TLG 0627 006 :: HIPPOCRATES et CORPUS HIPPOCRATICUM :: De morbis popularibus (= Epidemiae) HIPPOCRATES et CORPUS HIPPOCRATICUM Med. De morbis popularibus (= Epidemiae)
Citation: Book — chapter — section — (line) | ||
1t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΡΩΤΟΝ. | |
1.1t | ΤΜΗΜΑ ΠΡΩΤΟΝ | |
1 | ||
---|---|---|
1.1.1 | Ἐν Θάσῳ, φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληϊάδα, ὕδατα πουλλὰ, ξυνεχέα μαλθακῶς, ἐν νοτίοισι, χειμὼν νότιος, σμικρὰ πνεύματα βόρεια, αὐχμοὶ, τὸ ξύνολον ἔς γε χειμῶνα ὁκοῖον ἦρ γίγνεται. Ἦρ δὲ νότιον, | |
5 | ψυχινὸν, σμικρὰ ὕσματα. Θέρος ὡς τὸ πουλὺ ἐπι‐ νέφελον, ἀνυδρίαι, ἐτησίαι ὀλίγα, σμικρὰ, διεσπαρμένως ἔπνευσαν. Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια, καὶ μετὰ αὐχμῶν, πρωῒ μὲν τοῦ ἦρος, ἐκ τῆς πρόσθεν καταστάσιος | |
ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο | ||
10 | καῦσοι, καὶ τουτέοισι πάνυ εὐσταθέες, καὶ ὀλίγοισιν ᾑμοῤῥάγεεν, οὐδ’ ἀπέθνησκον ἐκ τουτέων. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα, πολλοῖσιν ἑτερόῤῥοπα, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δὲ οἳ καὶ σμικρὰ ἐπεθερμαίνοντο· κατέσβη πᾶσιν ἀσινέως· οὐδ’ ἐξεπύησεν οὐ‐ | |
15 | δενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφασίων. Ἦν δὲ ὁ τρόπος αὐ‐ τέων, χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώ‐ δυνα· πᾶσιν ἀσήμως ἠφανίσθη. Ἐγένετο δὲ ταῦτα μει‐ ρακίοισιν ἐοῦσιν, ἀκμάζουσι, καὶ τουτέων τοῖσι περὶ πα‐ λαίστρην καὶ γυμνάσια πλείστοισιν· γυναιξὶ δὲ ὀλί‐ | |
20 | γῃσιν ἐγένετο. Πολλοῖσι δὲ βῆχες ξηραὶ, βήσσουσι καὶ οὐδὲν ἀνάγουσι, καὶ φωναὶ βραγχώδεες. Οὐ μετὰ πουλὺ, τοῖσι δὲ καὶ μετὰ χρόνον, φλεγμοναὶ μετ’ ὀδύνης | |
ἐς ὄρχιν ἑτερόῤῥοπαι, τοῖσι δὲ ἐς ἀμφοτέρους· πυρε‐ τοὶ τοῖσι μὲν, τοῖσι δ’ οὔ· ἐπιπόνως ταῦτα τοῖσι πλείστοισιν· | ||
25 | τὰ δ’ ἄλλα, ὁκόσα κατ’ ἰητρεῖον, ἀνόσως διῆγον. | |
1.1.2 | Πρωῒ δὲ τοῦ θέρεος ἀρξαμένου, καὶ διὰ θέρεος καὶ κατὰ χειμῶνα, πολλοὶ τῶν ἤδη πουλὺν χρόνον ὑπο‐ φερομένων φθινώδεες κατεκλίθησαν· ἐπεὶ καὶ τοῖσιν ἐν‐ δοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε· ἔστι δ’ οἷσιν | |
5 | ἤρξατο πρῶτον τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθι‐ νῶδες. Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τουτέων· καὶ τῶν κατακλιθέντων οὐκ οἶδ’ εἴ τις καὶ μέτριον χρόνον περιεγένετο· ἀπέθνησκον δὲ ὀξυτέρως, ἢ ὡς εἴθισται διά‐ γειν τὰ τοιαῦτα. Ὡς τά γε ἄλλα καὶ μακρότερα, καὶ ἐν πυ‐ | |
10 | ρετοῖσιν ἐόντα, εὐφόρως ἤνεγκαν, καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νουσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν. Ἦν δὲ τοῖσι πλείστοισιν αὐτέων τὰ παθήματα τοι‐ | |
άδε· φρικώδεες πυρετοὶ, ξυνεχέες, ὀξέες, τὸ μὲν ὅλον | ||
15 | οὐ διαλείποντες· ὁ δὲ τρόπος, ἡμιτριταῖος· τὴν μὲν κου‐ φότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες· ἱδρῶτες δὲ αἰεὶ, οὐ δι’ ὅλου· ψύξις ἀκρέων πολλὴ, καὶ μόλις ἀναθερμαινόμενα· κοιλίαι τα‐ ραχώδεες, χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, | |
20 | δακνώδεσι, πυκνὰ ἀνίσταντο. Οὖρα δὲ ἦν λεπτὰ καὶ ἄχροα, καὶ ἄπεπτα, καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ σμι‐ κρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ’ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. Ἔβησσον δὲ σμικρὰ, πυκνὰ, πέπονα, κατ’ ὀλίγον μόλις ἀνάγοντες· οἷσι δὲ τὰ βιαιότατα ξυμ‐ | |
25 | πίπτοι, οὐδ’ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνον εἶχον· ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα· ταχὺ τηκόμενοι καὶ κακού‐ | |
μενοι· ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος· ἄδιψοι· καὶ | ||
30 | παράληροι πουλλοὶ περὶ θάνατον· περὶ μὲν τὰ φθινώδεα, ταῦτα. | |
1.1.3 | Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον, πυρετοὶ πουλλοὶ, ξυνεχέες, οὐ βίαιοι· μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο. Κοιλίαι τε ταραχώδεες τοῖσι πλείστοισι πάνυ εὐφόρως, καὶ οὐδὲν ἄξιον λόγου προσέ‐ | |
5 | βλαπτον· οὖρά τε τοῖσι πλείστοισιν, εὔχροα μὲν, καὶ καθαρὰ, λεπτὰ δὲ, καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινό‐ μενα. Βηχώδεες οὐ λίην· οὐδὲ τὰ βησσόμενα δυσκό‐ λως· οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο (τὸ | |
μὲν ὅλον ὑπενόσεον οἱ φθινώδεες, οὐ τὸν φθινώδεα | ||
10 | τρόπον). Πυρετοῖσι φρικώδεσι σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως, τὸ μὲν ὅλον, οὐκ ἐκλείποντες, παροξυνόμενοι δὲ τριταιοφυέα τρόπον. Ἐκρί‐ νετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ εἰκοστὴν ἡμέρην, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν, πολ‐ | |
15 | λοῖσι δὲ περὶ ὀγδοηκοστήν. Ἔστι δὲ οἷσιν, οὐδ’ οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον· τουτέων δὲ τοῖσι πλείστοισιν οὐ πουλὺν διαλείποντες χρόνον, ὑπέ‐ στρεψαν οἱ πυρετοὶ πάλιν· ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇ‐ | |
σιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο· πολλοῖσι δὲ αὐ‐ | ||
20 | τέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσέειν. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ, μούνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισιν εὐφόρως πᾶσι, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο. | |
24 | ||
1.2t | ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ | |
1 | ||
1.2.4 | Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου, χειμῶνες οὐ κατὰ και‐ ρὸν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πουλλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι. Ταῦτα δὴ ἐγένετο τοιαῦτα, μέχρι πληϊάδος δύσιος, καὶ ὑπὸ πληϊάδα. Χειμὼν δὲ βό‐ | |
5 | ρειος· ὕδατα πουλλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα· ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. Ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμε‐ ρινὰς, καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχειμῶνες | |
μεγάλοι, βόρεια πουλλά· χιὼν, καὶ ὕδατα ξυνεχέως πουλλὰ, | ||
10 | καὶ οὐρανὸς λαιλαπώδης, καὶ ἐπινέφελος· ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει μέχρις ἰσημερίης. Ἦρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον· θέρος οὐ λίην καυματῶδες ἐγέ‐ νετο· ἐτησίαι ξυνεχέες ἔπνευσαν· ταχὺ δὲ περὶ ἀρκτοῦ‐ ρον, ἐν βορείοισι πουλλὰ πάλιν ὕδατα. Γενομένου δὲ | |
15 | τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· πρωῒ δὲ τοῦ ἦρος, πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως, σμικρὰ λημία πολλοῖσι δυσκόλως ἐκρηγνύμενα· τοῖσι πλεί‐ | |
20 | στοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. Κατὰ δὲ θέρος καὶ φθινόπωρον, δυσεντεριώδεες, καὶ τει‐ νεσμοὶ, καὶ λειεντεριώδεες, καὶ διάῤῥοιαι χολώδεες, λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι, καὶ δακνώδεσιν· ἔστι δ’ οἷσι καὶ ὑδατώδεες· πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου, χολώ‐ | |
25 | δεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες· οὐ νεφριτικὰ, ἀλλὰ τουτέοισιν ἀντ’ ἄλλων ἄλλα· ἔμετοι χολώδεες, φλεγματώδεες, καὶ σιτίων ἀπέπτων ἀνα‐ γωγαί· ἱδρῶτες· πᾶσι πάντοθεν πουλὺς πλάδος· ἐγένετο δὲ ταῦτα πουλλοῖσιν, ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ | |
30 | πυρέττουσι, περὶ ὧν γεγράψεται· ἐνίοισι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου. Φθινώδεες, ἤδη φθινοπώρου καὶ ὑπὸ χειμῶνα, πυρετοὶ ξυνεχέες, καί τισιν αὐτέων ὀλίγοισι καυσώδεες· ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι, ἀκριβέες, τεταρταῖοι, πλανῆτες· ἕκα‐ | |
35 | στοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγένοντο. | |
Οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ αἱ αἱμοῤῥαγίαι, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι· τά τε ἄλλα πάντα εὐφόρως· ἐκρίνετο δὲ τουτέοισι πάνυ | ||
40 | εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλιπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν· οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. Οἱ δὲ τρι‐ ταῖοι, πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος, τέσσαρας πε‐ | |
45 | ριόδους· ἐν ἑπτὰ δὲ τελέως ἔκριναν, οὐδ’ ὑπέστρεψαν οὐδενὶ τούτων. Οἱ δὲ τεταρταῖοι, πολλοῖσι μὲν ἐξ ἀρχῆς, ἐν τάξει τε‐ ταρταίου, ἤρξαντο· ἔστι δ’ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυ‐ | |
ρετῶν καὶ νουσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγένοντο· μακρὰ δὲ καὶ ὡς εἴθισται τουτέοισι, καὶ ἔτι μακρότερα ξυν‐ | ||
1.2.4(50) | έπιπτεν. Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ, καὶ πλανῆτες πολλοῖσι πολλοὶ, καὶ πουλὺν χρόνον παρέμενον, ὀρθοστάδην τε καὶ κατακειμένοισιν· τοῖσι πλείστοισι τουτέων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. Σπασμοὶ δὲ πουλλοῖσι, μᾶλλον δὲ παιδίοισιν, ἐξ ἀρχῆς· | |
55 | καὶ ἐπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρό‐ νια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν. Οἱ δὲ ξυνεχέες μὲν τὸ ὅλον, καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες, καὶ μίαν παρο‐ | |
60 | ξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων, καὶ μακρό‐ τατοι, καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ ὅλον ἐπιδιδόντες αἰεὶ, καὶ παροξυνόμενοι, καὶ | |
ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες, καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος, βιαιοτέρως παροξυνόμενοι, ἐν κρι‐ | ||
65 | σίμοισιν ὡς ἐπὶ τὸ πουλὺ κακούμενοι. Ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίγνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν, ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν, μείζω. Ἱδρῶ‐ τες πουλλοὶ, τουτέοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδὲν, ἀλλ’ ὑπεναντίον βλάβας φέροντες. Ψύξις πουλλὴ τουτέοισιν | |
70 | ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα. Ἄγρυπνοι τὸ ξύνολον, καὶ μάλιστα οὗτοι, καὶ πάλιν κωματώδεες. Κοιλίαι, πᾶσι μὲν ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ του‐ τέοισι κάκισται. Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων, ἢ λεπτὰ, καὶ ὠμὰ, καὶ ἄχροα, καὶ μετὰ χρόνον σμικρὰ πεπαινό‐ | |
75 | μενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδ’ ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ, καὶ ὠμὰ τὰ ὑφιστάμενα, κάκιστα δὲ ταῦτα πάντων. Βῆχες μὲν παρείποντο τοῖσι πυρετοῖσιν· γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γενομένην διὰ βηχὸς τότε. | |
80 | Χρόνια μὲν οὖν καὶ δυσχερέα, καὶ πάνυ ἀτάκτως καὶ πεπλανημέ‐ νως, καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα, καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή· εἰ γάρ τινας αὐ‐ τέων διαλείποι σμικρὰ, ταχὺ πάλιν ὑπέστρεφεν. Ἔστι δὲ οἷσιν ἔκρινεν αὐτέων ὀλίγοισιν· οἷσι τὰ βραχύτατα | |
85 | γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τουτέων ἐνίοι‐ σιν ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσέειν· τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέ‐ λειπεν· ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγινομένοισι καὶ τοῖσιν οὔ. Πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ | |
90 | ποικιλίης ἐπὶ τῶν νουσημάτων, καὶ μεγίστου μὲν | |
σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοι‐ σιν ἀποσίτοισιν εἶναι πάντων γευμάτων, μάλιστα δὲ του‐ τέων, οἷσι καὶ τἄλλα ὀλεθρίως ἔχοι, διψώδεες οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τουτέοισιν. Γενομέ‐ | ||
95 | νων δὲ χρόνων μακρῶν, καὶ πόνων πολλῶν, καὶ κακῆς ξυντήξιος, ἐπὶ τουτέοισιν ἀποστάσιες ἐγένοντο, ἢ μέζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ παλινδρομέειν, καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον. Ἦν δὲ τουτέοισι τὰ γιγνόμενα δυσεντεριώδεα, καὶ τεινεσμοὶ, καὶ | |
1.2.4(100) | λειεντερικοὶ, καὶ ῥοώδεες· ἔστι δ’ οἷσι καὶ ὕδρωπες, μετὰ τουτέων καὶ ἄνευ τουτέων· ὅ τι δὲ παραγένοιτο τουτέων βιαίως, ταχὺ ξυνῄρει· ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελέειν. Ἐξανθήματα σμικρὰ, καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νουσημάτων, καὶ ταχὺ πάλιν ἀφανιζόμενα, ἢ παρὰ τὰ ὦτα οἰδήματα | |
105 | μολυνόμενα, καὶ οὐδὲν ἀποσημαίνοντα. Ἔστι δ’ οἷσιν ἐς ἄρθρα, μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα, καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρ‐ χῆς ἕξιν. Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, καὶ τουτέων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ | |
110 | πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης. Ἐγίγνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμ‐ μένων, τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τουτέων. Μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων, καὶ πλείστους ἐῤῥύσατο τῶν ἐόντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, | |
115 | οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο, καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίγνοντο· ξυνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσι ταύτῃσι γίγνεσθαι μάλιστα· ἐγίγνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νουσημάτων. Ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τουτέοισι πάντων ἐγίγνετο· κοιλίαι τε | |
120 | γὰρ, εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι κακοήθεα τρόπον, ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρηέες μετὰ ταῦτα· χρόνια δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίην, καὶ ἐπίπονα ἦν. Οὖρα δὲ τουτέοισιν ᾔει πουλλὰ, παχέα, καὶ ποικίλα, καὶ ἐρυθρὰ, μιξόπυα μετ’ | |
125 | ὀδύνης. Περιεγένοντο δὲ πάντες οὗτοι, καὶ οὐδένα τουτέων οἶδα ἀποθανόντα. | |
1.2.5 | Ὁκόσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάν‐ τας πάντοθεν ἐπικαίρους, ἢ καλὰς καὶ κρισίμους ἀποστά‐ σιας, σκοπέεσθαι. Πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφαλίην ὑγιείης σημαίνουσιν· ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ ἐς | |
5 | κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρό‐ νους, ἢ θανάτους, ἢ τῶν αὐτέων ὑποστροφάς· ὅ τι δὲ του‐ τέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. Λέγειν τὰ προ‐ γενόμενα· γιγνώσκειν τὰ παρεόντα· προλέγειν τὰ ἐσόμενα· | |
μελετᾷν ταῦτα· ἀσκέειν, περὶ τὰ νουσήματα, δύο, ὠφε‐ | ||
10 | λέειν, ἢ μὴ βλάπτειν. Ἡ τέχνη διὰ τριῶν, τὸ νούσημα, ὁ νοσέων, καὶ ὁ ἰητρός· ὁ ἰητρὸς, ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νουσήματι τὸν νοσεῦντα μετὰ τοῦ ἰητροῦ χρή. | |
1.2.6 | Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα, καὶ βάρεα μετ’ ὀδύνης, ἄνευ πυρετῶν, καὶ ἐν πυρετοῖσιν· φρενι‐ τικοῖσι μὲν σπασμοὶ, καὶ ἰώδεα ἐπανεμέουσιν, ἔνιοι ταχυθάνατοι τουτέων· ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλ‐ | |
5 | λοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας, καὶ ὑποχονδρίου ξύν‐ | |
τασις οὐ μετ’ ὀδύνης γίγνεται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγμα‐ | ||
10 | τώδεα· τὸ πουλὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν, οἱ σπασμοὶ μάλιστα· γυναιξὶ δὲ καὶ ταῦτα, καὶ ἀπὸ ὑστερέων πόνοι· πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται, παραπληκτικὰ, ἢ μανικὰ, ἢ στερήσιες ὀφθαλμῶν. | |
1.2.7 | Ἐν Θάσῳ, πρὸ ἀρκτούρου ὀλίγον, καὶ ἐπ’ ἀρκτούρου, ὕδατα πουλλὰ, μεγάλα ἐν βορείοισιν. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος, νότια ὕσματα ὀλίγα· χειμὼν βόρειος· | |
αὐχμοί· ψύχεα· πνεύματα μεγάλα· χιόνες. Περὶ δὲ ἰση‐ | ||
5 | μερίην, χειμῶνες μέγιστοι· ἦρ βόρειον· αὐχμοί· ὕσματα ὀλίγα, ψύχεα. Περὶ δὲ ἡλίου τροπὰς θερινὰς, ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασεν· μετὰ δὲ κύνα, μέ‐ χρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα, καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ ξυνεχέα, καὶ βίαια· ὕδωρ οὐκ ἐγέ‐ | |
10 | νετο· ἐτησίαι ἔπνευσαν· περὶ ἀρκτοῦρον, ὕσματα νότια μέχρις ἰσημερίης. | |
1.2.8 | Ἐν τῇ καταστάσει ταύτῃ, κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι, καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτέων ἔθνησκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νούσημα ἐπίδημον ἦν· τὰ δ’ ἄλλα διετέλεον ἄνοσοι. Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο | |
5 | καῦσοι, καὶ διετέλεον μέχρις ἰσημερίης διὰ τὸ θέρος. Ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσέειν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο· ὀλίγοι δέ τινες ἔθνησκον. Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων, θανατώδεες ἦσαν, καὶ πλείους ἀπώλλυντο. Ἦν δὲ τὰ παθήματα τῶν καύ‐ | |
10 | σων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμοῤῥα‐ γῆσαι, διὰ τουτέου μάλιστα σώζεσθαι· καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμοῤῥαγήσειεν, ἐν τῇ καταστάσει ταύτῃ ἀποθα‐ νόντα· Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνωνι καὶ Σιληνῷ τε‐ ταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε, καὶ | |
15 | ἀπέθανον. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπεῤῥίγεον, καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι· ἐπεῤῥίγεον | |
δὲ καὶ οὗτοι καὶ ἐφίδρουν. Ἔστι δ’ οἷσιν ἴκτεροι ἑκ‐ ταίοισιν, ἀλλὰ τούτοισιν ἢ κατὰ κύστιν κάθαρσις, ἢ κοι‐ λίη ἐκταραχθεῖσα ὠφέλησεν, ἢ δαψιλὴς αἱμοῤῥαγίη· οἷον | ||
20 | Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει· καίτοι τουτέῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε, καὶ ἡ κοιλίη ἐπετα‐ ράχθη, καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο, ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τουτέων ἐγένετο, ἀπέθανεν. Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μά‐ | |
25 | λιστα δὲ μειρακίοισι, καὶ ἀκμάζουσιν· καὶ ἔθνησκον πλεῖστοι τοιουτέων, οἷσι μὴ αἱμοῤῥαγῆσαι ἐγένετο· πρεσβυ‐ τέροισι δὲ ἐς ἰκτέρους, ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι, τῷ παρὰ Σιληνὸν κατακειμένῳ· ἐπεδήμησαν δὲ καὶ δυσεν‐ τερίαι κατὰ θέρος· καί τισι τῶν διανοσησάντων, οἷσι | |
30 | καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν· οἷον τοῦ Ἐράτωνος τῷ παιδὶ, καὶ Μύλλῳ, πολ‐ | |
λῆς αἱμοῤῥαγίης γενομένης, ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο. Πολλοῖσι μὲν οὖν μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν· ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ | ||
35 | ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη, τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστε‐ ρὸν, καὶ ἐς ἄκρον ἰσχίον, ἀλγήματος μετὰ κρίσιν γενομένου, καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμοῤῥαγέειν σμικρὰ ἤρ‐ ξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο ἐς αἱμοῤῥα‐ | |
40 | γίην ἀποστάσιες· Ἀντιφῶντι τῷ Κριτοβούλου ἐπεπαύσατο, καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. Γυναῖκες δὲ ἐνόση‐ σαν μὲν πουλλαὶ, ἐλάσσους δὲ ἢ ἄνδρες, καὶ ἔθνησκον ἥσσους· ἐδυστόκεον δὲ πλεῖσται, καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνησκον αὗται μάλιστα, οἷον Τελεβόλου θυ‐ | |
45 | γάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. Τῇσι μὲν οὖν πλείστῃσιν | |
ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο, καὶ παρθέ‐ νοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ’ ὅτε καὶ ἐκ ῥινῶν, καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο· οἷον τῇ Δαϊθαρ‐ σέως θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον, καὶ ἐκ ῥινῶν | ||
1.2.8(50) | λαῦρον ἐῤῥύη· καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι του‐ τέων τι καλῶς γένοιτο· ᾗσι δὲ ξυνεκύρησεν ἐν γαστρὶ ἐχού‐ σῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. Οὖρα δὲ τοῖσι πλείστοισιν, εὔχροα μὲν, λεπτὰ δὲ, καὶ ὑπο‐ στάσιας ὀλίγας ἔχοντα· κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι, | |
55 | διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν· πολλοῖσι δὲ, τῶν ἄλλων κεκριμένων, ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Οὖρα δὲ ὑδατώδεα πολλὰ, κα‐ θαρὰ, καὶ λεπτὰ, καὶ μετὰ κρίσιν, καὶ ὑποστάσιος κα‐ | |
λῆς γενομένης, καὶ τῶν ἄλλων καλῶς κεκριμένων, ἀνα‐ | ||
60 | μνήσομαι οἷσιν ἐγένετο, Βίωνι ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδὶ, Μνη‐ σιστράτου γυναικί· μετὰ δὲ, δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες· ἦρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. Περὶ δὲ ἀρκτοῦρον, ἑνδεκαταίοισι πουλλοῖσιν ἔκρινε, καὶ τουτέοι‐ | |
65 | σιν οὔθ’ αἱ κατὰ λόγον γιγνόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων. | |
1.2.9 | Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα, παρείποντο μὲν οἱ καῦσοι· ἀτὰρ καὶ φρενιτικοὶ πλεῖστοι τηνικαῦτα ἐγένοντο, καὶ ἔθνησκον τουτέων οἱ πλεῖ‐ στοι· ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. Τοῖσι μὲν | |
5 | οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ | |
ὀλέθρια ξυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, ἐπεῤῥίγεον σμικρά· ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώ‐ δεες· σμικρὰ ἐφίδρουν, περὶ μέτωπον καὶ κληῗδας, οὐδεὶς δι’ ὅλου· πουλλὰ παρέλεγον· φόβοι, δυσθυμίαι, ἄκρεα | ||
10 | περίψυχρα, πόδες ἄκροι, μάλιστα δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι, καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος, καὶ ἄκρεα οὐκ ἔτι ἐθερμαίνοντο, ἀλλ’ ἦσαν πε‐ λιδνὰ καὶ ψυχρά· καὶ οὐδ’ ἐδίψων ἔτι· ἐπὶ τούτοισιν οὖρα | |
15 | μέλανα, ὀλίγα, λεπτά· καὶ κοιλίαι ἐφίσταντο· οὐδ’ | |
ᾑμοῤῥάγησεν ἐκ ῥινῶν οὐδενὶ, οἷσι ταῦτα ξυμπίπτοι, ἀλλὰ σμικρὰ ἔσταξεν· οὐδὲ ἐς ὑποστροφὴν οὐδενὶ τουτέων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέθνησκον, ξὺν ἱδρῶτι. Τοῖσι δὲ φρενιτικοῖσιν οὐ ξυνέπιπτε μὲν τὰ ὑπογεγραμμένα πάντα· | ||
20 | ἐκρίνετο δὲ τουτέοισιν, ὡς ἐπὶ τὸ πουλὺ ἑνδεκαταί‐ οισιν· ἔστι δ’ οἷσι καὶ εἰκοσταίοισιν, οἷσιν εὐθὺς οὐκ ἐξ ἀρ‐ χῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ με‐ | |
τρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νούσημα μετέπεσεν. Πλῆθος μὲν οὖν τῶν νουσημάτων | ||
25 | ἐγένετο· ἐκ δὲ τῶν καμνόντων ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκοχρῶτες, ἰθύτριχες, με‐ λανότριχες, μελανόφθαλμοι, οἱ εἰκῆ καὶ ἐπὶ τὸ ῥᾴθυ‐ μον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀρ‐ γίλοι· καὶ γυναῖκες πλεῖσται ἐκ τουτέου τοῦ εἴδεος ἀπέ‐ | |
30 | θνησκον. Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσ‐ σάρων διεσώζοντο· οἷσι γὰρ ἦν ἢ διὰ ῥινῶν αἱμοῤῥαγῆσαι, | |
ἢ κατὰ κύστιν οὖρα πουλλὰ, καὶ πουλλὴν ὑπόστασιν καὶ κα‐ λὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα, χολώδεα, ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο· πολλοῖσι δὲ ξυν‐ | ||
35 | έπιπτε μὴ ἐφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι, καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως· διεσώζοντο δὲ πάντες, οἷσι ταῦτα ξυν‐ εμπίπτοι. Γυναιξὶ δὲ καὶ παρθένοισι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα· ᾗσι δὲ ἢ τουτέων τι κα‐ | |
40 | λῶς γένοιτο, ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τουτέων ἐσώζοντο, καὶ ἔκρινε, καὶ οὐδεμίην οἶδα ἀπολομένην, ᾗσι του‐ τέων τι καλῶς γένοιτο· Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέ‐ ρως, ἀπέθανεν. Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον | |
45 | δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα μὴ ὀλε‐ | |
θρίως ἔχωσιν· ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν, οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει. Τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ’ ὀδύνης, ἔστιν οἷσιν ἐκλείποντος | ||
1.2.9(50) | τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο, οὔτε ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων, ἢ δυσεντερίη, ἢ παχέων οὔρων ὑπόστασις γενομένη, ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. Τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγιγνώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφεοὶ, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν | |
55 | ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελ‐ φεοί· τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἕκτῃ· τῷ δὲ νεωτέρῳ, | |
ἑβδόμῃ· ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην, καὶ διέλιπεν ἡμέρας πέντε· ἐκ δὲ τῆς ὑποστροφῆς, ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ ξύμπαν ἑπτακαιδεκαταίοισιν. | ||
60 | Ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων, ἔκρινε πεμπταίοισιν. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τρίτῃ. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διαλιπόντας τρεῖς, | |
ἔκρινεν ἑβδόμῃ. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διαλιπόντας | ||
65 | ἓξ, ἐλάμβανε τρισίν· διέλιπε μίαν, μίαν ἐλάμβανεν, ἔκρι‐ νεν, οἷον Εὐάγοντι τῷ Δαϊθάρσεος. Οἷσι δὲ ἔκρινεν ἑκταί‐ οισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων, ἐν τῇ καταστάσει ταύτῃ, τούτῳ τῷ τρόπῳ διενόσησαν· καὶ οὐ‐ | |
70 | δένα οἶδα τῶν περιγενομένων ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι· καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γε‐ νοίατο· οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. Ἔθνησκον δὲ ἐν τοῖσι | |
75 | νουσήμασι τούτοισιν οἱ πλεῖστοι, ἑκταῖοι, οἷον Ἐπαμινών‐ | |
δας, καὶ Σιληνὸς, καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι, καὶ οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο· Κρατιστώνακτι, ὃς παρὰ Ἡρακλείῳ ᾤκει, καὶ | ||
80 | Σκύμνου τοῦ γναφέως θεραπαίνῃ, ἐξεπύησεν, ἀπέθανον. Οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον. Οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι, Φανοκρίτῳ, ὃς κατέ‐ | |
85 | κειτο παρὰ Γνάθωνι τῷ γραφεῖ. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς, καὶ μέχρις ἰσημερίης, παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ ἔθνησκον πολλοί. Αἱ μέντοι κρίσιες | |
μετέπεσον, καὶ ἐκρίνετο τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμ‐ πταίοισι, διέλιπε τέσσαρας, ὑπέστρεψεν· ἐκ δὲ τῆς ὑποστρο‐ | ||
90 | φῆς, ἔκρινε πεμπταίοισι, τὸ ξύμπαν τεσσαρεσκαιδεκα‐ ταίοισιν· ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. Ἔστι δ’ οἷσιν ἔκρινεν ἑνδεκαταίοισιν· ὑποστροφὴ τεσσαρεσκαιδεκάτῃ· ἔκρινε τελείως εἰκοστῇ· εἰ δέ τινες ἐπεῤῥίγεον περὶ τὴν εἰκοστὴν, τουτέοισιν | |
95 | ἔκρινε τεσσαρακοστῇ. Ἐπεῤῥίγεον δ’ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ’ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. Ἐπεῤῥίγεον δ’ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πουλὺ πλεῖστοι· αἱ δ’ αἱμοῤῥα‐ | |
1.2.9(100) | γίαι ὑπέληγον. | |
1.2.9(100) | ||
1.3t | ΤΜΗΜΑ ΤΡΙΤΟΝ. | |
1 | ||
1.3.10 | Τὰ δὲ περὶ τὰ νουσήματα, ἐξ ὧν διαγιγνώσκομεν, μα‐ θόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων, καὶ τῆς ἰδίης ἑκά‐ στου· ἐκ τοῦ νουσήματος· ἐκ τοῦ νοσέοντος· ἐκ τῶν προσφε‐ ρομένων· ἐκ τοῦ προσφέροντος, ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χα‐ | |
5 | λεπώτερον ἐκ τούτου· ἐκ τῆς καταστάσιος ὅλης, καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης· ἐκ τοῦ ἔθεος· ἐκ τῆς διαίτης· ἐκ τῶν ἐπιτηδευμάτων· ἐκ τῆς ἡλικίης ἑκάστου· λόγοισι· τρόποισι· σιγῇ· διανοήμασιν· ὕπνοισιν, οὐχ ὕπνοισιν· ἐνυπνίοισιν οἵοισι καὶ ὅτε· τιλμοῖσι· κνη‐ | |
10 | σμοῖσι· δακρύοισιν· ἐκ τῶν παροξυσμῶν· διαχωρήμασιν· οὔ‐ ροισι· πτυάλοισιν· ἐμέτοισι· καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νουσημάτων, καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον· ἱδρώς· ψύξις· ῥῖγος· βήξ· πταρμοί· λυγμοί· πνεύματα· ἐρεύξιες· φῦσαι, σιγώδεες, ψοφώδεες· αἱ‐ | |
15 | μοῤῥαγίαι, αἱμοῤῥοΐδες· ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκε‐ πτέον. | |
1.3.11 | Πυρετοὶ, οἱ μὲν ξυνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. Εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ | |
5 | χαλεπώταται νοῦσοι, καὶ θανατωδέσταται, ἐν τῷ ξυνεχεῖ πυρετῷ. Ἀσφαλέστατος δὲ πάντων, καὶ ῥήϊστος, καὶ μακρότατος ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἀφ’ ἑωυ‐ τοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νουσημάτων μεγάλων ἄλ‐ λων ῥύεται. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει | |
10 | μὲν καὶ ὀξέα νουσήματα γίγνεσθαι, καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες, καὶ ὅσοι ἄλλα μακρότερα νουσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ· ἡμερινὸς μακρότερος· ἔστι δὲ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθι‐ | |
15 | νῶδες. Ἑβδομαῖος μακρὸς, οὐ θανατώδης· ἐναταῖος μακρό‐ τερος, καὶ οὐ θανατώδης. Τριταῖος ἀκριβὴς, ταχυκρίσιμος, καὶ οὐ θανατώδης. Ὁ δέ γε πεμπταῖος, πάντων μὲν κά‐ κιστος· καὶ γὰρ πρὸ φθίσιος, καὶ ἤδη φθινεῦσιν ἐπιγενό‐ | |
μενος, κτείνει. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες, καὶ παρο‐ | ||
20 | ξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν· αὐτίκα γὰρ ξυν‐ εχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθέει καὶ ἀκμάζει μάλιστα, καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται· ἔστι δ’ οἷσιν ἄρχεται μαλακός τε καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παρο‐ | |
25 | ξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει, ἅλις ἐξέλαμψεν· ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται, καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσιος, καὶ περὶ κρίσιν. Ξυμπίπτει δὲ ταῦτα γί‐ γνεσθαι ἐπὶ παντὸς πυρετοῦ, καὶ παντὸς νουσήματος. Δεῖ | |
30 | δὲ τὰ διαιτήματα, σκοπεύμενον ἐκ τουτέων, προσφέρειν. Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοισίν ἐστιν ἠδελ‐ | |
φισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται· πρὸς ἃ δεῖ διαλογιζόμενον, δοκιμάζειν καὶ σκοπέεσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ | ||
35 | τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι προσαρτέον, ἢ οὒ, καὶ πότε, καὶ πόσον, καὶ τί τὸ προσφερόμενον ἔσται. | |
1.3.12 | Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι, κρίνεται ἐν ἀρ‐ τίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. Ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρι‐ νόντων, τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη | |
5 | εἰκοστὴ, τριακοστὴ, τεσσαρακοστὴ, ἑξηκοστὴ, ὀγδοηκο‐ στὴ, ἑκατοστὴ εἰκοστή· τῶν δὲ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. Εἰδέναι δὲ χρὴ, ὅτι, ἢν | |
10 | ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφὰς σημαίνοιτο, γένοιτο δ’ ἂν καὶ ὀλέθρια. Δεῖ δὲ προσέχειν τὸν νόον, καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι, τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην, ἢ ὄλεθρον, ἢ ῥοπὰς ἐπὶ | |
τὸ ἄμεινον, ἢ τὸ χεῖρον. Πλανῆτες δὲ πυρετοὶ, καὶ τεταρ‐ | ||
15 | ταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον. | |
16 | ||
1.3.13 | ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ. | |
1 | ||
1.313(1) | Ἄῤῥωστος πρῶτος. | |
1 | Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος, κατεκλίθη· τῇ πρώτῃ πυρετὸς ὀξύς· ἵδρωσεν· ἐς νύκτα, ἐπιπόνως. Δευτέρῃ, πάντα παρωξύνθη· ὀψὲ δὲ ἀπὸ κλυ‐ | |
5 | σματίου καλῶς διῆλθε· νύκτα δι’ ἡσυχίης. Τρίτῃ, πρωῒ, καὶ μέχρι μέσου ἡμέρης, ἔδοξε γενέσθαι ἀπύρετος· πρὸς δεί‐ λην δὲ πυρετὸς ὀξὺς, μετὰ ἱδρῶτος· διψώδης· γλῶσσα ἐπε‐ ξηραίνετο· μέλανα οὔρησεν· νύκτα δυσφόρως· οὐκ ἐκοι‐ μήθη· πάντα παρέκρουσε. Τετάρτῃ, πάντα παρωξύνθη· | |
10 | οὖρα μέλανα· νύκτα εὐφορωτέρην· οὖρα εὐχρούστερα. Πέμπτῃ, περὶ μέσον ἡμέρης, σμικρὸν ἀπὸ ῥινῶν ἔστα‐ | |
ξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογ‐ γύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο· προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθεν· νύκτα ἐπιπόνως· | ||
15 | ὕπνοι σμικροί· λόγοι, λῆρος· ἄκρεα πάντοθεν ψυχρὰ, καὶ οὐκ ἔτι ἐπαναθερμαινόμενα· οὔρησε μέλανα· ἐκοι‐ μήθη σμικρὰ πρὸς ἡμέρην· ἄφωνος· ἵδρωσε ψυχρῷ· ἄκρεα πελιδνά· περὶ δὲ μέσον ἡμέρης, ἑκταῖος ἀπέθανεν. Τουτέῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ ἀραιὸν, | |
20 | μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι· ἱδρῶτες ψυχροὶ διὰ τέλεος· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. | |
1.313(2) | Ἄῤῥωστος δεύτερος. | |
1 | Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν Εὐαλκίδου· ἐκ κόπων, καὶ ποτῶν, καὶ γυμνασίων ἀκαί‐ ρων, πῦρ ἔλαβεν· ἤρξατο δὲ πονέειν ὀσφὺν, καὶ κε‐ | |
5 | φαλῆς εἶχε βάρος, καὶ τραχήλου ἦν ξύντασις. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ, χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν τὴν ὑπό‐ | |
στασιν ἔχοντα· διψώδης· γλῶσσα ἐπίξηρος· νυκτὸς οὐδὲν ἐκοιμήθη. Δευτέρῃ, πυρετὸς ὀξύς· διαχωρήματα πλείω, λε‐ | ||
10 | πτότερα, ἔπαφρα· οὖρα μέλανα· νύκτα δυσφόρως· σμικρὰ παρέκρουσεν. Τρίτῃ, πάντα παρωξύνθη· ὑποχονδρίου ξύντασις ἐξ ἀμφοῖν παραμήκης πρὸς ὀμφαλὸν, ὑπο‐ λάπαρος· διαχωρήματα λεπτὰ, ὑπομέλανα· οὖρα θολερὰ, ὑπομέλανα· νυκτὸς οὐδὲν ἐκοιμήθη· λόγοι πολλοὶ, γέλως, | |
15 | ᾠδή· κατέχειν οὐκ ἠδύνατο. Τετάρτῃ, διὰ τῶν αὐτῶν. Πέμπτῃ, διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λιπαρά· οὖρα λεπτὰ, διαφανέα· σμικρὰ κατενόει. Ἕκτῃ, περὶ κεφα‐ λὴν σμικρὰ ἐφίδρωσεν· ἄκρεα ψυχρὰ, πελιδνά· πουλὺς βληστρισμός· ἀπὸ κοιλίης οὐδὲν διῆλθεν· οὖρα ἐπέστη· πυ‐ | |
20 | ρετὸς ὀξύς. Ἑβδόμῃ, ἄφωνος· ἄκρεα οὐκ ἔτι ἀνεθερμαί‐ νετο· οὔρησεν οὐδέν. Ὀγδόῃ, ἵδρωσε δι’ ὅλου ψυχρῷ· ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρὰ, στρογγύλα, σμικρὰ, οἷον ἴονθοι, παρέμενεν, οὐκ ἀφίστατο· ἀπὸ δὲ κοι‐ λίης ἐρεθισμῷ σμικρῷ κόπρανα λεπτὰ, οἷα ἄπεπτα, | |
25 | πολλὰ διῄει μετὰ πόνου· οὔρει μετὰ ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο· ὕπνοι λεπτοὶ, κωματώδεες· ἄφωνος· οὖρα λεπτὰ, διαφανέα. Ἐνάτῃ, διὰ τῶν αὐτῶν. Δεκάτῃ, ποτὰ οὐκ ἐδέχετο· κωματώδης· οἱ δὲ ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια· οὔρησεν ἀθρόον | |
30 | ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης, λευκή· ἄκρεα πάλιν ψυχρά. Ἑνδεκάτῃ, ἀπέθανεν. Ἐξ ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος, πνεῦμα ἀραιὸν, μέγα· ὑποχονδρίου παλ‐ μὸς ξυνεχής· ἡλικίη, ὡς περὶ ἔτεα εἴκοσιν. | |
1.313(3) | Ἄῤῥωστος τρίτος. | |
1 | Ἡροφῶντι πυρετὸς ὀξύς· ἀπὸ κοιλίης ὀλίγα, τεινε‐ σμώδεα κατ’ ἀρχάς· μετὰ δὲ, λεπτὰ διῄει χολώδεα, ὑπό‐ συχνα· ὕπνοι οὐκ ἐνῆσαν· οὖρα μέλανα, λεπτά. | |
5 | Πέμπτῃ, πρωῒ κώφωσις· παρωξύνθη πάντα· σπλὴν ἐπήρ‐ θη· ὑποχονδρίου ξύντασις· ἀπὸ κοιλίης ὀλίγα, μέλανα διῆλθεν· παρεφρόνησεν. Ἕκτῃ, ἐλήρει· ἐς νύκτα ἱδρώς· | |
ψύξις· λῆρος παρέμενεν. Ἑβδόμῃ, περιέψυκτο· διψώδης· παρέκρουεν· νύκτα κατενόει· κατεκοιμήθη. Ὀγδόῃ ἐπύ‐ | ||
10 | ρεσσεν· σπλὴν ἐμειοῦτο· κατενόει πάντα· ἤλγησε τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ’ ἴξιν· ἔπειτα ἐπόνει ἐς ἀμφοτέ‐ ρας κνήμας· νύκτα εὐφόρως· οὖρα εὐχρούστερα· ὑπό‐ στασιν εἶχε σμικρήν. Ἐνάτῃ ἵδρωσεν· ἐκρίθη· διέ‐ λιπεν. Πέμπτῃ ὑπέστρεψεν· αὐτίκα δὲ σπλὴν ἐπήρθη· | |
15 | πυρετὸς ὀξύς· κώφωσις πάλιν. Μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ, σπλὴν ἐμειοῦτο· κώφωσις ἧσσον· σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν· ἐκρίθη ἑπτακαιδεκάτῃ· οὐδὲ παρέκρουσεν ἐπὶ τῇ ὑποστροφῇ. | |
1.313(4) | Ἄῤῥωστος τέταρτος. | |
1 | Ἐν Θάσῳ Φιλίνου γυναῖκα, θυγατέρα τεκοῦσαν, κατὰ φύσιν καθάρσιος γενομένης, καὶ τἄλλα κού‐ φως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν | |
5 | τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος· ἤλγεε δὲ ἀρχομένη καρ‐ δίην, καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις | |
ἐπαύσατο. Προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον· ὕπνοι οὐκ ἐνῆσαν· ἄκρεα ψυχρά· διψώδης· κοιλίη ξυνεκαύθη· σμικρὰ διῄει· | ||
10 | οὖρα λεπτὰ, ἄχροα κατ’ ἀρχάς. Ἑκταίη ἐς νύκτα πα‐ ρέκρουσε πολλὰ, καὶ πάλιν κατενόει. Ἑβδόμῃ διψώδης· δια‐ χωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σπασμοὶ πολλοὶ μετὰ πόνου· πολλὰ παρέ‐ λεγεν· ἐξανίστατο βάλανον προσθεμένη, πολλὰ διῆλθε μετὰ | |
15 | περιῤῥόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. Ἐνάτῃ σπασμοί. Δεκάτῃ σμικρὰ κατενόει. Ἑνδεκάτῃ ἐκοιμήθη· πάν‐ των ἀνεμνήσθη· ταχὺ δὲ πάλιν παρέκρουσεν· οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πουλὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίγνεται ἐκ τῶν καθισταμένων ὅταν ἀνα‐ | |
20 | ταραχθῇ κείμενον πουλὺν χρόνον· οὐ καθίστατο· χρῶμα καὶ πάχος ἴκελον, οἷον γίγνεται ὑποζυγίου, τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. Περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ, παλμοὶ δι’ ὅλου τοῦ σώματος· λόγοι πουλλοί· σμικρὰ κατε‐ | |
νόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. Περὶ δὲ | ||
25 | ἑπτακαιδεκάτην ἐοῦσα, ἦν ἄφωνος· εἰκοστῇ ἀπέ‐ θανεν. | |
1.313(5) | Ἄῤῥωστος πέμπτος. | |
1 | Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ Ἀρχιγέτην, περὶ τόκον ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη ὡς ἔλεγον· καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. Τρίτῃ | |
5 | δὲ ἔτεκε θυγατέρα, καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθεν. Δευτέρῃ μετὰ τόκον, ἔλαβε πυρετὸς ὀξύς· καρδίης πόνος καὶ γυναικείων· προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκου‐ φίσθη· κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα, χολώδεα, λεπτὰ διῄει | |
10 | ἄκρητα· οὖρα λεπτὰ, ὑπομέλανα. Ἀφ’ ἧς δὲ ἔλαβε πῦρ, ἐς νύκτα ἑκταίη παρέκρουσεν. Ἑβδόμῃ πάντα παρωξύνθη· ἄγρυπνος· παρέκρουσεν· διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· ἐκοιμήθη πλείω. Ἐνάτῃ διὰ τῶν αὐτῶν. Δεκάτῃ, σκέλεα ἐπιπόνως | |
15 | ἤλγεε· καρδίης πάλιν ὀδύνη· καρηβαρίη· οὐ παρέκρουσεν· ἐκοιμᾶτο μᾶλλον· κοιλίη ἐπέστη. Ἑνδεκάτῃ οὔρησεν εὐ‐ χροώτερα, συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. Τεσ‐ σαρεσκαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς. Πεντεκαιδε‐ κάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυ‐ | |
20 | ρος· ἐς νύκτα δὲ πυρετὸς ὀξύς· οὖρα πάχος ἔχοντα· ὑπόστασις λευκή. Ἑκκαιδεκάτῃ, παρωξύνθη· νύκτα δυσφόρως· οὐχ ὕπνωσεν· παρέκρουσεν. Ὀκτωκαιδεκάτῃ διψώδης· γλῶσσα ἐπεκαύθη· οὐχ ὕπνωσεν· παρέκρουσε πουλλά· σκέλεα ἐπωδύνως εἶχεν. Περὶ δὲ εἰκοστὴν, πρωῒ | |
25 | σμικρὰ ἐπεῤῥίγωσεν· κωματώδης· δι’ ἡσυχίης ὕπνω‐ σεν· ἤμεσε χολώδεα ὀλίγα, μέλανα· ἐς νύκτα κώφωσις. Περὶ δὲ πρώτην καὶ εἰκοστὴν, πλευροῦ ἀριστεροῦ βάρος δι’ ὅλου μετ’ ὀδύνης· σμικρὰ ἐπέβησσεν· οὖρα δὲ πάχος ἔχοντα, θολερὰ, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ’ ἄλλα κουφοτέρως· | |
30 | οὐκ ἄπυρος αὖθις· ἐξ ἀρχῆς φάρυγγα ἐπωδύνως· | |
ἔρευθος· κίων ἀνεσπασμένος· ῥεῦμα δριμὺ, δακνῶδες, ἁλ‐ μυρῶδες διὰ τέλεος παρέμενεν. Περὶ δὲ εἰκοστὴν ἑβδόμην, ἄπυρος, οὔροισιν ὑπόστασις· πλευρὸν ἤλγεεν. Περὶ δὲ πρώτην καὶ τριακοστὴν, πῦρ ἐλάβετο· κοιλίη | ||
35 | χολώδεσιν ὑπεταράχθη· ἤμεσε τῇ τεσσαρακοστῇ ὀλίγα χολώδεα. Ἐκρίθη τελέως ἄπυρος τῇ ὀγδοηκοστῇ. | |
1.313(6) | Ἄῤῥωστος ἕκτος. | |
1 | Κλεονακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγεε δὲ κεφαλὴν ἐξ ἀρχῆς, καὶ πλευρὸν ἀριστερόν· καὶ τῶν ἄλλων πόνοι, κοπιώδεα τρό‐ | |
5 | πον· οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως, ἀτάκτως· ἱδρῶτες, ὁτὲ μὲν, ὁτὲ δ’ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. Περὶ δὲ εἰκοστὴν τε‐ τάρτην, χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. Περὶ | |
10 | δὲ τριακοστὴν ἐόντι, ἤρξατο ἀπὸ ῥινῶν αἱμοῤῥαγέειν ἐξ ἀμ‐ φοτέρων, καὶ ταῦτα πεπλανημένως κατ’ ὀλίγον μέχρι κρί‐ | |
σιος· οὐκ ἀπόσιτος δὲ, οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον, οὐδὲ ἄγρυπνος· οὖρα δὲ λεπτὰ, οὐκ ἄχροα. Περὶ δὲ τεσσαρακοστὴν ἐὼν, οὔρησεν ὑπέρυθρα, ὑπόστασιν πολ‐ | ||
15 | λὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη· μετὰ δὲ, ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν εἶχεν, ὁτὲ δὲ οὔ. Ἑξη‐ κοστῇ οὔροισιν ὑπόστασις πολλὴ, καὶ λευκὴ, καὶ λείη· ξυνέδωκε πάντα· πυρετοὶ διέλιπον· οὖρα λεπτὰ μὲν, εὔ‐ χροα δέ. Ἑβδομηκοστῇ ἄπυρος, διέλιπεν ἡμέρας δέκα. | |
20 | Ὀγδοηκοστῇ ἐπεῤῥίγωσε· πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσε πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη· τελείως ἐκρίθη. | |
1.313(7) | Ἄῤῥωστος ἕβδομος. | |
1 | Μέτωνα πῦρ ἔλαβεν· ὀσφύος βάρος ἐπώδυνον. Δευ‐ τέρῃ ὕδωρ πιόντι ὑπόσυχνον, ἀπὸ κοιλίης καλῶς διῆλθεν. Τρίτῃ κεφαλῆς βάρος· διαχωρήματα λεπτὰ, | |
5 | χολώδεα, ὑπέρυθρα. Τετάρτῃ πάντα παρωξύνθη· ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς ὀλίγον· νύκτα δυσ‐ φόρως· διαχωρήματα ὅμοια τῇ τρίτῃ· οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐὸν, διεσπασμένον, οὐχ ἱδρύετο. Πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ ἄκρητον· ἵδρωσεν· | |
10 | ἐκρίθη. Μετὰ δὲ κρίσιν, ἄγρυπνος· παρέλεγεν· οὖρα λεπτὰ, ὑπο‐ μέλανα· λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς· ἐκοιμήθη· κατε‐ νόει. Τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγεε πολλάκις μετὰ κρίσιν. | |
1.313(8) | Ἄῤῥωστος ὄγδοος. | |
1 | Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι’ ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα | |
5 | παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου | |
10 | ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑπο‐ | |
πέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύν‐ τασις μετ’ ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· | ||
15 | δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον. | |
1.313(9) | Ἄῤῥωστος ἔνατος. | |
1 | Κρίτωνι ἐν Θάσῳ, ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύ‐ λου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. Κατεκλίθη αὐθημε‐ ρόν· φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος· νύκτα | |
5 | παρεφρόνησεν. Δευτέρῃ, οἴδημα δι’ ὅλου τοῦ ποδὸς, καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ ξυντάσιος· φλυκταινίδια μέ‐ λανα· πυρετὸς ὀξύς· ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώ‐ δεα, ὑπόσυχνα διῆλθεν· ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτε‐ ραῖος. | |
9 | ||
1.313(10) | Ἄῤῥωστος δέκατος. | |
1 | Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβεν. Ἤλγεε δὲ κεφαλὴν, τράχηλον, ὀσφὺν ἐξ ἀρ‐ | |
χῆς· αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν· πυρετὸς ὀξὺς ἔλα‐ | ||
5 | βεν· ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου· οὐ λίην ξύντασις· γλῶσσα ξηρή. Τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. Πέμπτῃ ἐπιπόνως. Ἕκτῃ πάντα παρωξύνθη. Περὶ δὲ ἑνδεκάτην, σμικρὰ ἐνέ‐ δωκεν· ἀπὸ δὲ κοιλίης ἐξ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαι‐ δεκάτην λεπτὰ, πουλλὰ, ὑδατόχολα διῄει· εὐφόρως τὰ περὶ | |
10 | διαχώρησιν διῆγεν· ἔπειτα κοιλίη ἐπέστη. Οὖρα διὰ τέλεος, λεπτὰ μὲν, εὔχροα δέ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑπο‐ διεσπασμένον· οὐχ ἱδρύετο. Περὶ δὲ ἕκτην καὶ δεκάτην, οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. Ἑπτακαιδεκάτῃ δὲ, πάλιν λεπτά· παρὰ | |
15 | δὲ τὰ οὔατα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν· παρελήρει· σκέλεα ἐπωδύνως εἶχεν. Εἰκοστῇ, ἄπυρος, ἐκρίθη· οὐχ ἵδρωσε· πάντα κατενόει. Περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύ‐ | |
σατο. Τὰ δὲ παρὰ τὰ οὔατα οὔτε καθίστατο, οὔτε ἐξε‐ | ||
20 | πύει, ἤλγεε δέ. Περὶ δὲ τὴν πρώτην καὶ τριακοστὴν διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. Περὶ δὲ τὴν τεσ‐ σαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν· ἀμβλύτερα ἑώρα, κα‐ τέστη. | |
1.313(11) | Ἄῤῥωστος ἑνδέκατος. | |
1 | Τὴν Δρομεάδεω γυναῖκα, θυγατέρα τεκοῦσαν, καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον, δευτεραίην ἐοῦσαν, ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. Ἤρξατο δὲ πονέειν τὴν πρώτην, | |
5 | περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσεν· πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. Δευτέρῃ ἀφ’ ἧς ἐῤῥίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷα γί‐ γνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον | |
10 | πουλύν· οὐ καθίστατο· νύκτα οὐκ ἐκοιμήθη. Τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· οὖρα ὅμοια· ὑποχον‐ | |
δρίου πόνος· ἀσώδης· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· ἵδρωσε δι’ ὅλου ὑποψύχρῳ· ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τετάρτῃ, περὶ μὲν ὑποχόνδριον σμικρὰ ἐκουφίσθη· κεφαλῆς δὲ βάρος | ||
15 | μετ’ ὀδύνης· ὑπεκαρώθη· ἔσταξε σμικρὰ ἀπὸ ῥινῶν· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα λεπτὰ, ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. Πέμπτῃ διψώδης, ἀσώδης· οὖρα ὅμοια· ἀπὸ κοιλίης οὐδέν· περὶ δὲ μέσον ἡμέρης, πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη· | |
20 | ψύξις· σμικρὰ νυκτὸς ἐκοιμήθη· παρέκρουσεν. Ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη· ἵδρωσε δι’ ὅλου· ἄκρεα ψυχρά· παρέκρουσεν· πνεῦμα μέγα, ἀραιόν· μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο· ταχὺ ἀπέθανεν. | |
1.313(12) | Ἄῤῥωστος δωδέκατος. | |
1 | Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε, καὶ ἔπιε πλέον· ἤμεσε πάντα νυκτός· πυρετὸς ὀξύς· ὑποχονδρίου δεξιοῦ πό‐ νος· φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος· νύκτα δυσ‐ | |
5 | φόρως· οὖρα δὲ κατ’ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρὰ, κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. Τετάρτῃ πυρετὸς ὀξύς· πόνοι πάντων. Πέμπτῃ, οὔρησε λεῖον, ἐλαιῶδες πουλύ· πυρετὸς ὀξύς. Ἕκτῃ, δείλης πουλλὰ παρέκρουσεν, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. Ἑβδόμῃ πάντα παρω‐ | |
10 | ξύνθη· οὖρα ὅμοια· λόγοι πουλλοί· κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἑλ‐ μίνθων· νύκτα ὁμοίως ἐπιπόνως. Πρωῒ δὲ ἐῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε θερμῷ· ἄπυρος ἔδοξε γενέσθαι· οὐ πουλὺ ἐκοι‐ μήθη· ἐξ ὕπνου, ψύξις· πτυαλισμός· δείλης πουλλὰ παρέκρου‐ | |
15 | σεν· μετ’ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. Ἐνάτῃ ψύξις· παρελήρει πουλλά· οὐχ ὕπνωσεν. Δεκάτῃ, σκέλεα ἐπωδύνως· πάντα παρωξύνθη· παρελήρει. Ἑνδεκάτη ἀπέ‐ θανεν. | |
1.313(13) | Ἄῤῥωστος τρισκαιδέκατος. | |
1 | Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτὴν ἔχου‐ σαν, πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονέειν ὀσφύν. Τρίτῃ | |
πόνος τραχήλου, κεφαλῆς, κατὰ κληῗδα, χεῖρα δεξιήν· | ||
5 | διὰ ταχέων δὲ γλῶσσα ἠφώνει· δεξιὴν χεῖρα πα‐ ρελύθη μετὰ σπασμοῦ, παραπληκτικὸν τρόπον· παρελήρει πάντα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· κοιλίη ἐπεταράχθη, χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισιν. Τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη· σπασμοὶ τῶν αὐτῶν, πόνοι πάντων | |
10 | παρέμενον· κατὰ ὑποχόνδριον ἔπαρμα ξὺν ὀδύνῃ· οὐκ ἐκοι‐ μᾶτο· παρέκρουσε πάντα· κοιλίη ταραχώδης· οὖρα λεπτὰ, οὐκ εὔχροα. Πέμπτῃ, πυρετὸς ὀξύς· ὑποχονδρίου πόνος· παρέκρουσε πάντα· διαχωρήματα χολώδεα· ἐς νύκτα ἵδρω‐ σεν, ἄπυρος. Ἕκτῃ, κατενόει· πάντων ἐκουφίσθη· περὶ δὲ | |
15 | κληῗδα ἀριστερὴν πόνος παρέμενεν· διψώδης· οὖρα λεπτά· οὐκ ἐκοιμήθη. Ἑβδόμῃ, τρόμος· ὑπεκαρώθη· σμικρὰ παρέκρουσεν· ἀλγήματα κατὰ κληῗδα καὶ βραχίονα ἀριστερὸν | |
παρέμενεν· τὰ δ’ ἄλλα διεκούφισεν· πάντα κατενόει. Τρεῖς δὲ διέλιπεν, ἄπυρος. Ἑνδεκάτῃ ὑπέστρεψεν· ἐπεῤῥί‐ | ||
20 | γωσεν· πῦρ ἔλαβεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος, ἐκρίθη. | |
1.313(14) | Ἄῤῥωστος τεσσαρεσκαιδέκατος. | |
1 | Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός. Αὐ‐ τίκα δὲ πυρετὸς ὀξὺς ἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπε‐ | |
5 | φαίνετο· πόνοι τουτέων πάντων ξυνεχέες. Ἕκτῃ κωματώ‐ δης, ἀσώδης, φρικώδης· ἐρύθημα ἐπὶ γνάθων· σμικρὰ πα‐ ρέκρουσεν. Ἑβδόμῃ ἵδρωσεν· πυρετὸς διέλιπεν· οἱ πόνοι παρέμενον. Ὑπέστρεψεν· ὕπνοι σμικροί· οὖρα διὰ τέλεος, εὔχροα μὲν, λεπτὰ δέ· διαχωρήματα λεπτὰ, χολώδεα, δακνώ‐ | |
10 | δεα, κάρτα ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν· οὔροισιν ὑπό‐ | |
στασις λευκὴ, λείη· ἵδρωσεν· ἐκρίθη τελέως ἑνδεκαταίη. | ||
2t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ. | |
2.1t | ΤΜΗΜΑ ΠΡΩΤΟΝ. | |
1 | ||
2.1.1 | Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λαύρῳ δι’ ὅλου· ἐγένετο δὲ μᾶλλον νότῳ, καὶ ὑπεγίνοντο μὲν ἐν τῷ δέρ‐ ματι ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ | |
5 | ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. | |
2.1.2 | Ἐν καύμασιν ἀνυδρίης, οἱ πυρετοὶ, ἀνίδρωτες τὰ πλεῖστα· ἐν τουτέοισι δὲ, ἢν ἐπιψεκάσῃ, ἱδρωτικώτεροι γίνονται κατ’ ἀρχάς· ταῦτα δυσκριτώτερα μὲν, ἢ ἄλλως· ἀτὰρ ἧσσον, εἰ μὴ εἴη διὰ ταῦτα, ἀλλὰ διὰ τῆς νούσου τὸν τρόπον. Οἱ καῦσοι | |
5 | ἐν τῇσι θερινῇσι μᾶλλον γίνονται, καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν, ἐπιξηραίνονται δὲ μᾶλλον θέρεος. | |
2.1.3 | Φθινοπώρου μάλιστα τὸ θηριῶδες καὶ ἡ καρδιαλγία· καίτοι καὶ αὐτὴ ἧσσον κακουργοίη ἂν, ἢ αὐτέου τοῦ νοσήματος τοιούτου ἐόντος. Αἱ ἀσκαρίδες δείλης, ὁμοίως τουτέῳ, καὶ ἐκεῖναι τηνικαῦτα ὀχλέουσι τῆς ἡμέρης τὰ πλεῖστα, οὐ μόνον διὰ τὸ μᾶλλον πονέειν, | |
5 | καὶ αὐταὶ διὰ σφᾶς ἑωυτάς. | |
2.1.4 | Ἐν φθινοπώρῳ ὀξύταται νοῦσοι καὶ θανατωδέσταται, τὸ ἐπί‐ παν· ὅμοιον τῷ δείλης παροξύνεσθαι, ὡς τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντος τῶν νούσων, οἵην ἡ ἡμέρη τῆς νούσου· οἷον τὸ δείλης παροξύνεσθαι, τοιοῦτον τῆς νούσου καὶ ἑκάστης καταστάσιος πρὸς ἀλλήλας, ὅταν | |
5 | μή τι νεωτεροποιηθῇ ἐν τῷ ἄνω εἴδει· εἰ δὲ μὴ, ἄλλης ταῦτα κατα‐ στάσιος ἂν ἄρχοι, ὥστε καὶ τὸν ἐνιαυτὸν πρὸς ἑωυτὸν οὕτως ἔχειν. | |
2.1.5 | Ἐν τοῖσι καθεστεῶσι καιροῖσι καὶ ὡραίως τὰ ὡραῖα ἀπο‐ διδοῦσιν ἔτεσιν, εὐσταθέες καὶ εὐκρινέσταται αἱ νοῦσοι, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι· ἐν γοῦν Περίνθῳ, ὅταν τι ἐκλίπῃ ἢ πλεονάσῃ ἢ πνευμάτων, ἢ μὴ πνευ‐ | |
5 | μάτων, ἢ ὑδάτων, ἢ αὐχμῶν, ἢ καυμάτων, ἢ ψύξεων. Τὸ δὲ ἔαρ τὸ ἐπίπαν ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες. | |
2.1.6 | Πρὸς τὰς ἀρχὰς σκεπτέον τῶν νούσων, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόσει· τὰς δὲ ἐπιδόσιας, τῇσι περιόδοισιν· καὶ αἱ κρίσιες ἐντεῦθεν δῆλοι, καὶ τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν, εἰ πρωϊαίτερον ἢ οὒ, καὶ εἰ πλείονα χρόνον ἢ οὒ, καὶ εἰ μᾶλλον, ἢ | |
5 | οὔ. Πάντων δὲ τῶν ξυνεχέων ἢ διαλειπόντων [χρονίων], καὶ τρωμάτων, καὶ πτυέλων ὀδυνωδέων, καὶ φυμάτων φλεγμοναὶ, καὶ ὅσα ἄλλα ἐπιφαίνεται ὕστερον, ἴσως δὲ καὶ ἄλλων πρηγμά‐ | |
των κοινῶν, τὰ μὲν θᾶσσον, βραχύτερα, τὰ δὲ βραδύτερον, μακρότερα· καὶ ἐν περιόδοισι τὸ ἐπὶ πρωϊαίτερον, καὶ ἄλλης | ||
10 | ἐπιδόσιος ἀπαυδώσης τῆς νούσου· καὶ γὰρ τῶν παραχρῆμα ἀπολ‐ λυμένων, ταχύτεραι αἱ κρίσιες, ὅτι ταχέες οἱ πόνοι, καὶ ξυνεχέες καὶ ἰσχυροί. Τὰ δὲ κρίνοντα ἐπὶ τὸ βέλτιον, μὴ αὐτίκα ἐπιφαινέσθω. Τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. Τὰ προκρινόμενα, ἢν ὅμως κριθῇ, ὑποστροφαί· ἢν δὲ μὴ, ἀκρησίαι· | |
15 | γένοιτο δ’ ἂν καὶ ὀλέθρια, τὰ μὴ σμικρά. Ὅσα κρίσιμα σημεῖα γινό‐ μενα, τὰ αὐτὰ ταῦτα γινόμενα δύσκριτα· τὰ ἐναντία δὲ σημαίνοντα, κακὸν, οὐ μόνον ἢν παλινδρομέῃ, ἀλλὰ καὶ τῆς ἀρχαίης φύσιος τὰ ἐναντία ῥέποντα, ὥσπερ καὶ τῶν κακῶν σημείων τὰ ἐπὶ τὰ ἐναντία ῥέποντα. Θεωρεῖν δὲ οὕτω δεῖ· [μεταβολαὶ] χρωμά‐ | |
20 | των, συμπτώσιες φλεβῶν, ὄγκοι ὑποχονδρίων, ἀναῤῥοπίαι, καταῤῥοπίαι· πολλὰ δὲ καὶ τῶν τοιούτων, οἷον ἀποφθειρουσέων οἱ τιτθοὶ προσισχναίνονται· οὐδὲ γὰρ ἐναντίον οὐδὲ βῆχες χρόνιαι, ὅτι, ὄρχιος οἰδήσαντος παύονται· ὄρχις οἰδήσας ἀπὸ βηχέων, ὑπόμνημα κοινωνίης στηθέων, μαζῶν, γονῆς, φωνῆς. | |
2.1.7 | Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ τόνων, ἢ δι’ ὀστέων, ἢ νεύρων, ἢ δέρματος, ἢ ἐκτροπέων ἑτέρων· χρησταὶ δὲ, αἱ κάτω τῆς νού‐ | |
σου, οἷον κιρσοὶ, ὀσφύος βάρεα, ἐκ τῶν ἄνω· ἄρισται δὲ μάλιστα, αἱ κάτω, καὶ αἱ κατωτάτω κοιλίης, καὶ προσωτάτω ἀπὸ τῆς νούσου, | ||
5 | καὶ αἱ κατ’ ἔκρουν, οἷον αἷμα ἐκ ῥινέων, πῦον ἐξ ὠτὸς, πτύαλον, οὖρον, κατ’ ἔκρουν. Οἷσι μὴ ταῦτα, ἀποστάσιες, οἷον ὀδόντες, ὀφθαλμοὶ, ῥὶς, ἱδρώς. Ἀτὰρ καὶ τὰ ὑπὸ δέρμα ἀφιστάμενα ἐς τὸ ἔξω φύματα, οἷον ταγγαὶ, καὶ τὰ ἐκπυοῦντα, οἷον ἕλκος, καὶ τὰ τοιαῦτα ἐξανθή‐ ματα, ἢ λόποι, ἢ μάδησις τριχῶν, ἀλφοὶ, λέπραι, ἢ τὰ τοιαῦτα | |
10 | ὅσα ἀποστάσιες μέν εἰσιν ἀθρόως ῥέψασαι, καὶ μὴ ἡμιῤῥόπως, καὶ ὅσα ἄλλα εἴρηται· καὶ ἢν μὴ ἀναξίως τῆς περιβολῆς τῆς νούσου, οἷον τῇ Τημένεω ἀδελφιδῇ ἐκ νούσου ἰσχυρῆς ἐς δάκτυλον ἀπεστή‐ ριξεν, οὐχ ἱκανὸν δέξασθαι τὴν νοῦσον, ἐπαλινδρόμησεν, ἀπέθανεν. Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ διὰ κοιλίης, ἢ διὰ νεύρων, ἢ διὰ δέρ‐ | |
15 | ματος, ἢ κατὰ ὀστέα, ἢ κατὰ τὸν νωτιαῖον, ἢ κατὰ τὰς ἄλλας ἐκροὰς, στόμα, αἰδοῖον, ὦτα, ῥῖνας. Ἐξ ὑστέρης, ὀκταμήνῳ τὰ τῶν κρίσεων, τῇ ὑστεραίῃ ὡς ἂν ἐς τὴν ὀσφὺν, ἢ ἐς τὸν μηρόν. Καὶ ἐς ὄρχιας ἔστιν ὅτε ἐκ βηχέων, καὶ ὄρχις αὐτὸς ἐφ’ ἑωυτοῦ. Βηχώδεες ἀποστάσιες, αἱ μὲν ἀνωτέρω τῆς κοιλίης, οὐχ ὁμοίως | |
20 | τελέως ῥύονται. Αἱμοῤῥαγίαι λαῦροι ἐκ ῥινῶν ῥύονται πολλὰ, οἷον | |
τὸ Ἡραγόρεω· οὐκ ἐγίνωσκον οἱ ἰητροί. | ||
2.1.8 | Τὰς φωνὰς οἱ τρηχέας φύσει ἔχοντες, καὶ αἱ γλῶσσαι ὑπο‐ τρηχέες, καὶ ὅσαι τραχύτητες ὑπὸ νούσων ὁσαύτως· αἱ οὖν ἐοῦσαι σκληραὶ τῇ φύσει, καὶ ἄνοσοι τοῦτ’ ἔχουσιν· αἱ δὲ μαλθακαὶ, καὶ βραδύτεραι ἐς ἁμαρτωλίην ἢ χρηστόν. Ἡ ἀρχαίη φύσις· | |
5 | σκεπτέον καὶ τὰ ἀπὸ τῶν διαιτέων τὰ μακροκέφαλα, καὶ μα‐ κραύχενα ἀπὸ τῶν ἐπικυψίων· καὶ τῶν φλεβῶν ἡ εὐρύτης καὶ παχύτης ἀπὸ τοῦ αὐτοῦ, καὶ στενότητες, καὶ βραχύτητες, καὶ λε‐ πτότητες, ἀπὸ τῶν ἐναντίων· ὧν αἱ φλέβες εὐρεῖαι, καὶ αἱ κοιλίαι, καὶ τὰ ὀστέα εὐρέα· εἰσὶ δὲ οὗτοι οἱ λεπτοὶ, οἱ δὲ πίονες | |
10 | τἀναντία τουτέων· καὶ ἐν τοῖσι λιμαγχικοῖσιν αἱ μετριότητες ἀπὸ τουτέων σκεπτέαι. Αἱ προαυξήσιες ἑκάστῳ ἃ μειοῦσι, καὶ αἱ μειώσιες ἃ προαυξοῦσι, καὶ τῇσι προαυξήσεσιν, ὁποῖα συμπροαύ‐ ξεται, καὶ ὁποῖα συγκρατύνεται, καὶ διασφάξιες ποῖαι κοιναὶ τῶν φλεβῶν. | |
2.1.9 | Αἱ τῶν ἤτρων ῥήξιες, αἱ μὲν περὶ ἥβην τὰ πλεῖστα ἀσινέες τοπαραυτίκα, αἱ δὲ σμικρὸν ἄνωθεν τοῦ ὀμφαλοῦ ἐν δεξιᾷ, ὀδυνώδεες | |
αὗται καὶ ἀσώδεες, καὶ κοπριήμετοι, οἷον καὶ τὸ Πιττακοῦ· γίνονται δὲ αὗται ἢ ἀπὸ πληγῆς, ἢ σπάσιος, ἢ ἐμπηδήσιος ἑτέρου. | ||
2.1.10 | Οἷσι τὸ μεταξὺ τοῦ ἤτρου καὶ τοῦ δέρματας ἐμφυσᾶται, καὶ οὐ καθίσταται. Τὸ τῶν χροιῶν, οἷον τὸ πουλύχλωρον, τό τε ἐκ λευκοχρόου, ὅτι ἀπὸ τοῦ ἥπατος πᾶν τὸ τοιοῦτον, καὶ ἀπὸ τουτέου ἡπατικὰ νουσήματα, ἐν τουτέοισι καὶ ἴκτεροι οἱ ἀπὸ τοῦ ἥπατος, ἐς | |
5 | τὸ ὑπόλευκον, καὶ οἱ ὑδαταινόμενοι, καὶ οἱ λευκοφλέγματοι· οἱ δὲ ἀπὸ σπληνὸς, μελάντεροι, καὶ [οἱ] ὕδρωπες, καὶ οἱ ἴκτεροι· καὶ αἱ δυσελ‐ κίαι τῶν ἐκλεύκων, τῶν ὑποφακωδέων, καὶ τὸ δέρμα καταῤῥήγνυται, καὶ τὰ χείλεα, οἷος Ἀντίλοχος καὶ Ἀλεύας· τὸ ἀπὸ τῶν χυμῶν τῶν ἐκ τοῦ σώματος τοῦ ἁλμώδεος· ὅτι ὑπὸ τὸ δέρμα μάλιστα καὶ ἀπὸ | |
10 | τῆς κεφαλῆς, ὅταν ἀπὸ τοῦ πλεύμονος διαθερμαίνηται. | |
2.1.11 | Τὰς ἀφορμὰς, ὁπόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ. Σημεῖον δὲ, ἐφ’ οἷσιν ὀδόντες, καὶ ἐφ’ οἷσι βουβῶνες. Τὰ γενόμενα ἕλκεα, κρίνοντα πυρετοὺς, καὶ φύματα· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκατα‐ | |
5 | λείπεται, βεβαιόταται ὑποστροφαὶ καὶ τάχισται. | |
2.1.12 | Τὰ ὠμὰ διαχωρήματα καὶ ὑγρὰ κέγχρος στερεὸς ἐν ἐλαίῳ | |
ἑφθὸς ἵστησιν, οἷον τὸ ναυτοπαίδιον, καὶ ἡ μυριοχαύνη. | ||
2.2t | ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ. | |
1 | ||
2.2.1 | Γυνὴ ἐκαρδιάλγει, καὶ οὐδὲν καθίστατο· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα, καὶ μονοσιτίη ἤρκεσε, καὶ οὐκ ἀνή‐ μεεν, οἷα τὰ Χαρίωνος. | |
2.2.2 | Αἱ μεταβολαὶ ὠφελέουσιν, ἢν μὴ ἐς πονηρὰ μεταβάλλῃ, οἷον ἀπὸ φαρμάκων ἐμέουσι πυρετῶν ἕνεκα· αἱ ἐς ἀκρητέστερα τελευταὶ σῆψιν σημαίνουσιν, οἷον Δεξίππῳ. | |
2.2.3 | Ἡ Σεράπις ἐξ ὑγρῆς κοιλίης ᾤδησεν· κνησμοὶ δ’ οὐκ οἶδα ποσταίῃ, οὐ πρόσω· ἔσχε δέ τι καὶ ἀπόστημα ἐν κενεῶνι, ὅπερ μελανθὲν ἀπέκτεινεν. | |
2.2.4 | Καὶ ἡ Στομάργεω ἐκ ταραχῆς ὀλιγημέρου πολλὰ νοσήσασα, καὶ μετὰ στάσιν παιδίου θήλεος ἀπὸ φθορῆς τετραμήνου ὑγιήνασα, ᾤδησεν. | |
2.2.5 | Μόσχῳ λιθιῶντι ἰσχυρῶς, ἐπὶ τῷ βλεφάρῳ τῷ ἄνω κριθὴ ἐγένετο πρὸς τοῦ ὠτὸς μᾶλλον, ἔπειτα ἐξηλκώθη ἔσω· πέμπτῃ καὶ ἕκτῃ ἔσωθεν πῦον ἐῤῥάγη· τὰ κάτωθεν ἔλυσεν· βουβὼν παρ’ οὖς ἦν, καὶ κάτω ἐπὶ τῷ τραχήλῳ κατ’ ἴξιν τοῦ ἄνω βουβῶνος. | |
2.2.6 | Ὁ τῆς Ἀρισταίου γυναικὸς ἀδελφὸς χλιαινόμενος ἐταλαι‐ πώρει ὁδῷ, κἄπειτα ἐν κνήμῃ τέρμινθοι ἐγένοντο· ἔπειτα συνεχὴς πυρετὸς ἐγένετο, καὶ τῇ ὑστεραίῃ ἱδρὼς ἐγένετο, καὶ τὰς ἄλλας τὰς ἀρτίους ἐγένετο αἰεί. Ἔτι δὲ ὁ πυρετὸς εἶχεν· ἦν δὲ ὑπόσπληνος, | |
5 | ᾑμοῤῥάγει ἐξ ἀριστεροῦ πυκνὰ κατ’ ὀλίγον, ἐκρίθη. Τῇ ὑστεραίῃ, ἀριστερὸν παρ’ οὖς οἴδημα· τῇ δὲ ὑστεραίῃ, καὶ παρὰ δεξιὸν, ἧσσον δὲ τοῦτο· καὶ συνελειαίνετο ταῦτα, καὶ ἐμωλύνθη, καὶ οὐκ ἀπεπύησεν. | |
2.2.7 | Ὁ παρ’ Ἀλκιβιάδεω ἐλθὼν, ἐκ πυρετῶν ὀλίγων πρὸ κρίσιος | |
ὄρχις ἀριστερὸς ᾤδησεν· ἦν δὲ σπλῆνα μέγαν ἔχων· καὶ δὴ τότε ἐκρίθη ὁ πυρετὸς, εἰκοσταῖος· κἄπειτα ὑπεχλιαίνετο ἄλλοτε καὶ ἄλλοτε, καὶ ἔπτυεν ὑπάνθηρον. | ||
2.2.8 | ᾟ ἡ χεὶρ ἡ δεξιὴ, σκέλος δὲ ἀριστερὸν ἐκ τῶν βηχωδέων, βραχὺ οὐκ ἄξιον λόγου βηξάσῃ, παρελύθη παραπληγικῶς, ἄλλο δὲ οὐδὲν ἠλλοιώθη, οὔτε πρόσωπον, οὔτε γνώμην, οὐ μὴν ἰσχυρῶς ταῦτα· ἐπὶ τὸ βέλτιον ἤρξατο χωρέειν περὶ εἰκοστὴν ἡμέρην· | |
5 | σχεδὸν ἐγένετό οἱ περὶ γυναικείων κατάῤῥηξιν, καὶ ἴσως τότε πρῶτα γινόμενα, παρθένος γὰρ ἦν. | |
2.2.9 | Ἀπήμαντος καὶ ὁ τοῦ τέκτονος πατὴρ τοῦ τὴν κεφαλὴν κατεα‐ γέντος καὶ Νικόστρατος οὐκ ἐξέβησσον· ἦν δὲ ἑτέρωθι κατὰ νεφροὺς ἀλγήματα· ἐρωτήματα· ἤρεον γὰρ αὐτοὺς ἀεὶ πληροῦσθαι ποτοῦ καὶ σίτου. | |
2.2.10 | Ὀδύνας τὰς ἰσχυροτάτας, ὅτῳ τρόπῳ διαγνοίη ἄν τις ἰδών· ὁ φόβος, αἱ εὐφορίαι, αἱ ἐμπειρίαι, καὶ αἱ δειλίαι. | |
2.2.11 | Ὕδωρ τὸ ταχέως θερμαινόμενον, καὶ ταχέως ψυχόμενον, αἰεὶ κουφότερον. Τὰ βρώματα καὶ τὰ πόματα πείρης δεῖ, εἰ ἐπὶ τὸ ἴσον μένει. | |
2.2.12 | Ῥητέον, ὅτι, αἵματος ῥυέντος, ἐκχλοιοῦνται, καὶ ὅσα ἄλλα τοιαῦτα, ὅτι πρὸς τὸ ὑγραίνειν, καὶ ξηραίνειν, καὶ θερμαίνειν, καὶ | |
ψύχειν, πολλὰ ἄν τις τοιαῦτα εὕροι. | ||
2.2.13 | Τὸ ἑξηκονθήμερον ἀπόφθαρμα ἄρσεν τόκων ἐν ἐπισχέσεσιν, ὑγιηρόν. | |
2.2.14 | Ἡρακλεῖ ὤδει ἐπὶ τοῦ κακοῦ ὀγδοαίῳ. | |
2.2.15 | Δυσεντεριώδης μᾶλλον, ὅστις ἄρα καὶ τεινεσμώδης. | |
2.2.16 | Θηλάζουσα εἶτα ἐκθύματα ἀνὰ τὸ σῶμα πάντη εἶχεν, ἐπεὶ ἐπαύσατο θηλάζουσα, κατέστη θέρεος. | |
2.2.17 | Τῇ τοῦ σκυτέως, ὃς τὰ σκύτινα ἐποίησε, τεκούσῃ καὶ ἀπολυθείσῃ τελέως, ἐδόκει τοῦ μὲν χορίου τι τὸ ὑμενοειδὲς ἀπέ‐ χειν, ἀπῆλθε τεταρταίῃ κακῶς· στραγγουριώδης γὰρ ἐγένετο· αὐτίκα συλλαμβάνουσα ἔτεκεν ἄρσεν· πολλὰ δὲ ἔτεα ἤδη εἶχε, | |
5 | τὰ ὕστατα οὐδ’ ἐπιμήνια ᾔει· ὅτε δὲ τέκοι, διέλειπεν ἐπ’ ὀλίγον ἡ στραγγουρίη. | |
2.2.18 | Ἰσχίον δέ τις ἤλγει, πρὶν ἴσχειν· ἐπεὶ δὲ ἔσχεν, οὐκ ἔτι ἤλγει. Ἐπεὶ δὲ ἔτεκεν, εἰκοσταίη ἐοῦσα, αὖθις ἤλγησεν· ἔτεκεν οὖν ἄρσεν· ἐν γαστρὶ ἐχούσῃ, ἐν κνήμῃ κάτω δεξιῇ, ἢ τρίτῳ ἢ τετάρτῳ μηνὶ, | |
ἐξανθήματα, πρὸς ἃ τῇ μάννῃ χρώμεθα, καὶ ἐν χειρὶ δεξιῇ παρὰ μέγαν | ||
5 | δάκτυλον· οὐκ οἶδ’ ὅ τι ἔτεκε, κατέλιπον γὰρ ἑξάμηνον· ᾤκει δὲ, ὡς ἐγὼ οἶμαι, τὰ Ἀρχελάου πρὸς τῷ κρημνῷ. | |
2.2.19 | Ἡ Ἀντιγένεος, ἡ τῶν περὶ Νικόμαχον, ἔτεκε παιδίον, σαρ‐ κῶδες μὲν, ἔχον δὲ τὰ μέγιστα διακεκριμένα, μέγεθος δὲ ὡς τετρα‐ δάκτυλον, ἀνόστεον, ὕστερον δὲ παχὺ καὶ στρογγύλον· αὕτη δὲ ἀσθματώδης ἐγένετο πρὸ τοῦ τόκου· ἔπειτα ἅμα τῷ τόκῳ πῦον | |
5 | ἀνήμεσεν ὀλίγον, οἷον ἐκ δοθιῆνος. | |
2.2.20 | Θυγατέρας τεκούσης διδύμους καὶ δυστοκησάσης καὶ οὐ πάνυ καθαρθείσης, ἐξῴδησεν ὅλη· ἔπειτα ἡ γαστὴρ μεγάλη ἐγένετο, τὰ δ’ ἄλλα ἐταπεινώθη· καὶ ἐρυθρὰ ᾔει μέχρι τοῦ ἕκτου μηνὸς, ἔπειτα λευκὰ κάρτα πάντα ἤδη τὸν χρόνον· πρὸς δὲ τἀφροδίσια | |
5 | οἱ ῥόοι ἔβλαπτον, καὶ οἱ ἄκρητα ἐρυθρὰ ἱκνευμένως ᾔει. | |
2.2.21 | Τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη γενομένη, πρόσθεν μηδέποτε γενομένη, σημεῖον χρηστὸν, οἷον Δημαινέτῃ ἐγένετο· ἴσως δ’ ἐστὶ καὶ τεχνήσασθαι· καὶ γὰρ αἱ ταραχαὶ αἱ τοιαῦται ἀλ‐ | |
λοιοῦσιν· ἴσως δὲ καὶ ὀξυρεγμίαι λειεντερίην λύουσιν. | ||
2.2.22 | Ἰήθη ἐλλεβόρου πόσει Λυκίη· τὰ ὕστατα σπλὴν μέγας, καὶ ὀδύναι, καὶ πυρετὸς, καὶ ἐς ὦμον ὀδύναι· καὶ ἡ φλὲψ, ἡ κατὰ σπλῆνα, ἐπ’ ἀγκῶνι ἐτέτατο· καὶ ἔσφυζε μὲν πολλάκις, ἔστι δ’ ὅτε καὶ [οὔ·] οὐκ ἐτμήθη, ἀλλ’ ἅμα ἱδρῶτι διῆλθεν, ἢ αὐτόματον· ἐξ | |
5 | οὗ, διιόντων, ὁ σπλὴν, τὰ δεξιὰ ἐνετείνετο, πνεῦμα ἐνεδιπλα‐ σιάζετο, οὐ μὴν μέγα· παρεφέρετο, περιεστέλλετο· φῦσα ἐνεοῦσα· οὐ διῄει κάτω οὐδὲν, οὐδὲ οὔρει· ἀπέθανε πρὸ τοῦ τόκου. | |
2.2.23 | Τὰ ἀμφὶ φάρυγγα, ἑτερόῤῥοπα, ὁρμήσαντα, οὐκ ἐφηλκώθη, ἐπὶ τὰ ἀριστερὰ μετῆλθεν, ἐς σπλῆνα ὀδύνη ἦλθεν ἀκρίτως. Ἱέρωνι ἐκρίθη πεντεκαιδεκαταίῳ. Τῇ Κῴου ἀδελφεῇ ἧπαρ ἐπήρθη σπληνι‐ κὸν τρόπον, ἀπέθανε δευτεραίη. Βίων ἅμα οὔρει τε ὑπέρπουλυ | |
5 | ἀνυπόστατον, καὶ αἷμα ἐξ ἀριστεροῦ· ἦν γὰρ καὶ ὁ σπλὴν κυρτὸς καὶ σκληρὸς, καὶ ἄνω· περιεγένετο· ὑποστροφή. | |
2.2.24 | Ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τάδε· τοῦ τραχήλου | |
οἱ σπόνδυλοι ἔσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δ’ ἐπ’ ἔλασσον· καὶ ἔξωθεν ἦν δῆλος ἔγκοιλον ἔχων ὁ τράχηλος· καὶ ἤλγεε ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος κα‐ | ||
5 | λεομένου, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν· ἔστι δ’ οἷσι καὶ πάνυ περιφε‐ ρὲς, μέζονι περιφερείῃ. Εἰ μὴ ξὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ. Τὰ ὑπὸ γνάθους ὀγκηρὰ, οὐ φλεγμαί‐ νουσιν εἴκελα· οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ γλῶσσαν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μέζων τε | |
10 | αὐτέοισιν ἐδόκεεν εἶναι, καὶ προπετεστέρη· καὶ ὑπὸ γλώσσῃ φλέβες ἐμφανέες. Καταπίνειν οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλ’ ἐς τὰς ῥῖνας ἔφευγεν, εἰ πάνυ ἐβίαζον· καὶ διὰ τῶν ῥινῶν διελέγοντο. Πνεῦμα δὲ τουτέοισιν οὐ πάνυ μετέωρον. Ἔστι δ’ οἷσι φλέβες αἱ ἐν κροτά‐ φοισι, καὶ ἐν κεφαλῇσι, καὶ ἐπ’ αὐχένι ἐπηρμέναι. Βραχὺ δέ τι | |
15 | τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τἄλλα μὴ πυρεταίνοιεν. Οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπί‐ νειν προθυμέοιντο ἢ πτύαλον, ἢ ἄλλο τι· οὐδ’ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. Οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα, μήτε ἑτερόῤ‐ | |
ῥοπον, οὗτοι παραπληκτικοὶ οὐκ ἐγένοντο· ἀπολόμενον δὲ εἴ τινα | ||
20 | εἶδον, ἀναμνήσομαι· οὓς δὲ οἶδα νῦν, περιεγένοντο. Ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει· τοῦτο δὲ, οἱ πλεῖστοι καὶ ἄπυροι· πουλλοὶ δὲ καὶ πάνυ ἐπὶ πουλὺν χρόνον ἔχοντές τι μέρος τοῦ ἐξογκώματος, καὶ κατά‐ ποσις, καὶ φωνὴ ἐνσημαίνουσα· κίονές τε τηκόμενοι μινύθησίν | |
25 | τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. Οἱ δὲ ἑτε‐ ρόῤῥοπα ἔχοντες, οὗτοι, ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τὰ δ’ ἐπὶ θάτερα εἵλκοντο. Ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα, καὶ τῷ στόματι, καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσ‐ | |
30 | σοντο κατὰ λόγον. Αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώμα‐ τος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ὑπὸ τοῦ κυναγ‐ χικοῦ. Οὗτοι καὶ πέπονα ἀναπτύοντες, καὶ βραχυμογέες ἦσαν· οἷσι δ’ ἐς ὀρθὸν, καὶ ἀνέπτυον· οἷσι δὲ καὶ ξὺν πυρετῷ, οὗτοι πολλῷ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ | |
35 | φλέβες τουτέοισι μᾶλλον ἐπηρμέναι· καὶ πόδες πάντων μὲν ψυ‐ χρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ οἵτινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες | |
ἔθνησκον. | ||
2.3t | ΤΜΗΜΑ ΤΡΙΤΟΝ. | |
1 | ||
2.3.1 | Ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν. Ἐγεγόνει δὲ ὁ χειμὼν εὔδιος, νότιος· τὸ δὲ ἔαρ καὶ τὸ θέρος, πάνυ ἄνυδρον μέχρι πληϊάδων δύσιος· εἰ γάρ τι καὶ ἐγένετο, ἦν ὅσον ψεκάς· καὶ οἱ ἐτησίαι οὐ κάρτα ἔπνευσαν, καὶ οἱ πνεύ‐ | |
5 | σαντες διεσπασμένως. Τοῦ θέρεος καῦσοι ἐπεδήμησαν πολλοί· ἦσαν δὲ ἀνήμετοι· καὶ κοιλίαι ταραχώδεες, λεπτοῖσιν, ὑδατώδεσιν, ἀχόλοισιν, ἐπάφροισι πολλοῖσιν, ἴσχοντα ἔστιν ὅτε καὶ ὑπόστασιν τεθέντα, ἐξ οἵων δὴ καὶ ἐξαιθριαζόμενον τὸ εἴκελον ἰσατώδει διαχώρημα, διὰ παντὸς κακόν. Ἐν τουτέοισι πολλοὶ κωματώδεες | |
10 | ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνων τοιοῦτοι ἐγίνοντο· ὅτε δὲ ἐγερθεῖεν, κατενόουν πάντα. Πνεύματα μετέωρα, οὐ μὴν πάνυ· οὖρα λεπτὰ μὲν τοῖσι πλείστοισι, καὶ ὀλίγα, ἄλλως δὲ οὐκ ἄχροα. Αἱμοῤῥαγίαι ἐκ ῥινῶν οὐκ ἐγένοντο, εἰ μὴ ὀλίγοισιν, οὐδὲ παρ’ ὦτα, εἰ μή τισι, περὶ ὧν ὕστερον γράψω. Οὐδὲ σπλῆνες ἐπῄροντο, | |
15 | οὐδὲ δεξιὸν ὑποχόνδριον οὐδ’ ἐπώδυνον κάρτα, οὐδ’ ἐντεταμένον ἰσχυρῶς· ἦν δέ τι ἐνσημαῖνον. Καὶ μάλιστα ἐκρίνετο πάντα τὰ πολλὰ περὶ τεσσαρεσκαίδεκα, ὀλίγα σὺν ἱδρῶτι, ὀλίγα σὺν ῥίγει, καὶ πάνυ ὀλίγοισιν ὑποστροφαὶ ἐγίνοντο. Ὑπὸ δὲ τὰς ψεκάδας τὰς γενομένας ἐν τῷ θέρει, ἐπεφαίνετο ἱδρώς· ἐν τοῖσι πυρετοῖσι καί | |
20 | τινες αὐτίκα ἱδρῶτες ἐπ’ ἀρχῆς ἐγίνοντο, οὐ μὴν κακοήθως· καί τισιν ὑπὸ τοῦτον τὸν χρόνον ἐκρίθη ξὺν ἱδρῶτι. Ἐγένοντο δὲ ἐν τοῖσι θερινοῖσι πυρετοῖσι περὶ ἑβδόμην καὶ ὀγδόην καὶ ἐνάτην τρηχύσματα ἐν τῷ χρῶτι, κεγχρώδεα, τοῖσιν ὑπὸ κωνώπων μά‐ λιστα εἴκελα ἀναδήγμασιν, οὐ πάνυ κνησμώδεα· ταῦτα δὲ διετέλει | |
25 | μέχρι κρίσιος· ἄρσενι δὲ οὐδενὶ εἶδον ταῦτα ἐξανθήσαντα· γυνὴ δὲ οὐδεμία ἀπέθανεν, ᾗ ταῦτα ἐγένετο. Ὅτε δὲ ταῦτα ἐγένετο, βαρυήκοοί τε ἦσαν καὶ κωματώδεες· πρόσθεν δὲ οὐ κάρτα ἦσαν κωματώδεες, ᾗσιν ἔμελλε ταῦτα ἔσεσθαι· οὐ μὴν τὸ σύμπαν διετέ‐ λεον· κωματώδεες δὲ καὶ ὑπνώδεες, τὸ θέρος καὶ μέχρι πληϊάδων | |
30 | δύσιος· ἔπειτα μὴν ἀγρυπνίαι μᾶλλον. Ἀτὰρ οὐδὲ τὸ σύμπαν ὑπὸ τῆς καταστάσιος ταύτης ἔθνησκον. Κοιλίην μὲν οὖν οὐκ ἐνεδέχετο οὐδ’ ἐν τοῖσι γεύμασιν ἱστάναι, ἀλλὰ παρὰ λόγον ᾤετο ἄν τις ἰήσα‐ σθαι ξυμφέρειν, καίτοι ὑπέρπολλα ἔστιν οἷσι τὰ διιόντα ἦν. Τὸ ἐν ψύχει κεῖσθαι ἐπιβεβλημένον, ὡς ἕλκῃ μὲν τὸ ψυχρὸν, θάλπῃ | |
35 | δὲ τὸ τοιοῦτον εἶδος. Ἐκ προσαγωγῆς ἐστι μᾶλλον καὶ τὸ μηδὲν τῇ φύσει πάθος γίνεσθαι. Ἐφ’ οἷσί τε καὶ ὁκοῖα τὰ σημεῖα, καὶ πλείω ἢ μείω γινόμενα, χάσμη, βὴξ, πταρμὸς, σκορδίνημα, ἔρευξις, φῦσα· πάντα τὰ τοιαῦτα διαφέρουσιν. ᾟσιν ἐν πυρετοῖσιν ἀσώδεσι, φρικώδεσιν, ἐρεύθονται πρόσωπα, κοπιώδεες, ὀμμάτων | |
40 | ὀδυνώδεες, καρηβαρίαι, παραπληγίαι· καὶ γυναικεῖα, ἢν ἐπιφαί‐ νηται, μάλιστα δὲ ᾗσι πρῶτον, ἀτὰρ καὶ παρθένοισι καὶ γυναιξὶν ᾗσι διὰ χρόνου, ἀτὰρ καὶ ᾗσι μὴ ἐν ᾧ εἴθισται χρόνῳ, ἢ ὡς δεῖ, ἐπιφαίνονται, ἔπειτα ἔξωχροι γίνονται. Μέγα δ’ ἐν ἅπασι, τὸ καὶ ἑξῆς, καὶ ἐν ᾧ χρόνῳ, καὶ ἐφ’ οἷσιν. Τοῖσι πάνυ χολώδεσιν, | |
45 | ἐν πυρετοῖσι μάλιστα, ὅλως [οἷσιν] ἐπὶ σκέλεα ἡ κάθαρσις. | |
2.3.2 | Φαρμάκων δὲ τρόπους ἴσμεν, ἐξ ὧν γίνεται ὁκοῖα ἄσσα· οὐ γὰρ πάντες ὁμοίως, ἀλλ’ ἄλλοι ἄλλως εὖ κεῖνται· καὶ ἄλλα ὅσα πρωϊαίτερον ἢ ὀψιαίτερον ληφθέντα· καὶ οἱ διαχειρισμοὶ, οἷον ἢ ξηρᾶναι, ἢ κόψαι, ἢ ἑψῆσαι· καὶ τὰ τοιαῦτα ἐῶ τὰ πλεῖστα, | |
5 | καὶ ὁκόσα ἑκάστῳ, καὶ ἐφ’ οἷσι νουσήμασι, καὶ ὁπότε τοῦ νουσή‐ ματος, ἡλικίην, εἴδεα, δίαιταν, ὁκοίη ὥρη ἔτεος, καὶ ἥτις καὶ ὁκοίως ἀγομένη, καὶ τὰ τοιαῦτα. | |
2.3.3 | Ζωΐλῳ τῷ παρὰ τὸ τεῖχος, ἐκ βηχὸς πεπείρης, πυρετὸς ὀξὺς, καὶ προσώπου ἔρευθος, καὶ κοιλίη ἀπολελαμμένη, πλὴν πρὸς ἀνάγκην, πλευροῦ ὀδύνη ἀριστεροῦ, καὶ οὖς κατ’ ἴξιν ὀδυνῶδες πάνυ, καὶ κεφαλὴ οὐ τοσούτῳ. Πτύων διὰ παντὸς ὑπόπυον ἐνόσει. | |
5 | Ἀλλὰ τὰ ἄλλα ἐκρίθη, καὶ κατὰ οὖς ἐῤῥάγη πῦον πουλὺ περὶ ὀγδόην ἢ ἐνάτην. Αἱ δ’ ἀρχαὶ τῆς ἐνάτης, ὀδύνης τοῦ ὠτὸς τέλος, οὐκ οἶδ’ ὅπως· ἄνευ ῥίγεος ἡ κρίσις, ἵδρωσε κεφαλὴν κάρτα. | |
2.3.4 | Καὶ ὠτὸς Ἐμπεδοτίμῃ ξύγκαυσις, καὶ ἀριστεροῦ πλευροῦ ἄνω, ἅμα ὠτὶ, ὀδύνη, μάλιστα κατ’ ὠμοπλάτην, ἀτὰρ καὶ ἔμπροσθεν. Πτύαλα πουλλὰ, κατ’ ἀρχὰς πτυέντα ἀνθηρὰ, καὶ ἀμφὶ ἑβδόμην ἢ ὀγδόην ἐπὶ τὰ πέπονα. Κοιλίη ἑστήκει μέχρις | |
5 | ἀμφὶ ἐνάτην ἢ δεκάτην. Ἡ ὀδύνη ἀπέσβη, οἴδημα ἀνίει, καὶ ἱδρώτια ἐγένετο· οὐ μὴν ἔκρινεν· δῆλα δὲ ἦν καὶ ἄλλοισι καὶ τῇ | |
ἐξόδῳ· περὶ γὰρ ἀρχομένην τὴν τοῦ ὠτὸς ὀδύνην καὶ ἡ γαστὴρ ἐπεταράχθη. Ἐῤῥάγη δὲ ἐκ τοῦ ὠτὸς ἐνάτῃ, καὶ ἐκρίθη τεσσαρεσ‐ καιδεκάτῃ, ἄνευ ῥίγεος ἡ νοῦσος τῇ αὐτῇ ἡμέρῃ· ἀτὰρ καὶ τὸ πτύελον | ||
10 | λαυρότερον ᾔει, ἐπεὶ τὸ οὖς ἐῤῥάγη, καὶ πεπειρότερον, ἱδρῶτες δὲ καὶ ἔπειτα ἐπὶ πουλὺν χρόνον τῆς κεφαλῆς ἐγένοντο· ἐξηράνθη ὡς τρίτῃ. Ὁπόσα ἄσημα ἀφανίζεται, δύσκριτα, οἷον τῇ τοῦ Πολε‐ μάρχου παιδίσκῃ ἐρυσίπελας. | |
2.3.5 | Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, κακὸν, πλὴν τῶν ἐφημέρων, καὶ οἱ ἐπὶ πυρετοῖσι βουβῶνες, κακίονες, ἐν τοῖσιν ὀξέσιν ἐξ ἀρχῆς παρακμάσαντες. | |
2.3.6 | Τὰ πνεύματα ἐν ὑποχονδρίοισιν ἔπαρσις μαλθακὴ, καὶ ἔντασις οὐδετέρη. Ἐπ’ αὐτῶν ἄνω στρογγύλον ἐν τοῖσι δεξιοῖσιν οἷον περιφέ‐ ρεια ἀποπυητική· ἄλλο πρόμακρον ἐπὶ πλέον· ἄλλο κεχυμένον· ἄλλο κάτω ῥέπον, καὶ ἔνθεν καὶ ἔνθεν ξύντασις μέχρι τοῦ ὀμφαλοῦ ἐν | |
5 | πάσῃ τῇ ἄνω ἴξει, καὶ ἐπανειλεῖται, καὶ ἐπείληπται ἐς τὸ περι‐ φερές. Ἢν μὲν πνεῦμα ᾖ, ἀκρίτως λεπτύνεται θέρμῃ· ἢν δὲ τοῦτο διαφύγῃ, ἐς ἐμπύησιν ὁρμᾷ. | |
2.3.7 | Πυκνὰ πνεύματα, σμικρὰ, μεγάλα, ἀραιὰ ἔξεισιν· ἔξω | |
μέγα, ἔσω σμικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. Ἰητήριον συνεχέων χασμέων, μακρόπνους· τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, | ||
5 | μικρόπνους. | |
2.3.8 | Κατ’ ἴξιν, καὶ πλευρῶν ἔντασις ὀδυνώδης, καὶ ἐντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, ἐκ ῥινῶν ῥήξιες. Τὰ ἐγκατα‐ λιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· τὸ γοῦν πρῶτον, σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γίνηται, | |
5 | ἢ ὑποχονδρίου δεξιοῦ ἔντασις, ἢν μὴ διεξοδεύσῃ οὖρα· αὕτη γὰρ ἡ κατάληψις ἀμφοῖν, καὶ ὑποστροφαί· Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν ἡγεύμενον· τὰς δὲ παρακλίνειν ἤδη γινομένας, ἀποδέχεσθαι, ἢν ἴωσιν ᾗ δεῖ, καὶ ὁποῖα δεῖ, καὶ ὁκόσα μὴ, ξυνδρᾷν· τὰς δ’ ἀποτρέπειν, ἢν πάντη ἀσύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελ‐ | |
10 | λούσας, εἰ δὲ μὴ, ἄρτι ἀρχομένας. | |
2.3.9 | Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι. | |
2.3.10 | Οἱ διαλείποντες μίαν τῇ ἑτέρῃ ἐπιῤῥιγεῦσιν ἅμα κρίσει ἐς ἑβδόμην. | |
2.3.11 | Σκόπᾳ ἐκ κορυζωδέων χολωδέων, καὶ φάρυγγος φλεγμονῆς, φλαύρως διαιτηθέντι, ἡ κοιλίη ἀπελήφθη, καὶ πυρετὸς ξυνεχὴς ἐγένετο, καὶ γλῶσσα εὐανθὴς, καὶ ἄγρυπνος· ἤτρου ἔντασις, ἰσχυ‐ ρῶς, ὁμαλῶς, κατὰ σμικρὸν ἐς τὸ κάτω ἐν τοῖσι δεξιοῖσιν· πνεῦμα | |
5 | ὑπόπυκνον· ὑποχόνδριον ἤλγει, καὶ ἀναπνέων καὶ στρεφόμενος· ἄνευ δὲ βηχὸς ἀνεχρέμπτετο ὑποπάχεα. Ὀγδοαίῳ πέπλος δοθεῖσα ἀπὸ τοῦ ὑποχονδρίου μὲν ἀπῶσεν, ἐπεραιώθη δὲ οὐδέν. Τῇ δὲ ὑστεραίῃ, βάλανοι δύο προστεθεῖσαι οὐκ ἐφάνησαν· οὖρον δὲ παχὺ καὶ θολερὸν λείῃ καὶ ὁμαλῇ καὶ ἔς τι καλῇ θολερότητι· ἥ τε γα‐ | |
10 | στὴρ μαλακωτέρη ἦν, καὶ σπλὴν ἐπηρμένος καὶ κατάῤῥοπος | |
ἐγένετο· ποτῷ ἐχρῆτο ὀξυγλύκει. Δεκάτῃ, αἷμα ἐξ ἀριστεροῦ ὑδα‐ ρὲς ὀλίγον ἦλθεν· οὐ πάνυ δέ τι ὁ ἄῤῥωστος δι’ αὐτὸ τοῦτο ὠφελήθη· καὶ οὖρον ὑπόστασιν ἔχον, ὑπὸ δὲ τῇ ὑποστάσει ὑπόλευκόν τι προσ‐ εχόμενον πρὸς τῷ ἀγγείῳ λεπτὸν, οὔτε οἷον γονοειδὲς οὔτε ἀνόμοιον, | ||
15 | ἐῤῥύη τοῦτο βραχύ. Τῇ δὲ ὑστεραίῃ κριθεὶς, ἀπύρετος· καὶ ὑπῆλθεν ὑπόγλισχρον τῇ ἑνδεκάτῃ, τὸ δέ τι περιῤῥοῦν χολῶδες. Οὔρου δὲ κάθαρσις πουλλὴ καὶ πλήθει καὶ ὑποστάσει, καὶ, πρὶν μὲν οἰνοποτέειν ἤρξατο, μικροῦ λάπῃ ὁμοίη. Διῆλθε δὲ τῇ ἑνδεκάτῃ ὡς ὀλίγων ἐόντων, γλίσχρα δὲ καὶ κοπρώδεα θολερά· τὸ τοιοῦτον | |
20 | ᾔει κρισίμως, ὅ τι καὶ τῷ Ἀντιγένεος ἐν Περίνθῳ. | |
2.3.12 | Τὰ περὶ τὰς γλώσσας αἰρόμενα συστρέμματα, καὶ ταπεινὰ ἐόντα λιθίδια, καὶ τὰ τοῖσι ποδαγρικοῖσιν· τὰ ἀσθενέα παρ’ ἄρθρα ἐκείνων ἐστίν· καὶ γὰρ ἡ ὀστέων φύσις, καὶ τοῦ σκληρύνεσθαι τοῦτο αἴτιον καὶ τοῦ συντείνεσθαι. | |
2.3.13 | Τὸ τῆς Ἱπποστράτου ἐκ τεταρταίου ἐνιαυσίου ἀπεκορύφου· ὑπόψυχρος φανερῶς δοκέουσα· ἔφοδος ἐπὶ πᾶν τὸ σῶμα καὶ ἱδρώς· ἐκρίθη ταύτῃ· καὶ μετὰ ταῦτα γυναικεῖα πλείω πλήθει καὶ χρόνῳ, τότε γὰρ ἐπεῖχεν· μὴ ἑστάναι ἔδοξεν ἀπόστασις. | |
2.3.14 | Ἐν τῇσι φλυζούσῃσιν αἱμοῤῥαγίῃσι σχῆμα εὑρητέον, καὶ τὸ ξύμπαν εἰ ἐκ τοῦ πάνυ κατάντεος ἄναντες ποιοῖτο. Διὸ καὶ αἱ ἀποδέσιες αἱ ἐν τῇσι φλεβοτομίῃσιν ὁρμῶσιν, αἱ δὲ ἰσχυραὶ κωλύουσιν αἷμα. | |
2.3.15 | Τὸ ἔναιμον καὶ τὸ ὑπόχολον, ὀξυρεγμιῶδες· ἴσως δὲ ἐς μέλαιναν τούτοισι τελευτᾷν. | |
2.3.16 | Ῥίγη ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος διὰ νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον, ἢ τὰ ἔξωθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν· δηλοῖ δὲ ἡ θρὶξ τῶν ζώων. | |
2.3.17 | ᾟσιν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγονα γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅτι ἐν ἑβδομήκοντα κινέεται, ἐν τριπλασίῃσι τελειοῦται. Ὅτι μετὰ τὰ γυναικεῖα τὰ μὲν δεξιὰ, | |
5 | τὰ δὲ ἀριστερὰ χάσκων, ὑγρότης, διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι θᾶσσον κινηθὲν, διακριθὲν, αὖθις αὔξεται βραδύτερον ἐπὶ πλείονα χρόνον. Οἱ πόνοι περὶ τρίτην ἡμέρην πρὸς τῇσι | |
πεντήκοντα, καὶ ἕκτην πρὸς τῇσιν ἑκατόν· μηνιαῖοι, δευ‐ τεραίῳ καὶ τεταρταίῳ. Ἃ δεῖ εἰδέναι ἐς τὸν ἑπτάμηνον· εἰ | ||
10 | ἀπὸ τῶν γυναικείων ἀριθμητέοι οἱ ἐννέα μῆνες, ἢ ἀπὸ τῆς ξυλ‐ λήψιος, καὶ εἰ ἑβδομήκοντα καὶ διακοσίῃσιν οἱ ἑλληνικοὶ μῆνες γίνονται, καὶ εἴ τι προσέτι τούτοισι, καὶ εἴ τι τοῖς ἄρσεσιν ἢ καὶ τῇσι θηλείῃσι ταὐτὰ ποιέεται ἢ τἀναντία. Τῶν βρωμάτων καὶ πομά‐ των οἱ ὦμοι καὶ οἱ μαστοὶ ἐμφυσῶνται· καὶ τῶν ἐν τῇ κεφαλῇ αἱ | |
15 | ἀκρησίαι καὶ τὰ ἐμφυσήματα ποιέουσιν· αὔξησις, ἔστ’ ἂν τὰ ὀστέα στερεωθῇ. Τῶν ἐπιμηνίων περίοδος, τὰ πρὸ τούτων βάρεα ἀδελφὰ τῶν ὀκταμήνων πόνων. Πρωτοτόκων τὰ γάλακτα, τῆς μὲν ὀκτα‐ μήνου ἀπαρτιζούσης, τῆς δὲ τροφῆς μεταβαλλούσης· διὸ τὰ γάλακτα, ἀδελφὰ τῶν ἐπιμηνίων· πρὸς δεκάμηνον τεινόντων γενόμενα, κακόν. | |
2.3.18 | Τρωμάτων ἢν ἰσχυρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν· τὰ χαῦνα, χρηστὸν, τὰ ἄνω νεμόμενα, κάκιον. Οἷσιν οἰδήματα ἐφ’ ἕλκεσιν, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται· τούτων δὲ ἀφανι‐ σθέντων ἐξαίφνης, οἷσι μὲν ἐς τὸ ὄπισθεν, σπασμοὶ μετὰ πόνων, οἷσι | |
5 | δὲ ἐς τοὔμπροσθεν, ἢ μανίαι, ἢ ὀδύναι πλευροῦ ὀξέαι, ἢ δυσεντερίη ἐρυθρή. Τὰ οἰδήματα τὰ παραλόγως ῥηΐζοντα, κίβδηλον, οἷον τῷ τοῦ Ἀνδρονίκου παιδίῳ τὸ ἐρυσίπελας ἐπαλινδρόμησεν, ἢν μὴ ἐς τὸ αὐτὸ ἐλθὸν, χρηστόν τι σημαίνῃ τοῦτο. Ἔκ τε γενέσιος περὶ τὸ οὖς, περὶ ἥβην διεδόθη, ἑτέρῳ τριταίῳ ἐκ γενετῆς γενόμενον, ἀπε‐ | |
10 | πύησεν ἐναταίῳ, γίνεται οὗτος ἑβδομαῖος ὑγιής. Κακοηθέστερα τὰ ἀφανιζόμενα ἐξαίφνης. | |
11 | ||
2.4t | ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ. | |
1 | ΠΕΡΙ ΦΛΕΒΩΝ. | |
2 | ||
2.4.1 | Ἡπατῖτις ἐν ὀσφύϊ, μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι’ ἥπατος, καὶ διὰ φρενῶν ἐς καρδίην· καὶ ᾔει μὲν ἰθεῖα ἐς κληῗδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δὲ ἐπ’ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, | |
5 | παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ, ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέ‐ ρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ’ ἂν τῇ ἐξ αὐτέης τῆς καρδίης προστύχῃ ἀποκαμπτομένη ἐς τὰ ἀριστερά· | |
10 | ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ’ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποισιν ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ’ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ’ ἂν | |
15 | καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἢ ἐνταῦθα ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδικραιώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. Εὐθεῖα δὲ ἀπὸ τῆς καρδίης πρὸς κληῗδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶ, καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ’ ὀσφὺν κάτωθεν τῆς | |
20 | ἀρτηρίης, ἀΐσσει ἐς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ | |
προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. Δισσαὶ δὲ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ | ||
25 | νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι μὲν ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν ἀρτηρίης τόνον ἔχουσαι. Ταύτῃ δέ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτι‐ δος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν, φέρον‐ ται μετέωροι, πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας | |
30 | καὶ πεφύκασιν ἄνωθεν δὴ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες. | |
2.4.2 | Δύο δὲ τόνοι ἀπ’ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σπον‐ δύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος ἐς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σπόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθα ἐτελεύτων, καί τινες ἐνδοια‐ | |
5 | στοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληῗδα σπονδύλων παρὰ ῥάχιν παρέτεινεν ἐκ πλαγίων σπονδύλων, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν. Ὥσπερ αἱ φλέβες, οὕτως οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ’ ὅθεν | |
10 | φρένες ἐξεπεφύκεισαν, ἀπὸ τούτου ξυνεχέες ἐόντες κατὰ μέσον κάτωθεν ἀρτηρίης τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον. | |
2.4.3 | Ἐν Αἴνῳ ὀσπριοφαγεῦντες ξυνεχέως, θήλειαι, ἄρσενες, σκελέων ἀκρατέες ἐγένοντο, καὶ διετέλεον· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες. | |
2.4.4 | Ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χρώματος ἀναλήψιος ἕνεκα καὶ ἐγχυμώσιος, καὶ εὐθυμίας, καὶ φόβους, καὶ τὰ τοιαῦτα· καὶ ἢν μὲν τὸ ἄλλο σῶμα ξυννοσέῃ, ξυνιῆσθαι, εἰ δὲ μὴ, τοῦτο. | |
2.4.5 | Ἡ Στυμάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐς ἰσχίον καὶ σκέλος ὀδύνη, παρὰ σφυρὸν τμηθεῖσα ἐῤῥήϊσεν· καίτοι καὶ τρόμοι τὸ σῶμα πᾶν κατεῖχον· ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν | |
5 | καὶ τῆς προφάσιος τὴν ἀρχήν. | |
2.5t | ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ. | |
1 | ΦΥΣΙΟΓΝΩΜΟΝΙΗ. | |
2 | ||
2.5.1 | Ὁκόσοι πυῤῥοὶ, ὀξύῤῥινες, ὀφθαλμοὶ σμικροὶ, πονηροί. Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδρωπιώδεες χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ | |
5 | ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι, ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ’ ἔχουσιν]. | |
2.5.2 | Ὅσοι τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη, λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ | |
5 | μανίη. | |
2.5.3 | Ἢν λεχοῖ σπασμὸς ἐπιγένηται, πῦρ ποιεῖν, καὶ ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν. | |
2.5.4 | Ἢν τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν, ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἴσω, ἢν μὴ πυρε‐ ταίνῃ· ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ | |
5 | ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται, ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε ἀλγέειν. | |
2.5.5 | Ἀνεμίην, φλεβοτομίη. | |
2.5.6 | Τῷ φαρμάκῳ τὸν ῥόον ἴσχειν ἐπαλείφων· ὅδε γὰρ ὁ ῥόος, ἐκ τῆς μεγάλης φλεβός· ἢν δὲ αὐτόματον ῥέῃ πολλὸν, νηστευέτω, ἢ γάλα, δύο ὕδατος, τέσσα‐ ρας γάλακτος. Τὰς ἀγόνους πυριῇν καὶ φαρμακεύειν. | |
2.5.7 | Ὅσοι ἐξαπίνης ἄφωνοι ἀπύρετοι ἔωσι, φλεβοτομέειν. | |
2.5.8 | Φλέγματος κατάῤῥοσι· ἐκ τῶν μαζῶν ἕλκουσιν οἱ ὀφθαλμοὶ, καὶ ἐξερεύγεται κατὰ τὰς ῥῖνας ἐς τὸν πνεύμονα. | |
2.5.9 | Οἷσι βὴξ ξηρὴ, οὐ λύεται, ἢν μὴ ὀδύνη ἰσχυρὴ ἐς τὰ ἰσχία, ἢ ἐς τὰ σκέλεα, ἢ ἐς τὸν ὄρχιν. | |
2.5.10 | Ἢν ὑδρωπιῶντα βὴξ ἔχῃ, ἢν μὲν αὐτίκα λειποθυμέῃ, θερμοῖσι πᾶσι διαχρήσθω· ἢν δὲ μὴ, θωρῆξαι, καὶ σιτίων ἐμπλῆσαι, τά‐ μνειν δὲ τὰς εἴσω. | |
2.5.11 | Τοῦ νοσήματος τοῦ μεγάλου ἐν ἔθει γινομένου, λύσις, ἰσχίων ὀδύνη, ὀφθαλμῶν διαστροφαὶ, τύφλωσις, ὀρχίων οἴδησις, μαζῶν ἄρσις. | |
2.5.12 | Ἢν, πυρετοῦ ἔχοντος, τὰ περὶ τὸ πρόσωπον ἰσχνὰ ᾖ ἐν ἡμέρῃ γονίμῳ, τὴν ἐπιοῦσαν λύσις. | |
2.5.13 | Ὕδρωψ ἢν οἴδημα ἔχων ἐν τοῖσι σκέλεσι, βήσση, κακόν. | |
2.5.14 | Ἢν τὸ οὖς ἀλγέῃ, τῷ γάλακτι διαχρήσθω. | |
2.5.15 | Ἢν μὴ ἐν τῇ γονίμῃ μεθῇ ὁ πυρετὸς, ὑποτροπιάζειν ἀνάγκη. | |
2.5.16 | Οὗ ἂν ἡ φλὲψ ἡ ἐν τῷ ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος· ᾧ δ’ ἂν ἀτρεμέῃ, τυφώδης. | |
2.5.17 | Τρῶμα ἢν αἱμοῤῥαγήσῃ, μὴ βρέχειν τὸ ἕλκος, τὴν κεφαλὴν δὲ βρέχειν θερμῷ. | |
2.5.18 | Ἢν καρδιώσσῃ, θερ‐ μὸν ἄρτον μετ’ οἴνου ἀκρήτου διδόναι. | |
2.5.19 | Ἐμέτου λύσις, ὕδωρ θερμὸν διδόναι πίνειν, καὶ ἐμείτω. | |
2.5.20 | Ὅσα σφακελίζει, ἀπολαβόντα τὴν φλέβα ἑλκῶσαι καὶ ὑγιῶσαι. | |
2.5.21 | Σπασμοῦ χειρὸς δακτύλων, ἄνευ πυρετοῦ, σχάσαι, ἢν μὴ τὴν κεφαλὴν ἀλγέῃ· εἰ δὲ μὴ, ὕδωρ θερμὸν καταχεῖν. | |
2.5.22 | Ὀφθαλμῶν, σποδίου δωδέ‐ κατον, κρόκου πέμπτον, πυρῆνος ἓν, ψιμυθίου ἓν, σμύρνης ἕν· τὸ ὕδωρ κατὰ τῆς κεφαλῆς ψυχρὸν καταχεῖν, καὶ διδόναι σκόροδα σὺν μάζῃ. | |
2.5.23 | Κιρσοὶ δὲ φαλακρῶν, ἢν μὴ μεγάλοι ἔωσι, μα‐ νιώδεις. | |
2.5.24 | Ἀλφοῦ καὶ λέπρης, τίτανος ἐν ὕδατι, ὡς μὴ ἑλκώ‐ σῃς. | |
2.5.25 | Χορίων κάθαρσις, ἢν ὑπερέχῃ· ἐλλέβορον πρὸς τὰς ῥῖνας προστιθέναι, ὥστε πτάρνυσθαι καὶ ἐπιλαμβάνειν τὰς ῥῖνας τῆς πταρνυμένης καὶ τὸ στόμα. | |
3 | ||
2.6t | ΤΜΗΜΑ ΕΚΤΟΝ. | |
1 | ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΟΝ. | |
2 | ||
2.6.1 | Ἢν ἡ κεφαλὴ μεγάλη, καὶ οἱ ὀφθαλμοὶ σμικροὶ, τραυλοὶ, ὀξύθυμοι. Οἱ μακρόβιοι πλείους ὀδόντας ἔχουσιν. Οἱ τραυλοὶ, ταχύγλωσσοι, μελαγχολικοὶ, κατακορέες, ἀσκαρδαμύκται, ὀξύθυμοι. Μεγάλη κεφαλὴ, ὀφθαλμοὶ μέλανες καὶ μεγάλοι, ῥῖνα παχείην καὶ | |
5 | σιμὴν, ἐσθλοί. Χαροποὶ, μεγάλοι, κεφαλὴ σμικρὴ, αὐχὴν λεπτὸς, στήθεα στενὰ, εὐάρμοστοι. Κεφαλὴ σμικρὴ, οὐδ’ ἂν εἴη τραυλὸς, οὐδὲ φαλακρὸς, ἢν μὴ γλαυκὸς ᾖ. | |
2.6.2 | Σπασμῶν, φωνὴ ἐν γονίμῳ λύεται, ἀπήλλακται τοῦ μεγάλου νοσήματος. | |
2.6.3 | Λεχοῖ δὲ πυ‐ ρεταινούσῃ καὶ ἀλγεούσῃ, ὕδωρ καταχεῖν, καὶ πτισσάνην παχείην διδόναι τρὶς τῆς ἡμέρης, θερμήν. | |
2.6.4 | Παιδίον τρέφεται ἑβδόμῳ μηνὶ, ἢ ἐνάτῳ, ἢ δεκάτῳ, καὶ ἵσταται τῇ φωνῇ, καὶ ἰσχὺς ἕπεται, καὶ τῶν χειρῶν κρατέει. Τῆς φωνῆς λυομένης, πάντα λύεται, ἡ γὰρ λύσις τῇ φθέγξει ὁμοίη, λύεται δὲ ἐν γονίμῃ. | |
2.6.5 | Ἢν αἱ φλέβες σφύζωσιν ἐν τῇσι χερσὶ, καὶ τὸ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδρια μὴ λαπαρὰ ᾖ, χρονίη ἡ νοῦσος γίνεται· ἄνευ σπα‐ σμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ | |
5 | ἰσχία. | |
2.6.6 | Τοῦ λαιμοῦ, ὕδωρ θερμὸν κατὰ τῆς κεφαλῆς καταχεῖν, ἢν μὴ ψῦχος ᾖ· ἢν δὲ μὴ, ἄλητον ὡς θερμότατον διδόναι καὶ οἶνον ἄκρητον. | |
2.6.7 | Ταραχῆς γαστρὸς, κυάμους ἑφθοὺς διδόναι, ἢν μὴ τὰ ἄνω κατακορέα ᾖ, ἢ κύμινον διδόναι τρώγειν μετὰ τῶν κυάμων. | |
2.6.8 | Ἀπόληψις δὲ τοῦ νοσήματος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐν γονίμῃ ἡμέρῃ, οὐδὲ ἂν ἀρχὴ γένοιτο, ἢν μὴ ἀγόνῳ ἡμέρῃ καὶ μηνὶ, ἔτει δὲ γονίμῳ. | |
2.6.9 | Λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον τρίβοντα σὺν ἀλείφατι συναλείφειν. | |
2.6.10 | Ὅσα θνή‐ σκει, ἀνάγκη γονίμῳ ἡμέρῃ, καὶ γονίμῳ μηνὶ, καὶ γονίμῳ ἔτει. Προλέγειν δὲ ὀρθῶς ἂν ἔχοι θάνατον ἢ ὀδύνας ἰσχυρὰς, οἷον ὧν τὰ ὄμματα μὴ ἔῤῥωται, ὁ θάνατος ἐν τάχει. Ἢν δὲ ἐν γονίμῳ | |
5 | ἔτει γίνηται, ἀπ’ ἀμφοτέρων γονίμων ἀνάγκη γενέσθαι· ἢν δὲ ἀγόνῳ ἔτει καὶ ἀγόνῳ ἡμέρῃ, θνήσκειν ἀνάγκη γονίμῳ ἡμέρῃ. | |
2.6.11 | Τοῦ ἀριθμοῦ τρίτη, ἰσχυροτάτη. | |
2.6.12 | Κυνάγχην καὶ ὀφθαλμίην φλεβοτομίη. | |
2.6.13 | Τρωθέντος ἐντοσθιδίου, ἡ ἀναπνοὴ ἔρχεται κάτω ἀφανὴς κατὰ τὸ τρῶμα, καὶ κενοῦται τὰ στήθεα. Διδόναι οὖν γάλα καὶ οἶνον ἴσον ἴσῳ. | |
2.6.14 | Ὧν κατακορέα τὰ στήθεα, ψελλοὶ, μανιώδεες, καὶ φαλακροί· τουτέων ὅσοι ἐκ γενεῆς καὶ στρεβλοὶ, ἀσύνετοι, ἢ λιθιῶντες, ἢ μαινόμενοι· οἷσι δὲ μὴ ἑτέρου κακοῦ λύσις. | |
2.6.15 | Περὶ φύσιος· δύναμιν πλείστην ἔχει τιτθὸς, ὀφθαλμὸς δεξιὸς, ταὐτὰ τῶν κάτω, καὶ ὅτι ἐμπέφυκε τοῖσι δεξιοῖσι τὰ ἄρσενα. | |
2.6.16 | Γυναιξὶν ἐπιμήνια ὥστε ἴσχειν, σικύην μεγί‐ στην παρὰ τὸν τιτθὸν προσβάλλειν. | |
2.6.17 | Τρίμηνον παιδίον πάντα δηλοῖ, καὶ γάλα τότε ἔχει. | |
2.6.18 | Ἢν πολλὸν ῥέῃ γάλα, ἀνάγκη ἀσθενέειν τὸ ἐν γαστρί. Ἢν στερεώτεροι ἔωσιν οἱ τιτθοὶ, ὑγιη‐ ρότερον τὸ ἔμβρυον. | |
2.6.19 | Φλὲψ ἔχει παχείη ἐν ἑκατέρῳ τιτθῷ· ταῦτα μέγιστον ἔχει μόριον συνέσιος. | |
2.6.20 | Στραγγουρίην λύει φλεβοτομίη. | |
2.6.21 | Ἢν τὰ ἄνω χωρία σπαργᾷ, τὰ περὶ τὴν κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς. | |
2.6.22 | Ἀπὸ γαστρὸς ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται· διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν | |
5 | μὴ ψιλὸς ᾖ. | |
2.6.23 | Ἀλύκης, φρίκης, χάσμης, οἶνος ἴσος ἴσῳ ἢ γάλα. | |
2.6.24 | Ὠτὸς περιωδυνίη, σικύην προσβάλλειν. | |
2.6.25 | Ὅ τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ ἆσθμα λύει πάντα τουτέων γινομένων. | |
2.6.26 | Εἰλεοῦ λαπαροῦ, ψυχρὸν οἶνον πολλὸν ἄκρητον κατ’ ὀλίγον διδόναι, ἔστ’ ἂν ὕπνος ἢ σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης. Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν. | |
2.6.27 | Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι. | |
2.6.28 | Ὕδατος ἀφιεμένου, γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ, μυττωτὸν δριμύν. | |
2.6.29 | Ὥστε ἔχειν γυναῖκα ἐν γαστρί· πωλύ‐ πια ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ. | |
2.6.30 | Ἢν ἐκ κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου ἐσθίειν. | |
2.6.31 | Ἢν ἄνθρωπον θέρμη ἔχῃ μὴ ἀπὸ χολῆς, μηδὲ ἀπὸ φλέγματος, ἀλλ’ ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ | |
5 | τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως, ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω. | |
2.6.32 | Τῷ μέλλοντι μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλ‐ | |
λέγεται αὐτῷ ἐπὶ τοὺς τιτθούς. | ||
3t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ. | |
3.1t | ΤΜΗΜΑ ΠΡΩΤΟΝ | |
1 | ||
3.1.1 | Ἄῤῥωστος πρῶτος. | |
1 | Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ· πυρετὸς ὀξύς· λῆρος. Δευτέρῃ, πάντα | |
παρωξύνθη. Τρίτῃ τὰ αὐτά. Τετάρτῃ, ἀπὸ κοιλίης ὀλίγα, | ||
5 | ἄκρητα, χολώδεα, διῆλθεν. Πέμπτῃ, πάντα παρωξύνθη· τρόμοι παρέμενον· ὕπνοι λεπτοί· κοιλίη ἔστη. Ἕκτῃ, πτύελα | |
ποικίλα, ὑπέρυθρα. Ἑβδόμῃ, στόμα παρειρύσθη. Ὀγδόῃ, πάντα παρωξύνθη· τρόμοι δὲ πάλιν παρέμενον· οὖρα δὲ καταρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης, λεπτὰ, ἄχροα· ἐναιώ‐ | ||
10 | ρημα εἶχον ἐπινέφελον. Δεκάτῃ ἵδρωσεν· πτύελα ὑποπέ‐ πονα· ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. Μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην· καὶ | |
στραγγουριώδης ἐγένετο ἀπόστασις. ϡΠΟΥΜΥ. | ||
3.1.2 | Ἄρρωστος δεύτερος. | |
1 | Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ | |
ἔλαβεν. Ἤρξατο δὲ ἀλγέειν κεφαλὴν, ὀσφύν· ὑποχονδρίου ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομένῳ ἐπεκαύθη· κώ‐ | ||
5 | φωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά· κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα ξυγ‐ κεκαυμένα διῄει. Πέμπτῃ, οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο· ἐς νύκτα παρέκρουσεν. Ἕκτῃ ἰκτεριώδης· πάντα παρωξύνθη· οὐ κατενόει. Ἑβδόμῃ δυσφόρως· οὖρα | |
10 | λεπτὰ, ὅμοια· τὰς ἑπομένας παραπλησίως. Περὶ δὲ ἑνδε‐ κάτην ἐόντι, πάντα ἔδοξε κουφισθῆναι. Κῶμα ἤρξατο· οὔρει | |
παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ κατενόει. Τεσσαρεσκαιδεκάτῃ, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκοι‐ μήθη· κατενόει πάντα· οὖρα παραπλήσια. Περὶ δὲ ἑπτα‐ | ||
15 | καιδεκάτην ἐόντι, ὑπέστρεψεν· ἐθερμάνθη. Τὰς ἐπομένας, πυρε‐ τὸς ὀξύς· οὖρα λεπτά· παρέκρουσεν. Πάλιν δὲ εἰκοστῇ ἐκρίθη· ἄπυρος· οὐχ ἵδρωσεν· ἀπόσιτος παρὰ πάντα τὸν χρόνον· κατενόει πάντα· διαλέγεσθαι οὐκ ἠδύνατο· γλῶσσα | |
ἐπίξηρος· οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρὰ, κωματώδης. | ||
20 | Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην, ἐπεθερμάνθη· κοιλίη ὑγρὴ, πολλοῖσι λεπτοῖσι ῥέουσα· καὶ τὰς ἑπομένας, πυρετὸς ὀξύς· γλῶσσα ξυνεκαύθη. Ἑβδόμῃ καὶ εἰκοστῇ, ἀπέθανεν. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν· οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχροα, καὶ ἐναιώρημα | |
25 | ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο. ϡΕΔΚΖΘ. | |
25 | ||
3.1.3 | Ἄῤῥωστος τρίτος. | |
1 | Ὁ κατακείμενος ἐν τῷ Δεάλκεος κήπῳ, κεφαλῆς βάρος, | |
καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πουλύν· μετὰ δὲ προφάσιος, πῦρ ἔλαβεν· κατεκλίθη. Δευτέρῃ ἐξ ἀρι‐ | ||
5 | στεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη αἷμα· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν· οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμι‐ κρὰ, οἷον κρίμνα, γονοειδέα. Τρίτῃ, πυρετὸς ὀξύς· διαχω‐ ρήματα μέλανα, λεπτὰ, ἔπαφρα· ὑπόστασις πελιδνὴ διαχωρή‐ μασιν· ὑπεκαροῦτο· ἐδυσφόρει περὶ τὰς ἀναστάσιας· οὔροισιν | |
10 | ὑπόστασις, πελιδνὴ, ὑπόγλισχρος. Τετάρτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· διαλιπὼν ὀλίγον, ἰώδεα· ἐξ ἀριστεροῦ ὀλίγον, ἄκρητον ἐῤῥύη· διαχωρήματα ὅμοια· οὖρα ὅμοια· ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῗδας· σπλὴν ἐπήρθη· μηροῦ ὀδύνη κατ’ ἴξιν· ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος· νυκτὸς οὐκ | |
15 | ἐκοιμήθη· παρέκρουσε σμικρά. Πέμπτῃ, διαχωρήματα πλείω, μέλανα, ἔπαφρα· ὑπόστασις μέλαινα διαχωρήμασιν· νύκτα οὐχ ὕπνωσεν· παρέκρουσεν. Ἕκτῃ, διαχωρήματα μέλανα, λιπαρὰ, γλίσχρα, δυσώδεα· ὕπνωσεν· κατενόει μᾶλλον. Ἑβ‐ δόμῃ, γλῶσσα ἐπίξηρος· διψώδης· οὐκ ἐκοιμήθη· παρέκρουσεν· | |
20 | οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀγδόῃ, διαχωρήματα μέλανα, ὀλίγα, ξυνεστηκότα· ὕπνωσεν· κατενόει· διψώδης οὐ λίην. Ἐνάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ψύξις· παρέκρουσε, δεξιῷ | |
ἴλλαινεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἄγρυπνος. Δεκάτῃ, περὶ τὰ αὐτά. Ἑνδεκάτῃ, κατενόει πάντα· ἄπυρος· ὕπνωσεν· οὖρα | ||
25 | λεπτὰ, περὶ κρίσιν. Δύο διέλιπεν ἄπυρος· ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ· αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. Πεντεκαιδεκάτῃ, οὖρον θολερὸν, οἷον ἐκ τῶν καθεστηκότων γίγνεται, ὅταν ἀναταραχθῇ· πυρετὸς ὀξύς· πάντα παρέκρουσεν· οὐκ ἐκοιμήθη· γούνατα καὶ κνήμας ἐπώ‐ | |
30 | δυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ, μέλανα κό‐ πρανα διῆλθεν. Ἑκκαιδεκάτῃ, οὖρα λεπτὰ, εἶχεν ἐναιώ‐ ρημα ἐπινέφελον· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, πρωῒ ἄκρεα ψυχρά· περιεστέλλετο· πυρετὸς ὀξύς· ἵδρωσε δι’ ὅλου· ἐκου‐ φίσθη· κατενόει μᾶλλον· οὐκ ἄπυρος· διψώδης· ἤμεσε χολώδεα, | |
35 | ξανθὰ, ὀλίγα· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀκτωκαι‐ δεκάτῃ, οὐ κατενόει· κωματώδης. Ἐννεακαιδεκάτῃ, διὰ τῶν αὐτῶν. Εἰκοστῇ, ὕπνωσεν· κατενόει πάντα· ἵδρωσεν· ἄπυρος· | |
οὐκ ἐδίψη· οὖρα δὲ λεπτά. Εἰκοστῇ πρώτῃ, σμικρὰ πα‐ | ||
40 | ρέκρουσεν· ὑπεδίψη· ὑποχονδρίου πόνος, καὶ περὶ ὀμφαλὸν παλ‐ μὸς διὰ τέλεος. Εἰκοστῇ τετάρτῃ, οὔροισιν ὑπόστασις· κατενόει πάντα. Εἰκοστῇ ἑβδόμῃ, ἰσχίου δεξιοῦ ὀδύνη· οὖρα λεπτὰ, καὶ εἶχον ὑπόστασιν· τὰ δ’ ἄλλα εἶχεν ἐπιει‐ κέστατα. Περὶ δὲ εἰκοστὴν ἐνάτην, ὀφθαλμοῦ δεξιοῦ ὀδύνη· | |
45 | οὖρα λεπτά. Τεσσαρακοστῇ, διεχώρησε φλεγματώδεα, λευ‐ κὰ, ὑπόσυχνα· ἵδρωσε πολλῷ δι’ ὅλου· τελέως ἐκρίθη. ϡΚΔιΟΔιΜΥ. | |
47 | ||
3.2t | ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ | |
1 | ||
3.2.4 | Ἄῤῥωστος τέταρτος. | |
1 | Ἐν Θάσῳ, Φιλίστης κεφαλὴν ἐπόνεε χρόνον πουλύν· καί ποτε καὶ ὑποκαρωθεὶς, κατεκλίθη· ἐκ δὲ πότων πυ‐ | |
ρετῶν ξυνεχέων γενομένων, ὁ πόνος παρωξύνθη· νυκτὸς ἐπε‐ | ||
5 | θερμάνθη τὸ πρῶτον. Τῇ πρώτῃ, ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ, ἰώδεα πλείω· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθεν· νύκτα δυσφόρως. Δευτέρῃ, κώφωσις· πυρετὸς ὀξύς· ὑποχόνδριον δεξιὸν ξυνετάθη· ἔῤῥεπεν ἐς τὰ ἔσω· οὖρα λεπτὰ, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς, | |
10 | σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. Τρίτῃ δυσφόρως. Τετάρτῃ σπασμοί· παρωξύνθη πάντα. Πέμπτῃ, πρωῒ ἀπέ‐ θανεν. ϡΦΔιΕΘ. | |
12 | ||
3.2.5 | Ἄῤῥωστος πέμπτος. | |
1 | ||
Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν· αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον· οὐκ ἐκοιμᾶτο· κοιλίη ταραχώδης, λεπτοῖσιν, ὑποχολώδεσιν. Τρίτῃ, πυ‐ | ||
5 | ρετὸς ὀξύς· κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ’ ὀλίγον δὲ, ῥῖγος· σπασμοί· πάντα παρέκρουσεν· νύκτα δυσφό‐ ρως. Τετάρτῃ, δι’ ἡσυχίης· σμικρὰ ἐκοιμήθη· παρέλεγεν. Πέμπτῃ, ἐπιπόνως· πάντα παρωξύνθη· λῆρος· νύκτα δυσ‐ φόρως· οὐκ ἐκοιμήθη. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἐπεῤ‐ | |
10 | ῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε δι’ ὅλου· ἐκρίθη. Τούτῳ δια‐ τελέως ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. Περὶ ὀγδόην, οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην· κατενόει· ἀπύρετος· διέλιπεν. Ἐνάτῃ, ὑπέστρεψεν. Περὶ δὲ | |
15 | τεσσαρεσκαιδεκάτην, πυρετὸς ὀξύς. Ἑκκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα. Ἑπτακαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ἄπυρος· ἐκρίθη· οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν, εὔχροα, ὑποστάσιν ἔχοντα· οὐδὲ παρέ‐ κρουσεν ἐν τῇ ὑποστροφῇ. Ὀκτωκαιδεκάτῃ, ἐθερμαίνετο σμι‐ | |
20 | κρά· ἐπεδίψη· οὖρα λεπτά· ἐναιώρημα ἐπινέφελον· σμικρὰ παρέκρουσεν. Περὶ ἐννεακαιδεκάτην, ἄπυρος· τράχηλον ἐπω‐ δύνως εἶχεν· οὔροισιν ὑπόστασις. Τελέως ἐκρίθη εἰκοστῇ. | |
ϡΧΠΔιΟΥΚΥ. | ||
3.2.6 | Ἄῤῥωστος ἕκτος. | |
1 | Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. Ἦν δὲ ἄδιψος διατελέως· γεύματα οὐ προσεδέχετο. Ἀπὸ δὲ κοιλίης σμι‐ κρὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, οὐκ εὔχροα. Ἀρχομένου δὲ τοῦ | |
5 | πυρετοῦ, περὶ ἕδρην ἐπόνεεν. Ἑκταίη δὲ ἐοῦσα, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκρίθη· τὸ δὲ περὶ τὴν ἕδρην, σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. Μετὰ δὲ κρίσιν, ἑβδομαίη ἐοῦσα, ἐῤῥί‐ γωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. Μετὰ δὲ κρίσιν ὀγδοαίη ἐοῦσα, ἐῤῥίγωσεν οὐ πολλά· ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. Περὶ | |
10 | δεκάτην, μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον, παρέκρουσε, καὶ πά‐ λιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος, ταῦτα παθεῖν. | |
Διαλιποῦσα δὲ δωδεκάτῃ, πάλιν πουλλὰ παρελήρει· κοιλίη ἐταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώ‐ δεσιν· πυκνὰ ἀνίστατο. Ἀφ’ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν | ||
15 | ἑβδόμῃ. Αὕτη, ἀρχομένου τοῦ νουσήματος, ἤλγεε φά‐ ρυγγα, καὶ διατέλεος ἔρευθος εἶχεν· γαργαρεὼν ἀνεσπασμένος· ῥεύματα πουλλὰ, σμικρὰ, δριμέα· ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ’ ἐπεθύ‐ μησεν οὐδενός· ἄδιψος, οὐδ’ ἔπινεν οὐδὲν ἄξιον λόγου· σιγῶσα, οὐδὲν | |
20 | διελέγετο· δυσθυμίη· ἀνελπίστως ἑωυτῆς εἶχεν. Ἦν δέ τι καὶ ξυγγενικὸν, φθινῶδες. | |
21 | ||
3.2.7 | Ἄῤῥωστος ἕβδομος. | |
1 | ||
Ἡ κυναγχικὴ, ἡ παρὰ τὰ Ἀριστιῶνος, ᾗ πρῶτον ἀπὸ γλώσσης ἤρξατο· ἀσαφὴς φωνή· γλῶσσα ἐρυθρή· ἐπεξηράνθη. Τῇ πρώτῃ, φρικώδης· ἐπεθερμάνθη. Τρίτῃ, ῥῖγος· πυρετὸς ὀξύς· | ||
5 | οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ στήθεος ἐξ ἀμφοτέρων· ἄκρεα ψυχρὰ, πελιδνά· πνεῦμα μετέωρον· ποτὸν διὰ ῥινῶν ἐχεῖτο· καταπίνειν οὐκ ἠδύνατο· διαχωρήματα καὶ οὖρα ἐπέστη. Τετάρτῃ, πάντα παρωξύνθη. Πέμπτῃ, ἀπέθανε, κυναγ‐ | |
χική. ϡΔιΕΕΘ. | ||
3.2.8 | Ἄῤῥωστος ὄγδοος. | |
1 | Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων, καὶ πόνων, καὶ δρόμων παρὰ τὸ ἔθος. Τῇ πρώτῃ, κοιλίη ταραχώδης, χολώδεσι, λεπτοῖσι, πολλοῖσιν· οὖρα λεπτὰ, | |
5 | ὑπομέλανα· οὐχ ὕπνωσεν· διψώδης. Δευτέρῃ, πάντα παρωξύνθη· διαχωρήματα πλείω, ἀκαιρότερα· οὐχ ὕπνωσεν· τὰ τῆς γνώμης ταραχώδεα· σμικρὰ ὑφίδρωσεν. Τρίτῃ, δυσφόρως· δι‐ ψώδης· ἀσώδης· πουλὺς βληστρισμός· ἀπορίη· παρέκρου‐ σεν· ἄκρεα πελιδνὰ, καὶ ψυχρά· ὑποχονδρίου ἔντασις ὑπολάπαρος | |
10 | ἐξ ἀμφοτέρων. Τετάρτῃ, οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. Ἑβ‐ δόμῃ, ἀπέθανεν. Ἡλικίην περὶ ἔτεα εἴκοσιν. ϡΞΖΘ. | |
Ὀξύ. | ||
3.2.9 | Ἄῤῥωστος ἔνατος. | |
1 | Ἡ παρὰ Τισαμένου γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφό‐ ρως ὥρμησεν. Ἔμετοι πολλοί· ποτὸν κατέχειν οὐκ ἠδύνατο. Πό‐ νοι περὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην, πόνοι· | |
5 | στρόφοι ξυνεχέες· οὐ διψώδης· ἐπεθερμαίνετο. Ἄκρεα ψυχρὰ διὰ τέλεος· ἀσώδης· ἄγρυπνος· οὖρα ὀλίγα, λεπτά· διαχωρή‐ ματα ὠμὰ, λεπτὰ, ὀλίγα· ὠφελέειν οὐδὲν ἠδύνατο· | |
ἀπέθανεν. | ||
3.2.10 | Ἄῤῥωστος δέκατος. | |
1 | Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ πρώτῃ πῦρ ἔλαβεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἀσώδης· ἄγρυπνος· κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσιν. | |
5 | Δευτέρῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἀπὸ κοιλίης πουλλά· οὐχ ὕπνωσεν. Τρίτῃ, μείζους οἱ πόνοι. Τετάρτῃ, παρέκρουσεν. Ἑβδόμῃ, ἀπέθανεν. Κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα, λεπτά. Καῦσος. | |
8 | ||
3.2.11 | Ἄῤῥωστος ἑνδέκατος. | |
1 | ||
Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν· ἀρχομένη, κωματώδης ἦν, καὶ ἄγρυπνος πά‐ λιν· ὀσφύος ὀδύνη· κεφαλῆς βάρος. Δευτέρῃ, κοιλίη ἐπετα‐ | ||
5 | ράχθη, ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. Τρίτῃ, πλείω, χείρω· νυκτὸς οὐκ ἐκοιμήθη. Τετάρτῃ, παρέκρουσεν· φόβοι, δυσθυμίαι· δεξιῷ ἴλλαινεν· ἵδρωσε περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ· ἄκρεα ψυχρά. Πέμπτῃ, πάντα παρωξύνθη· πολλὰ παρέλεγε, καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος· ἄγρυπνος· κοιλίη | |
10 | πουλλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτὰ, ὑπο‐ μέλανα· ἄκρεα ψυχρὰ, ὑποπέλιδνα. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἀπέθανεν. Φρενῖτις. | |
12 | ||
3.2.12 | Ἄῤῥωστος δωδέκατος. | |
1 | ||
Γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦ‐ σαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν. Αὐτίκα ἀρχομένη, διψώδης, ἀσώδης, καρδίην ὑπήλγεε· γλῶσσα ἐπίξηρος· κοιλίη | ||
5 | ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν· οὐχ ὕπνωσεν. Δευτέρῃ, σμικρὰ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. Τρίτῃ, ἐπιπόνως· ἀπὸ κοιλίης ὠμὰ, λεπτὰ, πουλλὰ διῄει. Τετάρτῃ, ἐπεῤῥίγωσεν· πάντα παρω‐ ξύνθη· ἄγρυπνος. Πέμπτῃ, ἐπιπόνως. Ἕκτῃ, διὰ τῶν αὐτῶν· | |
10 | ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ, πουλλά. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυ‐ ρετὸς ὀξύς· δίψα πουλλή· βληστρισμός· περὶ δείλην, ἵδρωσε δι’ ὅλου ψυχρῷ· ψύξις· ἄκρεα ψυχρά· οὐκ ἔτι ἀνεθερμαίνετο· καὶ πάλιν ἐς νύκτα ἐπεῤῥίγωσεν· ἄκρεα οὐκ ἀνεθερμαίνετο οὐχ ὕπνωσεν· σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. | |
15 | Ὀγδόῃ, περὶ μέσον ἡμέρης ἀνεθερμάνθη· διψώδης· κωματώδης· ἀσώδης· ἤμεσε χολώδεα, σμικρὰ, ὑπόξανθα· νύκτα δυσφό‐ | |
ρως· οὐκ ἐκοιμήθη· οὔρησε πουλὺ, ἀθρόον, οὐκ εἰδυῖα. Ἐνάτῃ, ξυνέδωκε πάντα· κωματώδης· πρὸς δείλην, σμικρὰ ἐπεῤῥίγω‐ σεν· ἤμεσε σμικρὰ, χολώδεα. Δεκάτῃ, ῥῖγος· πυρετὸς παρω‐ | ||
20 | ξύνθη· οὐχ ὕπνωσεν οὐδέν· πρωῒ, οὔρησε πουλὺ, ὑπόστασιν ἔχον· ἄκρεα ἀνεθερμάνθη. Ἑνδεκάτῃ, ἤμεσεν ἰώδεα, χολώ‐ δεα· ἐπεῤῥίγωσεν οὐ μετὰ πουλύ· καὶ πάλιν, ἄκρεα ψυχρά· ἐς δείλην, ῥῖγος· ἱδρὼς ψυχρός· ἤμεσε πουλλά· νύκτα, ἐπι‐ πόνως. Δωδεκάτῃ, ἤμεσε πουλλὰ, μέλανα, δυσώδεα· λυγμὸς | |
25 | πουλύς· δίψος ἐπιπόνως. Τρισκαιδεκάτῃ, μέλανα, δυσώδεα, πουλλὰ ἤμεσεν· ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. Τεσσα‐ ρεσκαιδεκάτῃ, αἷμα διὰ ῥινῶν· ἀπέθανεν. Ταύτῃ διὰ τέλεος, κοι‐ λίη ὑγρή· φρικώδης. Ἡλικίη, περὶ ἔτεα ἑπτακαίδεκα. Καῦσος. | |
28 | ||
3.3t | ΤΜΗΜΑ ΤΡΙΤΟΝ. | |
1 | ||
3.3.2 | Κατάστασις. | |
1 | ||
Ἔτος νότιον, ἔπομβρον· ἄπνοια διὰ τέλεος. Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ’ ἐνιαυτὸν, ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πουλλά. Φθινόπωρον σκιῶδες, ἐπινέφελον· ὑδάτων | ||
5 | πλήθεα. Χειμὼν νότιος, ὑγρὸς, μαλακός. Μετὰ δὲ ἡλίου τρο‐ πὰς ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες· καὶ ἤδη περὶ ἰσημερίην, βόρεια, χιονώδεα, οὐ πουλὺν χρόνον. Ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πουλλὰ διὰ τέλεος μέχρι κυνός. Θέρος αἴθριον, θερμόν· πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ | |
10 | διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοι‐ | |
σιν ὕδατα πουλλά. Γενομένου δὲ τοῦ ἔτεος νοτίου, καὶ ὑγροῦ, καὶ μαλθακοῦ, κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶς, πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται. | ||
3.3.3 | Πρωῒ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν, ἐρυσι‐ πέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’ οὔ· κακοήθεα· πολλοὺς ἔκτεινεν· πολλοὶ φάρυγγας ἐπόνησαν· φωναὶ κακούμεναι· καῦσοι· φρενιτικοί· στόματα ἀφθώδεα· αἰδοίοισι φύ‐ | |
5 | ματα· ὀφθαλμίαι· ἄνθρακες· κοιλίαι ταραχώδεες· ἀπόσιτοι· διψώ‐ δεες, οἱ μὲν, οἱ δ’ οὔ· οὖρα ταραχώδεα, πουλλὰ, κακά· κωματώ‐ δεες ἐπὶ πουλὺ, καὶ πάλιν ἄγρυπνοι· ἀκρισίαι πουλλαί· δύσκριτα· ὕδρωπες· φθινώδεες πουλλοί· τὰ μὲν ἐπιδημήσαντα νουσήματα, ταῦτα. Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰ‐ | |
10 | δέων ἦσαν οἱ κάμνοντες, καὶ ἔθνησκον πουλλοί. Ξυνέπιπτε δὲ ἐφ’ ἑκάστοισι τουτέων, ὧδε. | |
3.3.4 | Πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος, ἐπὶ τοῖσι τυ‐ χοῦσι, καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν, ἐφ’ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα, καὶ περὶ κεφαλὴν, εἰ καὶ σμικρὸν ἀμεληθείη, πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσιν· μεγάλαι | |
5 | φλεγμοναὶ ἐγίγνοντο, καὶ τὸ ἐρυσίπελας πουλὺ ταχὺ πάντοθεν ἐπενέμετο. Τοῖσι μὲν οὖν πλείστοισιν αὐτέων ἀποστάσιες ἐς ἐμπυήματα ξυνέπιπτον· σαρκῶν, καὶ νεύρων, καὶ ὀστέων ἐκ‐ | |
πτώσιες μεγάλαι. Ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ ξυνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πουλὺ καὶ ποικίλον. | ||
10 | Οἷσι μὲν οὖν περὶ κεφαλὴν τουτέων τι ξυμπίπτοι γίγνεσθαι, μαδήσιές τε ὅλης τῆς κεφαλῆς ἐγίγνοντο καὶ τοῦ γενείου, καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες, καὶ πουλλὰ ῥεύματα· ἐν πυρετοῖσί τε ταῦτα, καὶ ἄνευ πυρετῶν. Ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω· οἷσι γὰρ ἐς ἐμπύημα ὁ τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ | |
15 | πλεῖστοι τουτέων ἐσώζοντο· οἷσι δὲ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίην ποιήσαιτο, τουτέων ἀπώλλυντο πουλλοί. Ὁμοίως δὲ καὶ ὅποι ἄλλῃ τοῦ σώματος πλανηθείη, ξυνέπιπτε ταῦτα· πολλοῖσι μὲν γὰρ βραχίων, καὶ πῆχυς ὅλος περιεῤῥύη· οἷσι δὲ | |
20 | ἐπὶ τὰ πλευρὰ, ταῦτα ἐκακοῦτο, ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν· οἷσι δὲ ὅλος ὁ μηρὸς, ἢ τὰ περικνήμια ἐψιλοῦτο, καὶ ποὺς ὅλος. Ἦν δὲ πάντων χαλεπώτατον τῶν τοιού‐ των, ὅ τι περὶ ἥβην καὶ αἰδοῖα γένοιτο. Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα· πολλοῖσι δὲ ἐν πυρετοῖσι, | |
25 | καὶ πρὸ πυρετοῦ, καὶ ἐπὶ πυρετοῖσι ξυνέπιπτεν. Ἦν δὲ καὶ τού‐ των ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι, ἢ κατὰ | |
κοιλίην ταραχή τις ἐπίκαιρος, ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι· οἷσι δὲ μηδὲν τούτων ξυμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. Πουλὺ μὲν οὖν τοῖσι πλεί‐ | ||
30 | στοισι ξυνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος· παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος, καὶ ὑπὸ φθινόπωρον. | |
3.3.5 | Πολλὴ δὲ ταραχή τισι, καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ’ ὀδόντας ἀποστήματα· | |
φωναί τε πολλοῖσιν ἐπεσήμαινον, κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι | ||
5 | καυσώδεσι, καὶ τοῖσι φρενιτικοῖσιν. | |
3.3.6 | Ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωῒ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα· καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν· ὀξέα δὲ τούτοισι καὶ θανατώδεα ξυνέπιπτεν. Ἦν δὲ ἡ κατάστασις τῶν γενομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώ‐ | |
5 | δεες, φρικώδεες· πυρετὸς οὐκ ὀξύς· οὐ διψώδεες λίην· οὐ παράληροι· ἀπὸ ῥινῶν ἔσταζε σμικρά· οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν, ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη· ἄκρεά τε τούτοισιν, αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πουλὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα· | |
10 | πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο, καὶ πάλιν κατενόουν καὶ διελέγοντο· κατεῖχε δὲ ἢ τὸ κῶμα ξυνεχὲς, οὐχ ὑπνῶ‐ δες, ἢ μετὰ πόνων ἄγρυπνοι· κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πουλλοῖσιν· οὖρα πολλὰ, λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα· οὐδὲ ἄλλο κρί‐ | |
15 | σιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐπεφαίνετο· οὔτε γὰρ ᾑμοῤ‐ ῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρί‐ σιμος· ἔθνησκόν τε ἕκαστος, ὡς τύχοι, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πουλ‐ λοί. Τοῖσι μὲν οὖν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα· παρα‐ | |
20 | πλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν· ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν· οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ | |
ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως ἀπώλλυντο. | ||
3.3.7 | Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. Στόματα πολ‐ λοῖσιν ἀφθώδεα, ἑλκώδεα. Ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώ‐ ματα, φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. Ὀφθαλ‐ μίαι ὑγραὶ, μακροχρόνιαι, μετὰ πόνων· ἐπιφύσιες βλεφάρων | |
5 | ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ, καὶ ἐν αἰδοίοισιν. Ἄνθρακες πολλοὶ κατὰ θέρος, καὶ ἄλλα, ἃ σὴψ καλέεται· ἐκθύματα μεγάλα· ἕρπητες πολλοῖσι μεγάλοι. | |
3.3.8 | Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ ξυνέβαινεν. Πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τού‐ | |
των· λειεντερικοὶ πουλλοί· δυσεντερικοὶ, οὐδ’ οὗτοι λίην | ||
5 | ἐπιπόνως. Τὰ δὲ χολώδεα, καὶ λιπαρὰ, καὶ λεπτὰ, καὶ ὑδατώ‐ δεα· πολλοῖσι μὲν αὐτὸ τὸ νούσημα ἐς τοῦτο κατέσκηψεν· | |
ἄνευ τε πυρετῶν, καὶ ἐν πυρετοῖσιν· μετὰ πόνων στρόφοι, καὶ ἀνειλήσιες κακοήθεες· τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων, διέξοδοι· τά τε διεξιόντα πόνους οὐ λύοντα, τοῖσί | ||
10 | τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρ‐ σιες τοὺς πλείστους προσέβλαπτον. Τῶν δὲ οὕτως ἐχόντων πολ‐ λοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆ‐ γεν. Ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον μά‐ | |
15 | λιστα· πάντας γὰρ κοιλίη ξυναπήνεγκεν. | |
3.3.9 | Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγε‐ γραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι, καὶ οἱ ἐκ τούτων, καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλε‐ θρίως ἔχοιεν. Διψώδεες οἱ μὲν, οἱ δὲ οὔ· τῶν δ’ ἐν πυρετοῖσι | |
5 | καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ’ ἦν κατὰ ποτὸν διαιτῇν ὡς ἤθελες. | |
3.3.10 | Οὖρα δὲ, πολλὰ μὲν τὰ διεξιόντα ἦν οὐκ ἐκ τῶν προσφερο‐ μένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα· πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων· οὔτε γὰρ πάχος, οὔτε πε‐ πασμοὺς, οὔτε καθάρσιας χρηστὰς εἶχεν· ἐπὶ πολλοῖσι γὰρ αἱ | |
5 | κατὰ κύστιν καθάρσιες, χρησταὶ γιγνόμεναι, ἀγαθόν· ἐσήμαι‐ νον δὲ τοῖσι πλείστοισι ξύντηξιν, καὶ ταραχὴν, καὶ πόνους, καὶ ἀκρισίας. | |
3.3.11 | Κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ, καὶ οἱ καυ‐ σώδεες ἦσαν· ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίγνοιτο· διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ μικροὺς καὶ λεπτοὺς | |
5 | ὕπνους κοιμᾶσθαι. | |
3.3.12 | Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τρι‐ ταίων, τεταρταίων, νυκτερινῶν, ξυνεχέων, μακρῶν, πεπλανημέ‐ νων, ἀσωδέων, ἀκαταστάτων. Ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίγνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι ταραχώ‐ | |
5 | δεες· φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι· καὶ τὰ τῶν οὔρων ὡς ὑπο‐ γέγραπται. Μακρὰ δὲ τοῖσι πλείστοισι τουτέων· οὐδὲ γὰρ αἱ γινό‐ μεναι τουτέοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισιν· δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο, καὶ ἀκρισίαι, καὶ χρόνια, πουλὺ δὲ μάλιστα τουτέοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι περὶ ὀγδοή‐ | |
10 | κοντα· τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν, ἐξέλιπεν. Ἔθνησκον δὲ του‐ τέων ὀλίγοι ὑπὸ ὕδρωπος, ὀρθοστάδην. Πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν οἰδήματα παρώχλει· πουλὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν. | |
3.3.13 | Μέγιστον δὲ καὶ χαλεπώτατον, καὶ πλείστους ἔκτεινε τὸ | |
φθινῶδες. Πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα, πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτέων ὀρθοστάδην ὑπεφέροντο· πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν | ||
5 | δὲ ἄλλων, ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ, ὑφίεσαν δὲ κατὰ θέρος· ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες, καὶ πουλλοὶ ἔθνησκον· μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. Ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦ‐ σθαι· φρικώδεες πυκνά· πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες· | |
10 | ἱδρῶτες ἄκαιροι, πουλλοὶ, ψυχροὶ διὰ τέλεος· πουλλὴ ψύξις, καὶ μόλις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμε‐ ναι, καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πλεύμονα πάντων, διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· ξυντήξιες κακαί. Αἱ δὲ βῆχες ἐνῆσαν | |
15 | μὲν, διὰ τέλεος πολλαὶ, καὶ πουλλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρὰ, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ’ εἰ καὶ ὑπεπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πλεύμονος ἐγίνετο. Φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα, καὶ λευκὰ, καὶ ὑγρὰ, καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς | |
20 | κατῄει. Πουλὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· | |
οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως· βάρος σώματος· κωματώδεες· τοῖσι πλείστοισιν αὐ‐ τέων οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο· φρικώδεες· παρά‐ | ||
25 | ληροι περὶ θάνατον. | |
3.3.14 | Εἶδος δὲ τῶν φθινωδέων ἦν, τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ | |
φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν· λευκοφλεγματίαι· πτερυγώδεες· καὶ γυναῖκες, οὕτω. Τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ τὰ δυσεντεριώδεα | ||
5 | τούτων ἥπτετο. Τεινεσμοὶ νέοισι φλεγματώδεσιν. Μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχό‐ λοισιν. | |
3.3.15 | Ἦν δὲ πᾶσι τοῖσιν ὑπογεγραμμένοισι χαλεπώτα‐ τον μὲν τὸ ἔαρ, καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο· τοῦ δὲ φθινοπώρου καὶ | |
ὑπὸ πληϊάδα πάλιν ἔθνησκον οἱ πολλοί. Δ. Δοκέει δέ μοι | ||
5 | προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος· τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησιν. Καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο, ἀλλ’ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν | |
10 | μεταλλάξαν ὠφέλησεν. | |
3.3.16 | Μέγα δὲ μέρος ἡγεῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι | |
κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς. Ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν, οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. Δεῖ δὴ καταμανθάνειν ἀκριβῶς τὴν κατάστασιν τῶν | ||
5 | ὡρέων ἑκάστης, καὶ τῶν νούσων· ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, κακὸν ὅ τι κοινὸν ἐν τῇ κατα‐ στάσει ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον, μακρὸν ὅ τι καὶ περιεστικόν· ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστικόν. Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκο‐ | |
10 | πέεσθαι, καὶ προλέγειν ἐκ τουτέων, εὐπορέεται. Εἰ‐ δότι περὶ τουτέων, ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτῇν. | |
12 | ||
3.3.17 | ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ. | |
1 | ||
3.317(1) | Πρῶτος. | |
1 | Ἐν Θάσῳ, τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, | |
πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς ξυνεχής· καυσώδης· διψώ‐ δης· ἀρχόμενος κωματώδης, καὶ αὖθις ἄγρυπνος· κοιλίη τα‐ | ||
5 | ραχώδης ἐν ἀρχῇσιν· οὖρα λεπτά. Ἕκτῃ, οὔρησεν ἐλαιῶδες· πα‐ ρέκρουσεν. Ἑβδόμῃ, παρωξύνθη πάντα· οὐδὲν ἐκοιμήθη· ἀλλ’ οὖρά τε ὅμοια, καὶ τὰ τῆς γνώμης ταραχώδεα· ἀπὸ δὲ κοιλίης χολώ‐ δεα, λιπαρὰ διῆλθεν. Ὀγδόῃ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἤμεσεν ἰώδεα ὀλίγα· σμικρὰ ἐκοιμήθη. Ἐνάτῃ, διὰ τῶν αὐτῶν. Δεκάτῃ, | |
10 | πάντα ξυνέδωκεν. Ἑνδεκάτῃ, ἵδρωσεν οὐ δι’ ὅλου· περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τεσσαρεσκαιδεκάτῃ, πυρετὸς ὀξύς· διαχωρήματα χολώδεα, λεπτὰ, πουλλά· οὔροισιν ἐναιώ‐ ρημα· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, ἐπιπόνως· οὔτε γὰρ ὕπνοι, | |
ὅ τε πυρετὸς ἐπέτεινεν. Εἰκοστῇ, ἵδρωσε δι’ ὅλου· ἄπυ‐ | ||
15 | ρος· διαχωρήματα χολώδεα· ἀπόσιτος· κωματώδης. Εἰκοστῇ τετάρτῃ, ὑπέστρεψεν. Τριακοστῇ τετάρτῃ, ἄπυρος· κοιλίη οὐ ξυνίστατο· καὶ πάλιν ἀνεθερμάνθη. Τεσσαρακοστῇ, ἄπυρος· κοιλίη ξυνέστη χρόνον οὐ συχνόν· ἀπόσιτος· σμικρὰ πάλιν ἐπύρεξε, καὶ διὰ παντὸς πεπλανημένως· ἄπυρος, τὰ μὲν, τὰ | |
20 | δ’ οὔ· εἰ γάρ τι διαλείποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφεν· σιταρίοισί τε πουλλοῖσι καὶ φαύλοισι προσε‐ χρῆτο· ὕπνοι κακοί· περὶ τὰς ὑποστροφὰς παρέκρουσεν· οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά· καὶ τὰ κατὰ κοιλίην ξυνιστάμενα, καὶ πάλιν διαλυόμενα· πυ‐ | |
25 | ρέτια ξυνεχέα· διαχωρήματα πουλλὰ, λεπτά. Ἐν δὲ τῇ | |
ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. Τουτέῳ κοιλίη ξυνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πουλλοῖσιν ἦν, ἢ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν· οὖρα διὰ τέλεος κακά· κωματώδης τὰ πλεῖστα· μετὰ πόνων ἄγρυπνος· ἀπόσιτος ξυν‐ | ||
30 | εχέως. Καῦσος. ϡΠΦΑΥΡΚΘ. | |
30 | ||
3.317(2) | Ἄῤῥωστος δεύτερος. | |
1 | ||
Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ τόκου, θυγατέρα τεκοῦσαν καὶ καθάρσιος μὴ γινομέ‐ νης, πυρετὸς ὀξὺς, φρικώδης, τριταίην ἔλαβεν. Ἐκ χρόνου δὲ | ||
5 | πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος. Μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. Ὀγδόῃ, πολλὰ παρέκρουσε, καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει· κοιλίη ταραχώδης, πουλλοῖσι, λεπτοῖσιν, ὑδατοχόλοι‐ σιν· ἄδιψος. Ἑνδεκάτῃ, κατενόει· κωματώδης δὲ ἦν· οὖρα | |
10 | πουλλὰ, λεπτὰ καὶ μέλανα· ἄγρυπνος. Εἰκοστῇ, σμικρὰ πε‐ ριέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη· σμικρὰ παρέλεγεν· ἄγρυ‐ πνος· τὰ κατὰ κοιλίην, ἐπὶ τῶν αὐτέων· οὖρα ὑδατώδεα, πουλλά. Εἰκοστῇ ἑβδόμῃ, ἄπυρος· κοιλίη ξυνέστη· οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πουλύν· | |
15 | πυρετοὶ πάλιν παρείποντο· οὖρα ὑδατώδεα. Τεσσαρακοστῇ, τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ ξυνεχέες, ὑγραὶ, | |
πολλαί· κοιλίη ξυνέστη· ἀπόσιτος· οὖρα ἐπὶ τῶν αὐτῶν· οἱ δὲ πυ‐ ρετοὶ, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ παροξυνόμε‐ νοι, τὰ μὲν, τὰ δ’ οὔ. Ἑξηκοστῇ, αἱ μὲν βῆχες ἀσήμως ἐξέλι‐ | ||
20 | πον· οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο, οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. Σιηγὼν δὲ, ἡ ἐκ τῶν ἐπὶ δεξιὰ, κα‐ τεσπάσθη· κωματώδης· παρέλεγε πάλιν, καὶ ταχὺ κατενόει· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν· ἡ σιηγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν· ἐπύρεσσεν ὀξυτέρως· | |
25 | φρικώδης, καὶ τὰς ἐχομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διε‐ λέγετο. Ὀγδοηκοστῇ ἀπέθανεν. Ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα· κῶμα παρείπετο· ἀπόσιτος, ἄθυμος, ἄγρυπνος· ὀργαί· δυσφορίαι· τὰ περὶ τὴν γνώμην μελαγχο‐ λικά. ϡΔΛΕΠΘ. | |
29 | ||
3.317(3) | Ἄῤῥωστος τρίτος. | |
1 | Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα | |
καὶ πυρετὸς ὀξὺς ἔλαβεν· γλῶσσα ἐπίξηρος, διψώδης, χολώ‐ | ||
5 | δης· οὐχ ὕπνωσεν· οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. Δευτέρῃ, περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον· ἄναυδος, ἄφωνος, βραχύ‐ πνοος ἐπὶ χρόνον πουλύν· ἀνεθερμάνθη· δίψα· νύκτα δι’ ἡσυχίης· ἵδρωσε περὶ κεφαλὴν σμικρά. Τρίτῃ, ἡμέρην δι’ | |
10 | ἡσυχίης· ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά· ἄση· ταραχή· νυκτὸς ἐπιπόνως· οὐδὲν ὕπνωσεν· ἀπὸ δὲ κοιλίης σμικρὰ ξυνεστηκότα κόπρανα διῆλθεν. Τετάρτῃ, πρωῒ δι’ ἡσυχίης· περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη· ψύξις· ἄναυδος, ἄφωνος· ἐπὶ τὸ χεῖρον· ἀνεθερμάνθη μετὰ χρόνον· οὔρησε μέλανα, ἐναιώρημα | |
15 | ἔχοντα· νύκτα δι’ ἡσυχίης· ἐκοιμήθη. Πέμπτῃ, ἔδοξε κουφισθῆναι· κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου· διψώδης· νύκτα ἐπιπόνως. Ἕκτῃ, πρωῒ μὲν δι’ ἡσυχίης· δείλης δὲ οἱ πόνοι μείζους· παρωξύνθη· ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθεν· νυκτὸς ἐκοιμήθη. Ἑβδόμῃ, ἡμέρῃ, ἀσώδης· ὑπεδυσφόρει· οὔ‐ | |
20 | ρησεν ἐλαιῶδες· νυκτὸς, ταραχὴ πουλλή· παρέλεγεν· οὐδὲν ἐκοιμᾶτο. Ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες· ὀψὲ δὲ πάλιν ἀνεθερ‐ μάνθη· παρέκρουσεν· ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη· διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα. Ἐνάτῃ, κωματώδης· | |
25 | ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν· νύκτα κακήν. Δεκάτῃ, πρωῒ ἄφωνος· πολλὴ ψύξις· πυρετὸς ὀξύς· πουλὺς ἱδρώς· ἔθανεν. Ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. ϡΙΠΙΘ. | |
28 | ||
3.317(4) | Ἄῤῥωστος τέταρτος. | |
1 | Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς, ἤμεσεν ἰώδεα, πουλλὰ, λεπτά· πυρετὸς φρικώδης, πουλύς· ἱδρὼς ξυνεχὴς | |
δι’ ὅλου· κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης· οὖρα λεπτὰ, | ||
5 | ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρυτο· ἀπὸ δὲ κοι‐ λίης ἐξεκόπρισεν ἀθρόα· πολλὰ παρέκρουσεν· οὐδὲν ὕπνωσεν. Δευτέρῃ, πρωῒ ἄφωνος· πυρετὸς ὀξύς· ἵδρωσεν· οὐ διέλιπεν· παλ‐ μοὶ δι’ ὅλου τοῦ σώματος· νυκτὸς, σπασμοί. Τρίτῃ, παρωξύνθη πάντα· ἀπέθανεν. ϡΙΣΘ. | |
9 | ||
3.317(5) | Ἄῤῥωστος πέμπτος. | |
1 | Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαί‐ φνης· τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. Τῇ πρώτῃ πυρετὸς ὀξὺς, καυσώδης· ἀτρεμέως εἶχεν· οἱ δὲ πόνοι παρείποντο. | |
5 | Δευτέρῃ, τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν· ὑπεδυσφόρει· οὐκ ἐκοιμᾶτο· ἄκρεα ψυχρά· οὔρων πλῆθος διῄει οὐ χρηστῶν. Τρίτῃ, τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης, καὶ ταραχὴ, καὶ πουλὺς βληστρισμός. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἔθανεν. | |
10 | Ὀξύ. | |
3.317(6) | Ἄῤῥωστος ἕκτος. | |
1 | Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς, ξυνε‐ χὴς μετὰ πόνου· δίψα πουλλή· ἄση· πότον κατέχειν οὐκ ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. Τῇ πρώτῃ, | |
5 | ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ· πουλὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν· οὔρησε πουλὺ θολερὸν, λευκὸν, κείμενον οὐ καθίστατο. Δευτέρῃ, πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλ‐ λον· καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν· ἐκοιμήθη. Τρίτῃ, πυρε‐ τὸς ἐμαλάχθη· οὔρων πλῆθος, πέπονα, πουλλὴν ὑπόστασιν | |
10 | ἔχοντα· νύκτα δι’ ἡσυχίης. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου· ἄπυρος· ἐκρίθη· οὐχ ὑπέστρεψεν. | |
Ὀξύ. | ||
3.317(7) | Ἄῤῥωστος ἕβδομος. | |
1 | Ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱερῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν. Ἦν δὲ διψώδης καὶ ἄγρυπνος· κα‐ τέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. Ἕκτῃ, ἄση πουλλή· | |
5 | ἔρευθος· φρικώδης, ἀλύουσα. Ἑβδόμῃ, διὰ τῶν αὐτῶν· οὖρα λεπτὰ μὲν, εὔχροα δέ· τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. Ὀγδόῃ, κώφωσις· πυρετὸς ὀξύς· ἄγρυπνος, ἀσώδης, φρικώ‐ δης· κατενόει· οὖρα ὅμοια. Ἐνάτῃ, διὰ τῶν αὐτῶν, καὶ τὰς ἑπο‐ μένας· οὕτως ἡ κώφωσις παρέμεινεν. Τεσσαρεσκαιδεκάτῃ, | |
10 | τὰ τῆς γνώμης ταραχώδεα· ὁ πυρετὸς ξυνέδωκεν. Ἑπτακαιδεκάτῃ, διὰ τῶν ῥινῶν ἐῤῥύη πουλύ· ἡ κώφωσις σμικρὰ ξυνέδωκεν· καὶ τὰς ἑπομένας ἄση· κωφότης ἐνῆν, καὶ παράληρος. Εἰκο‐ στῇ, ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν· ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν· ἵδρωσεν· ἄπυρος. Εἰκοστῇ τετάρτῃ, ὁ πυρε‐ | |
15 | τὸς ὑπέστρεψεν· κώφωσις πάλιν· ποδῶν ὀδύνη παρέμεινεν· παρα‐ κοπή. Εἰκοστῇ ἑβδόμῃ, ἵδρωσε πολλῷ· ἄπυρος· ἡ κώφωσις ἐξέλιπεν· ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη· τὰ δ’ ἄλλα τελέως | |
ἐκρίθη. ϡΟΚΖΥ. | ||
3.317(8) | Ἄῤῥωστος ὄγδοος. | |
1 | Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηϊ‐ κίας πύλας, πυρετὸς ὀξὺς ἔλαβεν· πλευροῦ ὀδύνη δεξιοῦ ξυνεχής· ἔβησσε ξηρὰ, οὐδ’ ἔπτυε τὰς πρώτας· διψώδης· ἄγρυπνος· | |
5 | οὖρα εὔχροα, πουλλὰ, λεπτά. Ἕκτῃ, παράληρος· πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. Ἑβδόμῃ, ἐπιπόνως· ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώ‐ χλεον, δύσπνοός τε ἦν. Ὀγδόῃ, ἀγκῶνα ἔταμον· ἐῤῥύη πολλὸν, οἷον ἔδει· ξυνέδωκαν μὲν οἱ πόνοι· αἱ μέντοι βῆχες | |
10 | ξηραὶ παρείποντο. Ἑνδεκάτῃ, ξυνέδωκαν οἱ πυρετοί· σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν· αἱ βῆχες καὶ τὰ ἀπὸ πλεύμονος ὑγρό‐ | |
τερα. Ἑπτακαιδεκάτῃ, ἤρξατο σμικρὰ πέπονα πτύειν· ἐκου‐ φίσθη. Εἰκοστῇ, ἵδρωσεν· ἄπυρος· μετὰ δὲ κρίσιν, διψώδης τε ἦν, καὶ τῶν ἀπὸ πλεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. Εἰ‐ | ||
15 | κοστῇ ἑβδόμη, ὁ πυρετὸς ὑπέστρεψεν· ἔβησσεν, ἀνῆγε πέ‐ πονα, πουλλά· οὔροισιν ὑπόστασις πολλὴ, λευκή· ἄδιψος ἐγένετο· εὔπνοος. Τριακοστῇ τετάρτῃ, ἵδρωσε δι’ ὅλου· | |
ἄπυρος· ἐκρίθη πάντα. ϡΠΔΛΔΥ. | ||
3.317(9) | Ἄῤῥωστος ἔνατος. | |
1 | Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιπόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη· ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. Πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἔμετοι τὸ κατ’ | |
5 | ἀρχὰς πολλῶν χολωδέων· διψώδης· πολλὴ δυσφορίη· οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μὲν, ὁτὲ δ’ οὔ· νύκτα ἐπιπόνως· πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, κώφωσις· οἱ πυρετοὶ ἐξέτεινον· οὖρα διὰ τῶν αὐτῶν. Εἰκοστῇ, πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. | |
10 | Τεσσαρακοστῇ, διὰ ῥινῶν ᾑμοῤῥάγησε πουλὺ, καὶ κατενόει μᾶλλον· ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δέ· οἱ πυρετοὶ ξυνέδωκαν· ᾑμοῤῥάγει τὰς ἑπομένας, πυκνὰ καὶ κατ’ ὀλίγον. Περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο· ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ, καὶ οἱ πυρετοὶ ἐπέτεινον. Οὐ πολλῷ δὲ χρόνῳ ὕστε‐ | |
15 | ρον, πόνοι τῶν κάτω πάντων· ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μεί‐ ζους καὶ τὴν κώφωσιν πουλλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. Ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν· οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παρά‐ | |
20 | ληροί τε μείους ἦσαν. Περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χο‐ λώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου· τῶν δὲ ἄλλων ῥᾳστώνη. | |
Τὸ δὲ ξύνολον, οἵ τε πυρετοὶ ἐξέλιπον, καὶ ἡ κώφωσις ἐπαύσατο. Ἐν ἑκατοστῇ εἰκοστῇ, τελέως ἐκρίθη. Καῦσος, | ||
25 | ϡΧΔΡΚΥ. | |
25 | ||
3.317(10) | Ἄῤῥωστος δέκατος. | |
1 | Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ ποτῶν πῦρ ἔλαβεν. Ἀρχόμενος δὲ ἦν ἀσώδης, καὶ καρδιαλγικός· διψώ‐ δης· γλῶσσα ἐπεκαύθη· οὖρα λεπτὰ, μέλανα. Δευτέρῃ, ὁ πυ‐ | |
5 | ρετὸς παρωξύνθη· φρικώδης· ἀσώδης· οὐδὲν ἐκοιμήθη· ἤμεσε χο‐ λώδεα, ξανθά· οὖρα ὅμοια· νύκτα δι’ ἡσυχίης· ὕπνωσεν. Τρίτῃ, ὑφῆκε πάντα· ῥᾳστώνη δὲ ἦν· περὶ ἡλίου δυσμὰς πάλιν ὑπεδυσ‐ φόρει· νύκτα ἐπιπόνως. Τετάρτῃ, ῥῖγος· πυρετὸς πουλύς· | |
πόνοι πάντων· οὖρα λεπτὰ, ἐναιώρημα· νύκτα πάλιν δι’ ἡσυχίης. | ||
10 | Πέμπτῃ, ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. Ἕκτῃ, τῶν αὐτῶν πόνοι πάντων· οὔροισιν ἐναιώρημα· παρέκρουσε πολλά. Ἑβ‐ δόμῃ, ῥᾳστώνη. Ὀγδόῃ, τὰ ἄλλα ξυνέδωκε πάντα. Δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες· οἱ δὲ παρο‐ ξυσμοὶ καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. | |
15 | Εἰκοστῇ, οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον οὐ καθίστατο· ἵδρωσε πολλῷ· ἔδοξεν ἄπυρος γενέσθαι· δείλης δὲ πάλιν ἐθερ‐ μάνθη, καὶ οἱ αὐτοὶ πόνοι· φρίκη· δίψα· σμικρὰ παρέκρουσεν. Εἰκοστῇ τετάρτῃ, οὔρησε πουλὺ λευκὸν, πουλλὴν ὑπό‐ στασιν ἔχον· ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου· ἄπυρος· ἐκρίθη. | |
20 | ϡΧΔΙΚΔΥ. | |
3.317(11) | Ἄῤῥωστος ἑνδέκατος. | |
1 | Ἐν Θάσῳ γυνὴ δυσήνιος, ἐκ λύπης μετὰ προφάσιος ὀρθο‐ στάδην ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος, καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾬκει δὲ πλησίον τοῦ Πυλάδου, ἐπὶ τοῦ λείου. Τῇ | |
5 | πρώτῃ, ἀρχομένης νυκτὸς, φόβοι, λόγοι πουλλοὶ, δυσθυμίη, πυ‐ ρέτιον λεπτόν· πρωῒ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, ξυνε‐ χέες. Δευτέρῃ, διὰ τῶν αὐτῶν· οὐδὲν ἐκοιμᾶτο· πυρετὸς ὀξύτερος. Τρίτῃ, οἱ μὲν σπασμοὶ ἀπέλιπον· κῶμα δὲ, καὶ καταφορὴ, καὶ | |
10 | πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά· πυρετὸς ὀξύς· ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου· ἄπυρος· ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. Περὶ δὲ τὴν τρίτην ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα δὲ ἐπὶ πουλὺ στρογγύλον, οὐχ ἵδρυτο· περὶ δὲ κρίσιν γυναικεῖα πουλλὰ | |
15 | κατέβη. | |
3.317(12) | Ἄῤῥωστος δωδέκατος. | |
1 | Ἐν Λαρίσσῃ παρθένον πυρετὸς ἔλαβε, καυσώδης, ὀξύς· ἄγρυπνος· διψώδης· γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχροα μὲν, λεπτὰ δέ. Δευτέρῃ, ἐπιπόνως· οὐχ ὕπνωσεν. Τρίτῃ, | |
5 | πουλλὰ διῆλθεν ἀπὸ κοιλίης, ὑδατόχλοα, καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. Τετάρτῃ, οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο· παρέκρουσεν ἐς νύκτα. Ἕκτῃ, διὰ ῥινῶν λαῦρον ἐῤῥύη πουλύ· φρίξασα, ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου· ἄπυρος· ἐκρίθη. Ἐν δὲ τοῖσι πυρετοῖσι, | |
10 | καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη τότε πρῶτον· παρ‐ θένος γὰρ ἦν. Ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης· ἔρευθος προσώπου· ὀμμάτων ὀδύνη· καρηβαρική. Ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη. Οἱ πόνοι ἐν ἀρτίῃσιν. | |
13 | ||
3.317(13) | Ἄῤῥωστος τρισκαιδέκατος. | |
1 | ||
Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πουλύν. Ἦν δὲ μεγαλόσπλαγχνος, καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πουλὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο· | ||
5 | φυσώδης· χροιῆς τῆς ὑπολεύκου. Φαγὼν δὲ, καὶ πιὼν ἀκαι‐ ρότερον βόειον, ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη· γά‐ λαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδω‐ | |
10 | κεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι τε οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν· πουλὺ δίψος· κωματώδης· ὑπο‐ χονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ· ἄκρεα πάντοθεν ὑπόψυχρα· σμι‐ κρὰ παρέλεγεν· λήθη πάντων, ὅ τι λέγοι· παρεφέρετο. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας ἀπεθερμάνθη καὶ κατε‐ | |
15 | κλίθη, ἐξεμάνη· βοὴ, ταραχὴ, λόγοι πολλοὶ, καὶ πάλιν ἵδρυσις, | |
καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθεν· μετὰ δὲ ταῦτα κοιλίη ταρα‐ χώδης, πολλοῖσι, χολώδεσιν, ἀκρήτοισι, ὠμοῖσιν· οὖρα μέ‐ λανα, σμικρὰ, λεπτά· πουλλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ | ||
20 | ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα δι‐ δόναι. Περὶ δὲ εἰκοστὴν τετάρτην, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν· σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη, πάλιν δὲ ταχὺ παρενόει· ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. Περὶ δὲ τριηκοστὴν, πυρετὸς ὀξύς· διαχωρή‐ | |
25 | ματα πουλλὰ, λεπτά· παράληρος· ἄκρεα ψυχρά· ἄφωνος. Τριηκοστῇ τετάρτῃ, ἀπέθανεν. Τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης· οὖρα λεπτὰ, μέλανα· κωματώδης· ἄγρυπνος· ἄκρεα ψυχρά· παράληρος διὰ τέλεος. Φρενιτικός. | |
29 | ||
3.317(14) | Ἄῤῥωστος τεσσαρεσκαιδέκατος. | |
1 | Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμους, καὶ δυστο‐ κησάσῃ, καὶ οὐ πάνυ καθαρθείσῃ, τὸ μὲν πρῶτον ἐπῆλθε πυρετὸς φρικώδης, ὀξύς· κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης· ἄγρυ‐ | |
5 | πνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχροα· διψώδης, ἀσώδης τὸ πουλύ· κοιλίη πεπλανημένως, ταραχώδης, καὶ πάλιν ξυνισταμένη. Ἕκτῃ, ἐς νύκτα πουλλὰ παρέλεγεν· οὐδὲν ἐκοιμήθη. Περὶ δὲ | |
ἑνδεκάτην ἐοῦσα, ἐξεμάνη, καὶ πάλιν κατενόει· οὖρα μέλανα, | ||
10 | λεπτὰ, καὶ πάλιν διαλείποντα, ἐλαιώδεα· καὶ κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσιν. Τεσσαρεσκαιδεκάτῃ, σπασμοὶ πουλλοί· ἄκρεα ψυχρά· οὐδὲν ἔτι κατενόει· οὖρα ἐπέστη. Ἑκκαιδεκάτῃ, ἄφωνος. Ἑπτακαιδεκάτῃ, ἀπέθανεν. Φρενῖτις. ϡΜΤΙΖΘ. | |
13 | ||
3.317(15) | Ἄῤῥωστος πεντεκαιδέκατος. | |
1 | Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν. Ἐξ ἀρχῆς δὲ πε‐ ριεστέλλετο, καὶ διὰ τέλεος αἰεί· σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, | |
5 | ἔγλυφεν, ἐτριχολόγει· δάκρυα, καὶ πάλιν γέλως· οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμοὶ, οὐδὲν διῄει· σμικρὰ, ὑπομιμνησκόν‐ των, ἔπινεν· οὖρα λεπτὰ, σμικρά· πυρετοὶ πρὸς χεῖρα | |
λεπτοί· ἀκρέων ψύξις. Ἐνάτῃ, πολλὰ παρέλεγε, καὶ πάλιν ἱδρύνθη· σιγῶσα. Τεσσαρεσκαιδεκάτῃ, πνεῦμα ἀραιὸν, μέγα, | ||
10 | διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. Ἑπτακαιδεκάτῃ, ἀπὸ | |
κοιλίης ἐρεθισμῷ ταραχώδεα· ἔπειτα αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ ξυνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. Εἰκοστῇ, λόγοι πουλλοὶ, καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. Εἰκοστῇ πρώτῃ, ἀπέθανεν. Ἦν ταύτῃ | ||
15 | διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πουλλοὶ, ἢ σιγῶσα διὰ τέλεος. Φρενῖτις. | |
17 | ||
3.317(16) | Ἄῤῥωστος ἑκκαιδέκατος. | |
1 | Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ ποτῶν καὶ ἀφροδισίων πολλῶν πουλὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν, καὶ ἄγρυπνος, καὶ ἄδιψος. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ | |
5 | κόπρανα διῆλθε ξὺν περιῤῥόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατό‐ χλοα πολλὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, ἄχροα· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς, διὰ τέλεος ξυνεχής· οὔρησεν | |
ἐλαιῶδες. Δεκάτῃ, παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός | ||
10 | τε καὶ ἥσυχος· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρή‐ ματα ἢ πολλὰ, λεπτὰ, ἢ χολώδεα, λιπαρά. Τεσσαρεσκαιδε‐ κάτῃ, πάντα παρωξύνθη· παρεκρούσθη, πολλὰ παρέλεγεν. Εἰκοστῇ, ἐξεμάνη· βληστρισμός· οὐδὲν οὔρει· σμικρὰ ποτὰ | |
κατείχετο. Τῇ εἰκοστῇ τετάρτῃ, ἀπέθανεν. Φρενῖτις. | ||
4t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ. | |
4.1.1 | Μετ’ ἰσημερίην καὶ μετὰ πληϊάδα, οἷα τὰ ἀνεσθιόμενα καὶ βλεννώδεα· ᾧ τὴν κεφαλὴν ὤϊξα, ἀπῆλθεν ὑπὲρ τοῦ ὠτός· τῷ παρὰ Λεωκύδεος, ἐν ποδί· Φανοδίκῳ, οἱ δάκτυλοι οἱ ἐν τῷ ποδὶ, ἐπὶ τοῦ στήθεος. Ὁ τμηθεὶς τὴν κνήμην, ταύτην μὲν καὶ ἐμελάνθη, ᾗ τὸ | |
5 | μέγα ἕλκος ἐν τῷ ἔξω τῆς κνήμης καὶ ἐκ τοὔπισθεν ᾔει· ἐπεὶ καθαρὸν ἐγίνετο, πλευροῦ ὀδύνη καὶ στήθεος κατ’ ἴξιν ἀριστεροῦ, καὶ πυρετοί· ἀπέθανεν ἀπὸ τοῦ πυρετοῦ. | |
4.1.2 | Τὸ χολῶδες τῷ σχοινοπλόκῳ κατακορὲς, καὶ τὰ καυστικά· καταφερομένῳ περὶ ἰσημερίην κάτω αἷμα πουλὺ διῆλθεν. Γέροντι πάνυ σφόδρα ἀπεγένετο, οὐ πρόσω τεσσαρεσκαίδεκα ἡμερέων. Τῷ δὲ στιγματίῃ παρ’ Ἀντιφίλου, καυστικῷ, κριθέντων ἑβδόμῃ, χολώδεϊ, | |
5 | τυφώδεϊ, τρίτῃ μετὰ κρίσιν ᾔει οὕτως αἷμα· περιεγένετο· καὶ ὑποστροφὴ ὕστερον ἐγένετο· ἐκρίθη, ὡς εἰκὸς, περὶ πληϊάδων δύσιν τὸ πρῶτον· μετὰ δὲ πληϊάδων δύσιν χολώδης ἐς μανίην· κρίσις περὶ ἐνάτην ἄνευ ἱδρῶτος. | |
4.1.3 | Περὶ ἰσημερίην ὁ Χαλκηδόνιος, ἀπὸ πυλέων μετακομισθεὶς | |
παρ’ ἀγορὴν, ῥήγματος περὶ μαζὸν δεξιὸν ὀδυνώμενος, ἔπτυεν ἄλλοτε καὶ ἄλλοτε ὑπόχλωρον· γαστὴρ, χαριέντως· ἱδρὼς, ἀρξάμενος ἑβδόμῃ, εἶχε τὰ πολλὰ ἄχρις ὀγδόης· ἐκρίθη τεσσαρεσκαιδεκάτῃ· | ||
5 | περὶ δὲ τεσσαρακοστὴν ἤρθη περὶ τὰ ὦτά οἱ ἀμφότερα· οὐκ ἀπεοικὸς ἐδόκει ἔμπυος ἔσεσθαι, οὐκ ἐγένετο. | |
4.1.4 | Στῆθος Ἀριστοδήμῳ ἐκαύθη. Τῷ Φιλίδος ὁμοίως ἀπέβη, ἐκ πτώματος καὶ τούτῳ· προϋπῆρχε δὲ ὀδύνη τις ἀνωτέρω. | |
4.1.5 | Μετ’ ἰσημερίας φθινοπωρινὰς, ὑποστροφαὶ, καὶ ἄλλως μέχρι τροπέων χειμερινῶν. | |
4.1.6 | Μεθ’ ἡλίου τοῦ θερινοῦ ἡ Ἀχελώου ἑκταίη ἀπέφθειρεν, ἐμετώδης ἐοῦσα καὶ φρικώδης· καὶ ἱδρῶτες· κρίσις, τεσσαρεσκαιδεκάτῃ· ὁποσάμηνον οὐκ οἶδα· ἄρσεν δὲ καὶ ἄλλο πρὸς τὰς εἴκοσιν ἔφη, εἰ ἀληθέα, οὐκ οἶδα. | |
4.1.7 | Περὶ ἡλίου τροπὰς χειμερινὰς, βόρεια ἦν· ἰκτεριώδεες ἐγένοντο κατακορέως, καὶ οἱ μὲν φρικώδεες, οἱ δὲ οὔ· γλῶσσαι ξυγκεκαυμέναι τρίτῃ, καὶ ὄχλοι περὶ ἕκτην καὶ ἑβδόμην, καὶ οὗτοι μακρὰν ἀποτείνοντες· τεσσαρεσκαιδεκάτῃ, γαστέρες ἀντεχόμεναι, καὶ ἐν | |
5 | τῇσι φαρμακείῃσιν οὐχ ὑπακούουσαι, κατὰ λόγον τῶν πυρετῶν, καὶ ἀνίδρωτες· σπλῆνες ἔστιν οἷσι σμικροὶ, σκληροί· πρὸς ὑποχόνδρια δεξιὰ ἐντεταμένοι, καὶ πρὸς χεῖρα ὑποβορβορύζοντες, αἱμόῤῥοοι, καὶ οὔροισιν ἡ κάθαρσις καὶ ἡ κρίσις. Πολλῷ δὲ μᾶλλον εἴχοντο κάτω, καὶ γὰρ τοῦτο ἐπελαμβάνετο ὑπὸ τὸν χρόνον τοῦτον. Οἷσι μὴ | |
10 | οὕτως ἦν, σπλῆνες δὲ ἐπηρμένοι, αἱμοῤῥαγίη ἐξ ἀριστεροῦ. Ἥλιος ἐτράπετο, τὰ χειμερινὰ χειμερίως ἐν βορείοισι, μετὰ δὲ ὀλίγον νότια ἦν ἐφ’ ἡμέρας πεντεκαίδεκα, μετὰ δὲ ταῦτα νιφετὸς τεσσα‐ ρεσκαίδεκα ἡμέρῃσιν· ἀμφὶ ταῦτα τοῦ ἔτεος, ἰκτεριώδεες, κατακορέες, οὐ κρινόμενοι εἰλικρινέως, φιλυποστροφώδεα. Μετὰ δὲ χιόνας, νότια | |
15 | ἐπεγένετο, καὶ ὑέτια· κόρυζαι κατεῤῥάγησαν καὶ ξὺν πυρετοῖσι καὶ ἄνευ πυρετῶν, ἑνὶ δέ τινι καὶ ἐς ὀδόντας, ἐκ τοῦ μέσου προηλγηκότι, ἐπὶ δεξιὰ, καὶ ὀφρὺν καὶ ὄμμα. Ἦσαν δὲ καὶ βραγχώδεες, καὶ φάρυγγες φλεγμαίνουσαι, καὶ οἱ σπόγγοι καλεόμενοι ἀνεῖχον, καὶ τὰ παρὰ τὰ ὦτα καὶ γνάθον ἐπάρματα μαλθακὰ, καὶ ξὺν πυρετῷ καθίστατο. Ἀρχο‐ | |
20 | μένοισι πυρεταίνειν ἐγίνετο ἐπάνω καὶ ἐπὶ θάτερα τὰ πουλλὰ τουτέων· καὶ οἱ σπόγγοι εἰσὶν οἷσιν ὑπὸ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ἀτὰρ καὶ τὰ πιτυρώδεα· καὶ ἀπέφθειραν πολλαὶ παντοίως, καὶ ἐδυστόκεον. Ἕκτῃ τῇ παρθένῳ κριθέντα, ἕκτῃ ὑπετροπίασεν, ἐκρίθη δὲ δι’ ἕκτης. Πάντα ἐν τούτοισι τοῖσι χρόνοισιν ἑκταῖα, ὀγδοαῖα ἐκρίνετο. | |
4.1.8 | Περὶ πληϊάδων δύσιας, ἡ Μαιανδρίου τοῦ τυφλοῦ αὐτίκα χλωρὸν καὶ αὐτίκα πυῶδες ἔπτυσεν· περὶ ἕκτην, καὶ ἥπατος ζύμωσις, καὶ κάτω ὑποχώρησις ὀλίγη· σαρκοπυώδεα ἄνω, ὀλίγα, λευκὰ, πλατέα ἀνέπτυσεν· ἀπόσιτος· ἀπέθανεν ἐγγὺς εἰκοσταίη. | |
4.1.9 | Ἡ ἐκ τῶν γειτόνων Θέστορος οἰκέτις, ἐκ καυστικῶν ὑποχω‐ ρήσιος χολώδεος, συχνῆς, ὑποχονδρίου ἐντεταμένου· τῇ ἕκτῃ, ἐξ ἐπισχέσιος ἡ κοιλίη λεπτὰ συχνὰ ἐς ἅπαξ διῆλθε, καὶ εὐθέως ἵδρωσε, καὶ ἐκρίθη, καὶ ἡ κοιλίη ἔστη· ἐς δὲ τὴν αὐτὴν ὥρην ῥιγώσασα | |
5 | ἐπυρέτηνε, καὶ ἐς τὴν αὐτὴν πάλιν ὥρην. | |
4.1.10 | Ἡ Θερσάνδρου, λευκοφλεγματώδης οὐ πάνυ ἐοῦσα, θηλάζουσα, ἐπυρέταινεν ὀξύ· ταύτῃ ἡ γλῶσσα ξυνεκαύθη, τῶν ἄλλων ξυγκαιο‐ μένων· ὑπὸ τὸν χρόνον τοῦτον, γλῶσσά τε ἐτρηχύνετο, ὥσπερ χαλαζώδει πυκνῷ, καὶ ἑλμίνθια κατὰ στόμα· περὶ δὲ τὴν η, οὐ τελέως | |
5 | ἐκρίθη. | |
4.1.11 | Περὶ δὲ πληϊάδων δύσιας, ὁ Μητροφάντου τὴν κεφαλὴν πληγεὶς ὑπὸ ἑτέρου παιδὸς ὀστράκῳ, καὶ ἀπογενόμενος δωδεκαταῖος, ἐπυρέτηνεν· προφάσιος δὲ, ὅτι σμήχων ἔτριψε τὰ περὶ τὸ ἕλκος, καὶ μετεψύχθη· ἐξήρθη τὰ χείλεα αὐτίκα, διελεπτύνθη τὸ δέρμα πανταχῆ | |
5 | ἀπὸ τοῦ ἕλκεος πρόσω. Πρισθέντι δὲ οὐ βραδέως, οὔτε πῦον ἐῤῥύη, οὔτε ἐκουφίσθη· παρὰ δὲ τὸ οὖς ἐδόκει παραπυΐσκειν, ἐπὶ τῇ γένυϊ, ἐπὶ τὰ ἀριστερά· ταύτῃ γὰρ καὶ τὸ ἕλκος· ἔπειτα τοῦτό τε οὐκ ἀπεπύει, καὶ ὁ ὦμος ὁ δεξιὸς ἐνεπύησε ταχέως. Ἀπέθανε περὶ τέσσαρας καὶ εἴκοσιν. | |
4.1.12 | Μετὰ πληϊάδων δύσιας, ὁ τὸ οὖς ἀλγήσας, περὶ εἴκοσιν, ὕστερον ἄφωνος, τὰ ἐπὶ δεξιά τε ἀκρατής· ἀπύρετος, ἵδρωσεν· δεξιὸν οὖς, δεξιὸς ὀφθαλμὸς ἑστήκει οὐ κάρτα, καὶ ἐφείλκετό τι ἐκ τοῦ κάτω μέρεος· ἀριστερὰ δὲ ἴλλαινεν αἰνῶς ὀδυνώμενος· τράχηλος σκληρὸς | |
5 | ἐπεγένετο· τρίτην ὥρην ἴσως ὠδυνήθη ὕστερον. | |
4.1.13 | Μετὰ πληϊάδων δύσιν ὁ θεράπων ὁ τοῦ Ἀττικοῦ, ὑπὸ τεταρ‐ ταίου ἁλισκόμενος, τυφώδης, ἱδρύθη. Ἕτερος τὴν αὐτὴν ὥρην ἀληθεῖ τυφωμανίῃ· ἐς ἰσχία καὶ σκέλεα ἦλθεν ὀδύνη, ἐπαύετο, ποσταῖος οὐ γινώσκω. Ταύτην τὴν ὥρην, φρικώδεες, ἐμετώδεες, | |
5 | καὶ μετὰ κρίσιν ἀπόσιτοι, καὶ χολώδεες, καὶ σπλῆνες μεγάλοι σκληροὶ, ὀδυνώδεες, καὶ αἰμοῤῥαγικοί· τισὶ δὲ τὴν αὐτὴν ὥρην μετὰ πληϊάδων δύσιας, ἐκ ῥινῶν αἷμα χλοῶδες ἐπὶ πλάνησιν. | |
4.1.14 | Ἐν Κρανῶνι, τῇ Νικοστράτου λειφθείσῃ τεσσαρεσκαιδεκάτῃ ἔφθασεν αὐτίκα ἀκράτεια τραχήλου καὶ τῶν ἄλλων· καὶ σῖτος ἐγκατεκλείσθη μέχρι δεκάτης. Πνεῦμα πυκνὸν, σμικρόν· ἀκρασίη· ψηλαφῶσα δακτύλους· παραλέγουσα· ἱδρῶτες· εἱλκύσθη ἐπὶ τὰ | |
5 | δεξιὰ τράχηλος, στόμα, ὄμμα, ῥίς. Οὔρων ὑπόστασις, λευκὴ, ὀροβώ‐ δης· ἑτέρη, λευκὴ, ξυσματώδης· ἄλλη ὑπόχλωρος, λεκιθώδης· ταύτῃ ἔστιν ὅτε ὡς πιμελῶδες ἐφίστατο· τοῦτο ἀθρόον, οὐκ ἐπιπολὺ διεσκεδασμένον, οἷον τὸ ἐναιώρημα διεστηκὸς, οἷον ἐξ οἵου τὸ ὑφιστάμενον ἔπειτα οὐρεῖται· καὶ τὸ μέν τι τοιοῦτον, τὸ δὲ ἱδρυμέ‐ | |
10 | νον· ἄλλο τοιοῦτον ὀλίγον, ἐπὶ πλατὺ διεσκεδασμένον· ἄλλο τεταρα‐ γμένον· ἕτερον τοιοῦτον· ἐναιώρημα νεφελίου ὑπομέλανος, δοκέοντος πάχος ἔχειν, χαύνου δέ· ἄλλο λεπτόν· ἄλλο ἐναιώρημα λεπτὸν τοιοῦτον· ἄλλο, οἷον ἵππου· ἄλλο οἷον τὰ ζοφώδεα. | |
4.1.15 | Ὁ πρῶτος παρενεχθεὶς, μειράκιον· τούτῳ οὖρον καθαρὸν, λεπτόν· πάντων διαχώρησις πουλλὴ, λεπτὴ, ἄχολος· γλῶσσα τρηχέη πάνυ· πυρετὸς περικαής· ἄγρυπνος· κοιλίη κυρτή· οὗτος παρέκρουσεν, οἶμαι, ὀγδόῃ, τρόπον τὸν ἀκόλαστον, ἀνίστασθαι, | |
5 | μάχεσθαι, αἰσχρομυθέειν ἰσχυρῶς, οὐ τοιοῦτος ἐών. Τούτῳ ἀθρόων οὔρων πολλῶν ἐλθόντων λεπτῶν ἐξ ἐπισχέσιος, ὕπνος ἐγένετο ξυνεχὴς, καὶ ἱδρὼς, κρίσιμος δοκέων ἐξ οὐ τοιούτου, ἴσως περὶ δεκάτην· ἔπειτα ἐξεμάνη τε αὖθις, καὶ ἀπέθανε ταχέως, ἑνδεκαταῖος. Προφάσιος, οἶμαι, πιεῖν ἄκρητον συχνὸν, πρὶν ἐκμανῆναι. Ὀλίγα ἔτεα αὐτῷ, εἴκοσιν | |
10 | ἐγγύς. | |
4.1.16 | Τοῦ φθινοπώρου, ἤμεσε χολὴν μέλαιναν ἡ Εὐμένεος· καὶ αἱ ὀδμαὶ δὲ πρόδηλοι· καὶ οἱ φρικώδεες πυρετοί· καὶ αἱ καρδιαλγίαι· χολώδεα βραχέα ἀνεμοῦσα, καὶ τὸ ἑλμίνθιον· διαχωρήματα λεπτὰ πάντα τὸν χρόνον. Πρὸ πληϊάδων δύσιος, ὀλίγον τε περὶ αὐτὰς, | |
5 | αἵ τε αἱμοῤῥαγίαι, καὶ βραχύτεροι οἱ πυρετοὶ, καὶ ὑποστροφώδεες αὐτίκα βραχέῃσιν ὑποστροφῇσιν· καὶ ἀπόσιτοι, καὶ ἑφθοὶ, καὶ ἀσώδεες, καὶ καρδιαλγέες, καὶ θηριώδεες ἐν τῇσι κρίσεσι, καὶ ῥιγώδεες, καὶ χολώδεες. | |
4.1.17 | Μειράκιον ξένον, τρίτῃ αἷμα ἐκ ῥινῶν πουλὺ, καὶ τετάρτῃ, καὶ πέμπτῃ· ἕκτῃ ἵστατο. Κοσμίως παρέκρουσεν ἑβδομαῖος· γαστὴρ ἑστήκει· κωματώδης ἦν· ὑποστροφὴ τριταίῳ ἐξέλιπε γαστὴρ ἀντεχομένη· οὖρον οὐκ οἶδα· περὶ κρίσιν, οἷον ἔδει. | |
4.1.18 | Περὶ δὲ πληϊάδων δύσιας νότια καὶ ὑέτια ἦν. Μειράκιον, | |
μυξώδεα, ὑπόχολα, πέπονα, γλίσχρα, συχνὰ διαχωρήματα· πῦρ ξυνεχές· γλῶσσα ξηρή. Ἐκρίθη ἑκταῖος· ἑβδομαῖον αὖθις ἔλαβεν· ἀφῆκεν αὐθημερὸν τρόμῳ· ὠτὸς ῥεῦμα κατ’ ἀριστερὸν, γλίσχρον, | ||
5 | παχὺ, ἕκτῃ. | |
4.1.19 | Τῷ παιδίῳ τῷ φαγεδαινωθέντι, ὀδόντες οἱ ὑποκάτω, καὶ τῶν ἄνω οἱ ἐμπρόσθιοι ἀνέπλεον· ἔγκοιλον εἶχον ὀστέον. Ὧν μὲν ἐκ τῆς ὑπερῴης ἀπέρχεται, μέση ἵζει ἡ ῥίς· ὧν δὲ οἱ ἄνω ὀδόντες οἱ ἔμπροσθεν, πλατεῖα ἄκρη. Ἀριθμούμενος ὁ πεμπταῖος ἀπὸ τῶν | |
5 | ἔμπροσθεν, τέσσαρας ῥίζας κατὰ δύο συνεζευγμένας ὡς πρὸς ἑκάτερον τῶν γειτόνων ὀδόντων, ἄκρας ἀποκεκαμμένας ἐς τὸ ἔσω μέρος πάσας παρὰ τὸν τρίτον ὀδόντα, ἀποπυήματα πλείω, ἢ παρὰ τοὺς ἄλλους πάντας, καὶ τὰ ἐκ ῥινῶν παχέα ῥεύματα, καὶ αἱ ἀπὸ κροτάφων ὀδύναι ἐκ τούτου μάλιστα γίνονται. Ἐσθίεται οὗτος, μάλιστα ὁ | |
10 | πέμπτος. Ἐκ μέσου μὲν κόνδυλον εἶχεν, δύο δὲ ἔμπροσθεν· ὁ σμικρὸς, πρῶτος, ἔνδοθεν κατὰ τοὺς δύο ἐβέβρωτο. Ῥίζαν μίην, παχέην, ὀξέην, εἶχεν ὁ ἕβδομος. Τῷ Ἀθηνάδεω παιδίῳ ἄρσενι, ὀδὼν ὁ ἐπ’ ἀριστερὰ κάτω, ἄνω δὲ ὁ ἐπὶ δεξιά· τούτου οὖς δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος. | |
4.1.20 | Μετὰ δὲ πληϊάδα, εὐδίαι ἐπινέφελοι, καὶ ὀμίχλαι. Κρίσιες πεμπταῖαι, καὶ ἑκταῖαι, καὶ ἑβδομαῖαι, ἔτι δὲ καὶ μακρότεραι· ὑποστροφώδεες οἱ πυρετοὶ, καὶ ἔς τι πλανώδεες, καὶ ἀπόσιτοι, καὶ χολώδεες· καὶ δυσεντερίαι, ἀπόσιτοι, πυρώδεες. Περὶ πληϊάδων | |
5 | δύσιας, νότια ἰσχυρῶς ἦν· αἱμοῤῥαγίαι, καὶ τριταιοφυέες, καὶ | |
ἠπιαλώδεες. Ὁ ἐν τῷ σκυτείῳ ᾑμοῤῥάγησεν· κατακορὴς διαχώρη‐ σις ὀλίγη· ἐκρίθη ἑβδομαῖος ῥίγει. Ὁ παῖς ὁ παρὰ τὸ ἔσχατον καπηλεῖον ᾑμοῤῥάγησε τεταρταῖος πολλόν· αὐτίκα ἐφλυήρει· γαστὴρ ἀντί‐ σχετο· ὑποχόνδριον ὀδυνῶδες, σκληρόν· πρὸς βάλανον ἑκταίῳ ὑπῆλθε | ||
10 | κακὰ, χλωρά· ἑβδόμῃ πρωῒ, ῥιπτασμὸς, πουλλὴ βοὴ, φλεβῶν σφυγμοὶ παρ’ ὀμφαλόν. Ἐν τοῖσιν ὀξυτάτοισι τῶν πυρετῶν, οἱ σφυ‐ γμοὶ πυκνότατοι καὶ μέγιστοι· οἷον τὸ ἐς δείλην παροξύνεσθαι, τοιοῦτον ἐν πάσῃ τῇ νούσῳ. Πρὸς τὰς ἀρχὰς δὲ καὶ οἱ παροξυσμοί· καὶ τὸ πρωϊαίτερον σκεπτέον, καὶ τὸ συνεχέων, καὶ τὸ τοῦ ἐνιαυτοῦ. Μετὰ | |
15 | πληϊάδων δύσιας, νότια. Πέμπτῃ κρινόμενα, διαλείποντα, μίην λαμβάνει. Τὰ δὲ φολικώδεα, ἐπιφλυκταινούμενα, οἷα τῷ Ἀκανθίῳ λατύπῳ. Περὶ δὲ πληϊάδων δύσιας, ὑποψωρώδεα καὶ τρηχέα τὰ κνησμώδεα, οὐκ ἐπιδακρύοντα, μᾶλλον μὲν ταύτην τὴν ὥρην· ἀτὰρ καὶ τὰ λειχηνώδεα, ἐξαιρόμενα ταῦτα, οἷα τῇ Πυθοδώρου καὶ τῷ | |
20 | καπήλῳ, ξὺν πυρετῷ ἅμα ἀρχομένῳ, σχεδὸν τῇ Πυθοδώρου ἰσχία ἀκρατέα. Μετὰ πληϊάδων δύσιας, φρικώδεες, αἱμοῤῥαγικοὶ ἐκ ῥινῶν. Ὁ μὲν γ λαύρως, ὁ σκυτεὺς, ἐκρίθη ἑβδομαῖος· μίην διαλιπὼν, μίην ἐλάμβανεν αὖθις· τετάρτῃ ἐκρίθη. Ἄλλος τῶν παρὰ Λεωκύδεος ἐκρίθη ἑβδόμῃ· ἄλλος τετάρτῃ. Μόσχος, ἐνάτῃ λαῦρον ἐξ ἀριστεροῦ, | |
25 | βραχὺ δὲ ἐκ δεξιοῦ μυκτῆρος· πρὸς τὰς τεσσαρεσκαίδεκα, ἐς κρίσιν ᾗ ἔδει, ἀρξάμενα, παρωξύνετο· ἁμαρτάδες βρωμάτων ἑπτακαιδεκάτῃ ἐγένοντο. Παρὰ τὸ οὖς ἐπὶ δεξιὰ σμικρὸν ἔσωθεν σκληρὸν, ἔξωθεν | |
σμικρὸν χαῦνον, ὀδυνῶδες, οὐδὲν ἐπεδίδου· ἐννεακαιδεκάτῃ, ἀπεγέ‐ νετο νυκτός. Τοῖσι πάνυ χολώδεσιν, ἐν πυρετοῖσι μάλιστα, ὅλως | ||
30 | ἐπὶ σκέλεα ἡ κάθαρσις· οἷον ὁ τὴν σικύην προσβαλλόμενος, ἐπεὶ ἐς τὸ ἰσχίον ὀδύνη τούτῳ ἐς σκέλος κάτω ἦλθε, καὶ ἐῤῥήϊσεν. Ὁ ἀπὸ τοῦ κεραμέου ἴπνου καταπεσὼν, ᾧ οὐ προσεβλήθη αὐτίκα σικύη, ἐκαύθη ἔσω, καὶ εἰκοστῇ ἐπαλιγκότησεν, αἱμοῤῥαγικὰ, καὶ τρυγώ‐ δεα, καὶ ἐσθιόμενα. Ἡ Τενεδίη τεταρταίη ἀπέφθειρεν, ὡς ἔφη, τριη‐ | |
35 | κοσταῖον ἄῤῥεν· γαστὴρ ὑγρὰ, λεπτά· ξυνεκαύθη γλῶσσα· κρίσις, τεταρταίη. Μετὰ πληϊάδων δύσιας, σπληνώδεα, καὶ μέχρι πέμπτης ἔῤῥει. Ἐκρίθη ἑβδομαίῳ ἐόντι, οὖρον, οἷον ὀρόβων πλύμα, ὅμοιον αὐτὸ ἑωυτῷ, ἔπειτα καθαρόν· ὑποστροφή. Διέλιπέ τε καὶ τῷ Με‐ γάρεος, πλὴν αἷμα οὐκ ἐῤῥύη· οὖρον, οἷον τὸ Ἀρτιγένεος, λευκὸν, | |
40 | παχὺ, ὅμοιον. | |
4.1.21 | Ἡλίου χειμερινέων τροπέων, ἄστρον οὐ σμικρόν· πέμπτῃ δ’ ὕστερον καὶ ἕκτῃ σεισμός. Ὅτ’ ἐν Περίνθῳ ἦμεν, ἡ ἀσθματώδης, | |
ἡ Ἀντιγένεος, ἡ οὐκ εἰδυῖα εἰ ἔχοι, ἐρυθρὰ ἐπιφαινόμενα ἄλλοτε καὶ ἄλλοτε· γαστὴρ σμικρὴ, ἄλλοτε μεγάλη, οἷον, βήσσουσα γὰρ | ||
5 | ἐτύγχανεν, ὁδοιπορῆσαι θᾶσσον· μὴν ἦν ὄγδοος· ἱδρύθη προπυρε‐ ταίνουσα. | |
4.1.22 | Ἡ δὲ τοῦ Ἀπημάντου ἀδελφεοῦ γυνὴ ἀπέφθειρεν ἑξήκονθ’ ἡμερῶν, ὡς ἔφη, ἑβδομαίη θῆλυ· περὶ δὲ ἐνάτην ἐθορυβήθη· μετὰ δὲ κρίσιν, τὰ δεξιὰ ἤλγει, ὡς ἂν ἀπὸ ὑποστροφῆς· αὐτὴ εἶχε ταχέως, καὶ ἀπέφθειρεν. Ἑτέρη λευκοῖς θυγατέρα ἔτεκεν· ἑτέρη | |
5 | ἐρυθροῖς, ὡς ἔδει. | |
4.1.23 | Φρικώδεες, ἀσώδεες, ἀπόσιτοι, ὑποστροφώδεες, χολώδεες, αἱμοῤῥαγικοὶ, ὑπόσπληνοι, ὀδυνώδεα τρόπον ἐκ τῶν ἀριστερῶν οἱ πλεῖστοι. Τῇ Ἀπημάντου, ᾗ ἔστραπτο, ταύτῃ τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸν δὲ κενεῶνα ἐπὶ τὰ ἕτερα. Ἡ Ἀριστοφῶντος θυγάτηρ, τῇ | |
5 | τρίτῃ· καὶ τῇ πέμπτῃ ἐπυρέτηνεν· ξηρὴ διετέλει τὰ πλεῖστα· γαστὴρ μέντοι ταραχώδης ταύτῃ· δύσκριτα· ὑπὲρ τριήκοντα ἐπαύ‐ σατο. Φλύκταιναι μὲν ἐκ κόπων οὐ κάρτα ἰσχυρῶν ἀφικνεῦνται ἐς ἑβδόμην, ὑποπέλιοι. Ῥῖγος τῇ ὄπισθεν τοῦ Ἡρωΐου παιδίσκῃ | |
ἐγένετο. Αἱ δὲ λευκαὶ μεγάλαι, οὐδ’ αὐταὶ πάνυ χρησταὶ, τῶν κατο‐ | ||
10 | χέων καὶ ὑπνωδέων, καὶ μὴ ξυμπιπτόντων, καὶ χολῆς ἀντεχομένης, καὶ ἢν ὑγρὴ ᾖ ἢ σκληρὴ, οὐ ξυμπίπτοντες. Ζωΐλου τοῦ τέκτονος τρομώδεες σφυγμοὶ, νωθροί· οὔρησις καὶ κοιλίη, μετρίως ἀχρόως· ἤτρου ἔντασις ἑκατέρωθεν ἐς ἰθὺ μέχρις ὀμφαλοῦ, ξὺν ὀξεῖ· ἀπόσιτος· διψώδης. | |
4.1.24 | Ἡ παρὰ Τηκομαίῳ ἀγορηνόμου θυγάτηρ, ἐν γαστρὶ ἀσήμως ἀρξαμένη, διμήνου ἔμετος φλεγματώδης, ὁτὲ δὲ χολώδης, ἔῤῥηξεν· χαλεπῶς ἔτεκεν· τελέως ἐκαθάρθη· ἔμετος ὁμοῖος μέχρι τριηκοστῆς· ἔπειτα γαστὴρ ἐταράχθη, καὶ ὁ ἔμετος ἐπαύσατο· λειεντερίη· γυναι‐ | |
5 | κεῖα οὐκ ἐγένετο δύο ἐτέων· χειμῶνος ἔσχεν αἱμοῤῥοΐδας. | |
4.1.25 | Οἱ δύο ἀδελφεοὶ, οἱ τοῦ Κέκροπος οἰκεῖοι, οἷσι τὰ μέλανα κατ’ ἀρχὰς διῄει, ὑπότρυγα, καρυκοειδέα, ἐκ κατακορέων ἀφρωδέων χλοώδεες ἦσαν. Ὃς τὸν οἶνον ἐκ συνθήκῃς ἦρεν, ἐπυρέτηνεν αὐτίκα· τριταίῳ ᾑμοῤῥάγησε, τετάρτῃ καὶ πέμπτῃ καὶ ἑβδόμῃ καὶ | |
5 | ὀγδόῃ· ἐκρίθη· κοιλίη ὑγρή. Ὁ ἐκ μετάλλων, ὑποχόνδριον δεξιὸν ἐντεταμένον· σπλὴν μέγας· κοιλίη ἐντεταμένη, ὑπόσκληρος· πνευματώδης, ἄχροος· τούτῳ ἐς γόνυ ἀριστερόν· ὑποστροφή· δι’ ὅλου ἐκρίθη. Ὁ Τημένεω εἶχέ τι πνεύματος ὡς χλοώδης, ἐς νῶτα, ἐς χεῖρας ὀδύνη. Ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ τὰ σιτοδόκου, | |
10 | ὁ ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον ἐσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων, οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρά· καὶ πνεῦμα πυκνόν· οὗτος ἀπολλύμενος οὐδ’ ὑπὸ τοῦ πόνου ἐνότισε τὸ μέτωπον. Ἡ τούτου γυνὴ ἐξέβαλε θῆλυ ἑβδόμῃ ἑβδόμῳ μηνί· ἐφάνη δὲ τετάρτῃ· ταύτην μὲν ἐν ἀρχῇ ποδῶν ὀδύνη εἶχεν· λήγοντος | |
15 | τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη, ἀλλ’ ἐγκατελήφθη· ἐς χεῖρας ὀδύνη καὶ βραχίονα· ὑποστροφὴ διὰ μηκίστου ἔλαβεν· ῥῖγος· ἐπέσχετο οὖρα πρὸ κρίσιος. Ἡ παρὰ Τημένεω ἀδελφεῇ ξὺν ῥίγει | |
ἐκρίθη· τοῦ χλοώδεος δὲ λήγοντος, ταχέως, χεῖρες καὶ ὦμοι· τού‐ των δὲ ληγόντων, κεφαλῆς, ὀφθαλμῶν· τὰ ἄνω βλέφαρα ἐπήρθη, | ||
20 | καὶ ἐδακρυῤῥόει· οὐκ οἶδα τὰ λοιπά· ἐκρίθη περὶ ἑβδόμην τοῦ πρώ‐ του. Ὁ δὲ Μενάνδρου ἀμπελουργὸς, ὡσαύτως· πλὴν γαστὴρ κατ’ ἀρχὰς λεπτὰ ἐδίδου, ἔπειτα ἔστη, καὶ τὸ οὖρον· ἐκρίθη· οὐκ ἐῤῥίγωσεν ἑβδόμῃ, ἦρα ὅτι ἡ γαστὴρ προεταράχθη; Ὁ Ποτάμω‐ νος, τούτῳ κοιλίη οὐ διῄει ἑβδομαίῳ, πρὸ κρίσιος δύο ἡμέρας, οὐκ | |
25 | ἐῤῥίγωσε διὰ τοῦτο, οὐδὲ τὸ οὖρον ἔσχετο. Ὁ ὀδοὺς τοῦ Ἡγησι‐ στρατίου, ᾧ τὸ ἀποπύημα παρ’ ὀφθαλμὸν, καὶ ἀπεπύησε παρὰ τὸν ἔσχατον, καὶ αὖθις ἐξιήθη ὁ ὀφθαλμὸς, καὶ κατὰ ῥῖνας πῦον ἧκε παχύ· παρὰ τὸ οὖλον, σαρκία σμικρὰ, στρογγύλα, ἀπῆλθεν· τούτῳ παρὰ τὸν τρίτον ἐδόκει ἀποπυήσειν, ἔπειτα ἀπετρέπετο, ἐξαίφνης | |
30 | δὲ ᾤδησεν ἡ γνάθος, καὶ ὀφθαλμοί. Οἷσιν ἐς τοὺς ὀφθαλμοὺς ἀποστά‐ σιες ἐν καύσοις, ἐξέρυθροι γνάθους, καὶ αἱμοῤῥαγικοί· ἀτὰρ καὶ οἷσι παρὰ τὰ ὦτά ἐστιν· ἴσως δὲ καὶ ἀποστάσιες ἐς ἄρθρα μᾶλλον, οὐ μὴν σάφα οἶδα. Τί τὰ ῥίγεα τρομώδεσιν; Ὑποχονδρίου ἔντασις, γυναι‐ κεῖα ἐπεφάνη δεκάτῃ καὶ ἑβδόμῃ, ἐκρίθη διατελέως. ᾟ γε μὴ οὕτως | |
35 | ἐνέμεινεν, ἐκρίθη τρίτῃ· ἄλλη, πέμπτῃ· ἄλλη ἑβδόμῃ ἐκρίθη. Τῷ Ἡγησιστρατίῳ οἱ δύο ὀδόντες οἱ ἔσχατοι τὰ πρὸς ἀλλήλους ἐβέβρωντο· ὁ ἔσχατος εἶχεν ἄνωθεν τοῦ οὔλου δύο κονδύλους, ἕνα μὲν κατὰ βρῶμα, | |
ἕνα δὲ ἐπὶ θάτερον. ᾟ δὲ οἱ δύο, ταύτῃ ῥίζαι πλατεῖαι, ἴκελοι, ἐκ δύο ξυνέπιπτον· ἐπὶ τὰ ἕτερα μία, ἡμίσεια, στρογγύλη. Γυναικὶ, ᾗ ᾑμοῤῥά‐ | ||
40 | γησε τετάρτῃ καὶ ἕκτῃ, ἑβδομαίῃ ἐκρίθη· ἐξέρυθρος. Γυναικὶ καρηβα‐ ρικῇ ἰσχυρῶς, ταύτῃ ἐκρίθη περὶ εἰκοστήν· καυσώδης ὑποχόνδρια· ἑβδόμῃ οὐ κάρτα ᾑμοῤῥάγησεν· διαχωρήματα λεπτά· ἐς ὀφθαλμὸν δεξιὸν, περὶ ὀγδόην. Ἀνδρὶ ταὐτὰ, πλὴν ἑβδόμῃ ἐκρίθη· ὑπό‐ σπληνος, ἐς τὰ ἀριστερὰ, ὀγδοηκοσταίῳ· καὶ χρονιώτερα τούτῳ τὰ τοῦ | |
45 | ὀφθαλμοῦ, ἴσως ὅτι ὕστερον τῆς κρίσιος, καὶ ὅτι πολλά. | |
4.1.26 | Τημένεω ἀδελφιδῆ πνευματώδης, ὑποχόνδρια καὶ ἐντεταμένα ἐφάνη διὰ χρόνου· εἰ δὲ καὶ εἶχέ τι νήπιον, οὐκ οἶδα. Γαστὴρ τὰ πρῶτα ἑστηκυῖα, καὶ ἐμετώδης τότε, ἔπειτα οὐκ ἔτι· γαστὴρ διῄει πουλλὰ γλισχρόχολα, ὑποχόνδριον οὐκ ἐκώλυεν. Ἑνδεκάτῃ, ἐς τὸν | |
5 | μέγαν τῆς δεξιῆς, φλεγμονή· κατάῤῥηξις, καὶ ἐπεχώρει ἀνωτέρω. Τούτου γενομένου, βελτίων ἐγένετο· καὶ γὰρ καταφορὴ ἧσσον καὶ πυ‐ ρετὸς, καί τινι καὶ εὐπνοωτέρη, ὅτι ἄνω ἤμει ἔμετον κακόν. Ἑκ‐ καιδεκάτῃ, ἰσχνὸν ἐγένετο, καὶ πνεῦμα πυκνὸν, καὶ πυρετός· ἀπέθανεν. Αὕτη ἐπύρεξε πρὸ τῆς ἀποστάσιος· ἑβδόμῃ, μετὰ τὴν | |
10 | ἀπόστασιν ἀπώλετο· ἦν καὶ αὕτη τοῦ ἐξερύθρου τρόπου. | |
4.1.27 | Ὁ παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀπημάντου ἀδελφεῆς, ὑποχόνδρια μεγάλα καὶ σπλὴν, πνεῦμα· διαχώρησις γλισχρόχολος, ὑπόκοπρος· κοπιώδης ἐξ ἔργων· εἰκοσταῖος ἐς πόδας, καὶ κρίσις· ἦρα τοῖσι κοπιώδεσιν ἐς ἄρθρα, καὶ οὐκ ἐς ὀφθαλμόν; Τὰ ὑποχόνδρια | |
5 | δὲ ἐντεταμένα ἦν· καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῇ. | |
4.1.28 | Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· καὶ τὰ ἐν αὐτῇσι τῇσι νούσοισιν ἀποκρινόμενα, πτύαλον προπεπαινόμενον, ἡ γαστὴρ, ἀκρησίαι καὶ ταῦτα. | |
4.1.29 | Ἀπημάντῳ, ᾧ τὰ ἐν τῇ ἕδρῃ, ἀλγήματα ἐν τῷ δεξιῷ κενεῶνι, καὶ παρὰ τὸν ὀμφαλὸν κάτωθεν ὀλίγον· καὶ ἐκ δεξιοῦ πρὸ τοῦ ἀλγήματος προούρει αἱματῶδες· ἔληξε τρίτῃ. Καὶ ὁ τέκτων ἐπὶ τὰ ἕτερα· ἐκ τῆς αὐτῆς ἰξύος καὶ οὗτος | |
5 | προούρει αἱματῶδες. Λήγοντος δὲ, ἀμφότεροι ὑποστάσεις εἶχον, καὶ τοῦτο τρίτῃ· ἐπεχλιαίνετο δὲ πλεῖστα Ἀπήμαντος, ὁ ἕτερος οὐκ ἐνόει, εἰ μὴ ἐπὶ τὰ ἀριστερά· καὶ Νικοστράτῳ προσεγένετό τι τὰ ὕστατα ἐκ τῶν δεξιῶν, κατώτερον ἢ ᾧ ἐν τοῖσιν ἀριστεροῖσι, πρόμακρα δὲ πρὸ τοῦ κενεῶνος μέχρι πρὸς ὀμφαλὸν ἀμφοτέ‐ | |
10 | ροισιν. | |
4.1.30 | Ἡ γραίη ἡ κατὰ Σωσίλεω λευκοφλέγματος· κνῆμαι σκληροῖσιν οἰδήμασι, λευκοῖσι, φολικώδεσι, καὶ πόδες, ἧσσον δέ· ἦν δὲ καὶ ἐν τοῖσι κάτω τῶν μηρῶν· τοῖσι δὲ πολλοῖσι δυσέξοδον τοῦτο· ἀτὰρ καὶ ὀσφύϊ· καὶ λεπτόγαστρος· ὑποχόνδρια ὑπολάπαρα, πνευματώδης | |
5 | δὲ οὐ κάρτα· ἦν δὲ, ληγόντων τῶν πλείστων, μελέτη καὶ ἄλλη· ἐγλαυκώθη ἡ ὄψις. Ταύτῃ μὲν τῶν ὀμμάτων ἡσυχώτερα δή τι σμικρὸν ἦν· ἰσχίου δὲ καὶ σκέλεος, ὑστερικὰ ἦν, δοκέοντα ἀλγή‐ ματα εἶναι. Προσθεμένη εὐῶδες ἐξ ἀλήτου καὶ μύρου, ξυνέβη ταχέως ἀναδοθῆναι καὶ τελευτῆσαι. Χρόνος τῇ ἐς ὀφθαλμοὺς ἀποστάσει, | |
10 | ἐνιαυτὸν πέρι, ὁ φακώδης, ᾧ καὶ τὰ ἐξανθήματα ἐξετάκη οὐ τε‐ λέως. Ἔστι δὲ καὶ ἀπὸ τῶν συρμάτων τοιαῦτα. | |
4.1.31 | Ἐν τῇ Ἱππολόχου κώμῃ, παῖς, ᾧ ἐν τοῖσιν ὑποχονδρίοισι τὸ περιλαμβανόμενον περὶ ἀμφότερα ἦν τωὐτὸ, σκληρὸν δὲ καὶ κάτω‐ θεν ἔχον ὑπόλαμψιν ἐμφερῆ τῇ τοῦ χαλκέως, τῇ ὑδρωπιώδεϊ, ᾗ λεπτὰ ἐλθόντα μέρος τι ἐλάπαξεν. Ἦν δὲ καὶ αὐτὸ τοῦτο πρὸς | |
5 | τοῦ δεξιοῦ ὁμαλόν τι ὑπερεξηρμένον, τῶν ὑπό τι περιφέρειαν ἐχόν‐ των. Τούτῳ ὁ ὀμφαλὸς ἐκ γονῆς ἐμελάνθη, καὶ ἕλκος βαθὺ ἐγένετο, καὶ ὁ ὀμφαλὸς οὐ μάλα οὐλὴ ἐγεγόνει, καὶ τὸ αἰδοῖον ἀκρόψιλον ἐγεγόνει, οὐ τοιοῦτον αὐτίκα ἐὸν, οὐδὲ ξυγγενικόν· ἐπεί τε μᾶλλον ἐγίνετο, οὗτος ἀνήμει τὰ πλεῖστα· πυρετός· ἀποσιτίη· ὑγιάνθη. | |
10 | Περὶ δὲ ἑβδόμην ἀπὸ τῆς κατακλίσιος, πρόσθεν γὰρ προέκαμνεν, ὕδωρ τε πουλὺ πίνων, καὶ ἴσως ἄλλως ὑποκατεφρόνει, ἐῤῥιπτάζετο, καί τι ἐσπᾶτο· λήγοντος δὲ τοῦ σπασμοῦ, ἔλαθεν ἀποσβείς· πρὸ δὲ τούτου, οὔρησεν ἀθρόον, καὶ φῦσαι διῆλθον, ἐν βρόμῳ, καὶ τὰ ἄνω οὐκ ἐλάπαξεν οὐδέν· ἀπογενομένου τε, εὐθέως κεῖνά τε ἐλαπάχθη | |
15 | ἰσχυρῶς, καὶ τἄλλα διεφοινίχθη ὡς μάστιξι πᾶν τὸ σῶμα πλὴν τούτου, ᾗ μάλιστα τὸ ἔξαρμα ἦν, καὶ θερμὸς ἐπὶ συχνὸν ἦν. ᾯ δ’ ἐν Ἀβδήροις ἐῤῥάγη κάτω, ᾤδεε πρόσθεν· τὰ ἀνῳδηκότα, ἀπυ‐ ρέτῳ· τὸ δὲ ἔπαρμα, ψαυόμενον, εἴκελον ἐμπύῳ ἦν. | |
4.1.32 | Ἀσθματώδει οἰκέτιδι, ἔνθα τὴν στλεγγίδα, ᾑμοῤῥάγησεν ἐν τοῖσιν ἐπιμηνίοισιν· ἐγένετο δὲ ἄσθματα, ἐκεῖνα ἐπαύσατο· πυρε‐ τὸς ἐγένετο· μαζὸς ἐνεπύησεν ἀριστερὸς ὕπερθεν, καὶ ἀπ’ ἀρχῆς καὶ οὖς. | |
4.1.33 | Τῇ Ὀλυμπιοδώρου παιδίσκῃ, αἷμα ἐκ τοῦ δεξιοῦ, καὶ ἐκρίθη ὡς | |
εἰκοσταίη, οἷα καὶ τοῖσι πυρεταίνουσι, καὶ διαχωρήσιες οἷαι καὶ τοῦ θέρεος ἐπεδήμησαν, καὶ οἷα ἡ Ἱππώνακτος, καὶ οἷα ἡ οἰκέτις ἡ Ἀριστείδου ὀγδόῃ. | ||
4.1.34 | Ἐν τῇσι τῶν φαρμάκων καθάρσεσι κάτω, σημεῖα, οἷα εὐφό‐ ρως φέρουσι, κἂν μὴ παρὰ λόγον γυιῶνται, καὶ μήτε ἔπαφρα, μήτε ὕφαιμα, ἀλλ’ οἷα ὠά ἐστιν, οἷα Ἡρακλείδεω, ἐκαθάρθη πολλὰ, καὶ ῥηϊδίως ἔφερεν. | |
4.1.35 | Τῇ ἐν τῇ Βουλαγόρεω κώμῃ ἀποκαθαρθείσῃ, ἤρξατο πυρεταίνειν ἐπισπλήνῳ, ἐχούσῃ δὲ καὶ δεξιὸν ὑπό τι μετέωρον μὲν οὔ, ἐντεταμένον δέ· οὗτοι καὶ ἐξέρυθροι γίνονται, μᾶλλόν τι ἐξέρυθρος ἐοῦσα· κοιλίη ἐν ἀρχῇσι τεταραγμένη. Προσεδεχόμην ἐς | |
5 | ὀφθαλμὸν στήριξιν· ταύτῃ, ἑβδόμῃ ἁλμῶδες ἐκ τῶν ὀφθαλ‐ μῶν ἦλθε δάκνον δάκρυον καὶ κατὰ ῥῖνα καὶ κατὰ φάρυγγα· καὶ οὖς ἀριστερόν. Πεντεκαιδεκάτῃ ἵδρωσε σὺν ῥίγει· οὐκ ἐκρίνετο πρὸ τοῦ ῥίγεος· ἐχλωρίασε κάρτα, καὶ προσώπου περίτασις καὶ σύμπτωσις· τὸ οὖς κατ’ ἴξιν τοῦ σπληνὸς καὶ τὸ πλευρὸν | |
10 | ἤλγει. | |
4.1.36 | Τοῖσι παιδίοισι, γαστέρες ταραχώδεες, καὶ βῆχες ξηραί· ἐς ὦμον ἔστιν ὅτε ἀπεπύει ἐν τῇσι βήξεσι τῇσιν ὑστέρῃσιν. Ὁ κναφεὺς, τράχηλον, κεφαλήν· ἑβδόμῃ, χεὶρ ναρκώδης· ἐν τῇ ἐνάτῃ, σκέλος ναρκῶδες· βὴξ ἐπαύσατο. Ἡ τὴν γνάθον ἐρυσθεῖσα ἐν πέμπτῳ μηνὶ | |
5 | ἐν γαστρὶ εἵλκυστο ἐς τὰ ἀριστερά. | |
4.1.37 | Ἐν Κρανῶνι, Λυκίνῳ γραμματικῷ ἐκ πυρετοῦ χολώδεος, ἐπισπλήνῳ, καρηβαρίη· αἱμόκερχνα κατὰ σπλῆνα ἐν χείλεσιν ἀμφοτέροισιν ἕλκεα ἔνδοθεν, στρογγύλα, σμικρά· ἔπειτά τι καὶ αἷμα ἐκ τοῦ κατ’ ἴξιν σμικρὸν ἐῤῥύη. | |
4.1.38 | Τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον, ᾗ τὸ σκλήρωμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες, καὶ γαστὴρ μεγάλη καὶ περιτεταμένη· οὐκ εἰκέλη ὑδατώδει, καὶ τἄλλα λιπαρὴ, καὶ οὐ πάνυ δύσπνοος, ἄχροος δέ· γυναικεῖα ἑπτὰ ἐτέων οὐκ ἐληλύθει. | |
5 | Ἐγένετο δυσεντεριώδης, καὶ οὐ τεινεσμώδης· καὶ ὑπὸ ταῦτα ὀδυ‐ νῶδες τὸ ἐν τῷ δεξιῷ ἦν, καὶ πυρετοὶ βληχροὶ, οὐ πρόσω ἑπτὰ ἡμερέων, καὶ κοιλίης ταραχὴ ἠλεκτρώδης, ὑπόγλισχρος, ὑπέρπολ‐ λος ἐφ’ ἡμέρας τινάς· ὑγιής· καὶ γυναικεῖα μετὰ ταῦτα ἐγίνετο, καὶ τὰ κατὰ τὴν γαστέρα λαπαρὰ, καὶ χρῶμα εὔχροον, καὶ παχὺ | |
10 | ἦν αὐτῇ. | |
4.1.39 | Ἡ Μίνωος, ᾗ, ἐκ τομῆς πιεσάντων, ἐσφακελίσθη, καθι‐ σταμένου ἐς πλεύμονα, ἐπεσήμαινε βραχέως, ὅσῃσι περιῆν, καὶ ἄλλ’ | |
ὅ τι ἐς ἔνδον. | ||
4.1.40 | Τὰ ἐντεθέντα ἐς τὴν ῥῖνα, ἢν πυρετήνωσιν, ἢν μὲν λυθῇ ἡ ὀδύνη, παχέα κατὰ τὸν μυκτῆρα ῥεῖ· ἢν δὲ μήτε ὀδύνη, μήτε πυρετὸς, λεπτὰ καὶ ἴσως πυρώδεα, οἷον τὸ μὲν λεπτὸν Ἡγη‐ σίππῳ ἐς νύκτα προσθεμένῳ, τὸ δὲ παχὺ τῷ ἐν Κορίνθῳ εὐ‐ | |
5 | νούχῳ· εἰ δεῖ, τὸ σκαλεύειν· πέπερι. | |
4.1.41 | Αἱ ἐπὶ τῇσι νούσοισιν ἀποστάσιες εἰ κρίνουσι, σημεῖον· ἢν πυρώδεα ἐόντα, μὴ πυρεταίνωσι, καὶ δύσφορα ἐόντα, εὐφόρως φέρω‐ σιν, οἷον τὰ ἐν τῇ ἕδρῃ, Χάρωνι. Τῷ δὲ Λεαμβίῳ ἑλκώδεος ἐντέρου δακέοντος εἶναι, ἐν δυσεντερίῃ, φαρμακευθέντι, ὁμοίως καὶ ἕδρη | |
5 | ἐφηλκώθη ἀπυρέτου ἐν ἀριστερᾷ. Ὁ ἀπὸ τῶν φυσέων μετεωρι‐ ζόμενος ἐπῆρτο καὶ ὑπήλγει ἐν κενεῶνι· τούτῳ γάλα πλεῖον καὶ ἀκρητέστερον πιόντι καὶ ἐπικοιμηθέντι, αὐτίκα ναυσίη καὶ θέρμη ἐγένετο· ἔπειτα ὀπτῶντι, καὶ ἀντὶ σιτίων ἐσχαροπέπων κρίμνων ἀποφαγόντι, ξυνέστη ἡ γαστήρ· καὶ πυῶδές τι ἐπιδιῆγεν. Ἕδρης δὲ | |
10 | ἐπιφλεγμηνάσης, ἀπύρετος καὶ ἀνώδυνος ἦν ἱκανῶς· τοῦτο λέγω. | |
4.1.42 | Ὁ ἐν τοῖσι λιθίνοισι προπύλοισι πρέσβυς ὀσφὺν ἤλγησε καὶ σκέλεα ἄμφω· καὶ θάτερον κατέβαινεν ἐπὶ μηροὺς, καί ποτε κνήμας, | |
καί ποτε γούνατα. Ἐγχρονιζούσης μάλιστα, πολλαὶ παλινδρομίαι ἐγεγένηντο· οἴδημα ἐν ποσὶν, ὀσφύϊ, κνήμῃ· βραχὺ βουβῶνες, γα‐ | ||
5 | στὴρ σκληρὴ, καὶ ἔντασις ἤτρου ἡ πᾶσα, καὶ ὀδυνώδης τὰ πλεῖστα· εὑρέθη ἔχων καὶ κύστιν σκληρὴν καὶ ὀδυνώδεα· καὶ βλαστήματα, καὶ θέρμαι. Καὶ μετὰ ταῦτα ἠλγήκει παρ’ οὖς· ταὐτὸν σύστρεμμα, ἀδένος οὐκ ἐπιψαύοντος, ὀστέον οὐκ ἀποπυοῦν, καὶ τοῦτο ἐμωλύνθη, καὶ τότε εὐθὺς ἐπυρέτηνεν. | |
4.1.43 | Ὅτι τοῖσιν ὄμμασι, τοῖσιν οὔασι, τῇσι ῥισὶ, τῇ χειρὶ αἱ κρί‐ σιες, καὶ τἄλλα, οἷσι γινώσκομεν. Ὁ ἀσθενέων· ὁ δρῶν, ἢ θιγὼν, ἢ ὀσφρανθεὶς, ἢ γευσάμενος, τὰ δ’ ἄλλα γνούς· τρίχες, χροιὴ, δέρ‐ ματα, φλέβες, νεῦρα, μύες, σάρκες, ὀστέα, μυελὸς, ἐγκέφαλος, καὶ | |
5 | τὰ ἀπὸ τοῦ αἵματος, σπλάγχνα, κοιλίη, χολὴ, οἱ ἄλλοι χυμοὶ, ἄρθρα, σφυγμοὶ, τρόμοι, σπασμοὶ, λύγγες· ἀμφὶ πνεῦμα· ἄφοδοι· οἷσι γινώσκομεν. | |
4.1.44 | Τοῖσιν ἐμπύοισι τὰ ὄμματα, καὶ ἐκρηγνύμενα μεγάλα ἕλκεα γίνεται, καὶ ταμνόμενα βαθέα, ἀμφοτέρως αἱ ὄψεις ἑλκοῦνται. | |
4.1.45 | Ὁ ἀπ’ Ἀμφιλόχου κώμης Ἀριστέης τετάρτῃ παρέκρουσε· κοιλίη ὑπόχλωρα διῄει· καὶ ὕπνοι οὐχ ὑγιέες· λευκόχροος. Ἀρχο‐ μένων, οἷον ὑποτρομώδεες καὶ δακτύλους καὶ χείλεα διαλεγόμενοι, καὶ τἄλλα ταχυγλωσσότεροι προπετέως· ἔρευθος ἐπὶ προσώπου | |
5 | μάλιστα τούτοισιν ἦν. Οὗτοι, ἐκ θωρήξιος ἢ ἐμέτου χρηστῶς ἐμέ‐ σαντες, ᾤδεον. Ὁ δὲ κατὰ Μηδοσάδεω, ᾧ λεπτὰ, ἄχολα, ὑδατώ‐ δεα, πουλλὰ διεχώρει, ὑποχόνδριον ὑπακοῦον καὶ κυρτόν· κω‐ ματώδης ἐγένετο· περὶ τεσσαρεσκαιδεκάτην, πρὸς κρίσιν μάλιστα ἰόντι, ῥῖγος ἄτρομον, διάλυσις, πάρεσις, σύμπτωσις· τὰ τῶν ἀπιόν‐ | |
10 | των· κωματώδης, παραφερόμενος ἐξ ὕπνου, οὐκ ἐξεμάνη· ἐκρίθη περὶ τεσσαρεσκαιδεκάτην· οὐδὲν τῶν κρινόντων ἐναντίον. Ὁμοίως ὁ ἕτερος, ἐν ἀρχῇσιν ὑπόγλισχρα διαχωρήματα, ἐξ οἵων τὸ παχὺ κρίσιμον, ἀγρύπνῳ· μετὰ ταῦτα, ὑπόγλισχρα, ὑπόχολα, πέπονα, χολώδεα, μὴ λεπτά· ἐπὴν δὲ ἄρξηται ξυνίστασθαι, ταχεῖαι αἱ | |
15 | κρίσιες. Ὑποχόνδριον ἐντεταμένον· ἐφάνη φλεδονώδεα τρόπον περὶ ἕκτην· ἔπειτα ἐκοιμήθη ἑβδόμῃ· ἐκρίθη περὶ ἐνάτην. Λευκό‐ χροοι, οὐ πυῤῥοὶ, ἀμφότεροι. Διαχωρημάτων ὑδατωδῶν, ἢν ἐς αἰθρίην τεθῇ, πέλιον ἄνωθεν λεπτὸν, κάρτα εἴκελον ἰσατώδει, κάτω‐ θεν γίνεται ὑπόστασιν ἔχον. Οἷσι κατὰ τὰ δεξιὰ ὑπολάπαρος ἔντασις, | |
20 | φρενιτικοὶ, ἢν μὴ λύηται, λήγοντος τοῦ πυρετοῦ· οἷσι δὲ ὑπὸ | |
λαπαρότητος κοιλίης, ἐν αὐτῷ τούτῳ οἷον περιλαμβανόμενον ἢ σκλη‐ ρὸν, ὀδυνῶδες γίνεται καὶ πάνυ κακόηθες, οὐκ ἐθέλει διαχεῖσθαι, ἴσως ἐκ τῶν τοιούτων ἐκπυΐσκονται. Ἐν δὲ τοῖσι δεξιοῖσιν αἱ ἐπάρσιες, ὅσαι μὲν ἐπὶ πουλὺ μαλακαὶ, καὶ μάλιστα πιέζοντι ἢν ὑποβορ‐ | ||
25 | βορύζῃ, οὐ πάνυ τι κακοήθεες, οἵη τῷ ἀπ’ Ἀμφιλόχου καὶ τῷ κατὰ Μηδοσάδεω. Οὗτοι κωματώδεες, καὶ ἐν τοῖσιν ὕπνοισι παραφε‐ ρόμενοι. | |
4.1.46 | Αἱ καταστάσιες, καὶ οἷα ἐν ᾗσι μᾶλλον καὶ ἧσσον γίνεται ὥρῃσι, χώρῃσιν· τὰς ἀκμὰς ὅτε τῶν νούσων, καὶ πρὸς κρίσιν, καὶ τὸ καθ’ ἡμέρην, καὶ τὸ πρωϊαίτερον, καὶ ὀψιαίτερον, τρίτῃ, τετάρτῃ περιόδῳ· καὶ περιόδων, ἐν ᾗσι τὰ κρίνοντα, οἷα τὰ ἐμεύμενα, καὶ | |
5 | μή· αἱ ἀποστάσιες, ᾗσιν ὑποστροφαί· φλέβες κροτάφων, καὶ ξυμ‐ πτώσιες, καὶ χροιῶν μεταβολαὶ, πρὸ τῶν κρισίων, καὶ οἷσι μὴ κρίνεται, καὶ οἱ ἀλυσμοὶ, περιτάσιες, χροιῶν μεταβολαὶ ἐκ τοῦ ἐρυθροῦ ἐς χλωρὸν, ἢν μὴ κρίνῃ· καὶ αἱ δέρματος περιτάσιες, ἄνευ κρίσιος, καὶ ξύμπτωσις ὄμματος, τοῦ σώματος σκληρότης | |
10 | ξηρή. Οἳ μὲν ἑκόντες δακρύουσιν, οὐ κακόν· οἷσι δὲ ἀκουσίως παραῤῥεῖ, κακόν· οἷσι δ’ ἐπὶ τῶν ὀδόντων περίγλισχρα γίνεται, κακὸν ὑποχάσκειν. | |
4.1.47 | Ὃς ἐν τῇ κνήμῃ ἕλκος ἔσχε, καὶ τῷ ἀττικῷ ἐχρήσατο, τούτῳ ἐξανθήματα ἐξαιρόμενα, ἐρυθρὰ, μεγάλα, τοῦτο ἀντὶ τῆς βηχὸς τῆς ὕστερον· οὐ γὰρ ἔβηξε, τὸ δὲ πρότερον. | |
4.1.48 | Ἐν Αἴνῳ ὅσοι φρικώδεες, τρωματίαι, κεφαλῆς κακοήθεις, καὶ ἐμπυητικοὶ ἐκ τεινεσμοῦ, ὁδοιπόροισιν ὀδύνη ποδῶν, καὶ ἐν τῇσι ταραχῇσιν οἱ κόποι, οἷον ἡ Κλινία ἀπόσιτος, τηκομένη, πυῶδες, ἄλλοτε σμικρὸν αἱματῶδες, πόδες ἐπῴδεον. | |
4.1.49 | Ἡ Ἱστιαίου, ὑδρωπιώδης ἤδη καὶ ἐπὶ τρία ἔτεα, ἦρος ἀρχομένου, ἔβησσεν, ὑπὸ πληϊάδα διεπύησεν, ἐς χειμῶνα ἐξυδα‐ τώθη· κείνων δὲ, φαρμακευθεῖσα, ἐῤῥήϊσεν· ἀπέθανεν ἡ παι‐ δίσκη. | |
4.1.50 | Τῶν βησσόντων οἱ μὲν τῇσι χερσὶ ταλαιπωρέοντες, οἷον ὁ παῖς ὁ τὰ κλήματα στρέφων, καὶ ὁ Ἀμύντεω, παραλυθέντες αὐτὴν μοῦνον τὴν δεξιὴν ἀμφότεροι, ἐπαύσαντο, ἔπειτα ἔπαθον τοῦτο βήσσοντες· οἳ δὲ ἢ ἵππευσαν, ἢ ὡδοιπόρησαν, ἐς ὀσφὺν, ἐς μηρόν· | |
5 | ξηραὶ δὲ αἱ πλεῖσται, εἰ δὲ μὴ, βίαιοί γε. | |
4.1.51 | Ἡ Ἐνμύριος τρόπῳ οὐ νοσώδει ἐδόκει ἄνευ πυρετοῦ τυ‐ φώδης ἐοῦσα· ἔπειτα ἐς τρόμον οἱ ἦλθε παντὸς τοῦ σώματος, καὶ τῆ‐ ξιν, καὶ ἀποσιτίην, καὶ δίψαν, καὶ ψυχρὴ ἦν. | |
4.1.52 | Οἱ δὲ νυκτάλωπες, οἱ πλεῖστον οὐρήσαντες, τὸ ὕστερον βραχύ τι· ἐς δὲ τὰ ὦτα, βήσσοντες, καὶ ἐπιπυρεταίνοντες, ἐκρηγνύμενα περὶ ἑβδόμην ἢ ὀγδόην. Ἡ Ἐνμύριος παῖς ἐπυρέτηνε, καὶ ἐξ ὠτὸς ἐῤῥύη πυῶδες, περὶ ὀγδόην, οὐκ οἶδα σαφέως· ἔστι δ’ οἷσι καὶ | |
5 | ὀδὼν ὑπῆρχε βεβρωμένος, μάλιστα ὁ τρίτος τῶν ἄνω, ἀντὶ πάντων δὲ οὗτος εὑρίσκεται βεβρωμένος· ἐς τοῦτον ὀδύνη, καὶ ἔστιν οἷσι καὶ περιπύημα. Οἷσι δὲ ἐς ὦτα ἰσχυρῶς, βήσσοντες μᾶλλον ἢ ἐκεῖ‐ νοι. Οἷσι δὲ καὶ ἐς ἐμπύησιν, σὺν πυρετοῖσι, καὶ ἐλάπασσεν ἑβδόμῃ, [οἷον ᾧ] ἐπιπαρωξύνθη, ὑποχόνδριον οὐκ ἐλύθη, μαλαχθείσης | |
10 | ἐνῆν τὰ σμικρὰ ὑπόγλισχρα ξυστρέμματα, οὐ χρηστά· οὖρον αἱμο‐ χροῶδες· ἔπτυε δὲ ἀφρῶδες. | |
4.1.53 | Πρὸς ὃν Κυνίσκος εἰσήγαγέ με, ἑβδόμῃ παρωξύνθη, περὶ δὲ | |
τεσσαρεσκαιδεκάτην ἐκρίθη· ἐμωλύνθη· καθαρὸς φάρυγγα, ὀλίγα, πλατέα, πέπονα ἀναπτύσας· ἐκ ῥινῶν μικρὸν ἔσταξεν· ἐκα‐ ρηβάρει· χειρῶν καὶ σκελέων κατάλυσις· κοιλίη λυθεῖσα ὤνησεν· | ||
5 | πόδες αἰεὶ θερμοί· ὕπνοι ἦσάν οἱ, καὶ παρ’ οὖς οὐ γενέσθαι, ὅτι πέπονα ἔπτυσεν. | |
4.1.54 | Ἡ Δημαράτου γυνὴ, πόδες καὶ ἐν τῇσι φρίκῃσι θερμοί· εἴτε ἐς τὸ ἔμπυον ἢ μὴ, ἀπολεῖται. | |
4.1.55 | Οἷον εἶχεν ὁ πρεσβύτης, ὁ ἀπογενόμενος· ἅμα ἠσθένει τῇ ἑωυτοῦ γυναικὶ, τῇ κεκριμένῃ, μανικόν τι ἐνῆν, ἐλθούσης δὲ ἕλμιν‐ θος ὑποπαχέης καὶ σίτου ὀλίγου, αὐτίκα ἐπαύσατο καὶ ἐκοιμήθη, καὶ ὑγιὴς ἦν. Ὁ πρεσβύτης οὗτος, καὶ τοῦ σώματος περίτα‐ | |
5 | σις τοῦ δέρματος· ἄκρεα ψυχρά· λαπαρός· τρομώδης ἐν ἀρχῇσι καὶ χείλεα καὶ χεῖρας καὶ φωνήν· παρηνέχθη κοσμίως, ἔχα‐ σκεν, οὐ πάνυ δύσπνοος ἦν· ἡμέρῃσιν οὐκ οἶδα πρόσω εἴκοσιν, ἀπέθανεν. | |
4.1.56 | Οἷσιν ὑποχόνδρια καὶ κοιλίη ὑποχωρέει πιεζεύμενα ἁλέα, σὺν βορβορυγμῷ, οἷα ἑλμίνθια, καὶ ᾧ ἐν Ἀβδήροισι κωλωτοει‐ δέα. Ὅ τι ἐστὶ πρὸ τῶν κρισίμων ἡμερέων, τῇ προτεραίῃ καὶ τὰ κακὰ καὶ τἀγαθὰ σημεῖα γίνεται· τὰς ἡμέρας, ᾗσιν ἐπιπα‐ | |
5 | ροξυνόμενοι χρονίζουσι, καὶ ᾗσι λήγοντες βραχύνουσιν· καὶ τὰ | |
ἄπιστα τῶν ῥηϊζόντων· καὶ τὰ διὰ σφῶν αὐτῶν παροξυνόμενα. Πτυάλων τοῖσι περιπλευμονικοῖσιν, οἷσι χολώδεα, ὅταν μέλλῃ λήγειν, τὰ πάνυ ξανθὰ βραχέα γίνεται· οἷα τὰ ἐν ἀρχῇσιν ἐόντα τοιαῦτα ἐπιφαίνεται, οὐ πάνυ δοκέω ταῦτα ἐκπεπαίνεσθαι, ἀλλὰ κρί‐ | ||
10 | νειν, οἷον τῷ παρὰ τῷ διδασκάλῳ, καὶ ἄλλοτε οἷον εἶδον. | |
4.1.57 | Νίκιππος ἐν πυρετοῖσιν ἐξωνείρωξε, καὶ οὐδὲν ἐπέδωκεν ἐπὶ τὸ χεῖρον, καὶ τὸ αὐτό οἱ τοῦτο πλεονάκις ἐγένετο, καὶ οὐδὲν ἔβλαψεν· προεῤῥέθη, ὅτι παύσεται, ὅταν οἱ πυρετοὶ κριθῶσι, καὶ ἐγένετο οὕτως. Κριτίας ἐν πυρετοῖς ὑπὸ ἐνυπνίων ὠχλεῖτο, ὑφ’ οἵων οἴδα‐ | |
5 | μεν, ἐπαύσατο καὶ αὐτὸς ἅμα κρίσει. | |
4.1.58 | Ἄλκιππος, ἔχων αἱμοῤῥοΐδας, ἐκωλύετο θεραπευθῆναι· θερα‐ πευθεὶς ἐμάνη· πυρετοῦ ὀξέος ἐπιγενομένου, ἐπαύσατο. | |
4.1.59 | Ἐν τοῖσιν ὀξέσι πυρετοῖσι, διψώδεες, ὑπὸ ἰητρῶν πεπιε‐ σμένοι τῷ ποτῷ, ἢ καὶ ὑπὸ σφέων αὐτῶν, δοκέουσι πολὺ ἂν ἐκ‐ πιεῖν. Ὕδωρ ψυχρὸν, δοθὲν ἵνα ἀπεμέσῃ, ὠφελέει· χολώδεα γὰρ παρέ‐ σται. | |
4.1.60 | Ὅτι τὰ νεῦρα αὐτὰ ἐφ’ ἑωυτὰ ἕλκει σημεῖον· ἢν μὲν τὰ ἐν τοῖσιν ἄνω τῆς χειρὸς τρωθῇ νεῦρα, ἐς τὸ κάτω νεύσει ἡ χεὶρ, ὑπὸ τῶν κάτω νευρῶν ἑλκομένη· ἢν δὲ τἀναντία, ἄλλως. | |
4.1.61 | Βήσσουσι ξηρὰ οἱ τοὺς ὄρχιας, καὶ ἐκ τῶν βηχέων ἐς ὄρχιν· λύεται φλεβοτομηθέντα, καὶ φλεγμαίνοντες βήσσουσιν· οἱ ἐν τοῖς | |
ἐπὶ βουβῶσι πυρετοῖς ἐπιβήσσουσιν. | ||
5t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΕΜΠΤΟΝ. | |
5.1.1 | Ἐν Ἤλιδι, ἡ τοῦ κηπωροῦ γυνὴ, πυρετὸς εἶχεν αὐτὴν ξυνε‐ χής· καὶ φάρμακα πίνουσα, οὐδὲν ὠφελέετο· ἐν δὲ τῇ γαστρὶ κάτωθεν τοῦ ὀμφαλοῦ ἦν σκληρὸν, καὶ ὑψηλότερον τοῦ ἑτέρου, καὶ ὀδύνας παρεῖχεν ἰσχυράς· τοῦτο ἐβλιμάσθη ἰσχυρῶς τῇσι χερσὶ σὺν ἐλαίῳ, | |
5 | καὶ μετὰ τοῦτο ἐχώρησεν αἷμά οἱ συχνὸν κάτω, καὶ ἐγένετο ὑγιὴς, καὶ ἐβίω. | |
5.1.2 | Ἐν Ἤλιδι, Τιμοκράτης ἔπιε πλέον· μαινόμενος δὲ ὑπὸ χολῆς μελαίνης, ἔπιε τὸ φάρμακον· οὕτως ἐκαθάρθη τὸ κάθαρμα πουλὺ, φλέγμα τε καὶ χολὴν μέλαιναν· διῄει δι’ ἡμέρης· πρὸς δείλην ἐπαύ‐ σατο τῆς καθάρσιος· καὶ πόνον ἐπόνησεν ἐν τῇ καθάρσει πουλὺν, | |
5 | καὶ, πιὼν ἄλφιτον, ὕπνος ἔλαβεν αὐτὸν, καὶ εἶχε τὴν νύκτα, μέχρις ἥλιος ἀνεκὰς ἐγένετο· ἐν δὲ τῷ ὕπνῳ οὐκ ἐδόκεε τοῖς παρεοῦσιν ἀνα‐ πνέειν οὐδὲν, ἀλλὰ τεθνάναι, οὐδ’ ᾐσθάνετο οὐδενὸς, οὔτε λόγου, οὔτε ἔργου, ἐτάθη δὲ τὸ σῶμα καὶ ἐπάγη, ἐβίω δὲ καὶ ἐξήγρετο. | |
5.1.3 | Σκόμφος, ἐν Οἰνειάδῃσι, πλευρίτιδι ἐχόμενος, ἀπέθανεν ἑβδο‐ μαῖος παρακόπτων· φάρμακον δὲ ἔπιε κατωτερικὸν ταύτῃ τῇ ἡμέρῃ, τῇ πρόσθεν κατανοέων, καὶ ἐκαθάρθη οὐ πολλά· καθαιρόμενος δὲ παρέκοψεν. | |
5.1.4 | Φοίνικι ἐν Οἰνειάδῃσι καὶ Ἀνδρεῖ ἀδελφεοῖς ἐοῦσιν, ἡ γνά‐ | |
θος ᾤδησεν ἡ ἑτέρη καὶ τὸ χεῖλος τὸ πρὸς τῆς γνάθου καὶ τοῦ ὀφθαλμοῦ, καὶ οὔτε ἔνδοθι σκοπέοντι οὐδὲν ἐφαίνετο, οὔτε θύραζε ἀπεπύει, ἀλλ’ οἰδέουσα σαπρὴ ἐγένετο ξηρῇ σηπεδόνι, καὶ ἀπέθα‐ | ||
5 | νεν. Καὶ θάτερος τὰ αὐτά· ἀπέθανε δὲ ὁ μὲν ἑβδομαῖος, καὶ ἔπιε φάρμακον, καὶ οὐδὲν ὠφελήθη. Τῷ δὲ Φοίνικι ἐξετμήθη κύκλος σα‐ πρὸς, καὶ τὸ ἕλκος ἐκαθάρθη μὲν τὸ πλέον, πρὶν αὐτὸν ἀποθανέειν· ὅμως δὲ ἀπέθανε καὶ οὗτος, πλείονα χρόνον βιούς. | |
5.1.5 | Εὐρυδάμας, ἐν Οἰνειάδῃσιν, ἐν περιπλευμονίῃ δεκαταῖος ἤρχετο παρακόπτειν· ἰητρευόμενος δὲ κατενόησέ τε, καὶ τὰ πτύαλα ἐγένετο καθαρώτερα, καὶ προχωρέουσα ἡ νοῦσος ἐπὶ τὸ βέλτιον, ὕπνος τε αὐτέῳ κατεχύθη πουλὺς, καὶ τὰ ὄμματα ἰκτερώδεα ἐγένετο, | |
5 | καὶ ἀπέθανε πρὸς τὰς εἴκοσιν ἡμέρας. | |
5.1.6 | Ἐν Οἰνειάδῃσιν ἀνὴρ νούσῳ εἴχετο· ὁκότε ἄσιτος εἴη, ἔμυζεν αὐτοῦ ἐν τῇ γαστρὶ ἰσχυρῶς, καὶ ὠδυνᾶτο· καὶ ὅτε φαγόντι τὰ σιτία τριφθείη, καὶ χρόνος ἐπιγένοιτο μετὰ τὴν βρῶσιν τοῦ σιτίου, μετ’ οὐ πολὺ ταὐτὸ τοῦτο ἔπασχεν. Καὶ ἔφθινε τὸ σῶμα, καὶ ἐτήκετο, | |
5 | καὶ τροφὴ οὐκ ἐγένετό οἱ ἀπὸ τῶν σιτίων ἐσθίοντι· καὶ ὑπεχώρεεν ὁ σῖτος πονηρὸς καὶ ξυγκεκαυμένος. Ὁκότε δὲ νεωστὶ βεβρωκὼς εἴη, αὐτὸν τοῦτον τὸν χρόνον ἥκιστα ἔμυζε, καὶ τὸ ἄλγος εἶχεν αὐτόν. Οὗτος φάρμακα πίνων παντοδαπὰ καὶ ἄνω καὶ κάτω, οὐδὲν ὠφελέετο· φλεβοτομούμενος δὲ ἐν μέρει ἑκατέρην τὴν χεῖρα, ἕως ἔξαι‐ | |
10 | μος ἐγένετο, ἔπειτα ὠφελήθη, καὶ ἀπηλλάγη τοῦ κακοῦ. | |
5.1.7 | Εὐπόλεμος ἐν Οἰνειάδῃσιν ὠδυνᾶτο ἰσχυρῶς ἰσχίον τὸ δεξιὸν, καὶ τὸν βουβῶνα, καὶ τὴν πλησίον ξυμβολὴν πρὸς τοῦ ἰσχίου ἀπὸ τοῦ βουβῶνος, καὶ τοῦ ἰσχίου τὸ πρόσθεν. Τούτῳ αἷμα ἀφῃρέθη ἀπὸ | |
τοῦ σφυροῦ πουλὺ πάνυ, καὶ μέλαν, καὶ παχύ· καὶ φάρμακον ἔπιεν | ||
5 | ἐλατήριον, καὶ ἐκαθάρθη πουλλά· καὶ ῥηΐων μέν τι ἐγένετο· Αἱ δὲ ὀδύναι οὐκ ἐξέλιπον, ἀλλ’ ἔμπυον ἔσχε τό τε ἰσχίον, καὶ τὴν κοχώ‐ νην, καὶ τὸ ἀμφὶ τὸν βουβῶνα, ἅπερ ὠδυνᾶτο καὶ ἐπὶ πλέον· τὸ δὲ πῦον ἐγένετο πρὸς τὸ ὀστέον μᾶλλον, ἢ πρὸς τὸ τῆς σαρκὸς κατὰ βάθος· καὶ ἐλελήθει χρόνον οὕτως ἔχων, ἕως πάνυ ἀσθενὴς ἐγέ‐ | |
10 | νετο. Ἔπειτα ἐκαύθη ἐσχάρας πάνυ πολλὰς, καὶ μεγάλαι ἐγένοντο καὶ πλησίαι ἀλλήλων, καὶ πῦον ἐῤῥύη πουλὺ καὶ παχύ· καὶ ἔθανεν ὀλίγῃσιν ἡμέρῃσι μετὰ ταῦτα, καὶ ὑπὸ μεγέθεος τῶν ἑλκέων καὶ πλή‐ θεος, καὶ ἀσθενείης τοῦ σώματος. Οὗτος ἐδόκεεν ἂν, εἰ ἐτμήθη εὔροον μίην τομὴν, καὶ πρὸς τόμον ἀφίετο τὸ πῦον, καὶ, εἰ προσέδει τομῆς | |
15 | ἑτέρης, ταμεῖν εὔροον, ταῦτα παθὼν ἐν τῇ ὥρῃ ἐδόκεεν ἂν ὑγιὴς γε‐ νέσθαι. | |
5.1.8 | Λύκων, ἐν Οἰνειάδῃσι, τὰ μὲν ἄλλα ταὐτὰ ἔπασχεν, αἱ δὲ ὀδύ‐ ναι καὶ ἐς τὸ σκέλος οὐ πάνυ διεφοίτων, καὶ οὐκ ἐγένετο ἔμπυος· ὑγιὴς δὲ πολλῷ χρόνῳ· φάρμακα δὲ ἔπινε, καὶ σικύας προσεβάλ‐ λετο, καὶ ἐφλεβοτομεῖτο, καὶ ἐδόκεε ῥήϊον γίνεσθαι ταῦτα πά‐ | |
5 | σχοντι. | |
5.1.9 | Ἀθήνῃσιν, ἄνθρωπος ξυσμῷ εἴχετο πᾶν τὸ σῶμα, μάλιστα δὲ τοὺς ὄρχιας καὶ τὸ μέτωπον, εἴχετο δὲ πάνυ σφόδρα, καὶ τὸ δέρμα παχὺ ἦν καθ’ ἅπαν τὸ σῶμα, καὶ οἷόν περ λέπρη τὴν πρόσοψιν· καὶ οὐκ ἂν ἀπέλαβες οὐδαμόθεν τοῦ δέρματος ὑπὸ τῆς παχύτητος· | |
5 | τοῦτον οὐδεὶς ἠδύνατο ὠφελῆσαι· διελθὼν δὲ ἐς Μῆλον, ᾗ τὰ θερμὰ λοετρὰ, τοῦ μὲν κνησμοῦ ἐπαύσατο καὶ τῆς παχυδερμίης· | |
ὑδρωπιήσας δὲ ἔθανεν. | ||
5.1.10 | Ἀθήνῃσιν, ἄνδρα χολέρη ἔλαβεν, ἤμει τε καὶ κάτω διῄει, καὶ ὠδυνᾶτο, καὶ στῆναι οὐκ ἠδύνατο οὔτε ὁ ἔμετος, οὔτε ἡ ὑποχώρησις, καὶ ἥ τε φωνὴ ὑπολελοίπει, καὶ κινέεσθαι ἐκ τῆς κλίνης οὐκ ἠδύ‐ νατο, καὶ οἱ ὀφθαλμοὶ ἀχλυώδεες καὶ ἔγκοιλοι ἦσαν, καὶ σπασμοὶ | |
5 | εἶχον ἐκ τῆς κοιλίης· ἀπὸ τοῦ ἐντέρου ὁμοίως, λύγξ· ἡ δ’ ὑποχώ‐ ρησις πολλῷ πλείων ἦν τοῦ ἐμέτου. Οὗτος ἔπιεν ἐλλέβορον ἐπὶ φα‐ κῶν χυλῷ, καὶ ἐπέπιε φακῶν χυλὸν ἕτερον ὅσον ἠδύνατο, καὶ ἔπειτα ἐπήμεσε, καὶ προσηναγκάσθη, καὶ ἔστη αὐτῷ ἄμφω· ψυχρὸς δὲ ἐγέ‐ νετο· ἐλούετο δὲ μέχρι τῶν αἰδοίων κάτω πάνυ πολλῷ, ἕως καὶ τὰ | |
10 | ἄνω διεθερμάνθη, καὶ ἐβίω· τῇ δ’ ὑστεραίῃ ἄλφιτα ἔπιε λεπτὰ ἐφ’ ὕδατι. | |
5.1.11 | Ἐν Λαρίσσῃ, γυναικὶ Γοργίου τὰ ἐπιμήνια τεσσάρων ἐτέων ἴσχετο, πλὴν ὀλίγων πάνυ· ἐν δὲ τῇ μήτρῃ, ἐφ’ ὁκότερα ἂν κλιθῇ, σφυγμὸν παρεῖχε καὶ βάρος. Αὕτη ἡ γυνὴ ἐκύησε, καὶ ἐπεκύησε, καὶ ἀπελύθη τὸ παιδίον ἐνάτῳ μηνὶ, ζῶον, θῆλυ, ἕλκος ἔχον ἐν | |
5 | τῷ ἰσχίῳ· καὶ τὰ ὕστερα ἑπόμενα, καὶ αἵματος ῥεῦμα πουλὺ πάνυ ἐπεγένετο καὶ τῇ ὑστεραίῃ καὶ τῇ τρίτῃ καὶ τῇ τετάρτῃ, καὶ θρόμ‐ βοι πεπηγότες, καὶ πυρετὸς εἶχε μέχρις ἡμερέων δέκα τῶν πρώτων· καὶ ὑπεχώρεε τὸ λοιπὸν αὐτῇ αἷμα ἐρυθρόν· καὶ ᾤδεε τὸ πρόσω‐ πον ἰσχυρῶς, καὶ τὰς κνήμας, καὶ τὼ πόδε, καὶ τὸν ἕτερον μηρόν· | |
10 | καὶ σιτία οὐ προσίετο· δίψος δὲ εἶχεν ἰσχυρόν· καὶ τὸ ψυχρότατον ὕδωρ ξυνέφερεν, οἶνος δὲ οὐδαμῶς· ἡ δὲ γαστὴρ μετὰ τὸ πρῶτον | |
παιδίον ὀλίγῳ μέν τινι ἐλαπάχθη, πάνυ δὲ οὐ ξυνέπεσεν, ἀλλὰ σκληροτέρη ἦν, ὀδύνη δὲ οὐ προσῆν. Τεσσαρακοστῇ δὲ ἡμέρῃ ἀπὸ τῆς πρώτης, ἐξέπεσε τὸ ἐπικύημα, σάρξ· καὶ ἡ γαστὴρ ξυνέπεσε, καὶ | ||
15 | τὰ οἰδήματα πάντα, καὶ τὸ ῥεῦμα τὸ λεπτὸν, καὶ τὸ αἷμα τὸ ὄζον, καὶ ὑγιὴς ἐγένετο. | |
5.1.12 | Γυνὴ ἐν Φερῇσι περιωδύνεε κεφαλὴν πουλὺν χρόνον, καὶ οὐ‐ δεὶς οὐδὲν ἠδύνατο ὠφελῆσαι, οὔτε καθαιρομένη τὴν κεφαλήν· ῥηΐστη δὲ ἐγένετο, ὁκότε τὰ ἐπιμήνια εὐχερῶς οἱ ἴοι. Αὕτη ὁκότε πε‐ ριωδυνοῖ τὴν κεφαλὴν, προστιθέμενα προσθετὰ εὐώδεα πρὸς τὴν μή‐ | |
5 | τρην ὠφέλει, καὶ ἀπεκαθάρθη ὀλίγον τι. Καὶ ὁκότε ἐκύησεν, ἐξέλιπον αἱ ὀδύναι τὴν κεφαλήν. | |
5.1.13 | Γυνὴ, ἐν Λαρίσσῃ, κύουσα, τῷ δεκάτῳ μηνὶ αἷμα ἐχώρεεν αὐτῇ πουλὺ τεσσαρεσκαίδεκα ἡμέρας, πλεῖστον δὲ τὰς τρεῖς, τὰς πρὸ τοῦ παιδίου τῆς ἀπολύσιος. Τῇ τεσσαρεσκαιδεκάτῃ ἐξέπεσεν ἐκ τῆς γαστρὸς τὸ παιδίον τεθνεὸς, ἔχον τὸν δεξιὸν βραχίονα προσπεφυ‐ | |
5 | κότα τῇ πλευρῇ· καὶ τὸ χορίον, τρίτῃ ἡμέρῃ, τῆς νυκτὸς τὴν αὐτὴν ὥρην, ὡς ὅτε τὸ παιδίον· καὶ τὰ λευκὰ ἔπειτα μετὰ ταῦτα ἐχώρεε τρεῖς ἡμέρας καὶ νύκτας μετρίως· μετὰ δὲ τοῦτο πυρετὸς ἔλαβε δύο ἡμέρας καὶ δύο νύκτας, καὶ ὠδυνᾶτο τὴν γαστέρα πᾶσαν καὶ τὰ ἰσχία, τὸ δὲ ἦτρον μάλιστα. | |
5.1.14 | Ἐν Λαρίσσῃ, Ἱπποσθένης περιπλευμονίῃ ἐδόκεε τοῖσιν ἰητροῖσιν ἔχεσθαι, ἦν δὲ οὐδαμῶς· ἀρχῇ μὲν παλαίων, ἔπεσε σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπενέπεσεν αὐτῷ, καὶ ἐλούσατο ψυ‐ χρῷ, καὶ ἐδείπνησε, καὶ ἐδόκεε βαρύτερος γίνεσθαι. Τῇ δ’ ὑστε‐ | |
5 | ραίῃ ἐπύρεξε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ πνεῦμα πυκνόν. Πεμ‐ | |
πταῖος δὲ αἱματῶδες ἐχρέμψατο, οὐ πουλύ· καὶ παρακόπτειν ἤρχετο· ὁκότε βήσσοι, τότε ὠδυνᾶτο τὰ στήθεα καὶ τὸν νῶτον. Ἑκταίῳ δὲ αἷμα ἐῤῥύη ἐκ τῶν ῥινῶν πταρέντι, ὅσον τέσσαρες κοτύλαι πρὸς τὴν ἑσπέρην, οὔτε ἐφθέγγετο, οὔτε ᾐσθάνετο οὔτε ἔργου, οὔτε λόγου. | ||
10 | Ἑνδεκαταῖος δὲ ἔθανεν. Τὰς δὲ πέντε ἡμέρας, τοτὲ μὲν ἔμφρων ἦν, τοτὲ δὲ οὔ· ἐγένετο καὶ ἀπύρετος· σίαλον δὲ οὐδὲν ἀπεχώρεεν, οὐδὲ ῥέγχος εἶχεν, οὐ γὰρ ἦν σίαλον. | |
5.1.15 | Σκάμανδρος, ἐν Λαρίσσῃ, ἰσχίον ἐσφακέλισε, καὶ ὀστέον ἀφεστηκὸς χρόνιον· ὁ δὲ ἐτμήθη τομὴν μεγάλην καὶ πρὸς τοῦ ὀστέου, καὶ ἔπειτα ἐκάη. Τότε ἡμέρῃ δωδεκάτῃ ἤρξατο μετὰ τὴν τομὴν σπασμὸς, καὶ εἶχε μᾶλλον· ἐσπάσατο δὲ τὸ σκέλος τοῦτο μέχρι τῶν | |
5 | πλευρῶν· διεφοίτα δὲ καὶ ἐπὶ θάτερα ὁ σπασμός· συνεκάμπτετο δὲ τὸ σκέλος, καὶ ἐξετείνετο, καὶ τἄλλα μέλεα ἐκίνει, καὶ αἱ γνάθοι ἐπάγησαν· οὗτος ἔθανε σπώμενος ὀγδόῃ μετὰ τὴν τοῦ σπασμοῦ ἐπίληψιν. Ἐθεραπεύετο δὲ χλιάσμασιν ἀσκίοισι καὶ πυρίῃσιν ὀρόβων ὅλον τὸ σῶμα, καὶ ὑπεκλύσθη, καὶ ὑπῆλθε παλαιὴ κόπρος | |
10 | ὀλίγη· καὶ τὸ κατακορὲς φάρμακον ἔπιε, καὶ ὑπῆλθε μὲν, οὐδὲν δὲ ἀπὸ τοῦ καταπότου ὠφελήθη· καὶ ὕπνος ὀλίγος ἦλθεν· καὶ αὖθις πιὼν τὸ κατακορὲς ἰσχυρὸν ἑσπερινὸς, ἡλίου ἀνιόντος ἔθανεν. Ἐδόκει δ’ ἂν πλείονα χρόνον διενεγκεῖν, εἰ μὴ κατὰ τοῦ φαρμάκου τὴν ἰσχύν. | |
5.1.16 | Ἱπποκόμος Παλαμήδεος, ἐν Λαρίσσῃ, ἑνδεκαετὴς, ἐπλήγη κατὰ τοῦ μετώπου ὑπὲρ τὸν ὀφθαλμὸν τὸν δεξιὸν ὑφ’ ἵππου, καὶ ἐδόκεε τὸ ὀστέον οὐχ ὑγιὲς εἶναι, καὶ ἐπίδυεν ἐξ αὐτοῦ ὀλίγον | |
αἷμα. Οὗτος ἐπρίσθη μέγα μέχρι τῆς διπλόης· καὶ ἰητρεύετο, οὕτως | ||
5 | ἔχων τὸ ὀστέον, ὃ καὶ πρισθὲν αὐτίκα, τὸ ὀστέον ἔκηεν. Ἐπὶ εἴκοσιν, οἴδημα παρὰ τὸ οὖς ἤρξατο, καὶ πυρετὸς, καὶ ῥῖγος· καὶ ἡμέρῃ μᾶλλον ᾠδίσκετο καὶ ὠδυνᾶτο τὸ οἴδημα· καὶ ἐπύρεσσεν ἀρχόμενος ἐκ ῥίγεος· καὶ οἱ ὀφθαλμοὶ ᾤδησαν, καὶ τὸ μέτωπον, καὶ ἅπαν τὸ πρόσωπον· ἔπασχε δὲ ταῦτα ἐπὶ δεξιὰ μᾶλλον τῆς κεφαλῆς, | |
10 | παρῆλθε δὲ καὶ ἐς τὰ ἀριστερὰ τὸ οἴδημα· οὐδὲν οὖν τοῦτο ἔβλαπτεν· τελευτῶν δὲ πυρετὸς ξυνεχὴς ἔσχεν ἧσσον· ταῦτα ἦν μέχρις ἡμερέων ὀκτώ. Ἐβίω δὲ καυθεὶς, καὶ καθηράμενος διὰ καταπότου, καὶ περιπλασσόμενος τὸ οἴδημα· τὸ δὲ ἕλκος τῶν κακῶν οὐδὲν αἴτιον ἦν. | |
5.1.17 | Ἐν Λαρίσσῃ, Θεοφόρβου παῖς ἐλέπρα τὴν κύστιν, καὶ διούρει γλίσχρον, καὶ ὠδυνᾶτο καὶ ἀρχόμενος καὶ τελευτῶν τῆς οὐρήσιος, καὶ ἔτριβε τὸ πόσθιον. Οὗτος πιὼν τὸ διουρητικὸν δριμὺ, ἐς μὲν τὴν κύστιν οὐδὲν ἐχώρησεν, ἐξήμεσε δὲ συχνὸν πυῶδες καὶ | |
5 | χολὴν, καὶ κάτω ἕτερα τοιαῦτα διεχώρεε, καὶ ὠδυνᾶτο τὴν γαστέρα, καὶ ἐκαίετο ἔνδοθεν, τὸ δὲ ἄλλο σῶμα ψυχρὸν ἐγένετο, καὶ παρελύθη ὅλος, καὶ προσδέχεσθαι οὐδὲν ἤθελεν. Τούτῳ ἡλκώθη ἡ κοιλίη ἰσχυρῶς ὑπὸ ἰσχύος τοῦ φαρμάκου ἄγαν· ἀποθνήσκει δὲ μετὰ τὴν πόσιν τριταῖος. | |
5.1.18 | Γυνὴ Ἀντιμάχου, ἐν Λαρίσσῃ, ἐκυΐσκετο ἡμέρας ὡσεὶ | |
πεντήκοντα, καὶ ἠσιτέετο τὸν ἄλλον χρόνον, καὶ ἡμέρας ἑπτὰ τὰς ὑστέρας [καὶ] ὠδυνᾶτο τὴν καρδίην, καὶ πυρετὸς ὑπελάμβανεν. Οὐχ ὑπεκεχωρήκει τοῦ χρόνου τούτου· ταύτῃ ἐδόθη ἐλατήριον κατάποτον | ||
5 | ἰσχυρότερον τοῦ δέοντος, καὶ ἀπήμεσε χολὴν ξυγκεκαυμένην ὑπό τε τῆς ἀσιτίης καὶ τοῦ πυρετοῦ (καὶ γὰρ οὐδὲ ποτῷ ἐχρῆτο οὐδενί), ὀλίγην δέ· καὶ ἀπήμεσε βιαίως καὶ θρομβώδεα· κἄπειτα ἠσᾶτο, καὶ ἠφίει αὐτὴν, καὶ ἐδόκεεν ἀσθενέειν, καὶ οὐκ ἤθελε πίνουσα ὕδωρ ἐξεμεῖν. Μετὰ δὲ τοῦτο, ὀδύνη ἴσχει ἰσχυρὴ τὴν κάτω κοιλίην, | |
10 | ἥλκωτο γὰρ ὑπὸ τοῦ φαρμάκου, καὶ ἐχώρεεν αὐτῇ μετὰ τὴν κόπρον αὐτίκα ὕφαιμον ξυσματῶδες· αἰεὶ δὲ πλείων· ἐγίνετο καὶ ἡ ἀσθένεια καὶ ἡ ἄση· καὶ τοῦ καθάρματος ἦσαν πέντε κοτύλαι. Ἔστη δὲ ἡ κοιλίη, ὕδατος καταχεομένου πολλοῦ κατὰ τῆς γαστρός· ἄλλο δὲ οὐδὲν ἠδυνήθη προσδέξασθαι· ἔθανε περὶ μέσας νύκτας. Ἐδόκεε δ’ ἂν | |
15 | βιῶναι, εἰ ἠδύνατο πίνειν τὸ ὕδωρ, καὶ ἐμεῖν αὐτίκα, πρὶν ὑπιέναι. | |
5.1.19 | Οἰκέτις Αἰνησιδήμου, ἐν Λαρίσσῃ, ἡλκώθη κοιλίην καὶ τὸ ἔντερον ὑπὸ χολῆς αὐτομάτως κινηθείσης, καὶ ἐξεχώρεε καὶ ἄνω καὶ κάτω χολὴ καὶ αἷμα, καὶ πυρετὸς εἶχεν. Ταύτῃ ἐδόθη ἀσθενε‐ ούσῃ ἐλατήριον ἀσθενὲς, ποτὸν ὑδαρὲς καὶ ὀλίγον, καὶ ἤμεσέ τε ἀπ’ | |
5 | αὐτοῦ πουλὺ, καὶ κάτω ὑπῆλθε πλέον, καὶ τῆς ἑσπέρης ἐπανῆλθεν. Τῇ δ’ ὑστεραίῃ πυρετὸς ἦν, ἀσθενὴς δέ· ἡ δὲ κοιλίη ἥλκωτο τε καὶ ἔτι ὑπεχώρεε ταὐτά. Τρίτῃ δὲ ἔθανε δείλης, πυρετοῦ ἐπιλαβόντος πάνυ ἰσχυροῦ. Αὕτη ἐδόκεεν ἀποθανεῖσθαι πάντως, ἥκιστα δ’ ἂν, ὕδωρ πίνουσα ψυχρὸν, ἕως ἔμετος εἶχεν· ἐπεὶ δὲ ἐψύχθη ἡ ἄνω | |
10 | κοιλίη, ἀποκαθαρθεῖσα τῷ ὕδατι, χυλὸν μεταπιοῦσα ψυχρὸν, οὕτω | |
μετεκλύσθη. | ||
5.1.20 | Εὔδημος, ἐν Λαρίσσῃ, αἱμοῤῥοΐδας ἔχων ἰσχυρὰς πάνυ, καὶ χρονίσας ἔξαιμος ὢν, χολὴν ἐκινήθη, ἀλλ’ ἠπίωσε τῷ σώματι, καὶ ἡ κοιλίη ἐταράχθη κάτω, ὑπεχώρεε χολώδεα, καὶ αἱμοῤῥοΐδες ἐπεῖχον. Φάρμακον κατωτερικὸν πιὼν, ἀπεκαθάρθη καλῶς, καὶ αὖθις μετέπιε | |
5 | χυλὸν, καὶ ἔτι ἐτετάρακτο, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια προσίστατο. Τούτῳ ἐπεχειρήθη τῇσιν αἱμοῤῥοΐσι τὴν κοιλίην οὐ καλῶς πως ἔχοντι, ἀλλὰ δεομένῳ θεραπείης ἔτι καὶ ἀπεμέσαι· ἔπειτα δὲ, ἐπαλειφθέντος τοῦ καρκίνου, πυρετὸς ἐπέβαλε, καὶ οὐκ ἀφῆκε, πρὶν ἀπέκτεινεν· ὅτε δὲ καὶ ἀφῆκε ῥῖγος, ὑπολαβὼν ἧκεν ὁ πυρετὸς, καὶ | |
10 | ὑπεχώρεεν αὐτῷ χολὴ καὶ φῦσα, ἡ μὲν διεξῄει, ἡ δὲ ἐνῆν, καὶ ὀδύνη ἐν τῇ κοιλίῃ. Αἱ δὲ αἱμοῤῥοΐδες ἔξω ἦσαν τοῦ ἀρχοῦ, ἀπὸ τῶν ἀποκαθαρσίων ἀρξάμεναι, τὸν ἄλλον χρόνον, καὶ ἡ φῦσα διὰ ταύτας ὑπεγίνετο, καὶ πρὸς πταρμὸν ἐπεγίνετο ἡ ἀρχή. | |
5.1.21 | Ἐν Λαρίσσῃ, ἀνὴρ ἐτρώθη ἐκ χειρὸς λόγχῃ πλατείῃ ὄπισθεν, καὶ τὸ ἄκρον διήνεγκε κάτω τοῦ ὀμφαλοῦ, πελιὸν, ἀποιδέον, καὶ διῆλθε χωρίον πουλύ. Ἐπεὶ δὲ ἐτρώθη, ἔπειτα ὀδύνη ἔσχε τὰ πρῶτα ἰσχυρή· καὶ ἐπῳδίσκετο ἡ γαστήρ. Τούτῳ ἐδόθη τῇ ὑστεραίῃ κατω‐ | |
5 | τερικὸν, καὶ διεχώρησεν ὀλίγον ὕφαιμον, καὶ ἔθανεν. Ἐδόκεε τούτου τὰ ἔντερα εἶναι οὐχ ὑγιέα, καὶ αἵματος ἡ κοιλίη πλέη τυγχάνειν. | |
5.1.22 | Ἀπελλαῖος Λαρισσαῖος εἶχε μὲν ἡλικίην ὡσεὶ ἐτέων τριή‐ κοντα, ἢ ὀλίγον ἀπέλιπεν· εἴχετο δὲ τῇ νούσῳ· ἐλαμβάνετο δὲ τὰς | |
νύκτας μᾶλλον τῶν ἡμερέων, ἐν τῷ ὕπνῳ. Ἐνόσει δὲ ὡς δύο ἔτεα πρὸ τοῦ θανάτου· ἤμεε δὲ χολὴν πικρὴν ἐνίοτε, ἐπεὶ διεγείροιτο, | ||
5 | ἤμεε δὲ καὶ μέλαιναν. Οὗτος ἀπὸ τῆς κεφαλῆς καθάρσιος ἰσχυρῆς πάνυ καὶ ἐπὶ πουλὺν χρόνον καθαιρόμενος, καὶ φάρμακον δὶς πιὼν, ἓξ μῆνας αὐτὸν διέσχεν. Ἦν δὲ πουλυφάγος· ἔχων δὲ τὸ σῶμα ἐπί‐ χολον, παλαίσας πουλλὰ, μάλα ἐῤῥίγωσε, καὶ πυρετὸς ἐπέλαβε, καὶ ἡ νοῦσος ἐς νύκτα· τῇ δ’ ὑστεραίῃ, ἐδόκεεν ὑγιὴς εἶναι, αὖ καὶ τῇ | |
10 | ἑτέρῃ· τῇ δὲ ἐπιούσῃ νυκτὶ ἡ νοῦσος ἐπέλαβε δεδειπνηκότα ἀπὸ πρώ‐ του ὕπνου, καὶ εἶχε τὴν νύκτα καὶ τὴν ἡμέρην μέχρι δορπιστοῦ· ἔθανε πρὶν ἐμφρονῆσαι. Ἐσπᾶτο περὶ τὰ δεξιὰ πρῶτον τό τε πρόσωπον καὶ τὸ ἄλλο σῶμα, ἔπειτα ἐπὶ τὰ ἀριστερά· καὶ ὅτε δοκέοι διανα‐ πεπαῦσθαι, κῶμα εἶχε, καὶ ἔῤῥεγχε, καὶ αὖθις ἐξεδέχετο ἡ νοῦσος. | |
5.1.23 | Εὔμηλος Λαρισσαῖος ἐπάγη τὰ σκέλεα καὶ χεῖρας καὶ γνά‐ θους, καὶ οὐκ ἠδύνατο οὔτε ἐκτείνειν, οὔτε ξυγκάμπτειν, εἰ μὴ ἕτερος ξυγκάμπτοι καὶ ἐκτείνοι, οὔτε τὰς γναθοὺς διαίρειν, εἰ μὴ ἕτερος διαίροι· ἄλλο δὲ οὐδέν· οὔτε ὠδυνᾶτο, οὔτε ἤσθιεν εἰ μὴ μάζαν, | |
5 | καὶ μελίκρητον ἔπινεν. Εἰκοσταῖος ὕπτιος πίπτει καθήμενος, καὶ τύπτει τὴν κεφαλὴν πρὸς λίθον σφόδρα, καὶ αὐτοῦ σκότος κατε‐ χύθη· καὶ ὀλίγον ὕστερον ἀναστὰς, ὑγιὴς ἦν, καὶ ἐλέλυτο πάντα, πλὴν μετὰ τὸν ὕπνον, ὅτε ἐξέγροιτο, ὀλίγον τι ξυνεδέδετο τὰ ἄρθρα· ἔτεα δὲ ἦν ἤδη δώδεκα ἢ τρισκαίδεκα· ἔκαμε δὲ μῆνας τρεῖς | |
10 | ἢ τέσσαρας. | |
5.1.24 | Ἐν Λαρίσσῃ, παρθένος αἷμα ἐμέσασα οὐ πουλὺ, ἔμπυος γενο‐ μένη, πυρετῶν ἐπιλαβόντων, οὐκ ἀπηλλάσσετο, πρὶν τελευτῶσα· ἀπέθανε τρίτῳ μηνί· πρὸ δὲ τοῦ θανάτου, ἐκωφώθη τὰ οὔατα, καὶ οὐκ ἤκουεν, εἰ μή τις πάνυ μέγα βοήσειεν· πρὸ δὲ τοῦ ἐμέτου τοῦ αἵματος | |
5 | προησθένει. | |
5.1.25 | Ἐν Λαρίσσῃ, ἀμφίπολος Δυσήριδος, νέη ἐοῦσα, ὁκότε λα‐ γνεύοιτο, περιωδύνεεν ἰσχυρῶς, ἄλλως δὲ ἀνώδυνος ἦν. Ἐκύησε δὲ οὐ‐ δέποτε. Ἑξηκονταέτης δὲ γενομένη, ὠδυνᾶτο ἀπὸ μέσου ἡμέρης, ὡς ὠδίνουσα ἰσχυρῶς· πρὸ δὲ μέσου ἡμέρης αὕτη πράσα τρώγουσα πουλλὰ, | |
5 | ἐπειδὴ ὀδύνη αὐτὴν ἔλαβεν ἰσχυροτάτη τῶν πρόσθεν, ἀναστᾶσα ἐπέ‐ ψαυσέ τινος τρηχέος ἐν τῷ στόματι τῆς μήτρης. Ἔπειτα, ἤδη λει‐ ποψυχούσης αὐτῆς, ἑτέρη γυνὴ, καθεῖσα τὴν χεῖρα, ἐξεπίεσε λίθον ὅσον σπόνδυλον ἀτράκτου, τρηχύν· καὶ ὑγιὴς τότε αὐτίκα καὶ ἔπειτα ἦν. | |
5.1.26 | Ὁ Μαλιεὺς, ἅμαξα αὐτῷ ἐπῆλθεν ἄχθος ἔχουσα ἐπὶ τὰς πλευ‐ ρὰς, καὶ κατῆξε τῶν πλευρέων, καὶ χρόνον αὐτῷ ὑπέστη πῦον κά‐ τωθεν τῶν πλευρέων. Ὑπὸ τὸν σπλῆνα καυθεὶς, ἔμμοτος ὢν, ἀφίκετο ἐς δέκα μῆνας. Ἀνατμηθὲν τὸ δέρμα, ὀπὴ ἐφάνη ἐς τὸ δέρτρον ἐπὶ | |
5 | θάτερα ἀφίκουσα, καὶ πρὸς τὸν νεφρὸν καὶ πρὸς τὰ ὀστέα ἐπῆλθε σα‐ πρή. Τούτου ἥ τε σχέσις τοῦ σώματος παρέλαθεν ἐπίχολος ἐοῦσα, καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ νοσήματι ἦν σηπεδών· σηπεδὼν τοῦ δέρτρου πουλλὴ καὶ ἄλλων σαρκῶν, ἃς ἔδει αὐτίκα ἐκβάλλειν, | |
εἴ τις ἠδύνατο, ξηρῷ φαρμάκῳ, ἕως ἰσχύν τινα εἶχεν ὁ ἄνθρωπος· | ||
10 | ἀπὸ γὰρ τῶν ὑγρῶν οὐδὲν ἐπεδίδου, ἀλλ’ ἐσήπετο. Ἀπὸ δὲ τῶν μότων ἰσχομένου τοῦ ὑγροῦ, ῥῖγος ἐλάμβανε καὶ πυρετὸς, καὶ ἐσήπετο μᾶλλον· ἐπέῤῥει δὲ αὐτῷ σαπρόν τι ὑπόμελαν δυσῶδες, πρὶν δὲ ἐπιχειρέειν ἰητρεύεσθαι, οἷον ἑκάστης ἡμέρης συχνὸν διεπέρα ἔξω· ἦν δ’ οὐκ εὔροον. Ἐγνώσθη τὸ εἶναι ποῤῥωτέρω τὴν φύσιν τοῦ | |
15 | νοσήματος ἢ ὑπὸ τὸ δέρμα· πάντα ἂν ὀρθῶς πάσχων, ὅμως οὐκ ἂν ἐδόκεε σωθῆναι· καὶ διάῤῥοια ἐπέλαβεν. | |
5.1.27 | Αὐτόνομος, ἐν Ὀμίλῳ, ἐκ κεφαλῆς τρώματος ἔθανεν ἑκκαιδεκάτῃ ἡμέρῃ· θέρεος μέσου, λίθῳ ἐκ χειρὸς βληθεὶς κατὰ τὰς ῥαφὰς μέσῳ τῷ βρέγματι. Τοῦτο παρέλαθέ με δεόμενον πρισθῆναι· ἔκλεψαν δέ μου τὴν γνώμην αἱ ῥαφαὶ ἔχουσαι ἐν σφίσιν ἑωυτῇσι | |
5 | τοῦ βέλεος τὸ σῖνος· ὕστερον γὰρ καταφανὲς γίνεται. Πρῶτον μὲν ἐς τὴν κληῗδα, ὕστερον δὲ ἐς τὴν πλευρὴν, ὀδύνη ἰσχυρὴ πάνυ, καὶ σπασμὸς ἐς ἄμφω τὼ χεῖρε ἦλθεν· ἐν μέσῳ γὰρ εἶχε τῆς κεφαλῆς καὶ τοῦ βρέγματος τὸ ἕλκος. Ἐπρίσθη δὲ πεντεκαιδεκάτῃ, καὶ πῦον ἐπῆλθεν οὐ πουλύ· ἡ δὲ μῆνιγξ ἀσαπὴς ἐφαίνετο. | |
5.1.28 | Παιδίσκη, ἐν Ὀμίλῳ, ἐκ τρώματος κεφαλῆς ὡς δωδεκαέτης θνήσκει ἐν μέσῳ θέρει τεσσαρεσκαιδεκάτῃ ἡμέρῃ· θύρην τις αὐτῇ ἐνέβαλε, καὶ τὸ ὀστέον φλᾷ καὶ ῥήγνυσιν· αἱ δὲ ῥαφαὶ ἐν τῷ ἕλκει ἦσαν. Τοῦτο ἐγνώσθη ὀρθῶς πρίσεως δεόμενον· ἐπρίσθη δὲ οὐκ εἰς | |
5 | τὸ δέον, ἀλλ’ ὅσον ὑπελείφθη, πῦον ἐν αὐτῷ ἐγένετο. Ὀγδόῃ, ῥῖγος· πυρετὸς ἐπέλαβεν· εἶχε δὲ οὐκ εἰς τὸ δέον, ἀλλ’ ὅσον καὶ τῶν πρόσθεν | |
ἡμερέων, ὅτε πυρετὸς οὐκ εἶχεν. Ἐνάτῃ δὲ τὸ λοιπὸν ἐξεπρίσθη, καὶ ὑπεφάνη ὀλίγον πάνυ πῦον ξὺν αἵματι· καὶ ἡ μῆνιγξ καθαρὴ ἦν. Καὶ ὕπνος μὲν ἐπέλαβεν· ὁ δὲ πυρετὸς αὖθις οὐκ ἠφίει· σπασμὸς | ||
10 | δὲ χεῖρα τὴν ἀριστερὴν ἐπελάμβανεν· ἐν γὰρ τοῖσι δεξιοῖσι μᾶλλον εἶχε τὸ ἕλκος. | |
5.1.29 | Κυρήνιος, ἐν Ὀμίλῳ, ἔμπυος γενόμενος τὴν κάτω κοιλίην ἐκαύθη ὕστερον ἐν ἡμέρῃσι τριήκοντα τοῦ δέοντος, καὶ ἔσχεν ἐπιεικέως, καὶ ἐξηράνθη τὸ πῦον ἐν τῇ κοιλίῃ. Ἐν δὲ τῇ θερμοτάτῃ ὥρῃ ἐσθίων ὀπώρην καὶ ἄλλα σιτία ἀξύμφορα, πυρετὸς ἐπέλαβε, | |
5 | καὶ διάῤῥοια, καὶ ἔθανεν. | |
5.1.30 | Ἑκάσων, ἐν Ὀμίλῳ, ὥσπερ χἄτερος, ὕστερον ἐκαύθη· ὅμως δὲ ἐξηράνθη πλὴν ὀλίγου ἡ κοιλίη· δυσεντερίη δὲ ὑπέλαβε, καὶ αὐτὴν ἀποφυγὼν, ἤσθιε τὸ πᾶν, ἕως ὅλος ᾤδησε, καὶ ἐῤῥάγη αὐτῷ πῦον κάτω, καὶ διαῤῥοίη, καὶ ἔθανεν. | |
5.1.31 | Ἑκάσων, ἐν Ὀμίλῳ, ἀπὸ ἀκαθαρσίης καὶ πονηρῆς καθάρ‐ σιος ἐς τὸ ἰσχίον ἐπέστη αὐτῷ ὀδύνη ὀξείη· καὶ αὐτὴ μὲν ἀπηλλάγη, πυρετοὶ δὲ αὐτὸν ὑπέλαβον· καὶ χρόνον πουλὺν κλινοπετὴς ὤν· οὔτε πίνων οὐδὲν, οὔτε διψῶν, ἀσθενής τε ὢν καὶ φρικώδης. Τούτῳ ἀφηρέθη | |
5 | μὲν τὸ νούσημα· χρηστῶς, ὡς ἔδει, τὸ σῶμα· ὠφελεῖτο δὲ ἀπὸ τῶν προσφερομένων· τελευτῶντι δὲ ἐῤῥάγη τὸ νούσημα κάτω, καὶ ἐχώρεε πᾶν ὑπὸ πουλλῇ χολῇ, καὶ παρέκοψε, καὶ ἔθανεν· ἐδόκεε δ’ ἂν | |
ἐκφυγεῖν. | ||
5.1.32 | Ἐν Σαλαμῖνι, ὁ περὶ τὴν ἀγκύρην περιπεσὼν, ἐπὶ γαστέρα ἐτρώθη· περιωδύνεε δέ· φάρμακον δὲ ἔπιε, καὶ οὐ διεχώρησε κάτω, οὐδ’ ἀνήμεσεν. | |
5.1.33 | Ἡ γυνὴ, ἣ ἀπέσφαξεν αὑτὴν, ἐπνίγετο, καὶ ἐδόθη αὐτῇ ὕστερον πολλῷ κατάποτον ἐλατήριον, καὶ ἐξεχώρησεν αὐτῇ. | |
5.1.34 | Ὁ ἐξ Εὐβοίης ἐλθὼν νεηνίσκος, πολὺ κάτω κεκαθαρμένος διαλιπὼν, πεπαυμένος ἐπύρεσσεν· εἶτα δοκέων ἄνω δέεσθαι, ἔπιεν ἀσθενὲς, ῥίζην ἐλατήριον, καὶ μετὰ τὴν πόσιν τεταρταῖος ἔθανεν, ἐκκαθαρθεὶς οὐδέν· ἀλλ’ ὕπνος εἶχε, καὶ οὐκ ἠδύνατο παύσασθαι | |
5 | ἡ δίψα. | |
5.1.35 | Ἡ δούλη, ᾗ ἀπὸ καταπότου ἄνω μὲν ἐχώρησεν ὀλίγα, καὶ ἔπνιγε, κάτω δὲ πολλά· τῆς νυκτὸς δὲ ἔθανε, βάρβαρος δὲ ἦν. | |
5.1.36 | Ὁ Εὐβίου ἄνθρωπος, πιὼν ἐλατήριον, τρεῖς ἡμέρας ἐκαθαί‐ ρετο, καὶ ἔθανε, τὴν δὲ χεῖρα ἔμπυον εἶχε μέχρι τοῦ ἀγκῶνος. | |
5.1.37 | Ὁ Συμμάχου παῖς ὑπὸ χολῆς ἀπεπνίγη νύκτωρ καταδαρθὼν, καὶ πυρετοῦ ἐπέχοντος· φάρμακον δὲ πιὼν, οὐ κατέσχεν, οὐδ’ ἐκαθήρατο ἡμέρῃσι πρὶν ἀποθανέειν ἕξ. | |
5.1.38 | Ὁ παρὰ τὸν δρόμον οἰκέων τῆς νυκτὸς αἷμα ἐμέσας, τῇ ὑστεραίῃ ἔθανεν, αἷμα ἐμέων πουλὺ, καὶ πνιγόμενος· ἐς σπλῆνα δὲ, καὶ κάτω αἱματῶδες αὐτῷ ἐχώρεε πουλύ. | |
5.1.39 | Παιδίον ὑπὸ συὸς πληγὲν τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τῇ τετάρτῃ, τὸ δὲ πνεῦμα πυκινὸν εἶχε, καὶ οὐ κατενόεε, καὶ πυρετὸς | |
εἶχεν. | ||
5.1.40 | Ὁ Ἑρμοφίλου υἱὸς ἔκαμεν ἡμέρας ἕνδεκα, πυρετὸς δὲ εἶχε, καὶ ἠσίτεε, καὶ οὐχ ὑπῄει τὰ σιτία· καὶ πρῶτον μὲν παρενόησε, τῆς δὲ νυκτὸς ἐπαύσατο. Τῇ δὲ ἐπιούσῃ ἡμέρῃ, ἄφωνος ἔκειτο ῥέγχων, διε‐ στραμμένα ἔχων τὰ ὄμματα, πυρέσσων· πτεροῦ δὲ καθιεμένου, ἤμεσε | |
5 | χολὴν μέλαιναν· καὶ κλυσθέντι κόπρος ὑπῆλθε πουλλή. | |
5.1.41 | Ἀριστίωνος δούλης αὐτόματος ὁ ποῦς ἐσφακέλισε κατὰ μέσον τοῦ ποδὸς ἔνδοθεν ἐκ πλαγίου, καὶ τὰ ὀστέα σαπρὰ γενόμενα ἀπέστη, καὶ ἐξῄει κατὰ μικρὸν συριγγώδεα, καὶ διάῤῥοια ἐπεγένετο, καὶ ἔθανεν. | |
5.1.42 | Γυνὴ ὑγιαίνουσα, παχεῖα, κυήσιος ἕνεκεν ἀπὸ καταπότου ὀδύνῃ εἴχετο τὴν γαστέρα, καὶ στρόφος ἐς τὸ ἔντερον, καὶ ᾤδεε, πνεῦμα δὲ προΐστατο, καὶ ἀπορίη ξὺν ὀδύνῃ· καὶ ἐμημέκεεν οὐ πουλύ· καὶ ἐξέθανε πεντάκις ὡς τεθνάναι δοκέειν· καὶ οὔτε ἐμέσασα ἀπὸ ὕδατος | |
5 | ψυχροῦ ἐχάλα οὔτε τῆς ὀδύνης ἐπιούσης οὔτε τὴν πνοήν. Ὕδατος δὲ κατεχύθησαν ψυχροῦ ἀμφορέες ὡς τριάκοντα κατὰ τοῦ σώματος, καὶ ἐδόκεε τοῦτο μόνον ὠφελέειν· καὶ ὕστερον κάτω ἐχώρησε χολὴ συχνή· ὅτε δὲ ἡ ὀδύνη εἶχεν, οὐδὲν ἠδύνατο χωρῆσαι, καὶ ἐβίω. | |
5.1.43 | Ἄντανδρος ἀπὸ καταπότου, ἐξαντὴς ἐὼν τἄλλα, περὶ δὲ τὴν κύστιν ἐδόκεεν ἄλγος ἔχειν· ἐκαθήρατο αὐτίκα ὀξέως πουλὺ κάθαρμα· καὶ ἀπὸ μέσης ἡμέρης ὀδύνη ἔσχεν ἰσχυρὴ πάνυ ἐς τὴν γαστέρα· πνίγμα, καὶ ἀπορίη, καὶ ῥιπτασμός· καὶ ἤμει, καὶ ἐχώρεεν οὐδὲν, | |
5 | καὶ τὴν νύκτα ἔπασχε, καὶ ὕπνος οὐκ ἐπῄει. Τῇ δ’ ὑστεραίῃ, ἐχώρεε | |
πολλὸν, ὕστερον αἷμα, καὶ ἔθανεν. | ||
5.1.44 | Τῷ Ἀθηνάδεω παιδὶ ἄῤῥενι, τῷ φαγεδαινωθέντι, ὀδὼν ὁ ἐν ἀριστερᾷ κάτω, ἄνω δὲ ὁ ἐν δεξιᾷ· τὸ οὖς τὸ δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος. | |
5.1.45 | Ὁ σκυτεὺς, κάσσυμα κεντῶν, ὀπητίῳ ἐκέντησεν ἑαυτὸν ἐπάνω τοῦ γούνατος ἐς τὸν μηρὸν, καὶ ἔβαψεν ὡς δάκτυλον. Τούτῳ αἷμα μὲν οὐδὲν ἐῤῥύη, τὸ δὲ τρῶμα ταχὺ ἔμυσεν, ὁ δὲ μηρὸς ὅλος ἐμετεωρίζετο, καὶ διέτεινεν ὁ μετεωρισμὸς ἔς τε τὸν βουβῶνα καὶ τὸν | |
5 | κενεῶνα· οὗτος τῇ τρίτῃ ἀπέθανεν. | |
5.1.46 | Ὁ δὲ παρὰ τὸν βουβῶνα πληγεὶς τοξεύματι, ὃν ἡμεῖς ἑωράκα‐ μεν, παραδοξότατα ἐσώθη· οὔτε γὰρ ἀκὶς ἐξῃρέθη (ἦν γὰρ ἐν βάθει λίην), οὔτε αἱμοῤῥαγίη οὐδεμίη ἐγένετο ἀξίη λόγου, οὔτε φλεγμονὴ, οὔτε ἐχώλευσεν. Τὴν δὲ ἀκίδα, ἔστε καὶ ἡμεῖς ἀπηλλασσόμεθα, | |
5 | ἐτέων ἐόντων ἓξ, εἶχεν· ὑπενοεῖτο δὲ τούτῳ μεσηγὺ τῶν νεύρων κεκρύφθαι τὴν ἀκίδα, φλέβα τε καὶ ἀρτηρίην οὐδεμίην διαιρεθῆναι. | |
5.1.47 | Ὁ πληγεὶς ὀξεῖ βέλει ἐς τοὔπισθεν μικρὸν κάτω τοῦ τραχήλου, τὸ μὲν τρῶμα ἔλαβεν οὐκ ἄξιον λόγου ἐσιδεῖν· οὐ γὰρ ἐν βάθει ἐγένετο. Μετὰ δὲ οὐ πολλὸν χρόνον, ἐξαιρεθέντος τοῦ βέλεος, ἐτιταίνετο ἐς τοὔπισθεν ἐρυσθεὶς ὡς οἱ ὀπισθοτονικοί· καὶ αἱ γένυες ἐδέδεντο· καὶ εἴ | |
5 | τι ὑγρὸν ἐς τὸ στόμα λάβοι, καὶ τοῦτο ἐγχειροίη καταπίνειν, πάλιν ἀνέκυπτεν ἐς τὰς ῥῖνας, καὶ τὰ λοιπὰ αὐτίκα ἐκακοῦτο, καὶ δευτέρῃ | |
ἡμέρῃ ἔθανεν. | ||
5.1.48 | Νεηνίσκος ὁδὸν τρηχείην τροχάσας ἤλγεε τὴν πτέρνην, μάλιστα τὸ κάτω μέρος, ἀπόστασιν δὲ ὁ τόπος οὐκ ἐλάμβανεν οὐδεμίην ὡς στενυγρὸς ὤν· ἀλλὰ τεταρταίῳ τε ἐόντι αὐτῷ ἐμελαίνετο πᾶς ὁ τόπος ἄχρι τοῦ ἀστραγάλου καλεομένου καὶ τοῦ κοίλου τοῦ κατὰ τὸ | |
5 | στῆθος τοῦ ποδὸς, καὶ τὸ μελανθὲν οὐ περιεῤῥάγη, ἀλλὰ πρότερον ἐτελεύτα· τὰς πάσας δὲ ἐβίου ἡμέρας ἀπὸ τοῦ δρόμου εἴκοσιν. | |
5.1.49 | Ὁ δὲ ἐς τὸν ὀφθαλμὸν πληγεὶς ἐπλήγη μὲν κατὰ τοῦ βλεφάρου, ἔδυ δὲ ἡ ἀκὶς ἱκανῶς· ὁ δὲ ἀθὴρ προσυπερεῖχεν. Τμηθέντος τοῦ βλεφάρου, ἤρθη πάντα· οὐδὲν φλαῦρον· ὁ γὰρ ὀφθαλμὸς διέμεινε, καὶ ὑγιὴς ἐγένετο ξυντόμως· αἷμα δὲ ἐῤῥύη λαῦρον, ἱκανὸν τῷ πλήθει. | |
5.1.50 | Ἡ παρθένος ἡ καλὴ ἡ τοῦ Νερίου ἦν μὲν εἰκοσαέτης, ὑπὸ δὲ γυναίου φίλης παιζούσης πλατέῃ τῇ χειρὶ ἐπλήγη τὸ κατὰ τὸ βρέγμα, καὶ τότε μὲν ἐσκοτώθη, καὶ ἄπνοος ἐγένετο, καὶ ὅτε ἐς οἶκον ἦλθεν, αὐτίκα τὸ πῦρ εἶχε, καὶ ἤλγει τὴν κεφαλὴν, καὶ ἔρευθος ἀμφὶ | |
5 | τὸ πρόσωπον ἦν. Ἑβδομαίῃ δὲ ἐούσῃ, ἀμφὶ τὸ οὖς τὸ δεξιὸν πῦον ἐχώρησε δυσῶδες, ὑπέρυθρον, πλεῖον κυάθου, καὶ ἔδοξεν ἄμεινον ἔχειν, καὶ ἐκουφίσθη. Πάλιν ἐπετείνετο τῷ πυρετῷ, καὶ κατεφέρετο, καὶ ἄναυδος ἦν, καὶ τοῦ προσώπου τὸ δεξιὸν μέρος εἵλκετο, καὶ δύσπνοος ἦν, καὶ σπασμὸς, καὶ τρομώδης ἦν, καὶ γλῶσσα κατείχετο, καὶ | |
10 | ὁ ὀφθαλμὸς καταπλήξ· ἐνάτῃ ἔθανεν. | |
5.1.51 | Ὁ Κλεομένεος παῖς χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμεε τὰ σιτία καὶ φλέγμα· δύο μῆνας ἀσιτίη παρείπετο. | |
5.1.52 | Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· τούτῳ φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν, οἶνος δὲ μέλας καὶ ἀρτοσιτίη· λουτρῶν ἀπέχεσθαι, καὶ ἀνατρίβεσθαι λείως, θάλπεσθαί τε μὴ πολλῷ πυριήματι, ἀλλὰ πρηέως. | |
5.1.53 | Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα· πιούσῃ τι ἢ αὐτό‐ ματον τοῦτο ξυνέβη· πόνος· ἔμετος χολωδέων, πολλῶν, ὠχρῶν, καὶ πρασοειδέων, ὅτε πίοι· σπασμὸς εἶχε, γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· καὶ αὐτῇ ἦν ἡ γλῶσσα μεγάλη, μέλαινα· τοῖν | |
5 | ὀφθαλμοῖν δὲ τὰ λευκὰ ἐρυθρὰ ἦν· ἄγρυπνος· τῇ τετάρτῃ δὲ ἔθανεν ἐς νύκτα. | |
5.1.54 | Ὁ ὀρίγανος ὀφθαλμοῖσι κακὸν πινόμενος, καὶ ὀδοῦσιν. | |
5.1.55 | Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς εἶχε, καὶ ἤμεσεν ἐς νύκτα αἷμα πουλύ· κατὰ τὰ ἀριστερὰ πεσούσης, συχνότερον ἐῤῥύη· μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγκος· πνεῦμα πυκνὸν, ὡς τῶν θνησκόντων· φλέβες ἀμφὶ τὸ πρόσωπον τεταμέναι· | |
5 | κλίσις ὑπτίη· πόδες χλιηροί· πυρετὸς βληχρός· ἀφωνίη. Ἑβδομαίη, χωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότερον ἔσχον· περιεγένετο. | |
5.1.56 | Πυθοκλῆς τοῖς κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου. | |
5.1.57 | Χιμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς δὲ μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι. | |
5.1.58 | Ὀφθαλμοῖς, ὠσὶ πονηρὸν, ἡ φακή· ὀπώρη, τὰ γλυκέα, καὶ | |
λάχανα· τοῖσι δὲ περὶ ὀσφὺν καὶ σκέλεα καὶ ἰσχίον ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν οἰσυπηροῖσι καὶ ῥηνικοῖσιν. | ||
5.1.59 | Τῶν γναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυ‐ νοι, καὶ περὶ ἥβην καὶ ἐν τραχήλῳ, ὅμοια, μεγάλα· πυρετός· πρό‐ σθεν μὲν βηχώδεες· τρίτῃ μὲν ἢ τετάρτῃ, γαστὴρ ξυνετάκη· θέρ‐ μαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχωρήσιες αἱ κάτω χαλεπαί· | |
5 | ἔθανον. | |
5.1.60 | Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς ἔπεσεν· τρίτῃ ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ· λεπτὸς σφυγμὸς ἐν κροτά‐ φοις· ἤκουεν οὐδὲν οὐδ’ ὅλως· οὐδὲ ἐφρόνει, οὐκ ἀτρεμέως. Ἀλλὰ τῇ τετάρτῃ ἐκινέετο νοτὶς περὶ μέτωπόν τε καὶ ὑπὸ ῥῖνα καὶ ἄχρις | |
5 | ἀνθερεῶνος, καὶ ἔθανεν. | |
5.1.61 | Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ὄπισθεν τοῦ πλευ‐ ροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος ἄπονος· τρίτῃ δὲ γα‐ στρὸς ὀδύνη δεινή· οὐχ ὑπεχώρεε· κλυσθέντι δὲ, κόπρος ἐς νύκτα· οὐ | |
κόπος διαλιπών. Ἕδρη ἐς τὰς ἰξύας τετάρτῃ, καὶ ἐς ἥβην καὶ | ||
5 | κοιλίην πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· ὀφθαλμοὶ, οἷοι τῶν λειποθυμεόντων. Μετὰ τὰς πέντε δὲ ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν. | |
5.1.62 | Τῷ δὲ καθ’ ἧπαρ πληγέντι ἀκοντίῳ εὐθὺς τὸ χρῶμα κατε‐ χύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἔθανε πρὶν ἀγορὴν λυθῆναι, ἅμ’ ἡμέρῃ πληγείς. | |
5.1.63 | Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· ἐφλεβοτομήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα, οἴδημα τοῦ ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἐδόκεέ τι ξυλλέγε‐ | |
5 | σθαι αὐτῇ, καὶ ἀνέπνεεν ὡς ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφεεν, ὥσπερ αἱ ἐγγαστρίμυθοι λεγόμεναι· τοιοῦτό τι ξυνέβαινεν. Περὶ δὲ τὰς ἑπτὰ ἢ ἐννέα, ἐς νύκτα κοιλίη κατεῤ‐ ῥάγη· ὑγρὰ πουλλὰ κακὰ νομιζόμενα· ἀφωνίη· ἐτελεύτησεν. | |
5.1.64 | Ὑποκαθαίρειν τὰς κοιλίας χρὴ ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ· τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώ‐ δεες ἢ καρηβαρικοὶ ἔωσι, καὶ ὅταν αἱ θέρμαι πρηΰταται, ἢ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι· | |
5 | τότε γὰρ καὶ αὐτόματα μετεωρίζεται, ἐπὴν ἀσώδεες καὶ καρηβαρέες καὶ ἀλύοντες ἔωσιν. | |
5.1.65 | Ἐκ πτώματος τρωθέντος πήχεως, ἐπὶ σφακελισμῷ πυοῦ‐ | |
ται· πεπαινομένου δὲ ἤδη, γλίσχρος ἰχὼρ ἐκθλίβεται, ὡς καὶ Κλεογε‐ νίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένοισι | ||
5 | δὲ τοῖσι πλείστοισι φρίκη καὶ πυρετὸς ἐπεγίνετο. | |
5.1.66 | Τῷ Παρμενίσκου παιδὶ, κωφότης· ξυνήνεγκε μὴ κλύζειν διακαθαίρειν δὲ εἰρίῳ μοῦνον, καὶ ἐγχεῖν ἔλαιον ἢ νέτωπον, περι‐ πατέειν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκόν. | |
5.1.67 | Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα· καὶ γνάθοι ἐπήρθησαν· καστόριον δὲ καὶ πέπερι διακλυζομένη, ὠφελέετο. | |
5.1.68 | Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τρα‐ χήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, ἀπόσχα‐ σις βραχίονος, λίνον καταπλάσσειν πεφυρημένον ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα, ἐπιδέειν δὲ ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν καὶ | |
5 | ἀλεύρῳ τήλιος, ἢ κριθῶν, ἢ πυρῶν. | |
5.1.69 | Μελησάνδρῳ τοῦ οὔλου ἐπιλαβόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα ξυνοιδέοντος, ἀπόσχασις βραχίονος· στυπτηρίη αἰγυ‐ πτίη ἐν ἀρχῇ παραστέλλει. | |
5.1.70 | Ὑδρωπιώδεα δέον ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν θερμὸν ἐν ἐλαίῳ, πίνειν μὴ πουλὺ, λούεσθαι καὶ κεφαλὴν χλιηρῷ· οἶνος δὲ λευκὸς λεπτὸς καὶ ὕπνος ἀρήγει. | |
5.1.71 | Βίαντι τῷ πύκτῃ, φύσει πουλυβόρῳ ἐόντι, ξυνέβη ἐμπεσεῖν ἐς πάθεα χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ ἐκ χοιρείων ἐναιμο‐ | |
τέρων, καὶ μέθης εὐώδεος, καὶ πεμμάτων, καὶ μελιτωμάτων, καὶ σικύου πέπονος, καὶ γάλακτος, καὶ ἀλφίτων νέων· ἐν θέρει δὲ τὰ | ||
5 | χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί. | |
5.1.72 | Τιμοχάρει, χειμῶνος, κατάῤῥους μάλιστα ἐς τὰς ῥῖνας· ἀφρο‐ δισιάσαντι ἐξηράνθη πάντα· κόπος· θέρμη ἐπεγένετο· κεφαλὴ βαρείη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιής. | |
5.1.73 | Μετὰ κύνα, οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύ‐ χοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ, καὶ ἐπιεικέως ἄκρητοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, | |
5 | καὶ ἑπτακαιδεκαταῖοι, καὶ εἰκοσταῖοι ἐκρίνοντο. Πολυκράτει πυ‐ ρετὸς ἐπῄει, καὶ τὰ τοῦ ἱδρῶτος, οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ, ἤπια· πάλιν ἐν κρο‐ τάφοις ἱδρώτια, καὶ περὶ τράχηλον ἐς δείλην, εἶτα ἐς ὅλον· καὶ πά‐ λιν ἐπεθερμάνθη. Περὶ δὲ τὰς δώδεκα καὶ τεσσαρεσκαίδεκα ἐπέ‐ | |
10 | τεινεν ὁ πυρετός· καὶ ὑποχωρήματα βραχέα· ῥοφήμασι μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα γαστρὸς ἄλγημα κατὰ σπλῆνα καὶ κατὰ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσ‐ σον ἢ ψυχρῶν προσωφέλεον· κλύσματι δὲ μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη. | |
5.1.74 | Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ ἡ ἄγκυρα λιχανὸν δάκτυ‐ λον καὶ τὸ κάτω ὀστέον ξυνέφλασε δεξιῆς χειρός· φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός· ὑπεκαθάρθη μετρίως· θέρμαι ἤπιοι, καὶ ὀδύναι· δακτύλου τι ἀπέπεσεν. Μετὰ τὰς ἑπτὰ ἐξῄει | |
5 | ἰχὼρ ἐπιεικής. Μετὰ ταῦτα, γλώσσης, οὐ πάντα ἔφη δύνασθαι ἑρμηνεύειν· προῤῥήσιος, ὅτι ὀπισθότονος ἥξει· ξυνεφέροντο αἱ γνάθοι συνερειδόμεναι, εἶτα ἐς τράχηλον· τριταῖος δὲ ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι. Ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἔθανεν. | |
5.1.75 | Ὁ δὲ Ἁρπάλου ἐκ τῆς ἀπελευθέρης Τηλεφάνης στρέμμα κάτω μεγάλου δακτύλου ἔλαβεν· ἐφλέγμηνε, καὶ ἐπώδυνος ἦν· καὶ ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ἀναχωρέων, ὀσφὺν ἤλγησεν· ἐλούσατο· αἱ γένυες ξυνήπτοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίελον | |
5 | ἀφρῶδες μόλις διὰ τῶν ὀδόντων ἔξω διῄει· τριταῖος ἔθανεν. | |
5.1.76 | Θρίνων ὁ τοῦ Δάμωνος, περὶ κνήμης σφυρὸν ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ θανεῖν. | |
5.1.77 | Ἦρά γε ἐν πᾶσι τοῖσιν ἐμπυήμασι, καὶ τοῖσι περὶ ὀφθαλ‐ μὸν, ἐς νύκτα οἱ πόνοι; | |
5.1.78 | Αἱ βῆχες χειμῶνος, μάλιστα δ’ ἐν νοτίοισι, παχέα καὶ πουλλὰ λευκὰ χρεμπτομένοισι πυρετοὶ ἐπεγίνοντο ἐπιεικέως, καὶ πεμπταῖοι ἐπαύοντο· αἱ δὲ βῆχες, περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει. | |
5.1.79 | Εὐτυχίδης ἐκ χολερικῶν ἐπὶ τῶν σκελέων ἐς τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πουλλὴν ἤμεσεν ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, καὶ λίην ἐρυθρήν· καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης· οὐδὲν δὲ κατέχειν ἠδύνατο, οὔτε ἐκ τῶν ποτῶν, οὔτε ἐκ | |
5 | τῶν σιτίων· καὶ τοῦ οὔρου πουλλὴ σχέσις, καὶ τῆς κάτω διόδου· διὰ τοῦ ἐμέτου τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥιψε κάτω. | |
5.1.80 | Ἀνδροφανεῖ ἀφωνίη, λήρησις· λυθέντων δὲ τούτων, περιῆν ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο· ἡ δὲ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· καὶ εἰ μὴ διακλύζοιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν, καὶ πικρὴ λίην ἦν τὰ πολλά· ἔστι δ’ ὅτε καὶ πρὸς καρδίην ὀδύνη, | |
5 | ἣν φλεβοτομίη ἔλυσεν· ταύτῃ ὑδροποσίη ἢ μελίκρητον ξυνήνεγκεν. Ἐλλέβορον ἔπιε μέλανα, οὐδὲ τὸ χολῶδες διῄει, ἀλλ’ ὀλίγον. Τέλος δὲ χειμῶνος κατακλιθεὶς, ἔξω ἐγένετο, καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια, θέρμη λεπτὴ, ἄπορος, γλῶσσα ἄχροος, φωνὴ περιπλευμονικὴ, ἀπόσταξις· εἷμα ἀπεδύετο, καὶ ἐξάγειν αὐτὸν ἐκέλευεν, οὐδὲν δὲ | |
10 | ἠδύνατο σάφα εἰπεῖν· ἐς νύκτα ἐτελεύτα. | |
5.1.81 | Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὁκότε φωνῆς αὐλοῦ ἀρχομένης ἀκούσειεν αὐλεῖν ἐν ξυμπο‐ σίῳ, ὑπὸ δειμάτων ὄχλοι· μόλις ὑπομένειν ἔφη, ὅτε εἴη νύξ· ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο· τοιαῦτα παρείπετό οἱ συχνὸν χρόνον. | |
5.1.82 | Δημοκλῆς ὁ μετ’ ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωματεῖν ἐδόκεε, καὶ οὐκ ἂν παρῆλθε παρὰ κρημνὸν οὐδ’ ἐπὶ γεφύρης· οὐδὲ τοὐλάχιστον βάθος τάφρου διαπορεύεσθαι, ἀλλὰ δι’ αὐτῆς τῆς τάφρου οἷός τε ἦν· τοῦτο χρόνον τινὰ ξυνέβη αὐτῷ. | |
5.1.83 | Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ τοιοῦτόν τι ἦν· τὰ πολλὰ ὥσπερ ἀστραπὴν ἐδόκεεν ἐκλάμπειν· οὐ πολὺ δὲ ἐπισχόντι ὀδύνη ἐς τὸν κρόταφον τὸν δεξιὸν ἐνεστήκει δεινὴ, εἶτα ἐς ὅλην τὴν | |
κεφαλὴν καὶ ἐς τράχηλον, καθὸ δέδεται ἡ κεφαλὴ ὄπισθεν σπονδύλῳ· | ||
5 | καὶ ξύντασις, καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· καὶ εἰ διοίγειν ἐπειρᾶτο, ξυντεινόμενος. Ἔμετοι ὁκότε γενοίατο, ἀπέτρεπον τὰς εἰρη‐ μένας ὀδύνας, καὶ ἠπιωτέρας ἐποίεον· ἀλλὰ μὴν καὶ φλεβοτομίη ὠφέ‐ λεε, καὶ ἐλλεβοροποσίη ἀνῆγε παντοδαπὰ, οὐχ ἥκιστα δὲ πρασοειδέα. | |
5.1.84 | Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἀπαλλαγῆς βίου ἐπιθυμίη, ὁτὲ δὲ πάλιν εὐθυμίη. | |
5.1.85 | Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἔκτοσθεν ἐγένετο· βοὴ, κλαυθμοὶ πουλλοὶ, ὀλιγάκις ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς ὅτε δὲ ἔθνησκε δέκα ἡμέρας, ἄφωνος καὶ σπασμώδης ἐγένετο. | |
5.1.86 | Νεηνίσκος δέ τις πουλὺν ἄκρητον πεπωκὼς, ὕπτιος ἐκάθευδεν ἔν τινι σκηνῇ· τούτῳ ὄφις ἐς τὸ στόμα παρεισεδύετο ἀργής. Καὶ δὴ, ὅ τι ᾔσθετο, οὐ δυνάμενος φράσασθαι, ἔβρυξε τοὺς ὀδόντας, καὶ παρέτραγε τοῦ ὄφιος, καὶ ἀλγηδόνι μεγάλῃ εἴχετο, καὶ τὰς χεῖρας | |
5 | προσέφερεν ὡς ἀγχόμενος, καὶ ἐῤῥίπτει ἑωυτὸν, καὶ σπασθεὶς ἔθανεν. | |
5.1.87 | Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεόντων εἶναι καὶ τοιούτων καὶ τοσούτων, ἔθανεν ὁμοίως περὶ τὰς αὐτὰς ἡμέρας. | |
5.1.88 | Τῷ Νικολάου παιδὶ, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ ποτῶν ἔφριξεν· ἐς νύκτα πυρετοί. Τῇ ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τῇ τρίτῃ, ἀγορῆς ἔτι πλήρεος ἐούσης, ἱδρὼς ὅλου | |
τοῦ σώματος· ἔληξεν. | ||
5.1.89 | Τῇ Διοπείθεος ἀδελφεῇ, ἐν ἡμιτριταίῳ· καὶ ἡ καρδίη περὶ τὴν λῆψιν, δεινὴ, καὶ ξυμπαρείπετο ὅλῃ τῇ ἡμέρῃ. Καὶ ἡ καρδιαλγίη, καὶ τῇσιν ἄλλῃσι παραπλησίως, πλὴν ἀλλ’ ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγένετο τὰ τοιαῦτα. | |
5.1.90 | Τῇ Ἐπιχάρμου, πρὸ τοῦ τεκεῖν, δυσεντερίη ἦν· ὁ πόνος σφοδρός· ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ἰάθη. | |
5.1.91 | Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖς ἰσχίου ἄλγημά τι δεινὸν, ἐξ αἰτίης γυναικείων μὴ γινομένων· ἡ φωνὴ ἴσχετο νύκτα ὅλην μέχρι μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνεε, καὶ ἐσήμαινε τῇ χειρὶ, ὅτι περὶ τὸ ἰσχίον εἴη τὸ ἄλγημα. | |
5.1.92 | Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος ἐς βραχίονα, νάρκη, ἔμετοι συχνοὶ, ὑδροποσίη. | |
5.1.93 | Τῷ Εὐφράνορος παιδὶ, τὰ ἐξανθήματα οἷα τὰ τῶν κωνώπων δήγματα, ὀλίγον δὲ χρόνον· τῇ ὑστεραίῃ ἐπυρέτηνεν. | |
5.1.94 | Αὐχμοὶ πουλλοὶ μετὰ ζέφυρον ἐγένοντο μέχρις ἰσημερίης φθινοπωρινῆς· ὑπὸ κύνα, πνίγεα μεγάλα, πνεύματα θερμά· πυρετοὶ ἱδρώδεες· φύματα παρ’ οὖς συχνοῖς ἐγένοντο. | |
5.1.95 | Τύχων ἐν τῇ πολιορκίῃ περὶ Δάτον ἐπλήγη ὑπὸ καταπέλτου ἐς τὸ στῆθος, καὶ μετ’ ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδόκεε δέ μοι ὁ ἰητρὸς ἐξαιρέων τὸ ξύλον ἐγκαταλιπεῖν τι τοῦ δόρατος κατὰ | |
τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, πρὸς τὴν ἑσπέρην ἔκλυσέ τε καὶ | ||
5 | ἐφαρμάκευσε κάτω. Νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμ’ ἡμέρῃ δὲ ἐδόκεε καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, ταχέως ἀπολεῖται. Τῇ γοῦν ἐπιούσῃ νυκτὶ, δύσφορος, ἄγρυπνος· ἐπὶ γαστέρα τὰ πουλλὰ κλινόμε‐ νος. Τῇ τρίτῃ ἅμ’ ἡμέρῃ ἐσπᾶτο, καὶ τηνικαῦτα ἐτελεύτησεν. | |
5.1.96 | Τῷ Βίλλῳ πληγέντι ἐς τὸν νῶτον, τὸ πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρεεν· ᾑμοῤῥάγει· τῷ δὲ ἐναίμῳ κα‐ ταδεθεὶς ἰάθη· καὶ τῷ Δυσλύτᾳ ξυνέβη τωὐτό. | |
5.1.97 | Τῷ τῆς Φίλης παιδὶ, ψιλώματος ἐν τῷ μετώπῳ γενομέ‐ νου, ἐναταίῳ πυρετός· ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐεργέτου, πελιαινομένων τῶν ὀστέων, καὶ πυρεται‐ νόντων, ἀφίσταται τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον οὐ φαίνεται. | |
5.1.98 | Ἀρίστιππος ἐς τὴν κοιλίην ἐτοξεύθη ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· καὶ ἐπίμπρατο ταχέως· κάτω δὲ οὐ διεχώρεεν· ἀσώδης ἦν· χολώδεα κατακορέα· καὶ ὅτε ἀπήμεσεν, ἐδόκεε ῥηΐων εἶναι· μετ’ ὀλίγον δὲ πάλιν τὰ ἀλγήματα δεινά· καὶ ἡ | |
5 | κοιλίη ὡς ἐν εἰλεοῖσιν· θέρμαι, δίψαι· καὶ ἐν τῇσιν ἑπτὰ ἡμέ‐ ρῃσιν ἐτελεύτησεν. | |
5.1.99 | Ὁ δὲ Νεάπολις πληγεὶς ὁμοίως ταῦτ’ ἔπασχεν· κλυσθέντι δ’ ἐν δριμεῖ, κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, με‐ λανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα. | |
5.1.100 | Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντος ὀδύνης σφακελισμὸς τῆς γνάθου, καὶ οὔλων ὑπερσάρκωσις· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἱ γόμφιοι καὶ ἡ σιηγών. | |
5.1.101 | Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆ‐ θος, καὶ διὰ τῆς θηλῆς ἔῤῥεεν ἰχὼρ ὕφαιμος· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἔθανεν. | |
5.1.102 | Ἐκ κατάῤῥου κατὰ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπόνεον, καὶ κατὰ ῥῖνας ὑγροῦ χωρέοντος, ἐπυρέταινον, ἐπιεικέως ἐν τῇσι πέντε ἡμέ‐ ρῃσι περιεψύχοντο. | |
5.1.103 | Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ τὸ στῆθος ἐγέ‐ νετο καὶ πλευρόν· ἀποχρέμψιες πυώδεες· φθίσις κατέστη· ἓξ μῆνας οἱ πυρετοί· πάλιν διάῤῥοια· παῦσις πυρετοῦ· κοιλίη ἔστη, καὶ περὶ ἡμέρας ἑπτὰ ἔθανεν. | |
5.1.104 | Ἡ κυναγχικὴ χεῖρα δεξιὴν καὶ σκέλος ἤλγησεν· πυρετὸς ἐπεῖχε βληχρός· ὁ δὲ πνιγμὸς τριταίῃ ἐχάλασεν. Τετάρτῃ, σπα‐ σμώδης, ἄφωνος· ῥέγχος, ὀδόντων σύντριψις, γνάθων ἔρευθος· ἔθανε πεμπταίη ἢ ἑκταίη· σημεῖον περὶ χεῖρα ὑποπέλιον. | |
5.1.105 | Καὶ ἑτέρη ἐπὶ τοῦ ὑπερῴου ῥεγχώδης· γλῶσσα ξηρὴ, περι‐ πλευμονική· ἔμφρων ἔθανεν. | |
5.1.106 | Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων | |
νύκτα καὶ ἡμέρην, ἔθανεν. | ||
6t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΚΤΟΝ. | |
6.1t | ΤΜΗΜΑ ΠΡΩΤΟΝ. | |
1 | ||
6.1.1 | Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα ὀδύναι μάλιστα, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων· ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ. | |
6.1.2 | Οἱ φοξοὶ, οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τἄλλα καὶ ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες, καὶ ὠτόῤῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι, καὶ ὀδόντες παρηλλαγμένοι. | |
6.1.3 | Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι μέση | |
ἵζει ἡ ῥίς· οἷσι δὲ, ἔνθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται. | ||
6.1.4 | Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας. | |
6.1.5 | Καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σίτου, ἐμέουσί γε φλέγμα, ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα· καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ, ὅταν σίτου κενωθῶσιν· ψαμμία τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσιν· νάρκη μηροῦ τοῦ κατ’ ἴξιν. | |
5 | Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια· μὴ ἐμπίπλασθαι· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι. | |
6.1.6 | Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπουλὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει. | |
6.1.7 | Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, | |
θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά. | ||
6.1.8 | Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, οὐ πάνυ τι πρηΰνεται, ἀλλ’ ἐγγὺς τῆς ἀκμῆς. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων, ἢν ἐκ χρη‐ στῶν ἴωσι, καὶ κοιλίη ἢν μὴ ὑποδιέλθῃ, καὶ ὕπνοι ἢν ἔωσιν· ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ· ἴσως δὲ καὶ τὰ ἐκ κόπων. Ἀποστά‐ | |
5 | σιες οὐ μάλα, οἷσι ῥίγεα. | |
6.1.9 | Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νούσου ὁδοιπορή‐ σαντι, ἢ ἐκ νούσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων ἐς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες. | |
6.1.10 | Φύματα ἔξω ἐξοιδέοντα, καὶ τὰ ἀποξέα καὶ κορυφώδεα, καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα, καὶ μὴ περίσκληρα, καὶ κατάῤ‐ ῥοπα, καὶ μὴ δίκραια, ἀμείνω· τὰ δὲ ἐναντία κακὰ, καὶ ὅσα | |
πλείστῳ ἐναντία, κάκιστα. | ||
6.1.11 | Τὸ θηριῶδες φθινοπώρου, καὶ αἱ καρδιαλγίαι, καὶ τὸ φρικῶδες, καὶ μελαγχολικόν. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι, καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ ἐς δείλην παροξύνεσθαι, καὶ ὁ ἐνιαυτός· ἐς δείλην, καὶ αἱ ἀσκαρίδες. | |
6.1.12 | Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ σημαίνει μετὰ κρίσιν, διμηνιαίῳ τὸ ξύμπαν, εἰκοσταίῳ, καὶ οἰδήματα ἐς ἄρθρα· καὶ ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ, τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν | |
5 | μὴ ἐκπυήσῃ· τὰ δὲ ἐν ὤμοισιν ἐκπυεῦντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει· λύσειε δ’ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν· καὶ αἷμα λύσειεν ἂν ῥαγὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται. | |
6.1.13 | Δάκρυον ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόντων μὲν χρηστόν· ἀκόντων δὲ παραῤῥέον, κακόν· καὶ οἷσι περιτείνεται | |
βλέφαρα, κακόν· κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον, οἷον ἄχνη, καὶ τὸ ἀμαυρὸν, καὶ αὐχμηρὸν, κακόν· καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν, καὶ οἱ | ||
5 | πεπηγότες, καὶ οἱ μόλις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι, καὶ τἄλλα ὅσα παρεῖται. | |
6.1.14 | Πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρηέες· οἱ δ’ οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ’ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν | |
5 | χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ τἄλλα τοιουτότροπα. | |
6.1.15 | Αἱ ξυντάσιες τοῦ σώματος, καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων, | |
κακόν· καὶ αὐτὸς διαλελυμένος, κακόν· καὶ αἱ κατακλάσιες τῶν ἄρθρων, κακαί. Ὄμματος θράσος, παρακρουστικόν· καὶ ἔῤῥιψις καὶ κατάκλασις, κακόν. | ||
6.2t | ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ. | |
1 | ||
6.2.1 | Εὐρῦναι, στενυγρῶσαι, τὰ μὲν, ναὶ, τὰ δὲ μή. Χυμοὺς, τοὺς μὲν, ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μὲν, τῇ δὲ μή. Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας, καὶ τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ | |
5 | μὲν, τὰ δὲ μή. Ἐπεγεῖραι, ναρκῶσαι· καὶ τἄλλα ὅσα τοιαῦτα. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιτείναντα ὑπεῖξαι. Ἄλλον χυμὸν, μὴ τὸν ἰόντα, ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ἐργάσα‐ | |
σθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει, τὰ ἀνόμοια, ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν, καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς | ||
10 | κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῆ ἀφαιρέεται. | |
6.2.2 | Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστή‐ ματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα, κακοήθεες δὲ οὗτοι. | |
6.2.3 | Πνεύματα, σμικρὰ, πυκνά· μεγάλα, ἀραιά· σμικρὰ, ἀραιά· πυκνὰ, μεγάλα· ἔξω μεγάλα, εἴσω σμικρά· εἴσω μεγάλα, ἔξω σμικρά· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι, θερμὸν, ψυχρόν. | |
6.2.4 | Ἰητήριον ξυνεχέων χασμέων, μακρόπνους, ἐν τοῖσιν ἀπό‐ τοισι καὶ μόγις, βραχύπνους. | |
6.2.5 | Κατ’ ἴξιν καὶ πλευρέων ὀδύνη, καὶ ξυντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ ὦτα κατ’ ἴξιν, τούτων τὰ πλεῖστα ταῦτα καὶ ἐν ὀφθαλμοῖσιν· πότερον ἦρα πάντα, ἢ τὰ μὲν κάτωθεν ἄνω, κατ’ ἴξιν, οἷα τὰ παρὰ γνάθους ἢ παρ’ ὀφθαλμὸν καὶ οὖς, | |
5 | τὰ δὲ ἄνωθεν κάτω, οὐ κατ’ ἴξιν; καίτοι καὶ τὰ συναγχικὰ ἐρυθή‐ ματα καὶ πλευρέων ἀλγήματα κατ’ ἴξιν· ἢ καὶ τὰ κάτω ἥπατος ἄνω‐ θεν διαδιδόντα, οἷον τὰ ἐς ὄρχιας καὶ κιρσούς; σκεπτέα ταῦτα, ὅπη καὶ ὅθεν καὶ διὰ τί. | |
6.2.6 | Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται, ἢ βὴξ ξηρὴ, μὴ θηριώδης, ἐς ἄρθρα στήριξιν προσδέχεσθαι δεῖ, κατ’ ἴξιν τῶν ἐντασίων τῶν κατὰ κοιλίην ὡς ἐπιτοπουλύ· ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα, καὶ τῇ | |
5 | φύσει τοῦ λευκοχροωτέρου τρόπου, καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες, ἢ σμικρὰ αἱμοῤῥαγέουσιν· καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον· δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον· πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοίδε, | |
ὑποστροφώδεες δέ. | ||
6.2.7 | Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα. Τὸ γοῦν πρῶτον σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γένηται, ἢ δεξιοῦ ὑποχονδρίου ἔντασις, ἢν μὴ ἐξοδεύῃ οὖρα· αὐτὴ γὰρ ἡ ἐγκατάληψις ἀμφοτέρων, καὶ αἱ ὑποστροφαὶ | |
5 | τουτέων εἰκότως. Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν μὴ γινομένας, τὰς δὲ ἐκκλίνειν γινομένας, τὰς δὲ ἀποδέχεσθαι, ἢν ἴωσιν, οἷαι δεῖ, καὶ ᾗ δεῖ, ὁκόσαι δὲ μὴ σφόδρα, ξυνδρᾷν, τὰς δὲ ἀποτρέπειν, ἢν πάντη ἀξύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἀρχομένας ἄρτι. | |
6.2.8 | Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι. | |
6.2.9 | Οἱ διαλείποντες μίην, τῇ ἑτέρῃ ἐπιῤῥιγέουσιν ἅμα κρίσει, ἐκ τῶν πέντε εἰς τὰς ἑπτά. | |
6.2.10 | Ὅσοι τριταιοφυέες, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ· ἡ δὲ ἐπιοῦσα, εὐφορωτέρη ὡς ἐπιτοπουλύ. | |
6.2.11 | Βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσαι, ἀπὸ πυρετοῦ πυρικαέος, οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χασμῶσι, τότε βήσσουσιν· ὅταν δὲ μὴ, οὔ· τοῦτο ἐν τοῖσι κοπιώδεσι μάλιστα | |
5 | πυρετοῖσι γίνεται. | |
6.2.12 | Μηδὲν εἰκῆ, μηδὲν ὑπερορῇν. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν, καὶ διαναπαύειν. | |
6.2.13 | Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ, ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφέλησεν. | |
6.2.14 | Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων, ἐς οἷα, καὶ ἄλλαι καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτ’ ἐξ ἥπατος σπληνὶ, καὶ τἀναντία, καὶ ὅσα τοιαῦτα. Ἀντισπᾷν, ἢν μὴ, ᾗ δεῖ, ῥέπῃ· ἢν δὲ ὅπη δεῖ, τουτέοισι δὲ στομοῦν, οἵως ἕκαστα | |
5 | ῥέπει. | |
6.2.15 | Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχε χειμῶνος· ὅτε πρὸς πῦρ ἀλείψαιτο, ἢ θερμῷ λούσαιτο, ἀνίστατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν. | |
6.2.16 | Ὅσα πεπαίνεσθαι δεῖ, κατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ | |
ξηραίνειν καὶ ἀνεῷχθαι. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα, καὶ ὅπη ἔρευξις λυσιτελέει, καὶ ἄλλα τοιαῦτα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας, καὶ | ||
5 | τὰς ἄλλας, ὧν δεῖ, καὶ ὡς δεῖ, καὶ οἷα, καὶ ὅπη, καὶ ὅτε, καὶ ὅσον δεῖ, οἷον ἱδρῶτας καὶ τἄλλα δὴ πάντα. | |
6.2.17 | Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι, πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία εὐσημείη κακόν. | |
6.2.18 | Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ Ἡρωΐου, ἰκτερώδεος ἐπιγενομένου .... | |
6.2.19 | Ὁ παρὰ Τημένεω ἀδελφιδῇ, οὗτος μελάγχρως, ἐν Περίνθῳ· | |
τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα· ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς, οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόν‐ | ||
5 | δριον· κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνοος ἐὼν, ἐπὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο· ἡ κοιλίη αὐτῷ ἐξετίναξεν. | |
6.2.20 | Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοιώδεσι τὸ τοιοῦτον καὶ τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φλαῦρον, εἴτε χρηστόν. Οἷσιν ὁ σπλήν ἐστι κατάῤῥοπος, πόδες καὶ γούνατα καὶ χεῖρες, θερμά· ῥὶς καὶ ὦτα, ἀεὶ ψυχρά· ἦρα διὰ τοῦτο λεπτὸν τὸ αἷμα· | |
5 | ἦρα καὶ φύσει τοιοῦτον οὗτοι ἔχουσιν; | |
6.2.21 | Ἐν τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν | |
ἐκπυέειν, αἱ κοιλίαι ἐκταράσσονται. | ||
6.2.22 | Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατὺς, πα‐ χὺς, μακρὸς, λεπτός. | |
6.2.23 | Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν .... | |
6.2.24 | Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη, καὶ ἐς τὴν νοῦσον ἐρώ‐ τησις· ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι· τὰ πρὸς τὸν νο‐ σέοντα, τὰ πρὸς τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν. | |
6.2.25 | Ὅτι ἐν θερμοτέρῳ, στερεωτέρῳ, ἐν τοῖσι δεξιοῖσι, καὶ μέλανες διὰ τοῦτο, καὶ ἔξω αἱ φλέβες μᾶλλον. Ξυνε‐ κρίθη, ξυνέστη, ὀξύτερον, κινηθὲν, ἐμωλύνθη, καὶ βραδύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον. Ὅτι ἐστερεώθη καὶ χολωδέστε‐ | |
5 | ρόν τε καὶ ἐναιμότερον, ᾗ τοῦτο θερμότερόν ἐστι τὸ χωρίον τῶν | |
ζώων. | ||
6.3t | ΤΜΗΜΑ ΤΡΙΤΟΝ. | |
1 | ||
6.3.1 | Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρματος ξύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ἄλλων ξύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσίη, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης, ἡ τῶν ὀργάνων κατάτριψις. Ἡ καθαίρεσις, δρόμοισιν, | |
5 | ἡσυχίῃσιν, πάλῃσι, πολλοῖσι περιπάτοισι τάχεσιν, οἷσιν ἑφθὴ μάζα τὸ πλεῖστον, ἄρτος ὀλίγος. Καθαιρέσιος σημεῖον τὴν αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν· ἐξαπίνης γὰρ εἰρύεται· ὑφεῖναι τῶν πό‐ νων, ᾗ εἰρύεται· ὁμοίως γὰρ ὅλον ξυμπίπτει· ὅταν δὲ δὴ ξυμπέ‐ σωσι, προσάγειν ὕεια ὀπτά· ὅταν δὲ πληρῶνται, σημεῖον, αὖθις | |
10 | τὸ σῶμα ἀνθηρὸν γίνεται. Ἐν γυμνασίοισι σημεῖον, ὁ ἱδρὼς ὁ ῥέων στάγδην ὃς ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ ξύμπτωσις ἐξ ἐπάρσιος. | |
6.3.2 | Ἡ γυνὴ, ἣν πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, σπλήν οἱ φύσει μέγας· πυρετὸς καυσώδης· ἐξέρυθρος· πνεῦμα· δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω· ἀτάρ τι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ. | |
6.3.3 | Ἧσσον τοῖσιν ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί. | |
6.3.4 | Πᾶν τὸ ἐκπυέον, ἀνυπόστροφον· οὗτος γὰρ πεπασμὸς, καὶ κρίσις ἅμα καὶ ἀπόστασίς ἐστιν. | |
6.3.5 | Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ, ὡς Δαμνα‐ γόρᾳ· οἷσι δ’ ἐν τούτῳ ψόφος, Ἀρκεσιλάῳ δὲ καὶ ᾤδεεν. Τὸ φυσῶ‐ δες ξυναίτιον τοῖσι πιτυρώδεσι, καὶ γάρ εἰσι φυσώδεες. | |
6.3.6 | Τὸ ψυχρὸν πάνυ, φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, οἷον χιὼν, κρύσταλλος, συστρεπτικὸν δὲ, οἷον τὰ φηρεῖα, καὶ αἱ γογγρῶναι· συναίτιον καὶ αἱ σκληρότητες. | |
6.3.7 | Τὸ μετ’ οὔρησιν σύναγμα, παιδίοισι μᾶλλον· ἦρ’ ὅτι θερ‐ μότερα; | |
6.3.8 | Τὰ σχήματα τὰ ῥηΐζοντα μᾶλλον, οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπεροδυνέων, κατακείμενος, λαβόμενος πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο, καὶ ἐῤῥήϊσεν. | |
6.3.9 | Ὃν ἐξ ὀρειτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτεῦντα σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα· οὖρα καὶ γονὴ οὐκ ἴσχετο. | |
6.3.10 | Ὅσαι πτερυγώδεες φύσιες πλευρέων δι’ ἀδυναμίην τῆς ἀφορμῆς, ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοήθεσιν, εἰ ἔκκρισις εἴη, καὶ μὴ εἴη, κακόν. | |
6.3.11 | Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπ’ ὀσφύος καὶ διὰ νώ‐ | |
του, καὶ τότε ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπρο‐ σθεν· φρίσσομεν γὰρ τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδοθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ· | ||
5 | ἀφ’ ὧν δὲ ἄλλων ῥιγέουσιν ἴσως ἑλκέων, ἄρχεται ἀπὸ τῶν ἀγγείων. | |
6.3.12 | Κεφάλαιον ἐκ τῆς γενέσιος καὶ ἀφορμῆς καὶ πλείστων λό‐ γων καὶ κατὰ σμικρὰ γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ ὅμοιαι ἀλλήλῃσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία· | |
5 | οὕτως ἂν ἡ ὁδός· οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη, καὶ τῶν μὴ, ἔλεγχος. | |
6.3.13 | Αἱμοῤῥαγίαι ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν, ἢ τοῖ‐ σιν ἐρυθροχλώροισιν, ἢ τοῖσιν ὑποχλώροισιν· βραχέα ὑφέντα, πα‐ χῦναι ξηρῶς· τοῖσι δὲ ἑτέροισι, παχυσμὸν ἧσσον· ξηρῷ δὲ ἀπὸ ῥι‐ | |
νῶν λευκὰ τῇ ἢ τῇ, οἷον κηκίς. | ||
6.3.14 | Ἐπὴν ἀφροδισιάζειν ἄρξωνται ἢ τραγίζειν αἱμοῤῥαγέου‐ σιν. Ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσί‐ λαος· οἱ δὲ μέλλοντες, φρικώδεες, ῥικνώδεες· οἱ δ’ ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας. | |
6.3.15 | Αἱ μεταβολαὶ φυλακτέαι· ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον. | |
6.3.16 | Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται· ἀνά‐ θρεψις τἀναντία· χρωτὸς ῥίκνωσις ξυμπίπτοντος, ἔκτασις ἀνατρεφο‐ μένου· τὸ ῥικνῶδες, τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον· οὕτω τὸ κατεσπάσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι | |
5 | καὶ περιτετάσθαι· καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκω‐ θέντος τοῦτο γενέσθαι. | |
6.3.17 | Κλεῖς περιφανέες, φλέβες διαφανέες. | |
6.3.18 | Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι πολλῇσι, πυρίῃσι, κακὸν, τὸ πυρετῶδες πολέμιον πάλῃσι, περιό‐ δοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνῳ αὐτοῖσιν, ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί. | |
6.3.19 | Ὅτε ἐχρῆν, ἄδιψον, συνέχειν στόμα, σιγᾷν, ἄνεμον ξὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν. | |
6.3.20 | Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ, σημεῖον, οἱ ὀδόντες, καὶ ἐφ’ οἷσι βουβῶνες. | |
6.3.21 | Τὰ γινόμενα ἕλκεα, καὶ φύματα, κρίνοντα πυρετούς· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται | |
καὶ τάχισται ὑποστροφαί. | ||
6.3.22 | Τὰ στρογγυλλόμενα πτύαλα παρακρουστικὰ, οἷα ἐν Πληνῷ. | |
6.3.23 | Οἱ αἱμοῤῥοΐδας ἔχοντες, οὔτε πλευρίτιδι, οὔτε περιπλευμο‐ νίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν· ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτω· καὶ ὅσαι ἄλ‐ | |
5 | λαι ἀποστάσιες, οἷον σύριγγες, ἢ ἕτεραι· σκέψις, ἐφ’ οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα κωλύει. Ἄλλου τόπου τόποι δεξά‐ μενοι, ἢ πόνῳ, ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι. | |
6.3.24 | Διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυ‐ μοῦ τὴν ξυγγένειαν τοιαῦτ’ ἀποπτύουσιν. Ἔστιν οἷσιν αἷμα ἀφίε‐ σθαι ἐν καιρῷ ἐπὶ τούτοισιν· ἐπ’ ἄλλοισι δὲ, ὥσπερ ἐπὶ τούτοισι, τοῦτο οὐκ εἰκὸς, κώλυσις· ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, | |
5 | πλευρῖτις, χολή. | |
6.4t | ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ. | |
1 | ||
6.4.1 | Τὰ παρ’ οὖς, οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσει, του‐ τέου λαπασσομένου, ὑποστροφὴ γίνεται· κατὰ λόγον τῶν ὑποστρο‐ φέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς | |
5 | ἐς ἄρθρα ἀφίστασθαι. | |
6.4.2 | Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κο‐ πιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστά‐ σιος, ἢν δὲ πρὸς τούτῳ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ. | |
6.4.3 | ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν δὲ ἡσυχώ‐ τερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος. | |
6.4.4 | Ἡ Ἀγάσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα ἐπιπολαίως, ἦρεν | |
ἄχθος μέγα· αὐτίκα μὲν ψοφῆσαί τι ἐδόκεε κατὰ τὸ στῆθος· τῇ δ’ ὑστεραίῃ, ἆσθμά τε εἶχε καὶ ἤλγει ἰσχίον τὸ δεξιόν· ὁκότε τοῦτο | ||
5 | πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ, ἐπαύσατο· ἔπτυσεν ἀφρώδεα, ἀρχομένη δὲ ἀνθηρὰ, κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ· οἱ πόνοι μάλιστα μὲν, ὁκότε πονοίη τῇ χειρὶ ταύτῃ· εἴργεσθαι σκορόδου, χοιρίου, ὄϊος, βοὸς, ἐν δὲ τοῖσι πνευμένοισι, βοῆς, ὀξυθυμίης. | |
6.4.5 | ᾯ ἐν τῇ κεφαλῇ ἐνέμετο, ᾧ πρῶτον ἡ στυπτηρίη ἡ κεκαυ‐ μένη ἐνήρμοσεν, εἶχεν ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι· ἀπέστη ἑξηκοσταῖον· ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ τρῶμα ἦν. | |
6.4.6 | Τὰ κῶλα ἔχει οἷα κυνὸς, μείζω δέ· ἤρτηται ἐκ τῶν μεσο‐ κώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. | |
6.4.7 | Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρίως δρῇν ἢ ποτὰ ἢ βρωτὰ ἢ ἃ ἂν ὁρᾷ, μαλακῶς ὅσα ψαύει· ἄλλαι· ἃ μὴ μεγάλα βλάπτει, ἢ εὐανάληπτα, οἷον ψυχρὸν, ὅκου τοῦτο δεῖ· εἴσοδοι, λό‐ γοι, σχῆμα, ἐσθὴς, τῷ νοσέοντι, κουρὴ, ὄνυχες, ὀδμαί. | |
6.4.8 | Ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχηται τὸν ἠέρα· τὸ δὲ μὴ ἔμ‐ | |
πλεον εἶναι καὶ ἐπίθημα ἔχειν. | ||
6.4.9 | Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται. | |
6.4.10 | Ἢν οἷα δεῖ καθαίρωνται, καὶ εὐφόρως φέρουσιν. | |
6.4.11 | Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκε‐ λέων ἀκρατέες ἐγένοντο καὶ διετέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες γο‐ νυαλγέες. | |
6.4.12 | Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρό‐ τερος, καθεύδων τἀναντία. | |
6.4.13 | Ἐνθέρμῳ φύσει, ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν. | |
6.4.14 | Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ. | |
6.4.15 | Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός. | |
6.4.16 | Αἱ ἀσθενέες δίαιται, ψυχραί· αἱ δὲ ἰσχυραὶ, θερμαί. | |
6.4.17 | Ὑδάτων ἀτεχνέων, τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν, βρον‐ | |
ταῖον, ὡραῖον, τὸ δὲ λαιλαπῶδες, κακόν. | ||
6.4.18 | Ὕδωρ βορὸν, καὶ ἀγρυπνίη βορόν. Ἐνθέρμῳ φύσει καὶ θερμῇ ὥρῃ, κοίτη ἐν ψύχει παχύνει, ἐν θερμῷ λεπτύνει. Ἄσκη‐ σις ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Ἐν τῷ ἐγρηγο‐ ρέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος, τῆς δὲ ἐξ ὕπνου διέγερσις. | |
6.4.19 | Ἐν οἷσι πλεῖστον τὸ θερμὸν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυ‐ χρὸς ἀὴρ πλεῖστος· δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνε‐ ται. Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί· οὗτοι ἐπίφλεβοι, καὶ ὀξυθυμότεροι. | |
6.4.20 | Αὐχμοῦ ἐπὶ γῆς, οἰωνῶν γένος εὐθηνεῖ. | |
6.4.21 | Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, δεξιὸς, ἄρσεν, εὐώνυ‐ μος, θῆλυ. | |
6.4.22 | Ὀφθαλμοὶ, οὕτω καὶ γυῖον· καὶ χροιὴ ἐπὶ τὸ κά‐ κιον ἢ ἄμεινον ἐπιδιδοῖ· δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφὴ, | |
οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν· τὰ ζωτικὰ | ||
5 | ἐναντία. | |
6.4.23 | Πόνοι σιτίων ἡγείσθωσαν. | |
1 | ||
6.5t | ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ. | |
1 | ||
6.5.1 | Νούσων φύσιες ἰητροί. Ἀνευρίσκει ἡ φύσις αὐτὴ ἑωυτῇ τὰς ἐφόδους, οὐκ ἐκ διανοίης, οἷον τὸ σκαρδαμύσσειν, καὶ ἡ γλῶσσα ὑπουργέει, καὶ ὅσα ἄλλα τοιαῦτα· ἀπαίδευτος ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει. Δάκρυα, ῥινῶν ὑγρότης, | |
5 | πταρμοὶ, ὠτὸς ῥύπος, στόματος σίαλον, ἀναγωγὴ, πνεύματος εἴσο‐ δος, ἔξοδος, χάσμη, βὴξ, λὺγξ, οὐ τοῦ αὐτέου παντάπασι τρό‐ που. Οὔρου ἄφοδος καὶ φύσης καὶ ταύτης τῆς ἑτέρης, τρο‐ φῆς καὶ πνοιῆς, καὶ τοῖσι θήλεσιν, ἃ τούτοισι, καὶ κατὰ τὸ ἄλλο σῶμα, ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ, καὶ ὅσα τοιαῦτα. | |
6.5.2 | Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται μέχρι θανάτου· ἢν δὲ ἐκπυρωθῇ | |
ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται. | ||
6.5.3 | Νοῦσοι ξύντροφοι ἐν γήραϊ καὶ διὰ πεπασμὸν λείπουσι, καὶ διὰ λύσιν, καὶ δι’ ἀραίωσιν. | |
6.5.4 | Ἴησις ἀντίνοον, μὴ ὁμονοεῖν τῷ πάθει· τὸ ψυχρὸν καὶ ἐπι‐ κουρέει καὶ κτείνει. | |
6.5.5 | Ὁκόσα δὲ ἐκ θυμοῦ, ταῦτα· ὀξυθυμίη ἀνασπᾷ καρδίην καὶ πλεύμονα ἐς ἑωυτὰ, καὶ ἐς κεφαλὴν τὰ θερμὰ καὶ τὸ ὑγρόν· ἡ δ’ εὐ‐ θυμίη ἀφίει καρδίην. Πόνος, τοῖσιν ἄρθροισι καὶ σαρκὶ σῖτος, ὕπνος σπλάγχνοισιν. Ψυχῆς περίπατος, φροντὶς ἀνθρώ‐ | |
5 | ποισιν. | |
6.5.6 | Ἐν τοῖσι τρώμασι τὸ αἷμα ξυντρέχει, βοηθητέον ὡς τὸ κε‐ | |
νὸν πληρωθῆναι. | ||
6.5.7 | Ἢν οὖς ἀλγέῃ, εἰρίον περὶ τὸν δάκτυλον ἐλίξας, ἐγχέειν ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἰρίον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν· ἀπάτη. | |
6.5.8 | Γλῶσσα οὖρον σημαίνει· χλωραὶ γλῶσσαι, χολώδεες, τὸ δὲ χολῶδες, ἀπὸ πίονος· ἐρυθραὶ δὲ, ἀφ’ αἵματος· μέλαιναι δὲ, ἀπὸ μελαίνης χολῆς· αὖαι δὲ, ἀπὸ ἐκκαύσιος λιγνυώδεος καὶ μητρῴου μορίου· λευκαὶ δὲ, ἀπὸ φλέγματος. | |
6.5.9 | Οὖρον ὁμόχροον βρώματι καὶ πόματι, καὶ τῶν ἔσωθεν ὅπου τοῦ ὑγροῦ ξύντηξις. | |
6.5.10 | Γλῶσσα ὁμόχροος τῇσι προστάσεσι, διὸ ταύτῃ γινώσκομεν τοὺς χυμούς. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος ση‐ μεῖον. | |
6.5.11 | Ἢν τῶν μαζῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος. | |
6.5.12 | Ἀνθρώποισιν ὁ ἐν τοῖσιν ὠσὶ ῥύπος, ὁ μὲν γλυκὺς, θανάσι‐ μος, ὁ δὲ πικρὸς, οὔ. | |
6.5.13 | Γῆν μεταμείβειν ξύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσή‐ μασιν. | |
6.5.14 | Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει. | |
6.5.15 | Κεδμάτων, τὰς ἐν τοῖσιν ὠσὶ φλέβας σχάζειν. Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον. Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ ἢ βρωτὰ, ταρακτικά. Μελαίνης χολῆς, ὡς ὅμοιον, αἱμοῤ‐ ῥοΐδι. Τὰς ἐπαυξέας νούσους, μίξις. Ψύξις τὰ κατὰ κοιλίην | |
5 | σκληρύνει· μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν θέλῃς, λούειν ἢ φαγεῖν. Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει. Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ ἀπὸ τῆς κάτω μᾶλλον. Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, | |
ὑπέρινον ἰσχναίνει καὶ ὕπνος πουλύς. Ψυχρότατον βρῶμα, | ||
10 | φακοὶ, κέγχροι, κολοκύνται. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. Γυνὴ, αἲξ, ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι, καὶ παιδίοισι κάθαρσις. Ἐνθέρμῳ βρωθὲν, ἔσωθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ὥρῃ θερινῇ· τῷ δὲ ἐναντίῳ ὡς ἐναντίως. Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως. | |
14 | ||
6.6t | ΤΜΗΜΑ ΕΚΤΟΝ. | |
1 | ||
6.6.1 | Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν· δῆλον ἡ αἴσθησις, ὡς ἔκπνοον καὶ εἴσπνοον ὅλον τὸ σῶμα. Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες, καὶ εὐθὺς ἀποκρίνει. Καὶ οἷσι τὸ μὲν πῖον, χολὴν ξανθὴν, τὸ δ’ αἷμα, μέλαιναν. | |
6.6.2 | Γνώμης, μνήμης, ὀδμῆς, τῶν ἄλλων, καὶ πείνης, ὀργάνων ἄσκησις, πόνοι, σιτία, ποτὰ, ὕπνος, ἀφροδίσια, μέτρια. Ὁ ἐμψυ‐ χρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται. | |
6.6.3 | Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματος δὲ κοι‐ λίην διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμοὶ, φυτῶν χυ‐ μοὶ, ἐφ’ ὧν τὴν δύναμιν ἔχουσι, καὶ κυκεών· κακούργων, γάλα, σκόροδον, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες. | |
6.6.4 | Ἄνθρωπος, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη καὶ βάρος, ἀνέπτυεν· ἔβησσε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς, ὑποδάκνων πρὸς χεῖρα· δευ‐ τεραίῳ δὲ καρηβαρίη· γλῶσσα ἐπεκαύθη· ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρὸς, ὠδυνᾶτο. | |
6.6.5 | Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι, ὑπὸ τῆς μεγάλης νούσου οὐχ ἁλίσκονται· ἢν δ’ ἁλίσκωνται πρότερον, ἐπιγένηται δὲ τεταρταῖος, | |
παύονται. Ἀνθ’ οἵων αἱ νοῦσοι. Ἡ χολὴ, οἷον εἶπον περὶ τῶν ὀρνίθων, ὅτι χολώδεες. Ἡ θερμότης δριμύτητος σημεῖον. Οἱ ὄχλοι, | ||
5 | αἱ δίοδοι· ὅτι τοῖσι παρακρούουσι λήγουσιν ὀδύναι πλευρέων· ἔστι δ’ οἷσι πυρετοί· ἐστὶ δ’ οἷσιν, οὔ, ἀλλὰ ξὺν ἱδρῶσιν· ἔστι δ’ οἷσι σὺν ὄχλῳ· ἔστι δ’ οἷσι καρφαλέον καὶ περιτεταμένον τὸ δέρμα καὶ ἁλμυρῶδες. Αἱ ναρκώσιες οἷαι· ἐξ οἵων, καὶ οἷαι ᾧ τὸ ἰσχίον. Δι’ οὐάτων, ἐξ οὐάτων τὰ πολλὰ θνήσκει τριταῖα. Οἷσι | |
10 | μὲν δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος, οἷσι δὲ χαλαρὰ, ξὺν ἱδρῶτι θνήσκουσιν. Ἐν τοῖσι παλιμβόλοισιν αἱ μεταβολαὶ ὠφελέουσι, τούτοισι μεταβάλλειν, πρὶν κακοῦσθαι, ἐς τὰ πρέποντα, οἷον Χαιρίωνι. Τὰ ἐρεθιζόμενα, ἐξ οἵων τὰ κερχνώδεα. | |
6.6.6 | Ὅριον, οἷσι μὲν ὑγιὲς καταλείπεται, κάτω ὑφιεμένης τῆς προφάσιος, ἢ καθαίρων, ἢ ἀποδέων, ἢ ἐκβάλλων, ἢ ἀποτάμνων, ἢ ἀποκαίων ἔσο· οἷσι δὲ μὴ, οὔ. | |
6.6.7 | Οἷσιν αἷμα ῥεῖ πουλὺ καὶ πολλάκις ἐκ ῥινέων, οἷσι μὲν ἄχροιαι, ἄκρητος τουτέοισιν, ὀλίγα ἀρήγει· οἷσι δὲ ἐξέρυθροι χρῶτες, οὐχ ὁμοίως· καὶ οἷσι κεφαλαὶ εὔφοροι, ἄκρητος ἀρήγει, οἷσι δὲ μὴ, οὔ. | |
6.6.8 | Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη καὶ πλείων, ὑγιαίνουσιν οὗτοι νοσηλότερον· τοῖσι πλείστοισι δὲ, οἷσιν ὑπὸ νούσου, τἀναντία. | |
6.6.9 | Τὰ στρογγυλούμενα πτύαλα, παρακρουστικὰ, οἷον τῷ ἐν Πλινθίῳ, τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ, καὶ ἐλύθη πεμ‐ πταίῳ. | |
6.6.10 | Οὖρον πολλὴν ὑπόστασιν ἔχον ῥύεται τὰς παρακρούσιας, οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν. | |
6.6.11 | Οὐ πρόσω ἐνιαυτοῦ τεταρταῖος. | |
6.6.12 | Ὦτα, τοῦ θέρεος, ῥήξιες πεμπταίοισιν, ἔστι δ’ ὅτε καὶ μα‐ κρότερα· τὰ παρὰ τὰ οὖλα καὶ γλῶσσαν ἀποπυεῖ ἑβδομαίοισι, μά‐ λιστα δὲ καὶ αἱ κατὰ ῥῖνας ἐμπυήσιες. | |
6.6.13 | Οἷσιν ἐπὶ ὀδόντων ὀδύνης ἀπὸ ὀφρύος λεπτὰ ἔρχεται, τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύτερα τῇ ὑστεραίῃ | |
ἔρχεται, ἢν καὶ τὰ ἄλλα μὴ κρατήσῃ· Ἡγησίππῳ γὰρ τὸ ὑπνικὸν ἐντεθὲν οὐκ ἐκράτησε, μᾶλλον δέ τι καὶ προσεσκαλεύθη βιαιότερον. | ||
6.6.14 | Τὴν ἀπὸ κεφαλῆς ὀστέων φύσιν, ἔπειτα νεύρων, καὶ φλε‐ βῶν, καὶ σαρκῶν, καὶ τῶν ἄλλων χυμῶν, καὶ τῶν ἄνω καὶ τῶν κάτω κοιλιῶν, καὶ γνώμης, καὶ τρόπων, καὶ τῶν κατ’ ἐνιαυτὸν γινομέ‐ νων, ὥρῃ τινὶ τὸ ἐπὶ πρωϊαίτερον τοῦ ἔτεος, οἷον ἐξανθήματα καὶ τὰ | |
5 | τοιαῦτα, ὅμοιον τοῖσι καθ’ ἡμέρην πρωϊαίτερον λαμβανομένοισιν, ἢ ὀψιαίτερον. Ὡσαύτως τὸ ἐπίχολον καὶ ἔναιμον σῶμα μελαγ‐ χολικὸν, μὴ ἔχον ἐξαρύσιας. | |
6.6.15 | Λυκίῃ τὰ ὕστατα σπλὴν μέγας, ὀδυνώδης, ἐν τῇ τετάρτῃ ἢ τῇ πέμπτῃ. | |
2 | ||
6.7t | ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ. | |
1 | ||
6.7.1 | Βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινὰς ἢ πέμπτῃ καὶ δεκάτῃ, ἢ εἰκοστῇ ἡμέρῃ ἐκ μεταβολῆς πυκνῆς νοτίων καὶ βορείων καὶ χιονωδέων· ἐκ τουτέων τὰ μὲν βραχύτερα, τὰ δὲ μα‐ κρότερα ἐγένετο· καὶ περιπλευμονικὰ συχνὰ μετὰ ταῦτα. Πρὸ | |
5 | ἰσημερίης αὖτις ὑπέστρεφε τοὺς πλείστους ὡς ἐπὶ τὸ πουλὺ τεσσαρα‐ | |
κοσταίους ἀπὸ τῆς ἀρχῆς· καὶ τοῖσι μὲν βραχέα πάνυ καὶ εὔκριτα ἐγίνετο· τοῖσι δὲ φάρυγγες ἐφλέγμηναν, τοῖσι δὲ κυνάγχαι· τοῖσι δὲ πα‐ ραπληγικά· τοῖσι δὲ νυκτάλωπες, μᾶλλον δὲ παιδίοισιν· περιπλευ‐ μονικὰ δὲ πάνυ βραχέα ἐγένετο. Νυκτάλωπες μὲν οὖν οὐδὲν βήξασι | ||
10 | τὸ ὕστερον ἢ πάνυ βραχὺ ἀντὶ τῆς βηχὸς ἐγίνοντο, φάρυγγες δὲ βραχέαι, μᾶλλον δὲ νυκταλώπων. Κυνάγχαι δὲ καὶ παραπληγικὰ, ἢ σκληρὰ καὶ ξηρὰ, ἢ σμικρὰ καὶ ὀλιγάκις ἀνάγουσαι πέπονα, ἔστι δ’ οἷσι καὶ κάρτα. Οἱ μὲν οὖν ἢ φωνῇσι πλέον ταλαιπωρήσαντες, ἢ ῥιγώσαντες, ἐς κυνάγχας μᾶλλον ἐτελεύτων. Οἱ δὲ τῇ χειρὶ πονή‐ | |
15 | σαντες, ἐς χεῖρας μοῦνον παραπληγικοὶ, οἱ δ’ ἱππεύσαντες ἢ πλείω ὁδοιπορήσαντες, ἢ ἄλλο τι τοῖσι σκέλεσι ταλαιπωρήσαντες, του‐ τέοισι δὲ ἐς ὀσφὺν ἢ σκέλεα ἀκρασίαι παραπληγικαί· καὶ ἐς μηροὺς καὶ κνήμας κόπος καὶ πόνος· σκληρόταται δὲ καὶ βιαιόταται, αἱ ἐς τὰ | |
παραπληγικὰ ἄγουσαι. Πάντα δὲ ταῦτα ἐπὶ τῇσιν ὑποστροφῇσιν | ||
20 | ἐγένετο, ἐν ἀρχῇσι δὲ οὐ μάλα. Πολλοῖσι δὲ τουτέων ἀνῆκαν μὲν αἱ βῆχες ἐν τῷ μέσῳ, ἐξέλιπον δὲ τελέως οὔ· ἀλλὰ συνῆσαν τῇ ὑπο‐ στροφῇ. Οἷσι φωναὶ ἀπεῤῥήγνυντο ἐς τὸ βηχῶδες, τουτέων οἱ πλεῖ‐ στοι οὐδὲ ἐπυρέταινον, οἱ δέ τινες, βραχέα· ἀτὰρ οὐδὲ περιπλευμο‐ νικὰ ἐγίνετο τουτέων οὐδενὶ, οὐδὲ παραπληγικὰ, οὐδὲ ἄλλο οὐδὲν ἐπε‐ | |
25 | σημάνθη, ἀλλ’ ἐν τῇ φωνῇ μούνῃ ἐκρίνετο. Τὰ δὲ νυκταλωπικὰ ἱδρύετο, ὡς καὶ τὰ ἐξ ἄλλων προφασίων γινόμενα· ἐγίνετο δὲ νυ‐ κταλωπικὰ τοῖσι παιδίοισι μάλιστα· ὀμμάτων δὲ, τὰ μέλανα, ὑποποί‐ κιλα, ὅσα τὰς μὲν κόρας σμικρὰς ἔχει, τὸ δὲ ξύμπαν μέλαν ὡς ἐπὶ τὸ πουλύ· μεγαλόφθαλμοι δὲ μᾶλλον, καὶ οὐ σμικρόφθαλμοι, καὶ | |
30 | ἰθύτριχες οἱ πλεῖστοι, καὶ μελανότριχες. Γυναῖκες δὲ οὐχ ὁμοίως ἐπό‐ νησαν ὑπὸ τῆς βηχὸς, ἀλλ’ ὀλίγαι τε ἐπυρέτηναν, καὶ τουτέων πάνυ ὀλίγαι ἐς τὸ περιπλευμονικὸν ἦλθον, καὶ αὗται πρεσβύτεραι, καὶ πᾶσαι περιεγένοντο. ᾘτιώμην τοῦτο, καὶ τὸ μὴ ἐξιέναι ὁμοίως ἀνδράσι, καὶ ὅτι οὐδ’ ἄλλως ὁμοίως ἀνδράσιν ἁλίσκονται. Κυνάγκαι δὲ | |
35 | ἐγίνοντο μὲν καὶ ἐλευθέρῃσι δισσῇσι, καὶ αὗται τοῦ εὐηθεστάτου τρό‐ που, περισσοτέρως δὲ δούλῃσιν, ὅσῃσί τε ἐγίνοντο βιαιόταται, καὶ ταχύτατα ἀπώλλυντο. Ἀνδράσι δὲ πολλοῖσιν ἐγίνοντο, καὶ οἱ μὲν διέφυγον, οἱ δὲ ἀπώλλυντο. Τὸ δὲ ξύμπαν, οἱ μὲν μὴ δυνάμενοι καταπίνειν μοῦνον, πάνυ εὐήθη καὶ εὔφορα· οἱ δὲ καὶ διαλεγόμενοι | |
40 | πρὸς τούτοισιν ἀσαφέως, καὶ ὀχλωδέστερα καὶ χρονιώτερα· οἷσι δὲ καὶ φλέβες αἱ περὶ κρόταφον καὶ αὐχένα ἐπῄροντο, ὑποπόνηρα· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετο, κάκιστον, οὗτοι γὰρ καὶ ἐπεχλιαίνοντο. Ὡς γὰρ γέγραπται, οὕτως αἱ ξυγκληρίαι τῶν παθημάτων ἦσαν· τὰ μὲν πρῶτον γεγραμμένα καὶ ἄνευ τῶν ὕστερον γεγραμμένων ἐγίνετο· | |
45 | τὰ δ’ ὕστερον, οὐκ ἄνευ τῶν πρότερον· τάχιστα δ’ ἔθνησκον, ὅτ’ ἐπιῤῥιγώσειαν πυρετώδει ῥίγει. Τούτους οὐδὲ ἀναστάσει πιεζομέ‐ νους οὐδὲν ἄξιον λόγου ὠφέλει, οὔτε γαστρὸς ταραχὴ, οὔτε φλεβο‐ τομίη, ὅσα ἐπειράθην· ἔταμον δὲ καὶ ὑπὸ γλῶσσαν· οὓς δὲ καὶ ἄνω ἐφαρμάκευσα. Ταῦτα μὲν οὖν καὶ διὰ παντὸς ἐν τῷ θέρει, ὡς δὲ | |
6.7.1(50) | καὶ τὰ ἐπιῤῥηγνύμενα πάμπολλα, πρῶτον μὲν ἐν τοῖσιν αὐχμοῖσιν ὀφθαλμίαι ἐπεδήμησαν ὀδυνώδεες. | |
6.7.2 | Αἵματος φλεβῶν στάσιες, λειποθυμίη, σχῆμα, ἄλλη ἀπό‐ ληψις, μοτώματος ξυστροφὴ, πρόσθεσις, ἐπίδεσις. Ἐβουβω‐ νοῦτο τὰ πλεῖστα, διότι ἡπατῖτις· ἦν δὲ καὶ ἀπὸ ἀρτηρίης κακωθείσης κακὸν σημεῖον, οἵως Ποσειδωνίῃ. Οἱ αἱμοῤῥαγέοντες τελευ‐ | |
5 | τῶντες οὐκ ἐφίδρωσαν μέτωπον, ἀλλ’ οἷα ξυμπεπτωκότες· καὶ οἱ πνευματίαι, καὶ οἱ ὑπὸ ὑδρώπων ὀλλύμενοι, πονηρόν. Τῶν γα‐ στέρων αἱ εὐφορίαι ταραχὴν φέρουσιν, οἷον Ποσειδωνίῃ· καὶ τὰ θη‐ ρία οἷα ἐνεποίει· ἐν τῷ λεπτυσμῷ ἡ περίτασις πρὸ τῆς τελευτῆς, καὶ ὁ ὀμφαλὸς πρόμακρος εἱλκύσθη αὐτέη, καὶ οὔλων ἐφελκώσιες τῶν | |
10 | ἐπιόντων ἐπὶ ὀδόντα. | |
6.7.3 | Ὅτι πολλὰ περὶ ἑκάστου ἐστὶν ὀρθῶς ἐντείλασθαι, τὰ μὲν ταὐτὰ δυνάμενα, τὰ δὲ οὔ· οἷόν ἐστι τὰ τοιάδε, διαχυθῆναι, καὶ | |
πιληθῆναι, καὶ ἐξαχθῆναι, καὶ σκληρυνθῆναι, καὶ πεπανθῆναι, καὶ ὅκου κλίνειν δεῖ, ὤσασθαι. Τοὺς ἀτολμέοντας δέον μεταβολῇ ἀνεγεί‐ | ||
5 | ρειν κατανεναρκωμένους, ἐς ἃ ὑστερέουσιν. | |
6.7.4 | Ὑδατώδεας θᾶσσον τάμνειν, φθίνοντας καίειν αὐτίκα, πρίειν κεφαλὴν, καὶ τὰ τοιαῦτα· τῶν ὑδατουμένων μὴ ψαύειν ἤτρου, μηδὲ τῶν ἔσω· ὅμοιον γὰρ τοῖσι πολλοῖσι γούνασιν. | |
6.7.5 | Τὰ παρὰ καρδίην Ξενάρχῳ· καὶ θερμὸν ἅλες ἐσπνεῖν, καὶ τὸ ἕλκος ἀντὶ τῆς κενώσιος θάλπειν ἀρχῆθεν. | |
6.7.6 | Φωνὴ οἵη γίνεται ὀργιζομένοισιν, ἢν τοιαύτη ᾖ μὴ ὀργιζο‐ μένῳ φύσει, ἢ καὶ ὄμματα οἷα ἂν ᾖ φύσει ταραχώδεα, οἷα ὅταν ὀργίζωνται οἱ μὴ τοιοῦτοι, καὶ τἄλλα κατὰ λόγον, καὶ νούσων, οἷον τὸ φθινῶδες ποιέει τὸ εἶδος, ἢν τοιοῦτος φύσει ὑπάρχῃ, ἐς τοιοῦτον | |
5 | νόσημα παρέσται, καὶ τἄλλα οὕτως. | |
6.7.7 | Αἱ βῆχες κοπιώδεες καὶ ἅπτονται τῶν σιναρῶν, ἀτὰρ καὶ μά‐ λιστα ἄρθρων· ἀτὰρ καὶ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι βῆχες ξηραὶ γίνονται· αἱ ξηραὶ βῆχες ἐς ἄρθρα στηρίζουσι ξὺν πυρετῷ, ἢν ἐγκα‐ | |
ταλίπωνται. | ||
6.7.8 | Τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὸν, καὶ τῇσιν ἀτόκοισι, καὶ ὅσα ἄλλα τοιαῦτα, ἀπὸ τῆς αὐτῆς καταστάσιος. | |
6.7.9 | Τοῖσι φθίνουσι τὸ φθινόπωρον κακόν· κακὸν δὲ καὶ τὸ ἦρ, ὅταν τὰ τῆς συκῆς φύλλα κορώνης ποσὶν ἴκελα ᾖ. | |
6.7.10 | Ἐν Περίνθῳ ἦρος οἱ πλεῖστοι, ξυναίτιον βὴξ χειμερινὴ ἐπι‐ δημήσασα, καὶ τοῖσιν ἄλλοισιν ὅσα χρόνια, καὶ γὰρ τοῖσιν ἐνδοια‐ στοῖσιν ἐβεβαίωσαν· ἔστι δ’ οἷσι τῶν χρονίων οὐκ ἐγένοντο, οἷον τοῖσι τὰς νεφριτικὰς ὀδύνας ἔχουσιν· ἀτὰρ καὶ τοῖσιν ἄλλοισιν, οἷον ὁ ἄν‐ | |
5 | θρωπος ἐκεῖνος, πρὸς ὃν ὁ Κυνίσκος ἤγαγέ με. | |
6.7.11 | Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ στήθει καὶ τοῖσιν ἄλλοισι τὰς ὥρας, εἰ μέγα, διαφέρουσι, καταμαθητέον, ὅτι, ὅταν βέλτιον ἴσχω‐ σιν, αὖτις κάκιον ἴσχουσιν οὐχ ἁμαρτάνοντες. | |
3 | ||
6.8t | ΤΜΗΜΑ ΟΓΔΟΟΝ. | |
1 | ||
6.8.1 | Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιπυρεταίνωσιν. | |
6.8.2 | Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα. | |
6.8.3 | Ὀσφὺν ἀλγέοντι, ἀναδρομὴ ἐς τὸ πλευρόν· καὶ ἐκφύματα, ἃ σὴψ καλεῖται. | |
6.8.4 | Τὰ νεφριτικὰ οὐκ εἶδον ὑγιασθέντα ὑπὲρ πεντήκοντα ἔτεα. | |
6.8.5 | Τὰ ἐν τοῖσιν ὕπνοισι παροξυνόμενα, καὶ ὅσοις ἄκρεα περιψύ‐ χεται, καὶ ἡ γνώμη ταράσσεται, καὶ τἄλλα ὅσα περὶ ὕπνον τοιαῦτα, καὶ οἷσι τἀναντία. | |
6.8.6 | Ὅσῃσι μὲν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγονα γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γί‐ νεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅ τι ἐν ἑπτὰ κινέεται, ἐν τρι‐ πλασίῃ τελειοῦται, καὶ ὅ τι ἐν ἐννέα κινεῖται, ἐν τριπλασίῃ τελειοῦ‐ | |
5 | ται. Καὶ ὅτι μετὰ γυναικεῖα τὰ δεξιὰ, τὰ δ’ ἀριστερὰ, χάσκων, ὑγρότης διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι δὲ τὸ θᾶσ‐ σον διακριθὲν, κινηθὲν, αὖτις αὔξεται βραδύτερον, ἐπὶ πλείονα δὲ χρόνον. Οἱ πόνοι, τρίτῳ, πέμπτῳ, ἑβδόμῳ, ἐνάτῳ μηνὶ, δευτέρῳ, τετάρτῳ, ἕκτῳ. | |
6.8.7 | Τὰ ἐκ τοῦ σμικροῦ πινακιδίου σκεπτέα. Δίαιτα γίνεται πλησμονῇ, κενώσει, βρωμάτων, πομάτων· μεταβολαὶ τουτέων, οἷα | |
ἐξ οἵων, ὡς ἔχει. Ὀδμαὶ τέρπουσαι, λυποῦσαι, πιμπλῶσαι, πειθό‐ μεναι· μεταβολαὶ, ἐξ οἵων οἵως ἔχουσιν. Τὰ ἐσπίπτοντα, ἢ ἐξιόντα | ||
5 | πνεύματα, ἢ καὶ σώματα. Ἀκοαὶ κρείσσονες, αἱ δὲ λυποῦσαι. Καὶ γλώσσης, ἐξ οἵων οἷα προκαλέεται. Πνεῦμα, τοσαύτη θερμότης, ψυχρότης, παχύτης, λεπτότης, ξηρότης, πεπληρωμένον, μεῖόν τε καὶ πλεῖον· ἀφ’ ὧν αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων, ὡς ἔχουσιν. Τὰ ἴσχοντα, ἢ ὁρμῶντα, ἢ ἐνισχόμενα. Λόγοι, σιγὴ, εἰπεῖν ἃ βού‐ | |
10 | λεται· λόγοι, οὓς λέγει, ἢ μέγα, ἢ πολλοὶ, ἀτρεκέες, ἢ πλαστοί. | |
6.8.8 | Τὰ ἀπιόντα εἰδέναι, ὅθεν ἤρξατο, ἢ ὅκου ἐπαύσατο, ἢ ὅσον διεσπᾶτο, χρώματά τε, οἷσιν ἢ θερμότατα, ἢ ἁλμυρότατα, ἢ γλυκύτατα, ἢ λεπτότατα, ἢ παχύτατα, ὁμαλῶς ἢ ἀνωμάλως, τὸ σῶμα, τὸν χρόνον· αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων ἔχουσιν. Ἤρ‐ | |
5 | ξατο ἔρυξιν, οὐκ ἐκράτησεν. Δάκρυα, ἑκόντι, ἀέκοντι, πουλλὰ, ὀλίγα, θερμὰ, ψυχρὰ, πάχος, γεῦσις. Πτύαλον αὐτόθεν ἀνα‐ χρεμπτόμενον, ἢ ἀναβήσσοντα, ἔμετος. | |
6.8.9 | Ἡλίου θάλπος, ψῦχος, τέγξις, ξηρότης, μεταβολὴ διὰ οἷα, ἐξ οἵων, ἐς οἷα ἔχει. Πόνοι, ἀργίαι, ὕπνοι, ἀγρυπνίαι. Τὰ ἐν | |
ὕπνῳ, ἐνύπνια, κοῖται, καὶ ἐφ’ οἷσι, καὶ ὑφ’ οἵων. | ||
6.8.10 | Τἀκ τῆς γνώμης, ξύννοια, αὐτὴ καθ’ ἑωυτὴν, χωρὶς τῶν ὀργάνων καὶ τῶν πρηγμάτων, ἄχθεται, καὶ ἥδεται, καὶ φοβεῖται, καὶ θαρσέει, καὶ ἐλπίζει, καὶ ἀδοξέει, οἷον ἡ Ἱπποθόου οἰκουρὸς, τῆς γνώμης αὐτῆς καθ’ ἑωυτὴν ἐπίστημος ἐοῦσα τῶν ἐν τῇ νούσῳ ἐπι‐ | |
5 | γενομένων. | |
6.8.11 | Ἡλικίην μὴν ἡλίκος, καὶ ἡλικίην ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, οἷον εἰ παρελύθη ἐν χειμῶνι καὶ γέροντι τὴν ἡλικίην ἢ νη‐ πίῳ καὶ θερίης, ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, ὀδόντων ἐκβολαὶ, τριχῶν φύσιες, γόνος, τὸ μᾶλλον καὶ ἧσσον, τριχῶν αὔξησις, παχυ‐ | |
5 | σμὸς, κρατυσμὸς, μινύθησις. | |
6.8.12 | Τὸ ξυγγενὲς, καὶ τὸ καθ’ ἑαυτὸ, ὅσῳ μᾶλλον καὶ ἧσσον. | |
6.8.13 | Τοῦ ἔτεος ἡ ὥρη, ἐν ᾗ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον, καὶ εἰ ἡ ὥρη ἐγεγόνει ἔπομβρος ἢ αὐχμηρὴ, ψυχρὴ ἢ θερμὴ, νήνεμος ἢ ἐπάνεμος, καὶ οἵων ἀνέμων, τῆς ὥρης ἐν ἀρχῇ, ἢ μέση, ἢ ἐσχάτη, ἢ διὰ παντὸς, παροιχομένης ἢ παρεούσης. | |
6.8.14 | Ὥρη τῆς νούσου, ὁ χρόνος, τὰ ἐπιγινόμενα, αἱ περίοδοι, καὶ τῶν περιόδων αἱ μείζονες, καὶ αἱ διὰ πλείονος, αἱ ἐπιδόσιες, καὶ ἡ τῆς ἄλλης νούσου ἐπίδοσις, ἡ χάλασις, ἡ ἀκμὴ, καὶ τὸ μᾶλλον καὶ τὸ ἧσσον ἀποτελέουσα, καὶ ὅτε, καὶ ὁποίως, καὶ ἐν οἵῃ ὥρῃ καὶ ἡλικίῃ. | |
6.8.15 | Τῶν ἐπιδημεουσέων νούσων οἱ τρόποι, καὶ εἴ τις τῶν ἀρχο‐ μένων ἄρξαιτο ἀνήμετος, οἷον εἰ πιόντες τι, κατισχόντες ἢ βραχὺ | |
καθαιρόμενοι. | ||
6.8.16 | Πυρετώδεες ἴσως οἱ ἔκλευκοι, ὧν καὶ χείλεα, οἷος ὁ τρόπος, οἱ χρόνοι. | |
6.8.17 | Τὸ σῶμα ἔργον ἐς τὴν σκέψιν ἄγειν, ὄψις, ἀκοὴ, ῥὶς, ἁφὴ, γλῶσσα, λογισμός. | |
6.8.18 | Καταμανθάνειν τὰ ἐν τοῖσι βλεφάροισι τοῖς ἄνω καταλειπό‐ μενα οἰδήματα, τῶν ἄλλων περιισχναινομένων, ὑποστροφαί· ἐν δ’ ἄκρῳ ὑπέρυθρα σκληρὰ, καὶ πάνυ τούτοισι, γλίσχρα, καὶ ἀνιστά‐ μενα, καὶ ἐνεχόμενα ἐν τούτοισιν, οἷον Φαρσάλῳ Πολυμή‐ | |
5 | δει. Τὰ καταῤῥηγνύμενα οἰδήματα, ἢ πελιώματα, ἢ ἐπ’ ὀφθαλ‐ μίῃσιν ἢ ἕλκεσιν, ἄλλα γάρ· τὰ ἐκ τῶν φυμάτων καὶ ἐμπυημάτων καταφερόμενα. | |
6.8.19 | Ὅτι σημεῖον ἀμφὶ ἀμητὸν, στρόφοι περὶ τὸν ὀμφαλὸν καὶ ὀδύναι ἔστιν ὅτ’ ἀπὸ πράσων, ἀτὰρ καὶ ἀπὸ σκορόδων τούτοισιν ὕστερον. Ἐρυσίπελάς τ’ ἐστὶν οἷσιν ἀπὸ τραχήλου, καὶ περὶ ταῦτα ἐν προσώπῳ ἐκρίνετο· τὰ μέλανα, καὶ οἷσι τράχηλοι, κακὰ, | |
5 | καὶ εἰ φλύκταιναι, κακὰ, καὶ οἷσι ταρακτικά. | |
6.8.20 | Ὁ μελαγχολικὸς ὁ Ἀδείμαντος ἀπὸ πεπλίων πλειόνων ἤμεσέ ποτε μέλανα, ἄλλοτε ἀπὸ κρομμύων. | |
6.8.21 | Οἱ πυρετοὶ, ἐν οἷσιν ἐφελκοῦται χείλεα, ἴσως διαλείποντες, καὶ τριταίοισι ψύξιες, οἱ δὲ περικαέες αὐτίκα πρὸς τὴν χεῖρα λυόμενοι αἰεί. | |
6.8.22 | Οἷον ἔνεστιν ἐν τοῖσιν ἄρθροισι, σκεπτέον· ἦρα οὐκ ἐμ‐ πυοῦνται; | |
6.8.23 | Ἔθος δὲ, ἐξ οἵων ὑγιαίνομεν, διαίτῃσι, σκέπῃσι, πόνοισιν, ὕπνοισιν, ἀφροδισίοισι, γνώμῃ. | |
6.8.24 | Πρὸς τὰς νούσους, ἀπὸ τίνων τίνα σχήματα, ἐφ’ οὓς τόπους ἐτράποντο, ἤρξαντο, παρῆσαν, ἐπαύσαντο. Ἐν οἷσιν ἀκρατὴς φοβερός. Τὰ ἐναντία ἐν τῇ νούσῳ διαιτήματα. Τὸ εὔφορον, τὸ δύσφορον. | |
6.8.25 | Αἱ δίαιται, ὅσον γνῶναι, [μὴ] ἐξειδῆσαι, ξυμφοραὶ γὰρ πολλαί. | |
6.8.26 | Ἀγαθοῖσι δὲ ἰητροῖσιν, αἱ ὁμοιότητες πλάνας καὶ ἀπορίας, ἀλλὰ τἀναντία, ἡ πρόφασις, οἵη· ὅτι χαλεπόν ἐστιν ἐκλογί‐ | |
σασθαι εἰδότα τὰς ὁδοὺς, οἷον εἰ φοξὸς, εἰ σιμὸς, εἰ ὑπόξυρος, εἰ χυλώδης, δυσήμετος, χολώδης μέλας, νέος, εἰκῇ βεβιωκὼς, ἅμα | ||
5 | ταῦτα πρὸς ἄλληλα ξυνομολογήσασθαι χαλεπόν. | |
6.8.27 | ᾯ τὸ συρίγγιον, ἐπανεῤῥήγνυτο, βηχία ἐκώλυε διαμένειν. | |
6.8.28 | ᾯ ὁ λοβὸς τοῦ ἥπατος ἐπεπτύχθη, διέσεισα, ἐξαίφνης ὁ πό‐ νος ἐπαύσατο. | |
6.8.29 | Σάτυρος, ἐν Θάσῳ, παρωνύμιον ἐκαλεῖτο γρυπαλώπηξ, περὶ ἔτεα ἐὼν πέντε καὶ εἴκοσιν, ἐξωνείρωσσε πλεονάκις· προῄει δ’ αὐτῷ, καὶ δι’ ἡμέρης πλεονάκις· γενόμενος δὲ περὶ ἔτεα τριήκοντα, φθινώ‐ δης ἐγένετο, καὶ ἀπέθανεν. | |
6.8.30 | Ἐν δὲ Ἀβδήροις ὁ παλαιστροφύλαξ, ὁ Κλεισθένεος λεγόμε‐ νος, παλαίσας πλείω πρὸς ἰσχυρότερον καὶ πεσὼν ἐπὶ κεφαλὴν, ἀπελ‐ θὼν, ἔπιε ψυχρὸν ὕδωρ πουλύ· μετὰ δὲ ταῦτα, ἐκείνης τῆς νυκτὸς, ἀγρυπνίη, δυσφορίη, ἄκρεα ψυχρά. Τῇ δὲ ὑστεραίῃ, εἰσῆλθον εἰς οἶ‐ | |
5 | κον, καὶ τῇ κοιλίῃ, βαλάνου προστεθείσης, οὐχ ὑπῆλθεν, οὔρησε δὲ σμικρὸν, πρότερον οὐδὲν οὐρήκει· ἐς νύκτα ἐλούσατο· οὐδὲν ἧσσον ἀγρυπνίη καὶ δυσφορίη, παρέκρουσεν. Ἐόντι δὲ τριταίῳ, κατάψυξις ἀκρέων· ἐκθερμανθεὶς ἵδρωσε, πιὼν δὲ μελίκρητον ἀπέθανε τρι‐ ταῖος. | |
6.8.31 | Οἱ μελαγχολικοὶ καὶ ἐπιλημπτικοὶ εἰώθασι γίνεσθαι ὡς ἐπὶ τὸ πουλὺ, καὶ οἱ ἐπίλημπτοι, μελαγχολικοί· τουτέων δὲ ἑκάτερον μᾶλλον γίνεται, ἐφ’ ὁπότερα ἂν ῥέψῃ τὸ ἀῤῥώστημα, ἢν μὲν ἐς τὸ σῶμα, ἐπίλημπτοι, ἢν δὲ ἐπὶ τὴν διάνοιαν, μελαγχολικοί. | |
6.8.32 | Ἐν Ἀβδήροις Φαέθουσα ἡ Πυθέου γυνὴ οἰκουρὸς, ἐπίτοκος ἐοῦσα τοῦ ἔμπροσθεν χρόνου, τοῦ δὲ ἀνδρὸς αὐτῆς φυγόντος, τὰ γυ‐ ναικεῖα ἀπελήφθη χρόνον πουλύν· μετὰ δὲ, ἐς ἄρθρα πόνοι καὶ ἐρυθή‐ ματα· τούτων δὲ ξυμβάντων, τό τε σῶμα ἠνδρώθη, καὶ ἐδασύνθη | |
5 | πάντα, καὶ πώγωνα ἔφυσε, καὶ φωνὴ τρηχέη ἐγενήθη, καὶ πάντα πραγματευσαμένων ἡμῶν ὅσα ἦν πρὸς τὸ τὰ γυναικεῖα κατασπάσαι, οὐκ ἦλθεν, ἀλλ’ ἀπέθανεν, οὐ πουλὺν μετέπειτα χρόνον βιώ‐ σασα. Ξυνέβη δὲ καὶ Ναννοῖ τῇ Γοργίππου γυναικὶ ἐν Θάσῳ τωὐτό· ἐδόκει δὲ πᾶσι τοῖσιν ἰητροῖσιν, οἷσι κἀγὼ ἐνέτυχον, μία ἐλ‐ | |
10 | πὶς εἶναι τοῦ γυναικωθῆναι, εἰ τὰ κατὰ φύσιν ἔλθοι· ἀλλὰ καὶ ταύτῃ οὐκ ἠδυνήθη, πάντα ποιούντων, ἐπελθεῖν, ἀλλ’ ἐτελεύτησεν οὐ βρα‐ | |
δέως. | ||
7t1 | ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΒΔΟΜΟΝ. | |
7.1.1 | Μετὰ κύνα οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ ἐπιεικῶς, καὶ δύσκριτοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἄλλοις ἕνδεκα, καὶ τεσσαρεσκαίδεκα, καὶ ἑπτα‐ | |
5 | καίδεκα, καὶ εἰκοσιδύω. Πολυκράτει πυρετὸς, καὶ τὰ τοῦ ἱδρῶτος οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω σφοδρὴ ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ οὕτως ἤπια, ὡς ἄδηλα καταστῆναι, πλὴν ἐν κροτά‐ φοισιν· καὶ τὰ ἱδρώτια πρὸς δείλην, περὶ κεφαλὴν, τράχηλον, στή‐ θεα, εἶτ’ αὖτις καὶ ἐς ὅλην κοιλίην, καὶ πάλιν ἐπεθερμαίνετο. Περὶ δὲ | |
10 | τὰς δώδεκα καὶ τὰς τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήσιες βραχέαι· ῥυφήμασι δὲ μετὰ τὴν κάθαρσιν ἐχρή‐ σατο. Περὶ δὲ τὰς πεντεκαίδεκα, ἀλγήματα γαστρὸς κατὰ σπλῆνα καὶ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν ξυνέ‐ φερον· κλύσματι μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη· τὸ αὐτὸ δὲ καὶ | |
15 | Κλεοκύδει ξυνήνεγκε πρὸς ὀδύνην ὁμοίως ἔχουσαν καὶ ἐν πυρετῷ. Περὶ δὲ ἑκκαιδεκάτην ἠπιώτεραι αἱ θέρμαι ἐδόκεον εἶναι· καὶ ὑπο‐ χωρήσιες ἀκρήτου χολῆς, καὶ ἡ διάνοια θρασυτέρη· πνεῦμα δὲ μέ‐ τριον, ἔστι δ’ ὅτε καὶ ἅλες ἑλκύσας πάλιν ἀθρόον ἐξέπνει, ὥσπερ ὑπ’ | |
ἀψυχίης, ἢ ὡς ἂν διὰ πνίγους πορευθεὶς ἐν σκιῇ καθεζόμενός τις | ||
20 | ἀναπνεύσειεν. Τῇ δὲ οὖν ἑπτακαιδεκάτῃ, ἑσπέρης, ἀνακαθεζόμε‐ νος ἐς δίφρον ἠψύχησε, καὶ ἄφωνος πουλὺν χρόνον καὶ ἀναίσθητος ἔκειτο· μελικρήτου μόγις κατεδέξατο, ξυντείνων τὰς ἐν τῷ τραχήλῳ ἶνας, ὡς κατεξηρασμένης τῆς φάρυγγος, καὶ τῆς πάσης ἀδυναμίης παρεούσης· μόγις γοῦν ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ θέρμαι ἠπιώτε‐ | |
25 | ραι μετὰ ταῦτα· ἐπαύσατο δευτέρῃ καὶ εἰκοστῇ. | |
7.1.2 | Πυθοδώρῳ περὶ τὸν αὐτὸν χρόνον, πυρετὸς ξυνεχής. Ὀγδοαίῳ ἱδρὼς ἐγένετο, καὶ πάλιν ἐπεθέρμηνε. Δεκάτῃ, πάλιν ἱδρώς. Δωδε‐ κάτῃ, ἐῤῥύφησε χυλοῦ· καὶ μέχρι τεσσαρεσκαιδεκάτης ἄδηλος ἦν, ἐν κροτάφοισι δὲ ἐνῆν· ἄδιψος δέ· καὶ αὐτὸς ἑωυτῷ ὑγιὴς ἐδόκεεν | |
5 | εἶναι· ἱδρῶτες ἐγίνοντο ἑκάστης ἡμέρης. Πεντεκαιδεκάτῃ, ζωμίον νεοσσοῦ ῥυφῶν, ἤμεσε χολήν· καὶ κοιλίη κάτω ἐξεταράχθη· καὶ ὁ πυρετὸς παρωξύνθη, πάλιν ἔληξεν· καὶ ἱδρῶτες ἐγένοντο πουλλοί· καὶ τὸ σῶμα πᾶν, περιεψυγμένον, πλὴν κροτάφων· σφυγμὸς οὐκ ἔλιπεν, ἐδόκεε δὲ κοπάσαι ὀλίγον χρόνον, ὡς δόξαι ἐπιθερμαίνειν. Τετάρτῃ καὶ εἰκοστῇ, | |
10 | ἤδη ἀπογευομένῳ σιτίων συχνὰς ἡμέρας, καὶ ἀριστήσαντι, πουλὺς ἦν ὁ πυρετός· καὶ πρὸς τὴν ἑσπέρην, παραλήρησις, προσιόντι ἅμα τῷ ὕπνῳ· εἶχε γοῦν ἤδη, ξυνεχὴς καὶ ἰσχυρός· ὁτὲ μὲν μίην, ὁτὲ δὲ δύο νύκτας ἄγρυπνος, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον κατακορὴς ὕπνος, ἐγείρειν ἔργον, καὶ παραλήρησις ἐν τῷ ὕπνῳ, καὶ εἴ ποτε ἐξ ὕπνου ἐγερθείη, μό‐ | |
15 | γις ἐντὸς ἑωυτοῦ· ἄδιψος· καὶ τὸ πνεῦμα μέτριον, τοιοῦτον δὲ ἐνίοτε, οἷον Πολυκράτει· γλῶσσα οὐκ ἄχρως. Μετὰ δὲ ἑβδόμην τῆς ὑπο‐ στροφῆς χυλοὶ προσεφέροντο. Μετὰ δὲ τεσσαρεσκαιδεκάτην σιτίον· | |
περὶ τὰς πρώτας ἑπτὰ, ἐρυγμοί· καὶ ἀπήμει ἔστιν ὅτε μετὰ τοῦ ποτοῦ ὑπόχολον ἄνευ ἄσης, ἕως κάτω ἐλύθη ἡ κοιλίη. Ἱδρῶτες, ἐξ οὗ | ||
20 | ὑπέστρεψεν, ἐξέλιπον, εἰ μή τις, ὅσον ὡς σημεῖον, περὶ μέτωπον· γλῶσσα ἐκ τοῦ ὕπνου, εἰ μὴ διακλύσαιτο, ὑπότραυλος ὑπὸ ξηρότητος, καὶ ῥήγματα περὶ αὐτὴν ἑλκέων, καὶ ἐν χείλει τῷ κάτω, καὶ παρ’ ὀδόντας· σμικραὶ ὑποχωρήσιες, περὶ πεντεκαιδεκάτην, ὡς ὑπέ‐ στρεψε, πυκνότεραι καὶ γλοιώδεες, τὸ ἀπὸ τῶν σιδίων ἔπαυσεν αὐ‐ | |
25 | τάς· οὖρα, οἷα τὰ πολυχρόνια. Ὑπὸ δὲ τὸν τελευταῖον χρόνον, ἄλγημα στήθεος καταπίνοντι τὸ ποτὸν, καὶ ἡ χεὶρ ἐπὶ τῷ στήθει, κύμινον καὶ ὠὸν ῥυφαίνοντι κατέστη· ἡ γλῶσσα δὲ, τὸ μαννῶδες ξυνήνεγκεν. Πεντηκοστῇ ἀπὸ τῆς πρώτης, περὶ ἀρκτοῦρον, ἱδρώτια κατ’ ὀσφὺν καὶ στήθεα, βραχέα· καὶ τὸ σῶμα περιεψύχετο πλὴν κροτάφων, | |
30 | ὀλίγον χρόνον πάνυ. Πρώτῃ καὶ πεντηκοστῇ ἐχάλασε, καὶ δευτέρῃ οὐκ ἔτι ἔλαβεν. | |
7.1.3 | Ὁ Ἐρατολάου περὶ φθινοπωρινὴν ἰσημερίην δυσεντερικὸς ἐγένετο, καὶ πυρετὸς εἶχε, τὰ ὑποχωρήματα ἦν χολώδεα, λεπτὰ, πουλλὰ, καὶ ὕφαιμα μετρίως, ἡ δὲ ὀδύνη τῆς γαστρὸς σφοδρή. Ὀῤ‐ ῥοποτήσαντι δὲ καὶ γαλακτοποτήσαντι ἐν γάλακτι πεπυρωμένῳ, με‐ | |
5 | τριώτερα ἐγένετο τὰ ἀλγήματα καὶ τὰ ὕφαιμα· τὰ δὲ χολώδεα παρ‐ ηκολούθει· καὶ ἀναστάσιες πυκναὶ, ἀπονώτεραι. Τὸ δὲ πυρέτιον ἐδόκει ἀῤῥωστέοντι καὶ τοῖσι πολλοῖσιν ὅλως μὴ ἔχειν διὰ παντὸς τοῦ χρόνου μετὰ τὰς πρώτας πέντε ἢ ἓξ ἡμέρας, οὕτως ἄδηλος ἦν· | |
κατὰ κροτάφους δὲ σφυγμὸς ἦν· καὶ γλῶσσα ὑπὸ ξηρότητος ὑπότραυ‐ | ||
10 | λος καὶ διψώδης μετρίως, καὶ ἄγρυπνος· ῥυφήμασι δὲ ἤδη ἐχρῆτο καὶ οἴνοισιν. Περὶ τεσσαρεσκαίδεκα ἐόντος ἡμέρας ἤδη, ἐγένετο τὰ παρ’ οὖς ἐν μέρει, καὶ παρ’ ἑκάτερον σκληρὰ καὶ ἄπεπτα πάντα ἐμω‐ λύνθη, ὀδυνώδεα δὲ μετρίως. Οὐκ ἀποληγόντων δὲ τῶν ὑποχωρημά‐ των, καταχόλων τε διὰ παντὸς ἐόντων, τὴν ἐν τῷ ἀλεύρῳ βοτάνην | |
15 | ῥυφέοντι, μετριώτερα τὰ χολώδεα καὶ τὰ ἀλγήματα ἐγένετο μέχρι τινὸς χρόνου, ὑγρὰ δὲ πουλλὰ πολλάκις· καὶ ἀπόσιτος σφό‐ δρα, καὶ μετὰ πάσης ἀνάγκης προσδεχόμενος· τὰ δὲ τῆς θέρ‐ μης καὶ γλώσσης καὶ δίψης τοιαῦτα παρηκολούθει, οἷα εἴρηται· καὶ ἱδρῶτες, οὐδέν. Λήθη δέ τις τοιαύτη· ἐρωτήσας, ὅ τι πύθοιτο, | |
20 | σμικρὸν, καὶ διαλιπὼν πάλιν ἠρώτα, καὶ ἔλεγεν αὖτις, ὡς οὐκ εἴη εἰρηκώς· καθεζόμενός τε ἐπελανθάνετο, εἰ μή τις ὑπομιμνήσκοι αὐτόν· καὶ αὐτὸς ἑωυτῷ ξυνῄδει τὸ πάθος, οὐδ’ ἠγνόει. Πνεῦμα, ὁκοῖον ὑγιαίνοντι. Ὑπὲρ δὲ τὰς τριήκοντα μέχρι τῶν τεσσαρά‐ κοντα ἥ τε ὀδύνη πουλὺ ἐπεδίδου τῆς γαστρός· ὕπτιός τε κατέκειτο, | |
25 | καὶ ἐπιστρέφεσθαι οὐδ’ ἐπὶ ποσὸν ἠδύνατο, τῷ δὲ εἶναι τὸ ἄλγημα δεινόν· ψωμίζειν ἄλλον δεῖ. Ἡ δὲ ὑποχώρησις πουλλὴ, καὶ διακε‐ κριμένη, λεπτή· καὶ χρώματα οἰνωπὰ, ὅσαπερ προσδέχοιτο, καὶ ὕφαιμα ἔστιν ὅτε· καὶ ὁ τόνος τοῦ σώματος, ἔκτηξις ἐσχάτη καὶ ἀδυναμίη, οὐδ’ ἀνίστασθαι ἄλλου ἐπαίροντος ἔτι δυνατὸς ἦν. | |
30 | Μέσον δὲ ὀμφαλοῦ καὶ χόνδρου, κατὰ ταύτην τὴν καταγωγὴν ἁπτο‐ μένῳ τῇ χειρὶ, τοιοῦτος παλμὸς ἦν, οἷος οὐδὲ ὑπὸ δρόμου οὔτε ὑπὸ δείματος περὶ καρδίην ἂν γενηθείη. Πίνοντι ἄπεφθον, ὡς ἐννέα ἀττι‐ κὰς κοτύλας, ὄνειον ἐπὶ δύο ἡμέρας, χολώδης ἐγένετο σφόδρα ἡ κάθ‐ | |
αρσις, καὶ ἔληξαν αἱ ὀδύναι, καὶ σιτίων ἐπιθυμίη ἐγένετο. Μετὰ δὲ | ||
35 | ταῦτα, βοείου γάλακτος ὡς τέσσαρας κοτύλας ἀττικὰς ὠμοῦ ἔπινεν, κατὰ δύο κυάθους δι’ ἡμέρης, πρῶτον ὕδατος τὸ ἕκτον μίσγων καὶ μέλανος οἴνου καὶ αὐστηροῦ σμικρόν. Ἐμονοσίτει δὲ ἑσπέρην· ἄρτος ὡς ἡμιχοίνικος ἐγκρυφίης καὶ ἰχθύδιον πετραῖον ἁπλοῦν, ἢ κρεάδιον αἰγὸς ἢ προβάτου· ἡ δὲ πόσις τοῦ γάλακτος, ἐπὶ τεσσαράκοντα ἡμέ‐ | |
40 | ρας ἄνευ ὕδατος μετὰ τὰς πρώτας δέκα ἡμέρας, οἴνου δὲ ὡς σμι‐ κρὸν μέλανος μέρος. Ἱδρώτιον δὲ ἐγένετο μετὰ τὰς ἑβδομήκοντα ἤδη ἀπὸ τῆς πρώτης μετὰ λουτρὸν ἐς νύκτα. Ὀλιγοποσίῃ δὲ ἐχρῆτο, καὶ μετὰ τὸ σιτίον τῷ ποτῷ αὐστηροτέρῳ, τοῖς ἄλλοισιν οὔ. | |
7.1.4 | Κτησικράτει δὲ τὸ ἐν τῷ ἀλεύρῳ μᾶλλον τοῦ αἰγείου ὀῤῥοῦ ξυνήνεγκεν, ὀδύνης ἐούσης περὶ ὅλην τὴν κοιλίην, καὶ πόνων, καὶ ἀνα‐ στάσιος πολλῆς καὶ ὑφαίμου, καὶ ἐπάρματος περὶ τοὺς πόδας, σχεδὸν ἤδη περὶ πέντε καὶ εἴκοσιν ἡμέρας ἐόντι, καὶ Ἀγριάνῳ ταῦτα· τῷ | |
5 | δὲ Καινίου τὸ ὄνειον ἑφθόν. | |
7.1.5 | Τῷ Κύδιος περὶ χειμερινὰς ἡλίου τροπὰς ῥῖγος καὶ πυρετὸς, καὶ ὠτὸς δεξιοῦ ἄλγημα, καὶ κεφαλῆς ὀδύνη· τὸ δὲ τοιοῦτον ἄλγημα εὐθὺς ἐκ σμικροῦ παιδίου παρηκολούθει ῥευματῶδες καὶ συριγγῶδες καὶ ἔνοδμον, ἔχον δὲ οὕτω τὰ πολλὰ ἀνώδυνον ἦν· τότε δὲ ἡ ὀδύνη | |
5 | ἦν δεινὴ καὶ ἡ κεφαλαλγίη. Δευτεραίῳ ἢ τριταίῳ ἐόντι, χολῆς ἔμετος· ἀνακαθιζομένῳ ἐγένετο ὑπόχολον, γλίσχρον, ὡς ἐξ ὠοῦ, ὕπωχρον. Τετάρτῃ ἐς νύκτα καὶ πέμπτῃ ὑποπαρελήρει· καὶ ἡ ὀδύνη τῆς κεφαλῆς καὶ τοῦ ὠτὸς δεινὴ, καὶ ὁ πυρετός. Ἕκτῃ, ὑποχώρησις ἀπὸ | |
λινοζώστιος, καὶ ἡ θέρμη λῆξαι ἐδόκει καὶ ἡ ὀδύνη. Τῇ ἑβδόμῃ ὡς | ||
10 | ὑγιής· κροτάφῳ δὲ σφυγμὸς οὐκ ἔλιπεν· ἱδρῶτος οὐδὲν ἐγένετο. Ὀγδόῃ, χυλοῦ ἐῤῥύφησεν, ἐς δὲ τὴν ἑσπέρην σεύτλου· καὶ τὴν νύκτα ὕπνος· καὶ σφόδρα ἀνώδυνος· καὶ τὴν ἐνάτην ᾔσθετο πρὸς ἡλίου δυσμάς· ἐς δὲ νύκτα, τῆς κεφαλῆς δεινὴ ὀδύνη καὶ τοῦ ὠτός· ξυνέ‐ βαινε δὲ καὶ πυοῤῥοεῖν τὸ οὖς περὶ τοῦτον τὸν καιρὸν, ὁπότε μάλιστα | |
15 | πονοίη, εὐθὺς ἀπ’ ἀρχῆς. Ὅλην δὲ τὴν νύκτα τὴν ἐνάτην καὶ τὴν ἐπιοῦσαν ἡμέρην καὶ τῆς νυκτὸς τὸ πλεῖον, οὐκ ἐπεγίνωσκεν οὐδένα, στένων δὲ διετέλει· ἡμέρην δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ ὀδύναι ἔληξαν, καὶ τὰ τῆς θέρμης μετριώτερα. Ῥυφήσαντι δὲ λινόζωστιν τῇ ἑνδεκάτῃ, ὑπεχώρησε φλεγματώδεα, μυξώδεα, κάκοδμα. Δυοκαιδε‐ | |
20 | κάτῃ, καὶ τρισκαιδεκάτῃ, μετρίως. Τεσσαρεσκαιδεκάτῃ, ἀρξάμενος ἀφ’ ἑωθινοῦ μέχρι ἐς μέσον ἡμέρης ἵδρου ὅλον τὸ σῶμα, μετὰ ὕπνου καὶ κώματος πολλοῦ· ἐγεῖραι ἔργον ἦν· πρὸς ἑσπέρην δὲ διηγέρθη· καὶ τὸ μὲν σῶμα μετρίως κατεψύχθη, ἐν κροτάφοισι δὲ σφυγμὸς διετέλει. Πεντεκαιδεκάτῃ καὶ ἑκκαιδεκάτῃ, χυλοῖσιν ἐχρήσατο. Ἐν δὲ τῇ ἑπτα‐ | |
25 | καιδεκάτῃ, ἧκε πάλιν ἐς νύκτα ὀδύνη τῶν αὐτῶν, καὶ παραλήρησις, καὶ ἐπυοῤῥόει. Ὀκτωκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ καὶ εἰκοστῇ, μανικῶς· ἦν δὲ κεκραγὼς, ἐπαίρειν ἑωυτὸν πειρώμενος, οὐ δυνάμενος δὲ κρατεῖν τῆς κεφαλῆς, τῇσι χερσὶν ἐπορεγόμενος καὶ αἰεί τι διακενῆς θηρεύων. Πρώτῃ καὶ εἰκοστῇ, ἱδρώτιον περὶ πλευρὸν δεξιὸν καὶ στήθεα | |
30 | καὶ κεφαλήν. Εἰκοστῇ δευτέρῃ, ἱδρώτιον περὶ τὸ πρόσωπον πλεῖστον ἦν· τῇ δὲ φωνῇ κατὰ τὸν χρόνον τοῦτον, εἰ μὲν σφόδρα ἀποβιάσαιτο, εἶπεν ἃ ἐβούλετο τελέως, εἰ δ’ οὖν προχείρως, ἡμιτελέα· καὶ τὸ στόμα λελυμένον, καὶ αἱ γένυες καὶ χείλεα αἰεὶ ἐν κινήσει, ὥς τι θέλοντος | |
λέγειν· καὶ τῶν ὀφθαλμῶν πυκνὴ κίνησις καὶ ἔμβλεψις, καὶ χρῶμα | ||
35 | ἐπ’ ὀφθαλμοῦ δεξιοῦ, οἷον εἴρηται τὸ ὕφαιμον, καὶ βλέφαρον τὸ ἐπάνω ἐπῴδησε, καὶ κατὰ γνάθον ἔρευθος ἐπὶ τελευτῆς, καὶ φλέβες πᾶσαι αἱ ἐν τῷ προσώπῳ, φανεραὶ οὔτε ξυνεσταλμέναι· καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐκ ἔτι ξυμμύων ἦν, ἀλλ’ ἀτενὲς ἐνορῶν, καὶ διαίρων τὰ βλέφαρα ἐς τὸ ἄνω μέρος, ὡς ἐπήν τι ἐμπέσῃ ἐς τὸ ὄμμα· καὶ ὁπότε | |
40 | πίοι, κατιόντος ἐς τὰ στήθεα καὶ τὴν κοιλίην ψόφος, οἷος καὶ Χαρ‐ τάδει. Πνεῦμα δὲ ἐπιεικῶς διὰ παντὸς μέτριον· γλῶσσα, οἵη ἐστὶ τοῖσι περιπλευμονικοῖσιν, ὠχρόλευκος· ἀπ’ ἀρχῆς καὶ διὰ παντὸς κεφαλαλγίη· τράχηλος διὰ παντὸς ἀκίνητος· ξυμπεριάγειν τῇ κεφαλῇ ἐδεῖτο· καὶ τὸ κατὰ ῥάχιν ἐκ τραχήλου, ἰθὺ καὶ ἄκαμπτον· καὶ κλί‐ | |
45 | σιες, ὁποῖαι εἴρηνται, καὶ οὐκ αἰεὶ ὕπτιος· τὸ δὲ πῦον εἴδει ὀῤῥῶδες, λευκὸν, πουλὺ, ἔργον ὑποσπογγίσαι, ὀδμὴ ὑπερβεβλημένη· κατὰ τὸν τελευταῖον χρόνον, ποδῶν ἅψιος οὐ πάνυ καταισθανόμενος. | |
7.1.6 | Τῇ Ἁρπαλίδεω ἀδελφῇ περὶ τέταρτον μῆνα ἢ πέμπτον κυούσῃ, οἰδήματα περὶ τοὺς πόδας ὑδατώδεα ἐγένετο, καὶ τὰ κύκλα τῶν ὀφθαλμῶν ἐπῴδει, καὶ ἅπαν τὸ χρῶμα μετέωρον, οἷον τοῖσι φλε‐ γματίῃσιν· βὴξ ξηρή· ὀρθοπνοίη δὲ καὶ ἆσθμα τοιοῦτον καὶ πνιγμοὶ | |
5 | ἔστιν ὅτε ὑπὸ τοῦ πνεύματος, ὥστε καθημένη διετέλει κατὰ κλίνην, κατακεῖσθαι δὲ οὐχ οἵη τε ἦν, ἀλλ’ εἴ τις καὶ ὕπνου δόξα γένοιτο, καθημένη ἦν· ἄπυρος δὲ ἐπιεικῶς· καὶ τὸ κύημα ἐπὶ πλεῖστον χρόνον ἀκίνητον ἦν, ὡς διεφθαρμένον, καὶ μετέπιπτεν. Παρηκολού‐ | |
θησε δὲ τὸ ἆσθμα σχεδὸν δύο μῆνας. Κυάμοισι δὲ χρωμένη μελι‐ | ||
10 | χροῖσι καὶ μέλιτος ἐκλείξει, καὶ τοῦ αἰθιοπικοῦ κυμίνου πιοῦσα ἐν οἴνῳ, ἐῤῥήϊσεν· μετὰ ταῦτα δὲ ἀνῆγε βήσσουσα πολλὰ, πέπονα, φλεγματώδεα, λευκὰ, καὶ τὸ πνεῦμα ἔληξεν· ἔτεκε δὲ γόνον θῆλυν. | |
7.1.7 | Τῇ Πολυκράτεος, θέρεος, περὶ τὸ ἄστρον, πυρετός· πνεῦμα τὸ ἑωθινὸν, ἧσσον, ἀπὸ μέσου ἡμέρης μᾶλλον τὸ πνεῦμα, πυκνότερον μικρῷ· βὴξ, καὶ ἀπόχρεμψις εὐθὺς ἀπ’ ἀρχῆς ὁμοίη πυώδεσιν· ἔσω περὶ ἀρτηρίην καὶ φάρυγγα, ὑπεσύριζε κερχναλέον· πρόσωπον | |
5 | εὔχροον, ἐπὶ γνάθοισιν ἐρύθημα, οὐ κατακορὲς, ἀλλ’ ἐπιεικῶς ἀνθη‐ ρόν. Προϊόντος δὲ τοῦ χρόνου, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τοῦ σώμα‐ τος ξύντηξις, καὶ περὶ ὀσφὺν ἐκρήγματα, καὶ ἡ κοιλίη κατὰ τὸν τελευταῖον χρόνον ὑγροτέρη. Ἑβδομηκοστῇ, ὁ πυρετὸς ἔξωθεν σφόδρα ἔψυχεν· ἐν δὲ τοῖσι κροτάφοισιν, ἡσυχίη· τὸ δὲ πνεῦμα πυκνότερον | |
10 | ἐγίνετο. Μετὰ δὲ τὴν παῦσιν ταύτην, τὸ πνεῦμα πυκνότερον οὕτως, ὥστε καθημένη διετέλεσεν, ἕως ἀπέθανεν· ἐν δὲ τῇ ἀρτηρίῃ ψόφος πουλὺς ἐνῆν, καὶ ἱδρῶτες πονηροὶ, καὶ ἐμβλέψιες ἐμφρονώδεες σφόδρα, μέχρι τοῦ ἐσχάτου χρόνου. Ἡμέραι δ’ ἐπεγίνοντο αὐτῇ κατεψυγμένῃ πλείους ἢ πέντε· μετὰ δὲ τὰς πρώτας διετέλει πυῶδες | |
15 | ἀποχρεμπτομένη. | |
7.1.8 | Τῇ ἄνω τῶν πυλέων οἰκεούσῃ, ἤδη οὔσῃ πρεσβυτέρῃ, πυρέ‐ τιον ἐγένετο, καὶ, ἤδη ἀπολήγοντος, τοῦ τραχήλου ἄλγημα μέχρις ἐς ῥάχιν καὶ ὀσφύν· καὶ οὐ πάνυ ἐγκρατὴς τούτων· γένυες δὲ ξυνηγμέναι καὶ ἐπὶ τοὺς ὀδόντας πλέον ἢ μήλην παρεῖναι· ἥ τε φωνὴ ψελλὴ | |
5 | διὰ τὸ παραλελυμένον καὶ ἀκίνητον καὶ ἀσθενὲς εἶναι τὸ σῶμα· ἔμ‐ | |
φρων δέ. Χλιάσμασι καὶ μελικρήτῳ χλιηρῷ ἐχάλασε τριταίη σχε‐ δὸν, καὶ μετὰ ταῦτα χυλοῖσι καὶ ζωμοῖσιν ὑγιὴς ἐγένετο. Ξυνέβη δὲ τελευτῶντος τοῦ μετοπωρινοῦ καιροῦ. | ||
7.1.9 | Ὁ παρὰ Ἁρπαλίδῃ ἀλείπτης, ἀκρατέστερος σκελέων καὶ χειρῶν περὶ φθινόπωρον γενόμενος, ἔπιεν εἰκῇ φάρμακον ἄνω καὶ κάτω· ἐκ δὲ τῆς καθάρσιος, πυρετός· καὶ ἐς τὴν ἀρτηρίην κατεῤῥύη τοιοῦτον, οἷον ἐπισχεῖν διαλεγόμενον, καὶ ἀσθμαίνειν ἐν τῷ διαλέ‐ | |
5 | γεσθαι ὁμοίως κυναγχικῷ βραγχώδει· πνιγμὸς καταπίνοντι, καὶ ἄλλα κυναγχικά· οἴδημα δὲ οὐκ ἦν. Ὁ δὲ πυρετὸς ἐπέτεινε, καὶ ἡ βὴξ, καὶ ἡ ἀπόχρεμψις ὑγροῦ καὶ πολλοῦ φλέγματος. Προϊόντος δὲ, καὶ ὀδύνη κατὰ στῆθος καὶ μαζὸν ἀριστερόν· ὁπότε δὲ ἐξανασταίη ἢ μετακινηθείη, ἆσθμα πουλὺ καὶ ἱδρὼς ἀπὸ μετώπου καὶ κεφαλῆς· | |
10 | καὶ τὰ περὶ τὴν φάρυγγα κατεῖχε, μαλακώτερον δὲ, ἐς τὸ στῆθος τῆς ὀδύνης ἀπελθούσης. Ἀπ’ ἀρχῆς μὲν οὖν κυάμοισι μελιχροῖσιν ἐχρῆτο· ἐπεὶ δὲ οἱ πυρετοὶ ἐπεῖχον, μᾶλλον ὀξυμέλιτι θερμῷ καὶ μέλιτος ἐκλείξει πολλῇ. Παρελθουσέων δὲ τεσσάρων καὶ δέκα ἡμε‐ ρέων, ἅπαντα ἔληξε, καὶ τῶν περὶ χεῖρας καὶ σκέλεα οὐ πουλὺ ὕστε‐ | |
15 | ρον ἐγκρατὴς ἐγένετο. | |
7.1.10 | Χαρτάδει, πυρετὸς καῦσος, ἔμετος χολῆς πουλὺς, καὶ κάτω ὑποχώρησις· ἄγρυπνος· καὶ κατὰ σπλῆνα ἔπαρμα στρογγύλον. Ἐνάτῃ, πρωῒ ἐξανέστη, ψόφου περὶ τὴν κοιλίην ἄνευ ὀδύνης γενομένου· ὡς ἀφοδεύων δὲ ἦν, ὑπῆλθεν αἵματος πλέον ἢ χοεὺς προσφάτου, καὶ μι‐ | |
5 | κρὸν ἐπισχόντι, καὶ τρίτον, πεπηγότες θρόμβοι. Ἄση δὲ περὶ τὴν καρδίην, καὶ ἱδρώτιον σχεδὸν καθ’ ὅλον τὸ σῶμα· καὶ τὸ πυρέ‐ | |
τιον καταψύχειν ἐδόκει· καὶ ἔμφρων τὸ πρῶτον· προϊούσης δὲ τῆς ἡμέρης, ἥ τε ἄση πλείων καὶ ἀλυσμὸς, καὶ πνεῦμα σμικρῷ πυ‐ κνότερον· καὶ θρασύτερον καὶ φιλοφρονώτερον τοῦ καιροῦ προσηγό‐ | ||
10 | ρευε καὶ ἐδεξιοῦτο. Καί τινες λειποψυχίαι ἐδόκεον ἐπιγίνε‐ σθαι· προσφερόντων δέ τινων χυλοὺς καὶ τὸ ἀπὸ κρίμνων ὕδωρ, οὐκ ἔληγεν· ἀλλὰ τὸ πνεῦμα πρὸς τὴν ἑσπέρην ὑπέρπουλυ ἦν, καὶ ῥιπτασμὸς πουλύς· καὶ ἐπὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μεταῤῥίπτων ἑωυτὸν, οὐδένα χρόνον ἀτρεμίζειν δυνατὸς ἦν· πόδες | |
15 | ψυχροί· ἐν κροτάφοισι καὶ κεφαλῇ θέρμη μᾶλλον, ὑπογύου τῆς τελευτῆς· καὶ ἱδρώτια πονηρά· καὶ πίνοντι τὰ τοῦ ψόφου περί τε στήθεα καὶ κοιλίην, κατιόντος τοῦ πόματος, οἷον δὲ κάκιστον· φάμενος δὲ θέλειν τι ἑωυτῷ ὑπελθεῖν, καὶ ἀτενίσας τοῖς ὄμμασιν, οὐ πολὺ ἐπισχὼν, ἐτελεύτησεν. | |
7.1.11 | Τῇ Ἑρμοπτολέμου, χειμῶνος ὥρῃ, πυρετὸς, καὶ κεφαλῆς ἀλγήματα· καὶ ὁπότε πίοι, ὡς χαλεπῶς καταπιοῦσα· ἐξανέστη, καὶ τὴν καρδίην οἱ γυιοῦσθαι ἔφη· γλῶσσα πελιδνὴ ἀπ’ ἀρχῆς. Ἡ δὲ πρόφασις ἐδόκει ἐκ φρίκης μετὰ λουτρὸν γενέσθαι. Ἄγρυπνος | |
5 | καὶ νύκτα καὶ ἡμέρην· μετὰ τὰς πρώτας ἡμέρας, ἐρωτωμένη, οὐκ ἔτι μόνην κεφαλὴν, ἀλλὰ καὶ ὅλον τὸ σῶμα πονέειν ἔφη· δίψα, ὁτὲ μὲν κατακορὴς, ὁτὲ δὲ μετρίη. Πέμπτῃ καὶ ἕκτῃ καὶ μέχρι τῆς ἐνάτης σχεδὸν παραλήρησις, καὶ αὖτις πρὸς ἑωυτὴν ἐλάλει μετὰ κώματος ἡμιτελέα· καὶ τῇ χειρὶ ἔστιν ὅτε ἐπωρέγετο πρὸς τὸ | |
10 | κονίημα καὶ προσκεφάλαιόν τι ψυχρὸν ἐνεὸν τῇ κεφαλῇ· καὶ τοῖσι στή‐ θεσι προσεῖχε, καὶ τὸ ἱμάτιον ἔστιν ὅτε ἀπεῤῥίπτει· καὶ ἐπὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ τὸ ὕφαιμον ἦν, καὶ δάκρυον ἦν· οὖρον δὲ, ὃ τοῖσι παισὶ πονη‐ ρόν ἐστιν αἰεί. Ὑπεχώρει δὲ ἀπ’ ἀρχῆς μὲν ὑπόκιῤῥα, ὕστερον δὲ | |
ὑδατώδεα σφόδρα καὶ τοιουτόχροα. Ἑνδεκάτῃ, ἐδόκει μετριώτερον | ||
15 | θερμὴ εἶναι, καὶ ἄδιψος ἔστιν ὅτε ἐγένετο, οὕτως ὡς, εἰ μή τις διδοίη, οὐκ ᾔτει. Ὕπνοι μετὰ τὸν πρῶτον χρόνον ἐγένοντο ἐπιεικῶς ἡμέρης, ἐς δὲ νύκτα ἄγρυπνος, καὶ ἐπόνει μᾶλλον ἐς νύκτα. Ἐνάτῃ ἡ γαστὴρ ἐξε‐ ταράχθη ὑδατώδεα διαχωρήσασα, ὡσαύτως δὴ καὶ ἑνδεκάτῃ· τὰς δὲ ἐπιούσας, ἐπιεικῶς πολλὴ ἡ διανάστασις καὶ τοιαύτη. Ἦσαν δὲ ἐν | |
20 | τῇσι πρόσθεν ἡμέρῃσιν ἀκρηχολίαι, καὶ κλαυθμοὶ οἷον παιδαρίου, καὶ βοὴ, καὶ δείματα, καὶ περιβλέψιες, ὁπότε δὴ ἐκ τοῦ κώματος ἐγείροιτο. Τῇ δὲ τεσσαρεσκαιδεκάτῃ, ἔργον κατέχειν ἦν, ἀναπηδῶ‐ σαν καὶ βοῶσαν ἐξαίφνης καὶ συντόνως, ὥσπερ ἂν ἐκ πληγῆς καὶ δεινῆς ὀδύνης καὶ φόβου, ὡς καταλαβών τις αὐτὴν κατάσχοι χρόνον | |
25 | ὀλίγον· εἶτα πάλιν ἡσυχίην τε εἶχε κεκωματισμένη, καὶ ὑπνώσ‐ σουσα διετέλει οὐχ ὁρῶσα ὅλως, ἔστι δ’ ὅτε οὐδὲ ἀκούουσα· μετέ‐ βαλλε δὲ ἐς ἀμφότερα θόρυβόν τε καὶ ἡσυχίην πυκνὰ, σχεδὸν ὅλην τὴν ἡμέρην ταύτην· ἐς νύκτα δὲ τὴν ἑπομένην, ὑπῆλθέ τι ὕφαι‐ μον, οἷον μυξῶδες, καὶ πάλιν οἷον ἰλυῶδες, μετὰ δὲ, πρασοειδέα | |
30 | σφόδρα καὶ μέλανα. Τῇ δὲ πεντεκαιδεκάτῃ, ὀξεὶς ῥιπτασμοί· καὶ οἱ φόβοι, καὶ ἡ βοὴ ἐγίνετο ἤπιος, παρηκολούθει δὲ τὸ ἀγριοῦσθαι καὶ τὸ θυμαίνειν καὶ κλαίειν, εἰ μή οἱ ταχέως, ὅ τι βούλοιτο, ῥε‐ χθείη· καὶ ἐπεγίνωσκεν μὲν πάντας καὶ πάντα ἤδη μετὰ πρῶτας εὐθὺς ἡμέρας· καὶ τὸ τοῦ ὀφθαλμοῦ κατέστη· ἡ δὲ μανίη παρὰ | |
35 | καιρὸν, καὶ ἡ βοὴ, καὶ ἡ μεταβολὴ ἡ εἰρημένη παρηκολούθει ἐς τὸ κῶμα· ἤκουεν ἀνωμάλως, τὰ μὲν σφόδρα καὶ εἰ σμικρόν τις λέγοι, ἐπ’ ἐνίων δὲ μέζον ἔδει διαλέγεσθαι· πόδες αἰεὶ ὁμαλῶς τῷ | |
ἄλλῳ σώματι θερμοὶ ἔς τε τὰς τελευταίας ἡμέρας. Τῇ δὲ ἑκκαιδε‐ κάτῃ, ἧσσον. Ἑπτακαιδεκάτῃ, μετριώτερον τῶν ἄλλων ἡμερῶν | ||
40 | ἔχουσα, ἐς νύκτα, ὡς φρίκης αὐτῇ γενομένης, ξυνάγουσα ἐπυρέτηνε μᾶλλον· καὶ ἡ δίψα πουλλὴ ἦν· τὰ δ’ ἄλλα ὅμοια παρηκολούθει· τρόμοι δὲ περὶ τὰς χεῖρας ἐγένοντο, καὶ κεφαλὴν ὑπέσειεν· ὑπώ‐ πια καὶ ἐμβλέψιες τῶν ὀφθαλμῶν πονηραί· καὶ ἡ δίψα ἰσχυρή· πιέουσα, πάλιν ᾔτει, καὶ ἥρπαζε, καὶ λαύρως ἔπινεν, ἀποσπά‐ | |
45 | σαι δὲ οὐκ ἠδύναντο· γλῶσσα ξηρὴ, ἐρυθρὴ σφόδρα, καὶ τὸ στόμα ὅλον καὶ χείλεα καθηλκωμένα καὶ ξηρά· καὶ τὰς χεῖρας ἀμφοτέρας ἐπὶ τὸ στόμα φέρουσα ἐμασσᾶτο, τρομώδης ἐοῦσα, καὶ, εἴ τι προσενέγκαι τις μασσήσασθαι ἢ ῥυφήσασθαι, λαύρως καὶ μανικῶς κατέπινε καὶ ἐῤῥύφανεν· καὶ τὰ περὶ τὴν ὄψιν πονηρά. Ἡμέρῃσι δὲ | |
7.1.11(50) | τρισὶν ἢ τέσσαρσι πρὸ τῆς τελευτῆς, φρῖκαί τε αὐτῇ ἔστιν ὅτε ἐνέπιπτον, ὥστε ξυνάγειν τὸ σῶμα, καὶ ξυγκαλύπτεσθαι, καὶ πνευστιᾷν· τέτανοί τε τὰ σκέλεα, καὶ ψύξις ποδῶν· ἡ δίψα δὲ ὁμοίη, καὶ τὰ περὶ τὴν διάνοιαν ὅμοια· καὶ ἐξαναστάσιες, ἢ διὰ κενῆς, ἢ σμικρὰ καὶ λεπτὰ μετά τινος βραχέος τόνου. Τῇ δὲ τελευταίῃ, τῇ | |
55 | τρίτῃ καὶ εἰκοστῇ, τὸ ὄμμα μέγα τὸ πρωῒ ἦν, καὶ περίβλεψις βρα‐ χείη· καὶ ἡσυχίην ἔσχεν ἔστιν ὅτε καὶ ἄνευ τοῦ ξυγκεκαλύφθαι τε καὶ κεκωματίσθαι. Πρὸς δὲ τὴν ἑσπέρην, τοῦ δεξιοῦ ὄμματος κίνησις, οἵη ὁρεούσης, ἤ τινος βουλήσιος, ἐκ τοῦ ἔξω κανθοῦ πρὸς ῥῖνα· ἐπε‐ γίνωσκέ τε καὶ πρὸς τὸ ἐρωτώμενον ὑπεκρίνετο· φωνὴ μετὰ πολλὰ | |
60 | ὑπότραυλος, καὶ ὑπὸ τῆς βοῆς ἀπεῤῥωγυῖα καὶ βραγχώδης. | |
7.1.12 | Τῷ Ἀμφιφράδεος, θέρεος, πλευροῦ ἀριστεροῦ ὀδύνη, καὶ βὴξ, καὶ ὑποχωρήματα πουλλὰ, ὑδατώδεα, καὶ ὑπόχολα. Ὁ πυ‐ ρετὸς ἐδόκει λῆξαι περὶ ἑβδόμην· ἡ βὴξ ἔνι· χρῶμα ὑπόλευκον καὶ ὕπωχρον. Περὶ δὲ τὰς δώδεκα, ὑπόχλωρον ἔπτυεν· τὸ πνεῦμα, | |
5 | προϊόντος τοῦ νοσήματος, αἰεὶ πυκνότερον, καὶ ἆσθμα, καὶ ὑποκερ‐ χάλεον περὶ στήθεα καὶ ἀρτηρίην. Ῥυφήμασιν ἐχρῆτο, ἔμφρων ἅπαντα τὸν χρόνον. Περὶ δὲ εἰκοστὴν ὀγδόην ἐτελεύτησεν· ἱδρῶτες ἔστιν ὅτε ἐγένοντο. | |
7.1.13 | Ὁ ἔξω κάπηλος ὁ περιπλευμονικὸς, κοιλίη εὐθὺς ὑπῄει. Περὶ τετάρτην, ἱδρὼς πουλύς· ἐδόκει λῆξαι τὸ πυρέτιον· τὸ βηχίον, οὐδὲν ὡς εἰπεῖν. Πέμπτῃ καὶ ἕκτῃ καὶ ἑβδόμῃ, ἐπεῖχεν ὁ πυρετός. Ἱδρὼς, ὀγδόῃ. Ἐνάτῃ, ἀπεχρέμψατο ὠχρόν. Δεκάτῃ, ᾔει ἅλες οὐ | |
5 | πολλάκις. Περὶ ἑνδεκάτην, ἠπιώτερος. Ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, ὑγιής. | |
7.1.14 | Ἑρμοπτολέμῳ, μετὰ πληϊάδος δύσιν, πυρετὸς ἐπῆλθεν· βὴξ οὐ πάνυ· γλῶσσα δὲ περιπλευμονική. Ἐνάτῃ, ἐξίδρωσεν ὅλος, κατεψύχθη τε, ὡς ἐδόκει· προσήνεγκαν αὐτῷ χυλόν· περὶ μέσον ἡμέ‐ ρης ἐθερμαίνετο. Ἑνδεκάτῃ, ἱδρὼς, καὶ κοιλίη ἐξυγραίνετο· κα‐ | |
5 | τάχολα ὑποχωρήματα· τὸ βηχίον ἐπεγένετο. Τεσσαρεσκαιδεκάτῃ, ὠχρὸν ἀπεχρέμψατο, καὶ ῥεγχώδης ἦν, καὶ τῇ πεντεκαιδεκάτῃ, | |
ἔμφρων δὲ πάντα τὸν χρόνον ἐὼν, ἐτελεύτησεν. | ||
7.1.15 | Ἕτερός τις ἐπὶ τοῦ ὑπερῴου, ῥεγχώδης, γλῶσσα ξηρὴ, περι‐ πλευμονικὴ, ἔμφρων, ἐτελεύτησεν. | |
7.1.16 | Καὶ Ποσειδώνιος, ἔτι τοῦ θέρεος ἐνισταμένου, κατὰ στῆθος καὶ ὑποχόνδρια καὶ πλευρὸν ἐπόνει χρόνον πουλὺν ἄνευ πυρετῶν· πολλοῖσι δὲ ἔτεσιν ἔμπροσθεν, ἔμπυος ἐγένετο. Τοῦ δὲ χειμῶνος, φρίξαντι ἐπέτεινεν ἡ ὀδύνη, καὶ τὸ πυρέτιον λεπτὸν, καὶ ἀπόχρεμψις | |
5 | πυώδης, βὴξ κερχαλέη περὶ φάρυγγα, καὶ ῥεγχώδης, ἔμφρων δὲ ἐὼν ἐτελεύτησεν. | |
7.1.17 | Ὁ δὲ Βαλοῖος, ἐκ τοῦ ὄρεος, πάντα ἡμαρτηκὼς, ἐννεακαι‐ δεκάτῃ γλῶσσα πονηρὴ, ὑπέρυθρος, καὶ κατὰ φωνὴν ἦν ἐν τῇ ῥέμβῃ· ὀφθαλμοὶ κεχρωσμένοι, πλέοντες ὥσπερ τῶν νυσταζόντων· χρῶμα καὶ τοῦ ἄλλου σώματος οὐκ ἰκτεριῶδες σφόδρα, ἀλλ’ ὕπωχρον, πελι‐ | |
5 | δνόν· φωνὴ πονηρὴ, ἀσαφής· γλῶσσα περιπλευμονική· οὐκ ἔμφρων· πνεῦμα πρὸς χεῖρα πονηρὸν, οὐ πυκνὸν, οὐδὲ μέγα· πόδες ψυχροὶ, λιθώδεις. Περὶ εἰκοστὴν ἐτελεύτησεν. | |
7.1.18 | Κυναγχικὴ ἡ παρὰ Μέτρωνι, χεῖρα δεξιὴν, σκέλος ἤλγησε, πυρέτιον ἐπεῖχε, βηχίον, πνίγμα. Τρίτῃ, ἐχάλασεν. Τετάρτῃ, σπα‐ σμώδης, ἄφωνος, ῥέγχος, ὀδόντων ξυνέρεισις, γνάθων ἔρευθος. Ἐτελεύτησε τῇ πέμπτῃ ἢ ἕκτῃ· σημεῖον περὶ χεῖρα τὸ ὑπο‐ | |
5 | πέλιον. | |
7.1.19 | Βίων ἐξ ὑδρωπικοῦ πολυχρονίου ἀπόσιτος ἐγένετο πολλὰς ἡμέρας καὶ στραγγουριώδης· ἐπὶ γούνατος ἀριστεροῦ ἀπόστημα ἐγέ‐ νετο, ἐξεπύησεν, ἐτελεύτησεν. | |
7.1.20 | Κτησιφῶν ὑδρωπικὸς ἐκ καύσου πολλοῦ, καὶ πρότερον ὑδρωπικὸς καὶ σπληνώδης, σφόδρα συνεπληρώθη καὶ ὄσχεον καὶ σκέλεα καὶ περιτόναια. Ἐπὶ τῇ τελευτῇ βὴξ καὶ πνιγμοὶ ἐγένοντο, ἐς νύκτα μᾶλλον, ἀπὸ τοῦ πλεύμονος, ὥσπερ τοῖς πλευμονώδεσιν. Πρὸ | |
5 | δὲ τῆς τελευτῆς ἡμέρῃσι τρισὶν ἢ τέσσαρσι, ῥῖγος, πυρετός· κατὰ μηρὸν δεξιὸν, ἔσω κατὰ φλέβα μέσην τὴν ἀπὸ τοῦ βουβῶνος, ὡς πυρὸς ἀγρίου σύστρεμμα ὑποπέλιον ἔχον ἔρευθος· ἐς νύκτα, καρδίης ἄλγος, καὶ οὐ πολὺ ὕστερον ἀφωνίη, πνιγμὸς μετὰ ῥέγχους, καὶ ἐτελεύτησεν. | |
7.1.21 | Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἐτελεύτησεν. | |
7.1.22 | Ὁ δὲ Προδρόμου, θέρεος, ὑπότραυλος, καυσώδης, ἡ γλῶσσά οἱ ὑπόξηρος, ἀσαφής· κάτω πολλὴ ἄφοδος· περιεγένετο. | |
7.1.23 | Λεωφορβείδῃ, πυρετὸς ὀξὺς μετὰ χειμερινὰς τροπάς, ὑποχον‐ δρίων καὶ κατὰ κοιλίην ἄλγημα· ὑποχωρήματα ὑγρὰ, χολώδεα πουλλά· καὶ μεθ’ ἡμέρην, κωματώδης· γλῶσσα περιπλευμονική· βὴξ οὐκ ἐνῆν. Δωδεκάτῃ, μέλανα σμικρὰ καὶ πρασοειδέα ὑπε‐ | |
5 | χώρησεν. Τεσσαρεσκαιδεκάτῃ, λῆξαι πυρέτιον ἐδόκει· μετὰ δὲ, ῥοφήμασιν ἐχρήσατο. Ἑκκαιδεκάτῃ, στόμα σφόδρα ἁλμῶδες, ξηρὸν ἐγένετο· ἀκρέσπερον δὲ, φρίκη, πυρετός. Μιῇ καὶ εἰκοστῇ, περὶ μέσον ἡμέρης, ῥῖγος καὶ ἱδρώς· τὸ πυρέτιον ἔληξε, θέρμη δὲ ὑπῆν | |
λεπτή· ἐς νύκτα πάλιν ἱδρώς· καὶ εἰκοστῇ δευτέρῃ, ἐς νύκτα ἱδρώς· | ||
10 | καὶ ἡ θέρμη ἐχάλασεν. Τῇσι δὲ ἔμπροσθεν πάσῃσιν ἀνίδρωτος ἦν, ἡ δὲ κοιλίη ὑγράνθη, καὶ ἐν τῇ ὕστερον δοκεύσῃ ὑποστροφῇ. | |
7.1.24 | Ἡ ἄνω οἰκοῦσα ἡ τῷ Θεοκλεῖ προσήκουσα, ὑπὸ πληϊάδα, πυρετὸς ὀξύς. Ἕκτῃ, ἐδόκει λῆξαι· ἐλούσατο ὡς πεπαυμένη. Ἑβδόμῃ πρωῒ, γνάθος σφόδρα ἐρυθρὴ, ὁποτέρη οὐ μέμνημαι· ἐς τὴν ἑσπέρην ὁ πυρετὸς ἦλθε πουλύς· καὶ λειποψυχίη, καὶ ἀφωνίη ἦν· | |
5 | οὐ πολὺ δὲ ὕστερον ἱδρὼς, καὶ παῦσις ἑβδομαίῃ. | |
7.1.25 | Καὶ ἡ Θεοδώρου σφόδρα ἐν πυρετῷ, αἱμοῤῥαγίης γενομέ‐ νης, χειμῶνος· λήξαντος δὲ τοῦ πυρετοῦ περὶ δευτέρην, οὐ πολὺ ὕστερον, πλευροῦ δεξιοῦ ὡς ἀπὸ ὑστερέων βάρος· καὶ πρῶτον δὲ ἐγεγόνει, καὶ τὰς ἐχομένας ἡ ὀδύνη κατὰ στῆθος δεινή· καὶ | |
5 | πλευρὸν δεξιὸν πυριωμένη, ἐχάλασεν. Τεταρταίῃ, τὰ ἀλγήματα· τὸ πνεῦμα, πυκνότερον· ἡ ἀρτηρίη μόλις ἀναπνεούσῃ ὑπεσύ‐ ριζεν· κλισίη ὑπτίη, ἐπιστρέφεσθαι χαλεπῶς· ἐς νύκτα ὀξύτε‐ ρος ὁ πυρετὸς, καὶ λῆρος βραχὺς ἐγένετο. Πέμπτῃ πρωῒ, ἐδόκει ἠπιώτερος εἶναι· ἱδρώτιον ἀπὸ μετώπου κατεχύθη ὀλίγον πρῶτον, | |
10 | ἔπειτα πουλὺν χρόνον ἐς ὅλον τὸ σῶμα καὶ πόδας· μετὰ δὲ ταῦτα ἐδόκει αὐτῇ κεχαλακέναι τὸ πῦρ· ἦν δὲ πρὸς χεῖρα ψυχρότερον τὸ σῶμα· αἱ δὲ ἐν κροτάφοισι καὶ μᾶλλον ἐπήδων, καὶ πνεῦμα πυ‐ κνότερον, καὶ ὑπελήρει ἄλλοτε καὶ ἄλλοτε, καὶ πάντα ἐπὶ τὸ χεῖ‐ ρον. Γλῶσσα διὰ τέλεος λευκὴ λίην· ἥ τε βὴξ οὐκ ἐνῆν, ὅτι μὴ τρι‐ | |
15 | ταίῃ καὶ πεμπταίῃ ὀλίγον χρόνον· δίψα οὐκ ἐνῆν, πτυσμὸς δὲ ἦν· ὑπο‐ | |
χόνδριον δεξιὸν σφόδρα ἐπῇρτο περὶ τὴν πέμπτην, μετὰ δὲ μαλθα‐ κώτερον· ὑποχώρησις τριταίῃ ἀπὸ βαλάνου κόπρου ὀλίγης, πέμπτῃ πάλιν ὑγρὸν ὀλίγον· κοιλίη δὲ λαπαρή· οὖρα στρυφνὰ, ὀποειδέα· ὄμματα ὡς κοπιώσης, χαλεπῶς ἀνέβλεπε καὶ περιέφερεν. Πέμπτῃ, | ||
20 | ἐς νύκτα χαλεπῶς, καὶ λῆρος εἵπετο. Ἕκτῃ, πάλιν τὴν αὐτὴν ὥρην περὶ πλήθουσαν ἀγορὴν, ἱδρὼς πουλὺς κατεχεῖτο, ἀπὸ μετώπου ἤρχετο ἐς ὅλον τὸ σῶμα πουλὺν χρόνον· ἐμφρόνως διετίθετο τὰ ἑαυ‐ τῆς· πρὸς μέσον δὲ ἡμέρης, σφόδρα ἐλήρει, καὶ τὰ τῆς καταψύξιος ὅμοια, βαρύτερα δὲ τὰ κατὰ τὸν χρῶτα πάντα· πρὸς δὲ τὴν ἑσπέρην, | |
25 | ἡ κνήμη αὐτῆς ἐκ τῆς κλίνης κατεῤῥύη, καὶ τῷ παιδὶ παραλόγως ἠπείλησέ τε καὶ πάλιν ἐσιώπησε, καὶ ἐς ἡσυχίην μετέβαλεν· περὶ δὲ τὸν πρῶτον ὕπνον, δίψα πουλλὴ, καὶ μανίη, καὶ ἀνε‐ κάθιζε, καὶ τοῖσι παροῦσιν ἐλοιδορεῖτο, καὶ πάλιν ἀπεσιώπησε καὶ ἐν ἡσυχίῃ ἦν· καὶ ἐδόκει τὴν ἐπίλοιπον νύκτα κεκωματίσθαι· τοὺς δὲ | |
30 | ὀφθαλμοὺς οὐ ξυνῆγεν. Ἐπὶ δ’ ἡμέρην ὑπεκρίνετο τὰ πλεῖστα νεύμα‐ σιν, ἀτρεμίζουσα τὸ σῶμα, καὶ κατανοοῦσα ἐπιεικῶς· πάλιν δὲ ἱδρὼς τὴν αὐτὴν ὥρην· ὁμοίως οἱ ὀφθαλμοὶ κατηφέες, ἐς τὸ κάτω βλέφαρον μᾶλλον ἐγκείμενοι, ἀτενίζοντες, κεκαρωμένοι, τὰ λευκὰ τῶν ὀφθαλ‐ μῶν ὠχρὰ καὶ νεκρώδεα, καὶ τὸ πᾶν χρῶμα ὠχρὸν καὶ μελα‐ | |
35 | νέον· τῇ χειρὶ τὰ πουλλὰ πρὸς τοῖχον ἢ πρὸς ἱμάτιον· οἱ ψόφοι δὲ πινούσῃ ἐγίνοντο, ἀπεπύτιζε καὶ ἄνω ἐς τὴν ῥῖνα, καὶ ἐκροκυδο‐ λόγει, καὶ ξυνεκάλυπτε τὸ πρόσωπον· μετὰ δὲ τὸν ἱδρῶτα, χεῖρες ὥσπερ κρυστάλλιναι· ὁ ἱδρὼς παρηκολούθει ψυχρός· σῶμα πρὸς χεῖρα ψυχρόν· ἀνεπήδα, ἀνεκεκράγει, ἐμαίνετο· πνεῦμα πουλύ· | |
40 | τρομώδεες αἱ χεῖρες ἐγένοντο, ὑπὸ δὲ τὸν θάνατον ἐλθούσῃ σπασμώ‐ δεες. Ἑβδομαίη ἐτελεύτησεν. Οὔρησε τῇ ἕκτῃ ἐν νυκτὶ ὀλίγον· τὸ οὐρούμενον τῷ κάρφει εἵλκετο, γλίσχρον, γονοειδές· ἄγρυπνος ἁπά‐ σας· μετὰ τὴν ἕκτην οὖρον ὕφαιμον. | |
7.1.26 | Τῷ Ἀντιφάνους, χειμῶνος, ἄλγημα πλευροῦ δεξιοῦ, βὴξ, πυ‐ ρετός· ἤσθιεν, ἐπορεύετο ὑποπυρεταίνων, ἐδόκεε ῥηγματώδης εἶναι. Ἐνάτῃ, ἀφίετο ὁ πυρετὸς, οὐκ ἔλειπεν· ἡ βὴξ πολλὴ, καὶ παχέα ἀφρώδεα· τὸ πλευρὸν ἐπόνει. Περὶ τὴν τεσσαρεσκαιδεκάτην | |
5 | καὶ πάλιν τὴν εἰκοστὴν ἐδόκεον ἀπολήγειν οἱ πυρετοὶ, καὶ πάλιν ἐπελάμβανον· ἦν δὲ λεπτὴ θέρμη, καὶ βραχύ τι ἐξέλειπεν· ἡ δὲ βὴξ ὁτὲ μὲν ἐξέλειπε, ὁτὲ δὲ κατακορὴς ἦν μετὰ πνίγματος πολλοῦ, ὁτὲ δὲ ἐχάλα· καὶ ἀπόχρεμψις μετὰ ταύτας τὰς ἡμέρας πολλὴ μετὰ πνιγμώδους βηχὸς, καὶ πυώδεα ζέοντα ὑπὲρ τοῦ ἀγγείου καὶ ἀφρέοντα· | |
10 | καὶ ἐν τῇ φάρυγγι τὰ πολλὰ κερχαλέα ὑπεσύριζεν· ἆσθμα αἰεὶ κατ‐ εῖχε, καὶ πνεῦμα πυκνότερον, ὀλιγάκις εὔπνοος. Ὑπὲρ δὲ τὰς τεσ‐ σαράκοντα, ἔγγυς οἶμαι τῶν ἑξήκοντα, ὀφθαλμὸς ἀριστερὸς ἐτυ‐ φλώθη μετὰ οἰδήματος ἄνευ ὀδύνης, οὐ πολὺ δ’ ὕστερον καὶ ὁ δεξιός· καὶ σφόδρα αἱ κόραι λευκαὶ καὶ ξηραὶ ἐγένοντο· καὶ ἐτελεύτησε μετὰ | |
15 | τὴν τύφλωσιν οὐ πουλὺ ὑπὲρ ἑπτὰ ἡμέρας μετὰ ῥέγχου καὶ πολλῆς ληρήσιος. | |
7.1.27 | Ὅμοια δὲ καὶ ἐξ ὁμοίων τὴν ὥρην τὴν αὐτὴν ξυνέβη Θεσ‐ σαλίωνι, τὰ ζέοντα καὶ ἀφρέοντα καὶ πυώδεα, καὶ βῆχες, καὶ οἱ | |
κερχμοί. | ||
7.1.28 | Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· φλέβα ἐτμήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα καὶ οἴδημα ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἔφη δοκεῖν τι ξυνάγεσθαι | |
5 | ἑωυτῇ, καὶ ἀνέπνει οἷον ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφει, ὡς αἱ ἐγγαστρίμυθοι λεγόμεναι, τοιοῦτόν τι ξυνέβαινεν. Περὶ τὴν ὀγδόην ἢ ἐνάτην ἐς νύκτα κοιλίη κατεῤ‐ ῥάγη· ὑγρὰ, πουλλὰ, ἅλεα, καὶ κάκοδμα· ἀφωνίη ἔσχεν· ἐτελεύ‐ τησεν. | |
7.1.29 | Ἀρίστιππος ἐς τὴν κοιλίην τοξευθεὶς ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· ἐπίμπρατο ταχέως· κάτω δὲ οὐδὲν διεχώρεεν· ἀσώδης ἦν· ἤμεε χολώδεα κατακορέα· ὁπότε δὴ ἀπεμέσειεν, ἐδόκει ῥᾴων εἶναι· μετ’ ὀλίγον δὲ τὰ ἀλγήματα πάλιν δεινά· καὶ ἡ κοιλίη | |
5 | ὁμοίως ἐπίμπρατο ὡς ἐν εἰλεοῖς· θέρμαι καὶ δίψαι· ἐν ἑπτὰ ἡμέ‐ ραις ἐτελεύτησεν. | |
7.1.30 | Ὁ δὲ Νεόπολις, πληγεὶς ὁμοίως, ταὐτὰ ἔπασχεν· κλυσθέντι δὲ δριμεῖ ἡ κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελα‐ νέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα. | |
7.1.31 | Τῷ δὲ καθ’ ἧπαρ ἐγγὺς πληγέντι ἀκοντίῳ, εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἀπέ‐ θανε πρὶν ἀγορὴν λυθῆναι, ἐν ᾗπερ ἡμέρῃ ἐπλήγη. | |
7.1.32 | Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς, ὑπὲρ κρο‐ τάφου ἀριστεροῦ ὅσην ἀμυχὴν διεκόπη· ἐσκοτώθη πληγεὶς, καὶ ἔπεσεν. Τριταῖος ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ σφοδρός· σφυγμὸς ἐν κροτάφοισιν, ὡς λεπτῆς θέρμης· ἤκουεν οὐδὲν, οὐδὲ | |
5 | ἐφρόνεεν, οὐδ’ ἠτρέμιζεν· νοτὶς περὶ μέτωπον καὶ ὑπὸ ῥῖνα ἄχρις ἀνθερεῶνος· πεμπταῖος ἐτελεύτησεν. | |
7.1.33 | Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ἐς τοὔπισθεν τοῦ πλευροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος, ἄπονον· τριταίῳ δὲ γαστρὸς ὀδύνη σμικρή· οὐχ ὑπεχώρει· κλυσθέντι δὲ ἐς νύκτα κόπρος ἦν, καὶ ὁ πόνος διέλειπεν. Ἕδρη ἔξω ἐς τὰς ἰξύας τεταρταίῳ, καὶ | |
5 | ἐς ἥβην καὶ κοιλίην ὅλην δεινῶς ὁ πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· χλοώδεες ὀφθαλμοὶ, καὶ οἷοι τῶν λειποθυμεόντων. Μετὰ πέμπτην ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν αὐτῷ. | |
7.1.34 | Αὐδέλλῳ πληγέντι ἐς τὸν νῶτον, πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρει, καὶ ᾑμοῤῥάγει· τῷ ἐναίμῳ δὲ καταδε‐ θεὶς, ὑγιὴς ἐγένετο· ξυνέβη δὲ καὶ τῷ Δυσχύτᾳ. | |
7.1.35 | Τῷ Φιλίας παιδίῳ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· εἶτα ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐέργου· πελιαινομένων δὲ τῶν ὀστέων καὶ πυρεταινόντων, ἀφίστατο τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον | |
5 | ὑπεμένετο· τούτοισι τρυπωμένοισιν ἐξ αὐτοῦ τοῦ ὀστέου ἀνήρχετο ἰχὼρ λεπτὸς, ὀῤῥώδης, ὕπωχρος, κάκοδμος, θανάσιμος. Ξυμβαίνει δὲ τοῖσι τοιούτοισι, καὶ ἐμέτους ἐπιγίνεσθαι καὶ τὰ σπασμώδεα ἐπὶ τελευτῇ, καὶ ἐνίους κλαγγώδεας εἶναι, καὶ ἐνίους ἀκρατέας, καὶ | |
ἢν μὲν ἐν τοῖσι δεξιοῖσι τὸ τρῶμα ᾖ, τὰ ἀριστερά· ἢν δ’ ἐν | ||
10 | τοῖσιν ἀριστεροῖσι, τὰ δεξιά. Τῷ Θεοδώρου ἐναταίῳ ἡλιωθέντι, πυρετὸς ἐπῄει δεκαταίῳ ἐκ ψιλώματος, οὐδενὸς ἀξίου, ὡς εἰπεῖν, κατὰ τὸ ὀστέον· ἐν δὲ τῷ πυρετῷ ἐμελάνθη, ἀπέστη τὸ δέρμα· ἐπὶ πουλὺ κλαγγώδης· δευτέρῃ καὶ εἰκοστῇ, ἡ γαστὴρ ἐπήρθη, μάλιστα δὲ κατὰ τὰ ὑποχόνδρια· τρίτῃ καὶ εἰκοστῇ ἐτελεύτησεν. Οἷσι δ’ ἂν ὀστέα | |
15 | κατεαγῇ, τούτοισιν ἑβδομαίοισιν οἱ πυρετοί· ἢν δὲ θερμοτέρη ἡ ὥρη, καὶ θᾶσσον· ἢν δὲ μᾶλλον κλασθῇ, καὶ παραχρῆμα. Καὶ ὁ Ἐξαρ‐ μόδου παιδίσκος παραπλησίως, καὶ ἄλγημα ἐς μηρὸν οὐ κατ’ ἴξιν τοῦ τρώματος, καὶ ἐγεγόνει κλαγγώδης, καὶ τραχήλου ὀδύνη. Καὶ ὁ Ποσειδοκρέων, τρίτῃ σπασμός· θέρμη οὐκ ἔλιπεν· ἐτελεύτησεν | |
20 | ὀκτωκαιδεκαταῖος. Ὁ τοῦ Ἰσαγόρα ὄπισθεν ἐπλήγη τῆς κεφαλῆς, φλασθέντος τοῦ ὀστέου καὶ μελανθέντος πεμπταίῳ, περιεγένετο, ὀστέον δὲ οὐκ ἀπέστη. | |
7.1.36 | Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ, ᾧ ἡ ἄγκυρα τὸν λιχανὸν δά‐ κτυλον καὶ τὸ ὀστέον συνέφλασε τῆς δεξιῆς χειρὸς, φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός. Ὑπεκαθάρθη πέμπτῃ μετρίως, αἱ θέρ‐ μαι ἀνῆκαν καὶ αἱ ὀδύναι, τοῦ δακτύλου τι ἀπέπεσεν. Μετὰ δὲ τὴν | |
5 | ἑβδόμην ἐξῄει ἰχὼρ ἐπιεικῶς· μετὰ ταῦτα τῇ γλώσσῃ οὐ πάντα ἔφη δύνασθαι ἑρμηνεύειν· πρόῤῥησις· ὀπισθότονος· ξυνεφέροντο αἱ γνάθοι ξυνερειδόμεναι, ἔπειτα ἐς τράχηλον, τριταῖος ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι· ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἀπέθανεν. | |
7.1.37 | Ὁ δὲ ἐκ τῆς Ἁρπάλου ἀπελευθέρης Τηλεφάνης τύμμα | |
κάτωθεν μεγάλου δακτύλου ἔλαβεν· ἐπεφλέγμηνε, καὶ σφόδρα ἐπώδυνος ἦν, καὶ, ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ὀσφὺν ἤλγησεν, ἐλούσατο, αἱ γένυες ξυνήγοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· | ||
5 | τὸ σίαλον ἀφρῶδες, μόλις ἔξω διὰ τῶν ὀδόντων διῄει· τριταῖος ἀπέ‐ θανεν. | |
7.1.38 | Ζήνων ὁ τοῦ Δάμωνος, περὶ κνήμην, ᾗ σφυρὸν, ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπι‐ σθοτόνῳ ἀποθανεῖν. | |
7.1.39 | Δείνωνι ὑπ’ ἀρκτοῦρον, καὶ πρότερον ἐκ πυρετοῦ θερινοῦ καὶ διαῤῥοίης ἀσθενέως διατεθέντι, ἐκ πορείης κοπιάσαντι, καὶ πλευ‐ ροῦ ὀδύνη ἀριστεροῦ· καὶ βὴξ, ἔχουσα μὲν ἐκ καταῤῥόου καὶ πρότε‐ ρον, τότε δὲ ἦν κατακορής· καὶ ἄγρυπνος, καὶ δυσφόρως φέρων τὸν | |
5 | πυρετὸν εὐθὺς ἀπ’ ἀρχῆς, καὶ ἀνακαθίζων. Τριταῖος ἔπτυσεν ὠχρόν· ἀρτηρίη ὑπεσύριζε ῥεγχῶδες. Περὶ τὴν πέμπτην, πνεῦμα ἐπιεικῶς πυκνόν· πόδες, αἱ κνῆμαι, ἄκρεα τὰ πλεῖστα ψυχρὰ, καὶ ἔξω τοῦ ἱματίου· ὑποχώρησις ἀπ’ ἀρχῆς ἐπεγένετο χολώδης, οὔτε λίην ὀλίγη, οὔτε πουλλή. Ἑβδομαῖος καὶ ὀγδοαῖος καὶ ἐναταῖος ῥᾷον ἐδόκει | |
10 | φέρειν, καί τινες ὕπνοι ἐγένοντο, καὶ τὰ ἀποχρεμπτόμενα ἀμεμπτό‐ τερα. Δεκάτῃ καὶ μέχρι τρισκαιδεκάτης, σφόδρα λευκὰ καὶ κα‐ θαρά· καὶ ὑποχόνδριον λαπαρώτερον ἐγένετο, τὸ δὲ ἀριστερὸν ξυντε‐ ταμένον· καὶ εὐπνούστερος· πρὸς δὲ βάλανον ὑπῆλθε μετρίως. Τρισκαιδεκάτῃ, πάλιν ἔπτυσεν ὠχρὸν, τεσσαρεσκαιδεκάτῃ δὲ μᾶλ‐ | |
15 | λον, πεντεκαιδεκάτῃ δὲ πρασοειδές· κοιλίη δὲ κακώδεα, χολώδεα, | |
ὑγρὰ, συχνὰ ὑπῆλθεν· ἀριστερὸν ὑποχόνδριον ἐπῄρετο, ἑκκαιδε‐ κάτῃ δὲ καὶ σφόδρα ἐπῴδησεν· καὶ τὸ πνεῦμα ἤδη ῥεγχῶδες· ἱδρὼς περὶ μέτωπον καὶ αὐχένα, ὀλιγάκις ἐπὶ τὸ στῆθος· ἄκρεα καὶ μέτω‐ πον ἐπιεικῶς διετέλει ψυχρά· πηδηθμὸς δὲ φλεβῶν περὶ κροτά‐ | ||
20 | φους κατεῖχεν· ὕπνοι κωματώδεες καὶ ἡμέρην καὶ νύκτα τοὺς τε‐ λευταίους χρόνους· οὖρον ἀπ’ ἀρχῆς ὠμὸν, σποδοειδές· περὶ δεκά‐ την καὶ μέχρι τρισκαιδεκάτης λεπτὰ καὶ οὐκ ἄχροα, ἀπὸ δὲ τῆς τρισκαιδεκάτης οἷάπερ ἀπ’ ἀρχῆς. | |
7.1.40 | Τῷ Κλεόχῳ πλευροῦ ἄλγημα καὶ πυρετός· ἀνῆκεν ὁ πυρε‐ τός· ἵδρωσε τὸ σῶμα ὅλον· ἐν τῷ οὔρῳ πουλλὰ τὰ ἐμφερόμενα ἦν, ἐθορυβήθη μετὰ ταῦτα. | |
7.1.41 | Πληϊάδων περὶ δύσιν, τὴν Ὀλυμπιάδεω, ὀκτάμηνον ἔχουσαν, ἐκ πτώματος πυρετὸς ὀξὺς ἔλαβε· γλῶσσα καυσώδης, ξηρὴ, τρηχείη, ὠχρή· ὀφθαλμοὶ ὠχροὶ, καὶ τὸ χρῶμα νεκρῶδες. Διέφθειρε πεμπταίη· ῥηϊδίως ἀπήλλαξε, καὶ ὕπνος, ὡς ἐδόκεε, κωματώδης· δείλης διε‐ | |
5 | γειρόντων οὐκ ᾐσθάνετο, πταρμικῷ ὑπήκουσε, πόμα κατεδέξατο καὶ χυλοῦ, ὑπέβησσε καταπίνουσα τὸ πόμα· ἡ φωνὴ οὐκ ἐλύετο, οὐδὲ αὐτή τι ἀνέφερεν· τὰ ὄμματα κατηφέα· πνεῦμα μετέωρον, κατὰ ῥῖνα σπώμενον· χρῶμα πονηρόν· ἱδρὼς περὶ τοὺς πόδας καὶ σκέλεα περὶ θάνατον ἐούσῃ· ἐτελεύτησεν. | |
7.1.42 | Τῇ Νικολάου εὐνέτιδι ἐκ καύσου τὰ παρ’ οὖς ἐγένετο ἐπ’ ἀμφότερα, ὀλίγῳ ὕστερον τὸ ἕτερον, ἤδη δοκέοντος χαλᾷν τοῦ πυρε‐ τοῦ. Ὡς οἶμαι, περὶ τεσσαρεσκαιδεκάτην μεγάλα· ἀσήμως κατέστη· | |
ὑπέστρεψεν· χρῶμα νεκρῶδες, γλῶσσα τρηχείη, δασέη σφόδρα, | ||
5 | ὑπόλευκος, διψώδης· ὑποχώρησις κάτω, πολλὴ, ὑγρὴ, κακώδης παρὰ πάντα τὸν χρόνον, πρὸ τῆς τελευτῆς ἐφθάρη τὸ σῶμα τῷ πλή‐ θει· ἐτελεύτησε περὶ τὰς εἴκοσιν. | |
7.1.43 | Ἀνδρέαν πρὸ πληϊάδος, φρίκη, πυρετὸς, ἔμετος· ἀπ’ ἀρχῆς ἡμι‐ τριταῖος ἐφαίνετο. Τριταῖος δ’ οὖν ἐὼν, πάλιν ἀγοράζων ἔφριξε· πυρετὸς ὀξύς· ἔμετος χολῆς ἀκρήτου· παραλήρησις ἐς νύκτα· ῥᾴων πάλιν. Πέμπτῃ, χαλεπῶς. Ἕκτῃ, ἀπὸ λινοζώστιος εὖ ὑπῆλθεν. Ἑβδόμῃ, | |
5 | χαλεπώτερον· καὶ τὰς ἐφεξῆς ξυνεχέστερος ἤδη, καὶ ἀνίδρωτος ἀπ’ ἀρχῆς, καὶ διψώδης· μάλιστα δὲ στόμα ὑπεξηραίνετο, καὶ πόμα οὐδὲν ἡδέως προσεδέχετο, ἀηδίης πολλῆς ἐούσης περὶ τὸ στόμα· γλῶσσα ξηρὴ, ἄκροπις, τρηχύτης ἐπήνθει ὠχρόλευκος· ἄγρυπνος, ἀσώδης, ἐκλελυμένος, κεκλασμένος· γλῶσσα ὑπὸ ξηρότητος ἐνίοτε | |
10 | ὑπότραυλος, ἕως διαβρέξειεν· χυλὸν μάλιστα προσεδέχετο. Ἐναταίῳ ἢ δεκαταίῳ παρ’ οὖς ἀριστερὸν καὶ παρὰ τὸ ἕτερον ἐπάρματα σμικρά· ἀσήμως ἐφάνη· οὖρα διὰ παντὸς οὐκ ἄχροα, ἄνευ δὲ ὑπο‐ στάσιος. Τεσσαρεσκαιδεκαταίῳ ἱδρώτιον περὶ τὰ ἄνω· οὐ πολὺ με‐ τριώτερον ἡ θέρμη, περὶ τὰς ἑπτακαίδεκα ἐμωλύνθη. Κοιλίη μετὰ | |
15 | τὰς δέκα ξηρὴ, οὐκ ἄνευ βαλάνων ὑποχωρέουσα. Περὶ δὲ τὰς πέντε καὶ εἴκοσιν, ἐξανθήματα δι’ ὀλίγου κνησμώδεα, θερμὰ, ὥσπερ πυρί‐ καυστα. Ὀδύνη δὲ ἦν περὶ τὰς μασχάλας καὶ τὰ πλευρά· ἐς σκέ‐ λεα διῆλθεν ἀσήμως, καὶ ἔληξεν. Λουτρὸν ὠφέλει καὶ χρίσμα τὸ ἐν τῷ ὄξει. Μηνὶ δὲ δευτέρῳ ἴσως ἢ τρίτῳ, ἐς νεφροὺς ἡ ὀδύνη, καὶ | |
20 | πρότερόν ποτε γενομένη, κατέστη. | |
7.1.44 | Ἀριστοκράτει, περὶ ἡλίου τροπὰς χειμερινὰς, κόπος καὶ φρίκη καὶ θέρμη· μετὰ δὲ ἤρξατο τριταίῳ πλευροῦ ὀδύνη καὶ ὀσφύος, καὶ οἴδημα ἐκ τῆς μασχάλης ἀρξάμενον παρ’ ὅλον τὸ δεξιὸν πλευ‐ ρὸν, σκληρὸν, ἐρυθρὸν, πελιδνὸν, ὡς ὑπὸ πυρὸς θαλφθὲν καὶ ἐκκε‐ | |
5 | καυμένον. Ἀσώδης, δυσφόρως ἔχων, σφόδρα διψώδης, γλῶσσα ὑπό‐ λευκος, οὖρα οὐκ ἐχώρεε, σκέλεα ὑπόψυχρα· ὑποχώρησις ἀπὸ λινοζώ‐ στιος ὀλίγη, ὑγρὰ, ὑπόλευκα, ἀφρώδεα. Ἐς νύκτα πνεῦμα ἐμετεωρί‐ ζετο· ἱδρώτιον περὶ μέτωπον· τὰ κάτω ψυχρά· ἀσώδης· τράχηλος ἐνεφυσᾶτο· βὴξ οὐκ ἐνῆν· ἐτελεύτησεν ἔμφρων. | |
7.1.45 | Μνησιάνακτι, περὶ φθινόπωρον, ὀφθαλμίη, μετὰ δὲ τεταρ‐ ταῖος πυρετός· ἀρχομένου τοῦ τεταρταίου, σφόδρα ἀπόσιτος, προσιόντος δὲ, ἡδέως πρὸς σιτίον· καὶ Πολυχάρει δὲ ἐν τε‐ ταρταίῳ ὅμοια τὰ περὶ τὴν σίτισιν. Ξυνέβη δὲ καὶ τῷ Μνη‐ | |
5 | σιάνακτι ὑποχώρησις ἔμπροσθεν τοῦ πυρετοῦ, καὶ μετὰ ἐπὶ που‐ λὺν χρόνον παρηκολούθει πολλῶν, λευκῶν, μυξοποιῶν, καὶ ἔστιν ὅτε σμικρὸν αἷμα ἄνευ τόνων καὶ ὀδύνης· ψόφοι δὲ ἐν γαστρί. Μετὰ τὸν πυρετὸν, ἀπέστη παρὰ τὴν ἕδρην φῦμα σκληρὸν, πουλὺν χρόνον παρηκολούθει ἄπεπτον, ἐῤῥάγη ἐς τὸ ἔντερον, καὶ ἔξω | |
10 | συριγγῶδες ἐγένετο. Περιπατοῦντι δ’ αὐτῷ ἐν τῇ ἀγορῇ, μαρμαρυγαὶ ὡρῶντο πρὸ τῶν ὀφθαλμῶν, καὶ τὸν ἥλιον οὐ πάνυ καθεώρα· ἀπο‐ χωρήσας δὲ σμικρὸν ἐξ ἑωυτοῦ ἦν καὶ τράχηλον σπασμώδης. Ἐπεὶ δὲ ἐκομίσθη ἐς οἶκον, μόγις ἀνέβλεψε, καὶ αὐτὸς ἑωυτοῦ μόγις | |
ἐγένετο· τὸ πρῶτον δὲ περιέβλεπε τοὺς περιεστῶτας, καὶ τὸ σῶμα | ||
15 | κατεψύχθη, μόγις δὲ ἀνεθερμάνθη ἀσκίοισι καὶ πυρίῃ ὑπὸ τῇ κλίνῃ. Ἐπεὶ δ’ ἐντὸς ἑωυτοῦ ἦν, καὶ ἐξανίστατο, οὐκ ἐξιέναι ἤθελεν, ἀλλὰ δεδιέναι ἔλεγεν· εἰ δέ τις περὶ νουσημάτων χαλεπῶν διαλέγοιτο, ὑπεξήρχετο φόβῳ· ἔστι δ’ ὅτε προσπίπτειν αὐτῷ πρὸς τὰ ὑποχόνδρια θερμασίην ἔφη, καὶ τῶν ὀφθαλμῶν μαρμαρυγὰς παρακολουθεῖν. Καὶ | |
20 | ἡ ὑποχώρησις πουλλὴ, καὶ πολλάκις, καὶ ὁμοίη χειμῶνος ξυνέβη. Φλεβοτομίη γέγονεν· ἐλλέβοροι· γαλακτοποσίη βοείου, πρότερον δὲ ὀνείου, ξυνήνεγκε, καὶ τὰς ὑποχωρήσιας ἔπαυσεν· ὑδροποσίη ἀπ’ ἀρ‐ χῆς, περίπατοί τε καὶ κεφαλῆς καθάρσιες. | |
7.1.46 | Τῷ Ἀνεχέτου ταὐτά· χειμῶνος ἐν βαλανείῳ πρὸς πυρὶ χριόμενος ἐθερμάνθη, καὶ παραχρῆμα περιέπεσεν ἐπιληπτικοῖς σπασμοῖς· ἐπεὶ δ’ ἀνῆκαν οἱ σπασμοὶ, περιέβλεπεν, οὐ παρὰ ἑωυτῷ ἦν. Ἐπεὶ δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, πάλιν τῇ ὑστεραίῃ πρωῒ ἐλήφθη· | |
5 | σπασμώδης· ἀφρὸς δὲ οὐ πάνυ· καὶ τρίτῃ ἄκροπις· καὶ τετάρτῃ ἐπεσήμαινε τῇ γλώσσῃ, ἔπταιεν, οὐχ οἷός τε ἦν λέγειν, ἀλλ’ ἴσχετο ἐν τῇσιν ἀρχῇσι τῶν ὀνομάτων. Καὶ τῇ πέμπτῃ γλῶσσα σφοδρὰ, καὶ ὁ σπασμὸς ἐπεγένετο, καὶ ἐκτὸς ἑωυτοῦ ἐγένετο· ὅτε δὲ ἠνίει ταῦτα, ἡ γλῶσσα μόγις ἀποκαθίστατο εἰς τωὐτό. Ἑκταίῳ ἀποσχομένῳ | |
10 | πάντων, καὶ ῥοφήματος καὶ ποτοῦ, οὐδέν· καὶ οὐκ ἔτι ἐλάμ‐ βανεν. | |
7.1.47 | Κλεόχῳ ἐκ κόπων καὶ γυμνασίων, μέλιτι τὰς ἡμέρας διαχρω‐ | |
μένῳ, οἴδημα ἐς γόνυ δεξιὸν, μᾶλλον δὲ ἐς τὸ κάτω περὶ τοὺς τένον‐ τας τοὺς ὑπὸ τῷ γούνατι· περιῄει ὑποχωλαίνων· καὶ ἡ γαστροκνη‐ μίη ᾤδει, καὶ σκληρὴ ἦν, καὶ ἐς τὸν πόδα, καὶ ἐς τὸ σφυρὸν τὸ | ||
5 | δεξιόν· καὶ ἐς τὰ οὖλα παρ’ ὀδόντας, μεγάλα ὡς ῥάγες, πελιδνὰ, μεμελανωμένα, ἀνώδυνα, ὁπότε μὴ ἐσθίοι, καὶ τὰ σκέλεα, εἰ μὴ ἐξα‐ νασταίη· ἦλθε γὰρ καὶ ἐς τὸ ἀριστερὸν τὸ οἴδημα, ἧσσον δέ· καὶ ἀπελειαίνετο ἐν τοῖσιν οἰδήμασι τοῖσι περὶ γούνατα καὶ πόδας, ὥσπερ ὑπόπυα. Τέλος δὲ οὐχ οἷός τε ἦν ἵστασθαι, οὐδ’ ἐπὶ τὰς | |
10 | πτέρνας ἐπιβαίνειν, ἀλλὰ κλινοπετὴς ἦν. Θέρμαι δῆλοι ἐνίοτε· ἀπόσιτος, οὐ πάνυ διψώδης· οὐδὲ ἐπὶ θᾶκον ἀνίστατο, ἀσώδης, καὶ ἔστιν ὅτε καὶ ὀλιγοψυχίῃ ἴσχετο. Ἐλλέβοροι προσήχθη‐ σαν, κεφαλῆς καθάρσιες· πρὸς τὸ στόμα μαννῶδες ξὺν τοῖσιν ἄλλοισι μισγομένοισι ξυνήνεγκεν· πρὸς τὰ ἐν τῷ στόματι ἕλκεα, | |
15 | ῥόφημα φακὴ ἐπιτήδειον. Περὶ δὲ ἑξηκοστὴν κατέστη τὰ οἰδήματα πρὸς τοῦ δευτέρου ἐλλεβόρου μοῦνον· ὀδύναι ἐς τὰ γούνατα κατα‐ κειμένῳ ἦλθον, ὑγρὸν δὲ καὶ χολὴ ἀπέστη ἐς γούνατα, καὶ πλείους ἡμέρας πρὸ τοῦ ἐλλεβόρου. | |
7.1.48 | Πεισιστράτῳ ὤμου ἄλγημα, καὶ βάρος πουλυχρόνιον περι‐ πατοῦντι καὶ τἄλλα ὑγιαίνοντι· χειμῶνος δὲ ἐπέπεσε πουλλὴ ὀδύνη πλευροῦ, καὶ θέρμη, καὶ βὴξ, ἀπόχρεμψίς τε αἵματος ἀφρώδεος· τοῦτο καὶ ῥεγχῶδες ἐν τῇ φάρυγγι· εὔφορος δὲ καὶ παρ’ ἑωυτῷ. | |
5 | Καὶ ἡ θέρμη ἐχάλασεν, ἅμα δὲ καὶ ἡ ἀπόχρεμψις, καὶ τὸ κέρχον· | |
καὶ περὶ τετάρτην ἢ πέμπτην ἡμέρην ὑγιής. | ||
7.1.49 | Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ στῆθος καὶ πλευρόν· βὴξ, πυρετοὶ, ἀποχρέμψιες πυώδεες. Φθίσις κατέστη· καὶ ἓξ μῆνας οἱ πυρετοί· καὶ διάῤῥοιαι αἰεί· ἐπὶ τέλει, παῦσις πυρετῶν· κοιλίη ἔστη μετὰ τὴν παῦσιν· ἡμέρας μεθ’ ἑπτὰ ἐτελεύτησεν. | |
7.1.50 | Καὶ ἡ Εὐξένου· ἐκ πυριήσιος, ὡς ἐδόκει· θέρμαι οὐκ ἔλει‐ πον οὐδένα χρόνον, μᾶλλον πρὸς ἑσπέρην ἐπέτεινον· ἱδρῶτες ἐγίνοντο ἐς ὅλον τὸ σῶμα· μέλλοντος ἐπιτείνειν τοῦ πυρετοῦ, ψύξιες τῶν ποδῶν, ὁτὲ δὲ καὶ κνημέων καὶ γουνάτων, ἐγίνοντο· βηχίον ξηρὸν | |
5 | ὀλίγον χρόνον, ἀρχομένου τοῦ πυρετοῦ παροξύνεσθαι, εἶτα ἔληγεν· διὰ δὲ χρόνου πολλοῦ, καὶ ὅλου τοῦ σώματος ῥῖγος ἐγένετο· ἄδιψος διὰ παντός. Φάρμακον πιοῦσα καὶ ὀῤῥὸν, ἐβλάβη μᾶλλον. Ἀπ’ ἀρχῆς πάντων ἀνώδυνος καὶ εὔπνοος· μεσοῦντος δὲ τοῦ χρόνου, πλευροῦ δεξιοῦ ἐγένετο ἄλγημα, καὶ ἡ βὴξ ἐκινήθη, καὶ ἆσθμα, καὶ ἀποχρέμ‐ | |
10 | ψιες σμικραὶ, λευκαὶ, ὑπόλεπτοι· καὶ ἡ φρίκη, οὐκ ἔτι ἐκ ποδῶν, ἀλλὰ ἀπὸ τραχήλου καὶ νώτου· καὶ κοιλίη ὑγροτέρη. Ἐχάλασεν ὁ πυρετὸς μετὰ πολλοῦ ἱδρῶτος, καὶ κατεψύχθη· ἆσθμα δὲ ἦν ποικί‐ λον· ἐτελεύτησε μετὰ τὴν ἄφεσιν ἑβδόμῃ ἔμφρων. | |
7.1.51 | Καὶ ἡ Πολεμάρχου θέρεος ἤρξατο πυρεταίνειν· ἀφῆκε δὲ αὐτὴν ἑκταίην· μετὰ δὲ ὑπεφέρετο· ἐς νύκτα θέρμαι· πάλιν δὲ διαλιπὼν ἔλαβεν ὁ πυρετὸς, καὶ οὐκ ἀνῆκε σχεδὸν τριῶν μηνῶν. Βὴξ | |
πουλλή· ἀπόχρεμψις φλέγματος· ἐπεὶ περὶ τὰς εἴκοσιν ἐγένετο, | ||
5 | πνεῦμα αἰεὶ πυκνόν· ἐν τῷ στήθει ψόφοι· ἱδρώδης τὰ πολλά· πρωῒ ἠπιώτερος ὁ πυρετός· καὶ φρῖκαι ἔστιν ὅτε ἐλάμβανον· ὕπνοι ἐγίνοντο· καὶ κοιλίη ἔστιν ὅτε καθυγραίνετο, καὶ πάλιν ξυνίστατο· ἐγεύετο ἐπιεικῶς. Μεσοῦντος δὲ τοῦ χρόνου, ἐς γούνατα καὶ κνήμας ἄλγημα· καὶ ξυγκάμπτειν καὶ ἐκτείνειν ἄλλου ἐδεῖτο· | |
10 | διετέλει τὰ τῶν σκελέων μέχρι τελευτῆς· ὑπόγυον δέ· καὶ ἐπῴδησαν οἱ πόδες μέχρι κνημέων, καὶ ἐφαπτομένων ἤλγει· καὶ οἱ ἱδρῶτες ἔληξαν καὶ τὰ ῥίγεα· ὁ δὲ πυρετὸς αἰεὶ ἐπέτεινεν. Πρὸ δὲ τῆς τελευ‐ τῆς κοιλίη κατεῤῥάγη· ἔμφρων διετέλει· πρὸ τριῶν ἡμερῶν τῆς τελευτῆς, ῥεγχώδης ἐν φάρυγγι, καὶ πάλιν ἐπανίετο, ἐτελεύτησεν. | |
7.1.52 | Ἡγησιπόλιος παιδίον σχεδὸν τέσσαρας μῆνας ἄλγημα περὶ ὀμφαλὸν βρωτικὸν εἶχεν· προϊόντος δὲ, ἐπέτεινεν ἡ ὀδύνη, ἔκοπτε τὴν γαστέρα, ἐτίλλετο, θέρμαι ἐπελάμβανον· ἐτήκετο· ὀστέα ἐλεί‐ φθη· τὰ πόδια ἐπῴδει, ὄρχιες· γαστρὸς τὸ περὶ ὀμφαλὸν πεφυση‐ | |
5 | μένον ἄρα, οἷον οἷσι μέλλουσι κοιλίαι ἐκταράσσεσθαι· ἀπόσιτος ἐγένετο, γάλα μοῦνον προσεδέχετο· ὑπόγυον, καὶ ἡ κοιλίη καθυγράνθη, καὶ ὕφαιμος ἰχὼρ ὑπῄει κάκοδμος· κοιλίη ἐπίμπρατο. Ἐτελεύτησεν ἐμέσας μικρὸν, βραχὺ, φλεγματῶδες, ὥστε δόξαι οἷον γονὴν τῆς πλατείης. Τελευτήσαντι δ’ ἡ ῥαφὴ τῆς κεφαλῆς σφόδρα ἐκοιλάνθη· | |
10 | ἀῤῥωστῶν δ’ αἰεὶ τῇ χειρὶ κατῆγε κατὰ τοῦ βρέγματος, μάλιστα | |
δ’ ὑπόγυον, οὐκ ἤλγει δὲ τὴν κεφαλήν· καὶ ἐν μηρῷ ἀριστερῷ ὑπὸ βουβῶνα τὸ κάτω, πελιδνόν· ἴσως τῇ προτεραίῃ ὄρχιες κατισχνάν‐ θησαν. Ὅμοια δὲ καὶ τῷ Ἡγητορίδεω παιδίῳ ἀπέβη, πλὴν ὅτι ἔμετοι προσεγένοντο ὑπὸ τὴν τελευτὴν πλείους. | ||
7.1.53 | Ἡ Ἱππίου ἀδελφεὴ, χειμῶνος, φρενιτικὴ, ἁμαρτάνουσα, τῇσι χερσὶ πραγματευομένη, ἀμύσσουσα ἑωυτήν· πέμπτῃ, ἕκτῃ, ἐς νύκτα ἄφωνος, κωματώδης, ἐμφυσῶσα ἐς γνάθους καὶ χείλεα, ὡς οἱ καθεύδοντες· ἐτελεύτησε περὶ ἑβδόμην. | |
7.1.54 | Ἄσανδρος φρίξας, πλευροῦ ὀδύνη, ἄλγος ἐς γούνατα καὶ μηρόν· φαγὼν παρεφρόνει, ἐτελεύτησε ταχέως. | |
7.1.55 | Τῷ Κλεοτίμου σκυτεῖ, κοιλίης ὑγρανθείσης πουλὺν χρόνον, καὶ θέρμης γινομένης, καθ’ ἧπαρ ἔπαρμα φυματῶδες ἐς ὑπογά‐ στριον κατέβη· καὶ κοιλίη ὑγραίνετο· καὶ ἕτερον αὐτῷ καθ’ ἧπαρ ἄνω πρὸς ὑποχόνδριον φῦμα· ἐτελεύτησεν. | |
7.1.56 | Οἷσι κεφαλῆς ὀδύνη δεινὴ ξὺν θέρμῃ, οἷσι μὲν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς, καὶ κατὰ ῥῖνάς τι ὑγρὸν ἀποχωρέει λεπτὸν ἢ πέπον, ἢ ἐς ὦτα, ἢ ἐς φάρυγγα ἐκ κεφαλῆς, ἀσφαλέστερον· οἷσι δὲ ξηρὰ ταῦτα, ὁ δὲ σφάκελος δεινὸς, ἐπικίνδυνα· ἢν δὲ προσῇ ἀσώδης, ἢ | |
5 | χολώδης ἔμετος, ἢ κατάπληξις ὀμμάτων, ἢ ἀφωνίη, καὶ σπάνιόν τι φθέγγηται, ἢ λῆρός τις, θανάσιμα καὶ σπασμώδεα. Ὁπόσοι δ’ ἂν ἐκ κατάῤῥου τὸ ἥμισυ τῆς κεφαλῆς πονέοντες, καὶ κατὰ ῥῖνας ὑγροῦ ὑποχωρέοντος, ἐπιπυρετήνωσιν, ἐπιεικῶς ἐν τῇ πέμπτῃ ἢ ἕκτῃ περιψύχονται. | |
7.1.57 | Ἐχεκράτει τῷ τυφλῷ, κεφαλῆς ὀδύνη δεινὴ, μᾶλλον ἐς | |
τοὔπισθεν, καὶ τραχήλου, ὅπου ἡ πρόσφυσις, καὶ ἐς κορυφὴν ἐχώ‐ ρει, προϊόντος δὲ καὶ ἐς οὖς ἀριστερόν· καὶ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπώδυνον· μυξώδεα αἰεὶ ἐχώρει ἐπιεικῶς ξυγκεκαυμένα· καὶ θέρμη | ||
5 | παρηκολούθει λεπτή· καὶ ἀπόσιτος· τὴν ἡμέρην ῥᾴων, ἐς νύκτα δὲ ὠδυνᾶτο. Ἐπεὶ δὲ τὸ κατὰ τὸ οὖς ἐῤῥάγη πῦον, ἔληξε πάντα· ἐῤῥάγη δὲ περὶ χειμῶνα. Ἦρά γε ἐν πᾶσι τοῖς ἐμπυήμασι καὶ τοῖσι περὶ ὀφθαλμὸν ἐς νύκτα οἱ πόνοι; | |
7.1.58 | Οἷσι βῆχες χειμῶνος, μάλιστα δὲ νότοισι, παχέα καὶ πουλλὰ χρεμπτομένοισι, πυρετοὶ ἐπιγίνονται, ἐπιεικῶς δὲ πεμπταῖοι παύονται· αἱ βῆχες δὲ περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει. Οἷσι θέρμαι λεπταὶ ἔστιν ὅτε παυομένων, οὐχ ὅλον τὸ σῶμα, ἀλλ’ | |
5 | ἢ περὶ αὐχένα καὶ ὑπὸ μασχάλας, ἢ κεφαλὴν ἀφιδρώσαντες, παύονται. | |
7.1.59 | Χάρητι, χειμῶνος, ἐκ βηχίου ἐπιδημίου προσγενόμενος πυρε‐ τὸς ἐπέλαβεν ὀξύς· τὰ ἱμάτια ἀπέβαλλεν· κῶμα μετὰ πόνου ἐγένετο· οὖρα ἐρυθρὰ, οἷον ὀρόβων πλύμα· ὑπόστασις εὐθὺς ἀπ’ ἀρχῆς πολλὴ λευκὴ, ὕστερον δὲ καὶ ὑπέρυθρος. Ἑβδόμῃ, ἀπὸ βαλάνου σμικρὰ | |
5 | ὑπῆλθεν· τὸ κῶμα κατεῖχεν ἄλυπον· νοτὶς ἐπὶ μετώπῳ· ὕπνος ἐς νύκτα, καὶ θέρμη ἠπιωτέρη. Ὀγδόῃ, χυλὸν προσεδέξατο· κωμα‐ τώδης διετέλει μέχρις ἑνδεκάτης. Ταύτῃ δὲ καὶ ἡ θέρμη μάλιστα ἔληξεν· ὑπῆν δὲ βὴξ, ἀπόχρεμψις διετέλει αἰεὶ πουλλὴ, ῥηϊδίως, πρῶτον γλίσχρη, λευκὴ, παχέη, ἐπεὶ δὲ ξυνεπεπαίνετο, ὁμοίη πυώ‐ | |
10 | δεσιν· οὖρα ἀπὸ ἑνδεκάτης καθαρώτερα, ὑπόστασις τρηχείη. Τρισ‐ καιδεκάτῃ, ἄλγημα ἐπὶ δεξιὰ μέχρι κενεῶνος ἐς ὑπογάστριον· οὖρον ἴσχετο· πόμα τὸ ἀπὸ τοῦ καλλιφύλλου ξυνήνεγκεν. Πεντεκαιδεκάτῃ, πάλιν τὸ ἄλγημα. Ἑκκαιδεκάτῃ, ἐς νύκτα μᾶλλον τὸ ἄλγημα ὑπο‐ χονδρίου ἤρχετο ἐς κοιλίην· λινοζώστιος ὕδωρ ὑπήγαγεν. Ἡ θέρμη | |
15 | ἐντὸς τῶν εἴκοσιν ἐμωλύνθη, καὶ ἀποχρέμψιες παρηκολούθουν πα‐ χέαι, ῥηϊδίως, ἐς τεσσαράκοντα. | |
7.1.60 | Ὑποκαθαίρειν τὰς κοιλίας ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ ἢ πεμπταῖα, τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες μηδὲ καρηβαρικοὶ ἔωσι, καὶ ὅτε αἱ θέρμαι πρηΰταται, καὶ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παρο‐ | |
5 | ξυσμοῖσι, τότε γὰρ καὶ αὗται μετεωρίζονται, ἐπὴν ἀσώδεες καὶ βαρέες τὰ ἄνω ἔωσιν. Διὰ τοῦτο δὲ μὴ ἐν ἀρχῇσι καθαίρειν, ὅτι ἀπὸ τοῦ αὐτομάτου ἐν τοῖσι χρόνοισι τούτοισιν, ἢ χρόνια ἐπι‐ κίνδυνα. | |
7.1.61 | Ἐπὶ ὠλεκράνου ἐκ τρώματος τρωθέντος, πῆχυς ἐπισφακε‐ λίσας πυοῦται· πεπαινομένου δὲ, γλίσχρος ἰχὼρ καὶ κολλώδης ἐκθλί‐ βεται· ταχὺ προσίσταται, ὡς καὶ Κλεογενίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, | |
5 | οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένου δὲ, τοῖσι πλείστοισι φρῖκαι καὶ πυρετοὶ ἐπιγίνονται. | |
7.1.62 | Ἀλκμᾶνι ἐκ νεφριτικῶν ἀνακομιζομένῳ, κάτω καὶ αἵματος ἀφαιρεθέντος, ἄνω καθ’ ἧπαρ ἐστράφη· καὶ πρὸς καρδίην ἄλγος δει‐ | |
νόν· καὶ τὸ πνεῦμα ὑπὸ τοῦ πόνου κατείχετο· καὶ ἡ κοιλίη χαλεπῶς ὑπεχώρεε σμικρὰ σπυραθώδεα· ἄση οὐκ ἐνῆν· ῥῖγος δ’ ἔστιν ὅτε καὶ | ||
5 | πυρετὸς ὑπελάμβανε, καὶ ἱδρὼς, καὶ ἔμετος· καὶ ἐν τῷ ἀλγήματι οὐ ξυνέφερεν ὑποκλύσαι θαλάσσῃ, ξυνήνεγκεν ἀπὸ πιτύρων. Ἠσίτησεν ἡμέρας ἑπτὰ, μελίκρητον ἀκρητέστερον ἔπιε, μετὰ δὲ, χυλὸν φακοῦ, ὁτὲ δὲ λεπτὸν τὸ ἔτνος, ἐπέπινεν ὕδωρ, μετὰ δὲ, σκυλακίου ἑφθοῦ, μάζης μικρὸν ὅτι μάλιστα πάλαι ξυγκειμένης· προϊόντος δὲ, ἢ | |
10 | βόεια τραχήλια, ἢ κωλῆνας ὑείων κρεῶν ἑφθῶν. Τῇ προτεραίῃ, ὑδροποσίη, ἡσυχίη, σκέπη· πρὸς τὸ νεφριτικὸν, ἐκ τῆς σικύης κλυσμός. | |
7.1.63 | Τῷ Παρμενίσκου παιδὶ, κώφωσις· ξυνήνεγκε μὴ κλύζειν, διακαθαίρειν δὲ εἰρίῳ· μοῦνον δὲ ἐγχέειν ἔλαιον ἢ νέτωπον· περι‐ πατεῖν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκὸν, λαχάνων ἀπέχεσθαι, ἄρτῳ τρέφεσθαι, ἰχθύσι πετραίοισιν. | |
7.1.64 | Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα καὶ γνάθου· καστόριον καὶ πέπερι διακλυζομένη, καὶ κατέχουσα ἐν τῷ στόματι, ἀνῆκε, καὶ στραγγουρικὸν αὐτῇ ἀνῆκε προσθεμένῃ τὸ ἄλευρον τὸ ξὺν τῷ ῥοδίνῳ. Τὰς ἀφ’ ὑστερέων κεφαλαλγίας καστόριον παύει. Τὰ | |
5 | πλεῖστα τῶν ὑστερικῶν, αἱ φῦσαι· σημεῖον, οἱ ἐρευγμοὶ, καὶ οἱ περὶ γαστέρα ψόφοι, καὶ ἐπάρματα ὀσφύος, καὶ περὶ νεφροὺς ἀλγή‐ ματα καὶ ἰσχία· καὶ ἐκγεγλευκισμένος μέλας· ἢ ἀρωμάτων τρίτον | |
μέρος, ἀλεύρου δύο, ἐν οἴνῳ εὐώδει ἑψῆσαι λευκῷ, ἐπ’ ὀθόνιον ἐπι‐ χέαντα, ἐπαλείψαντα, καταπλάσσειν, ᾗ ἐπὶ τῆς γαστρὸς ἀλγήματα | ||
10 | ὑστερικά. | |
7.1.65 | Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τρα‐ χήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, καὶ ἀπό‐ σχασις βραχίονος, λίνου σπόρῳ καταπλάσσειν πεφρυγμένῳ· οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα ἐπιδεῖν μὴ θερμὸν μηδ’ ἑφθὸν ἄγαν, ἢ ξὺν | |
5 | μελικρήτῳ ἑψεῖν ἄλευρον τήλιος, ἢ κριθῶν, ἢ πυρῶν. | |
7.1.66 | Μελησάνδρῳ τοῦ οὔλου ἐπιβαλόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα οἰδέοντος, ἀπόσχασις βραχίονος, στυπτηρίη Αἰγυπτίη, ἐν ἀκμῇ παραστέλλειν. | |
7.1.67 | Εὐτυχίδει ἐκ χολερικῶν ἐπὶ τὰ τῶν σκελέων τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πολλὴν ἤμει ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, σφόδρα ὑπέρυθρον· ὑπὸ δὲ τὸν ἔμετον ἔπινε, καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης, οὐδὲν κατέχειν ἠδύνατο οὐδὲ | |
5 | τὸ ἐκ τῶν σιδίων· καὶ οὔρου σχέσις καὶ τῆς κάτω διόδου· διὰ τοὺς ἐμέ‐ τους τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥηξε κάτω. | |
7.167bis | Ὑδρωπιώδεα ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν, πίνειν μὴ πουλὺ, λούεσθαι κατὰ κεφαλῆς πολλῷ, μὴ θερμῷ, ἀλλὰ χλιηρῷ· ὁ οἶνος λευκός· ὕπνῳ μὴ πολλῷ χρῆσθαι. | |
7.1.68 | Καλλιγένει, περὶ πέντε καὶ εἴκοσιν ἔτεα γεγενημένῳ, κατάῤ‐ ῥοος· ἡ βὴξ πολλή· ἀνῆγε τὸ καταῤῥέον ὑπὸ βίης· οὐδὲν κάτω· ἔτεα τέσσαρα διετέλεσεν· θέρμαι λεπταὶ ἐν ἀρχῇ ἐγένοντο. Ἐλλέ‐ | |
βορος οὐκ ὠφέλησεν, ἀλλὰ ὀλιγοσιτίη, ἀλλὰ τὸ συμπιασθῆναι· | ||
5 | ἐσθίειν ἄρτον· οἶνον μέλανα· ὄψα, ὁποῖα ἐθέλοι· ἀπέχεσθαι δριμέων, ἁλυκῶν, λιπαρῶν, ὀποῦ σιλφίου, λαχάνων ὠμῶν· περιπατεῖν πουλλά· γαλακτοποσίη οὐ ξυνήνεγκεν, ἀλλὰ σήσαμον πίνειν, καθαρὸν, ὠμὸν, ὅσον ὀξύβαφον, σὺν οἴνῳ μαλθακῷ. | |
7.1.69 | Τιμοχάρει, χειμῶνος, κατάῤῥους, μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι, ἐξηράνθη πάντα· κόπος, θέρμη ἐπεγένετο· κεφαλὴ βαρέη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· κατέῤῥει δὲ καὶ κατὰ τοῦ σώμα‐ τος ὅλου· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιάνθη. | |
7.1.70 | Ὁ τοῦ Κλεομένεος παῖς, χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμει τὰ σιτία καὶ φλέγμα, μῆνας δὲ δύο ἡ ἀσιτίη παρηκολούθησεν. | |
7.1.71 | Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν· οἶνος μέλας, καὶ ἀρτοσιτίη, καὶ λουτρῶν ἀπέχεσθαι, χρίεσθαί τε καὶ ἀνατρίβεσθαι χριόμενον, μὴ σφόδρα θάλπειν, μὴ πολλῷ πυρὶ, ἀλλ’ ἠπίῳ. | |
7.1.72 | Οἷσι ῥεύματα ἐν ὀφθαλμοῖσι λεπτὰ καὶ χρόνια, ἢν πέπονα κατὰ ῥῖνας χωρήσῃ, ὠφελέονται. | |
7.1.73 | ᾟσιν ἐν κυήμασιν ἐκ πτώματος ἢ σπάσματος ἢ πληγῆς πόνοι, ἐπιεικῶς ἐν τῇσι τρίτῃσι δηλοῖ, εἰ διαφθείρει. | |
7.1.74 | Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα πιούσῃ τι ἢ αὐτό‐ ματον· ξυνέβη πόνος, ἔμετος χολωδέων πολλῶν, ὠχρῶν, πρασοειδέων, μελάνων, ὅτε πίοι. Τριταίῃ, σπασμός· τὴν γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· ἡ γλῶσσα μέλαινα, μεγάλη· τῶν | |
5 | ὀφθαλμῶν τὰ λευκὰ, ἐρυθρά· ἄγρυπνος· τεταρταίη ἀπέθανεν ἐς νύκτα. | |
7.1.75 | Πυθοκλῆς τοῖσι κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου καὶ ἀνέτρεφεν. | |
7.1.76 | Χειμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι. Ὀφθαλμοῖσι πονηρὸν, φακή· τοῖσί γε οὕτως ἔχουσιν, ἡ γλυκέη ὀπώρη, καὶ λάχανα. Τοῖσι περὶ ὀσφὺν ἢ ἰσχίον ἢ σκέλεα ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι κα‐ | |
5 | ταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν· Ὀρίγανος ὀφθαλμιῶσι κακὸν πινομένη καὶ ὀδοῦσιν. | |
7.1.77 | Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς αὐτὴν εἶχεν· ἤμεσεν ἐς νύκτα· αἷμα συχνὸν ἐῤῥύη, κατὰ τὸ οὖς τὸ ἀριστερὸν πεσούσης· καὶ μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγχος εἶχε· πνεῦμα πυκνὸν, ὥσπερ τῶν ἀποθνησκόντων, φλέβες αἱ περὶ τὸ | |
5 | μέτωπον τεταμέναι, κλίσις ὑπτίη, πόδες χλιηροί· πυρετὸς που‐ λύς· ὁπότε ὀξύτατος, μάλιστα κατεπλήσσετο. Ἑβδόμῃ, φωνὴν ἔῤῥη‐ ξεν· αἱ θέρμαι λεπτότεραι· περιεγενέτο. | |
7.1.78 | Ὀνισαντίδης τοῦ ὤμου τὸ ἄλγημα ἔσχεν ἐν θέρει γενόμενον ἐξ ἀποστάσιος· ἐν τῇ θαλάσσῃ βρέχειν τὸ σῶμα καὶ τὸν ὦμον ὡς πλεῖστον χρόνον ἐπὶ τρεῖς ἡμέρας· οἶνον λευκὸν ὑδαρέα ἅμα πίνειν ἐν τῇ θαλάσσῃ κατακείμενον, καὶ οὐρέειν ἐν τῇ θαλάσσῃ. | |
7.1.79 | Ὁ γναφεὺς ὁ ἐν Σύρῳ, ὁ φρενιτικός· μετὰ δὲ καύσιος τρομώ‐ | |
δης· σκελέων τὸ χρῶμα, οἷον ὑπὸ κωνώπων ἐν καταδήγμασιν· ὀφθαλμὸς μέγας, βραχείη κίνησις· φωνὴ κεκλασμένη, σαφὴς δέ· οὖρον καθαρὸν, ὑπόστασιν οὐκ ἔχον· ἦρα διὰ τὴν τῆς θαψίης ὑπο‐ | ||
5 | χώρησιν; Ὀκτωκαιδεκαταῖος ἀνῆκε μολυνθεὶς ἄνευ ἱδρῶτος. | |
7.1.80 | Ὁ ἐν Ὀλύνθῳ Νικόξενος ὁμοίως· ἑβδομαῖος ἐδόκει χαλά‐ σειν μεθ’ ἱδρῶτος· ῥοφήματα προσεφέρετο, οἶνον, βότρυν ἐξ ἡλίου. Πρὸς ἑπτακαιδεκαταῖον εἰσῆλθον· καυστικός· τοιοῦτον, ἡ γλῶσσα· θέρμη ἔξωθεν οὐ πάνυ ἰσχυρή· ἔκλυσις σώματος δεινή· φωνὴ κεκλα‐ | |
5 | σμένη, ἔργον ἀκοῦσαι, σαφὴς δέ· κρόταφοι ξυμπεπτωκότες· ὀφθαλ‐ μοὶ κοῖλοι· πόδες μαλθακοὶ καὶ χλιηροί· κατὰ σπλῆνα ξύντασις· τὸ κλύσμα οὐ πάνυ τι ἐδέχετο, ἀλλ’ ἀνεπήδα· ἐς νύκτα ἐπῆλθε κόπρος ξυνεστηκυῖα ὀλίγη, καὶ αἵματός τι, οἶμαι ἀπὸ τοῦ κλυσμοῦ· οὖρον καθαρὸν, λαμπρόν· κλίσις ὑπτίη, σκέλεα διηνοιγμένα διὰ τὴν | |
10 | ἔκλυσιν· παράπαν ἄγρυπνος. Ἐντὸς τῶν εἴκοσιν ἡ θέρμη ἐμολύνθη. Πρῶτον, ποτὸν τὸ ἀπὸ κρίμνου, ἄλλοτε ἀπὸ μήλων ὁμοῦ καὶ σίδης χυλὸς καὶ φακοῦ πεφωσμένου ψυχρός· καὶ ἀλεύρου πλύμα ἑφθὸν, ψυχρόν· λεπτὸν ῥύφημα· περιεγένετο. | |
7.1.81 | Τῶν κναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώ‐ δυνοι περὶ ἥβην· ἐν τραχήλῳ ὅμοια μεγάλα· πυρετός· ἔμπροσθεν δὲ καὶ βηχώδεες ἀπὸ ῥηγμάτων. Τρίτῃ μὲν ἢ τετάρτῃ γαστὴρ ξυνε‐ τάκη, θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχώρησις ἑκάστῳ | |
5 | χαλεπαί· ἀπέθανον. | |
7.1.82 | Τὰ χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ χοιρείων ἐνω‐ μοτέρων, καὶ ἐρεβίνθων, καὶ μέθης εὐώδεος παλαιοῦ, καὶ ἡλιώσιος, καὶ σηπίης, καὶ καράβων τε καὶ ἀστακῶν, καὶ λαχανοφαγίης, μά‐ λιστα δὲ πράσων καὶ κρομμύων, ἔτι δὲ θριδάκων ἑφθῶν, καὶ κράμ‐ | |
5 | βης, καὶ λαπάθων ἐνωμοτέρων, καὶ ἀπὸ πεμμάτων, καὶ μελιτωμά‐ των, καὶ ὀπώρης, καὶ σικύου πέπονος, καὶ οἰνογάλακτος, καὶ ὀρό‐ βων, καὶ ἀλφίτων νέων. Μᾶλλον ἐν θέρει τὰ χολερικὰ, καὶ οἱ δια‐ λείποντες πυρετοί. Καὶ οἷσι φρῖκαι ἐπιγίνονται, οὗτοι ἔστιν ὅτε κα‐ κοήθεις γίνονται, καὶ ἐς νοσήματα ὀξέα καθίστανται· ἀλλ’ εὐλαβεῖ‐ | |
10 | σθαι χρή· μάλιστα δὲ τὰ τοιαῦτα νοσήματα ἡ πέμπτη καὶ ἡ ἑβδόμη καὶ ἡ ἐνάτη δηλοῦσι, βέλτιον δὲ μέχρι τῶν τεσσαρεσκαίδεκα φυλάσσεσθαι. | |
7.1.83 | Φερεκύδει μεθ’ ἡλίου τροπὰς χειμερινὰς, τῆς νυκτὸς, πλευροῦ δεξιοῦ ἄλγημα, καὶ πρότερον εἰθισμένον, ἔληξεν· ἠρίστησεν· ἐξελθὼν, ἔφριξε· πυρετὸς ἐς νύκτα· ἀνώδυνος· βηχίον ῥέον τι ξηρόν. Οὖρα πουλλὰ, ὑπόστασις πουλλὴ, ξυσματώδεα μαδαρὰ διεσπασμένα | |
5 | ἀπ’ ἀρχῆς, μετὰ δὲ τέσσαρας θολερὰ ὑφίστατο, καὶ τὸ οὖρον οὐκ ἄχροον, ὑπόστασιν ἔχον, καὶ τὸ σύστημα οὐκ ἐφαίνετο ἐν τῷ χερνιβίῳ, ψύχεος ἐόντος. Τριταίῳ αὐτομάτη κοιλίη ὑπῆλθεν. Τετάρτῃ, βα‐ λάνου γεγονότος, κοπρώδεα καὶ χολώδεα διεχώρησεν· ὑγρὸς περίῤ‐ ῥοος. Ὕπνος ἐς νύκτα οὐ πάνυ, ἡμέρης δέ τι ἐκοιμᾶτο· δίψα οὐ | |
10 | σφοδρὴ, τεταρταίῳ μάλιστα ἐς νύκτα· δέρμα περὶ μέτωπον καὶ τὸ ἄλλο, μαλθακὸν, ὑποφέρειν αἰεί· πυρετὸς ἐκρατεῖτο πρὸς χεῖρα, | |
καὶ ὑπενότιζεν, ἄδηλος· σφυγμὸς σφόδρα ἐν μετώπῳ φλεβῶν· βάρος ἐν τῇσιν ἐπιστροφῇσι καὶ ἐν τῇσιν ὑποχωρήσεσι πάσῃσιν ὀλίγον χρόνον· διὰ παντὸς ἀνώδυνος· ἀπ’ ἀρχῆς ἀσώδης, καὶ κατὰ σμικρὸν | ||
15 | ἤμει. Ἑβδόμῃ, παρὰ βαλάνου ὑπεχώρησε τρὶς, χολῶδες καὶ κοπρῶ‐ δες, ὑγρὸν σφόδρα καὶ ὠχρόν· καὶ ἤδη τι ὑποπαρέκρουε, καὶ νοτὶς ἐπ’ ὀλίγον ἔστιν ὅτε περὶ μέτωπον· τὸ ἱμάτιον ἐπὶ τὸ πρόσωπον· τὰ ὄμματα διὰ κενῆς, ὡς εἴ τι βλέπων, ξυνέστρεφε, καὶ πάλιν κατέ‐ μυεν· τὸ ἱμάτιον ἀπέβαλλεν. Ἐναταίῳ ἱδρὼς πρωῒ ἀρξάμενος μέ‐ | |
20 | χρι στήθεος διετέλει, ἕως ἐτελεύτησε, καὶ ὁ πυρετὸς ἐπέτεινε, καὶ ἡ παραλήρησις· περὶ μέτωπον πλεῖστος ἱδρὼς, καὶ οἷον δεινὸν μὲν ἢ ἔκλευκον τὸ χρῶμα, τὸ δὲ ὑπὸ τὰς τρίχας ὡς ἐστιγμένον· ὑποχόν‐ δριον δεξιὸν ἐπηρμένον· ὑφῆκεν ὑφ’ ἑωυτὸν χολῶδες. Ὀγδόῃ, ὡς ὑπὸ κωνώπων ἀναδήγματα. Πρὸ τῆς τελευτῆς ἀνέβηξεν, οἷον ἐκ | |
25 | μύξης, μύκητα ξυνεστηκότα, λευκῷ φλέγματι περιεχόμενον· ἀπε‐ χρέμπτετο δὲ καὶ ἔμπροσθεν σμικρὰ, λευκὰ, γαλακτώδεα. | |
7.1.84 | ..... μετὰ τὸ δεῖπνον ἐν τῷ ὕπνῳ ἔφριξεν. Πρωῒ ἐξανέστη καρηβαρικός· ἔφριξεν, ἀπήμεσε, κεφαλὴν ἐβαρύνετο· ἐς νύκτα ἀνῆκε μέχρι μέσου ἡμέρης ἐπιεικῶς· ἔφριξε πάλιν· νύκτα χαλεπῶς. Τὴν ἐπιοῦσαν δὲ ἡμέρην, πυρετὸς ὀξύς· κεφαλῆς σφάκελος· ἔμετος χολῆς | |
5 | πολλῆς, ἡ πλείστη πρασοειδής· ἔληξε πάντα· ὕπνος ἐς νύκτα. Πρωῒ περιέψυκτο· ἱδρώτιον, νοτὶς ἐπιπολὺ τοῦ σώματος· κατὰ σπλῆνα τῇ | |
χειρὶ ἐδείκνυεν ὀλίγον χρόνον ξύστρεμμα ἀνώδυνον, παραχρῆμα ἐμαράνθη. Ἐς νύκτα ἄγρυπνος· περὶ ἀγορὴν παρωξύνετο πυρετός· ἄση, σκοτόδινος, στρόφος, κεφαλῆς ὀδύνη, ἔμετος πρασοειδὴς, λεῖος, | ||
10 | γλίσχρος ὡς φλέγμα· πρὸς δυσμὰς ἔληξε πάντα· ἱδρὼς κεφαλῆς, τραχήλου· ὑπεχώρησε μετὰ τὸν ἔμετον κοπρώδεα, ὑγρὰ, χολώδεα, οὔτε μέλανα, οὔτε ἐπεοικότα. Νύκτα μετρίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην· ἐς νύκτα πάλιν ἄγρυπνος· ἔμετος ὄρθρου ὁμοίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην ἄνευ ἄσης· τῆς δὲ κεφαλῆς μετὰ τὸν ἱδρῶτα ἔληξαν | |
15 | αἱ ὀδύναι· ἐς τὴν ἑσπέρην πάντα ἐχάλασεν. Ἐνάτῃ, οὐκ ἔτι ἤμε‐ σεν· ἐθερμάνθη μᾶλλον· τοῖσιν ἄλλοισιν οὐκ ἐδόκει πυρεταίνειν· αἱ ἐν κροτάφοισι φλέβες ἐπήδων· ἀνώδυνος πάντων· δίψος ἦν αἰεί. Ἐνα‐ ταῖος, ἐπὶ θῶκον ἀναστὰς, ἐλειποψύχει σφόδρα· ὑπεχώρησε πρὸς βάλανον ξυσμάτια μέλανα καὶ χολώδεα· χρῶμα κοπρῶδες, ὅσον ἀπέ‐ | |
20 | σταξεν· ἡ φωνὴ κεκλασμένη· ἐν τῇσιν ἐπιστροφῇσι βαρύς· ὀφθαλ‐ μοὶ κοῖλοι· δέρμα μετώπου περιτεταμένον· ἄλλως, εὔπνοος, κόσμιος· πρὸς τοῖχον τὰ πλεῖστα ἀπεστραμμένος, ὑγρὸς ἐν τῇσι κλίσεσιν, ἐπικε‐ καμμένος, ἀτρεμίζων· γλῶσσα λευκὴ, λείη. Περὶ δὲ τὰς δέκα καὶ μετὰ, οὖρα ἐρυθρὰ τὰ κυκλώδεα, ἐν μέσῳ σμικρὸν λευκόν. Δωδεκαταίῳ, πρὸς | |
25 | βάλανον ὅμοια ἀπέσταξε χολώδεα καὶ ξυσματώδεα· μετὰ τοῦ βαλανίου, λειποψυχίη· ἔπειτα τὸ στόμα ἐπεξηραίνετο, διεκλύζετο αἰεί· καὶ εἰ μὴ σφόδρα ψυχρὸν ἦν, θερμὸν ἔφασκεν εἶναι· τῆς χιόνος ἐπιεικῶς· εἶτα δίψα οὐκ ἐνῆν· τὸ ἱμάτιον αἰεὶ ἀπὸ τῶν στηθέων ἀπεώθει· τὴν χλαμύδα χλιαίνειν οὐκ εἴα· τὸ πῦρ πόῤῥω καὶ σμικρόν· γνάθων ἀμφοτέρων ἔρευ‐ | |
30 | θος· μετὰ ταῦτα ἄκροπις· ἀνεθερμάνθη μίην ἢ δύο ἡμέρας, καὶ ἔληξεν. | |
7.1.85 | Ἀνδροθαλεῖ ἀφωνίη, ἄγνοια, παραλήρησις· παυθέντων δὲ τουτέων, περιῄει ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο. Ἡ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· εἰ μὴ διακλύσαιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν· καὶ σφόδρα πικρὴ ἦν τὰ πουλλά· ἔστι δ’ ὅτε καὶ πρὸς | |
5 | καρδίην ὀδύνη. Φλεβοτομίη ἔλυσε ταῦτα· ὑδροποσίη· μελίκρητον· ἐλλέβορον ἔπιε μέλανα, χολῶδες οὐ διῄει, ἀλλ’ ὀλίγον. Τέλος δὲ, χει‐ μῶνος κατακλιθεὶς, ἐξ ἑωυτοῦ ἐγένετο· καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια· θέρμη λεπτή· γλῶσσα ἄχρως· φωνὴ περιπλευμονική· ἀπὸ τοῦ στήθεος τὸ ἱμάτιον ἀπέῤῥιπτε, καὶ ἐξάγειν ἑωυτὸν ὡς οὐρήσοντα | |
10 | ἐκέλευεν, οὐδὲν δυνάμενος σάφα εἰπεῖν, οὐδὲ ἐὼν παρ’ ἑωυτὸν, ἐξῆ‐ γον αὐτόν· ἐς νύκτα ἐτελεύτησεν· ᾗσι κατεκλίνη, δύο ἢ τρεῖς ἡμέραι ἐγένοντο. | |
7.1.86 | Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὅτε ἀρχομένης αὐλεῖν ἀκούσειεν ἐν τῷ ξυμποσίῳ, ὑπὸ δειμάτων ὄχλοι, μόγις ὑπομένειν ἔφη, ὅτε νὺξ εἴη, ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο, καὶ ταῦτα παρείπετο χρόνον συχνόν. | |
7.1.87 | Δημοκλέης δὲ ὁ μετ’ ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωμα‐ τεῖν ἐδόκει, καὶ οὐκ ἂν παρὰ κρημνὸν ἔφη παρελθεῖν οὐδὲ ἐπὶ γε‐ φύρης, οὐδὲ τοὐλάχιστον βάθος τάφρου τολμῆσαι ἂν, ὑπὸ δείματος μὴ πέσῃ, διελθεῖν, ἀλλὰ δι’ αὐτῆς τῆς τάφρου πορεύεσθαι· τοῦτο | |
5 | χρόνον τινὰ αὐτῷ ξυμβῆναι. | |
7.1.88 | Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τὰ πουλλὰ ἐκ τοῦ δεξιοῦ ὥσπερ ἀστραπὴν ἐκλάμπειν ἐδόκει· οὐ πολὺ δὲ ἐπισχόντι, ὀδύνη ἐς | |
κρόταφον τὸν δεξιὸν ἐγένετο δεινὴ, ἔπειτα καὶ ἐς ὅλην τὴν κεφα‐ λὴν, καὶ ἐς τὸν τράχηλον, ᾗ δέδεται ἡ κεφαλὴ, ὄπισθεν τῶν σπον‐ | ||
5 | δύλων· καὶ ξύντασις καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· εἰ γοῦν ἐπειρᾶτο διακινέειν τὴν κεφαλὴν ἢ διοίγειν τοὺς ὀδόντας, ὠδυνᾶτο, ὡς σφόδρα ξυντεινόμενος. Ἔμετοι, ὁπότε γενοίατο, ἀπέτρεπον τὰς εἰ‐ ρημένας ὀδύνας, ἢ ἠπιωτέρας ἐποίεον· καὶ φλεβοτομίη ὠφέλησε, καὶ ἐλλέβοροι ἦγον παντοδαπὰ, οὐχ ἥκιστα πρασοειδέα. | |
7.1.89 | Τῷ Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἵμε‐ ρος τῆς ἀπαλλαγῆς βίου, ὁτὲ δὲ πάλιν εὐθυμίη. Ἐν Ὀλύνθῳ δέ ποτε φθινοπώρου ἄφωνος κατείχετο, ἡσυχίην ἔχων, βραχύ τι ὅσον ἄρχε‐ σθαι ἐπιχειρέων προσειπεῖν· εἰ δὲ δή τι καὶ διαλεχθείη, καὶ πάλιν | |
5 | ἄφωνος. Ὕπνοι ἐνῆσαν, ὁτὲ δὲ ἀγρυπνίη, καὶ ῥιπτασμὸς μετὰ σιγῆς, καὶ ἀλυσμὸς, καὶ χεὶρ πρὸς ὑποχόνδρια ὡς ὀδυνωμένῳ· ὁτὲ δὲ ἀποστραφεὶς, ἔκειτο ἡσυχίην ἄγων. Ἀπύρετος δὲ διατελέως, καὶ εὔ‐ πνοος· ἔφη δὲ ὕστερον ἐπιγινώσκειν τοὺς ἐσιόντας· πιεῖν δὲ ὁτὲ μὲν ἡμέρης ὅλης καὶ νυκτὸς, καὶ διδόντων, οὐκ ἤθελεν, ὁτὲ δὲ | |
10 | ἐξαίφνης τὸν στάμνον ἀρπάσας τοῦ ὕδατος παντὸς ἐξέπιεν· οὖρον παχὺ ὡς ὑποζυγίου. Περὶ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἀνῆκεν. | |
7.1.90 | Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἐκτὸς ἑωυτῆς, καὶ βοὴ, καὶ κλαυθμὸς πουλὺς, ὀλιγάκις δὲ ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς δὲ ἐπὶ τελευτῆς ὡς ἓξ | |
ἡμέρας ἄφωνος καὶ σπασμώδης ἐγένετο. | ||
7.1.91 | Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεύν‐ των εἶναι καὶ τοιούτων, ἐτελεύτησεν ὁμοίως, καὶ περὶ ἡμέρας τὰς αὐτάς. | |
7.1.92 | Τῷ Νικολάου, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ πότων ἔφρι‐ ξεν· ἐς νύκτα πυρετός. Τῇ ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τρίτῃ δὲ, ἀγορῆς πληθούσης, ἱδρὼς δι’ ὅλου τοῦ σώματος· ἔληξε, καὶ ταχὺ πάλιν ἐθερμάνθη· περὶ μέσας νύκτας, ῥῖγος, πυρε‐ | |
5 | τὸς ὀξύς. Ἡμέρης δὲ τὴν αὐτὴν ὥρην ἱδρώς· ταχὺ πάλιν ἐπεθερμάνθη· ἔμετος ὅμοιος. Τῇ τετάρτῃ, ἀπὸ ὕδατος λινοζώστιος ὑπεχώρησεν εὖ κοπρώδεα καὶ ὑγρὰ, ὑπομύσαρα δέ· οὖρα σποδοειδέα, οἷα ὕδωρ λι‐ νοζώστιος, οὐκ ἀνόμοια, ὑπόστασις οὐκ ἦν, οὐδὲ πουλὺ τὸ οὖρον· ἐναιωρήματα σμικρά· ἀλγήματα ὑποχονδρίου ἀριστεροῦ καὶ ὀσφύος, | |
10 | ᾤετο ἐκ τοῦ ἐμέτου· ἐπανέπνει ἔστι δ’ ὅτε διπλόον· γλῶσσα λευκὴ, ἔχουσα ἐκ δεξιοῦ οἷον θέρμου πρόσφυσιν ὑποβρυχίην· διψώδης, ἄγρυπνος, ἔμφρων. Ἑκταίῳ δὲ δεξιὸς ὀφθαλμὸς μέζων ἐν τῷ βλέπειν. Ἑβδομαῖος ἐτελεύτησεν· κοιλίη πρὸ τῆς τελευτῆς ἐμετεωρίσθη, καὶ ἀποθανόντι τὰ ὄπισθεν ἐφοινίχθη. | |
7.1.93 | Μέτωνι, μετὰ πληϊάδων δύσιν, πυρετὸς, πλευροῦ ἀριστεροῦ | |
ὀδύνη μέχρι κληῗδος, οὕτω δὲ δεινὴ, ὥστε ἀτρεμίζειν οὐχ οἷός τ’ ἦν, καὶ τὸ φλέγμα κατεῖχεν· ὑποχώρησις πουλλὴ, χολώδης. Ἐν τρισὶν ἡμέρῃσι σχεδὸν ἔληξεν ἡ ὀδύνη, ἡ θέρμη δὲ περὶ τὰς ἑπτὰ ἢ ἐννέα. | ||
5 | Βὴξ ἐνῆν· ἀποχρέμψιες ὑπόχολοι οὐδὲ ἐγένοντο, οὐδὲ πολλαὶ, φλεγμα‐ τώδεες δέ. Αἱ βῆχες παρηκολούθεον· σιτίων ἀπεγεύετο, ἔστιν ὅτε ἐξῄει ὡς ὑγιής· ὑπελάμβανον δὲ ἐνίοτε θέρμαι λεπταὶ ὀλίγον χρόνον· ἱδρώτια ἐγίνοντο ἐς νύκτα· τὸ πνεῦμα ἐν τῇ θέρμῃ πυκνότερον· γνάθων ἔρευθος· περὶ τὸ πλευρὸν βάρος καὶ ὑπὸ τὴν μασχάλην καὶ | |
10 | ἐς ὦμον. Αἱ βῆχες ἐπεῖχον· φάρμακον ἄνωθεν ἤγαγε χολώδεα· τρίτῃ ἀπὸ τοῦ φαρμάκου ἐῤῥάγη τὸ πῦον, ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ ἀῤῥωστή‐ ματος τεσσαρακοστῇ· ἀπεκαθάρθη δὲ περὶ πέντε καὶ τριήκοντα ἡμέρας ἄλλας, καὶ ὑγιής. | |
7.1.94 | Τῇ Θεοτίμου ἐν ἡμιτριταίῳ ἄση, καὶ ἔμετος, καὶ φρίκη ἅμα ἀρχομένῳ τῷ πυρετῷ, καὶ δίψα· προϊόντος καὶ ἀρχομένῳ ἐξαί‐ σιον τὸ θερμόν· μελίκρητον πιούσῃ, καὶ ἀπεμεύσῃ, ἥ τε φρίκη καὶ ἡ ἄση ἐπαύσατο· καὶ τὸ ἀπὸ τῆς σίδης ὕστερον. | |
7.1.95 | Τῇ Διοπείθεος ἀδελφεῇ ἐν ἡμιτριταίῳ δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν· καὶ ξυμπαρείπετο ὅλην τὴν ἡμέρην· καὶ κεφαλαλ‐ γίη, καὶ τῇσιν ἄλλῃσιν ὡσαύτως ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπα‐ νιώτερα ἐγίνετο τὰ τοιαῦτα. | |
7.1.96 | Τῇ Ἀπομότου ἐν ἡμιτριταίῳ, περὶ ἀρκτοῦρον, δεινὴ καρ‐ διαλγίη περὶ τὴν λῆψιν, καὶ ἔμετοι, καὶ πνῖγες προσίσταντο ἅμα ὑστερικαὶ, καὶ ἐς τὸ μετάφρενον ὀδύναι κατὰ ῥάχιν· ὅτε δὲ ἐνταῦθα εἴη, ἔληγον αἱ καρδιαλγίαι. | |
7.1.97 | Τῇ Τερπίδεω μητρὶ, τῇ ἀπὸ Δορίσκου, διαφθορῆς γενομέ‐ νης μηνὶ πέμπτῳ διδύμων ἐκ πτώματος, τοῦ μὲν ἑτέρου αὐτίκα ὡς ἐν χιτῶνί τινι ἀπηλλάγη· τοῦ δὲ ἑτέρου ἢ πρότερον ἢ ὕστερον τεσ‐ σαράκοντα ἡμερέων ἀπηλλάγη· ὕστερον δὲ ἔλαβεν ἐν γαστρί. Ἔτει δὲ | |
5 | ἐνάτῳ ὀδύναι δειναὶ κατὰ γαστέρα ἐπὶ πουλὺν χρόνον· ἤρχοντο ἔστι μὲν ὅτε ἐκ τοῦ τραχήλου καὶ ῥάχιος, καθίσταντο δὲ ἐς ὑπογάστριον καὶ βουβῶνας· ἔστι δ’ ὅτε ἐκ γούνατος τοῦ δεξιοῦ, καθίσταντο δὲ ἐς τωὐτό· καὶ ὅτε μὲν κατὰ τὴν γαστέρα αἱ ὀδύναι εἶεν, ἐμετεωρίζετο ἡ κοιλίη· ὅτε δὲ ἐπαύσατο, ξυνέπιπτεν ἡ καρδιαλγίη· πνιγμοὶ | |
10 | οὐκ ἐνῆσαν· ψύξις δὲ τοῦ σώματος ὡς ἐν ὕδατι κειμένῳ, κατὰ τὸν χρόνον ἡνίκα ἡ ὀδύνη ἐγίνετο. Ὑπέστρεφε δι’ ὅλου τὰ ἀλ‐ γήματα ἠπιώτερα τῶν κατ’ ἀρχάς. Σκόροδα, σίλφιον, τὰ δριμέα ξύμπαντα οὐ ξυνέφερεν, οὐδὲ τὰ γλυκέα, οὐδὲ τὰ ὀξέα, οὐδὲ οἱ λευκοὶ οἶνοι· οἱ μέλανες δὲ καὶ λουτρὰ ὀλιγάκις. Ἀρχομένῃ, καὶ ἔμετοι | |
15 | δεινοὶ ἐπεγίνοντο, καὶ τῶν σιτίων ἀποκλείσιες, καὶ περὶ τὰς ὀδύνας τὰ γυναικεῖα οὐκ ἐφαίνετο. | |
7.1.98 | Τῇ Κλεομένεος, περὶ ζεφύρου πνοὰς, ἐκ ναυσίης καὶ κόπου, πλευροῦ ἀριστεροῦ ὀδύνη, ἐκ τραχήλου ἀρξαμένη καὶ τοῦ ὤμου· πυ‐ ρετὸς καὶ φρίκη καὶ ἱδρώς. Ἤρξατο δὲ ὁ πυρετὸς, καὶ οὐκ ἔληγεν, ἀλλ’ ἐπέτεινε· καὶ ἡ ὀδύνη δεινή· βὴξ, ἀπόχρεμψις ὕφαιμος, ὠχρὴ, | |
5 | πουλλή· γλῶσσα λευκή· διαχωρήματα μέτρια, ὑγρά· οὖρα χολώδεα. Τετάρτῃ ἐς νύκτα, τὰ γυναικεῖα ἦλθε πουλλά· ἔληξεν ἥ τε βὴξ καὶ ἡ ἀπόχρεμψις καὶ ἡ ὀδύνη, ἡ δὲ θέρμη λεπτή. | |
7.1.99 | Τῇ Ἐπιχάρμου πρὸ τόκου δυσεντερίη, πόνος, ὑποχωρή‐ ματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ὑγιής. | |
7.1.100 | Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖσιν ἰσχίου ἄλγημα ἐξαίφνης, γυναικείων οὐ γενομένων. Τὸ ἐν τῷ σεύτλῳ πιούσῃ, ἴσχετο ἡ φωνὴ νύκτα καὶ ἐς μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνει, καὶ τῇ χειρὶ ἐσήμαινεν ἀμφὶ τὸ ἰσχίον εἶναι τὸ ἄλγημα. | |
7.1.101 | Τῇ Κλεινίου ἀδελφῇ, τῇ ἀφηλικεστέρῃ, ἔμετος, ὅ τι προσ‐ δέξαιτο, τεσσαρεσκαίδεκα ἡμέρας, ἄνευ πυρετοῦ, αἱματωδέων· ἐρευγμοί· καὶ, ξυνεσταλμένων, ἐχώρει πρὸς καρδίην πνίγμα. Καστό‐ ριον, σέσελι πάντα ἔπαυσε, καὶ τὸ ἀπὸ τῆς σίδης· ἀπέστη δὲ ἄλ‐ | |
5 | γημα μέτριον ἐς κενεῶνα. Βολβοῦ χυλός· καὶ οἶνος γαλακτώδης αὐ‐ στηρός· καὶ ἄρτοι ὡς ἐλάχιστοι ξὺν ἐλαίῳ. | |
7.1.102 | Τῇ Παυσανίου κούρῃ, μύκητα ὠμὸν φαγούσῃ, ἄση, πνι‐ γμὸς, ὀδύνη γαστρός. Μελίκρητον θερμὸν πίνειν καὶ ἐμέειν ξυνήνεγκε, καὶ λουτρὸν θερμόν· ἐν τῷ λουτρῷ ἐξήμεσε τὸν μύκητα, καὶ, ἐπεὶ λήξειν ἔμελλεν, ἐξίδρωσεν. | |
7.1.103 | Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος δεινὸν ἐς βραχίονα, ἄση, ἔμετοι συχνοὶ, ὑδροποσίη. | |
7.1.104 | Τῷ Εὔφρονος παιδὶ ἐξανθήματα, οἷα ἀπὸ κωνώπων. | |
7.1.105 | Μετὰ ζέφυρον αὐχμοὶ ἐγένοντο μέχρις ἰσημερίης μετοπωρι‐ νῆς· ὑπὸ κύνα δεινὰ πνίγεα, καὶ πνεύματα θερμὰ, καὶ πυρετοὶ ἱδρώδεες, καὶ πάλιν εὐθὺς ἐπεθέρμαινον· φύματα δὲ παρ’ οὖς πολλοῖσιν ἐγένετο· τῇ γραίῃ τῇ Βησσιακῇ περὶ ἐνάτην· τῷ μειρακίῳ τῷ σπληνώδει τῷ | |
5 | τῆς παιδίσκης, κοιλίης ὑγρανθείσης, περὶ τὸν αὐτὸν χρόνον· Κτη‐ σιφῶντι ὑπ’ ἀρκτοῦρον σχεδὸν περὶ τὰς ἑπτά· τῷ παιδὶ μοῦνον ἐπω‐ θοῦντο· τῷ Ἐρατύλλου ἀπεμωλύνθη· παρὰ ἀμφοτέρων ἀνιδρώσιες, γλώσσης ὑπὸ ξηρότητος ψελλοί. Οἱ ὀρνιθίαι ἔπνευσαν πολλοὶ καὶ ψυχροί· καὶ χιόνες ἐξ εὐδίων ἔστιν ὅτε ἐγένοντο· καὶ μετὰ ἰσημερίην | |
10 | νότια διαμίσγοντα βορείοις, ὕδατα συχνά· ἐπεδήμησαν βῆχες πουλ‐ λαὶ, μᾶλλον δὲ παιδίοισι· παρὰ τὰ ὦτα πουλλοῖσιν, οἷα τοῖσι σατύ‐ ροισιν· ὁτὲ δὲ ὁ πρὸ τούτου τοῦ χρόνου χειμὼν σφόδρα χειμερινὸς ἐγέ‐ νετο ἐν χιόνι καὶ ὄμβροισι βορείοισιν. | |
7.1.106 | Τῷ Τιμώνακτος παιδίῳ ὡς διμηνιαίῳ ἐξανθήματα ἐν σκέ‐ λεσι, καὶ ἐν ἰσχίοισι, ὀσφύϊ, ὑπογαστρίῳ, καὶ οἰδήματα σφόδρα ἐνερευθῆ. Καταστάντων δὲ τούτων, σπασμοὶ καὶ ἐπιληπτικὰ ἐγέ‐ νοντο ἄνευ πυρετῶν ἡμέρας πολλὰς, καὶ ἐτελεύτησεν. | |
7.1.107 | Τῷ τοῦ Πολεμάρχου ξυνέβη μὲν τῷ ἔμπροσθεν χρόνῳ ἐμ‐ πυωθῆναί τε καὶ ἀποχρέμψασθαι· ὕστερον δὲ θέρμαι αὐτῷ ἦσαν, καὶ ὑδρωπιώδης τε ἦν, καὶ ἐπίσπληνος, καὶ ἀσθματώδης, πρὸς αἶπος εἴ ποτε ἴοι, καὶ ἀδύνατος, καὶ διψώδης, καὶ ἀπόσιτος ἐπιεικῶς ἔστιν | |
5 | ὅτε, καὶ βηχία ξηρὰ ἐπὶ πουλὺν χρόνον οὕτως ἐγίνετο· ὑπεφέρετο, καὶ εἰ μή τι εὔλυτος γίνοιτο κοιλίη κάτω, πλήρης ἐγένετο ἄνω, καὶ ἆσθμα καὶ πνίγμα ἐγίνετο μᾶλλον. Τέλος δὲ κατάῤῥοος, καὶ ἀπό‐ χρεμψις ἐπικατῆλθε, καὶ βήξ· ἡ δὲ ἀπόχρεμψις, παχέα καὶ ὠχρὰ πῦα· καὶ πυρετὸς σφοδρός· καὶ ἐδόκει λῆξαι, καὶ ἡ βὴξ πρηϋτέρη, | |
10 | καὶ ἡ ἀπόχρεμψις καθαρή. Ὑπέστρεψε, πάλιν ὀξὺς πυρετός· πνεῦμα πυκνόν· ἐτελεύτησε, πλὴν προσεῤῥίγωσε πόδας, καὶ κατεψύχθη· μετὰ ταῦτα πνεῦμα μᾶλλον ἐγκατελήφθη· ἡ οὔρησις ἔστη· τὰ ἄκρεα κατεψύχθη· ἔμφρων ἐτελεύτησε τριταῖος ἀπὸ τῆς ὑποστροφῆς. | |
7.1.108 | Τῷ τοῦ Θυνοῦ σφόδρα ἐν πυρετῷ καυσώδει ἐλιμοκτονήθη· ὑποχώρησις συχνὴ χολῆς ἐγένετο μετὰ ἀψυχίης καὶ ἱδρῶτος πολ‐ λοῦ· κατεψύχθη σφόδρα· ἄφωνος ἦν ἡμέρην ὅλην καὶ νύκτα· ἐγχεό‐ μενος χυλὸν πτισάνης, κατείχετο, ἐφρόνεεν, εὔπνοος ἦν. | |
7.1.109 | Τῷ Ἐπιχάρμου ξυνέβη ἐκ περιόδου καὶ ποτοῦ ἀπεψίη. Τῇ ὑστεραίῃ δὲ πρωῒ ἄσης γενομένης, πιὼν ὕδωρ, ὄξος, ἅλας, ἐξήμεσε φλέγμα· μετὰ δὲ, ῥῖγος ἔλαβεν· ἐλούσατο πυρεταίνων, τὸ στῆθος ἤλγει. Τῇ τρίτῃ εὐθὺς πρωῒ, κῶμα ὀλίγον χρόνον ἐπεῖχε, καὶ ἐπε‐ | |
5 | λήρει, καὶ πυρετὸς ὀξύς· βαρέως ἔφερε τὴν νοῦσον. Τῇ τετάρτῃ, | |
ἄγρυπνος· ἀπέθανεν. | ||
7.1.110 | Ἀρίστωνι, δακτύλου ποδὸς ἡλκωμένου, ξὺν πυρετῷ ἀσά‐ φεια· τὸ γαγγραινῶδες ἀνέδραμεν ἄχρι πρὸς γόνυ· ἀπώλετο· ἦν δὲ μέλαν, ὑπόξηρον, δυσῶδες. | |
7.1.111 | Ὁ τὸ καρκίνωμα τὸ ἐν τῇ φάρυγγι καυθεὶς, ὑγιὴς ἐγένετο ὑφ’ ἡμέων. | |
7.1.112 | Πολύφαντος ἐν Ἀβδήροισι κεφαλὴν ὠδυνᾶτο ἐν πυρετῷ σφοδρῷ· οὖρα λεπτὰ, πουλλά· ὑποστάσιες δασέαι καὶ ἀνατεταρα‐ γμέναι· οὐ παυομένου δὲ τοῦ ἀλγήματος τῆς κεφαλῆς, πταρμικὰ προσετέθη ἐόντι δεκαταίῳ. Μετὰ δὲ, ἐς τράχηλον ὀδύνη ἰσχυρή· οὖ‐ | |
5 | ρον ἦλθεν ἐρυθρὸν, ἀνατεταραγμένον, οἷον ὑποζυγίου· παρέκρουσε τρόπον φρενιτικόν· ἀπέθανεν ἐν σπασμοῖσιν ἰσχυροῖσιν. Παραπλησίως δὲ καὶ ἡ τοῦ Εὐαλκίδου οἰκέτις ἐν Θάσῳ, ᾗ πουλὺν χρόνον τὰ δα‐ σέα ἐχώρει οὖρα, καὶ κεφαλαλγίαι ἐνῆσαν· φρενιτικὴ γενομένη ἀπέ‐ θανεν ὡσαύτως σπασμοῖσιν ἰσχυροῖσι· πάνυ γὰρ τὰ δασέα οὖρα καὶ | |
10 | ἀνατεταραγμένα, σημεῖον ἀκριβὲς κεφαλαλγίης καὶ σπασμοῦ καὶ θα‐ νάτου. Ὁ δὲ Ἁλικαρνασσεὺς ὁ ἐν τῇ Ξανθίππου οἰκίῃ καταλύων οὖς ἐν χειμῶνι ὠδυνᾶτο καὶ κεφαλὴν οὐ μετρίως· ἦν δὲ περὶ ἔτεα πεντήκοντα· φλέβα ἐτμήθη κατὰ Μνησίμαχον· ἐβλάβη ἡ κεφαλὴ κενωθεῖσα, καὶ ψυχθεῖσα, οὐ γὰρ ἐξεπύησε, φρενιτικὸς ἐγένετο, ἀπέ‐ | |
15 | θανεν· οὖρα καὶ τούτῳ δασέα. | |
7.1.113 | Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντων ὀδύνης σφακελισμὸς σιηγόνος, καὶ οὔλων ὑπερσάρκωσις δεινή· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἵ τε γόμφιοι καὶ ἡ σιηγών. | |
7.1.114 | Ἀναξήνωρ, ἐν Ἀβδήροισιν, ἦν μὲν σπληνώδης καὶ κακό‐ χρους· ξυνέβη δὲ αὐτῷ, οἰδήματος γενομένου περὶ μηρὸν τὸν ἀριστε‐ ρὸν, ἐξαπίνης τοῦτο ἀφανισθῆναι· οὐ πολλῇσι δὲ ὕστερον ἡμέρῃσιν ἐγενήθη αὐτῷ κατὰ τὸν σπλῆνα οἷον ἐπινυκτὶς ἐξ ἀρχῆς, ἔτι δὲ οἴδημα | |
5 | καὶ ἐρύθημα σκληρόν· μετὰ δὲ ἡμέρην τετάρτην πυρετὸς ἐγένετο καυ‐ σώδης, καὶ ἐπελιδνώθη πάντα κύκλῳ καὶ σαπρὰ ἐδόκει· ἀπέθα‐ νεν· ὑπεκαθάρθη δὲ πρότερον καὶ κατενόει. | |
7.1.115 | Κλόνιγος, ἐν Ἀβδήροισιν, ἦν μὲν νεφριτικός· οὔρει δὲ αἷμα κατὰ σμικρὸν πουλὺ χαλεπῶς· ἠνώχλει δὲ καὶ κοιλίη δυσεν‐ τερική. Τούτῳ πρωῒ μὲν ἐδίδοτο γάλα αἴγειον καὶ ὕδατος πέμ‐ πτη μερὶς, ἀνεζεσμένον, τὸ πᾶν κοτύλαι τρεῖς· ἑσπέρην δὲ, ἄρτος | |
5 | μὲν ἔξοπτος· ὄψα δὲ, σεῦτλα, ἢ σίκυος, οἶνος μέλας λεπτός· ἐδίδοτο δὲ καὶ σίκυος πέπων· οὕτω δὲ διαιτωμένῳ καὶ ἡ κοιλίη ξυνέστη, καὶ τὰ οὖρα καθαρὰ ἐφοίτα· ἐγαλακτοπότησε δὲ, ἕως τὰ οὖρα ἀπο‐ κατέστη. | |
7.1.116 | Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆ‐ θος· ἦν δὲ τοιοῦτον· διὰ τῆς θηλῆς ἰχὼρ ὕφαιμος ἔῤῥει· ἐπιληφθεί‐ σης δὲ τῆς ῥύσιος, ἀπέθανεν. | |
7.1.117 | Τῷ Δεινίου παιδίῳ ἐν Ἀβδήροισι μετρίως ὀμφαλὸν τμη‐ θέντι, συρίγγιον κατελείφθη, καί ποτε καὶ ἕλμινς δι’ αὐτοῦ διῆλθεν ἁδρὰ, καὶ ἔφη, ὅτε πυρέξειε, χολώδεα ὅτι καὶ αὐτὰ ταύτῃ διῄει. | |
Προσεπεπτώκει τούτῳ τὸ ἔντερον πρὸς τῷ συριγγίῳ, καὶ διεβέ‐ | ||
5 | βρωτο ὡς τὸ συρίγγιον, καὶ ἐπανεῤῥήγνυτο, καὶ βηχία διεκώλυε δια‐ μένειν. | |
7.1.118 | Τῷ παιδίῳ τῷ Πύθωνος, ἐν Πέλλῃ, πυρετὸς αὐτίκα ἤρ‐ ξατο πουλὺς, καὶ καταφορὴ πουλλὴ μετὰ ἀφωνίης· ὕπνοι ἐγένοντο, καὶ κοιλίη σκληρὴ παρὰ πάντα τὸν χρόνον. Προστιθεμένου δὲ τοῦ ἐκ τῆς χολῆς, πουλλὰ διεχώρει, καὶ αὐτίκα ἐνεδίδου· ταχὺ δὲ πά‐ | |
5 | λιν ἡ κοιλίη ἐπῄρετο, καὶ ὁ πυρετὸς παρωξύνετο, καὶ ἡ καταφορὴ διὰ τῶν αὐτῶν. Τῆς δ’ αὐτῆς ἀγωγῆς ἐούσης, ἐδόθη τι τῶν σὺν κνήκῳ, καὶ σικύου, καὶ μηκωνίου, καὶ χολώδεα κατέῤῥηξε, καὶ αὐτίκα τὸ κῶμα ἐπέπαυτο, καὶ ὁ πυρετὸς ἐπρηΰνετο, καὶ τὰ ὅλα ἐκουφίσθη, καὶ ἐκρίθη τεσσαρεσκαιδεκαταῖος. | |
7.1.119 | Εὔδημος σπλῆνα ἐπόνει ἰσχυρῶς· προσετάσσετο ὑπὸ τῶν ἰητρῶν ἐσθίειν πουλλὰ, πίνειν οἶνον μὴ ὀλίγον, λεπτὸν, περιπατεῖν συχνά· οὐ μετέβαλλεν· ἐφλεβοτομήθη· σιτία καὶ ποτὰ πεφεισμένως· περίπατοι ἐκ προσαγωγῆς· οἶνος μέλας λεπτός· ὑγιάνθη. | |
7.1.120 | Φιλιστίδι τῇ Ἡρακλείδου γυναικὶ ἤρξατο πυρετὸς ὀξὺς, ἔρευθος προσώπου, ἐξ οὐδεμιῆς προφάσιος· ὀλίγον δ’ ὕστερον τῆς ἡμέ‐ ρης ἐῤῥίγωσεν· οὐκ ἀναθερμανθείσης, σπασμὸς ἐγένετο ἐν τοῖσι δακτύλοισι τῶν χειρῶν καὶ τῶν ποδῶν· σμικρὸν δὲ μετὰ ταῦτα | |
5 | ἐπεθερμάνθη, οὔρησε τροφιώδεα, νεφελώδεα, διεσπασμένα, νύκτα ἐκοιμήθη. Δευτέρῃ, ἐπεῤῥίγωσεν ἡμέρῃ, σμικρῷ μᾶλλον ἐθερμάνθη· καὶ τὸ ἔρευθος ἧσσον· καὶ οἱ σπασμοὶ ἐγένοντο μετριώτεροι· οὖρα διὰ τῶν αὐτῶν· νύκτα ἐκοιμήθη, σμικρὰ διαγρυπνήσασα, μηδεμιῆς δυσφορίης ἐούσης. Τριταίη οὔρησεν εὐχροώτερα, σμικρὰ ὑφεστη‐ | |
10 | κότα· τὴν δ’ αὐτὴν ὥρην ἐπεῤῥίγωσε· πυρετὸς ὀξύς· ἱδρὼς ἐς νύκτα δι’ ὅλον· ὀψὲ δὲ τῆς ἡμέρης τὸ χρῶμα ἀνετράπη ἐς τὸν ἰκτερώδεα τρόπον· νύκτα ὕπνωσε δι’ ὅλου. Τεταρταίῃ αἷμα ἐκ τοῦ ἀριστεροῦ ἐῤῥύη καλῶς, καὶ γυναικεῖα σμικρὰ ἐπεφάνη ἐν τάξει· πάλιν δὲ τὴν αὐτὴν ὥρην τὸ πυρέτιον παρωξύνθη· οὖρα τροφιώδεα σμικρά· κοιλίη | |
15 | δὲ, φύσει μὲν σκληρὴ, πουλὺ δέ τι μᾶλλον ξυνεστήκει, καὶ οὐδὲν διῄει, εἰ μὴ βάλανον πρόσθοιτο· νύκτα ὕπνωσεν. Πεμπταίῃ τό τε πυρέ‐ τιον πρηΰτερον, καὶ πρὸς τὴν ἑσπέρην δι’ ὅλου ἵδρου· καὶ γυναικείων χώρησις· καὶ νύκτα ὕπνωσεν. Ἑκταίη οὔρησεν ἀθρόον πουλὺ τροφιῶ‐ δες, σμικρὴν ὑπόστασιν ἔχον ὁμόχροον· περὶ δὲ μέσον ἡμέρης, σμικρὰ | |
20 | ἐῤῥίγωσεν, ὑπεθερμάνθη, ἵδρωσε δι’ ὅλου· νύκτα ἐκοιμήθη. Ἑβδο‐ μαίη σμικρὰ ὑπεθερμάνθη, εὐφόρως ἤνεγκεν· ἵδρωσε δι’ ὅλου· οὖρα εὔχροα· ἐκρίθη πάντα. | |
7.1.121 | Τύχων ἐν τῇ πολιορκίῃ τῇ περὶ Δάτον ἐπλήγη καταπέλτῃ ἐς τὸ στῆθος, καὶ μετ’ ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδό‐ κει δέ μοι ὁ ἰητρὸς ἐξαίρων τὸ ξύλον ἐγκαταλιπεῖν τὸν σίδηρον κατὰ τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, περὶ τὴν ἑσπέρην ἔκλυσέ | |
5 | τε καὶ ἐφαρμάκευσε κάτω· νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμα δὲ τῇ ἡμέρῃ ἐδόκει καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· ἦν γὰρ ἡσυχαῖος. Πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, οὐ βραδέως ἀπολεῖται. Ἐς τὴν ἐπιοῦσαν νύκτα, δύσφορος, ἄγρυπνος, ἐπὶ γαστέρα τὰ πολλὰ κείμενος. Τρίτῃ, πρωῒ ἐσπᾶτο· περὶ μέσον ἡμέ‐ | |
10 | ρης ἐτελεύτησεν. | |
7.1.122 | Εὐνοῦχος ἐκ κυνηγεσίης καὶ διαδρομῆς ὑδραγωγὸς γίνεται. | |
Ὁ παρὰ τὴν Ἐλεαλκέος κρήνην, ὁ περὶ τὰ ἓξ ἔτεα ἔσχεν ἵππουρίν τε καὶ βουβῶνα καὶ ἴξιν καὶ κέδματα. Ὁ τὸν αἰῶνα φθινήσας ἑβδομαῖος ἀπέθανεν. Πυοποιούντων ἄπεπτον, ἁλμυρὰ μετὰ | ||
5 | μέλιτος. Πορνείη ἄχρωμος δυσεντερίης ἄκος. | |
7.1.123 | Τῇ Λεωνίδεω θυγατρὶ ἡ φύσις ὁρμήσασα ἀπεστράφη, ἀπο‐ στραφεῖσα, ἐμυκτήρισεν· μυκτηρίσασα διηλλάγη· ὁ ἰητρὸς οὐ ξυνεῖδεν· ἡ παῖς ἀπέθανεν. | |
7.1.124 | Ὁ Φιλοτίμου παῖς ἔφηβος ἦλθεν εἰς μὲ εὑρὼν κρανίον | |
ὀστέον ἔρημον ἰητρικῆς ἐς ἰηχῖνα τὰ κρύφημα οὐκ ὀρῶν ἑστῶτα. |