TLG 0619 001 :: APOLLONIUS :: Apotelesmata [Sp.] APOLLONIUS Phil. Apotelesmata [Sp.]
Citation: Page — (line) | ||
1372(1t) | Βίβλος σοφίας καὶ συνέσεως ἀποτελεσμάτων Ἀπολλωνίου τοῦ Τυανέως, ὃς ἔγραψε | |
2t | καὶ ἐδίδαξε Δούστουμον Θύλασσον τὸν αὑτοῦ μαθητὴν λέγων αὐτῷ οὕτως· | |
---|---|---|
3 | i. Υἱέ μου, ἄκουσόν μου, καὶ ἀποδείξω σοι μυστήριον σοφίας, τὸ πολλοῖς ἄγνωστον καὶ ἀγνώριστον καὶ ἀπόκρυφον, περὶ καιρῶν καὶ χρόνων, ὡρῶν ἡμέρας τε καὶ νυκτὸς, ἔτι | |
5 | ὀνομασίας καὶ ἐνεργείας αὐτῶν, καὶ σοφίας ἀληθινῆς τῆς ἐν αὐταῖς ἀποκεκρυμμένης, καὶ ἀποκαλύψω σοι τῆς ἐκ θεοῦ δοθείσης μοι γνώσεως τὰ ἀποτελέσματα, δι’ ὧν στοι‐ χειοῦνται πάντα ὅσα ἐποίησεν ὁ θεὸς ἐπὶ τῆς γῆς. Ἰδοὺ γὰρ τέσσαρας βίβλους τιμιωτέρας χρυσοῦ καὶ λίθων πολυτελῶν ἐκτησάμην· μίαν μὲν ἀστρονομίας, ἑτέραν δὲ ἀστρολογίας, | |
τρίτην σχολαστικήν, καὶ τετάρτην πασῶν οὖσαν τιμιωτέραν, ἐν ᾗ τὰ μεγάλα καὶ φοβερὰ | 1372 | |
1373 | ἔστι σημεῖα καὶ ἕξεως τεράστια καὶ μυστήρια, λέγω δὴ τὴν περὶ στοιχειώσεως τῶν ὑπὸ τοῦ θεοῦ δημιουργηθέντων καὶ ὀρομένων κτισμάτων, ἣν ὁ μεταχειριζόμενος εἰ βού‐ λεται ἐπιτετευγμένως καὶ εὐστόχως τὰ τοιαῦτα τεράστια διαπράττεσθαι, πάσης ἀπέχεσθαι (ὀφείλει) πονηρᾶς πράξεως, μάλιστα δὲ τῆς πρὸς τὰς γυναῖκας ὁμιλίας | |
5 | καὶ συνελεύσεως. Ἀλλὰ γὰρ οὐδὲ γυναικῶν ὀφείλει ὑπηρετήσει χρῆσθαι πρὸς τὰς τοιαύ‐ τας ἐνεργίας, ἐπειδὴ παράλογα ὑπ’ αὐτῶν πολλὰ ἀποβαίνειν πεφύκασι. Εἰ γὰρ τύχῃ ἐν ἐμμήνοις οὖσα, τὰ δένδρα ἐν οἷς ἂν πλησιάζῃ ξηραίνονται, καὶ βρύσει ὕδατος ποιοῦσι βλάπτεσθαι αὐτὰ ἄνω καὶ ἐκτοστρομβοῦσθαι καὶ φέρεσθαι. Χρὴ οὖν, ὡς εἴρηται, ἀκριβῶς τὰ τοιαῦτα παραφυλάττεσθαι, εἴτε ὅλως τις ἐθέλει ὑπὸ τὸν τῆς ἀνάγκης ζυγὸν ἐργάσασθαι | |
10 | πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς, δένδρα λύων καὶ ὄρνεα καὶ θηρία καὶ ἑρπετὰ καὶ ἀνέμου πνοὰς καὶ ποταμῶν ῥοὰς, δέον ζῳδίων ταύτην τὴν ἐπιστήμην ἀκριβῶς μεταχειριζόμενον, ὀνομασίας λέγω καὶ ὀνομάσεως τοῦ μεγάλου καὶ πανεξουσιάζοντος θεοῦ, ἁρμόζεσθαι | |
ἕκαστον καιρόν τε καὶ χρόνον καθ’ ὃν μέλλει τὰ τοιαῦτα ἀποτελεῖν· τοῖς γὰρ μετὰ τῶν | 1373 | |
1374 | τοιούτων ὀνομάτων παρακαλοῦσι καὶ δεομένοις, εὐήκοος γίνεται. Τὰς τοιαύτας δὲ ὀνομασίας ἐν τῇ τοιαύτῃ βίβλῳ συνερμηνεύσω. ii Ὁ δὲ μέλλων ἐν Βηθλεὲμ ἐκ τῆς παρθένου γεννᾶσθαι, αὐτὸς μέγας διδάσκαλος γενήσεται καὶ τὸ ἀνθρώπινον γένος σώσει καὶ τοὺς εἰδώλων ναοὺς καταλύσει, τὴν δὲ | |
5 | ἀποτελεσματικὴν, ἣν ἐγὼ ποιήσω, οὐκ ἀφανίσει, διότι πᾶν ὅπερ τελέσει ἡ μετ’ αὐτοῦ δύναμις ἀπετέλεσα καὶ ἐστοιχείωσα. Ὁ δὲ ναὸς ὃν ἐγὼ ἐν Τυάνοις ᾠκοδόμησα ἐν ᾧ καὶ χρυσοῦν στῦλον ἔστησα, οὗτος παρὰ πάντων προσκυνητὸς γενήσεται. Προσήκει δή σε προσέχειν σεαυτοῦ τὸν νοῦν, καὶ ὅ τι βούλῃ ἐργάσασθαι ἔργον θαυ‐ μαστὸν, ὄν(ομα) ὀνομάζειν ἑκάστου καιροῦ καὶ χρόνου, καὶ ἡλίου καὶ σελήνης καὶ | |
10 | ἀνέμων, καὶ τελεῖσθαι ὀνομασίας σελήνης καλοσχηματιζούσης, οὐ γὰρ πρὸς τοὺς ἀστέρας | |
κατά τε τετραγόνων καὶ ἑξαγόνων προστεθικοὺς ἐνεργοῦσι τοὺς ἀριθμούς. | 1374 | |
1375 | iii. Ἀπὸ τῆς ιγʹ τοῦ Μαρτίου μηνὸς μέχρι καὶ τῆς ιγʹ τοῦ Ἰουνίου λέγεται Ἔαρ, οὕτινος ζῴδιά εἰσιν ταῦτα .... ἅτινα καὶ οὕτως ῥωμαϊκῶς ὀνομάζονται Κριὸς, Ταῦρος, Δίδυμος. Ὀνομάζεται δὲ οὗτος ὁ καιρός· Ἰλεκεβρουθίν. Ἀπὸ τῆς ιγʹ τοῦ Ἰουνίου μηνὸς ἕως τῆς ιγʹ τοῦ Σεπτεμβρίου, λέγεται Θέρος, | |
5 | οὕτινος ζῴδιά εἰσι ταῦτα· Καρκίνος, Λέων, Παρθένος, ὀνομάζεται δὲ οὗτος ὁ καιρὸς Λιουράν. Ἀπὸ δὲ τῆς ιγʹ τοῦ Σεπτεμβρίου μέχρι ιγʹ του Δεκεμβρίου· Μετόπωρον, οὕτινος | |
ζῴδιά εἰσι ταῦτα· Ζυγός, Σκορπίος, Τοξότης. Ὀνομάζεται δὲ ὁ καιρὸς οὗτος Ἀμβληβήρ. | 1375 | |
1376 | Ἀπὸ τῆς ιγʹ τοῦ Δεκεμβρίου μέχρι καὶ τῆς ιγʹ τοῦ Μαρτίου· Χειμὼν, καὶ τὰ ζῴδια ταῦτα· Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες, ὀνομάζεται δὲ ὁ τοιοῦτος Σαρδααφὲκ ἢ Σθαρδιφέκ. | |
3t | iv. Περὶ τῶν ὡρῶν τῆς ἡμέρας πῶς ὀνομάζονται καὶ τί ἔργον ποιεῖ ἑκάστη ὥρα. | |
4 | Ἡ πρώτη ὥρα τῆς ἡμέρας καλεῖται Ἰαὲκ, ἐν ταύτῃ τῇ ὥρᾳ ἀγαθόν ἐστι τοῖς | |
5 | ἀνθρώποις προσεύχεσθαι. Ἡ δευτέρα ὥρα τῆς ἡμέρας καλεῖται Νανουρὶς, ἐν ταύτῃ τῇ ὥρᾳ εὐχαὶ καὶ ὕμνοι τῶν ἀγγέλων. Ἡ τρίτη ὥρα καλεῖται Οὐχοσιοὺρ, ἐν ταύτῃ τῇ ὥρᾳ εὐχαριστοῦσιν πάντα τὰ πετεινὰ τῷ θεῷ· ἐν ταύτῃ τῇ ὥρᾳ ἀποτελεῖται πᾶν στοιχεῖον τῶν ὀρνέων. | |
10 | Ἡ τετάρτη ὥρα καλεῖται Σλάχνε, ἐν ταύτῃ τῇ ὥρᾳ εὐχαριστοῦσιν πάντα | 1376 |
1377 | τὰ ποιήματα τῷ θεῷ· ἐν ταύτῃ τῇ ὥρᾳ ἀποτελεῖται πᾶν στοιχεῖον ὄφεων, σκορπίων καὶ δρακόντων καὶ τῶν λοιπῶν πάντων ἰοβόλων. Ἡ πέμπτη ὥρα καλεῖται Σαγλὰτ, ἐν αὐτῇ τῇ ὥρᾳ αἰνεῖ πᾶν ζῷον τὸν θεόν· τῇ αὐτῇ ὥρᾳ ἀποτελεῖται πᾶν στοιχεῖον τετραπόδων· λέοντος, πάρδου, ἄρκτου, λύκου | |
5 | καὶ λοιπῶν θηρίων. Ἡ ἕκτη ὥρα καλεῖται Τηεχμοὺλ, ἐν αὐτῇ τῇ ὥρᾳ δυσωποῦσιν τὰ χερουβὶμ τὸν θεὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων. Ἡ ἑβδόμη ὥρα καλεῖται Βερουκὶ, ἐν αὐτῇ τῇ ὥρᾳ αἰνοῦσιν ἀγγέλων τάγματα ἔμπροσθεν τοῦ θεοῦ. | |
10 | Ἡ ὀγδόη ὥρα καλεῖται Βουράν. | |
Ἡ ἐννάτη ὥρα καλεῖται Χαπβροὺμ ἢ Χαπαυρούν. | 1377 | |
1378 | Ἡ δεκάτη ὥρα καλεῖται Βουχοῦν, ἐν αὐτῇ αἰνοῦσιν τὰ ὕδατα τὸν θεὸν, καὶ πνεῦμα θεοῦ καταβαῖνον ἐπιπολάζει ἐπάνω τῶν ὑδάτων καὶ ἁγιάζει αὐτά· εἰ γὰρ μὴ οὕτως ἦν, διὰ τοῦ ὕδατος ἔβλαπτον ἂν οἱ πονηροὶ δαίμονες τὸ γένος τῶν ἀνθρώ‐ πων· ἐν ταύτῃ τῇ ὥρᾳ ἐὰν ἄνθρωπος καθαρὸς ἄρῃ ὕδωρ καὶ μίξῃ μετὰ ἁγίου | |
5 | ἐλαίου, πᾶν νόσημα ἰάσεται, δαιμονῶντας καθαρίσει καὶ ἀπελάσει δαίμονας. Ἡ ἑνδεκάτη ὥρα καλεῖται Σιμβροῦ, ἐν ταύτῃ τῇ ὥρᾳ εὐφραίνονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ. Ἡ δωδεκάτη ὥρα καλεῖται Δαχλιοὺμ, ἐν αὐτῇ εὐπρόσδεκτοί εἰσιν αἱ εὐχαὶ τῶν ἀνθρώπων παρὰ θεόν. | |
10t | V. Περὶ τῶν ιβʹ ὡρῶν τῆς νυκτός. | |
11 | Ἡ πρώτη ὥρα τῆς νυκτὸς καλεῖται Σουχουλοὺμ, ἐν ταύτῃ τῇ ὥρᾳ αἰνοῦσιν οἱ δαίμονες | |
τὸν θεόν· ταύτῃ τῇ ὥρᾳ οὔτε ἀδικοῦσιν οὔτε κολάζουσιν μέχρις ἂν ἡ δέησις αὐτῶν τελειωθῇ. | 1378 | |
1379 | Ἡ δευτέρα ὥρα τῆς νυκτὸς καλεῖται Βεπτεροῦλ, ἐν αὐτῇ αἰνοῦσι οἱ ἰχθύες τὸν θεὸν, καὶ πᾶν ὅ ἔστιν ἐν τοῖς ὕδασι. Ἡ τρίτη ὥρα τῆς νυκτὸς καλεῖται Ταχρὰν, ἐν αὐτῇ τῇ ὥρᾳ αἰνοῦσιν οἱ δρά‐ κοντες τὸν θεὸν, καὶ τὸ τοῦ πυρὸς βάθος· καὶ πάντα ὅσα εἰσὶ κατώτερα, ἡ ἀνθρωπίνη | |
5 | φύσις ἐξειπεῖν ἢ νοῆσαι οὐ δύναται· ἐν αὐτῇ τῇ ὥρᾳ ὀφείλει στοιχειοῦσθαι ἀποτελέ‐ σματα εἰς δράκοντας καὶ ὄφεις καὶ πῦρ. Ἡ τετάρτη ὥρα τῆς νυκτὸς καλεῖται Ὑγχὲλ, ἐν αὐτῇ τῇ ὥρᾳ διέρχονται οἱ δαίμονες ἐν τοῖς μνήμασιν καὶ εἰ ἄνθρωπος διέλθῃ ἐκεῖ βλαβήσεται καὶ φόβον καὶ φρίκην λήψεται ἐκ τῆς τῶν δαιμόνων φαντασίας· ἐν ᾗ ὀφείλει ἐνεργεῖν ἐπί τε ἀγάπην | |
10 | καὶ ἐχθρὰν καὶ δεσμοὺς καὶ παντὸς γοητικοῦ πράγματος. | 1379 |
1380 | Ἡ πέμπτη ὥρα τῆς νυκτὸς καλεῖται Κοσγὰρ, ἐν αὐτῇ τῇ ὥρᾳ αἰνοῦσιν τὰ ἐπάνω τοῦ οὐρανοῦ ὕδατα τὸν θεὸν καὶ τὰ ποιήματα αὐτοῦ. Ἡ ἕκτη ὥρα τῆς νυκτὸς καλεῖται Ζεροὺς, ἐν αὐτῇ τῇ ὥρᾳ δέον ἡσυχάζειν καὶ ἀναπαύεσθαι, ἔχει γὰρ μικρὸν φόβον, | |
5 | Ἡ ἑβδόμη ὥρα τῆς νυκτὸς καλεῖται Μαχλοὺχ, ἐν αὐτῇ τῇ ὥρᾳ ἀναπαύον‐ ται πάντα τὰ ζῷα καὶ οἱ ἄνθρωποι ὑπνοῦσι· ταύτῃ δὲ τῇ ὥρᾳ ἐὰν ἄνθρωπος καθαρὸς ἁρπάσῃ ὕδωρ, καὶ λάβῃ αὐτὸ ὁ ἱερεὺς καὶ μίξῃ μετ’ ἐλαίου καὶ ἁγιάσῃ αὐτὸ καὶ ἀλείψῃ ἀπ’ αὐτοῦ ἀσθενῆ ἀγρυπνοῦντα, παρευθὺς τῆς νόσου ἀπαλλαγήσεται. | |
10 | Ἡ ὀγδόη ὥρα τῆς νυκτὸς καλεῖται Ζάνβε, ὀφείλει τῇ αὐτῇ ὥρᾳ ἀποτέλεσμα στοιχειῶσαι περὶ δένδρων καὶ χωραφίων, ἀμπελώνων τε καὶ ἐλαιώνων, καὶ πάντων τῶν φυτῶν. | |
Ἡ ἐννάτη ὥρα τῆς νυκτὸς καλεῖται Σοφιοῦ. | 1380 | |
1381 | Ἡ δεκάτη ὥρα τῆς νυκτὸς καλεῖται Χάλγου. Ἡ ἑνδεκάτη ὥρα τῆς νυκτὸς καλεῖται Σάλτου, ἐν αὐτῇ ἀνοίγονται αἱ πύλαι τοῦ οὐρανοῦ, καὶ ἄνθρωπος προσευχόμενος ἐν καθαρᾷ καρδίᾳ καὶ συνειδήσει ἀκουστὸς γίνεται· ἐν ταύτῃ τῇ ὥρᾳ πέτονται ταῖς πτέρυξιν σὺν ἤχῳ οἱ ἄγγελοι, καὶ τὰ | |
5 | Χερουβὶμ καὶ τὰ Σεραφὶμ, καί ἐστι χαρὰ ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἀνατέλλει δὲ καὶ ὁ ἥλιος ἐξ Ἐδὲμ ἐπὶ πᾶσαν τὴν γῆν. Ἡ δωδεκάτη ὥρα καλεῖται Εὔλσιν καὶ Ἐλὶν, ἐν αὐτῇ τῇ ὥρᾳ ἀναπαύονται τὰ τάγματα τοῦ οὐρανοῦ καὶ τὰ πύρινα πνεύματα. Αὗταί εἰσιν αἱ ὀνομασίαι τῶν ὡρῶν, ἃς ἐποίησεν ὁ θεὸς ἐν ταῖς ζʹ ἡμέραις, καὶ ταῦτα | |
10 | ἔλαβον παρὰ θεοῦ, καὶ ἐδήλωσά σοι ὡς καθὼς καὶ ἐγνώρισα καὶ ἔμαθον· καὶ ἰδοὺ παρεδή‐ λωσά σοι ἅπαντα. Τῷ οὖν καλῶς ταῦτα νοήσαντι οὐκ ἀποκρυβήσεταί τι τῶν ὄντων, ἀλλὰ πάντα αὐτῷ ὑποταγήσονται. | |
13t | vi. Περὶ τῶν παρὰ τοῦ θεοῦ εὐλογημένων ἡμερῶν καὶ ὡρῶν. | 1381 |
1382 | Αἱ εὐλογημέναι ὥραι καὶ ἡμέραι, ἐν αἷς ὂ ποιῆσαι βούλει ἔσται βέβαιον καὶ ἀσφαλὲς δουλευόντων τῶν ἀγγέλων, εἰσὶν αὗται· Ἡ ἡμέρα αʹ ἔχει ὥρας ἀγαθὰς ταύτας· αʹ βʹ θʹ· Διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Μιχαήλ. Ἡ ἡμέρα βʹ ἔχει ὥρας ἀγαθὰς ταύτας· αʹ βʹ ϛʹ. Διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Οὐριήλ. | |
5 | Ἡ ἡμέρα δʹ ἔχει ὥρας ἀγαθὰς ταύτας· δʹ βʹ ηʹ. Διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Καταχαήλ. Ἡ ἡμέρα εʹ ἔχει ὥρας ἀγαθὰς ταύτας· εʹ ϛʹ ζʹ ηʹ· Διοικεῖ δὲ ἐν αὐτῇ ὁ ἄγγελος Ῥαφαήλ. Ἡ ἡμέρα ζʹ, ἤτοι τὸ σάββατον, ἐστιν ἀργία καὶ κατάπαυσις πάσης ἐνεργείας. Ὅτε οὖν βούλει ἀποτελέσαι τι, ἐπίλεξαι ὥρας ἃς εἰρήκαμεν καὶ ἐπίφερε ὀνομασίας | |
10 | ἃς βούλει ἡμερῶν τε καὶ ὡρῶν, οὐρανοῦ καὶ θαλάσσης, ἡλίου καὶ σελήνης, καιρῶν ἀγγέ‐ | |
λων τε καὶ ἀρχόντων τῶν πύργων τῶν ὄντων εἰς τοὺς καιροὺς, καὶ ἀνέμων. Ἀπέχου δὲ | 1382 | |
1383 | ἀπὸ παντὸς αἰσχροῦ, ἱκετεύων τὸν δημιουργὸν λαβεῖν ὅπερ ἂν αἰτῇς. Καὶ περὶ δὲ θηρίων καὶ θαλάσσης, ἢ περὶ ἑτέρων τινῶν ἀποτέλεσμά τι θέλων ποιῆσαι, ἀνάφερε τὰς ὀνομασίας τῶν ὡρῶν τῆς ἐπιλαχούσης ἡμέρας καὶ καιροῦ· καὶ εὔχου ἐν καθαρᾷ συνειδήσει ταῦτα, προγυμνασθεὶς ἐν νηστείᾳ ἡμέρας μʹ. | |
5t | Εὐχὴ ἣν ὀφείλει λέγειν ὁ μέλλων τι στοιχειοῦν μετὰ καρδίας καθαρᾶς καὶ συντε‐ | |
6t | τριμμένης· | |
7 | Εὐλογητὸς εἶ, ὦ θεὸς, καὶ εὐλογημένον τὸ ὄνομά σου, καὶ ἡ μεγαλοπρέπειά σου. Μεγαλύνω καὶ αἰνῶ καὶ δοξάζω σε καὶ τὸ ὑπεράρχιον ὄνομά σου τὸ ὂν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· τὸ σὸν γὰρ ὄνομα φρίττει ἀεὶ ἡ πύρινος στρατιὰ, δι’ αὐτοῦ καὶ ἡ θάλασσα | |
10 | ὑποστρέφει καὶ ὁ κοσμὸς εὐλογεῖ σε, καὶ πᾶν ὃ ἔχει πνοὴν τὸ σὸν ὄνομα ὁμολογεῖ καὶ | 1383 |
1384 | μεγαλύνει. Καὶ ἐγὼ ὁ δοῦλός σου, καὶ υἱὸς τῆς παιδίσκης σου ὡς σκιὰ ἐν ὑπιχνίῳ, καὶ τάφῳ καὶ σκώληξι παραδιδόμενος, ἱκετεύω σε, θεέ μου, διότι ἔγγυς εἶ τοῖς δεομένοις σου, δός μοι τὸ ἔλεος τῆς σῆς φιλανθρωπίας. Ταῦτα λέγων ἔσει κάτω νεύων καὶ κράζων· Ἅγιε, Ἅγιε, Ἅγιε, κύριος ὁ θεός μου, | |
5 | ὁ κραταιὸς καὶ δυνατὸς, ὁ πληρῶν τῆς δόξης τὸν οὐρανὸν καὶ τὴν γῆν. | |
6t | Ἐπίκλησις μετὰ τὴν εὐχήν. | |
7 | Εἶτα λέγε ἑβραϊστὶ ταῦτα· Ἀθνιὴλ, Ἰαὴλ, Βραδὴλ, Ἄγγε, Ζιάθου, Μαχρὰ, Μάχελ, Μενὲκ, Ἀζθέου, Βρισὰρ, Αἴγηρ, Λαὰτ, Χαρτόσμου, Δαχαρίαχζ, Ναξμαὶζ, Ἀμακτὰ, Κατηλμὰ, Φαέλχρη, Ἀμμασατὰ, Χιοὺς, Ἀζαὸβ, Σμαφὰλ, Χαίδα, Οὐαρμαγὰδ, Ἀαχάσου, | |
10 | Οὐδοναὴλ, Οὐαζοῦ, Ἀζακὶς, Ἀσεβασὶντ, Ἀρνατάλδε, Πεμμεφλὲτ, Μασιαδφὰτ, Τουαμαρ‐ χοῦν, Βουδὰμ, Σάγαι, Χρία, Ἀχία, Γαραχιὰ, Σκοὺλ, Γακοὺλ, Βάσιδ, Οὐαζὺν, Τελούδην, Χηχμαδία, Νὰνλ, Ζεκσὰτ, Θοὺθ, Ἀζιαδὴν, Ἀκλεύσεα, Χαντιασθὶμ, Σφάπλη. Ταύτας τὰς ὀνομασίας λέγε μετὰ τὸ πλήρωμα τῆς εὐχῆς, καὶ εἴ τι ἂν ἐξαιτῇς τὸν | |
θεὸν, λαμβάνεις αὐτὸ, μηδενὸς ἀποκρυπτομένου ἀπὸ σοῦ. | 1384 | |
1385 | vii. Περὶ τῶν ὀνομασιῶν τῶν ἀγγέλων τῶν δουλευόντων εἰς τοὺς τέσσαρας καιρούς. Αἱ ὀνομασίαι τῶν ἀγγέλων οἳ διοικοῦσι τὸν πρῶτον καιρόν εἰσιν αὗται· Σάπι, Παίδα, Γαμαὴλ, Ἐνθόα· κεφαλὴ δὲ αὐτῶν ἐστιν Ὑφμήλ. Τὸν δεύτερον· Βερφαὴλ, Γουζαὴλ, καὶ ὁ μέγας Ἀββαὴλ, καὶ ὁ ἄρχων τῶν πύργων | |
5 | Ἀναήλ. Τὸν τρίτον· Φερβαὴλ, Ἀσκαραὴλ, Γαβριὴλ, καὶ ὁ ἄρχων τῶν πύργων· Τελγραδέχ. Τὸν τέταρτον ἤτοι τοῦ χειμῶνος· Ἀδωναὴλ, Τεπταδαὴλ, Ἀβραὴλ, καὶ ὁ ἄρχων τῶν πύργων Ἀρκαήλ. | |
9t | Περὶ τῶν ὀνομασιῶν τοῦ ἡλίου ἐν τοῖς τέσσαρσι καιροῖς τοῦ χρόνου. | |
10 | Ἔαρ· Ἀθεριούμ. Θέρος· Ἀχλαούμ. Μετόπωρον· Ἀπβριούμ. Χειμών, Φου‐ μήδ. | |
12t | Περὶ τῶν ὀνομάτων τῆς σελήνης τῶν δʹ καιρῶν. | |
13 | Ἔαρ· Ληβανουθάν· Θέρος· Δανφῦβ. Μετόπωρον· Αἰδήχ. Χειμών· Σαρναφύν. | 1385 |
1386(1t) | Ὀνομασίαι οὐρανοῦ. | |
2 | Ἔαρ· Χασαούρ. Θέρος· Ἀμουρφί. Μετόπωρον· Μαφθάκτη. Χειμών· Νιοχὴ, Νιάμ. | |
4t | Τὰ ὀνόματα τῆς γῆς τῶν δʹ καιρῶν τοῦ χρόνου. | |
5 | Ἔαρ· Μασιχαβήλ. Θέρος· Μαδερβιλισταηθέ. Μετόπωρον· Ναγινένθε. Χειμών· Χεμρᾶ. | |
6t | Τὰ ὀνόματα τοῦ ἀνέμου τῆς ἀνατολῆς τῶν δʹ καιρῶν. | |
7 | Ἔαρ· Ἀχλίου. Θέρος· Αὐτερά· Μετόπωρον Ἀαρίθ. Χειμών· Βελτατουθήλ. | |
8t | Τὰ ὀνόματα τοῦ ἀνέμου τοῦ βοῤῥᾶ τῶν δʹ καιρῶν. | |
9 | Ἔαρ· Ἀμνύ. Θέρος· Ἀχριχί. Μετόπωρον· Βαγλάγ. Χειμών· Συχνσούρ. | |
10t | Τὰ ὀνόματα τῆς ἄρκτου τῶν δʹ καιρῶν. | |
11 | Ἔαρ· Μενπυμύρ. Θέρος· Σαπποῦρ. Μετόπωρον· Αὐζηρίν. Χειμών· Δαρβοῦν. | 1386 |
1387(1t) | Περὶ τῶν δʹ ὀνομάτων τοῦ νότου. | |
2 | Ἔαρ· Μαχδάμ. Θέρος· Βισωδούρ. Μετόπωρον· Μαθηλϊάλ. Χειμών· Βομιχών. | |
3t | Περὶ τῶν δʹ ὀνομάτων τοῦ δυσμικοῦ ἀνέμου. | |
4 | Ἔαρ· Μαλχβίμ. Θέρος· Σαπτούρ. Μετόπωρον· Ἀρϊχά. Χειμών· Δαρπούλ. | |
5t | Οἱ ἄγγελοι οἱ ἐπικρατοῦντες τὴν θάλασσαν. | |
6 | Ἔαρ· Κλείμ. Θέρος· Βαχριμί. Μετόπωρον· Χηνδρομίλ. Χειμών· Σχινδάπερ. | |
7t | Ὀνομασίαι ἀγγέλων ἐπεχόντων πάντα φυτὰ τῶν ἀγρῶν. | |
8 | Ὀνομάζονται οὕτως· Ἀγριππόνιρ, Ῥωμαὴλ, Καθαρβία, Ἰσβαὴλ, Ἀρχηχνὴλ, Χαλδὴλ, Χαρὰφ, Τούνε, Βερβαρὴθ, Ἀνηθὰχ, Ἀτερουὴλ, Ὀρνιαὴλ, Ἀρμουτὰρ, | |
10 | Ἀβριτούμη, Ἀχναὴλ, Ἀλπαρῆ, Χαρινδὴλ, Ἀμμοῦρ, Ἠδρουθὲ, Ῥιραθὴχ, καὶ | |
ὁ ἄρχων τῶν ὀρνέων Ἀβρασάξ. | 1387 | |
1388 | viii. Ὀνομασίαι τῶν ζʹ ἡμερῶν τῆς ἑβδομάδος. Ἡμέρας αʹ· Φαμουδὲν καὶ Γανοὺν, καὶ Σοφιοὺμ, καὶ Μαχάλ. Ἡμέρας βʹ· Ἱμεπὲρ, Μαναχλοὺν, Οὐαρχούν. Ἡμέρας γʹ· Οὐριχνοὺν, Κιρδὲν, Γαβαλμόθ. | |
5 | Ἡμέρας δʹ· Καμβουλεσὶν, Μεμψοὺν, Βερούμ. Ἡμέρας εʹ. Οὺπ, Φανβὴ, Κουματὲμ, Βερχαβίρε. Ἡμέρας ϛʹ· Γαμενὰλ, Γαμιοριολὴλ, Μαχασκὶν, Ἀτερβελμίθ. Ἡμέρας ζʹ· Χουγουρὰν, Βάτνεκ, Χαρτουνεέσθ. | |
9t | Ἀρχὴ τῶν ἀποτελεσμάτων εἰς τὸ ἐπισυνάξαι ὄρνεα κατοικεῖν εἰς τόπον ὃν βούλει. | |
10 | Ποίησον ὄρνεον οἷον ἂν ἐθέλῃς ἐκ κασσιτέρου ἀθίκτου καὶ γράψον τετραγώνως τὰς ὀνομασίας ταύτας, καὶ ἔμβαλε ἔνδον αὐτοῦ· Νουὴλ, Ἐννοὴλ, Σαρμεὴλ, Παρνιχὴλ, Εἰζήρι, Κεμερὲτ, Λεκτμοὶ, Σανγασὰρ, Ἀπγαρὴλ, Καρφαφὴλ, Τεσμαρὴλ, Νεχμαρὴλ· καὶ χῶσον οὗ ἂν ἐθέλῃς καὶ συναχθήσεται. Ἀποδιῶξαι δὲ βούλει, ποίησον τὰ ἴσα καὶ γράφε· Νεσδὸλ, Βεσμὸλ, Χαρίως, Γαδρὶλ, | |
15 | Ταμβὴλ, Σαμτὴλ, Χαρμασαὴλ, Παυχαρτὴλ, Πεμεμτὴλ, Γασάρζαν, Κουλὴλ, Χαρακὴλ, Βελτήλ, καὶ οὕτως φεύξονται. | |
17t | Εἰς τὸ συνάξαι περιστεράς. | |
18 | Στὰς ὅπου βούλει, ὕψωσον τὴν σεαυτοῦ φωνὴν πράως, καὶ ἐπίλεγε οὕτως· | 1388 |
1389 | Καὶ ὑμεῖς, ὄρνεα καθαρὰ τοῦ θεοῦ, τοῦ καθαρίσαντος τὸ πλάσμα αὐτοῦ, ἀκούσατε τὸν λόγον μου. Καὶ ἐπίλεγε τὰς ὀνομασίας ταύτας τὰς θαυμαστὰς καὶ ἁγίας· Ὑαθέλσου, Ἀπερπούσου, Τουλδοῦ, Νεμιγὰ, τὰ ἐπισύροντα τὸν ἥλιον ἔνδοθεν τοῦ οὐρανοῦ. | |
5t | Εἰς τὸ σβέσαι ἐμπρησμὸν ἢ πυρκαιάν. | |
6 | Εἰπὲ ταύτας τὰς ζʹ λέξεις ἔναντι τοῦ πυρός· Μαχαλαὴλ, Ἀφαδναὴλ, Ἀζριαὴλ, Ἀμ‐ νουιαὴλ, Κασδισαὴλ, Νουραὴλ, Βραὴλ. Ταύτας τὰς ζʹ λέξεις εἰπὲ τῷ ἡλίῳ καὶ ἅμα σβεσθήσεται. | |
9t | Περὶ κατασκευῆς ἐσόπτρου δι’ οὗ ὡς μυστήρια πάντα φαίνεται. | |
10 | Ἐπιθυμῶν δὲ πᾶν τὸ τελούμενον καὶ μυστήρια ἀθεώρητα τοῖς ἐπὶ γῆς ἀνθρώποις ὁρᾶν, οὕτω ποιήσεις καθώς σοι παραδοθήσεται· Ὁρκίζω σε οὖν, εἰς τὰς ἀνεκδιηγήτους τοῦ θεοῦ δυνάμεις καὶ τὰς μεγίστας καὶ κρυ‐ πτὰς ταύτας ὀνομασίας, ἀναξίοις τοῦτο μὴ μεταδοῦναι τὸ μυστήριον, διότι μετὰ τῶν τοιού‐ των ὀνομασιῶν καὶ ὅρων ἐποίησα ἀποτελέσματα καὶ τέρατα ἐν τῷ κόσμῳ. | |
15 | Λαβὲ δὲ παρὰ χαλκοῦ, ὑδραργύρου, ἀργύρου, χρυσοῦ, μολίβδου, κασσιτέρου καὶ κρυ‐ στάλλου, ἐξ ἴσου ἀμφότερα, καὶ χωνεύσας κατασκεύασον ἐξ αὐτῶν κάτοπτρον οἵου μέτρου | |
βούλει, ὁμοία δὲ ἔσται αὐτοῦ ἡ χροιὰ κρυστάλλῳ οὗ ἔφυ. Θὲς δὲ ὄπισθεν αὐτοῦ πλά‐ | 1389 | |
1390 | κας μικρὰς διαργυρᾶς καὶ γράψον ταῦτα ἐναργῶς· Βισαρὰς, Σαρσατζιὲ, Μουρδὲ, Βιαρὰγ, Γαλγά. Εἰς τὴν ὄψιν αὐτὴν γυρόθεν περίθες χρυσοῦν πέταλον καὶ ὄρυξον, καὶ πῆξον λίθους, ὡς κατακλείειν, ἐκλεκτοὺς ζʹ, καὶ γλύφε ἐφ’ ἕνα ἕκαστον λίθον τὸ μυστήριον τοῦτο, εἰς μὲν τὸν πρῶτον· Ἀηχοὺρ, εἰς τὸν δεύτερον· Ζαζηχὰρ, εἰς τὸν τρίτον· Σὰμψ, | |
5 | εἰς τὸν τέταρτον· Ἑπρὰς, εἰς τὸν πέμπτον· Μαγτὲς, εἰς τὸν ἕκτον· Σακαρτὲς, καὶ εἰς τὸν ἕβδομον· Ζακγράμ. Ὅτε οὖν βούλει τὰ ἐπὶ τοῖς κλίμασιν πᾶσιν τῆς γῆς γινόμενα καὶ ἐν οὐρανῷ καὶ γῇ εἰδέναι, βλέψον καθαρῶς καὶ ἱλαρῶς μετὰ τοῦ ἐσόπτρου καὶ βλέπε ταῦτα. Ἵνα δὲ μετὰ τοῦ κατόπτρου γλύψῃς τὰ τέσσαρα μυστήρια ταῦτα ἐν οἷς κατέχεται τὰ τέσσαρα μέρη | |
10 | τοῦ κόσμου. καὶ γίνεται μετὰ ἀληθείας καὶ θεωρεῖς πᾶν πρᾶγμα ὃ βούλει θεάσασθαι. Καὶ εἰ τὰ ὑποχθόνια ὁρᾶν θέλεις, βλέψον κάτωθεν τοῦ ἐσόπτρου, καὶ εἰ τὰ ἐν οὐρανῷ, θέασαι εἰς τὸ ἀνώτερον μέρος τοῦ ἐσόπτρου καὶ ἴδοις ἐξαίσια, καὶ εἰ τὴν ὄψιν μὴ ἀπο‐ στρέψεις, ἐν ἀγωνίᾳ γενήσει. Ἐν ἄλλῳ τινὶ ἀντιγράφῳ εἰσὶν αἱ ὀνομασίαι καὶ οἱ χαρακτῆρες οὗτοι· Μίουζζ, Θα‐ | |
15 | ραζὶν, Θαυψαρὰν, Ἐαγχὰρ, Γογόχου, Γαλγῶ, Γογουρῆς, Μαάρας, Ταλγῶ· ταῦτα δὲ | 1390 |
1391 | ὄπισθεν τοῦ κατόπτρου. Εἰς δὲ τὴν ὄψιν αὐτοῦ, ποίησον ἑπτὰ βούλας, καὶ πήξας αὐτὰς ἐν αὐτῷ, γράψον κατὰ μίαν βούλαν ταῦτα τὰ μυστήρια· Αἰσχροὺρ, Ὀλασχὰρ, Γάμες, | |
Φάραις, Μεθθὰς, Σκαρθὰς, Χαγράμ. Εἰσὶν δὲ καὶ οἱ χαρακτῆρες οὗτοι οὓς ὁρᾷς. | 1391 |