TLG 0618 001 :: ANTIGONI EPISTULA :: Epistula ANTIGONI EPISTULA Epist. Epistula Citation: (Line) | ||
Βασιλεὺς Ἀντίγονος Ζήνωνι φιλοσόφῳ χαίρειν. Ἐγὼ τύχῃ μὲν καὶ δόξῃ νομίζω προτερεῖν τοῦ σοῦ βίου, λόγου δὲ καὶ παιδείας καθυστερεῖν καὶ τῆς τε‐ λείας εὐδαιμονίας, ἣν σὺ κέκτησαι. διόπερ κέκρικα | ||
5 | προσφωνῆσαί σοι παραγενέσθαι πρὸς ἐμέ, πεπεισμέ‐ νος σε μὴ ἀντερεῖν πρὸς τὸ ἀξιούμενον. σὺ οὖν πει‐ ράθητι ἐκ παντὸς τρόπου συμμῖξαί μοι, διειληφὼς τοῦτο διότι οὐχ ἑνὸς ἐμοῦ παιδευτὴς ἔσῃ, πάντων δὲ Μακεδόνων συλλήβδην. ὁ γὰρ τὸν τῆς Μακεδονίας | |
---|---|---|
10 | ἄρχοντα καὶ παιδεύων καὶ ἄγων ἐπὶ τὰ κατ’ ἀρετὴν φανερός ἐστι καὶ τοὺς ὑποτεταγμένους παρασκευάζων πρὸς εὐανδρίαν. οἷος γὰρ ἂν ὁ ἡγούμενος ᾖ, τοιού‐ τους εἰκὸς ὡς ἐπὶ τὸ πολὺ γίγνεσθαι καὶ τοὺς ὑποτε‐ | |
ταγμένους. | 107 |