῆχες ξηραὶ χρόνιοι προσέχουσιν, ἢ ἐς τὴν γαστέρα μείζοσι γενομένοισιν ὀδύνη φοιτᾷ, καὶ οὐκ ἐκταράσσεται, ἢ28 in vol. 9
5ἐν τοῖσι πλευροῖσι διαστρέμματα ἔχουσιν ἢ φλέβας παχέας περὶ τὴν γαστέρα κιρσώδεας, ἢ ἐπίπλοον καταβαίνει, ἢ ὄρχις μέγας γέγονεν, ἢ χεὶρ λεπτὴ καὶ ἀκρατὴς, ἢ ποὺς, ἢ κνήμη ξύμπασα ἐχωλώθη, ἄτερ προφάσιος ἄλλης, τούτοισι πᾶσιν εἰδέναι ὅτι ἡ νοῦσος προεγέ‐ νετο πρὸ τούτων ἁπάντων, καὶ οἱ μὲν πλεῖστοι τῶν τρεφόντων τὰ
10παιδία ἐρωτώμενοι ὁμολογήσουσι, τοὺς δὲ καὶ λανθάνει, καὶ οὐ φασὶν εἰδέναι τοιοῦτον οὐδὲν γενόμενον.

2

.

11

Τὸν δὲ περὶ τῶν ἑλκέων μέλλοντα γνώσεσθαι, ὅκως ἕκαστα τελευτήσει, πρῶτον μὲν χρὴ τὰ εἴδεα τῶν ἀνθρώπων ἐξεπίστασθαι, τά τε ἀμείνω πρὸς τὰ ἕλκεα καὶ τὰ κακίω· ἔπειτα τὰς ἡλικίας εἰδέ‐ ναι, ὁποίῃσιν ἕκαστα τῶν ἑλκέων δυσαπάλλακτα γίνεται· τά τε
5χωρία ἐπεσκέφθαι τὰ ἐν τοῖσι σώμασιν, ὅσον διαφέρει θάτερα θατέ‐ ρων· τά τε ἄλλα ὁκοῖα ἐφ’ ἑκάστοισιν ἐπιγίνεται ἀγαθά τε καὶ κακὰ εἰδέναι. Εἰδὼς μὲν γὰρ ἄν τις ταῦτα πάντα εἰδῇ ἂν καὶ ὅκως ἕκαστα ἀποβήσεται· μὴ εἰδὼς δὲ ταῦτα, οὐκ ἂν εἰδῇ, ὅκως αἱ τε‐ λευταὶ ἔσονται ἀμφὶ τῶν ἑλκέων. Εἴδεα μὲν γὰρ ἀγαθά ἐστι τὰ
10τοιάδε· ἐλαφρὰ καὶ ξύμμετρα, καὶ εὔσπλαγχνα, καὶ μήτε σαρκώδεα ἰσχυρῶς μήτε σκληρά· κατὰ δὲ χρῶμα ἔστω λευκὸν, ἢ μέλαν, ἢ ἐρυθρόν· ταῦτα γὰρ πάντα ἀγαθὰ ἄκρητα ἐόντα· εἰ δ’ εἴη μιξό‐ χλωρον, ἢ χλωρὸν, ἢ πελιδνὸν τὸ χρῶμα, κάκιον γίνεται. Τὰ δὲ εἴδεα ὅσα ἂν τοῖσι προγεγραμμένοισι τἀναντία πεφύκῃ, εἰδέναι χρὴ
15κακίω ἐόντα. Περὶ δὲ ἡλικιῶν, φύματα μὲν ἔμπυα καὶ τὰ χοιρώδεα, ταῦτα πλεῖστα τὰ παιδία ἴσχουσι, καὶ ῥᾷστα ἐξ αὐτέων ἀπαλλάσσει· τοῖσι δὲ γεραιτέροισί τε τῶν παιδίων καὶ νεηνίσκοισι φύεται μὲν ἐλάσσω, χαλεπώτερον δὲ ἐξ αὐτέων ἀπαλλάσσουσι. Τοῖσι δὲ ἀνδράσι τὰ μὲν τοιαῦτα φύματα οὐ κάρτα ἐπιγίνεται· τὰ δὲ κηρία30 in vol. 9
20δεινὰ, καὶ οἱ κρυπτοὶ καρκῖνοι οἱ ὑποβρύχιοι, καὶ οἱ ἐκ τῶν ἐπινυ‐ κτίδων ἕρπητες, ἔστ’ ἂν ἑξήκοντα ἔτεα συχνῷ ὑπερβάλλωσι. Τοῖσι δὲ γέρουσι τῶν μὲν τοιουτοτρόπων φυμάτων οὐδὲν ἐπιγίνεται· οἱ δὲ καρκῖνοι οἱ κρυπτοὶ καὶ οἱ ἀκρόπαθοι γίνονται, καὶ ξυναπο‐ θνήσκουσιν. Τῶν δὲ χωρίων μασχάλαι δυσιητότεραι, καὶ κενεῶνές
25τε καὶ μηροί· ὑποστάσιές τε γὰρ ἐν αὐτοῖσι γίνονται καὶ ὑπο‐ στροφαί. Τῶν δὲ περὶ ἄρθρα ἐπικινδυνότατοι οἱ μεγάλοι δάκτυλοι, καὶ μᾶλλον οἱ τῶν ποδῶν. Οἷσι δὲ τῆς γλώττης ἐν τῷ πλαγίῳ ἕλκος γίνεται πολυχρόνιον, καταμαθεῖν τῶν ὀδόντων ἤν τις ὀξὺς τῶν κατ’ αὐτό.

2

.

12

Τὰ δὲ τρώματα θανατωδέστερα μὲν τὰ ἐς τὰς φλέβας τὰς παχείας τὰς ἐν τῷ τραχήλῳ τε καὶ τοῖς βουβῶσιν, ἔπειτα ἐς τὸν ἐγκέφαλον καὶ ἐς τὸ ἧπαρ, ἔπειτα τὰ ἐς ἔντερον καὶ ἐς κύστιν. Ἔστι δὲ ταῦτα πάντα, ὀλέθρια ἐόντα ἰσχυρῶς, οὐχ οὕτως ἄφυκτα
5ὡς δοκέει· τά τε γὰρ χωρία ὀνόματα ἔχοντα ταὐτὰ μέγα διαφέ‐ ρει, καὶ οἱ αὐτοὶ τρόποι. Πολὺ δὲ διαφέρει τοῦ αὐτοῦ ἀνθρώπου τοῦ σώματος ἡ παρασκευή· ἔστι μὲν γὰρ ὅτε οὔτ’ ἂν πυρετήνειεν
οὔτε φλεγμήνειε τρωθείς· ἔστι δ’ ὅτε καὶ ἄνευ προφάσιος ἐπυρέτηνεν ἂν, καὶ φλεγμανθείη τι τοῦ σώματος πάντως. Ἀλλ’ ὅτε ἕλκος ἔχων μὴ32 in vol. 9
10παραφρονέει εὐπετέως τε φέρει τὸ τρῶμα, ἐγχειρέειν χρὴ τῷ τρώματι ὡς ἀποβησομένῳ κατὰ λόγον τῆς ἰητρείης τε καὶ τῶν ἐπιγινομένων. Ἀποθνήσκουσι μὲν γὰρ οἱ ἄνθρωποι ὑπὸ τρωμάτων παντοίων· πολλαὶ μὲν γὰρ φλέβες εἰσὶ καὶ λεπταὶ καὶ παχεῖαι, αἵτινες αἱμοῤῥαγοῦ‐ σαι ἀποκτείνουσιν, ἢν αὐτῷ τύχωσιν ὀργῶσαι, ἃς ἐν ἑτέρῳ καιρῷ
15διακόπτοντες ὠφελέουσι τὰ σώματα. Πολλὰ δὲ τῶν τρωμάτων ἐν χωρίοισί τε εἶναι εὐήθεσι καὶ οὐδέν τι δεινὰ φαινόμενα, οὕτως ὠδύ‐ νησεν ἡ πληγὴ ὥστε μὴ δύνασθαι ἀναπνεῦσαι· ἄλλοι δὲ ὑπὸ τῆς ὀδύνης τοῦ τρώματος οὐδὲν δή τι δεινοῦ ἐόντος, τὸ μὲν πνεῦμα ἀνή‐ νεγκαν, παρεφρόνησαν δὲ καὶ πυρετήναντες ἀπέθανον· ὅσοι γὰρ ἂν
20ἢ τὸ σῶμα πυρετῶδες ἔχωσιν ἢ τὰς γνώμας θορυβώδεας, τὰ τοιαῦτα πάσχουσιν. Ἀλλὰ χρὴ μήτε ταῦτα θαυμάζειν, μήτε ὀῤῥωδέειν κεῖνα, εἰδότα ὅτι αἱ ψυχαί τε καὶ τὰ σώματα πλεῖστον διαφέρουσιν αἱ τῶν ἀνθρώπων, καὶ δύναμιν ἔχουσι μεγίστην. Ὅσα μὲν οὖν τῶν τρωμά‐ των καιροῦ ἔτυχεν, ἢ σώματός τε καὶ γνώμης τοιαύτης, ἢ ὀργῶντος
25οὕτω τοῦ σώματος, ἢ μέγεθος τοσαῦτα ἦν ὥστε μὴ δύνασθαι κα‐
ταστῆναι τὸν ἄνθρωπον εἰς τὴν ἴησιν καταφρονέοντα, τοῖσι μὲν ἐξί‐ στασθαι χρὴ ὁποῖα ἂν ᾖ, πλὴν τῶν ἐφημέρων λειποθυμιῶν· τοῖσι δ’ ἄλλοισι πᾶσιν ἐπιχειρέειν, νεοτρώτοισιν ἐοῦσιν, ὡς ἂν τούς τε πυρε‐ τοὺς διαφεύγωσιν οἱ ἄνθρωποι καὶ τὰς αἱμοῤῥαγίας τε καὶ τὰς νομὰς34 in vol. 9
30φυλασσόμενον. Ἀτρεκέστατα δὲ καὶ ἐπὶ πλεῖστον χρόνον τὰς φυλακὰς αἰεὶ τῶν δεινοτάτων ποιέεσθαι· καὶ γὰρ δίκαιον οὕτως.

2

.

13

Αἱ δὲ νομαὶ θανατωδέσταται μὲν ὧν αἱ σηπεδόνες βαθύταται, καὶ μελάνταται, καὶ ξηρόταται· πονηραὶ δὲ καὶ ἐπικίνδυνοι ὅσαι μέ‐ λανα ἰχῶρα ἀναδιδοῦσιν· αἱ δὲ λευκαὶ καὶ μυξώδεες τῶν σηπεδόνων ἀποκτείνουσι μὲν ἧσσον, ὑποστρέφουσι δὲ μᾶλλον, καὶ χρονιώτεραι
5γίνονται. Οἱ δ’ ἕρπητες ἀκινδυνότατοι πάντων ἑλκέων ὅσα νέμεται, δυσαπάλλακτοι δὲ μάλιστα, κατά γε τοὺς κρυπτοὺς καρκίνους. Ἐπὶ πᾶσι δὲ τοῖσι τοιουτέοισι πυρετόν τε ἐπιγενέσθαι ξυμφέρει μίην ἡμέρην καὶ πῦον ὡς λευκότατον καὶ παχύτατον· λυσιτελεῖ δὲ καὶ σφακελισμὸς νεύρου, ἢ ὀστέου, ἢ καὶ ἀμφοῖν, ἐπί γε τῇσι βαθείῃσι
10σηπεδόσι καὶ μελαίνῃσι· πῦον γὰρ ἐν τοῖσι σφακελισμοῖσι ῥεῖ πουλὺ καὶ λύει τὰς σηπεδόνας.

2

.

14

Τῶν δὲ ἐν τῇ κεφαλῇ τρωμάτων θανατωδέστατα μὲν τὰ ἐς τὸν ἐγκέφαλον, ὡς καὶ προγέγραπται· δεινὰ δὲ καὶ τὰ τοιαῦτα πάντα,
ὀστέον ψιλὸν μέγα, ὀστέον ἐμπεφλασμένον, ὀστέον κατεῤῥωγός· εἰ δὲ καὶ τὸ στόμα τοῦ ἕλκεος σμικρὸν εἴη, ἡ δὲ ῥωγμὴ τοῦ ὀστέου36 in vol. 9
5ἐπὶ πολὺ παρατείνοι, ἐπικινδυνότερόν ἐστι· ταῦτα δὲ πάντα δεινότερα γίνεται καὶ κατὰ ῥαφήν τε ὄντα, καὶ τῶν χωρίων αἰεὶ τὰ ἐν τοῖσιν ἀνωτάτω τῆς κεφαλῆς. Πυνθάνεσθαι δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀξίοις λόγου τρώμασιν, ἢν ἔτι νεότρωτοι αἱ πληγαὶ ἔωσιν, εἰ βλήματα εἴη, ἢ κατέπεσεν ὥνθρωπος, ἢ εἰ ἐκαρώθη· ἢν γάρ τι τούτων ᾖ γεγο‐
10νὸς, φυλακῆς πλείονος δεῖται, ὡς τοῦ ἐγκεφάλου ἐσακούσαντος τοῦ τρώματος. Εἰ δὲ μὴ νεότρωτος εἴη, ἐς τἄλλα σημεῖα σκέπτεσθαι καὶ βουλεύεσθαι. Ἄριστον μὲν οὖν μήτε πυρετῆναι μηδαμᾶ τὸν τὸ ἕλκος ἔχοντα ἐν τῇ κεφαλῇ, μήθ’ αἷμα ἐπαναῤῥαγῆναι αὐτῷ, μήτε φλε‐ γμονὴν μηδεμίην ἢ ὀδύνην ἐπιγενέσθαι· εἰ δέ τι τούτων ἐπιφαίνοιτο,
15ἐν ἀρχῇσί τε γίνεσθαι ἀσφαλέστατον, καὶ ὀλίγον χρόνον παραμένειν. Ξυμφέρει δὲ ἐν τῇσιν ὀδύνῃσι καὶ τῇσι φλεγμονῇσι τὰς ἐπὶ τοῖσιν ἕλκεσιν ἐπιγίνεσθαι, τῇσι δ’ αἱμοῤῥαγίῃσι πῦον ἐπὶ τῇσι φλεψὶ φαίνε‐ σθαι· τοῖσι δὲ πυρετοῖσιν ἃ ἐν τοῖσιν ὀξέσι νοσήμασιν ἔγραψα ξυμ‐ φέρειν ἐπὶ τούτοισι γενέσθαι, ταῦτα καὶ ἐνθάδε λέγω ἀγαθὰ εἶναι, τὰ
20δ’ ἐναντία κακά. Ἄρξασθαι δὲ πυρετὸν ἐπὶ κεφαλῆς τρώσει τεταρ‐ ταίῳ, ἢ ἑβδομαίῳ, ἢ ἑνδεκαταίῳ, θανατῶδες μάλα. Κρίνεται δὲ τοῖσι πλείστοισιν, ἢν μὲν τεταρταίου ἐόντος τοῦ ἕλκεος πυρετὸς ἄρ‐
ξηται, ἐς τὴν ἑνδεκάτην· ἢν δ’ ἑβδομαῖος ἐὼν πυρετήνῃ, ἐς τὴν τεσσαρεσκαιδεκάτην ἢ ἑπτακαιδεκάτην· ἢν δὲ τῇ ἑνδεκάτῃ ἄρξηται38 in vol. 9
25πυρεταίνειν, ἐς τὴν εἰκοστὴν, ὡς ἐν τοῖσι πυρετοῖσι διαγέγραπται τοῖς ἄνευ προφάσεων ἐμφανέων γινομένοισι. Τῇσι δ’ ἀρχῇσι τῶν πυρετῶν ἤν τε παραφροσύνη ἐπιγένηται, ἤν τε ἀπόπληξις τῶν με‐ λέων τινὸς, εἰδέναι τὸν ἄνθρωπον ἀπολλύμενον, ἢν μὴ παντάπασιν ἢ τῶν καλλίστων τι σημείων ἐπιγένηται, ἢ σώματος ἀρετὴ ὑπόκει‐
30ται· [ἀλλ’ ὑποσκεπτέσθω τὸν τρόπον τῷ ἀνθρώπῳ·] ἔτι γὰρ αὕτη ἡ ἐλπὶς γίνεται σωτηρίης, χωλὸν δὲ γενέσθαι τὸ ἄρθρον ἐς ὃ ἀπεστήριξεν, ἀναγκαῖόν ἐστιν, ἢν ἄρα καὶ περιγένηται ὁ ἄνθρωπος.

2

.

15

Τὰ δὲ τρώματα τὰ ἐν τοῖσιν ἄρθροισι μεγάλα μὲν ἐόντα καὶ τελέως ἀποκόπτοντα τὰ νεῦρα τὰ συνέχοντα, εὔδηλον ὅτι χωλοὺς ἀποδείξει. Εἰ δὲ ἐνδοιαστὸν εἴη ἀμφὶ τῶν νεύρων, ὅπως ἔχοι, ὀξέος μὲν ἐόντος τοῦ βέλεος τοῦ ποιήσαντος, ὀρθὸν τὸ τρῶμα εἰδέναι
5ἄμεινον ἐπικαρσίου· εἰ δ’ εἴη βαρύ τε καὶ ἀμβλὺ τὸ τρῶσαν, οὐδὲν διαφέρει· ἀλλ’ ἐς τὸ βάθος τε τῆς πληγῆς σκέπτεσθαι καὶ τἄλλα σημεῖα. Ἔστι δὲ τάδε· πῦον ἢν ἐπιγένηται ἐπὶ τὸ ἄρθρον, σκληρότε‐ ρον ἀνάγκη γενέσθαι· ἢν δὲ καὶ οἰδήματα συμπαραμείνῃ, σκληρὸν ἀνάγκη πουλὺν χρόνον τοῦτο τὸ χωρίον γίνεσθαι, καὶ τὸ οἴδημα, ὑγιέος
10ἐόντος τοῦ ἕλκεος, παραμένειν· καὶ βραδέως ἀνάγκη συγκάμπτεσθαί τε
καὶ ἐκτείνεσθαι ὁκόσα ἂν τοῦ ἄρθρου καμπύλου ἐόντος θεραπεύηται. Οἷσι δ’ ἂν καὶ νεῦρον δοκέῃ ἐκπεσεῖσθαι, ἀσφαλεστέρως τὰ περὶ τῆς χωλώσιος ᾖ προλέγειν, ἄλλως τε καὶ ἢν τῶν κάτωθεν νεύρων ᾖ τὸ ἐκλυόμενον· γνώσῃ δὲ τοῖσι νεῦρον μέλλον ἐκπίπτειν, πῦον40 in vol. 9
15λευκόν τε καὶ παχὺ καὶ πουλὺν χρόνον ὑποῤῥεῖ· ὀδύναι τε καὶ φλε‐ γμοναὶ γίνονται περὶ τὸ ἄρθρον ἐν ἀρχῇσι. Τὰ δ’ αὐτὰ ταῦτα γίνε‐ ται καὶ ὀστέου μέλλοντος ἐκπεσεῖσθαι. Τὰ δὲ ἐν τοῖσιν ἀγκῶσι δια‐ κόμματα ἐν φλεγμονῇ μάλιστα ἐόντα ἐς διαπύησιν ἀφικνέεται καὶ τομάς τε καὶ καύσιας.

2

.

16

Ὁ δὲ νωτιαῖος μυελὸς ἢν νοσέῃ ἤν τε ἐκ πτώματος, ἤν τε ἐξ ἄλλης τινὸς προφάσιος, ἤν τε ἀπὸ αὐτομάτου, τῶν τε σκελέων ἀκρατὴς γίνεται ὁ ἄνθρωπος, ὥστε μηδὲ θιγγανόμενος ἐπαΐειν, καὶ τῆς γαστρὸς καὶ τῆς κύστιος, ὥστε τοὺς μὲν πρώτους χρόνους μήτε
5κόπρον μήτε οὖρον διαχωρέειν, ἢν μὴ πρὸς ἀνάγκην. Ὅταν δὲ πα‐ λαιότερον γένηται τὸ νόσημα, οὐκ ἐπαΐοντι τῷ ἀνθρώπῳ ἥ τε κόπρος διαχωρέει καὶ τὸ οὖρον· ἀποθνήσκει δὲ μετὰ ταῦτα οὐ πολλῷ ὕστε‐ ρον χρόνῳ.

2

.

17

Ὧν δὲ ἐμπίπλαται αἵματος ἡ φάρυγξ, πολλάκις τῆς ἡμέρης τε καὶ τῆς νυκτὸς ἑκάστης, οὔτε κεφαλὴν προαλγήσαντι, οὔτε βηχὸς ἐχούσης, οὔτε ἐμέοντι, οὔτε πυρετοῦ λαμβάνοντος, οὔτε ὀδύνης
ἐχούσης οὔτε τοῦ στήθεος οὔτε τοῦ μεταφρένου, τούτων κατιδεῖν ἐς42 in vol. 9
5τὰς ῥῖνας καὶ τὴν φάρυγγα· ἢ γὰρ ἕλκος τι ἔχων φανεῖται ἐν τῷ χωρίῳ τούτῳ, ἢ βδέλλαν.

2

.

18

Ὀφθαλμοὶ δὲ λημῶντες ἄριστα ἐπαλλάττουσιν, ἢν τό τε δάκρυον καὶ ἡ λήμη καὶ τὸ οἴδημα ἄρξηται ὁμοῦ γενόμενα. Ἢν δὲ τὸ μὲν δάκρυον τῇ λήμῃ μεμιγμένον ᾖ καὶ μὴ θερμὸν ἰσχυρῶς, ἡ δὲ λήμη λευκή τε ᾖ καὶ μαλθακὴ, τό τε οἴδημα ἐλαφρόν τε καὶ λελυμέ‐
5νον· εἰ γὰρ οὕτω ταῦτ’ ἔχοι, ξυμπλάσσοιτ’ ἂν ὀφθαλμὸς ἐς τὰς νύκτας ὥστε ἀνώδυνος εἶναι, καὶ ἀκινδυνότατον οὕτως ἂν εἴη καὶ ὀλι‐ γοχρονιώτατον. Εἰ δὲ τὸ δάκρυον χωρέει πουλὺ καὶ θερμὸν ξὺν ὀλιγίστῃ λήμῃ καὶ σμικρῷ οἰδήματι, εἰ μὲν ἐκ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, χρόνιον μὲν κάρτα γίνεται, ἀκίνδυνον δέ· καὶ ἀνώδυνος
10οὗτος ὁ τρόπος ἐν τοῖσι μάλιστα. Τὴν δὲ κρίσιν ὑποσκέπτεσθαι, τὴν μὲν πρώτην, ἐς τὰς εἴκοσιν ἡμέρας· ἢν δ’ ὑπερβάλλῃ τοῦτον τὸν χρόνον, ἐς τὰς τεσσαράκοντα προσδέχεσθαι· ἢν δὲ μηδ’ ἐν ταύτῃσι παύηται, ἐν τῇσιν ἑξήκοντα κρίνεται. Παρὰ πάντα δὲ τὸν χρόνον τοῦτον ἐνθυμεῖσθαι τὴν λήμην, ἢν ἐν τῷ δακρύῳ τε μίσγηται καὶ
15λευκή τε καὶ μαλθακὴ γίνηται, μάλιστα δ’ ὑπὸ τοὺς χρόνους τοὺς κρισίμους· ἢν γὰρ μέλλῃ παύεσθαι, ταῦτα ποιήσει. Εἰ δὲ οἱ ὀφθαλ‐ μοὶ ἀμφότεροι ταῦτα πάθοιεν, ἐπικινδυνότεροι γίνονται ἑλκωθῆναι· ἡ δὲ κρίσις ἐλάσσονος χρόνου ἔσται. Λῆμαι δὲ ξηραὶ ἐπώδυνοι κάρτα, κρίνονται δὲ ταχέως, ἢν μὴ τρῶμα λάβῃ ὁ ὀφθαλμός. Οἴδημα δὲ ἢν
20μέγα ᾖ, ἀνώδυνόν τε καὶ ξηρὸν ἀκίνδυνον· εἰ δὲ εἴη ξὺν ὀδύνῃ, κα‐ κὸν μὲν ξηρὸν ἐὸν καὶ ἐπικίνδυνον ἑλκῶσαί τε τὸν ὀφθαλμὸν καὶ ξυμ‐ φῦσαι· δεινὸν δὲ καὶ ξὺν δακρύῳ τε ἐὸν καὶ ὀδύνῃ· εἰ γὰρ δάκρυον
χωρέει θερμὸν καὶ ἁλμυρὸν, κίνδυνος τῇ τε κόρῃ ἑλκωθῆναι καὶ τοῖσι βλεφάροισιν. Εἰ δὲ τὸ μὲν οἴδημα κατασταίη, δάκρυον δὲ πουλὺ44 in vol. 9
25ἐπιχέεται πολὺν χρόνον, καὶ λῆμαι εἰσὶ, τοῖσι μὲν ἀνδράσι βλεφάρων ἐκτροπὴν προλέγειν, τῇσι δὲ γυναιξὶ καὶ τοῖσι παιδίοισιν ἕλκωσιν καὶ τῶν βλεφάρων ἐκτροπήν. Ἢν δὲ λῆμαι χλωραὶ ἢ πελιδναὶ ἔωσι, καὶ δάκρυον πουλὺ καὶ θερμὸν, καὶ ἐν τῇ κεφαλῇ καῦμα ᾖ, καὶ διὰ τοῦ κροτάφου ὀδύναι ἐς τὸν ὀφθαλμὸν καταστηρίξωσι καὶ ἀγρυ‐
30πνίη τουτέοισιν ἐπιγένηται, ἕλκος ἀνάγκη γενέσθαι ἐν τῷ ὀφθαλμῷ· ἐλπὶς δὲ καὶ ῥαγῆναι τὸ τοιοῦτον. Ὠφελέει δὲ καὶ πυρετὸς ἐπιγενό‐ μενος ἢ ὀδύνη ἐς τὴν ὀσφὺν στηρίξασα. Προλέγειν δὲ δεῖ τούτοισι τὰ ἐσόμενα, ἔς τε τὸν χρόνον σκεπτόμενον ἔς τε τὰ ἐκ τοῦ ὀφθαλμοῦ ῥέοντα, ἐς τὰς περιωδυνίας τε καὶ ἀγρυπνίας.

2

.

19

Ἐπὴν δὲ τὸν ὀφθαλμὸν οἷόν τε ᾖ κατιδεῖν, ἢν μὲν εὑρεθῇ ἐῤῥωγώς τε καὶ διὰ τῆς ῥωγμῆς ὑπερέχουσα ἡ ὄψις, πονηρὸν καὶ χαλεπὸν καθιδρύσαι· εἰ δὲ καὶ σηπεδὼν ὑπῇ τῷ τοιούτῳ, τελέως ἄχρηστος ὁ ὀφθαλμὸς γίνεται. Τοὺς δ’ ἄλλους τρόπους τῶν ἑλκέων ἐς
5τὰ χωρία σκεπτόμενον προλέγειν, καὶ τάς τε σηπεδόνας καὶ βαθυ‐ τῆτας· ἀναγκαῖον γὰρ κατὰ τὴν ἰσχὺν τῶν ἑλκέων τὰς οὐλὰς γίνεσθαι. Οἷσι μὲν οὖν ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ μέγα ὑπερίσχουσιν ὥστε ἔξω τὴν ὄψιν τῆς χώρης εἶναι, ἀδύνατοι ὠφελέεσθαι καὶ χρόνῳ καὶ τέχνῃ εἰς τὸ βλέπειν· τὰ δὲ σμικρὰ μετακινήματα τῶν ὄψεων οἷά
10τε καθιδρύεσθαι, ἢν μήτε κακὸν ἐπιγένηται μηδὲν, ὅ τε ἄνθρωπος νέος ᾖ.

2

.

20

Αἱ δὲ ἐκ τῶν ἑλκέων οὐλαὶ, οἷσιν ἂν μὴ κακόν τι ἄλλο προσῇ, πᾶσαι οἷαί τε ὠφελέεσθαι καὶ ὑπὸ τῶν χρόνων καὶ ὑπὸ τῆς τέχνης,
μάλιστα δὲ αἱ νεώταταί τε καὶ ἐν τοῖσι νεωτάτοισι τῶν σωμάτων. Τῶν δὲ χωρίων μάλιστα μὲν αἱ ὄψιες βλάπτονται ἑλκούμεναι,46 in vol. 9
5ἔπειτα τὸ ὑπεράνω τῶν ὀφρύων, ἔπειτα δὲ καὶ ὅ τι ἂν ἄγχιστα ᾖ τούτων τῶν τόπων. Αἱ δὲ κόραι γλαυκούμεναι, ἢ ἀργυροειδέες γινό‐ μεναι, ἢ κυάνεαι, οὐδὲν χρηστόν· τουτέων δὲ ὀλίγῳ ἀμείνους, ὁκόσαι ἢ σμικρότεραι φαίνονται, ἢ εὐρύτεραι, ἢ γωνίας ἔχουσαι, εἴτ’ ἐκ προφασίων τοιαῦται γενοίατο, εἴτ’ αὐτόματοι. Ἀχλύες, καὶ νεφέλαι,
10καὶ αἰγίδες ἐκλεαίνονταί τε καὶ ἀφανίζονται, ἢν μὴ τρῶμά τι ἐπι‐ γένηται ἐν τούτῳ τῷ χωρίῳ, ἢ πρόσθεν τύχῃ οὐλὴν ἔχων ἐν τῷ χωρίῳ τούτῳ, ἢ πτερύγιον. Ἢν δὲ παράλαμψις γένηται καὶ ἀπο‐ λευκάνῃ τοῦ μέλανος μόριόν τι, εἰ πουλὺν χρόνον παραμένοι, καὶ τρηχείη τε καὶ παχείη εἴη, οἵη τε καὶ μνημόσυνον ὑποκαταλιπεῖν.

2

.

21

Αἱ δὲ κρίσιες ὡς ἐν τοῖσι πυρετοῖσιν ἔγραψα, οὕτω καὶ ἐνθάδε ἔχουσιν. Ἀλλὰ χρὴ τὰ σημεῖα ἐκμαθόντα προλέγειν, τὰς μὲν διαφορὰς τῶν ὀφθαλμιῶν ὡς διαγέγραπται ἐφ’ ἑκάστῃσι, τὰς δὲ πουλυχρο‐
νίους τῶν ὀφθαλμιῶν, ὅταν τὰ κάκιστα τῶν σημείων ἐπιγένηται, τὰς48 in vol. 9
5δὲ ὀλιγοχρονίους, ὅταν τὰ σημεῖα προφαίνηται τὰ ἄριστα, τότε προλέγειν ἑβδομαίας παύσασθαι, ἢ ἐγγὺς τουτέων, καὶ ἄλλως ἀσφα‐ λῶς νομίζειν ἔχειν· τὰς δὲ ὑποστροφὰς προσδέχεσθαι, οἷσιν ἂν ῥᾴ‐ στωναι γένωνται, μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι, μήτε σημείων ἀγαθῶν ἐπιφανέντων. Πάντων δὲ χρὴ μάλιστα τὴν κατάστασιν τοῦ οὔρου
10ἐν τοῖσι περὶ τοὺς ὀφθαλμοὺς ἐνθυμεῖσθαι· οἱ γὰρ καιροὶ ὀξέες.

2

.

22

Αἱ δὲ δυσεντερίαι ξὺν πυρετῷ μὲν ἢν ἐπίωσιν, ἢ ποικίλοισί τε διαχωρήμασιν, ἢ ξὺν φλεγμονῇ ἥπατος, ἢ ὑποχονδρίου, ἢ γαστρὸς, ἢ ὅσαι ἐπώδυνοι, ἢ ὅσαι τῶν σιτίων ἀπολαμβάνουσι δίψαν τε πα‐ ρέχουσιν, αὗται μὲν πᾶσαι πονηραί· καὶ ὃς ἂν πλεῖστα ἔχῃ τούτων
5τῶν κακῶν, τάχιστα ἀπολεῖται· ᾧ δ’ ἂν ἐλάχιστα τῶν τοιούτων προσῇ, πλεῖσται αὐτῷ ἐλπίδες. Ἀποθνήσκουσι δὲ ὑπὸ ταύτης τῆς νόσου μάλιστα παιδία τὰ πενταετέα, καὶ γεραίτερα ἔς τε τὰ δεκαετέα· αἱ δ’ ἄλλαι ἡλικίαι ἧσσον. Ὅσαι δὲ τῶν δυσεντεριῶν λυσιτελέες, τὰ μὲν κακὰ ταῦτα οὐκ ἐμποιέουσιν, αἷμα δὲ καὶ ξύσματα διαχωρή‐
10σαντα ἐπαύσαντο ἑβδομαῖα, ἢ τεσσαρεσκαιδεκαταῖα, ἢ εἰκοσταῖα, ἢ τεσσαρακονθήμερα, ἢ ἐντὸς τούτων τῶν χρόνων. Τὰ τοιαῦτα γὰρ δια‐ χωρήματα καὶ ὑπάρχοντα πρόσθεν ἐν τοῖσι σώμασι νοσήματα ὑγιάζει, τὰ μὲν παλαιότερα, ἐν πλείονι χρόνῳ, τὰ δὲ νεώτερα δύναται καὶ ἐν ὀλίγῃσιν ἡμέρῃσιν ἀπαλλάσσειν. Ἐπεὶ καὶ αἱ ἐν γαστρὶ ἔχουσαι
15καὶ αὗται περιγίνονται, μᾶλλον ἐς τοὺς τόκους τε καὶ ἐκ τῶν τόκων, καὶ τὰ ἔμβρυα διασώζουσιν, αἵματός τε καὶ ξύσματος διαχωρεόντων καὶ πολλοὺς μῆνας, ἢν μή τις ὀδύνη αὐτῇσι προσῇ, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα σημείων εἶναι ἐν τῇσι δυσεντερίῃσιν ἐπιγένηται·
εἰ δέ τι κείνων ἐπιφαίνοιτο, τῷ τε ἐμβρύῳ ὄλεθρον σημαίνει καὶ τῇ50 in vol. 9
20ἐχούσῃ κίνδυνον, ἢν μὴ μετὰ τοῦ ἐμβρύου τὴν ἀπόφευξιν καὶ τοῦ ὑστέρου τὴν ἀπόλυσιν ἡ δυσεντερίη παύσηται αὐθημερὸν, ἢ μετ’ ὀλίγον χρόνον.

2

.

23

Αἱ δὲ λειεντερίαι ξυνεχέες μὲν καὶ πουλυχρόνιοι καὶ πᾶσαν ὥρην ξὺν ψόφοισί τε καὶ ἄνευ ψόφων ἐκταρασσόμεναι, καὶ ὁμοίως νυκτός τε καὶ ἡμέρης ἐπικείμεναι, καὶ τοῦ διαχωρήματος ὑπιόντος ἢ ὠμοῦ ἰσχυρῶς, ἢ μέλανός τε καὶ λείου καὶ δυσώδεος, αὗται μὲν
5πᾶσαι πονηραί. Καὶ γὰρ δίψαν παρέχουσι, καὶ τὸ ποτὸν οὐκ ἐς τὴν κύστιν τρέπουσιν ὥστε διουρέεσθαι, καὶ τὸ στόμα ἐξελκοῦσι, καὶ ἔρευθος ἐξηρμένον ἐπὶ τῷ προσώπῳ ποιέουσι καὶ ἐφήλιδας παντοῖα χρώματα ἐχούσας· ἅμα δὲ καὶ τὰς γαστέρας ἀποζύμους τε καὶ ῥυπαρὰς ἀποδεικνύουσι καὶ ῥυτιδώδεας. Ἐκ δὲ τῶν τοιούτων ἐσθίειν
10τε ἀδύνατοι γίνονται οἱ ἄνθρωποι, καὶ τῇσι περιόδοισι χρῆσθαι, καὶ τἄλλα τὰ πρασσόμενα ποιέειν. Τὸ δὲ νούσημα τοῦτο δεινότατον μὲν τοῖσι πρεσβυτέροισιν, ἰσχυρὸν δὲ γίνεται καὶ τοῖσιν ἀνδράσι, τῇσι δὲ ἄλλῃσιν ἡλικίῃσι πολλῷ ἧσσον. Ὅστις δὲ μήτε ἐν τῇσιν ἡλικίῃσίν ἐστι ταύτῃσιν ᾗσι φημὶ ὑπὸ τοῦ νοσήματος τούτου κακῶς περιέ‐
15πεσθαι, ἐλάχιστά τε τῶν σημείων ἔχει τῶν πονηρῶν ἃ ἔγραψα εἶναι, ἀσφαλέστατα διάκειται οὗτος. Θεραπείης δὲ προσδεῖται ἡ νοῦσος αὕτη, ἔστ’ ἂν τό τε οὖρον χωρέηται τοῦ πινομένου κατὰ λόγον, καὶ τὸ σῶμα τῶν σιτίων εἰσιόντων αὔξηται, καὶ τῶν χροιῶν τῶν πονηρῶν ἀπαλλαχθῇ. Αἱ δὲ ἄλλαι διάῤῥοιαι ὅσαι ἄνευ πυρετῶν, ὀλιγο‐
20χρόνιοί τε καὶ εὐήθεες· ἢ γὰρ κατανιφθεῖσαι πεπαύσονται, ἢ ἀπὸ τοῦ
αὐτομάτου. Προαγορεύειν δὲ χρὴ παύεσθαι τὴν ὑπέξοδον, ὅταν τῇ χειρὶ ψαύοντι τῆς γαστρὸς μηδεμία κίνησις ὑπῇ καὶ φῦσα διέλθῃ ἐπὶ τῇ τελευτῇ τοῦ διαχωρήματος. Ἕδραι δὲ ἐκτρέπονται, ἀνδράσι μὲν οὓς ἂν διάῤῥοια λάβῃ ἔχοντας αἱμοῤῥοΐδας, παιδίοισι δὲ λιθιῶσί τε52 in vol. 9
25καὶ ἐν τῇσι δυσεντερίῃσι τῇσι μακρῇσί τε καὶ ἀκρήτοισι, πρεσβυτά‐ τοισι δὲ οἷς ἂν προσπήγματα μύξης ἐνῇ.

2

.

24

Τῶν δὲ γυναικῶν ὅσαι μᾶλλον καὶ ἧσσον ἐν γαστρὶ λαμβά‐ νειν πεφύκασιν, ὧδε ὑποσκέπτεσθαι· πρῶτον μὲν τὰ εἴδεα· σμικραί τε γὰρ μειζόνων ἀμείνονες ξυλλαμβάνειν, λεπταὶ παχειῶν, λευκαὶ ἐρυθρῶν, μέλαιναι πελιδνῶν, φλέβας ὅσαι ἐμφανέας ἔχουσιν, ἀμεί‐
5νονες ἢ ὅσῃσι μὴ καταφαίνονται· σάρκα δὲ ἐπίθρεπτον ἔχειν πρε‐ σβυτικῇ πονηρὸν, μαζοὺς δὲ ὀγκηρούς τε καὶ μεγάλους ἀγαθόν. Ταῦτα μὲν τῇ πρώτῃ ὄψει δῆλά ἐστι. Πυνθάνεσθαι δὲ χρὴ καὶ περὶ τῶν καταμηνίων, ἢν πάντας μῆνας φαίνωνται, καὶ ἢν πλῆθος ἱκανὰ, καὶ ἢν εὔχροά τε καὶ ἴσα ἐν ἑκάστοισι τῶν χρόνων, καὶ ἐν τῇσιν αὐτῇσιν
10ἡμέρῃσι τῶν μηνῶν· οὕτω γὰρ ταῦτα γίνεσθαι ἄριστον. Τὸ δὲ χω‐ ρίον ἐν ᾧ ἡ ξύλληψίς ἐστιν, ὃ δὴ μήτρην ὀνομάζομεν, ὑγιές τε χρὴ εἶναι καὶ ξηρὸν καὶ μαλθακὸν, καὶ μήτ’ ἀνεσπασμένον ἔστω μήτε προπετὲς, μήτε τὸ στόμα αὐτοῦ ἀπεστράφθω μήτε ξυμμεμυκέτω μήτ’ ἐκπεπλίχθω· ἀμήχανον γὰρ, ὅ τι ἂν ᾖ τῶν τοιούτων κωλυμάτων,
15σύλληψιν γενέσθαι. Ὁκόσαι μὲν οὖν τῶν γυναικῶν μὴ δύνανται ἐν γαστρὶ λαμβάνειν, φαίνονται δὲ χλωραὶ, μήτε πυρετοῦ μήτε τῶν σπλάγχνων αἰτίων ἐόντων, αὗται φήσουσι κεφαλὴν ἀλγέειν, καὶ τὰ
καταμήνια πονηρῶς τε σφίσι καὶ ἀκρίτως γίνεσθαι. Καὶ ὀλίγως δὲ καὶ πολὺν χρόνον ἢν τῇσιν οὕτω διακειμένῃσιν γίνηται ἢ παντάπασιν54 in vol. 9
20ἀφανέα ᾖ, αἱ μῆτραι καθάρσιος ταύτῃσι προσχρῄζουσιν. Ὁκόσαι δὲ εὔχροοί τέ εἰσι καὶ σάρκα πολλήν τε καὶ πίειραν ἔχουσι, καὶ φλέβια κεκρυμμένα, ἀνώδυνοί τέ εἰσι καὶ τὰ καταμήνια ταύτῃσιν ἢ παντάπασιν οὐ φαίνεται, ἢ ὀλίγα τε καὶ ἀκρίτως γίνεται, τῶν τρό‐ πων οὗτος ἐν τοῖσι χαλεπωτάτοισιν ἐστὶ καταναγκάσαι ὡς ἐν γαστρὶ
25λαμβάνειν. Ἢν δὲ, ἐπιφαινομένων τῶν καταμηνίων ἀπροφασίστως, τό τε σῶμα ὧδε διάκειται ἡ γυνὴ καὶ μὴ συλλαμβάνῃ, τὸ χωρίον [ἐν ᾧ ἡ μήτρη] αἴτιον, ὥστε μὴ δύνασθαι γίνεσθαι ἔκγονα· ἢ γὰρ ἀνεσπασμένον ἐστὶν, ἢ ἐκπεπλιγμένον· τὰ γὰρ ἄλλα κακὰ γι‐ νόμενα ἐνταῦθα ξὺν ὀδύνῃσί τε γίνεται καὶ ἀχροίῃσί τε καὶ τήξει.
30Ἧισι δ’ ἂν ἕλκος γένηται ἐν τῇς μήτρῃσιν, εἴτε ἐκ τόκου, εἴτε ἐκ φύματος, εἴτε ἐξ ἄλλης τινὸς προφάσιος, πυρετούς τε καὶ βουβῶνας ταύτῃσιν ἀνάγκη ἐπιγίνεσθαι καὶ ὀδύνας ἐν τοῖσι χωρίοισι τούτοισιν. Εἰ δὲ καὶ τὰ λοχεῖα συναποληφθείη, ταύτῃ τὰ ὑπάρχοντα κακὰ πάντη ἀκριτότερά τε καὶ χρονιώτερα· καὶ πρὸς τούτοισιν ὑπο‐
35χονδρίων τε καὶ κεφαλῆς ὀδύναι. Ἕλκεος δὲ γενομένου καὶ ἐξυγια‐ σθέντος, τὸ χωρίον τοῦτο ἀνάγκη λειότερον καὶ σκληρότερον γίνεσθαι, καὶ ἧσσον δύνασθαι ἐν γαστρὶ λαμβάνειν. Εἰ δὲ μοῦνον ἐν τοῖσιν ἐπ’ ἀριστερὰ γένοιτο ἕλκος, ἡ δὲ γυνὴ ἐν γαστρὶ λάβοι, εἴτε τὸ ἕλκος
ἔτι ἔχουσα, εἴτε λοιπὸν ἤδη ὑγιὴς ἐοῦσα, ἄρσεν μᾶλλον τεκεῖν αὐτὴν56 in vol. 9
40ἐλπίς ἐστιν· εἰ δὲ ἐν τοῖσιν ἐπὶ δεξιὰ τὸ ἕλκος γένοιτο, ἡ δὲ γυνὴ ἐν γαστρὶ ἔχοι, θῆλυ μᾶλλον τὸ ἔκγονον χρὴ δοκέειν ἔσεσθαι.

2

.

25

Ἢν δὲ πυρετοὶ γένωνται οὐ δυναμένῃ ἐν γαστρὶ λαβεῖν, καὶ λε‐ πτῆς τῆς γυναικὸς ἐούσης, πυνθάνεσθαι χρὴ μή τι αἱ μῆτραι ἕλκος ἔχου‐ σιν, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα· εἰ γὰρ ἐν τῷ χωρίῳ τούτῳ μηδὲν ὑπεὸν κακὸν φαίνοιτο αἴτιον τῆς λεπτύνσιός τε καὶ τοῦ μὴ συλλαμβάνειν
5δύνασθαι, αἷμα ἐμέσαι τὴν γυναῖκα προσδόκιμον· τὰ δὲ καταμήνια τῇ τοιαύτῃ ἠφανίσθαι ἀνάγκη· ἢν δὲ ὁ πυρετὸς λυθῇ ὑπὸ τῆς ῥήξιος τοῦ αἵματος, καὶ τά γε καταμήνια φανῇ, ἐν γαστρὶ λήψεται· ἢν δὲ τὰ τῆς γαστρὸς πρὶν ἢ τὸ αἷμα ἀναῤῥαγῆναι ὑγρὰ γένηται πονηρὸν τρόπον, κίνδυνος ἀπολέσθαι τὴν γυναῖκα ἔμπροσθεν ἢ τὸ αἷμα ἐμέσαι.

2

.

26

Ὁκόσαι δὲ ἐν γαστρὶ δοκέουσιν ἔχειν, οὐκ ἔχουσαι, καὶ πολλοὺς μῆνας ἐξαπατῶνται, τῶν καταμηνίων οὐ φαινομένων, καὶ τὰς γαστέρας ὁρῶσιν αὐξανομένας τε καὶ κινεομένας, αὗται κεφαλήν τε ἀλγέουσι καὶ τράχηλον καὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται
5σφίσιν, εἰ μὴ ὀλίγον τι καὶ ὑδαρές. Ἐπὴν δὲ τὸ κύρτωμα τὸ τῆς γαστρὸς ἀπολυθῇ, καὶ λαπαραὶ γένωνται, αὗται ἐν γαστρὶ λήψονται, ἢν μή τι ἄλλο κώλυμα γένηται σφίσιν· ἐπεὶ τὸ πάθος γε τοῦτο ἀγαθόν ἐστι μεταβολὴν ποιῆσαι ἐν τῇ ὑστέρῃ, ὥστε μετὰ τοῦτον τὸν χρόνον ἐν γαστρὶ λαμβάνειν. Τῇσι δ’ ἐχούσῃσιν ἐν γαστρὶ τὰ ἀλγήματα ταῦτα
10οὐ γίνεται, ἢν μὴ ξυνήθεα ἔωσι, καὶ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται.58 in vol. 9

2

.

27

Τὰς δὲ ὑπὸ τῶν ῥόων τῶν πολυχρονίων ἐχομένας ἐρωτᾷν, εἰ κεφαλὴν ἀλγέουσι καὶ ὀσφὺν καὶ τὸ κάτω τῆς γαστρός· ἐρέσθαι δὲ καὶ περὶ αἱμωδίας, καὶ ἀμβλυωσμοῦ, καὶ ἤχων.

2

.

28

Ὁκόσαι δὲ νήστιες ἐοῦσαι ὑπόχολα ἐμέουσι πολλὰς ἡμέρας, μήτε ἐν γαστρὶ ἔχουσαι μήτε πυρεταίνουσαι, πυνθάνεσθαι ἕλμινθας στρογγύλας εἰ ξυνεμέουσιν· ἢν γὰρ μὴ ὁμολογέωσι, προλέγειν αὐτῇσι τοῦτο ἔσεσθαι· γίνεται δὲ μάλιστα μὲν τῇσι γυναιξὶ τὸ νοσήμα τοῦτο,
5ἔπειτα δὲ καὶ παρθένοισι, τοῖσι δ’ ἄλλοισιν ἀνθρώποισιν ἧσσον.

2

.

29

Ὅσαι δὲ ἄνευ πυρετῶν ὀδύναι γίνονται, θανάτους μὲν οὐκ ἐξεργάζονται, πολυχρόνιοι δὲ αἱ πλείους εἰσὶ καὶ πολλὰς μεταστά‐ σιας ἔχουσι καὶ ὑποστροφάς.

2

.

30

Οἱ δὲ τρόποι πρῶτον μὲν τῶν περὶ τὴν κεφαλὴν ἀλγημάτων, τὰ μὲν εὐήθεα, τὰ δὲ χαλεπώτερα πολλῷ. Χρὴ δὲ ὑποσκέπτεσθαι ἑκάτερα αὐτῶν ὧδε· ὁκόσοι δὲ αὐτῶν ἀμβλυώσσουσι καὶ ἔρευθός τι ἔχουσιν ἐπὶ τῶν ὀφθαλμῶν, καὶ κνησμὸς ἔχει τὸ μέτωπον, τού‐
5τοισιν ἀρήγει αἷμα ῥυὲν ἀπὸ τοῦ αὐτομάτου καὶ ἐξ ἀνάγκης· ἁπλοῦς οὗτος ὁ τρόπος. Οἷσι δὲ ὀδύναι περὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον ἐκ τε τῶν ἀνέμων τῶν μεγάλων γίνονται καὶ ἐκ τῶν ψυχέων ὅταν θαλ‐ φθῶσιν ἰσχυρῶς, τούτους δὲ κόρυζαι μὲν τέλειαι μάλιστα ἀπαλλάσ‐
σουσιν, ὠφελέουσι δὲ καὶ πταρμοὶ, καὶ βλένναι ἐν τῇσι ῥισὶ γινό‐60 in vol. 9
10μεναι, μᾶλλον μὲν ἀπὸ τοῦ αὐτομάτου, εἰ δὲ μὴ, ἐξ ἀνάγκης. Αἱ δὲ κόρυζαι γενόμεναι τελέως, ὥστε καὶ βῆχας ἐπιγενέσθαι, οἵ τε πταρμοὶ ἐπιγενόμενοι, τὰς ὀδύνας ἢν μὴ παύωσι, φύματα ἀνάγκη ἐπιγενέσθαι καὶ ἀχροίας τούτοισιν. Ὁκόσοισι δὲ ὀδύναι ἄνευ προφάσιος γίνονται καὶ πολυχρόνιοι καὶ ἐν πάσῃ τῇ κεφαλῇ ἰσχνοῖσι τε ἐοῦσι καὶ ἀμενη‐
15νοῖσι, προορᾶσθαι τούτοισι τὸ νόσημα πολλῷ χαλεπώτερον τοῦ πρό‐ σθεν· ἢν δὲ καὶ ἐς τὸν τράχηλόν τε καὶ ἐς τὸν νῶτον ἡ ὀδύνη κατα‐ βαίνῃ τὴν κεφαλὴν ἀπολιποῦσα, καὶ αὖθις παλινδρομέῃ ἐς τὴν κεφαλὴν, καὶ ἔτι χαλεπώτερον γίνεται· τούτων δὲ πάντων δεινότα‐ τον, εἰ ξυντείνοι ἐκ τῆς κεφαλῆς ἐς τὸν τράχηλόν τε καὶ τὸν νῶτον.
20Τὰς δὲ ὠφελείας τουτέοισι προσδέχεσθαι ἐξ ἀποστασίων ἔσεσθαι, ἢ πῦον βήξασιν, ἢ αἱμοῤῥοΐδας ἔχουσιν, ἢ ἐξανθήματα ἐν τοῖς σώ‐ μασι· λυσιτελέει δὲ καὶ πιτυρωθεῖσα ἡ κεφαλή. Νάρκαι δὲ καὶ κνι‐ δώσιες οἷσι διὰ τῆς κεφαλῆς διαΐσσουσι, τοτὲ μὲν διὰ πάσης, τοτὲ δὲ διὰ μέρους τινὸς, πολλάκις δὲ καὶ ψυχρόν τι δοκέει αὐτοῖσι
25διαχωρέειν διὰ τῆς κεφαλῆς, τούτους ἐπανερέσθαι, εἰ καὶ ἐς τὴν γλῶσσαν ἄκρην ἀφικνεῖται ἡ κνίδωσις· εἰ γὰρ τοῦτο ποιέοι, τέλεον τὸ νόσημα γίνεται, καὶ χαλεπώτερον ἀπαλλάξαι, εὐπετὲς δὲ ἄνευ τούτου. Οἱ δὲ τρόποι τῶν ὠφελειῶν ἐξ ἀποστασίων ὥσπερ προ‐ γέγραπται· ἧσσον μέντοι ἐπιγίνονται ἀποστάσιες ἐπὶ τούτοισιν ἢ
30ἐκείνοισιν. Ὁκόσους δὲ ξὺν τῇσιν ὀδύνῃσιν σκοτόδινοι λαμβάνουσι, δυσαπάλλακτον καὶ μανικόν· γέρουσι δὲ ὁ τρόπος οὗτος μάλιστα γί‐ νεται. Αἱ δὲ ἄλλαι νοῦσοι αἱ ἀμφὶ κεφαλὰς ἀνδράσι τε καὶ γυναιξὶν ἀσφαλῶς ἰσχυρόταται καὶ πουλυχρονιώτεραι· γίνονται δὲ καὶ νεανί‐ σκοισί τε καὶ παρθένοισι τῇσιν ἐν ἡλικίῃ, καὶ μάλιστα τῶν καταμη‐62 in vol. 9
35νίων ἐς τὴν πρόοδον. Τῇσι δὲ γυναιξὶν ἐν τῇσι κεφαλαλγίῃσι τὰ μὲν ἄλλα πάντα γίνεται ἃ καὶ τοῖσιν ἀνδράσιν· αἱ κνιδώσιες δὲ καὶ τὰ μελαγχολικὰ ταύτῃσιν ἧσσον ἢ τοῖσιν ἀνδράσιν, ἢν μὴ τὰ κατα‐ μήνια τελέως ἠφανισμένα ᾖ.

2

.

31

Οἷσι δὲ τὰ χρώματα νέοις ἐοῦσι πονηρά ἐστι πολὺν χρόνον, ξυνεχέως δὲ μὴ ἰκτεριώδεα τρόπον, οὗτοι καὶ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν κεφαλὴν ἀλγέουσι, καὶ λίθους τε καὶ γῆν τρώγουσι, καὶ αἱμοῤῥοΐδας ἔχουσιν. Τὰ δὲ χλωρὰ χρώματα ὅσα χρόνιά εἰσι, καὶ
5μὴ ἰσχυροὶ ἴκτεροί εἰσι, τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιέειν αὐτοῖσι ξυμ‐ βαίνει, ἀντὶ δὲ τῶν λίθων τε καὶ τῆς γῆς τρώξιος τὰ ὑποχόνδρια λυπέει μᾶλλον ἢ τοὺς ἑτέρους.

2

.

32

Ὁκόσοι δὲ πουλὺν χρόνον ὠχροὶ φαίνονται, καὶ τὰ πρόσωπα ἐπηρμένα ἔχοντες, εἰδέναι χρὴ τούτους τὴν κεφαλὴν ὀδυνωμένους, ἢ περὶ τὰ σπλάγχνα ἀλγήματα ἔχοντας, ἢ ἐν τῇ ἕδρῃ κακόν τι φαινό‐ μενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων οὐχ ἕν τι τούτων τῶν
5κακῶν φαίνεται, ἀλλ’ ἔστιν ὅτε πολλὰ ἢ καὶ πάντα.

2

.

33

Οἱ δὲ τῆς νυκτὸς ὁρῶντες, οὓς δὴ νυκτάλωπας καλέομεν,
οὗτοι ἁλίσκονται ὑπὸ τοῦ νοσήματος νέοι, ἢ παῖδες ἢ νεανίσκοι· καὶ ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, οἱ μὲν τεσσαρακονθήμεροι, οἱ δὲ ἑπτάμηνοι, τισὶ δὲ καὶ ἐνιαυτὸν ὅλον παρέμεινεν. Σημαίνεσθαι δὲ64 in vol. 9
5χρὴ περὶ τοῦ χρόνου ἔς τε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα ἔς τε τὴν ἡλικίην τοῦ νοσέοντος. Αἱ δὲ ἀποστάσιες ὠφελέουσι μὲν τούτους ἐπιφαινόμεναι τε καὶ ἐς τὰ κάτω ῥέπουσαι, ἐπιγίνονται δὲ οὐ κάρτα διὰ τὴν νεότητα. Αἱ δὲ γυναῖκες οὐχ ἁλίσκονται ὑπὸ τοῦ νοσήματος τούτου, οὐδὲ αἱ παρθένοι ᾗσι τὰ ἐπιμήνια φαίνεται.

2

.

34

Οἷσι δὲ ῥεύματα δακρύων πολυχρόνια ἢ νυκτάλωπες γίνον‐ ται, τούτους ἐπανερωτᾷν, ἢν τὴν κεφαλήν τι προηλγηκότες ἔωσι πρὸ τῶν ἀποστηριγμάτων τουτέων.

2

.

35

Ὁκόσοι δὲ μήτε πυρετήναντες μήτε ἄχροοι ἐόντες ἀλγέουσι πολλάκις τήν τε κορυφὴν καὶ τοὺς κροτάφους, ἢν μή τινα ἄλλην φανερὴν ἔχωσιν ἀπόστασιν ἐν τῷ προσώπῳ, ἢ βαρὺ φθέγγωνται, ἢ ὀδόντας ἀλγέωσι, τούτοισιν αἱμοῤῥαγῆναι διὰ τῶν ῥινῶν προσδέ‐
5χεσθαι. Οἷσι δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, δοκέουσιν οἵδ’ ὑγιαίνειν τἄλλα, τούτους δὲ ἢ σπλῆνα εὑρήσεις ἐπηρμένον ἔχοντας, ἢ τὴν κεφαλὴν ἀλγέοντάς τε καὶ μαρμαρυγῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαινόμενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων ἅμα καὶ τὰ ἀπὸ τῆς κεφαλῆς οὕτως ἔχοντα φαίνεται καὶ τὰ ἀπὸ τοῦ
10σπληνός.

2

.

36

Οὖλα δὲ πονηρὰ καὶ στόματα δυσώδεα οἷσι σπλῆνες μεγάλοι.
Ὁκόσοι δὲ ἔχουσι σπλῆνας μεγάλους, μήτε αἱμοῤῥαγίαι γίνονται μήτε στόμα δυσῶδες, τουτέων αἱ κνῆμαι ἕλκεα πονηρὰ ἴσχουσι καὶ οὐλὰς μελαίνας.66 in vol. 9

2

.

37

Οἷσι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπαίρεται ἰσχυρῶς, τούτους σπλῆνας μεγάλους εὑρήσεις ἔχοντας· εἰ δὲ καὶ ἐν τοῖσι ποσὶν οἰδή‐ ματα προσγίνονται, καὶ ὕδωρ φανήσονται ἔχοντες, ἀλλὰ τὴν γα‐ στέρα καὶ τὴν ὀσφὺν ἐπικατιδεῖν.

2

.

38

Τὰ δὲ ἐν τοῖσι προσώποισι παραστρέμματα ἢν μηδενὶ ἄλλῳ τοῦ σώματος ἐπικοινωνέῃ, ταχέως παύεται, καὶ αὐτόματα καὶ πρὸς ἀνάγκας· οἱ δ’ ἄλλοι ἀπόπληκτοι.

2

.

39

Οἷσι μὲν τῷ μὴ δύνασθαι κινέειν λεπτύνεται τὸ νενοσηκὸς τοῦ σώματος, οὗτοι ἀδύνατοι εἰς τωὐτὸ καθίστασθαι· οἷσι δὲ ξυν‐ τήξιες μὴ ἐπιγίνονται, οὗτοι δὴ ἔσονται ὑγιέες. Περὶ δὲ τοῦ χρόνου ὁπότε ἔσονται, προλέγειν ἔς τε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα,
5καὶ ἐς τὸν χρόνον, καὶ ἐς τὴν ἡλικίην τοῦ ἀνθρώπου, καὶ ἐς τὴν ὥρην, εἰδὼς ὅτι τὰ παλαιότατα τῶν νοσημάτων καὶ τὰ κάκιστα καὶ κυλινδούμενα βαρύτατα ὑπακούει, καὶ τὰ ἐν τοῖσι γεραιτάτοισι τῶν σωμάτων· ἔστι δὲ καὶ τὸ φθινόπωρόν τε καὶ ὁ χειμὼν τοῦ ἦρός τε καὶ τοῦ θέρεος ἀνεπιτηδειότερος ταῦτα τὰ νοσήματα ἀφιέναι.

2

.

40

Αἱ δὲ ἐν τοῖσιν ὤμοισι γενόμεναι ὀδύναι, ὁκόσαι μὲν ἐς τὰς χεῖρας ἐπικαταβαίνουσαι νάρκας τε καὶ ὀδύνας παρέχουσι, ταύτῃσιν ἀποστάσιες μὲν οὐκ ἐπιγίνονται, ὑγιάζονται δὲ μελαίνας χολὰς ἐμέοντες· ὁκόσαι δὲ αὐτοῦ μένουσιν ἐν τοῖσιν ὤμοισιν, ἢ καὶ ἐς τὸν
5νῶτον ἀφικνέονται, ταύτας πῦον ἐμέσαντες ἐκφυγγάνουσιν, ἢ μέλαιναν χολήν. Καταμανθάνειν δὲ περὶ τουτέων ὧδε· ἢν μὲν γὰρ εὔπνοοι ἔωσι καὶ ἰσχνοὶ, μέλαιναν χολὴν αὐτοὺς μᾶλλον ἐλπὶς ἐμέσαι· εἰ δ’ αὖ δυσπνοώτεροι, καὶ ἐπὶ τοῦ προσώπου ἐπιτρέχει τι αὐτοῖσι χρῶμα, ὃ πρόσθεν οὐκ ἐπεγένετο, ὑπέρυθρον, εἴτε μέλαν, τούτους πῦον ἐλπὶς68 in vol. 9
10μᾶλλον πτύσειν. Σκέπτεσθαι δὲ πρὸς τούτοισι καὶ εἰ ἐν τοῖσι ποσὶν οἰδήματα ἔνεστι· καὶ γὰρ τοῦτο τὸ σημεῖον τούτοισιν ὁμολογέον ἐστίν. Τὸ δὲ νόσημα τοῦτο τοῖσιν ἀνδράσι προσγίνεται ἰσχυρότατον τοῖσιν ἀπὸ τεσσαράκοντα ἐτέων ἐς τὰ ἑξήκοντα· τὴν ἡλικίην δὲ ταύτην μάλιστα ἰσχιάδες βιάζονται.

2

.

41

Σκέπτεσθαι δὲ δεῖ ὧδε περὶ ἰσχιάδων· ὁκόσοισι γὰρ τῶν γεραιτέρων αἵ τε νάρκαι ἰσχυρόταται καὶ καταψύξιες τῆς ὀσφύος τε καὶ τῶν σκελέων, καὶ τὸ αἰδοῖον ἐπαίρειν ἀδυνατέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ πρὸς ἀνάγκην, καὶ κοπρώδης μύξα πολλὴ διεξέρ‐
5χεται, τουτέοισι χρονιώτατον τὸ νούσημα ἔσται, καὶ προλέγειν ἐνιαυτὸν τὸ ἐλάχιστον, ἀφ’ οὗ χρόνου ἤρξατο τὸ νούσημα γίνεσθαι, καὶ τὰς ὠφελείας ἐς τὸ ἔαρ τε καὶ τὸ θέρος προσδέχεσθαι. Τοῖσι δὲ νεανίσκοισιν ἐπώδυνοι μὲν οὐχ ἧσσον αἱ ἰσχιάδες, βραχύτεραι δέ· καὶ γὰρ τεσσαρακονθήμεροι ἀπαλλάσσονται· ἀλλ’ οὐδὲ αἱ νάρκαι
10ἐπιγίνονται ἰσχυραὶ, οὔτε αἱ καταψύξιες τῶν σκελέων τε καὶ τῆς ὀσφύος. Οἷσι δὲ τὸ νούσημα τοῦτό ἐστι μὲν ἐν τῇ ὀσφύϊ καὶ τῷ σκέλεϊ, βιάζεται δὲ οὐχ οὕτως ὥστε κατακέεσθαι, ξυστρέμματα σκέπτεσθαι μὲν εἴ που ἐν τῷ ἰσχίῳ, καὶ ἐπανερέσθαι εἰ εἰς τὸν βου‐ βῶνα ἡ ὀδύνη ἀφικνεῖται· ἢν γὰρ ταῦτ’ ἔχῃ ἄμφω, χρόνιον τὸ νού‐
15σημα γίνεται· ἐπανερέσθαι δὲ καὶ εἰ ἐν τῷ μηρῷ νάρκαι ἐγγίνονται, καὶ ἐς τὴν ἰγνύην ἀφικνοῦνται· καὶ ἢν φῇ, αὖθις ἐρέεσθαι, καὶ ἢν διὰ τῆς κνήμης, ἐπὶ τὸν ταρσὸν τοῦ ποδός. Ὁκόσοι δ’ ἂν τουτέων τὰ πλεῖστα ὁμολογέωσι, εἰπεῖν αὐτοῖσιν ὅτι τὸ σκέλος σφὶν τοτὲ μὲν θερ‐ μὸν γίνεται, τοτὲ δὲ ψυχρόν. Ἡ δὲ νοῦσος αὕτη ὁκόσοισι μὲν τὴν70 in vol. 9
20ὀσφὺν ἐκλείπουσα ἐς τὰ κάτω τρέπεται, θαρσύνει. Ὁκόσοισι δὲ τά τε ἰσχία καὶ τὴν ὀσφὺν μὴ ἐκλείπουσα ἐς τὰ ἄνω τρέπεται, προλέ‐ γειν δεινὰ εἶναι.

2

.

42

Οἷσι δὲ περὶ τὰ ἄρθρα ὀδύναι τε γίνονται καὶ ἐπάρσιες καὶ καταπαύονται, οὐκ ἐν τῷ ποδαγρικῷ τρόπῳ, εὑρήσεις τά τε σπλάγχνα μεγάλα καὶ ἐν τῷ οὔρῳ λευκὴν ὑπόστασιν· καὶ τοὺς κροτάφους, ἢν ἐπέρῃ, φήσει πολλάκις ἀλγέειν· φήσει δὲ καὶ ἱδρῶτας αὐτῷ γίνεσθαι
5νυκτερινούς. Ἢν δὲ μήτε ὑπὸ τῷ οὔρῳ ὑφίσταται ἡ ὑπόστασις αὕτη, μήτε οἱ ἱδρῶτες γίνωνται, κίνδυνος ἢ χωλωθῆναι τὰ ἄρθρα, ἢ ὃ δὴ μελικηρίδα καλέουσι γίνεσθαι ὑπ’ αὐτοῖσι. Γίνεται δὲ τὸ νόσημα τοῦτο οἷσιν ἐν τῇ παιδίῃ τε καὶ νεότητι ξύνηθες ἐὸν αἷμα ῥεῖν ἐκ τῶν ῥινῶν πέπαυται. Ἐπανερέσθαι οὖν περὶ τῆς τοῦ αἵματος ῥήξιος,
10εἰ ἐγένετο ἐν τῇ νεότητι· καὶ αἱ κνιδώσιες ἔν τε τῷ στήθει καὶ τῷ μεταφρένῳ εἰ ἔνεισι· καὶ ὁκόσοις αἱ κοιλίαι ἰσχυρὰς ὀδύνας παρέχου‐ σιν ἄνευ ἐκταραξίων· καὶ ὁκόσοισιν αἱμοῤῥοΐδες γίνονται· αὕτη γὰρ ἡ ἀρχὴ τῶν νουσημάτων τούτων. Ἢν δὲ κακόχροοι οἱ ἄνθρωποι οὗτοι φαίνωνται, ἐπανερέσθαι καὶ κεφαλὴν εἰ ὀδυνῶνται· φήσουσι
15γάρ. Τούτων δὲ ὁκόσοισιν αἱ κοιλίαι ἐπώδυνοι ἐν γε τοῖς δεξιοῖς εἶεν, τὰ ἀλγήματα ἰσχυρότερα γίνεται, καὶ μάλιστα, ὅταν πρὸς τῷ ὑποχονδρίῳ κατὰ τὸ ἧπαρ τὸ ὑπόλειμμα τῆς ὀδύνης ᾖ. Ὠφελέει δὲ
ταύτας τὰς ὀδύνας τὸ παραυτίκα ψόφος ἐν τῇ γαστρὶ γενόμενος· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, τὸ οὖρον παχὺ καὶ χλωρὸν οὐρέουσιν.72 in vol. 9
20Ἔστι δὲ θανατώδης μὲν οὐδαμῶς ὁ τρόπος οὗτος, χρόνιος δὲ κάρτα· ὁκόταν δὲ παλαιὸν ἤδη ᾖ τὸ νούσημα, ἀμβλυώσσουσιν οἱ ἄνθρωποι ὑπ’ αὐτοῦ. Ἀλλ’ ἐπανερέσθαι περὶ τοῦ αἵματος, εἰ νέῳ ἐόντι ἔῤῥει, καὶ περὶ τοῦ ἀμβλυωγμοῦ, καὶ περὶ τοῦ οὔρου τῆς κενώσιος καὶ τῆς χλωρότητος, καὶ ἀμφὶ τῶν ψόφων εἰ ἐγγίνονταί τε καὶ ὠφελέουσιν
25ἐπιγινόμενοι· φήσουσι γὰρ πάντα ταῦτα.

2

.

43

Λειχῆνες δὲ καὶ λέπραι καὶ λεῦκαι, οἷσι μὲν νέοισιν ἢ παισὶν ἐοῦσιν ἐγένετό τι τούτων, ἢ κατὰ μικρὸν φανὲν αὔξεται ἐν πολλῷ χρόνῳ, τούτοισι μὲν οὐ χρὴ ἀπόστασιν νομίζειν τὸ ἐξάν‐ θημα, ἀλλὰ νόσημα· οἷσι δὲ ἐγένετο τούτων τι πολύ τε καὶ ἐξα‐
5πίνης, τοῦτο ἂν εἴη ἀπόστασις. Γίνονται δὲ λεῦκαι μὲν ἐκ τῶν θα‐ νατωδεστάτων νοσημάτων, οἷον καὶ ἡ νοῦσος ἡ φοινικίη καλεομένη. Αἱ δὲ λέπραι καὶ οἱ λειχῆνες ἐκ τῶν μελαγχολικῶν. Ἰῆσθαι δὲ τουτέων εὐπετέστερά ἐστιν, ὅσα νεωτάτοισί τε γίνεται καὶ νεώτατά ἐστι, καὶ τοῦ σώματος ἐν τοῖσι μαλθακωτάτοισι καὶ σαρκωδεστάτοισι
10φύεται.74 in vol. 9