TLG 0626 002 :: HERACLITUS :: Fragmenta HERACLITUS Phil. Cf. et HERACLITI EPHESII EPISTULAE (1411)
Fragmenta frr. 1–139 Citation: Fragment — (line) | ||
tit,1-126 | ΗΡΑΚΛΕΙΤΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ | |
1 | SEXT. adv. math. VII 132 (Vgl. A 4. 16. B 51) τοῦ δὲ λόγου τοῦδ’ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρω‐ ποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶ‐ τον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε | |
5 | ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαι‐ ρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, | |
---|---|---|
ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται. | 150 | |
2 | SEXT. VII 133 [vgl. I 148, 26] διὸ δεῖ ἕπεσθαι τῶι 〈ξυνῶι, τουτέστι τῶι〉 κοινῶι· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λό‐ γου δ’ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν. | |
3 | AËT. II 21, 4 (D. 351, 20) (περὶ μεγέθους ἡλίου) εὖρος ποδὸς ἀνθρωπείου. | |
4 | ALBERTUS M. de veget. VI 401 p. 545 Meyer H. dixit quod Si felicitas esset in delectationibus corporis, boves felices diceremus, cum inveniant oro‐ bum ad comedendum. | |
5 | ARISTOCRITUS Theosophia 68 (Buresch Klaros S. 118), ORIG. c. CELS. VII 62 καθαίρονται δ’ ἄλλωι αἵματι μιαινό‐ μενοι οἷον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῶι ἀπονίζοιτο. μαίνεσθαι δ’ ἂν δοκοίη, εἴ τις αὐτὸν ἀνθρώπων ἐπι‐ | |
5 | φράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ του‐ τέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ’ ἥρωας οἵτινές εἰσι. | 151 |
6 | ARISTOTELES Meteor. B 2. 355a 13 [vgl. 68 B 158] ὁ ἥλιος οὐ μόνον, καθάπερ ὁ Ἡ. φησι, νέος ἐφ’ ἡμέρηι ἐστίν, ἀλλ’ ἀεὶ νέος συνεχῶς. | |
7 | —de sensu 5. 443a 23 εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν. | |
8 | —Eth. Nic. Θ 2. 1155b 4 Ἡ. τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν [καὶ πάντα κατ’ ἔριν γίνεσθαι = B 80]. | |
9 | — —K 5. 1176a 7 ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡ. φησιν ὄνους σύρματ’ ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις. | |
10 | [Arist.] de mundo 5. 396b 7 ἴσως δὲ τῶν ἐναντίων ἡ φύσις γλίχεται καὶ ἐκ τούτων ἀποτελεῖ τὸ σύμφωνον, οὐκ ἐκ τῶν ὁμοίων· ὥσπερ ἀμέλει τὸ ἄρρεν συνήγαγε πρὸς τὸ θῆλυ καὶ οὐχ | |
ἑκάτερον πρὸς τὸ ὁμόφυλον καὶ τὴν πρώτην ὁμόνοιαν διὰ τῶν | 152 | |
5 | ἐναντίων συνῆψεν, οὐ διὰ τῶν ὁμοίων. ἔοικε δὲ καὶ ἡ τέχνη τὴν φύσιν μιμουμένη τοῦτο ποιεῖν· ζωγραφία μὲν γὰρ λευκῶν τε καὶ μελάνων ὠχρῶν τε καὶ ἐρυθρῶν χρωμάτων ἐγκερασαμένη φύσεις τὰς εἰκόνας τοῖς προηγουμένοις ἀπετέλεσε συμφώνους, μουσικὴ δὲ ὀξεῖς ἅμα καὶ βαρεῖς μακρούς τε καὶ βραχεῖς φθόγ‐ | |
10 | γους μείξασα ἐν διαφόροις φωναῖς μίαν ἀπετέλεσεν ἁρμονίαν, γραμματικὴ δὲ ἐκ φωνηέντων καὶ ἀφώνων γραμμάτων κρᾶσιν ποιησαμένη τὴν ὅλην τέχνην ἀπ’ αὐτῶν συνεστήσατο. ταὐτὸ δὲ τοῦτο ἦν καὶ τὸ παρὰ τῶι σκοτεινῶι λεγόμενον Ἡρακλείτωι· συνάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερό‐ | |
15 | μενον, συνᾶιδον διᾶιδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα. | |
11 | [Arist.] de mundo 6 p. 401a 8 τῶν τε ζώιων τά τε ἄγρια καὶ ἥμερα τά τε ἐν ἀέρι καὶ ἐπὶ γῆς καὶ ἐν ὕδατι βοσκόμενα γίνεταί τε καὶ ἀκμάζει καὶ φθείρεται τοῖς τοῦ θεοῦ πειθόμενα θεσμοῖς· πᾶν | |
γὰρ ἑρπετὸν πληγῆι νέμεται, ὥς φησιν Ἡράκλειτος. | 153 | |
12 | ARIUS DID. ap. Eus. P. E. XV 20 (D. 471, 1) Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡ.· βουλό‐ μενος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνον‐ ται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως· ποταμοῖσι | |
5 | τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται(?) | |
13 | ATHEN. V p. 178 F δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρωι χαίρειν καθ’ Ἡράκλειτον. CLEM. Strom. I 2 (II 4, 3 St.) ὕες βορβόρωι ἥδονται μᾶλλον ἢ καθαρῶι ὕδατι. | |
14 | CLEM. Protr. 22 (p. 16, 24 St.) τίσι δὴ μαντεύεται Ἡ. ὁ Ἐφέσιος; νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις· τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια | |
5 | ἀνιερωστὶ μυεῦνται. | |
15 | — —34 (p. 26, 6) εἰ μὴ γὰρ Διονύσωι πομπὴν ἐποι‐ | |
οῦντο καὶ ὕμνεον ἆισμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ’ ἄν· ὡυτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεωι μαίνονται καὶ ληναΐζουσιν. | 154 | |
16 | CLEM. Paedag. II 99 (I 216, 28 St.) λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν Ἡ.· τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι; | |
17 | —Strom. II 8 (II 117, 1 St.) οὐ γὰρ φρονέουσι τοιαῦ‐ τα πολλοί, ὁκόσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώ‐ σκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι. | |
18 | — —II 17 (II 121, 24) ἐὰν μὴ ἔλπηται, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον. | |
19 | — —II 24 (II 126, 5) ἀπίστους εἶναί τινας ἐπιστύφων Ἡ. φησιν· ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν. | |
20 | — —III 14 (II 201, 23) Ἡ. γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν φῆι· γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας κατα‐ | |
λείπουσι μόρους γενέσθαι. | 155 | |
21 | CLEM. Strom. III 21 (II 205, 7) οὐχὶ καὶ Ἡ. θάνατον τὴν γένεσιν καλεῖ ... ἐν οἷς φησι· θάνατός ἐστιν ὁκόσα ἐγερ‐ θέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος. | |
22 | — —IV 4 (II 249, 23) χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον. | |
23 | — — —10 (II 252, 25) Δίκης ὄνομα οὐκ ἂν ἤιδεσαν, εἰ ταῦτα μὴ ἦν. | |
24 | — — —16 (II 255, 30) ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι. | |
25 | — — —50 (II 271, 3) μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι. | |
26 | — — —143 (II 310, 21) ἄνθρωπος ἐν εὐφρόνηι φάος ἅπτεται ἑαυτῶι [ἀποθανὼν] ἀποσβεσθεὶς ὄψεις, ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, [ἀποσβεσθεὶς ὄψεις], ἐγρη‐ | |
γορὼς ἅπτεται εὕδοντος. | 156 | |
27 | — — —146 (II 312, 15) ἀνθρώπους μένει ἀποθανόν‐ τας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν. | |
28 | — —V 9 (II 331, 20) δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· καὶ μέντοι καὶ Δίκη καταλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας. | |
29 | — — —60 (II 366, 11) vgl. IV 50 (II 271, 17) αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν· οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα. | |
30 | — — —105 (II 396, 10) [Plut. d. anim. 5 p. 1014 A] | |
κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ’ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύ‐ | 157 | |
5 | μενον μέτρα. | |
31 | CLEM. Strom. V 105 (II 396, 13) ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν εἶναι ἐδογμάτιζεν, μηνύει τὰ ἐπιφερόμενα· πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει ὅτι τὸ | |
5 | πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι’ ἀέρος τρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν, ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· 〈γῆ〉 θάλασσα διαχέεται, | |
10 | καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν | |
ἦν ἢ γενέσθαι γῆ. | 158 | |
32 | — — —116 (II 404, 1) ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα. | |
33 | — — —νόμος καὶ βουλῆι πείθεσθαι ἑνός. | |
34 | — — —ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι. | |
35 | — —141 (II 421, 4) χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστο‐ ρας φιλοσόφους ἄνδρας εἶναι καθ’ Ἡράκλειτον. | |
36 | — —VI 16 (II 435, 25) ψυχῆισιν θάνατος ὕδωρ γενέ‐ σθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. | |
37 | COLUMELLA VIII 4 si modo credimus Ephesio Heracleto qui ait sues caeno [vgl. B 13], cohortales aves pulvere vel cinere lavari. | |
38 | DIOG. I 23 [11 A 1 Thales] δοκεῖ δὲ κατά τινας πρῶτος | |
ἀστρολογῆσαι ... μαρτυρεῖ δ’ αὐτῶι καὶ Ἡ. καὶ Δημόκριτος. | 159 | |
39 | DIOG. I 88 ἐν Πριήνηι Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων. | |
40 | —IX 1 [s. A 1 I 140, 2, vgl. ATHEN. XIII 610 B] πο‐ λυμαθίη νόον ἔχειν οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον. | |
41 | — —εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων. | |
42 | — —τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ Ἀρχίλοχον ὁμοίως [vgl. A 22 B 56]. | |
43 | — —2 ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν. | |
44 | — —μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου | |
ὅκωσπερ τείχεος. | 160 | |
45 | — —7 ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει. | |
46 | — —τήν τε οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι. | |
47 | — —73 μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα. | |
48 | ETYM. GEN. βίος: τῶι οὖν τόξωι ὄνομα βίος, ἔργον δὲ θάνατος. | |
49 | GALEN. de dign. puls. VIII 773 K. [SYMMACH. Ep. IX 115, THEOD. PRODR. Ep. p. 20] εἷς ἐμοὶ μύριοι, ἐὰν ἄριστος ἦι. | |
49a | HERACLIT. Alleg. 24 (nach 62) ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. | |
50 | HIPPOL. Refut. IX 9 Ἡ. μὲν οὖν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον· ‘οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκού‐ | |
σαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναι‘ ὁ Ἡ. φησι. | 161 | |
51 | HIPPOL. IX 9 (nach B 50) καὶ ὅτι τοῦτο οὐκ ἴσασι πάντες οὐδὲ ὁμολογοῦσιν, ἐπιμέμφεται ὧδέ πως· οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῶι ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης. | |
52 | — —αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη. | |
53 | — —Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους. | |
54 | — —ἁρμονίη ἀφανὴς φανερῆς κρείττων. | |
55 | — —ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προ‐ | |
τιμέω. | 162 | |
56 | — —ἐξηπάτηνται, φησίν, οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρωι, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰ‐ | |
5 | πόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ’ ἐλάβομεν, ταῦτα φέρομεν. | |
57 | —IX 10 διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρό‐ νην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν. | |
58 | — —καὶ ἀγαθὸν καὶ κακόν [näml. ἕν ἐστιν]. οἱ γοῦν ἰατροί, φησὶν ὁ Ἡ., τέμνοντες, καίοντες, πάντηι βασανί‐ ζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργα‐ | |
5 | ζόμενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους. | 163 |
59 | HIPPOL. IX 10 γναφείωι ὁδὸς εὐθεῖα καὶ σκολιὴ (ἡ τοῦ ὀργάνου τοῦ καλουμένου κοχλίου ἐν τῶι γναφείωι περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλωι περιέρχεται) μία ἐστί, φησί, καὶ ἡ αὐτή. | |
60 | — —ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή. | |
61 | — —θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτα‐ τον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον. | |
62 | — —ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες. | |
63 | — —λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης 〈τῆσ〉 φανερᾶς, ἐν ἧι γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀνα‐ στάσεως αἴτιον οὕτως λέγων· ἔνθα δ’ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν. λέγει | |
5 | δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῶι διὰ πυρὸς | 164 |
64 | γίνεσθαι λέγων οὕτως· τὰ δὲ πάντα οἰακίζει Κεραυνός, τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν | |
65 | ὅλων αἴτιον· καλεῖ δὲ αὐτὸ χρησμοσύνην καὶ κόρον· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ’ αὐτόν, ἡ δὲ ἐκπύρωσις | |
66 | κόρος. πάντα γάρ, φησί, τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται. | |
67 | — —ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλε‐ μος εἰρήνη, κόρος λιμός (τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς), ἀλλοιοῦται δὲ ὅκωσπερ 〈πῦρ〉, ὁπόταν συμμιγῆι θυώ‐ | |
μασιν, ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου. | 165 | |
67a | HISDOSUS Scholasticus ad Chalcid. Plat. Tim. [cod. Paris. l. 8624 s. XII f. 2] ita vitalis calor a sole procedens omnibus quae vivunt vitam subministrat. cui sententiae Heraclitus ad‐ quiescens optimam similitudinem dat de aranea ad animam, | |
5 | de tela araneae ad corpus. sic〈ut〉 aranea, ait, stans in medio telae sentit, quam cito musca aliquem filum suum corrumpit itaque illuc celeriter currit quasi de fili persectione dolens, sic hominis anima aliqua parte corporis laesa illuc festine meat quasi im‐ | |
10 | patiens laesionis corporis, cui firme et proportiona‐ liter iuncta est. | |
68 | IAMBL. de myst. I 11 καὶ διὰ τοῦτο εἰκότως αὐτὰ ἄκεα Ἡ. προσεῖπεν ὡς ἐξακεσόμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῆι γενέσει συμφορῶν. | |
69 | — —V 15 θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ’ ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡ., ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν· τὰ δ’ ἔνυλα κτλ. | 166 |
70 | —de anima [Stob. Ecl. II 1, 16] πόσωι δὴ οὖν βέλ‐ τιον Ἡ. παίδων ἀθύρματα νενόμικεν εἶναι τὰ ἀνθρώπινα δοξάσματα. | |
71 | MARC. ANTON. IV 46 μεμνῆσθαι δὲ καὶ τοῦ ἐπιλανθανομένου ἧι ἡ ὁδὸς ἄγει. | |
72 | — —ὧι μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγωι τῶι τὰ ὅλα διοικοῦντι, τούτωι διαφέρονται, καὶ οἷς καθ’ ἡμέραν ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται. | |
73 | — —οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν· καὶ γὰρ καὶ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν. | |
74 | — —οὐ δεῖ 〈ὡσ〉 παῖδας τοκεώνων, τοῦτ’ ἔστι | |
κατὰ ψιλόν· καθότι παρειλήφαμεν. | 167 | |
75 | MARC. ANTON. VI 42 τοὺς καθεύδοντας οἶμαι ὁ Ἡ. ἐρ‐ γάτας εἶναι λέγει καὶ συνεργοὺς τῶν ἐν τῶι κόσμωι γινομένων. | |
76 | MAXIM. TYR. XII 4 p. 489 ζῆι πῦρ τὸν γῆς θάνατον καὶ ἀὴρ ζῆι τὸν πυρὸς θάνατον, ὕδωρ ζῆι τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος. PLUT. de E 18. 392c πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος ὕδατι γένεσις. | |
5 | MARC. IV 46 ὅτι γῆς θάνατος ὕδωρ γενέσθαι καὶ ὕδατος θάνατος ἀέρα γενέσθαι καὶ ἀέρος πῦρ καὶ ἔμπαλιν. | |
77 | NUMEN. fr. 35 Thedinga ὅθεν καὶ Ἡράκλειτον ψυχῆισι φάναι τέρψιν ἢ θάνατον ὑγρῆισι γενέσθαι. τέρψιν δὲ εἶναι αὐταῖς τὴν εἰς γένεσιν πτῶσιν. ἀλλα‐ χοῦ δὲ φάναι ζῆν ἡμᾶς τὸν ἐκείνων θάνατον καὶ ζῆν | |
5 | ἐκείνας τὸν ἡμέτερον θάνατον. | |
78 | ORIG. c. Cels. VI 12 (II 82, 23 Koetschau) ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, | |
θεῖον δὲ ἔχει. | 168 | |
79 | — —ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός. | |
80 | — —VI 42 (II 111, 11 Koetschau) εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινό‐ μενα πάντα κατ’ ἔριν καὶ χρεών. | |
81 | PHILODEM. Rhet. I c. 57. 62 S. 351. 354 Sudh. ἡ δὲ τῶν ῥητόρων εἰσαγωγὴ πάντα τὰ θεωρήματα πρὸς τοῦτ’ ἔχει τείνοντα καὶ κατὰ τὸν Ἡράκλειτον κοπίδων ἐστὶν ἀρχηγός. SCHOL. in Eur. Hec. 131 κοπίδας | |
5 | τὰς λόγων τέχνας ἔλεγον ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων [FHG IV p. 640b]· ‘ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν εὑ‐ ρετὴν ὄντα τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου κατηγορούμενον, ἀλλ’ αὐτὸν τὸν Ἡράκλειτον εἶναι τὸν ἀλαζο‐ νευόμενον‘. | |
82 | PLATO Hipp. maior 289 A πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν. | |
83 | — —B ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖ‐ | |
ται καὶ σοφίαι καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν. | 169 | |
84a | PLOTIN. Enn. IV 8, 1 μεταβάλλον ἀναπαύεται. | |
84b | —κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι. | |
85 | PLUT. Coriol. 22 θυμῶι μάχεσθαι χαλεπόν· ὃ γὰρ ἂν θέληι, ψυχῆς ὠνεῖται. | |
86 | — —38 ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθ’ Ἡράκλειτον, ἀπιστίηι διαφυγγάνει μὴ γιγνώσκεσθαι. | |
87 | —de aud. 7 p. 41 A βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγωι ἐπτοῆσθαι φιλεῖ. | |
88 | —cons. ad Apoll. 10 p. 106 E ταὐτό τ’ ἔνι ζῶν καὶ | |
τεθνηκὸς καὶ [τὸ] ἐγρηγορὸς καὶ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα. | 170 | |
89 | —de superst. 3 p. 166 C ὁ Ἡ. φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι. | |
90 | —de E 8 p. 388 E πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρη‐ μάτων χρυσός. | |
91 | — —18 p. 392 B ποταμῶι γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῶι αὐτῶι καθ’ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν 〈τῆς αὐτῆσ〉· ἀλλ’ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ | |
5 | πάλιν συνάγει (μᾶλλον δὲ οὐδὲ πάλιν οὐδ’ ὕστερον, ἀλλ’ ἅμα | |
συνίσταται καὶ ἀπολείπει) καὶ πρόσεισι καὶ ἄπεισι. | 171 | |
92 | PLUT. de Pyth. or. 6 p. 397 A Οὐχ ὁρᾶις .., ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη, κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους; Σίβυλλα δὲ μαινομένωι στόματι καθ’ Ἡράκλειτον ἀγέλα‐ στα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χι‐ | |
5 | λίων ἐτῶν ἐξικνεῖται τῆι φωνῆι διὰ τὸν θεόν. | |
93 | — —21 p. 404 D ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει. | |
94 | —de exil. 11 p. 604 A Ἥλιος γὰρ οὐχ ὑπερβήσεται μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρή‐ σουσιν. | |
95 | —Sympos. III pr. 1 p. 644 F ἀμαθίην γὰρ ἄμεινον κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρ’ οἶνον. STOB. Flor: I 175 κρύπτειν ἀμαθίην κρέσσον ἢ ἐς τὸ μέσον φέρειν. | |
96 | — —IV 4, 3. p. 669 A νέκυες γὰρ κοπρίων ἐκβλητό‐ | |
τεροι. | 172 | |
97 | —an seni resp. 7 p. 787C κύνες γὰρ καταβαΰζουσιν ὧν ἂν μὴ γινώσκωσι. | |
98 | —fac. lun. 28 p. 943 E αἱ ψυχαὶ ὀσμῶνται καθ’ Ἅιδην. | |
99 | —aqu. et ign. comp. 7 p. 957 A; vgl. de fort. 3. p. 98 C εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν. | |
100 | —Qu. Plat. 8, 4 p. 1007 D ... περιόδους· ὧν ὁ ἥλιος ἐπι‐ στάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραβεύειν καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταβολὰς καὶ ὥρας αἳ πάντα φέρουσι καθ’ Ἡράκλειτον κτλ. | |
101 | —adv. Colot. 20. 1118 C ἐδιζησάμην ἐμεωυτόν. | |
101a | POLYB. XII 27 δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡσανεί τινων ὀργάνων ἡμῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυπραγμονοῦμεν, ἀκοῆς καὶ ὁράσεως, ἀληθινωτέρας δ’ οὔσης οὐ μικρῶι τῆς ὁρά‐ σεως κατὰ τὸν Ἡράκλειτον· ὀφθαλμοὶ γὰρ τῶν ὤτων | |
5 | ἀκριβέστεροι μάρτυρες. | |
102 | PORPHYR. zu Δ 4 [I 69, 6 Schr.] τῶι μὲν θεῶι καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν | |
ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια. | 173 | |
103 | PORPHYR. zu Ξ 200 [I 190 Schr.] ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας. | |
104 | PROCL. in Alc. I p. 525, 21 (1864) τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκά‐ λωι χρείωνται ὁμίλωι οὐκ εἰδότες ὅτι ‘οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί‘. | |
105 | SCHOL. HOM. AT zu Σ 251 (Ἕκτορι δ’ ἦεν ἑταῖρος, [Πουλυδάμας], ἰῆι δ’ ἐν νυκτὶ γένοντο) Ἡ. ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον καὶ ἐν οἷς φησι ‘μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν‘ κτλ. | |
106 | PLUT. Camill. 19 περὶ δ’ ἡμερῶν ἀποφράδων εἴτε χρὴ τίθεσθαί τινας εἴτε ὀρθῶς Ἡράκλειτος ἐπέπληξεν Ἡσιόδωι τὰς μὲν ἀγαθὰς ποιουμένωι, τὰς δὲ φαύλας [Opp. 765ff.], ὡς ἀγνοοῦντι φύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθι | |
5 | διηπόρηται [vgl. B 40. 57]. SENECA Ep. 12, 7 unus dies par | |
omni est. | 174 | |
107 | SEXT. EMP. VII 126 κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων | |
108 | STOB. Flor. I 174 Hense Ἡρακλείτου. ὁκόσων λόγους ἤκουσα, οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον. | |
110 | — —176 ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον [vgl. B 85]. | |
111 | — —177 νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ καὶ | |
ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν. | 175 | |
112 | STOB. Flor. I 178 σωφρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαΐον‐ τας. | |
113 | — —179 ξυνόν ἐστι πᾶσι τὸ φρονέειν. | |
114 | — —179 ξὺν νόωι λέγοντας ἰσχυρίζεσθαι χρὴ τῶι ξυνῶι πάντων, ὅκωσπερ νόμωι πόλις, καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον | |
5 | ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περιγίνεται. | |
115 | — —180a ψυχῆς ἐστι λόγος ἑαυτὸν αὔξων. | |
116 | — —V 6 ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν | |
ἑωυτοὺς καὶ σωφρονεῖν. | 176 | |
117 | — —7 ἀνὴρ ὁκόταν μεθυσθῆι, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος, οὐκ ἐπαΐων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων. | |
118 | — —8 αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη oder vielmehr: αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη. | |
119 | — —IV 40, 23 Ἡ. ἔφη ὡς ἦθος ἀνθρώπωι δαίμων. | |
120 | STRABO I 6 p. 3 βέλτιον δ’ Ἡ. καὶ ὁμηρικωτέρως ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων· ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰ‐ θρίου Διός. ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, | |
5 | οὐχ ἡ ἄρκτος. | 177 |
121 | STRABO XIV 25 p. 642. DIOG. IX 2 [s. I 140, 5] ἄξιον Ἐφε‐ σίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος | |
5 | ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ’ ἄλλων. | |
122 | SUID. s. v. ἀγχιβατεῖν und ἀμφισβατεῖν· ἀγχιβασίην Ἡράκλειτος. | |
123 | THEMIST. Or. 5 p. 69 φύσις δὲ καθ’ Ἡράκλειτον κρύ‐ πτεσθαι φιλεῖ. | |
124 | THEOPHR. Metaphys. 15 p. 7a 10 Usen. ἄλογον δὲ κἀκεῖνο δόξειεν ἄν, εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ’ ἐν τάξει καὶ λόγωι, καὶ μορφαῖς καὶ δυνάμεσιν καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον, ἀλλ’ ὥσπερ | |
5 | σάρμα εἰκῆ κεχυμένων ὁ κάλλιστος, φησὶν Ἡράκλειτος, [ὁ] κόσμος. | |
125 | —de vertig. 9 καὶ ὁ κυκεὼν διίσταται 〈μὴ〉 κινού‐ | |
μενος. | 178 | |
125a | TZETZES ad Aristoph. Plut. 88 τυφλὸν δὲ τὸν Πλοῦτον ποιεῖ ὡς οὐκ ἀρετῆς, κακίας δὲ παραιτίου. ὅθεν καὶ Ἡ. ὁ Ἐφέσιος ἀρώμενος Ἐφεσίοις, οὐκ ἐπευχόμενος· μὴ ἐπι‐ λίποι ὑμᾶς πλοῦτος, ἔφη, Ἐφέσιοι, ἵν’ ἐξελέγχοισθε | |
5 | πονηρευόμενοι. | |
126 | —schol. ad exeg. II. p. 126 Herm. τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτί‐ ζεται. | |
126a | ANATOL. de decade p. 36 Heiberg (Annales d’histoire. Congres de Paris 1901. 5. section) κατὰ λόγον δὲ ὡρέων συμβάλλεται ἑβδομὰς κατὰ σελήνην, διαιρεῖται δὲ κατὰ τὰς ἄρκτους, | |
ἀθανάτου Μνήμης σημείω. | 179 | |
126b | ANONYM. IN PLAT. Theaet. [Berl. Klassikert. 2] 71, 12 zu p. 152 E Ἐπίχαρμος ὁ 〈ὁμιλή〉σας τοῖς Πυθα〈γορείοισ〉 ἄλλα τ〈έ〉 τινα ἐ〈πι‐ νενόη〉κεν δ〈ειν〉ὰ τ〈όν τε περὶ το〉ῦ αὐξο〈μένου λόγον〉. ἐφοδ〈εύει δὲ κατὰ τὸ〉 Ἡρα〈κλείτου〉 ‘ἄλλως ἄ〈λλο ἀεὶ αὔξε〉ται πρὸς ὃ 〈ἂν ἦι ἐλλι〉πέσ‘. εἰ οὖν | |
5 | 〈μηδεὶσ〉 〈παύε〉ται 〈ῥέων καὶ ἀλ〉λ〈άτ〉των 〈τὸ εἶδος, αἱ〉 οὐσίαι ἄλλ〈οτε ἄλλαι〉 γίνονται 〈κατὰ συν〉εχῆ ῥύσιν. | |
127 | ARISTOCRITUS Theos. 69 ὁ αὐτὸς πρὸς Αἰγυπτίους ἔφη· εἰ θεοί εἰσιν, ἵνα τί θρηνεῖτε αὐτούς; εἰ δὲ θρηνεῖτε αὐτούς, μη‐ κέτι τούτους ἡγεῖσθε θεούς. | |
128 | —74 ὅτι ὁ Ἡράκλειτος ὁρῶν τοὺς Ἕλληνας γέρα τοῖς δαίμοσιν ἀπο‐ νέμοντας εἶπεν· δαιμόνων ἀγάλμασιν εὔχονται οὐκ ἀκούουσιν, ὥσπερ ἀκούοιεν, οὐκ ἀποδιδοῦσιν, ὥσπερ οὐκ ἀπαιτοῖεν. | |
129 | DIOG. VIII 6 Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν | |
ἀνθρώπων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑαυτοῦ σοφίην, πολυμαθίην, κακο‐ τεχνίην. | 180 | |
130 | GNOMOL. Monac. lat. I 19 (Caecil. Balb. Wölfflin p. u,) non convenit ridiculum esse ita, ut ridiculus ipse videaris. Heraclitus dixit. | |
131 | —Paris. ed. Sternbach n. 209 ὁ δέ γε Ἡ. ἔλεγε τὴν οἴησιν προκοπῆς ἐγκοπήν. | |
132 | —Vatic. 743 n. 312 Sternb. τιμαὶ θεοὺς καὶ ἀνθρώπους κατα‐ δουλοῦνται. | |
133 | — —313 ἄνθρωποι κακοὶ ἀληθινῶν ἀντίδικοι. | |
134 | — —314 τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευ‐ μένοις. | |
135 | — —315 συντομωτάτην ὁδὸν ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέ‐ | |
σθαι ἀγαθόν. | 181 | |
136 | SCHOL. EPICTET. BODL. p. LXXI Schenkl Ἡρακλείτου· ψυχαὶ ἀρηί‐ φατοι καθερώτεραι (so) ἢ ἐνὶ νούσοις. | |
137 | STOB. Ecl. I 5, 15 p. 78, 11 (nach Aët. I 27 1 s. 22 A 8) γράφει γοῦν ‘ἔστι γὰρ εἱμαρμένα πάντως ...‘ | |
138 | COD. PARIS. 1630 s. XIV f. 191r Ἡρακλείτου φιλοσόφου κατὰ τοῦ βίου. Ποίην τις βιότοιο τάμοι τρίβον κτλ. | |
139 | CATAL. CODD. ASTROL. GRAEC. IV 32 VII 106 Ἡρακλείτου φιλοσόφου. Ἐπειδὴ φασί τινες εἰς ἀρχὰς κεῖσθαι τὰ ἄστρα ... μέχρις οὗ ἐθέλει ὁ ποιή‐ | |
σας αὐτόν. | 182 |