TLG 0616 001 :: POLYAENUS :: Strategemata

POLYAENUS Rhet.
(Macedo: A.D. 2)

Strategemata

Source: Woelfflin, E., Melber, J. (eds.), Polyaeni strategematon libri viii. Leipzig: Teubner, 1887 (repr. Stuttgart, 1970): 2–301, 305–425.

Citation: Book — chapter — section — (line)

1

t

1

ΠΟΛΥΑΙΝΟΥ ΣΤΡΑΤΗΓΙΚΑ.

1

pin

t

Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πολυαίνου στρατηγημάτων.

1

pin

col1

Διόνυσος ...... γ Πάν ........... α Ἡρακλῆς ...... ε Θησεὺς ........ α
5Δημοφῶν ....... α Κρεσφόντης .... α Κύψελος ....... α Ἔλνης ......... α Τήμενος ....... α
10Προκλῆς ....... α Ἀκούης ....... α Θεσσαλὸς ...... α Μενέλαος ...... α Κλεομένης ..... α
15Πολύδωρος ..... α Λυκοῦργος ..... γ Τυρταῖος ...... α Κόδρος ........ α Μέλανθος ...... α
20Σόλων ......... β Πεισίστρατος .. γ Ἀριστογείτων . α Πολυκράτης .... β Ἱστιαῖος ..... α
25Πιττακὸς ...... αColumn end

1

pin

col2

Βίας .......... α Γέλων ......... γ Θήρων ......... β Ἱέρων ........ β
5Θεμιστοκλῆς ... η Ἀριστείδης ... α Λεωνίδας ...... α Λεωτυχίδης .... α Κίμων ......... β
10Μυρωνίδης ..... β Περικλῆς ...... β Κλέων ......... α Βρασίδας ...... ε Νικίας ........ δ
15Ἀλκιβιάδης ... θ Ἀρχίδαμος .... ε Γύλιππος ...... β Ἑρμοκράτης ... β Ἐτεόνικος .... α
20Λύσανδρος ..... ε Ἆγις ......... α Θράσυλλος ..... β Κόνων ......... ε
Ξενοφῶν ....... δ2

1

pro

t

ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ.

1

pro

1

Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ῥωμαίων ἀνδρείας, μεθ’ ὧν ἀεὶ, καὶ πάλαι καὶ
5νῦν εἰώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδὼν ἀνὴρ, πάτριον ἔχων τὸ κρα‐ τεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος

1

pro

2

ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλ’, εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν
5ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολ‐
λὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις3
10ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς

1

pro

3

καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησά‐ μενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ, ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον.
5ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἂν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα

1

pro

4

τὸ τέλος τῆς μάχης. δοκεῖ δ’ ἔμοιγε ταῦτα συμβου‐ λεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ
.... ἢ δόλῳ ἠὲ βίῃφι, ἄλλως οὐ παραγγέλλει ἢ τέχναις καὶ στρατηγήμασι
5χρήσασθαι κατὰ τῶν πολεμίων· εἰ δὲ μεῖον ἐν τούτοις ἔχοις, τηνικάδε τῇ βίᾳ τῶν σωμάτων ἀποκινδυνευτέον.

1

pro

5

πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος·
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν.

1

pro

6

δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ἑρ‐ μοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρος·
Παρνησσόνδ’ ἐλθόντα μετ’ Αὐτόλυκόν τε καὶ υἷας,
μητρὸς ἑῆς πατέρ’ ἐσθλὸν, ὃς ἀνθρώπους ἐκέκαστο
5κλεπτοσύνῃ θ’ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
Ἑρμείας ....4

1

pro

7

ἐγὼ δὲ καὶ τὸν Πρωτέα τὸν μεταβαλλόμενον εἰς παντο‐ δαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν

1

pro

8

ἀπάτῃ ὧν ἂν βούλοιτο. τόν γε μὴν Ὀδυσσέα ἴσμεν καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου·
εἴμ’ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
5οἱ δ’ ἥρωες καὶ τὴν νίκην αὐτῷ ἀνῆψαν·
σῇ δ’ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. καὶ ἀλλαχοῦ ἄλλοι πάλιν αὖ μαρτυροῦσιν ἁλῶναι τὸ Ἴλιον Ὀδυσσέως
βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ.

1

pro

9

τά γε μὴν στρατηγήματα, οἷς κατὰ τῶν πολεμίων ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρος·
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας αὐτομολῆσαι δὴ ὡς τοὺς πολεμίους ὑπεκρίνατο. καὶ
5τὸν ἵππον δὲ τὸν δουράτεον,
... τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,

1

pro

10

καὶ τοῦτο στρατήγημα Ὀδυσσέως ἦν. ὀρθῶς δ’ ἄν τις
καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὸν δαλὸν καὶ τὸν κριὸν στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος5
5καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα

1

pro

11

ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δ’ ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο;
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
5καὶ μέντοι καὶ Ἴρῳ παλαῖσαι καὶ ἐκ τοῦ καπνοῦ μετα‐ θεῖναι τὰ ὅπλα τῶν μειρακίων μεθυόντων, ἀπό τε τῶν θυρῶν τὸ τόξον ἐντεῖναι, ἆρ’ οὐχὶ πάντα ταῦτα

1

pro

12

ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν
5Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυ‐ σίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προ‐

1

pro

13

δοσίας δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων με‐
5μνήσομαι σύντομον τὴν παρ’ ἑκάστῳ μνήμην ποιού‐ μενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρα‐ τηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διο‐
νύσου.)6

1

.

1

t

ΔΙΟΝΥΣΟΣ.

1

.

1

.

1

Διόνυσος ἐπ’ Ἰνδοὺς ἐλαύνων, ἵνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ’ ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις
5καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο.

1

.

1

.

2

Διόνυσος ἐν Ἰνδικῇ τῆς στρατιᾶς οὐ φερούσης τὸ φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὄρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληΐζεται δὲ ἡ μὲν Κορα‐ σιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε
5Μηρὸν, τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶ‐ ραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαί‐ φνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδε‐
10ξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο.

1

.

1

.

3

Διόνυσος Ἰνδοὺς ἑλὼν αὐτούς τε Ἰνδοὺς καὶ Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέ‐
βαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. Βάκτριοι τὰ ὄρη κατέλαβον τὰ ὑπὲρ τὸν ποταμὸν7
5ὡς Διονύσῳ διαβαίνοντι ἄνωθεν ἐπιθησόμενοι. ὁ δὲ στρατοπεδεύσας παρὰ τὸν ποταμὸν τὰς Ἀμαζόνας καὶ τὰς Βάκχας διαβαίνειν ἔταξεν, ἵνα οἱ Βάκτριοι καταφρονήσαντες γυναικῶν κατέλθοιεν ἀπὸ τῶν ὀρῶν. αἱ μὲν δὴ διέβαινον, οἱ δὲ κατέβαινον καὶ
10τῷ ῥεύματι ἐμβαίνοντες ἀνακόπτειν αὐτὰς ἐπειρῶντο. αἱ δὲ ἀνεχώρουν ἐπὶ πόδα. Βάκτριοι μέχρι τῆς ὄχθης ἐδίωκον. τότε Διόνυσος μετὰ τῶν ἀνδρῶν ἐκβοηθή‐ σας πεπεδημένους τῷ ῥεύματι τοὺς Βακτρίους κτεί‐ νας διέβη τὸν ποταμὸν ἀκινδύνως.

1

.

2

t

ΠΑΝ.

1

.

2

.

1

Διονύσου στρατηγὸς ἦν Πάν· οὗτος πρῶτος τάξιν εὗρεν, φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν. ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δη‐ μιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις
5φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν ** Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἤγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολε‐ μίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, οὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυ‐
σιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν,8
10ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνε‐ ποίησεν. οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς κενοὺς καὶ τοὺς νυκτερινοὺς
15τῶν στρατευμάτων φόβους Πανικὰ κληΐζομεν.

1

.

3

t

ΗΡΑΚΛΗΣ.

1

.

3

.

1

Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλ’ ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφ’
5αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους.

1

.

3

.

2

Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἐρυμανθίου συὸς φοβη‐ θεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ
5σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν
καταδυόμενος περιπταίων ἁλίσκεται.9

1

.

3

.

3

Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ
5σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.

1

.

3

.

4

Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἣν ἐκά‐ λεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς Ἰνδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξεʹ προστάξας καθ’ ἑκά‐
5στην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἵνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασι‐ λεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.

1

.

3

.

5

Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἱππομαχεῖν ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρ‐ ρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὄρη δύο, Παρνασσὸν καὶ Ἡδύλιον. τεμὼν
5δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασ‐ σαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται.
τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περι‐ τειχίσας ἀποστρέφει τὸν ποταμὸν εἰς τὸ πεδίον, ἔνθα Μινύαι καθιππάζοντο, καὶ δὴ τοῦ πεδίου λιμνάσαντος10
10τοῖς Μινύαις τὸ ἱππικὸν ἀχρεῖον ἦν. Ἡρακλῆς κρα‐ τήσας ἀποτειχίζει τὸ χάσμα καὶ ὁ Κηφισσὸς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται ὁδόν.

1

.

4

t

ΘΗΣΕΥΣ.

1

.

4

.

1

Θησεὺς ἐν ταῖς μάχαις τὰ πρόσθεν τῆς κεφαλῆς ἀπεκείρατο, τῶν τριχῶν τὴν ἀντίληψιν ἀφαιρούμενος. μετὰ Θησέα ὅσοι Ἕλληνες οὕτως ἐκείροντο, ἡ κουρὰ Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ
5Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων
Ἄβαντες ..... ὄπιθεν κομόωντες.

1

.

5

t

ΔΗΜΟΦΩΝ.

1

.

5

.

1

Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρα‐ καταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦν‐ τος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλου‐ μένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον
5ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνο‐ νος δὲ σὺν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκιν‐ δυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παρα‐
10πεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.11

1

.

6

t

ΚΡΕΣΦΟΝΤΗΣ.

1

.

6

.

1

Κρεσφόντης καὶ Τήμενος καὶ οἱ Ἀριστοδήμου παῖδες τὴν Πελοπόννησον ἐνέμοντο. ἔδοξε τριχῇ νεῖμαι τὴν χώραν, Σπάρτην, Ἄργος, Μεσήνην. Κρεσφόντης βουλόμενος τῆς Μεσήνης ὡς ἀρίστης κρατῆσαι γνώμην
5ἀγορεύει· ‘λαχὼν ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἄργος, Μεσήνη δ’ ἔστω τοῦ τρίτου.‘ ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα
10ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργος Τημένῳ, Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβὼν τύχῃ λαβεῖν ἔδοξεν.

1

.

7

t

ΚΥΨΕΛΟΣ.

1

.

7

.

1

Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύ‐ ουσιν ἐπ’ Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρ’ Ἀρκά‐ δων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας
5παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρα‐ κλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, ‘καὶ
μὴν‘, ἔφη, ‘φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρ’12
10ἡμῶν τὴν ὀπώραν ἔχει‘. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο.

1

.

8

t

ΕΛΝΗΣ.

1

.

8

.

1

Ἔλνης, βασιλεὺς Ἀρκάδων, Τεγέαν πορθούν‐ των Λακεδαιμονίων, ὅσοι μὲν ἐν ἀκμῇ, κατὰ κορυφῆς ἔπεμψε τῶν πολεμίων νυκτὶ μέσῃ κελεύσας ἐπιθέσθαι· ὅσοι δὲ γέροντες καὶ παῖδες, τούτους ἐκέλευσε πρὸ
5τῆς πόλεως τὴν ἴσην ὥραν φυλάξαντας πῦρ ἀνακαῦσαι μέγιστον. οἱ πολέμιοι πρὸς τὴν τοῦ πυρὸς ὄψιν ἐκ‐ πλαγέντες ἐς τοῦτο ἀπεσκόπουν· οἱ δὲ κατὰ κορυφῆς ἐμπεσόντες τοὺς πλείστους αὐτῶν διέφθειραν, πολλοὺς δὲ ζωγρήσαντες ἔδησαν. καὶ τὸ λόγιον ἐτελεύτησε
10δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι.

1

.

9

t

ΤΗΜΕΝΟΣ.

1

.

9

.

1

Τήμενος μετὰ τῶν ἄλλων Ἡρακλειδῶν εἰς τὸ Ῥίον περαιοῦσθαι βουλόμενος ἔπεμψε Λοκροὺς αὐτομόλους Πελοποννησίοις ἀγγέλλοντας, ὅτι ναυλοχοῦσιν ἐν Ναυ‐ πάκτῳ τοῦ δοκεῖν ἐπὶ τὸ Ῥίον πλευσούμενοι, ὁρμὴ δέ
5ἐστιν αὐτοῖς χωρεῖν ἐπὶ τὸν Ἰσθμόν. πιστεύσαντες οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δ’
ἀμφὶ Τήμενον μεθ’ ἡσυχίας τὸ Ῥίον κατέσχον.13

1

.

10

t

ΠΡΟΚΛΗΣ.

1

.

10

.

1

Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῶν ὁρίων ὑπερβατήρια, Εὐρυ‐ σθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μὴν ᾑρέ‐
5θησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας
10τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατή‐ ριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγὼ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ’ ἂν πολεμῶσι μετὰ αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγ‐
15ξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐ‐ λητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι
Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.14

1

.

11

t

ΑΚΟΥΗΣ.

1

.

11

.

1

Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύ‐ κτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύν‐ θημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἱ δὲ Σπαρτιᾶται ὡς ἐν
5νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.

1

.

12

t

ΘΕΣΣΑΛΟΣ.

1

.

12

.

1

Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσ‐ σαλοῖς πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον
5ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνού‐ χους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν αὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυ‐ κλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θεσσαλῶν ἐτράποντο.

1

.

13

t

ΜΕΝΕΛΑΟΣ.

1

.

13

.

1

Μενέλαος ἐπανιὼν ἀπ’ Αἰγύπτου τὴν Ἑλένην
ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τε‐ θνηκότος γυνὴ Πολυξὼ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ15
5βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναι‐ κῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέ‐ δραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κω‐ λυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ
10μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύ‐ σαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θερά‐ παιναν *** καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπο‐ λέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Με‐ νέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.

1

.

14

t

ΚΛΕΟΜΕΝΗΣ.

1

.

14

.

1

Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε
5τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλι‐
ζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀνα‐ παυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγ‐ γελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσα‐ σθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον16
10ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν.

1

.

15

t

ΠΟΛΥΔΩΡΟΣ.

1

.

15

.

1

Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτό‐ μολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ
5καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Με‐ σήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασ‐ συδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην.
10Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περι‐ ελθὼν τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλ‐ λει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσ‐ ωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος
ἑάλωσαν.17

1

.

16

t

ΛΥΚΟΥΡΓΟΣ.

1

.

16

.

1

Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατ‐ ηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμ‐ φέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμ‐
5φέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.

1

.

16

.

2

Λυκοῦργος παρήγγειλεν ‘ἐπὶ τοὺς αὐτοὺς, ὦ Λά‐ κωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε‘.

1

.

16

.

3

Λυκοῦργος προσέταττε τοῖς Λάκωσι ‘τοὺς πολε‐ μίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερον‘.

1

.

17

t

ΤΥΡΤΑΙΟΣ.

1

.

17

.

1

Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττε‐ σθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νε‐ κρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλί‐
5δας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόν‐
των, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦν‐ τας Εἵλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν18
10τὴν Λακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Λακεδαιμο‐ νίοις ἔδωκαν.

1

.

18

t

ΚΟΔΡΟΣ.

1

.

18

.

1

Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδό‐
5τες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυ‐ γανιστῆρος λαβὼν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ἔτυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε
10καὶ τὸ δρέπανον ἐπ’ αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι—τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; —θυμῷ καὶ
15ῥύμῃ πλείονι προΐασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ᾔτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον·
Ἀθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ19
20κατεστρατήγησεν.

1

.

19

t

ΜΕΛΑΝΘΟΣ.

1

.

19

.

1

Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε· τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας.
5τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέ‐ λανθος ἔφη ‘καὶ μὴν ἀδικεῖς δεύτερος ἰὼν ἐπὶ τὴν μάχην‘. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμε‐ νος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃ‐
10ρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νική‐ σαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζου‐ σιν Ἀπατούρια.

1

.

20

t

ΣΟΛΩΝ.

1

.

20

.

1

Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ
Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν ‘τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστω‘. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν20
5νόμον· λύει δὲ ὧδε. μανίαν ὑποκρίνεται καὶ προελ‐ θὼν εἰς ἀγορὰν ἐλεγεῖα ᾖδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ᾄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνή‐ γοντο ᾄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς
10κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ.

1

.

20

.

2

Ἦν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖ‐ νος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπ’ αὐτῇ τῇ θα‐ λάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Με‐
5γαρεῦσιν ‘ἢν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε‘. Μεγαρεῖς τῇ ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον· Σόλων δὲ τὰς μὲν γυναῖκας ἀναχωρῆσαι κελεύει, μει‐ ράκια δὲ ἀγένεια ταῖς τῶν γυναικῶν ἐσθῆσι κεκοσμη‐
10μένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠϊόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἱ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες
ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπα‐21
15σάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβη‐ σαν, τῆς Σαλαμῖνος ἐκράτησαν.

1

.

21

t

ΠΕΙΣΙΣΤΡΑΤΟΣ.

1

.

21

.

1

Πεισίστρατος ἀπ’ Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολε‐ μίων προσπεσὼν ἔκτεινε πάντας· προελθὼν ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφα‐
5νοῦσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. ὁ δὲ ἅρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγά‐ λην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κε‐
10κοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πει‐ σίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν.

1

.

21

.

2

Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρ‐ ελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον· ὁ δὲ προῆλθε βου‐ λόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν
5ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακού‐ σειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ’ ἐντεί‐ ναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύ‐22
10λου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.

1

.

21

.

3

Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πει‐ σίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλη‐ σίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλή‐
5σας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερ‐ ηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν δι’ αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ
10τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.

1

.

22

t

ΑΡΙΣΤΟΓΕΙΤΩΝ.

1

.

22

.

1

Ἀριστογείτων ὑπὸ τῶν δορυφόρων στρεβλούμενος περὶ τῶν συνειδότων, τῶν μὲν συνειδότων ὡμολόγησεν οὐδένα, πάντας δὲ τοὺς Ἱππίου φίλους κοινωνῆσαι
τῆς ἐπιθέσεως. ὁπότε δὲ τούτους Ἱππίας ἀπέκτεινε,23
5τότε ὁ Ἀριστογείτων ὠνείδισεν αὐτῷ τὸ στρατήγημα τῶν φίλων.

1

.

23

t

ΠΟΛΥΚΡΑΤΗΣ.

1

.

23

.

1

Πολυκράτει τῷ Σαμίῳ καταθέοντι τὴν Ἑλληνικὴν θάλατταν ἔδοξεν εἶναι στρατηγικὸν, εἰ κατάγοι καὶ τὰ τῶν φίλων, ὡς ἀπαιτούμενος ἃ λαμβάνοι, φιλ‐ τέρους ἕξων· οὐδὲν δὲ λαβὼν οὐκ ἂν οὐδ’ ἀποδοῦναι
5δύνασθαι.

1

.

23

.

2

Πολυκράτης, μελλόντων Σαμίων θυσίαν ποιεῖν ἐν τῷ ἱερῷ τῆς Ἥρας πάνδημον, ἐν ᾗ μεθ’ ὅπλων ἐπόμπευον, πλεῖστα ὅσα τῇ προφάσει τῆς ἑορτῆς ὅπλα συλλέξας τοὺς μὲν ἀδελφοὺς Συλοσῶντα καὶ Παντά‐
5γνωστον συμπομπεύειν ἔταξε. μετὰ δὲ τὴν πομπὴν τῶν Σαμίων θύειν μελλόντων οἱ πλεῖστοι τὰς παν‐ οπλίας ἀπέθεντο παρὰ τοῖς βωμοῖς προσέχοντες σπονδαῖς καὶ εὐχαῖς. οἱ δ’ ἀμφὶ Συλοσῶντα καὶ Παντάγνωστον τὰ ὅπλα ἔχοντες, ἀνὴρ ἀνδρὶ παραστὰς,
10ἐφεξῆς ἅπαντας ἐκτίννυον. Πολυκράτης τοὺς ἐν τῇ πόλει μετέχοντας τῆς ἐπιθέσεως ἁλίσας προκατελάβετο
τῆς πόλεως τοὺς ἐπικαιροτάτους τόπους [τοὺς] ἀπὸ τοῦ ἱεροῦ μετὰ τῶν ὅπλων σπουδῇ θέοντας ἀδελφοὺς καὶ συμμάχους δεξάμενος. τειχίσας ἀκρόπολιν τὴν καλου‐24
15μένην Ἀστυπάλαιαν, μεταπεμψάμενος παρὰ Λυγδάμιδος τοῦ Ναξίων τυράννου στρατιώτας καὶ δὴ Σαμίων τύ‐ ραννος ἦν.

1

.

24

t

ΙΣΤΙΑΙΟΣ.

1

.

24

.

1

Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δα‐ ρείῳ βασιλεῖ βουλόμενος Ἰωνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέ‐ την πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνεγράψατο
5τῇ κεφαλῇ ‘Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἰωνίαν ἀπόστησον‘ καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθὼν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ἰωνίαν.

1

.

25

t

ΠΙΤΤΑΚΟΣ.

1

.

25

.

1

Πιττακὸς καὶ Φρύνων ἐμονομάχουν Σιγείου πέρι· ἔδοξεν ἀμφοῖν ἴσα ἔχειν ὅπλα. τὰ μὲν δὴ φανερὰ ὅπλα ἴσα ἦν. Πιττακὸς δὲ ὑπὸ τῇ ἀσπίδι κρύψας ἀμφίβληστρον περιβάλλει τὸν Φρύνωνα καὶ ῥᾳδίως
5ἐπισπασάμενος κτιννύει καὶ Σίγειον τοῖς Λεσβίοις τῷ λίνῳ ἐθήρευσεν. οἷον καὶ νῦν οἱ μονομαχοῦντες λίνον
ἔχουσι, Πιττακὸς ἐδίδαξεν.25

1

.

26

t

ΒΙΑΣ.

1

.

26

.

1

Κροῖσος Λυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρε‐ σκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Λυδὸν εἰ‐ πὼν ‘οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνται‘. ὁ δὲ γελάσας ἔφη ‘ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λά‐
5βοιμι‘. ὁ δὲ Βίας ‘τί δ’ ἄλλο [οἴει]‘, ἔφη, ‘κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;‘ ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.

1

.

27

t

ΓΕΛΩΝ.

1

.

27

.

1

Γέλων Δεινομένους Συρακούσιος ἐν τῷ πρὸς Ἱμίλκωνα τὸν Καρχηδόνιον πολέμῳ στρατηγὸς αὐτο‐ κράτωρ χειροτονηθείς, λαμπρῶς ἀγωνισάμενος, κρα‐ τήσας, παρελθὼν εἰς ἐκκλησίαν, εὐθύνας δοὺς τῆς
5αὐτοκράτορος ἀρχῆς, τῆς δαπάνης, τῶν καιρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· ‘οὕτως ἐγὼ‘, ἔφη, ‘γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ
ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε26
10κατ’ ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις.‘ ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπο‐ λαβὼν ἔφη ‘καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε‘. πάλιν ὁ δῆμος ‘ἀλλὰ τοιοῦτον ἄλλον οὐκ ἔχομεν‘. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατη‐
15γῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων.

1

.

27

.

2

Γέλων Σικελῶν τύραννος Ἱμίλκωνι βασιλεῖ Καρ‐ χηδονίων διαπλεύσαντι ἐπὶ Σικελίαν ἀντιστρατοπε‐ δεύων μάχῃ μὲν συμβαλεῖν οὐκ ἐθάρρει· Πεδίαρχον δὲ τὸν τοξοτῶν ἡγούμενον, ὅμοιον ἑαυτῷ τὴν ἰδέαν
5ἀμφιέσας τὴν ἑαυτοῦ τυραννικὴν ἐσθῆτα ἐκέλευσε προελθεῖν τοῦ στρατοπέδου καὶ θύειν ἐπὶ τῶν βωμῶν, ἕπεσθαι δὲ αὐτῷ τοξότας ἐν ἐσθῆτι λευκῇ κατέχοντας μυρίνας, τόξα ὑπὸ ταῖς μυρίναις κρύπτοντας· ἡνίκ’ ἂν δὲ ἴδωσιν Ἱμίλκωνα καὶ αὐτὸν ὁμοίως προελθόντα
10καὶ θύοντα, τοξεύειν ἐπ’ αὐτόν. οὕτω δὴ τούτων πραχθέντων Ἱμίλκων οὐδὲν ὑπιδόμενος προελθὼν ἔθυσεν· ὥστε σπένδων θύων τε ἄφνω πολλῶν τοξευ‐ μάτων ἐπ’ αὐτὸν ἐπελθόντων ἐτελεύτησεν.

1

.

27

.

3

Γέλων τὸ Μεγαρικὸν βουλόμενος καταλῦσαι ἐποί‐ κους μὲν ἐκάλει τοὺς ἐθέλοντας Δωριῶν, Διογνήτῳ δὲ, τῷ Μεγαρέων ἄρχοντι, χρήματα παρὰ δύναμιν
ἐπέταξεν· ὁ δὲ τοῖς πολίταις. οἱ δὲ τοῖς τέλεσιν ἀπα‐27
5γορεύοντες ἐς τὴν ἀποικίαν τὴν ἐν Συρακούσαις ὑπεί‐ κουσαν ὑποβαλόντες αὑτοὺς τῇ Γέλωνος δυναστείᾳ.

1

.

28

t

ΘΗΡΩΝ.

1

.

28

.

1

Θήρων Καρχηδονίοις παρετάσσετο. τῶν δὲ πο‐ λεμίων φευγόντων οἱ Σικελιῶται ἐμπίπτοντες ἐς τὸ στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν
5τὸν ὄλεθρον ἰδὼν ἔπεμψε τοὺς κυκλωσομένους παραγ‐ γείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν.
10ΘΗΡΩΝ ΜΙΛΤΙΑΔΟΥ.

1

.

28

.

2

Σελινούντιοι Καρχηδονίοις παραταξάμενοι πολλῶν πεσόντων ἀτάφων κειμένων καὶ τῶν πολεμίων ἐπι‐ κειμένων θάψαι τοὺς νεκροὺς οὐ θαρροῦντες, οὐ μὴν οὐδὲ ἀτάφους περιορᾶν ὑπομένοντες ἐβουλεύοντο
5τί χρὴ πράττειν. Θήρων ὑπέσχετο, εἰ λάβοι τριακο‐ σίους οἰκέτας τοὺς τεμεῖν τὴν ὕλην δυνησομένους, αὐτὸς ἂν σὺν αὐτοῖς προσελθὼν καὶ τὰ σώματα καῦσαι
καὶ πολυάνδριον αὐτῶν ἐγεῖραι· εἰ δὲ οἱ πολέμιοι κρατήσειαν αὐτῶν, οὐδὲν μέγα κινδυνεύεσθαι τῇ πόλει,28
10ἐὰν ἕνα πολίτην ἀπολέσῃ καὶ τιμὴν ἀνδραπόδων τρια‐ κοσίων. ἐπῄνεσαν οἱ Σελινούντιοι τὴν γνώμην καὶ αὐτῷ συνεχώρησαν, οὓς βούλοιτο οἰκέτας αἱρεῖσθαι. ὁ δὲ τοὺς εὐρώστους καὶ ἀκμάζοντας ἐπιλεξάμενος ἐξήγαγε δρέπανα καὶ πελέκεις καὶ ἀξίνας ἔχοντας ὡς
15τεμοῦντας ὕλην εἰς πυρκαϊὰν νεκρῶν τοσούτων. ἐπεὶ δὲ ἐξῆλθον, πείσας αὐτοὺς Θήρων ἐπιθέσθαι τοῖς δεσπόταις βαθείας ἑσπέρας ἐπανῆλθεν εἰς τὴν πόλιν. οἱ δὲ τῶν τειχῶν φύλακες γνωρίσαντες εἰσεδέξαντο. Θήρων αὐτούς τε τοὺς φύλακας φονεύσας καὶ τῶν πο‐
20λιτῶν τοὺς πλείστους καθεύδοντας ἀποκτείνας κατέλαβε τὴν πόλιν καὶ τύραννος ἐγένετο Σελινουντίων.

1

.

29

t

ΙΕΡΩΝ.

1

.

29

.

1

Ἱέρων ποταμὸν κωλυόμενος διαβῆναι ὑπὸ τῶν πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν
5ἱππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱπ‐ πέας καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ Ἱέρων διή‐ γαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς κατα‐ λελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἦρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες
10διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέ‐
ψαντας πολεμίους ἀνειργόντων.29

1

.

29

.

2

Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε λάβοι τινὰς αἰχμαλώτους τῶν εὐγενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπε‐ δίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλὰς ἡμέρας κατασχὼν κοινωνήσας αὐτοῖς ἑστίας καὶ τιμήσας προεδρίᾳ τηνι‐
5καῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο. οἱ δὲ ἐπανελθόντες ὕποπτοι παρὰ τοῖς πολίταις ἦσαν ὡς φιλίας Ἱέρωνι κεκοινωνηκότες.

1

.

30

t

ΘΕΜΙΣΤΟΚΛΗΣ.

1

.

30

.

1

Ἀθηναίοις ὁ θεὸς ἔχρησεν
ὦ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. Θεμιστοκλῆς Ἀθηναίων τὸ λόγιον δεδιότων ‘τά γε τῶν πολεμίων‘, ἔφη· ‘οὐ γὰρ ἂν θείην τὴν Σαλαμῖνα
5ὁ θεὸς ἀνηγόρευσεν, εἰ ἔμελλεν ἀπολλύειν τὰ τέκνα τῶν Ἑλλήνων.‘ τοῦτο λεχθὲν θάρσος Ἀθηναίοις ἔδωκε, καὶ ἡ νίκη τὴν ἐξήγησιν ἐπιστώσατο.

1

.

30

.

2

Τοῦ θεοῦ χρήσαντος
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς οἱ μὲν ἄλλοι Ἀθηναῖοι τειχίζειν τὴν ἀκρόπολιν ἠγό‐ ρευον, Θεμιστοκλῆς δὲ ἐς τὰς τριήρεις ἐμβαίνειν, ὡς
30
5ταύτας οὔσας τὸ ξύλινον τεῖχος τῶν Ἀθηναίων. ἐπεί‐ σθησαν, ἐνέβησαν, ἐναυμάχησαν, ἐνίκησαν.

1

.

30

.

3

Θεμιστοκλῆς ἐναυλόχει περὶ Σαλαμῖνα· τοῖς Ἕλ‐ λησιν ἐδόκει φεύγειν, Θεμιστοκλεῖ ναυμαχεῖν ἐν στενῇ θαλάσσῃ. ὡς δὲ μένειν οὐκ ἔπειθεν, ἦν αὐτῷ Σίκιννος εὐνοῦχος παιδαγωγὸς τοῖν παίδοιν, νύκτωρ τὸν Σίκιν‐
5νον τοῦτον ὡς βασιλέα πέμπει μηνύσοντα κατ’ εὔνοιαν δὴ ὅτι ἀποδιδράσκει τὸ Ἑλληνικόν· ἀλλὰ ναυμάχει. πείθεται βασιλεὺς καὶ ναυμαχεῖ, καὶ τὸ πλῆθος τῶν τριήρων συνέτριψεν ἡ στενὴ θάλασσα· οἱ δὲ Ἕλληνες ἄκοντες ἐνίκησαν τῇ σοφίᾳ τοῦ στρατηγοῦ.

1

.

30

.

4

Οἱ Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύον‐ ται πλεῖν ἐφ’ Ἑλλήσποντον καὶ τὸ ζεῦγμα λύειν, ἵνα βασιλεὺς μὴ φύγῃ· Θεμιστοκλῆς ἀντιβουλεύεται λέγων ‘βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα· πολλάκις δὲ
5ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία‘. πέμπει δὴ πάλιν ὡς βασιλέα εὐνοῦχον ἄλλον Ἀρσάκην οὑτωσὶ προαγορεύοντα· εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. βασιλεὺς ἔδεισε καὶ φθάσας τὸ Ἑλληνικὸν διέβη τὸ ζεῦγμα καὶ φυγὼν ᾤχετο· Θεμι‐31
10στοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.

1

.

30

.

5

Ἀθηναῖοι τὰ τείχη τοῦ ἄστεος ἤγειρον· Λά‐ κωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς Θεμιστοκλῆς. ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν· ἀφίκετο πρεσβευτὴς καὶ ἦν πρὸς τοὺς Λάκωνας ἔξαρνος, ἦ μὴν οὐκ ἐγε‐
5ρεῖσθαι τὸ τεῖχος. ‘εἰ δὲ ἀπιστεῖτε, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες.‘ οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστ’ ἂν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς
10ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. καὶ ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπαν‐ ῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτει‐ χίσθησαν Ἀθῆναι Λακεδαιμονίων ἀκόντων.

1

.

30

.

6

Θεμιστοκλῆς ἐν τῷ πρὸς Αἰγινήτας πολέμῳ μελ‐ λόντων Ἀθηναίων τὴν ἐκ τῶν ἀργυρείων πρόσοδον, ἑκατὸν τάλαντα, διανέμεσθαι κωλύσας ἔπεισεν ἑκατὸν ἀνδράσι τοῖς πλουσιωτάτοις ἑκάστῳ δοῦναι τάλαντον·32
5κἂν μὲν ἀρέσῃ τὸ πραχθησόμενον, τῇ πόλει τὸ ἀνά‐ λωμα λογισθῆναι, ἐὰν δὲ μὴ ἀρέσῃ, τοὺς λαβόντας ἀποδοῦναι. ταῦτα μὲν ἔδοξεν. οἱ δὲ ἑκατὸν ἄνδρες ἕκαστος μίαν τριήρη κατέστησαν σπουδῇ χρησάμενοι κάλλους καὶ τάχους. Ἀθηναῖοι καινὸν στόλον ποιή‐
10σαντες ἥσθησαν, καὶ οὐ μόνον κατὰ Αἰγινητῶν ταῖς τριήρεσι ταύταις, ἀλλὰ καὶ κατὰ Περσῶν ἐχρήσαντο.

1

.

30

.

7

Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέ‐ λευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους ‘ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρασ‘. τούτων ἀναγιγνωσκομένων βασιλεὺς τοὺς
5Ἴωνας ὑπόπτους ἡγήσατο.

1

.

30

.

8

Θεμιστοκλῆς φεύγων Ἀθηναίους νεὼς ἐπιβὰς ἀγνοούμενος ἐκομίζετο τὴν ἐπὶ Ἰωνίας. ἐπεὶ δὲ ἡ ναῦς ὑπὸ χειμῶνος ἐπὶ Νάξον κατεφέρετο πολιορκου‐ μένην ὑπ’ Ἀθηναίων, τῷ ναυκλήρῳ φοβηθεὶς ἔφρασεν
5ὅστις εἴη. καὶ εἰ μὴ σώσειεν αὐτὸν, κατερεῖν ἠπεί‐ λησεν Ἀθηναίοις, ὡς χρήμασι αὐτὸν πεισθεὶς ἄγοι·
ὅπως οὖν ἀμφότεροι σωθεῖεν, μηδεὶς (οὖν) ἐκβαινέτω τῆς νεώς. ὁ ναύκληρος φοβηθεὶς οὔτε ἐκβῆναι συνε‐ χώρησε καὶ ἀναχθῆναι διὰ τάχους ἔσπευσεν.33

1

.

31

t

ΑΡΙΣΤΕΙΔΗΣ.

1

.

31

.

1

Ἀριστείδης καὶ Θεμιστοκλῆς, ἐχθρότατοι πάντων ὄντες διεπολιτεύοντο. τοῦ δὲ Πέρσου δὴ ἐπιόντος ἀλλήλων λαβόμενοι τῆς πόλεως ἔξω προελθόντες ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες συνημμέ‐
5νων τῶν δακτύλων ἐπεφώνουν· ‘τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, ἕως ἂν πρὸς τὸν Πέρσην διαπολεμή‐ σωμεν.‘ ταῦτ’ εἰπόντες ἄραντες τὰς χεῖρας διαλελυ‐ μένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον ἐπανῆλθον καὶ διετέλεσαν
10παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. ἡ δὲ τῶν στρα‐ τηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν.

1

.

32

t

ΛΕΩΝΙΔΑΣ.

1

.

32

.

1

Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στε‐ νότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων.

1

.

32

.

2

Λεωνίδας μάχην συνάπτειν μέλλων ὁρῶν νεφέλας χειμερίους ἁλιζομένας πρὸς τοὺς ἡγεμόνας ἔφη, ὡς οὐ χρὴ θαυμάζειν ἀστραπῶν καὶ βροντῶν γιγνομένων·
ἀνάγκη γὰρ αὐτὰ συμβαίνειν, ἄστρου κινουμένου.34
5πολλῶν οὖν διοσημειῶν γιγνομένων οἱ μὲν τοῦ Λεω‐ νίδου προϊδόντες τὸ μέλλον θαρροῦντες ἠπείγοντο. οἱ πολέμιοι δὲ ἐκπλαγέντες ἄθυμοι πρὸς τὸν κίνδυνον ἐγένοντο καὶ παρὰ τοῦτο ἡττήθησαν.

1

.

32

.

3

Λεωνίδας ἐμβαλὼν ἐς χώραν πολεμίων διαπέμψας νύκτωρ ἄλλους ἀλλαχῆ προσέταξεν, ὅταν αἴρῃ τὸ ση‐ μεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπράναι. ταῦτα ὁρῶντες οἱ κατὰ τὴν πόλιν καὶ πάμπολυ τὸ
5πλῆθος εἶναι νομίσαντες οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν ἄγειν αὐτοῖς προήκαντο.

1

.

33

t

ΛΕΩΤΥΧΙΔΗΣ.

1

.

33

.

1

Λεωτυχίδης, περὶ Μυκάλην τῶν Ἑλλήνων ναυμα‐ χούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων καταπεπληγότων, τῶν δὲ Ἰώνων μηδιζόντων φόβῳ μᾶλλον ἢ γνώμῃ, μετέβαλεν ἁπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν
5ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Λεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης.

1

.

34

t

ΚΙΜΩΝ.

1

.

34

.

1

Κίμων ἐπ’ Εὐρυμέδοντι ποταμῷ νικᾷ τοὺς βασι‐ λέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλὼν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐν‐ δῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ35
5ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες.

1

.

34

.

2

Κίμων ἀπὸ Σηστοῦ καὶ Βυζαντίου αἰχμάλωτα πολλὰ βαρβαρικὰ εἷλε καὶ τῶν συμμάχων δεηθέντων διανομεὺς ἐγένετο. μοῖραν μίαν ἔταξε γυμνὰ τὰ σώ‐ ματα, μοῖραν ἑτέραν ἀναξυρίδας, κάνδυς, στρεπτὰ καὶ
5ὅσα τοιάδε. οἱ σύμμαχοι αἱροῦνται τὸν κόσμον· Ἀθη‐ ναῖοι γυμνὰ τὰ σώματα. γέλων ὀφλισκάνει Κίμων ὡς τὴν μείζω μοῖραν προέμενος τοῖς συμμάχοις. οὐκ ἐς μακρὰν τῶν αἰχμαλώτων οἱ συγγενεῖς ἀπὸ Λυδίας καὶ Φρυγίας καταβάντες μεγάλα λύτρα ὑπὲρ τῶν
10οἰκείων κατέβαλον. τότε ἡ σοφία Κίμωνος ἐθαυμά‐ ζετο· Ἀθηναῖοι δὲ πολλῷ πλείω χρήματα λαβόντες μάλα δὴ τῶν συμμάχων κατεκερτόμησαν.

1

.

35

t

ΜΥΡΩΝΙΔΗΣ.

1

.

35

.

1

Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δ’ ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυ‐36
5ρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα ‘νικῶ‐ μεν κατὰ τὸ εὐώνυμον‘. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.

1

.

35

.

2

Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προ‐ ελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων ‘ὁρᾶτε‘, ἔφη, ‘τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολε‐
5μίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διω‐ κόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες.‘ οὕτως ἄρα πείθονται μένειν· καὶ προ‐ ῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Λοκρῶν.

1

.

36

t

ΠΕΡΙΚΛΗΣ.

1

.

36

.

1

Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ.

1

.

36

.

2

Περικλῆς πλουτῶν χώραν πολλὴν ἐκέκτητο. Ἀρ‐ χίδαμος, φίλος ὢν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὑτοῦ χωρίων37
5ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δῄωσιν ἐς ἐκκλησίαν παρελθὼν ἐχαρίσατο τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.

1

.

37

t

ΚΛΕΩΝ.

1

.

37

.

1

Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ μάχῃ, ἀλλ’ ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον
5ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρ‐ μόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττό‐ μενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατη‐ ρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον
10ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἳ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.

1

.

38

t

ΒΡΑΣΙΔΑΣ.

1

.

38

.

1

Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβὼν τὰς
βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἂν ἀμύ‐ νοιντο τοὺς πολεμίους, εἰ καὶ κλίμακας προσθέντες38
5βιάζοιντο.

1

.

38

.

2

Βρασίδας περὶ Ἀμφίπολιν ἐπολιορκεῖτο ἐπὶ λόφου καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περι‐ ετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ
5Λάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρα‐ σίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετ’ αὐτοῦ
10πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρ‐ μῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενο‐ χωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν
15γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Λάκω‐ σιν ἐγένετο.

1

.

38

.

3

Βρασίδας ἐπ’ Ἀμφίπολιν ἐλθὼν λάθρα καὶ συν‐ ιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν,
5Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες
Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Λακε‐ δαιμονίοις προσέθεντο· Βρασίδας δὲ Ἀμφίπολιν καθ’ ὁμολογίαν προσεκτήσατο.39

1

.

38

.

4

Βρασίδας νυκτὸς ἐπιπλέων Σκιώνῃ τριήρη φιλίαν προπλεῖν ἔταξεν· αὐτὸς δὲ ἐν ὑπηρετικῷ κατόπιν εἵπετο, ὅπως, εἰ μέν τι μεῖζον τοῦ ὑπηρετικοῦ πολέμιον ἐπι‐ φανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος
5ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.

1

.

38

.

5

Βρασίδας ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν οὐραγίαν τῶν πολεμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτον‐ τας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι
5κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

1

.

39

t

ΝΙΚΙΑΣ.

1

.

39

.

1

Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν αὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν
5Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἱ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς
πλείστους αὐτῶν διέφθειραν.40

1

.

39

.

2

Νικίας στρατοπεδευόντων Ἀθηναίων περὶ τὸ Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὂν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος
5προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δ’ αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλ’ ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διε‐ φθείροντο.

1

.

39

.

3

Νικίας ἐν τῷ κύκλῳ τοῦ τείχους ἀπελείφθη μετ’ ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύ‐ κλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν
5ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν.

1

.

39

.

4

Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμ‐ βανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιπ‐
5πος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συν‐
έπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀπο‐ χώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.41

1

.

40

t

ΑΛΚΙΒΙΑΔΗΣ.

1

.

40

.

1

Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφο‐ νευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ
5δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιά‐ σματος ἔφυγον· Καλλίας δὲ ὁ Ἱππονίκου προσήκατο τὸ εἴδωλον, ὃ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκι‐ βιάδῃ Καλλίας.

1

.

40

.

2

Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρα‐ τιώτας ἀποβιβάσας νύκτωρ καὶ ἡμέραν ἀναμείνας, τῶν πολεμίων οὐκ ἐξιόντων, ἐνέδραν ἐγκαταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγ‐
5μένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ
ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.42

1

.

40

.

3

Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύ‐ πνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν,
5ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὃς δ’ ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἵνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες
10ὡς ἐγρηγορότες φυλάττοιεν.

1

.

40

.

4

Ἀλκιβιάδης πλέων ἐπὶ Σικελίαν ἐλθὼν ἐς Κέρ‐ κυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην
5οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλό‐ μενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συν‐ έταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ
10συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Ἀθηναίους δὲ Κατάνην ἔχειν.

1

.

40

.

5

Ἀλκιβιάδης [Κατάνην] κατασχὼν ἄνδρα Καταναῖον πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συ‐ ρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος43
5ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύ‐ νασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρα‐
10κουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευ‐ σεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς
15εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελὼν διήρπασεν.

1

.

40

.

6

Ἀλκιβιάδης ἀπὸ Σικελίας ἀναχθεὶς ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν Ἑρμῶν καὶ τῶν μυστηρίων στρογγύλης νεὼς ἐπιβὰς ἐς Λακεδαίμονα κομίζεται καὶ πείθει τὴν ταχίστην πέμψαι Συρακουσίοις βοήθειαν καὶ Δεκέλειαν
5Ἀθηναίοις ἐπιτειχίσαι, ὡς οὐκ ἂν ἔτι σχόντων οὔτε τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀρ‐ γυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων
ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.44

1

.

40

.

7

Ἀλκιβιάδης παρετάττετο Συρακουσίοις. ἦν μεταξὺ τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσ‐ πεσόντος παμμεγέθους, ὃς ἦν κατὰ νώτου τοῖς Ἀθη‐ ναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν
5πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.

1

.

40

.

8

Ἀλκιβιάδης Τιρίβαζον ἔφευγεν. ὁδὸς ἦν μία. Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέ‐ κειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας, ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι
5τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνη‐ θέντες τῆς διώξεως ἐπαύσαντο.

1

.

40

.

9

Ἀλκιβιάδης περὶ Κύζικον Θηραμένην καὶ Θρα‐ σύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνή‐
5γετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκι‐45
10βιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντι‐ πρώρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατό‐
15πεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρνα‐ βάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπρο‐
20τάτην νίκην ἔδωκεν.

1

.

41

t

ΑΡΧΙΔΑΜΟΣ.

1

.

41

.

1

Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ
5καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη
καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσ‐ κουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρ‐ ρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.46

1

.

41

.

2

Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν· μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας·
5οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πένησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

1

.

41

.

3

Λακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολε‐
5μίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Λάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

1

.

41

.

4

Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρει‐ μένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπό‐ λοιντο.

1

.

41

.

5

Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Κα‐ ρύας· ὁδὸς ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανά‐ κτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτοὺς Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς47
5ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόν‐ των δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα
10ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· ‘οὐδαμῶς,‘ ἔφη αὐτὸς, ‘ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρα‐ τεῖν πέφυκεν.‘

1

.

42

t

ΓΥΛΙΠΠΟΣ.

1

.

42

.

1

Γύλιππος βουλόμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατη‐ γοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ με‐ ταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων
5τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελ‐ λομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ
10προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ
τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.48

1

.

42

.

2

Γύλιππος τὸν προκατεσχημένον λόφον ὑπὸ Ἀθη‐ ναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς
5ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπ’ αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο.
10ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθη‐ ναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθη‐ ναίων ἐκβαλόντες.

1

.

43

t

ΕΡΜΟΚΡΑΤΗΣ.

1

.

43

.

1

Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπ‐ αναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσ‐ βευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὃς ἦν αὐτῷ
5συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαί‐ νουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον
10μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβὼν εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ49
15τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἂν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.

1

.

43

.

2

Ἀθηναῖοι τὴν ὑστάτην ἐν Σικελίᾳ ναυμαχίαν ἡσσῶνται, καὶ νύκτωρ φεύγειν ἔδοξεν· Συρακούσιοι θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκρά‐ της, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως
5μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, ‘οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύου‐ σιν, ἢν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ λόχοισ‘. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρα‐ τόπεδον οὐκ ἐκίνησεν. Ἑρμοκράτης τοὺς Συρακουσίους
10ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προ‐ καταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς
γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν.50

1

.

44

t

ΕΤΕΟΝΙΚΟΣ.

1

.

44

.

1

Ἐτεόνικον Λάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθη‐ ναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων ‘Καλλικρατίδας ὁ ναύαρχος Λακεδαιμονίων ἐν Ἀργι‐ νούσαις ἡττημένος οἴχεται‘. Ἐτεόνικος τοὺς ἀγγέλους
5ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθ’ ἡμέραν ἐς Μιτυ‐ λήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλον‐ τας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον
10ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.

1

.

45

t

ΛΥΣΑΝΔΡΟΣ.

1

.

45

.

1

Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ
5δῆμος Λυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Λυσάνδρου.

1

.

45

.

2

Ἐν Αἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν
ἐφ’ ᾧ τε ναυμαχεῖν, Λύσανδρος ὁ Λάκων οὐκ ἀνταν‐ ήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδον‐ τες· Λύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ51
5τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Λύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλο τι
10ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνί‐ κησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

1

.

45

.

3

Λύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

1

.

45

.

4

Λύσανδρος ἐκράτησε Θασίων, παρ’ οἷς ἦσαν ἀτ‐ τικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Λάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συν‐ αγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγ‐
5γνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν
δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ52
10τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπὼν ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρ‐ πασθέντας ἀποσφαγῆναι.

1

.

45

.

5

Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομέ‐ νων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατ’ αὐτῶν γενήσεσθαι, ἐὰν
5δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παρα‐ φυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑπο‐ δεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.

1

.

46

t

ΑΓΙΣ.

1

.

46

.

1

Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούν‐ των ἐν λιμῷ γνώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτο‐ μόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ
5μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτη‐ νῶν τὰ στόματα ἔδησε δι’ ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνε‐ σκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συν‐
10επήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι
τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα53
15φεύγοντες ᾤχοντο.

1

.

47

t

ΘΡΑΣΥΛΟΣ.

1

.

47

.

1

Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλα‐
5βεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων με‐ τεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.

1

.

47

.

2

Θρασύλος καὶ οἱ περὶ αὐτὸν στρατηγοὶ Βυζαντίοις ἐπέκειντο. οἱ περὶ Ἀναξίλαν στρατηγοὶ Βυζαντίων δείσαντες, μὴ κατὰ κράτος ἡ πόλις ἁλῷ, συνέθεντο χρόνον, ἐν ᾧ παραδώσουσι τὸ Βυζάντιον, καὶ τῆς συν‐
5θήκης ὁμήρους ἔδωκαν. οἱ περὶ Θρασύλον ἀνήχθησαν μὲν ἐπὶ τούτοις τὴν ἐπ’ Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πό‐ λιν ἀφύλακτον.

1

.

48

t

ΚΟΝΩΝ.

1

.

48

.

1

Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτό‐
μολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνε‐ δρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς54
5συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προ‐ πεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

1

.

48

.

2

Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπα‐ σμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύν‐
5θημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντι‐ πρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου
10τὴν νίκην ἀπηνέγκατο.

1

.

48

.

3

Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμ‐ ψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς
5Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται
τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.55

1

.

48

.

4

Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λα‐ κεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορ‐ κίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατα‐ σπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους
5ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξερ‐ γασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προϊούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους—οἱ μὲν σώματα ἐτημέ‐ λουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον
10—καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵν’, εἰ καὶ θάτερον ἁλί‐ σκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δ’ ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βρα‐ δυνάντων.

1

.

48

.

5

Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνται σκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν
5ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα
ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.56

1

.

49

t

ΞΕΝΟΦΩΝ.

1

.

49

.

1

Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τι‐ σαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἁμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως
5μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαι‐ πωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.

1

.

49

.

2

Ξενοφῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπι‐ κειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ
5τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

1

.

49

.

3

Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στε‐ νὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα
τὸν λόφον, ἐφ’ οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι,57
5παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολε‐ μίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.

1

.

49

.

4

Ξενοφῶν ποταμὸν διαβαίνειν πειρώμενος, ὑπὸ τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλ‐ λήνων χιλίους ἐπιλέξας ἔπεμψε καθ’ ἑτέραν διάβασιν, αὐτὸς δὲ κατὰ στόμα προάγων διαβαίνειν ἐβιάζετο.
5τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμέ‐ νους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῦ Ξενοφῶντος ἀκιν‐
δύνως διέβησαν.58

2

pin

t

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ τῶν Πολυαίνου στρατηγημάτων.

2

pin

col1

Ἀγησίλαος .............. λβ Κλέαρχος ................ ι Ἐπαμινώνδας ............ ιε Πελοπίδας ............... γ
5Γοργίδας ................ β Δερκυλλίδας ............. α Ἀλκέτας ................ α Ἀρξιλαΐδας ............. α Ἰσίδας ................. α
10Κλεανδρίδας ............. ε Φαρακίδας ............... α Δηϊφόντης ............... α Εὐρυπῶν ................. α Ἔφοροι ................. β
15Ἱπποδάμας .............. α Γάστρων ................. α Μεγακλείδας ............. α Ἁρμοστής ............... α
Θίβρων .................. αColumn end

2

pin

col2

Δημάρατος ............... α Ἡριππίδας .............. α Ἰσχόλαος ............... δ Μνασιππίδας ............. α
5Ἀνταλκίδας ............. α Ἀγησίπολις ............. α Σθένιππος ............... α Καλλικρατίδας κυρηναῖος . β Μάγας ................... β
10Κλεώνυμος ............... β Κλέαρχος τύραννος ....... γ Ἀριστομένης ............ δ Κινέας .................. α Ἡγητορίδης ............. α
15Δεινίας ................. α Νίκων ................... α Διοίτας ................. α Τισαμενός .............. α
Ὀνόμαρχος .............. β59

2

pro

t

ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.

2

pro

1

Καὶ τόδε ὑμῖν δεύτερον βιβλίον, ἱερώτατοι βασι‐ λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη‐ μάτων καὶ αὐτοῖς δήπου συνιέναι δυναμένοις, ἀφ’ ὅσης ἱστορίας καὶ ὅσῳ πόνῳ τάδε συλλεξάμενος ὠφέ‐
5λειαν σύντομον ὑμῖν δίδωμι· καὶ ταῦτα σχολὴν οὐκ ἄγων, ἀλλὰ καὶ δίκας ἐφ’ ὑμῶν λέγων.

2

.

1

t

ΑΓΗΣΙΛΑΟΣ.

2

.

1

.

1

Ἀγησίλαος Ἀκαρνᾶσιν ἐπολέμει καὶ προσῄει, ὅτε τὴν γῆν σπείρειν ἐχρῆν. οἱ Λάκωνες ἐβουλεύοντο τοὺς πολεμίους εἴργειν· Ἀγησίλαος ἐπέτρεψεν, ὡς μᾶλλον εἰρήνης ἐπιθυμήσοντας, εἰ καρποὺς ἔχοιεν, ὑπὲρ ὧν
5φοβήσοιντο. ‘εἰ δὲ εἰρήνης μὴ γλίχοιντο, ἡμῖν ἄρα‘, ἔφη, ‘εἶεν ἂν ἐσπαρκότες.‘

2

.

1

.

2

Λακεδαιμόνιοι Θηβαίοις καὶ Ἀθηναίοις ὁμοῦ παρε‐ τάσσοντο· τὸ μὲν δὴ κοῦφον καὶ πελταστικὸν τοῖς
Λάκωσιν ἀχρεῖον ἦν, τὴν δὲ φάλαγγα ὅλην ἐπάγειν ἔδοξεν Ἀγησιλάῳ. Χαβρίας Ἀθηναίοις, Γοργίδας Θη‐60
5βαίοις παραγγέλλουσι μὴ προδραμεῖν, ἀλλὰ μένειν ἡσυχῆ, τὰ μὲν δόρατα ὀρθὰ προτειναμένους, τὰς δὲ ἀσπίδας ἐς γόνυ προσερεισαμένους. Ἀγησίλαος κατα‐ πλαγεὶς τὸ στάσιμον σχῆμα τῆς μάχης ἀνεχώρησε στρα‐ τηγικὸν ἡγούμενος πολεμίων ῥώμην φυλάξασθαι.

2

.

1

.

3

Ἀγησίλαος περὶ Κορώνειαν ὅσον οὔπω παρετάσ‐ σετο· ἧκέν τις ἀγγέλλων ‘τέθνηκε Πείσανδρος ὁ ναύαρχος Λακεδαιμονίων ἡττηθεὶς ὑπὸ Φαρναβάζου‘. ὅπως οὖν ἀθυμία καὶ φόβος μηδαμῶς ἐμπέσοι τῷ
5στρατεύματι, Ἀγησίλαος προστάσσει τοῖς ἀγγέλοις ‘τἀναντία πρὸς τοὺς στρατιώτας ἀγγέλλετε· Λακεδαι‐ μόνιοι νικῶσιν ἐν τῇ θαλάσσῃ‘. ἀλλὰ μὴν καὶ αὐτὸς προῆλθεν ἐστεφανωμένος, ἔθυσεν εὐαγγέλια, διέπεμψε τοῖς φίλοις μερίδας ἀπὸ τῶν ἱερείων. οἱ στρατιῶται
10ταῦτα ἀκούσαντες καὶ ὁρῶντες πλεῖον θαρσήσαντες μετὰ μείζονος προθυμίας ἐν τῇ Κορωνείᾳ παρετάξαντο.

2

.

1

.

4

Ἀγησίλαος τοῖς φεύγουσι τῶν πολεμίων δίοδον διδόναι παρήγγειλεν.

2

.

1

.

5

Ἀγησίλαος ἐν Κορωνείᾳ Θηβαίους ἐνίκησεν. ἤγγειλέ τις ‘οἱ πολέμιοι συμφεύγουσιν εἰς τὸν νεών‘· ὁ δὲ προσέταξεν ἐᾶν αὐτοὺς ἀπιέναι, οἷ καὶ βούλοιντο, ὡς ἄρα εἴη σφαλερὸν συμπλέκεσθαι τοῖς ἐξ ἀπονοίας61
5ἀναμαχομένοις.

2

.

1

.

6

Ἀγησίλαος ἐπὶ τῆς Ἀσίας τοὺς στρατιώτας ἔπεισε καταφρονεῖν τῶν βαρβάρων, οὓς τέως ἐδεδοίκεσαν, αἰχμαλώτους Πέρσας ἀποδύσας καὶ τοῖς Ἕλλησιν ἐπι‐ δείξας, τὰ μὲν σώματα αὐτῶν ἀσθενῆ καὶ λευκὰ διὰ
5τὴν τρυφὴν, τὸν δὲ κόσμον καὶ τὴν ἐσθῆτα πολυτελῆ, κἀκεῖνο Λακωνικῶς εἰπὼν ‘πρὸς οὓς μὲν τὸν ἀγῶνα ἔχομεν, εἰσὶν οὗτοι· ὑπὲρ ὧν δὲ, ταῦτα‘.

2

.

1

.

7

Οἱ σύμμαχοι Λακεδαιμονίους ᾐτιῶντο ‘αὐτοὶ μὲν στρατευόμεθα πολλοὶ, Λάκωνες δὲ ὀλίγοι‘. Ἀγησίλαος ἐν πεδίῳ προσέταξεν ἰδίᾳ μὲν καθίσαι τοὺς Λάκωνας, ἰδίᾳ δὲ τοὺς συμμάχους. οἱ μὲν δὴ κριθέντες ἐκά‐
5θηντο. κήρυξ δὲ ἠγόρευεν· ‘ἀναστάντων οἱ κεραμεῖσ‘· ἀνέστησαν ἀπὸ τῶν συμμάχων οὐκ ὀλίγοι. ‘δεύτεροι οἱ χαλκεῖσ‘· ἀνέστησαν πολλοί. ‘τρίτον οἱ τέκτονεσ‘· ἀνέστησαν πλείονες· καὶ τοὺς ἄλλους βαναύσους καὶ τεχνίτας ἐφεξῆς κατέλεξεν, ὥστε ὀλίγου δεῖν πάντες
10ἀνέστησαν οἱ σύμμαχοι, Λακεδαιμονίων δὲ οὐδείς·
ἀπείρητο γὰρ αὐτοῖς τέχνην βάναυσον ἐργάζεσθαι. οὕτως ἄρα ἐδιδάχθησαν οἱ σύμμαχοι πλείονας αὐτῶν εἶναι στρατιώτας τοὺς Λάκωνας.62

2

.

1

.

8

Ἀγησίλαος εἰς Ἀσίαν ὅτε διέβη καὶ τὴν βασιλέως ἐλυμαίνετο, Τισαφέρνης ἀνοχὰς συνέθετο. αἱ δὲ ἀνοχαὶ τρεῖς μῆνες, ἐφ’ ᾧ τε βασιλέα πεῖσαι, ὅσαι πό‐ λεις Ἑλληνίδες ἐν Ἀσίᾳ, καὶ δὴ αὐτονόμους ἀφεῖναι.
5οἱ μὲν Ἕλληνες ἀνέμενον τὴν προθεσμίαν· ὁ δὲ Πέρ‐ σης πολλὴν χεῖρα συλλέξας ἐπέθετο τοῖς Ἕλλησιν. ὀρρωδία καὶ φόβος. Ἀγησίλαος καὶ φαιδρὸς τὴν ὄψιν, μάλα δὴ γαννύμενος ἐστρατήγησε ‘χάριν οἶδα Τισαφέρνῃ τῆς ἐπιορκίας· ἑαυτῷ μὲν γὰρ πολεμίους
10τοὺς θεοὺς ἐποίησεν, ἡμῖν δὲ συμμάχους. ἴωμεν δὴ θαρροῦντες ὡς μαχούμενοι μετὰ τηλικούτων συμμά‐ χων‘. ἀνεθάρρησαν οἱ Ἕλληνες τῷ λόγῳ τοῦ στρα‐ τηγοῦ καὶ συμβαλόντες ἐνίκησαν τοὺς βαρβάρους.

2

.

1

.

9

Ἀγησίλαος ἐπὶ Σάρδεις ἐλαύνων καθῆκε λογοποι‐ οὺς, ὡς ἐξαπατῶν Τισαφέρνην στέλλεται μὲν φανερῶς ἐπὶ Λυδίας, τρέπεται δὲ ἀφανῶς ἐπὶ Καρίας. ἠγγέλη ταῦτα Τισαφέρνῃ. ὁ μὲν Πέρσης ὥρμησε Καρίαν
5φυλάττειν, ὁ δὲ Λάκων κατέδραμε Λυδίαν καὶ λείαν πολλὴν κατέσυρεν.

2

.

1

.

10

Ἀγησίλαος ἐς τὴν Ἀκαρνάνων ἐνέβαλε. τῶν δὲ
ἀναφυγόντων ἐς τὰ ὄρη, οὐκ ὀξεῖαν τὴν ἐπιδρομὴν ἐποιήσατο, ἀλλ’ ἐς τὰ πλάγια τῆς χώρας διαπέμπων ἐκέλευσεν ἐκ ῥιζῶν ἀνασπᾶν τὰ δένδρα. οἱ δὲ Ἀκαρ‐63
5νᾶνες καταφρονήσαντες αὐτοῦ τῆς βραδυτῆτος καὶ τῆς περὶ τὰ δένδρα ἀσχολίας, ἐκ τῶν ὀρῶν κατέβησαν ἐς τὰς πόλεις τὰς ἐν τοῖς πεδίοις. ὁ δὲ ἑκατὸν ἑξήκοντα στάδια ὀλίγῳ μέρει τῆς νυκτὸς διαδραμὼν ἀρχομένης ἕω καταλαβὼν ἐν τῷ πεδίῳ τοὺς Ἀκαρνᾶνας πολὺ
10πλῆθος ἀνθρώπων καὶ βοσκημάτων καὶ τῶν ἄλλων κτημάτων λαφυραγωγήσας ἀνέζευξεν.

2

.

1

.

11

Ἀγησίλαος πυθόμενος Θηβαίους τὴν κατὰ Σκῶλον πάροδον φυλάττειν, πάσαις ταῖς ἀπὸ τῶν Ἑλλήνων πρεσβείαις ἐν Θεσπείαις ἀναμένειν συνέταξεν· ἀλλὰ μὴν καὶ τὰ σιτία τῆς στρατιᾶς συγκομίζειν ἐκεῖσε.
5Θηβαῖοι ταῦτα πυθόμενοι μετῆλθον ἐπὶ τὴν κατὰ Θεσπείας πάροδον καὶ ταύτῃ παρεφύλαττον. Ἀγησίλαος δυοῖν ἡμερῶν ὁδὸν ἀνύσας ἡμέρᾳ μιᾷ τὴν κατὰ Σκῶλον πάροδον ἐρήμην εὑρὼν ἄνευ μάχης διῆλθεν.

2

.

1

.

12

Ἀγησίλαος ἐπόρθει τὴν Θηβαΐδα. οἱ [Θηβαῖοι] κατελάβοντο λόφον ὑπὲρ τῆς ὁδοῦ δύσβατον, καλού‐
μενον Γραίας ἕδος, ὥστε ἦν καὶ τὸ παρατάσσεσθαι δύσμαχον καὶ τὸ προχωρεῖν ἀδύνατον. προσποιεῖται64
5δὴ λοξώσας τὴν στρατιὰν ἄγειν ἐπὶ τὸ ἄστυ τῶν Θηβαίων· καὶ γὰρ ἦν ἔρημον ἐξεστρατευκότων ἁπάν‐ των. Θηβαῖοι περὶ τῇ πόλει δείσαντες τὸν λόφον καταλιπόντες ἠπείγοντο ἐς τὸ ἄστυ· Ἀγησίλαος τὸν λόφον ἀκωλύτως διῆλθεν.

2

.

1

.

13

[Ἀγησίλαος,] ἐν Λεύκτροις Λακεδαιμονίων πολλῶν ῥιψάντων τὰ ὅπλα καὶ λιπόντων τὴν τάξιν, ἵνα μὴ πολὺ πλῆθος ἄτιμον γένοιτο, ἠξίωσεν ἀποδειχθῆναι νομοθέτης. ἐπειδὴ ἀπεδείχθη, οὐ καινοὺς νόμους ἔγραψεν, ἀλλὰ
5τοὺς παλαιοὺς ἰσχύειν μετὰ τὴν ἐν Λεύκτροις μάχην.

2

.

1

.

14

Ἀγησίλαος, ἐν τῇ Σπάρτῃ στάσεως γενομένης, ὥστε τῶν ὁπλιτῶν οἱ πολλοὶ κατελάβοντο λόφον ἱερὸν Ἀρτέμιδος Ἰσσωρίας ἐγγὺς Πιτάνης· ἐνέκειντο δὲ Βοιωτοὶ καὶ Ἀρκάδες ἐμβεβληκότες, καὶ δέος ἦν ἀμή‐
5χανον, ἐν τῷ πολέμῳ καὶ στάσις—οὐ μὴν αὐτὸς ἔδει‐ σεν, ἀλλὰ τὸ μὲν ὅπλοις βιάζεσθαι τοὺς ἐπὶ τοῦ λόφου σφαλερὸν, τὸ δὲ ἱκετεύειν ταπεινὸν ὂν παρῆκεν. αὐτὸς δὲ μόνος ἄοπλος ἀτρέπτῳ καὶ πολλῷ τῷ προσώπῳ πρὸς τὸν λόφον ἐλθὼν ‘οὐκ ἐνταῦθα‘, ἔφη, ‘ὦ νεανίαι,
10ὑμᾶς ἔταξα· ἀλλ’ ὑμεῖς μὲν εἰς τόνδε τὸν λόφον‘,
ἕτερον δείξας, ‘ὑμεῖς δὲ ἐς τόδε τὸ χωρίον ἄπιτε καὶ φρουρεῖτε‘. οἱ δὲ Λάκωνες, ὡς ἀγνοοῦντος τὴν διά‐ νοιαν αὐτῶν τῆς ἀποστάσεως, κατῃδέσθησαν καὶ οἷ προσέταξεν εὐπειθῶς ἀνεχώρησαν. νύκτωρ δὲ τοὺς65
15ἐξάρχους τῆς στάσεως, ἄνδρας δώδεκα, ἄλλον ἄλλῃ ὑπεξάγων ἔπαυσε τὴν στάσιν.

2

.

1

.

15

Ἀγησίλαος, πολλῶν αὐτομολούντων καὶ τῆς στρα‐ τιᾶς περιδεῶς ἐχούσης, ἵνα λανθάνοιεν τοὺς μένοντας οἱ ἀποδιδράσκοντες, περιπέμπων ἐν ταῖς νυξὶν ἀνὰ τὰς στιβάδας καὶ τὰ συσσίτια τὰς ἐρριμμένας ἀσπίδας
5ἐκέλευσε συλλέγειν καὶ ὡς αὐτὸν κομίζειν, ἵνα μὴ κειμένης ἀσπίδος ὁ δεσπότης ζητοῖτο. οὐ τοίνυν οἱ αὐτομολοῦντες ἔτι ἐγιγνώσκοντο τῶν ὅπλων οὐ φαι‐ νομένων.

2

.

1

.

16

Ἀγησίλαος ἐπολιόρκει Φώκαιαν χρόνῳ μακρῷ καὶ οὔτε τὴν πόλιν ἑλεῖν ἴσχυεν καὶ τοῦ χρόνου τὴν τριβὴν οὐκ ἔφερε. πολλῷ γε μὴν μᾶλλον ἐταλαιπώρουν οἱ τῶν Φωκαέων σύμμαχοι. ὁ δὲ διαλύσας τὴν πολιορ‐
5κίαν ἀνεχώρησεν· ἄσμενοι δὴ καὶ οἱ τῶν Φωκαέων σύμμαχοι τῶν πολεμίων ἀπελθόντων ἀπηλλάγησαν. τότε Ἀγησίλαος ἐπιστρέφει, καὶ συμμάχων ἔρημον τὸ Φωκαέων ἄστυ κατελάβετο.

2

.

1

.

17

Ἀγησίλαος Μακεδονίαν διοδεύων ἔπεμψε πρὸς Ἀέροπον Μακεδόνων βασιλέα ἐπὶ τῇ διόδῳ σπενδό‐
μενος. Ἀέροπος οὐκ ἐσπείσατο, αὐτὸς φήσας ἀπαν‐ τήσειν, τὸ [δὲ] ἱππικὸν ἐξέταττε πυθόμενος ἱππέας ὀλίγους66
5εἶναι τῷ Λάκωνι. ὁ δὲ, ἵνα δόξειε τῶν ὄντων πλεί‐ ονας ἱππέας ἔχειν, τὰ μὲν πεζὰ τέλη προέταξεν· ὄπι‐ σθεν δὲ τοὺς ἱππέας, ὅσους εἶχεν, ἐς διφαλαγγίαν ἐπι‐ στήσας, ἀνέμιξεν ὄνους καὶ ἡμιόνους καὶ τῶν ἵππων ὅσοι διὰ γῆρας ἀχθοφοροῦντες εἵποντο. τούτοις ἐπο‐
10χούμενοι ἄνδρες ὅπλισιν ἱππικὴν ἔχοντες φαντασίαν παρέσχον ἱππικοῦ πολλοῦ. Ἀέροπος καταπλαγεὶς τὴν δίοδον ἐσπείσατο.

2

.

1

.

18

Ἀγησίλαος ἐστρατοπέδευεν ἐν Βοιωτίᾳ. τῶν συμ‐ μάχων συνάψαι μάχην δεδιότων, λάθρα δὲ ἐς Ὀρχο‐ μενὸν, φίλην πόλιν, ὑπορρεόντων, ἀφανῶς πέμψας πρὸς Ὀρχομενίους ἐκέλευσε μηδένα χωρὶς αὑτοῦ σύμ‐
5μαχον δέχεσθαι. οὐ τοίνυν ἔχοντες ποῖ τρέποιντο οἱ σύμ‐ μαχοι οὐκέτι περὶ φυγῆς, ἀλλὰ περὶ νίκης ἐβουλεύοντο.

2

.

1

.

19

Ἀγησίλαος Θηβαίοις παρετάσσετο. οἱ δὲ τὴν Λα‐ κωνικὴν φάλαγγα ῥῆξαι βουλόμενοι καὶ διεξελθεῖν καρτερῶς ἠγωνίζοντο, καὶ φόνος ἀμφοτέρων πολύς. Ἀγησίλαος παρήγγειλε· ‘παυσάμενοι τῆς θυμομαχίας
5διαστῶμεν.‘ οἱ μὲν διέστησαν· Θηβαῖοι δὲ διαδρα‐ μόντες ἔφευγον. Ἀγησίλαος κατὰ τὴν οὐραγίαν αὐτοῖς ἐπέκειτο, καὶ οὐκέτι φόνος ἦν ἀμφοτέρων, ἀλλὰ μόνων τῶν φευγόντων.

2

.

1

.

20

Ἀγησίλαος παραταξάμενος ἰδὼν ἐθελοκακοῦντας τοὺς συμμάχους ἀνεχώρησεν· ἦν δὲ ἡ ἀναχώρησις διὰ στενῶν ὀρῶν, ἐν οἷς προσεδόκα τοὺς Βοιωτοὺς ἐπι‐ χειρήσειν. ἔταξεν οὖν τοὺς μὲν Λακεδαιμονίους προη‐67
5γεῖσθαι, τοὺς δὲ συμμάχους οὐραγεῖν, ἵνα τῶν πολε‐ μίων κατὰ τὴν οὐραγίαν προσκειμένων ἀνάγκην ἔχοιεν ἀνδρείως ἀγωνίζεσθαι.

2

.

1

.

21

Ἀγησίλαος ἐμβαλὼν ἐς Βοιωτίαν δῃοῦν καὶ δεν‐ δροτομεῖν τὴν χώραν ἐκέλευσε τοῖς συμμάχοις· τῶν δὲ ὀκνούντων παρήγγειλεν ἀπέχεσθαι δῃώσεως, τὰς μέντοι μεταστάσεις τοῦ στρατοπέδου δὶς καὶ τρὶς τῆς
5ἡμέρας ἐποιεῖτο. ἀναγκαίως οὖν τὰς καλύβας ἐγεί‐ ροντες ἔτεμνον τὰ δένδρα διὰ τὴν αὑτῶν χρείαν, οὐ διὰ τὴν τῶν πολεμίων βλάβην· ἴσον δὲ ἄρα ἦν τοῖς πολεμίοις τὸ βλάπτεσθαι.

2

.

1

.

22

Ἀγησίλαος ἐν Αἰγύπτῳ Νεκτανεβῷ συμμαχῶν ἐς χωρίον κατακλεισθεὶς περιετειχίζετο. τοῦ δὲ Αἰγυπτίου τὸν περιτειχισμὸν οὐ φέροντος, ἀλλὰ διακινδυνεύειν ἀξιοῦντος οὐκ ἐπείσθη, ἀλλ’ ἐνέμεινεν, ἕως περιετα‐
5φρεύθη καὶ περιετειχίσθη τὸ πᾶν, πλὴν ὀλίγου τοῦδε, ὃ στόμα καὶ δίοδος ἦν τοῦ τείχους. Ἀγησίλαος ἀνε‐ βόησεν ‘οὗτος τῆς ἀλκῆς ὁ καιρόσ‘, καὶ διὰ τοῦ στό‐ ματος ἐξώρμησεν κατ’ ὀλίγους τῶν πολεμίων ἐν τῇ στενότητι φονεύων, καὶ τὸ περιβεβλημένον τεῖχος ἔρυμα
10ἔχων πρὸς τὸ κυκλωθῆναι μὴ δύνασθαι.68

2

.

1

.

23

Ἀγησίλαος πρὸς Βοιωτοὺς παρετάξατο. ἦν ἀμφίρ‐ ροπος ἡ νίκη· νὺξ γὰρ διέλυσε τὴν μάχην. ὁ δὲ μέσης νυκτὸς τοὺς πιστοτάτους διέπεμψε κελεύσας οὓς δύ‐ ναιντο γνωρίσαι Σπαρτιάτας νεκροὺς, ἐπαμησαμένους
5κόνιν ἀποκρύψαι. οἱ μὲν τοῦτο πράξαντες πρὸ ἡμέρας ἀνεχώρησαν· οἱ πολέμιοι δὲ ἡμέρας γενομένης αὑτῶν νεκροὺς ἰδόντες ἅπαντας κειμένους, τοὺς δὲ τῶν Σπαρ‐ τιατῶν ὀλίγους, ἄθυμοι καὶ δειλότεροι ταῖς γνώμαις ἐγένοντο ὡς Λακεδαιμονίων τὴν νίκην ἐχόντων.

2

.

1

.

24

Ἀγησίλαος ἀπὸ τῆς Ἀσίας ἐπανιὼν διὰ Βοιωτίας ἐπορεύετο· Θηβαῖοι προκατελάβοντο τὰ στενὰ, δι’ ὧν ἐχρῆν πορεύεσθαι. ὁ δὲ ἐπιμηκύνας τὴν φάλαγγα ἦγεν ἐπὶ δύο τάξας, παραγγείλας φανερῶς ὁρμᾶν ἐπὶ
5τὴν πόλιν. Θηβαῖοι δείσαντες, μὴ καταλάβοιτο τὰς Θήβας, ἔξω τῆς δυνάμεως οὔσης, ἀπολιπόντες τὰ στενὰ διὰ τάχους ἐπανῆλθον ἐς τὴν πόλιν· Ἀγησίλαος δὲ ἀσφαλῶς τὸ στράτευμα διεπόρευσεν.

2

.

1

.

25

Ἀγησίλαος ἐς Θήβας ἐνέβαλε· Θηβαῖοι τὸ πεδίον διετάφρευσαν καὶ ἀπεχαράκωσαν· τοῦ χαρακώματος ἑκατέρωθεν δύο πάροδοι στεναί. βουλόμενος Ἀγησί‐ λαος παρελθεῖν πλινθίον τάξας κοῖλον προῆγεν ἐπὶ
5τὴν πάροδον τὴν κατὰ τὸ εὐώνυμον. Θηβαίων ἐνταῦθα πάντων ἀντιταξαμένων, ὁ δὲ μεταβαλόμενος ἀπ’ οὐρᾶς ἐπὶ τὴν ἑτέραν πάροδον τοὺς εἴργοντας οὐκ ἔχουσαν, εἴσω παρελθὼν τὴν χώραν τεμὼν ἐπανῆλθεν
οὐδενὸς ἀντιστάντος.69

2

.

1

.

26

Ἀγησίλαος ἐστρατοπεδεύσατο Λαμψάκου πλησίον. ἧκόν τινες ἐκ τῶν μετάλλων ἐκπεπηδηκότες Ἕλληνες ἀγγέλλοντες, ὡς ἄρα Λαμψακηνοῖς πάντες μεταλλεύου‐ σιν οὓς ἂν λάβωσι. τὸ στράτευμα ἠγανάκτησε, καὶ
5πρὸς τὸ τεῖχος ὥρμησε διαρπασόμενον τὴν πόλιν. Ἀγησίλαος κωλῦσαι μὴ δυνάμενος σῶσαι τὴν πόλιν βουλόμενος ὡς ὑπεραγανακτῶν δὴ ἐκέλευσεν αὐτοὺς δραμόντας ἐκκόψαι τὰς ἀμπέλους πρώτας· εἶναι γὰρ τῶν πρώτων Λαμψακηνῶν. οἱ δὲ πρὸς τὸ ἐκκόπτειν
10ἐτράποντο· ὁ δὲ καιρὸν ἔσχε πέμψας μηνῦσαι Λαμ‐ ψακηνοῖς, ὡς χρὴ τὴν πόλιν ἀσφαλῶς φυλάττειν.

2

.

1

.

27

Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ Θηβαίων, μέσου [τοῦ] ποταμοῦ διείργοντος, ὁρῶν τοὺς Λακεδαιμονίους διαβαίνειν τὸν Εὐρώταν προθυμου‐ μένους, δεδοικὼς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ
5τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπὼν καὶ στρα‐ τηγὸν ἐπ’ αὐτῶν τὸν Θάσιον Σύμμαχον, ἐντειλάμενος,
10Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν. Θηβαῖοι τοὺς
περὶ Σύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες,70
15διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ‐ πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.

2

.

1

.

28

Ἀγησίλαος ἐς τὴν Μεσσηνίαν ἐμβαλὼν ἔπεμψε κατά‐ σκοπον. τοῦ δὲ ἀγγείλαντος, ὡς οὐ μόνον οἱ Μεσήνιοι τῆς πόλεως ἔξω προΐασιν, ἀλλὰ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα καὶ τὰ ἐλεύθερα σώματα, ἀνέζευξεν ὡς
5ἀπεγνωκότων τὸ ζῆν καὶ διὰ τοῦτο ἀνδρειοτέρως μα‐ χουμένων.

2

.

1

.

29

Ἀγησίλαος, ἐπειδὴ Λακεδαιμόνιοι κατακλεισθέντες εἴσω τῆς Σπάρτης ὑπὸ Θηβαίων οὐκ ἔφερον τὸ τει‐ χήρεις μετὰ τῶν γυναικῶν φρουρεῖσθαι, ἀλλ’ ἐπεξελ‐ θόντες γενναῖόν τι δρῶντες ἢ κρατεῖν ἢ ἀποθνήσκειν
5ᾑροῦντο, ἀπέτρεψεν αὐτοὺς ἀναμνήσας, ὅτι καὶ ἡμεῖς ποτε Ἀθηναίους τειχήρεις ἐποιήσαμεν· οἱ δὲ οὐκ ἠξίω‐ σαν ἐπεξελθόντες αὑτοὺς ἀναλῶσαι πάντας, ἀλλὰ τῆς πόλεως καὶ τῶν τειχῶν φύλακας καταστησάμενοι αὑ‐ τοὺς διεσώσαντο, τῶν πολιορκούντων πονηθέντων τῷ
10χρόνῳ καὶ αὐτῶν ἑκόντων ἀποστάντων.

2

.

1

.

30

Ἀγησίλαος ἐν Ἀσίᾳ λείαν ἦγε πολλὴν τῶν βαρ‐ βάρων ἐπικειμένων καὶ τοξευόντων καὶ ἀκοντιζόντων· ὁ δ’ ὅσους εἶχε τῶν αἰχμαλώτων βαρβάρους, δεδεμέ‐
νους γυμνοὺς προέταξε τοῦ στρατοπέδου. οἱ προσ‐71
5κείμενοι γνωρίσαντες τοὺς οἰκείους ἐπαύσαντο ἀφιέντες τὰ βέλη.

2

.

1

.

31

Ἀγησίλαος εἰς Μένδαν ἀττικίζουσαν λάθρα νυκτὸς παρελθὼν τὸ καρτερώτατον τῆς πόλεως κατασχὼν, τῶν Μενδαίων ἀγανακτούντων καὶ σπουδῇ συνελθόντων εἰς ἐκκλησίαν, ἐπιστὰς ‘τί‘, ἔφη, ‘θορυβεῖσθε; οἱ γὰρ
5ἡμίσεις ὑμῶν κοινωνοῦσι τῆς προδοσίας τῶν ἐμοὶ καταλαβεῖν τὴν πόλιν παρασχόντων.‘ οἱ Μενδαῖοι ἀλλή‐ λους ὑπόπτους ἡγησάμενοι τῆς ταραχῆς ἐπαύσαντο.

2

.

1

.

32

Ἀγησίλαος τοὺς ἐνδόξους καὶ πολυφίλους αἰχμα‐ λώτους ἄνευ λύτρων ἀπεδίδου ποιῶν αὐτοὺς ἀπίστους παρὰ τοῖς πολίταις.

2

.

1

.

33

Ἀγησίλαος ἐν ταῖς διαπρεσβείαις ἠξίου τῶν πο‐ λεμίων τοὺς μάλιστα δυνατοὺς πέμπεσθαι πρὸς αὑτὸν, οἷς διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων. τούτοις ἐπὶ πλεῖστον συγγιγνόμενος καὶ κοινωνῶν ἑστίας καὶ
5σπονδῶν ταῖς πόλεσι στάσιν ἐνεποίει διὰ τὰς τῶν πολλῶν ὑποψίας.

2

.

2

t

ΚΛΕΑΡΧΟΣ.

2

.

2

.

1

Κλέαρχος πολλὴν στρατιὰν ἄγων ἦλθεν ἐπὶ πο‐ ταμὸν τῇ μὲν εὐδιάβατον ἄχρι κνήμης, τῇ δὲ βαθὺν
ἄχρι μαστοῦ· πρῶτον μὲν ἐπειρᾶτο κατὰ τὸ εὐδιάβατον ἄγειν. τῶν πολεμίων ἀπωτέρω τοῦ ποταμοῦ σφενδο‐72
5νώντων καὶ τοξευόντων καὶ τοὺς διαβαίνοντας ἀνειρ‐ γόντων ὁ Κλέαρχος τοὺς ὁπλίτας ἤγαγε διὰ τοῦ βαθυ‐ τέρου, ἵνα τὸ μὲν πολὺ τοῦ σώματος ὑπὸ τοῦ ποταμοῦ κρύπτοιτο, τὰ δὲ ὑπερέχοντα τοῦ ὕδατος τῇ ἀσπίδι φυλάσσοιτο. οἱ μὲν ὁπλῖται ἀσφαλῶς διαβαίνοντες
10ἀνέκρουσαν τοὺς πολεμίους· ἡ δὲ λοιπὴ στρατιὰ κατὰ τὸ εὔπορον τοῦ ποταμοῦ διῆλθεν ἀκωλύτως.

2

.

2

.

2

Κλέαρχος Κύρου πεσόντος ἀναχωρῶν μετὰ τῶν Ἑλλήνων ἐστρατοπέδευεν ἐν κώμῃ τροφὴν ἄφθονον ἐχούσῃ. Τισαφέρνης πρέσβεις πέμψας ἠξίου μένειν αὐτόθι τοὺς Ἕλληνας παραδόντας αὑτῷ τὰ ὅπλα. Κλέ‐
5αρχος ὑπεκρίνατο προσίεσθαι τοὺς λόγους, ὅπως Τι‐ σαφέρνης ἐλπίδι σπονδῶν ἐς τὰς κώμας διαπέμψειε τοὺς πολλοὺς τῶν Περσῶν. ὁ μὲν δὴ νομίσας εἶξαι τὸν Κλέαρχον διέλυσε τὴν δύναμιν. ὁ δὲ νύκτωρ τοὺς Ἕλληνας ἐξαγαγὼν τῇ πορείᾳ προέλαβεν ἡμέραν
10ὅλην καὶ νύκτα τοῦ Τισαφέρνου βραδέως τοὺς δια‐ λυθέντας συνάγοντος.

2

.

2

.

3

Κλέαρχος Κύρῳ μὲν συνεβούλευεν αὐτῷ μὴ κιν‐ δυνεύειν, ἀλλ’ ἐφορᾶν τὴν μάχην· μαχόμενον γὰρ
μηδὲν μέγα συμπράξειν τῷ σώματι, παθόντα δέ [τι] πάντας ἀπολεῖν τοὺς μετ’ αὐτοῦ. τὴν δὲ φάλαγγα73
5τῶν Ἑλλήνων κατ’ ἀρχὰς μὲν βάδην ἦγε τῇ εὐταξίᾳ τοὺς βαρβάρους ἐκπλήττων· ὡς δὲ βέλους ἐντὸς ἤμελ‐ λεν εἶναι, δρόμῳ χρῆσθαι παρήγγειλεν, ὅπως μηδὲν ὑπὸ τῶν βελῶν βλάπτοιντο. καὶ δὴ τὸ Ἑλληνικὸν κατὰ τοῦτο τὸ μέρος τοὺς Πέρσας ἐνίκησεν.

2

.

2

.

4

Κλέαρχος μετὰ τὸν Κύρου θάνατον τῶν Ἑλλήνων κατασχόντων χώραν πολλὴν καὶ ἀγαθὴν—ποταμὸς ἐκυκλοῦτο τὴν χώραν ἐλαχίστῳ διειργομένην ἰσθμῷ μὴ νῆσον εἶναι—κωλύων ἔνδον στρατοπεδεύειν, ὡς
5οὐκ ἔπειθε, πεπλασμένον αὐτόμολον καθῆκεν ἀπαγ‐ γέλλοντα ‘βασιλεὺς τὸν ἰσθμὸν ἀπειλεῖ ἀποτειχίσαι‘. τοῦτ’ ἀκούσαντες οἱ Ἕλληνες καὶ πεισθέντες Κλεάρχῳ στρατοπεδεύουσιν ἐκτὸς ἰσθμοῦ.

2

.

2

.

5

Κλέαρχος λείαν ἄγων πολλὴν ἐπὶ λόφου κατα‐ ληφθεὶς, περιχαρακευόμενος ὑπὸ τῶν πολεμίων, δεομέ‐ νων τῶν ἡγεμόνων διακινδυνεύειν, πρὶν ἅπαντα περιχαρακωθῆναι τὸν λόφον, θαρρεῖν αὐτοὺς ἐκέλευσεν,
5ὡς πρὸς ὀλίγους ἐσομένης διὰ τὸ χαράκωμα τῆς μάχης. ἑσπέρας δὲ προσιούσης καταλιπὼν τὴν λείαν κατὰ τὸ διαλεῖπον τοῦ χάρακος διεξεπαίσατο τοὺς ἀπαντῶντας ἐν στενῷ κατακόπτων.

2

.

2

.

6

Κλέαρχος λεηλατήσας Θρᾴκην μὴ φθάσας ἐπαν‐ ελθεῖν ἐς Βυζάντιον ἐστρατοπέδευσε πλησίον ὄρους Θρᾳκίου. τῶν δὲ Θρᾳκῶν ἀθροιζομένων εἰδὼς ὅτι οἰνωθέντες ἐκ τῶν ὀρῶν ὁρμώμενοι νύκτωρ ἐπιθή‐74
5σονται, προσέταξεν ἐν τοῖς ὅπλοις διατελεῖν καὶ τὰς ἐγέρσεις ποιεῖσθαι πυκνάς. αὐτὸς δὲ νυκτὸς οὔσης ἀφεγγοῦς λαβὼν μέρος τοῦ στρατεύματος ἐπεφαίνετο τύπτων τὰ ὅπλα τὸν Θρᾴκιον τρόπον. οἱ δὲ ὡς τῶν πολεμίων ἐπιφαινομένων ἦσαν ἕτοιμοι πρὸς μάχην.
10ἐν τούτῳ καὶ οἱ Θρᾷκες ἐπεφάνησαν ὡς καθεύδοντας αἱρήσοντες· οἱ δὲ ἐγρηγορότες καὶ ὡπλισμένοι δεξά‐ μενοι τοὺς ἐπιδραμόντας πλείστους αὐτῶν ἀπέκτειναν.

2

.

2

.

7

Κλέαρχος ἀποστάντων Βυζαντίων ζημιωθεὶς ὑπὸ τῶν ἐφόρων ἐς Λάμψακον κατέπλευσε ναῦς ἔχων τέσ‐ σαρας καὶ διέτριβεν ἐνταῦθα μεθύειν καὶ κωμάζειν προσποιούμενος. ἐπολιορκοῦντο ὑπὸ Θρᾳκῶν Βυζάν‐
5τιοι· καὶ δὴ ἔπεμψαν τοὺς στρατηγοὺς δεησομένους τῆς Κλεάρχου βοηθείας. ὁ δὲ ὡς ἀδυνάτως ἔχων διὰ τὴν οἰνοφλυγίαν ἐντυχεῖν αὐτοῖς ἡμέρᾳ τρίτῃ προσή‐ κατο καὶ δεηθέντας οἰκτεῖραι φάσκων ὑπέσχετο συμ‐ μαχήσειν. πληρώσας δὲ δὴ ναῦς δύο πρὸς ταῖς τέτταρσι
10κατέπλευσεν ἐς Βυζάντιον καὶ συναγαγὼν ἐκκλησίαν συνεβούλευσε πάντας τοὺς ἱππέας καὶ τοὺς ὁπλίτας ἐπιβῆναι τῶν νεῶν ὡς ἐπιθησομένους ὄπισθεν τοῖς
Θρᾳξὶ, τοὺς δὲ κυβερνήτας ἀναχθέντας ἐπ’ ἀγκυρῶν σαλεύειν, ἔστ’ ἂν ἴδωσιν αἰρόμενον ὑπ’ αὐτοῦ τὸ75
15σημεῖον τῆς μάχης. οὕτω δὴ πάντων ἀναχθέντων ὁ Κλέαρχος διψῆν ἔφη πρὸς τοὺς στρατηγοὺς καὶ πλησίον ἰδὼν καπηλεῖον μετ’ αὐτῶν εἰσελθὼν φυλακὴν κατα‐ στήσας ἔνδον ἀπέκτεινεν ἀμφοτέρους· καὶ συγκλείσας τὸ καπηλεῖον καὶ προστάξας τῷ καπήλῳ σιωπᾶν, τῶν
20στρατηγῶν ἀνῃρημένων, τῶν ὁπλιτῶν ἀνηγμένων αὐτὸς τοὺς αὑτοῦ στρατιώτας διὰ τάχους εἰσαγαγὼν κατέσχε τὸ Βυζάντιον.

2

.

2

.

8

Κλέαρχος ἐλεηλάτει τὴν Θρᾴκην καὶ πολλοὺς ἔκτεινε Θρᾳκῶν· οἱ δὲ πρέσβεις ἔπεμψαν δεησομένους διαλύσασθαι τὸν πόλεμον. ὁ δὲ τὴν εἰρήνην ἐπιζή‐ μιον ἡγούμενος ἐκέλευσεν ἐκ τῶν Θρᾳκῶν νεκρῶν σώ‐
5ματα δύο ἢ τρία διατεμόντας τοὺς ὀψοποιοὺς ἀνα‐ κρεμάσαι· εἰ δὲ οἱ Θρᾷκες ἰδόντες ἔροιντο τὴν αἰτίαν, προσέταξε λέγειν ‘Κλεάρχῳ δεῖπνον παρασκευάζεται‘. ταῦτα οἱ πρέσβεις τῶν Θρᾳκῶν ἰδόντες φρίξαντες ἀνε‐ χώρησαν μηδὲν περὶ τῶν διαλύσεων εἰπεῖν ἔτι τολ‐
10μήσαντες.

2

.

2

.

9

Κλέαρχος ὁπλίτας ἔχων ἐν πεδίῳ προσκειμένων πολεμίων ἱππέων καὶ ἱπποκρατούντων συνέταξε τὸ στρατόπεδον ὀκτὼ τὸ βάθος καὶ κατέστησεν ἀραιοτέ‐ ρους ἢ κατὰ σχῆμα πλινθίου καὶ παρήγγειλε τὸ ἐγχει‐
5ρίδιον καθέντας ὑπὸ τὴν ἀσπίδα βαθύτατον ὀρύξαι βόθρον. οἱ μὲν ὤρυξαν, ὁ δὲ τοὺς ὁπλίτας ἐπανήγαγεν
[ἐκ τῶν] ὀρυγμάτων ἐς τὸ πρόσω τοῦ πεδίου. τῶν δὲ πολεμίων ἱππέων ἐμπεσόντων, ἀναχωρεῖν ἐπὶ πόδα παρήγγειλεν ἕως τῶν ὀρυγμάτων· οἱ δὲ πολέμιοι μηδὲν76
10προειδότες ἐπελαύνοντες τῇ ἵππῳ σφοδρῶς, ἐμπεσόντες τοῖς ὀρύγμασιν ἔπιπτον ἐπ’ ἀλλήλοις· οἱ Κλεάρχειοι δὲ ἀνῄρουν τοὺς ἱππέας χαμαὶ κειμένους.

2

.

2

.

10

Κλέαρχος ἦν ἐν Θρᾴκῃ· νυκτερινοὶ φόβοι τὸ στρά‐ τευμα κατελάμβανον. ὁ δὲ παρήγγειλεν, εἰ γένοιτο νύκτωρ θόρυβος, μηδένα ὀρθὸν ἀνίστασθαι· ὁ δὲ ἀναστὰς ὡς πολέμιος ἀναιρείσθω. τὸ παράγγελμα
5τοῦτο ἐδίδαξε τοὺς στρατιώτας καταφρονῆσαι τοῦ νυ‐ κτερινοῦ φόβου, καὶ οὕτως ἐπαύσαντο ἀναπηδῶντες καὶ ταραττόμενοι.

2

.

3

t

ΕΠΑΜΙΝΩΝΔΑΣ.

2

.

3

.

1

Ἐπαμινώνδου τῆς γυναικὸς ἠράσθῃ Φοιβίδας, φρου‐ ρῶν τὴν Καδμείαν· ἡ δὲ τῷ ἀνδρὶ τὴν πεῖραν ἐμή‐ νυσεν. Ἐπαμινώνδας προσέταξεν αὐτῇ τὸν Φοιβίδαν ** ὑποκρίνασθαι καὶ νύκτα συνθέσθαι ὡς καὶ τοῖς
5φίλοις αὐτοῦ γυναῖκας ἄλλας ἄξουσαν. ταῦτα μὲν δὴ συνέθεντο· αἱ δὲ ἧκον καὶ συνέπιον τοῖς περὶ τὸν Φοιβίδαν ἄχρι μέθης. καὶ ᾐτήσαντο πρὸς ὀλίγον ἐξελθεῖν ἐπί τινα θυσίαν νυκτερινὴν ὡς αὐτίκα ἀνα‐ στρέφουσαι. οἱ μὲν ἐπέτρεψαν τοῖς θυρωροῖς προσ‐
10τάξαντες πάλιν αὐτὰς ἐσδέξασθαι· αἱ δὲ ἀπῆλθον. πρὸς δὲ ταῖς πύλαις ἀγένειοι νεανίσκοι τὰς τῶν γυναι‐ κῶν ἐσθῆτας ἀλλαξάμενοι καὶ μίαν αὐτῶν παραλαβόντες ἡγεμόνα τῆς ὁδοῦ τῆς ἔνδον, ἣ καὶ βραχέα λαλήσειν τοῖς πυλωροῖς ἔμελλεν, οὕτως ἄρα ἐπελθόντες τόν τε77
15Φοιβίδαν αὐτὸν καὶ ὅσοι ἀμφ’ αὐτὸν πάντας ἔκτειναν.

2

.

3

.

2

Ἐπαμινώνδας Θηβαίων ἡγεῖτο, Λακεδαιμονίων Κλεόμβροτος· Λεῦκτρα ἔνθα ἡ μάχη· τὸ μὲν ἔργον ἰσόρροπον ἦν. Ἐπαμινώνδας παρὰ Θηβαίων ᾐτήσατο ‘ἓν βῆμα χαρίσασθέ μοι, καὶ τὴν νίκην ἕξομεν‘. ἐπεί‐
5σθησαν, ἐνίκησαν. οἱ Λάκωνες εἶξαν, καὶ Κλεόμβροτος ὁ βασιλεὺς ἔπεσεν ἐν τῇ μάχῃ.

2

.

3

.

3

Ἐπαμινώνδας ἐν Λεύκτροις προσῆγεν ἤδη τὴν φάλαγγα· Θεσπιεῖς ἐθελοκακοῦντες εἵποντο. οὐκ ἠγνόησεν Ἐπαμινώνδας, ἀλλὰ ὅπως μὴ ταράττοιτο ἡ τάξις ἐν τῷ καιρῷ τῆς μάχης, ἐκήρυξε ‘Βοιωτῶν ἀπιέναι
5τοῖς βουλομένοις ἐξέστω‘. Θεσπιεῖς μὲν αὐτοῖς ὅπλοις ἀπηλλάσσοντο· Ἐπαμινώνδας δὲ τοῖς μείνασιν ὁπλίταις συντεταμένοις καὶ προθύμοις χρησάμενος εὐκλεῶς ἐνί‐ κησεν.

2

.

3

.

4

Ἐπαμινώνδας ὑπερέβαλλεν ἐς Πελοπόννησον. οἱ πο‐ λέμιοι κατὰ τὸ Ὄνειον (ἐμβαλόντες) ἐστρατοπεδεύοντο. βροντὴ γίγνεται, καὶ φόβος αἱρεῖ τοὺς στρατιώτας. ὁ μὲν μάντις ἐπισχεῖν ἐκέλευεν. Ἐπαμινώνδας δὲ ‘μη‐
5δαμῶσ‘, ἔφη· τοὺς πολεμίους γὰρ ἐν τοιούτῳ χωρίῳ στρατοπεδεύσαντας ἐμβεβροντῆσθαι. ὁ λόγος τοῦ στρα‐ τηγοῦ θάρσος ἐνέδωκε τοῖς στρατιώταις, καὶ προθύ‐ μως ἠκολούθησαν.78

2

.

3

.

5

Ἐπαμινώνδας ἐνέβαλεν ἐς τὴν Λακωνικὴν καὶ οἷός τε ἦν διαρπάσαι τὴν Λακεδαιμονίων πόλιν· ἀλλὰ μεταγνοὺς οὐχ ἁψάμενος τῆς πόλεως ἀνέζευξεν. οἱ συνάρχοντες ἠπείλουν αὐτῷ δίκην· ὁ δὲ δείξας αὐτοῖς
5τοὺς συμμάχους Ἀρκάδας, Μεσηνίους, Ἀργείους, καὶ ὅσοι ἄλλοι Πελοποννήσιοι ‘εἰ Λακεδαιμονίους ἀναστά‐ τους ἐπεποιήκειμεν‘, ἔφη, ‘νῦν ἐχρῆν πᾶσιν ἂν τούτοις μάχεσθαι· ὡς καὶ νῦν συμμαχοῦσιν ἡμῖν Λακεδαιμο‐ νίους καθαιροῦντες, οὐχὶ Θηβαίους αὔξοντες.‘

2

.

3

.

6

Ἐπαμινώνδας τοὺς Θηβαίους ἔπεισε τοῖς ἐπιδη‐ μοῦσι Λακεδαιμονίων ἐν τοῖς γυμνασίοις παλαίειν· οἱ δὲ εὐκόλως καταβάλλοντες αὐτοὺς ἐδιδάχθησαν καταφρονεῖν αὐτῶν καὶ ὡς ἀνδρειότεροι τὸν πρὸς
5αὐτοὺς πόλεμον θαρροῦντες ἐξήνεγκαν.

2

.

3

.

7

Ἐπαμινώνδας ἀεὶ τὴν δύναμιν ἅμα ἡλίῳ προῆγε δόξαν ἐμποιῶν, ὡς ἐκ τοῦ προφανοῦς διαμάχοιτο· ἐν δὲ Πελοποννήσῳ νυκτὸς ἐπαναστὰς προσέπεσεν ἀπροσ‐ δοκήτως Λακεδαιμονίοις ἔτι καθεύδουσιν.

2

.

3

.

8

Ἐπαμινώνδας ἡγεῖτο Θηβαίων, Κλεόμβροτος Λακε‐ δαιμονίων καὶ τῶν συμμάχων, τετρακισμυρίων. ἐδε‐ δοίκεσαν οἱ Θηβαῖοι τὸ πλῆθος τῶν πολεμίων. Ἐπα‐ μινώνδας θαρρεῖν αὐτοὺς ἔπεισε δυσὶ τεχνάσμασι.79
5παρεσκεύασεν ἄνδρα ἀγνῶτα προελθοῦσιν αὐτοῖς τῆς πόλεως ἐστεφανωμένον καὶ ταινίας ἔχοντα πρῶτον ἀπαντῆσαι ἀγγέλλοντα· ‘ὁ Τροφώνιός μοι προσέταξεν ἀπαγγεῖλαι Θηβαίοις, ὅτι νίκην δίδωσι τοῖς ἄρχουσι τῆς μάχης.‘ τῶν δὲ Θηβαίων θαρσησάντων καὶ τὴν
10τοῦ θεοῦ πρόσθεσιν προσκυνησάντων Ἐπαμινώνδας ἐκέλευσε καὶ ἐς τὸ Ἡρακλεῖον ἐλθόντας προσεύξασθαι. ἦν δὲ ἄρα καὶ πρὸς τὸν ἱερέα τοῦ Ἡρακλέους πάλαι προσυγκείμενον, τὸν μὲν νεὼν νύκτωρ ἀνοῖξαι, τὰ δὲ ἀνακείμενα ὅπλα καθελεῖν καὶ ἀποσμήξαντα παραθεῖναι
15τῷ θεῷ· καὶ αὐτόν τε καὶ τοὺς μετ’ αὐτοῦ ζακόρους ἐκποδὼν οἴχεσθαι μηδενὶ μηδὲν ἀπαγγείλαντας. ἐπεὶ δὲ οἱ στρατιῶται σὺν ἡγεμόσιν ἐς τὸ ἱερὸν ἐλθόντες εἶδον τὰς θύρας ἀνεῳγμένας οὐδενὸς τῶν ζακόρων παρόντος, εἶδον δὲ καὶ τὰ ὅπλα τὰ παλαιὰ νεόσμηκτα
20καὶ λάμποντα ἔμπροσθεν τοῦ θεοῦ, ἠλάλαξαν καὶ δαιμονίου θάρσους ἐνεπλήσθησαν ὥσπερ τὸν Ἡρακλέα στρατηγὸν τῆς μάχης ἔχοντες. οὕτω δὴ συνέβη αὐτοῖς θαρσήσασι κρατῆσαι τῶν τετρακισμυρίων.

2

.

3

.

9

Ἐπαμινώνδας βουλόμενος ἐμβαλεῖν ἐς Λακεδαί‐
μονα, ἐπειδὴ τὸ Ὄνειον κατεῖχε φυλακὴ Λακωνικὴ, ἐνδειξάμενος ὡς μέλλων νυκτὸς παριέναι τὸ στράτευμα κατεκοίμισεν ὑπ’ αὐτῷ τῷ Ὀνείῳ. οἱ δὲ τὴν πάροδον80
5φρουροῦντες ἐν τοῖς ὅπλοις τὴν νύκτα ὅλην ἐταλαι‐ πώρησαν ἐγρηγορότες. ἐπεὶ δὲ ὑπέλαμψεν ἕως, ἀνα‐ στήσας τὸ στρατόπεδον Ἐπαμινώνδας ἐπέθετο τοῖς φύλαξιν ἐς ὕπνον τετραμμένοις καὶ χειρωσάμενος αὐτοὺς ῥᾳδίως παρῆλθεν.

2

.

3

.

10

Ἐπαμινώνδας ἐπεχείρησε νυκτὸς καταλαβέσθαι [τὴν] Λακεδαιμονίων πόλιν ἐρήμην οὖσαν πολιτῶν. Ἀγησίλαος τὴν ἐπίθεσιν παρὰ αὐτομόλων μαθὼν, συντόνως δραμὼν μετὰ τῆς αὑτοῦ δυνάμεως, φθάσας
5εἴσω τῆς πόλεως παρελθεῖν ἀνέμενε τοὺς Θηβαίους· οἱ δὲ προσπεσόντες ἐξώσθησαν μετὰ βίας ὑπὸ τῶν Λακεδαιμονίων. ὡς δὲ ἐν ἰσχυρῷ κινδύνῳ ταραχωδῶς ἐμπεσόντες καὶ διὰ νυκτὸς φεύγειν βιασθέντες ἀπέ‐ βαλον πολλοὶ τὰς ἀσπίδας, Ἐπαμινώνδας ἰδὼν τὸ
10γεγονὸς οὐ βουλόμενος ἐλεγχθῆναι τοὺς ῥιψάσπιδας ἐκήρυξε ‘μηδεὶς τῶν ὁπλιτῶν αὐτὸς φερέτω τὴν ἀσπίδα, ἀλλὰ διδότω τοῖς ὑπασπισταῖς ἢ τοῖς ἄλλοις ἀκολού‐ θοις· αὐτοὶ δὲ μόνα τὰ δόρατα καὶ τὰ ἐγχειρίδια ἔχον‐ τες τῷ ἡγεμόνι ἕπεσθε.‘ οὕτως ἄρα τὸ πλῆθος ἔλαθον
15οἱ τὰ ὅπλα ἀποβαλόντες καὶ προθυμότερον ὑπήκουον τῷ Ἐπαμινώνδᾳ πρὸς τοὺς μέλλοντας κινδύνους ἀντὶ τῆς εὐεργεσίας ταύτης.81

2

.

3

.

11

Ἐπαμινώνδας Λακεδαιμονίοις παρετάσσετο· τῆς δὲ μάχης καρτερᾶς γενομένης, πολλῶν ἀμφοτέρωθεν πεσόντων, νυκτὸς ἀφελομένης τὸ τέλος τῆς νίκης ἀνε‐ χώρησαν ἐπὶ τὸ στρατόπεδον ἕκαστοι. Λακεδαιμόνιοι
5μὲν δὴ κατὰ λόχους καὶ μόρας [καὶ] ἐνωμοτίας καὶ συσσίτια στρατοπεδεύοντες ἔμαθον τὸ πλῆθος τῶν ἀπολωλότων καὶ οὕτως ἀθυμήσαντες ἐς ὕπνον ἐτρά‐ ποντο. Θηβαίοις δὲ παρήγγειλεν Ἐπαμινώνδας κατα‐ στρατοπεδεύειν, ὡς ἔτυχον ἕκαστοι, καὶ μὴ ζητεῖν τοὺς
10λόχους μηδὲ τὰς τάξεις, ἀλλὰ ὡς τάχιστα δειπνοῦντας ἀναπαύεσθαι, ἄνδρα ἀνδρὶ ἐκ τῶν παρόντων ἐπιτη‐ δείων ἐπαρκέσαντα. συνέβη τοίνυν δειπνήσαντας αὐτοὺς διὰ τάχους ἀναπαύσασθαι· καὶ τὸ μέγιστον ἀγαθὸν, ἀγνοῆσαι τοὺς ἀπολωλότας οὐκ ἐν τοῖς οἰκείοις συσ‐
15σιτίοις, ἀλλὰ σποράδην δεδειπνηκότας. εἰκότως ἄρα τῆς ὑστεραίας Θηβαῖοι μὲν παραταξάμενοι γενναιότεροι ἐκράτησαν, Λακεδαιμόνιοι δὲ διὰ τὸν θάνατον τῶν οἰκείων ἐῴκεσαν προηττημένοις.

2

.

3

.

12

Ἐπαμινώνδας Θηβαίων [ἑξακισχιλίους] ἦγεν ἐπὶ
τετρακισμυρίους Σπαρτιατῶν καὶ τῶν συμμάχων. τῶν δὲ πολιτῶν, οἷον εἰκὸς, δεδιότων τὸ πλῆθος τῶν πο‐ λεμίων, τὴν δυσθυμίαν αὐτῶν ἰάσατο. ἦν ἐν Θήβαις82
5τὸ βρέτας τῆς Ἀθηνᾶς τὸ μὲν δόρυ τῇ χειρὶ διειληφὸς τῇ δεξιᾷ, τὴν δὲ ἀσπίδα κειμένην ἔχον πρὸ τῶν γονά‐ των. ὁ δὲ νύκτωρ τεχνίτην ἐπαγαγὼν μετεσχημάτισε τὸ ἄγαλμα καὶ τὴν θεὸν ἐποίησε διὰ πόρπακος ἔχουσαν τὴν ἀσπίδα. ἐπεὶ δὲ καιρὸς ἦν ἐξόδου, τοὺς νεὼς
10ἅπαντας ἀνέῳξεν ὡς θύσων ὑπὲρ τῆς στρατείας. οἱ δὲ στρατιῶται τὸ σχῆμα τῆς θεοῦ μεταβεβλημένον ἰδόντες κατεπλάγησαν ὡς τῆς Ἀθηνᾶς αὐτῆς ὁπλιζο‐ μένης κατὰ τῶν πολεμίων, καὶ πολὺς ἦν Ἐπαμινώνδας ἐγκελευόμενος θαρρεῖν ὡς τῆς θεοῦ τὴν ἀσπίδα κατὰ
15τῶν πολεμίων προβεβλημένης. οὕτως ἀνεθάρρησαν οἱ Θηβαῖοι καὶ συμβαλόντες ἠγωνίσαντο λαμπρῶς καὶ τοὺς πολλῷ πλείονας πολεμίους ἐνίκησαν.

2

.

3

.

13

Ἐπαμινώνδας πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ, Θεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων,
5τὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὖα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν [θέντας ὑφάψαι]. ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ Ἐπαμινώνδας ἐπὶ
τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας. οἱ δὲ αὖ83
10κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν πολεμίων ᾔσθοντο.

2

.

3

.

14

Ἐπαμινώνδας περὶ Τεγέαν διακινδυνεύων πρὸς Λακεδαιμονίους βουλόμενος ὑπερδεξίους καταλαβέσθαι τόπους, ἵνα λάθῃ τοὺς πολεμίους, προσέταξε τῷ ἱππάρχῳ μετὰ ἱππέων χιλίων ἑξακοσίων προϊππεῦσαι τῆς φά‐
5λαγγος καὶ πυκνὰς ποιεῖσθαι τὰς ἀναστροφὰς τῇδε κἀκεῖσε. ὡς δὲ πλεῖστον ἐπανέστησε κονιορτὸν ἐπι‐ σκοτῶν ταῖς τῶν πολεμίων ὄψεσιν, ὁ μὲν ἔλαθε κατα‐ σχὼν τὰ ὑπερδέξια· οἱ δὲ Σπαρτιᾶται, λήξαντος τοῦ κονιορτοῦ, τὸ γεγονὸς ἰδόντες ἐνόησαν τὴν αἰτίαν τῆς
10προϊππασίας.

2

.

3

.

15

Ἐπαμινώνδας προτρέπων Θηβαίους πρὸς αὐτοὺς ὁρμῆσαι Λακεδαιμονίους μέγιστον ἔχιν συλλαβὼν ἔδειξεν αὐτοῖς καὶ πάντων ἐναντίον τὴν κεφαλὴν τοῦ θηρίου συντρίψας ‘ὁρᾶτε‘, ἔφη, ‘ὅτι τὸ λοιπὸν σῶμα
5ἄχρηστον τῆς κεφαλῆς οἰχομένης· οὕτω δὴ (αἱ τῶν πολεμίων κεφαλαί), ἤν γε τὸ Λακωνικὸν τοῦτο συν‐
τρίψωμεν, τὸ λοιπὸν σῶμα τῶν συμμάχων ἄχρηστον.‘ τούτῳ τῷ παραδείγματι Θηβαῖοι πεισθέντες ὁρμήσαντες προθύμως ἐπὶ τὴν φάλαγγα τὴν Λακωνικὴν ἐτρέψαντο,84
10καὶ τὸ πλῆθος τῶν συμμάχων ἔφυγεν.

2

.

4

t

ΠΕΛΟΠΙΔΑΣ.

2

.

4

.

1

Πελοπίδας ἐπολιόρκει πόλεις ἀπεχούσας ἀλλήλων ἑκατὸν εἴκοσι στάδια. πλησίον ὢν τῆς ἑτέρας συνέ‐ ταξεν, ἐπειδὰν προσάγῃ τοῖς τείχεσι, τέσσαρας ἱππεῖς ἐστεφανωμένους θέοντας ἥκειν ἀγγέλλοντας τὴν ἑτέ‐
5ραν πόλιν ἑαλωκέναι. ὁ δὲ ἀκούσας ἀνέζευξεν ἐπὶ τὴν δοκοῦσαν ἡττᾶσθαι καὶ πρὸ τῶν τειχῶν ὕλην πολλὴν ἅψας καπνὸν ἤγειρε μέγαν, ἵνα τοῖς ἑτέροις ἐμποιήσῃ φαντασίαν πόλεως καταπεπρησμένης. οἱ δὲ, ὡς εἶδον, καταπλαγέντες τὴν μέλλουσαν ἅλωσιν σφᾶς
10αὐτοὺς τῷ Πελοπίδᾳ παρέδωκαν. ὁ δὲ τὴν παρὰ τούτων δύναμιν προσλαβὼν ἐπὶ τὴν ἑτέραν πόλιν ἐλθὼν κἀκείνην παρεστήσατο οὐκέτι θαρροῦσαν ἀντι‐ τάξασθαι. οὕτως ἄρα τὴν μὲν εἰληφέναι δόξας, τὴν δὲ λαβὼν ἀμφοτέρων ἐκράτησεν.

2

.

4

.

2

Πελοπίδας ἐν Θετταλίᾳ ποταμὸν διαβῆναι μὴ δυ‐ νάμενος ἐπικειμένων πολεμίων στρατοπεδεύσας τοῦ ποταμοῦ πρόσθεν χάρακα περιεβάλετο· πολλὴν ὕλην
τεμὼν ἀναπαύσας τοὺς στρατιώτας νυκτὶ μέσῃ τὸν85
5χάρακα κατέφλεξε. τοῦ δὲ πυρὸς ἐπὶ μέγα αἰρομένου πανταχόθεν οἱ μὲν πολέμιοι διώκειν ἐκωλύοντο, οἱ δὲ ἀμφὶ Πελοπίδαν ἀσφαλῶς τὸν ποταμὸν διῆλθον.

2

.

4

.

3

Θήβας ἐφύλασσε φρουρὰ Λακωνικὴ, καὶ φρούραρ‐ χος ἐπὶ τῆς Καδμείας ἐτέτακτο. ἦν Ἀφροδίτης ἑορτή· αἱ μὲν γυναῖκες ἔπαιζον τῇ θεῷ· οἱ δὲ ἄνδρες ἀμφὶ ταύτας εἶχον. ἔδοξε τῷ φρουράρχῳ τιμῆσαι τὴν θεόν·
5ἐκάλεσεν ἑταίρας. ἔχων ξιφίδιον κρυπτὸν [Πελοπίδας] εἰσέρχεται καὶ τὸν φρούραρχον ἀνελὼν ἠλευθέρωσε τὰς Θήβας.

2

.

5

t

ΓΟΡΓΙΔΑΣ.

2

.

5

.

1

Γοργίδας πρῶτος ἐν Θήβαις τὸν ἱερὸν λόχον συν‐ έταξεν. ὁ λόχος ἦν ἐρασταὶ καὶ ἐρώμενοι τριακόσιοι. φιλοῦντες γὰρ δὴ ἀλλήλους οὐκ ἄν ποτε φύγοιεν, ἀλλ’ ἢ ὑπὲρ ἀλλήλων ἀποθάνοιεν ἢ νικῷεν τοὺς πολεμίους.

2

.

5

.

2

Γοργίδας ἱππεῖς ἔχων Θηβαίους παρετάσσετο Φοι‐ βίδᾳ πελταστὰς ἔχοντι· στενόπορον ἦν τὸ χωρίον. Γοργίδας φεύγειν προσποιούμενος τοὺς πελταστὰς ἐπὶ πόδα ἀνεχώρει· τῶν δὲ πολεμίων ἐγκειμένων, ὑπήγαγεν
5αὐτοὺς ἐς τὴν εὐρυχωρίαν. ἔνθα δὴ Γοργίδας κράνος ἐπὶ δόρατος ἀνατείνας σημεῖον ἔδωκεν ἀναστροφῆς. ὡς δὲ ἐν πλατυτέρῳ χωρίῳ τὸ ἱππικὸν ἀνέστρεψε, τὴν
ἐμβολὴν τῶν ἵππων οὐ φέροντες οἱ πελτασταὶ προ‐ τροπάδην ἐς Θεσπιὰς ἔφυγον. ἀφ’ ὧν *** ἐν τῇ86
10φυγῇ· Φοιβίδας δὲ διώκων αὐτίκα φεύγων ᾤχετο.

2

.

6

t

ΔΕΡΚΥΛΙΔΑΣ.

2

.

6

.

1

Δερκυλίδας ὤμοσε Μειδίᾳ τῷ τυράννῳ τῆς Σκή‐ ψεως, ἐφ’ ᾧ τε προελθόντα καὶ ὁμιλήσαντα ταχὺ πάλιν εἰς τὴν πόλιν ἀφεῖναι. καὶ δὴ ὁ μὲν τύραννος προῆλθε· Δερκυλίδας δὲ προσέταξεν ἀνοῖξαι τὰς πύλας, εἰ δὲ
5μὴ, φονεύσειν αὐτὸν ἠπείλησεν. ἐπεὶ δὲ φοβηθεὶς ἀνέῳξεν, ‘ἀφίημί σε‘, ἔφη, ‘νῦν ἐς τὴν πόλιν· τοῦτο γὰρ ὤμοσα· κἀγὼ δὲ μετὰ τῆς ἐμῆς δυνάμεως εἰσέρ‐ χομαι.‘

2

.

7

t

ΑΛΚΕΤΑΣ.

2

.

7

.

1

Ἀλκέτας Λακεδαιμόνιος ἀπὸ Ἱστιαίας ὁρμώμενος βουλόμενος λαθεῖν, πεπληρωκὼς ναῦς πολλὰς, καθελ‐
κύσας τριήρη μίαν καὶ ἐς ταύτην ἀνὰ μέρος ἐμβιβάζων τοὺς στρατιώτας, ἵνα δοκοίη τοῖς πολεμίοις ἓν σκάφος87
5ἔχειν, ἤσκει τῶν τριήρων ἁπασῶν τὰ πληρώματα.

2

.

8

t

ΑΡΞΙΛΑΙΔΑΣ.

2

.

8

.

1

Ἀρξιλαΐδας ὁ Λάκων μετὰ στρατεύματος διαπο‐ ρεύεσθαι μέλλων ὁδὸν ὕποπτον, ὃ μὴ προῄδει γενό‐ μενον, ἐλογίζετο δὲ δύνασθαι γενέσθαι, τοῦτο ὡς προεγνωκὼς ἀπήγγειλε τῷ πλήθει καὶ προσέταξε διε‐
5σκευασμένους πρὸς μάχην ὁδοιπορεῖν ὡς τῶν πολεμίων λοχώντων. κατὰ τύχην δὲ εὑρεθέντος μεγάλου λόχου, ὡς ἂν οὐ προίδωσι τὴν τῶν πολεμίων παρασκευὴν, αὐτὸς φθάσας ἐπέθετο καὶ ῥᾳδίως ἅπαντας διέφθειρε τοὺς ἐνεδρεύσαντας τῷ προπαρεσκευάσθαι καταστρα‐
10τηγήσας.

2

.

9

t

ΙΣΙΔΑΣ.

2

.

9

.

1

Ἰσίδας ὁ Λάκων μετὰ τὴν περὶ Λεῦκτρα συμφο‐ ρὰν Γύθειον, τὸ τῆς Σπάρτης ἐπίνειον, Θηβαίων ἔμφρουρον ποιησάντων, ἑκατὸν ἡλικιώτας κοινωνοὺς προσλαβὼν λίπα τε ἐποίησεν αὐτοὺς ἀλείψασθαι καὶ
5στεφάνους ἐλαίας περιθέσθαι καὶ ξίφος ὑπὸ μάλης ἔχοντας ἕπεσθαι. αὐτὸς μὲν δὴ γυμνὸς ἐξῆλθε δρόμῳ πολλῷ· οἱ δὲ ἡλικιῶται γυμνοὶ συνέθεον. τῶν δὲ Θηβαίων ὑπὸ τοῦ σχήματος ἀπατηθέντων καὶ γυμνοὺς καὶ παίζοντας δεξαμένων οἱ Λάκωνες τὰ ξίφη σπασά‐88
10μενοι τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ ἐξέβαλον καὶ τὸ Γύθιον αὐτοὶ κατέσχον.

2

.

10

t

ΚΛΕΑΝΔΡΙΔΑΣ.

2

.

10

.

1

Κλεανδρίδας ὁ Λάκων ἐπὶ Τέριναν ἄγων τὴν στρα‐ τιὰν ὁδὸν κοίλην λάθρα προσπεσεῖν ἐπεχείρησε τοῖς Τε‐ ριναίοις· οἱ δὲ προαισθόμενοι δι’ αὐτομόλων σπεύ‐ σαντες ἐπὶ τὴν ὁδὸν ὑπὲρ κεφαλῆς ἐγένοντο τοῦ
5Κλεανδρίδου. ὁ δὲ, τῶν στρατιωτῶν ἀθύμως ἐχόν‐ των, θαρρεῖν αὐτοὺς κελεύσας τὸν κήρυκα διὰ τῆς στρατιᾶς ἦγε προστάξας ἀναβοᾶν· ὃς ἂν Τεριναίων τὸ σύνθημα λέγῃ τὸ προσυγκείμενον, τοῦτον φίλον ἡγεῖσθαι. ἀκούσαντες οἱ Τεριναῖοι τοῦ συντάγματος
10ὑπόπτως ἔσχον ὡς δὴ σφῶν αὐτῶν ὄντας τινὰς προ‐ δότας, καὶ ἔδοξεν αὐτοῖς τὴν ταχίστην ἀπαλλαγεῖσι φυλάττειν τὴν πόλιν. οἱ μὲν ἐξαπατηθέντες ἀπεχώ‐ ρουν. Κλεανδρίδας δὲ ἀκινδύνως ἀνεβίβασεν ἐπὶ τὰ ὑψηλὰ τὴν στρατιὰν, προσέτι καὶ λεηλατήσας τὴν χώραν
15ἀσφαλῶς ἀπηλλάγη.

2

.

10

.

2

Κλεανδρίδας Θουρίων ἡγούμενος μάχῃ νικήσας
Λευκανοὺς μετὰ τὴν νίκην ἦγε τοὺς Θουρίους ἐπὶ τὸν τόπον τῆς μάχης δεικνύων αὐτοῖς, ὅτι αὐτοὶ μὲν ἐν τῷ αὐτῷ μείναντες διὰ τοῦτο ἐνίκησαν, οἱ πολέμιοι89
5δὲ πολὺ ἀπ’ ἀλλήλων πεσόντες τοῦτο ἔπαθον τῷ μὴ μένειν, ἀλλὰ διεσπάσθαι. ταῦτα διεξιόντος πρὸς τοὺς Θουρίους, ἐπεφάνησαν οἱ Λευκανοὶ πολλῷ πλείονα δύναμιν ἔχοντες. ὁ δὲ ἐκ τῆς εὐρυχωρίας ἐς στενόπο‐ ρον χωρίον ὑπεξήγαγε τὴν ἑαυτοῦ στρατιὰν, ἵνα τὸ
10πλῆθος τῶν πολεμίων ἀχρεῖον κατασκευάσας ἴσους τοὺς αὑτοῦ στρατιώτας (ἐν) τῇ στενότητι τοῦ τόπου πρὸς τὸν κίνδυνον καταστήσῃ· καὶ δὴ πάλιν Λευκανοὺς ἐνίκησαν οἱ Θούριοι.

2

.

10

.

3

Κλεανδρίδας τοὺς ἀρίστους Τεγεατῶν λακωνίζειν ὑποπτευομένους ἐποίησεν ὑποπτοτέρους τὰ τούτων χωρία μόνον μὴ δῃώσας, τὰ δὲ τῶν ἄλλων λυμηνά‐ μενος. οἱ μὲν οὖν Τεγεᾶται σὺν πολλῇ ὀργῇ τοὺς
5ἄνδρας ἐς δίκην προδοσίας ὑπήγαγον· οἱ δὲ ἁλῶναι δείσαντες τὴν ψῆφον προλαβόντες προέδωκαν τὴν πόλιν τὴν ψευδῆ ὑποψίαν ἀληθῆ ποιῆσαι φόβῳ βια‐ σθέντες.

2

.

10

.

4

Κλεανδρίδας Λευκανοῖς πολεμῶν ὑπερέχων ἡμιολίῳ πλήθει λογισάμενος ὡς, εἰ φανερὸν τὸ πλῆθος γένοιτο τοῖς πολεμίοις, ἀναχωρήσουσι [μὴ] διακινδυνεύσαντες, τὴν φάλαγγα συνήγαγεν ἐς βάθος. ἐπεὶ δὲ Λευκανοὶ
5καταφρονήσαντες ὡς ὀλίγων ἐπὶ μῆκος ἐξέτειναν τὰ ζυγὰ ὑπερφαλαγγῆσαι πειρώμενοι καὶ βουλόμενοι καὶ * ἦν αὐτοῖς ἡ ἀναχώρησις ἡπλωμένης τῆς φάλαγγος, παρήγγειλε τοὺς ἐπιστάτας μεταβαίνειν εἰς παραστά‐ την· πολλῷ δὲ ποιήσας ὑπερμηκεστέραν τὴν τάξιν90
10ὑπερεφαλάγγησε τοὺς Λευκανούς. οἱ δὲ κυκλωθέντες, βαλλόμενοι πανταχόθεν πάντες ἀπώλοντο πλὴν ὀλίγων, [οἳ] διεσώθησαν αἰσχρῶς φεύγοντες.

2

.

10

.

5

Κλεανδρίδας Θουρίοις ἐλάττοσιν οὖσι παραγγέλλων μὴ συμβάλλειν πλήθει πολεμίων ἔφη ‘ὅπου μὴ ἐξαρκεῖ ἡ λεοντῆ, τότε χρὴ καὶ τῆς ἀλωπεκῆς προσράπτειν‘.

2

.

11

t

ΦΑΡΑΚΙΔΑΣ.

2

.

11

.

1

Φαρακίδας, Καρχηδονίων ἐφορμούντων Συρακού‐ σαις, περιπεσὼν κατὰ τὸν πλοῦν Καρχηδονίαις τριήρεσι καὶ ἀπὸ τούτων ἐννέα λαβὼν, ὅπως ἡσυχάσειαν οἱ Καρχηδόνιοι καταπλέοντος, ἐς τὰς αἰχμαλώτους τριή‐
5ρεις τὰς ἐννέα ἀνεβίβασε τοὺς ἰδίους ἐρέτας καὶ στρα‐ τιώτας· Καρχηδόνιοι γνωρίζοντες τὰ οἰκεῖα σκάφη προσπλέοντας αὐτοὺς τῷ λιμένι τῶν Συρακουσίων οὐκ
ἐκώλυσαν.91

2

.

12

t

ΔΗΙΦΟΝΤΗΣ.

2

.

12

.

1

Δηϊφόντης τοῖς Δωριεῦσι συνέταξεν ἐκκαλεῖσθαι τοὺς Ἀργείους ἐς μάχην. αὐτὸς δὲ τῶν νεῶν ἐπιβὰς ὑπὸ λόφῳ τινὶ περιωρμίσατο, ἔνθα οὐκ ἦν κάτοπτος. σκοπὸς ἤγγειλε ‘Δωριεῖς μὲν περιελαύνουσι λείαν,
5Ἀργεῖοι δὲ ἐκβοηθοῦσι τὸ στρατόπεδον καταλιπόντεσ‘. Δηϊφόντης καὶ οἱ σύμμαχοι τῶν νεῶν ἐκδραμόντες ἔρημον αἱροῦσι τὸ στρατόπεδον. Ἀργεῖοι πατέρων καὶ παίδων καὶ γυναικῶν ἑαλωκότων ἐφ’ ᾧ τε σῶσαι τούτους τήν τε χώραν καὶ τὰς πόλεις παρέδωκαν
10Δωριεῦσιν.

2

.

13

t

ΕΥΡΥΠΩΝ.

2

.

13

.

1

Εὐρυπῶν βασιλεὺς Λακεδαιμονίων ὁρῶν τὸν πρὸς Ἀρκάδας πόλεμον μηκυνόμενον στάσιν αὐτοῖς ἐμποιῆ‐ σαι μηχανώμενος κήρυκα ἔπεμψεν ἀγγέλλοντα ‘Λακε‐ δαιμόνιοι παύσονται πολεμοῦντες, ἐὰν τοὺς ἐναγεῖς
5ἐξελάσητε‘. τούτους δὲ εἶναι τοὺς Ἆγιν ἀνῃρηκότας. οἱ δὴ τοῦ φόνου τὴν αἰτίαν ἔχοντες, προσδοκῶντες ὑπὸ τοῦ δήμου διωχθήσεσθαι διὰ τὴν τῆς εἰρήνης ἐπιθυμίαν, σὺν ἐγχειριδίοις ἐλθόντες ἀπέσφαξαν ὅσους ἠδύναντο· πολλοὺς δὲ καὶ [δούλους] συμμάχους προσ‐
10εποιήσαντο τὴν ἐλευθερίαν ὑπισχνούμενοι. οἱ δὲ τῆς
εἰρήνης ἐπιθυμοῦντες συνετάχθησαν, ὥστε δίχα διαι‐ ρεθέντες, ὁπλισάμενοι, προελθόντες παρετάξαντο· οἱ δὲ τὰ τοῦ δήμου φρονοῦντες ἡττηθέντες, πρὸς μέρος τι τοῦ τείχους καταφυγόντες, τὰς πύλας ἀνοίξαντες92
15Λακεδαιμονίους ἐδέξαντο. οἱ δὲ κατέσχον τῇ στάσει Μαντίνειαν, ἧς τῷ πολέμῳ κρατεῖν οὐκ ἠδύναντο.

2

.

14

t

ΕΦΟΡΟΙ.

2

.

14

.

1

Οἱ Ἔφοροι μηνυθέντος ἐπιβουλεύειν Κινάδωνα συλλαβεῖν αὐτὸν ἐν τῇ πόλει συμφέρειν οὐχ ἡγούμε‐ νοι τῶν ἱππέων τινὰς κρύφα προπέμψαντες ἐς Αὐλῶνα τῆς Λακωνικῆς οὐ πρὸ πολλοῦ, τὸν Κινάδωνα καλέ‐
5σαντες μετὰ δύο στρατιωτῶν ἐς Αὐλῶνα ἔπεμψαν ὡς ἐπὶ πρᾶξιν ἀπόρρητον. ὡς δὲ ἀφίκετο, οἱ προπεμ‐ φθέντες ἱππεῖς συλλαβόντες αὐτὸν, στρεβλώσαντες, μα‐ θόντες τοὺς κοινωνοὺς τῆς ἐπαναστάσεως ἐπέστειλαν τοῖς Ἐφόροις. οἱ δὲ μαθόντες τοὺς μηνυθέντας ἄνευ
10ταραχῆς ἀπέκτειναν οὐ παρόντος τοῦ μεμηνυκότος.

2

.

14

.

2

Οἱ Ἔφοροι πυθόμενοι τοῖς Παρθενίαις σημεῖον συγκείμενον, ὅταν μέλλωσιν ἄρχεσθαι τῆς ἐπαναστά‐ σεως, ἐκ μέσης τῆς ἀγορᾶς πῖλον ἀνασχεῖν, προσέταξαν τῷ κήρυκι ἀναγορεῦσαι· ‘οἱ τὸν πῖλον αἴρειν μέλλοντες
5ἐκ τῆς ἀγορᾶς ἄπιτε.‘ τούτου δὲ κηρυχθέντος οἱ κοι‐ νωνοῦντες τῆς ἐπιθέσεως ἐπέσχον ὡς προεγνωσμένης τῆς πράξεως.93

2

.

15

t

ΙΠΠΟΔΑΜΑΣ.

2

.

15

.

1

Ἱπποδάμας ὑπὸ Ἀρκάδων ἐν Πρασιαῖς ἐπολιορ‐ κεῖτο. λιμὸς ἦν· οἱ Σπαρτιᾶται κήρυκα ἔπεμψαν· εἴσω παρελθεῖν Ἀρκάδες οὐκ ἐπέτρεψαν. Ἱπποδάμας ἀπὸ τοῦ τείχους τῷ κήρυκι ἀπεκρίνατο ‘τοῖς Ἐφόροις ἄγ‐
5γελλε τὴν γυναῖκα λύειν τὴν ἐν τῷ ἱερῷ τῆς Χαλ‐ κιοίκου δεδεμένην‘. οἱ μὲν Ἀρκάδες οὐκ ἐνόησαν· οἱ δὲ Λάκωνες συνῆκαν ὅτι λιμὸν λύειν ἐπιστέλλοι. ἦν γὰρ ἐν τῷ ἱερῷ τῆς Χαλκιοίκου ἀνακειμένη Λιμοῦ γραφὴ, γυνὴ (γεγραμμένη) ὠχριῶσα, λεπτὴ, τὼ χεῖρε
10ὀπίσω δεδεμένη· ὥστε τὸ ἀφανὲς τοῖς πολεμίοις φανε‐ ρὸν τοῖς πολίταις Ἱπποδάμαντος ἦν.

2

.

16

t

ΓΑΣΤΡΩΝ.

2

.

16

.

1

Γάστρων Λακεδαιμόνιος μέλλων ἐν Αἰγύπτῳ συμ‐ βαλεῖν τοῖς Πέρσαις μετενέδυσε τὰς πανοπλίας καὶ τὰς μὲν τῶν Ἑλλήνων τοῖς Αἰγυπτίοις, τὰς δὲ τῶν Αἰγυπτίων τοῖς Ἕλλησι περιέθηκε. κρύψας δὲ τοὺς
5Αἰγυπτίους (ἐν τοῖς Ἕλλησι) παρατάξας προῆγε τοὺς
Ἕλληνας. τῶν δὲ οὐδὲν ἐνδιδόντων, ἀλλ’ εἰς τοὔμ‐ προσθεν βιαζομένων καὶ προθύμως κινδυνευόντων ἐξανέστησε τοὺς Αἰγυπτίους ἐν τοῖς ὅπλοις τοῖς Ἑλλη‐ νικοῖς. ἰδόντες δὲ οἱ Πέρσαι καὶ τοὺς Ἕλληνας ὑπο‐94
10νοήσαντες ἐπιέναι λύσαντες τὴν τάξιν ἔφευγον.

2

.

17

t

ΜΕΓΑΚΛΕΙΔΑΣ.

2

.

17

.

1

Μεγακλείδας συμφυγὼν ἐς ὄρος δασὺ, πολιορ‐ κούμενος, διελὼν τοῦ στρατεύματος, ὃ μὲν ἀχρεῖον ἦν καὶ βαρύτερον, φεύγειν ἐκέλευσε διὰ τῆς ὕλης εἰδὼς, ὅτι φανερὸν ἔσται τοῖς πολεμίοις. οἱ μὲν ὥρμησαν
5ἐπὶ τοὺς φεύγοντας· ὁ δὲ τὴν εὔχρηστον καὶ γενναίαν δύναμιν ἔχων ἐπὶ τὴν ἐναντίαν ὁδὸν τῆς ὕλης τρα‐ πόμενος ὑπεξέφυγεν ἀσφαλῶς.

2

.

18

t

ΑΡΜΟΣΤΗΣ.

2

.

18

.

1

Ἁρμοστὴς Λακεδαιμόνιος ὑπὸ Ἀθηναίων ἐπολιορ‐ κεῖτο δυοῖν ἔτι λοιπὸν ἡμερῶν ἔνδον ἔχων τροφάς. κήρυξ ἧκε Σπαρτιάτης· οὐ συνεχώρουν Ἀθηναῖοι βα‐ δίζειν ἔσω τείχους, ἀλλὰ πρὸ τοῦ τείχους λέγειν ἃ
5βούλοιτο πάντων ἀκουόντων. ὁ κήρυξ, ‘θαρρεῖν‘, ἔφη, ‘κελεύουσί σε Λακεδαιμόνιοι καὶ προσδέχεσθαι βοήθειαν διὰ τάχουσ‘· ὁ δὲ ἁρμοστὴς ‘μὴ πάνυ‘, ἔφη, ‘σπεύσητε βοηθοῦντες· τροφὰς γὰρ ἔχω πέντε μηνῶν ἔτι‘. Ἀθηναῖοι, καὶ γὰρ χειμὼν προσῄει, [πρὸς]
10μακρὰν καὶ χειμερινὴν πολιορκίαν ἀπαγορεύσαντες καὶ
δὴ διαλύσαντες τὸ στρατόπεδον ᾤχοντο.95

2

.

19

t

ΘΙΒΡΩΝ.

2

.

19

.

1

Θίβρων ἐν Ἀσίᾳ χωρίον πολιορκῶν τὸν φρού‐ ραρχον ἔπεισεν ἐπὶ συνθήκας προελθεῖν ὀμόσας, εἰ μὴ συντιθοῖντο, πάλιν αὐτὸν ἐς τὸ φρούριον κατα‐ στήσειν. ὁ μὲν προῆλθε καὶ λόγων ἐκοινώνησεν· οἱ
5δὲ τοῦ φρουρίου φύλακες διαλύσεως ἐλπίδι ῥᾳθυμό‐ τερον εἶχον. ἐν τῷ καιρῷ τούτῳ προσβαλόντες οἱ Θιβρώνειοι κατὰ κράτος αἱροῦσι τὸ χωρίον. Θίβρων δὲ τὸν φρούραρχον ἐς τὸ χωρίον ἀγαγὼν πάλιν κατὰ τοὺς ὅρκους προσέταξεν αὐτὸν ἔνδον ἀναιρεθῆναι.

2

.

20

t

ΔΗΜΑΡΑΤΟΣ.

2

.

20

.

1

Δημάρατος ἐπιστέλλων Σπαρτιάταις περὶ τῆς Ξέρξου στρατείας ἐς πτύχα ἀκήρωτον τὴν ἐπιστολὴν γράψας ἐπεκήρωσεν, ἵνα ὡς ἄγραφος διὰ τῶν φυλά‐ κων κομισθῇ.

2

.

21

t

ΗΡΙΠΠΙΔΑΣ.

2

.

21

.

1

Ἡριππίδας ἀφικόμενος εἰς Ἡράκλειαν τὴν Τρα‐ χινίαν, συναγαγὼν ἐκκλησίαν, περιστήσας τοὺς ὁπλίτας ἐκήρυξε τοὺς Τραχινίους καθίσαι χωρίς. οἱ μὲν ἐκά‐ θισαν· ὁ δὲ ἐκέλευσεν αὐτοὺς, περὶ ὧν ἀδικοῦσι,
5Λακεδαιμονίοις κρίσιν ὑποσχεῖν, ὡς νόμιμόν ἐστιν ἐν τῇ Σπαρτιάτιδι, δεθέντας. ἐπεὶ δὲ ὑπὸ τῶν ὁπλιτῶν δεθέντες ἔξω πυλῶν ἤχθησαν, καὶ δὴ πάντες ἀνῃ‐ ρέθησαν.96

2

.

22

t

ΙΣΧΟΛΑΟΣ.

2

.

22

.

1

Ἰσχόλαος ἐν Αἴνῳ πλησίον ὁρῶν Ἀθηναίους ἐφορ‐ μοῦντας ναυσὶ πολλαῖς δεδοικὼς, μὴ νύκτωρ ἐπιπλεύ‐ σαντες πολλὰ τῶν πλοίων αὐτοῦ μετὰ βίας ἀποσπά‐ σωσι, πρὸς τὸν πύργον τὸν ἐπὶ τοῦ χώματος ἅπαντα
5προσαγαγὼν ἔδησεν ἐκ τῶν ἱστῶν· τὰ δὲ πορρωτέρω σχοινίοις ἐκ τῶν πλησιαιτέρων συνῆψεν, ὥστε τὸν σύν‐ δεσμον εἶναι δι’ ἀλλήλων. οἱ μὲν Ἀθηναῖοι νυκτὸς ἐπελθόντες ἀφέλκειν πειρώμενοι τῶν πλοίων οὐδὲν ἀπέσυραν· οἱ δὲ ἀπὸ τῆς Αἴνου τῶν φυλάκων ἀγγει‐
10λάντων ἐπεξελθόντες ἐδίωξαν τοὺς Ἀθηναίους, οἱ μὲν ἀπὸ τῆς γῆς, οἱ δὲ ἀπὸ τῶν νεῶν.

2

.

22

.

2

Ἰσχόλαος ἐν ὁδῷ κατὰ μὲν θάτερον ἀποκρήμνῳ καὶ σφαλερᾷ, κατὰ θάτερον δὲ ὄρος ἐχούσῃ, ὃ κατεῖχον οἱ πολέμιοι, πνεύματος γενομένου μεγάλου τὴν ὕλην ἐνέπρησεν· ὥστε τῶν παραφυλαττόντων πολεμίων ὑπὸ
5τοῦ καπνοῦ καὶ τοῦ πυρὸς διωχθέντων κατὰ τοῦτο τὸ μέρος ἀσφαλῶς τὴν δύναμιν ἤγαγεν.

2

.

22

.

3

Ἰσχόλαος ὑπὸ Χαβρίου πολιορκούμενος ἐν Δρυῒ μέλλοντος προσάγειν τοὺς κριοὺς αὐτὸς φθάσας μέρος
κατέβαλε τοῦ τείχους ἄμφω μηχανώμενος, τοῖς μὲν αὑτοῦ στρατιώταις ἀνδρειότερον ἀγωνίσασθαι τὸ τοῦ97
5τείχους ὀχυρὸν οὐκ ἔχουσι, τοῖς δὲ πολεμίοις τὸ κατα‐ πεφρονῆσθαι τὴν παρασκευὴν τῶν πολιορκητικῶν μη‐ χανημάτων. ἀμέλει τὴν ἑκούσιον ἀποτείχισιν φοβη‐ θέντες παρελθεῖν εἰς τὴν πόλιν οὐκ ἐθάρσησαν.

2

.

22

.

4

Ἰσχόλαος προσκαθημένων Ἀθηναίων πυθόμενος εἶναί τινας τῶν φυλάκων τοὺς προδιδόντας νύκτωρ ἐφοδεύων τὰς φυλακὰς ἑκάστῳ τῶν φυλάκων παρέ‐ ζευξε τῶν μισθοφόρων ἕνα. τοῦτο πράξας ἀταράχως
5ἔφυγε τὸν κίνδυνον τῆς προδοσίας.

2

.

23

t

ΜΝΑΣΙΠΠΙΔΑΣ.

2

.

23

.

1

Μνασιππίδας ὀλίγον πλῆθος ἦγεν. ἐπεὶ δὲ νυκτὸς ἐπέθεντο πολέμιοι, τοὺς ψιλοὺς καὶ τοὺς σαλπιγκτὰς ἐκέλευσεν ἐν τῷ σκότῳ περιελθόντας ὄπισθεν τῶν ἐπιτιθεμένων σημαίνειν τὸ πολεμικὸν καὶ ἀκροβολίζε‐
5σθαι. οἱ δὲ ὡς ὑπὸ πλήθους πολλοῦ κυκλούμενοι διὰ τάχους ἀνεχώρησαν.

2

.

24

t

ΑΝΤΑΛΚΙΔΑΣ.

2

.

24

.

1

Ἀνταλκίδας ἐν Ἀβύδῳ μετὰ ναυτικοῦ πλείονος διατρίβων Ἀττικὰς τριήρεις ὁρμούσας ἐν Τενέδῳ μαθὼν φοβουμένας ἐς Βυζάντιον διαπλεῦσαι πρὸς Ἰφικράτην, ἀγγείλαντος τινὸς, ὡς Ἰφικράτης πολιορκοίη Χαλκηδο‐
5νίους φίλους ὄντας, παρήγγειλεν ἀποπλεῖν ἐς Χαλκη‐ δόνα καὶ ἀναχθεὶς ἐνήδρευσε περὶ τὴν Κυζικηνήν. οἱ δὲ ἀπὸ τῆς Τενέδου τὴν ἀναγωγὴν τὴν Ἀνταλκίδου πυθόμενοι κατὰ τάχος ἐπειρῶντο πρὸς τὸν Ἰφικράτην πλεῖν. ἐπεὶ δὲ ἐγένοντο κατὰ τὰς τῶν πολεμίων τριή‐98
10ρεις οὐχ ὁρωμένας, ἀλλὰ ἀφανῶς ἐφορμούσας, Ἀνταλ‐ κίδας ἄφνω προσπεσὼν ταῖς Ἀττικαῖς τὰς μὲν κατέδυσε, τῶν δὲ πλειόνων ἐκράτησεν.

2

.

25

t

ΑΓΗΣΙΠΟΛΙΣ.

2

.

25

.

1

Ἀγησίπολις Μαντίνειαν ἐπολιόρκει μετὰ τῶν συμ‐ μάχων, οἳ πρὸς τοὺς Μαντινεῖς εὖ διακείμενοι διὰ τὸ Λακεδαιμονίους ἄρχειν τῆς Ἑλλάδος εἵποντο μὲν ἐπὶ τὸν πόλεμον, κρύφα δὲ εἰσέπεμπον τοῖς Μαντινεῦσι
5νυκτὸς ὧν ἐδέοντο. Ἀγησίπολις μαθὼν τὰ δρώμενα κύνας περὶ τὸ στρατόπεδον ἠφίει πολλοὺς, [τοὺς] πλείονας δὲ κατὰ τὸ μέρος τὸ πρὸς τὴν πόλιν, ὅπως μηδεὶς αὐτομολοίη φυλαττόμενος ὑπὸ τῶν κυνῶν ἁλῶναι.

2

.

26

t

ΣΘΕΝΙΠΠΟΣ.

2

.

26

.

1

Σθένιππος Λάκων ζημιωθεὶς χρήμασιν ὑπὸ τῶν Ἐφόρων προσποιητῶς, αὐτομολῆσαι πρὸς τοὺς Τεγε‐ άτας ὑποκρινάμενος, δεξαμένων αὐτὸν ὡς αἰτίαν ὀργῆς δικαίας ἔχοντα, τοὺς διαπολιτευομένους τῷ ἄρχοντι
5αὐτῶν Ἀριστοκλεῖ διαφθείρας μετὰ τούτων πομπῆς
οὔσης θύειν αὐτὸν μέλλοντα προσπεσὼν ἀπέκτεινεν.99

2

.

27

t

ΚΑΛΛΙΚΡΑΤΙΔΑΣ.

2

.

27

.

1

Καλλικρατίδας Κυρηναῖος τὸν τὴν ἄκραν Μαγνη‐ σίας φυλάσσοντα [ᾔτησε τραυματίας] αὐτοῦ δέξασθαι τέσσαρας. τοῦ δὲ ἐπιτρέψαντος ἕκαστον θωρακίσας κατέκλινε σπάθας αὐτοῖς παραθεὶς, χλανίδα ἐπιβαλὼν
5ἄνωθεν. ἐπεὶ δὲ κλίνας τέσσαρας φέροντες ἔνδον πυλῶν ἐγένοντο, εἴκοσιν ὁμοῦ νεανίαι ὡπλισμένοι τοὺς φύλακας ἀποσφάξαντες τὴν ἄκραν κατέσχον.

2

.

27

.

2

Καλλικρατίδας ἐν Μαγνησίᾳ πολιορκούμενος τῶν πολεμίων κριοὺς προσαγόντων τοῖς τείχεσιν αὐτὸς κατὰ τὸ ἀπρόσμαχον τοῦ τείχους παραρρήξας τοῦ πύργου μέρος, παραφυλάξας τὸν καιρὸν τῆς τῶν
5προσβαλλόντων διαδοχῆς περιῆλθε τὸ τεῖχος καὶ κατὰ νώτου προσπεσὼν πολλοὺς μὲν αὐτῶν διέφθειρεν, οὐκ ὀλίγους δὲ ἐζώγρησε· μετὰ δὲ τὴν νίκην τὸ τεῖχος ἀνῳκοδόμησεν.

2

.

28

t

ΜΑΓΑΣ.

2

.

28

.

1

Μάγας ἀπὸ Κυρήνης ἐκστρατεύων κατέλειπε μὲν
καὶ τῶν φίλων τοὺς φρουρήσοντας τὴν πόλιν, ὄργανα δὲ καὶ βέλη καὶ μηχανήματα κατέκλειεν εἴσω τῆς ἄκρας, ἀφῄρει δὲ καὶ τῶν τειχῶν τὰς ἐπάλξεις, ὅπως εἴ τινες100
5νεωτερίσειαν, ἀνεῳγυῖαν ἔχοι τὴν διὰ τῶν πυλῶν εἴσοδον.

2

.

28

.

2

Μάγας Παραιτώνιον κατασχὼν συνέταξε τοῖς φρυκτωροῖς πυρσὸν φίλιον αἴρειν ἑσπέρας καὶ πάλιν βαθέος ὄρθρου τὸν αὐτόν. τῇ τῶν πυρσῶν ἀπάτῃ προῆλθε τῆς χώρας ἄχρι τοῦ Χῖ καλουμένου.

2

.

29

t

ΚΛΕΩΝΥΜΟΣ

2

.

29

.

1

Κλεώνυμος, Λακεδαιμονίων βασιλεὺς, Τροιζῆνα πολιορκῶν κατὰ πολλὰ μέρη τῆς πόλεως ὀξυβελεῖς περιστήσας ἐκέλευσεν ἀφιέναι τοῖς βέλεσιν ἐπιγράψας ‘ἥκω τὴν πόλιν ἐλευθερώσων‘. ἔχων δὲ καὶ Τροιζη‐
5νίους αἰχμαλώτους ἀφῆκεν ἄνευ λύτρων. οἱ μὲν αἰχμάλωτοι εἴσω παρελθόντες εὐηγγελλίζοντο. Εὐδα‐ μίδας δὲ, στρατηγὸς Κρατεροῦ, φυλάττων τὴν πόλιν τοῖς νεωτερίζουσι παρετάττετο. καὶ δὴ τῶν ἔνδον ἀλλήλοις μαχομένων Κλεώνυμος προσθεὶς κλίμακας
10ἐξεῖλε τὴν πόλιν καὶ διήρπασε καὶ Σπαρτιάτην ἁρμο‐ στὴν μετὰ φρουρᾶς ἐπέστησεν.

2

.

29

.

2

Κλεώνυμος Ἔδεσσαν πολιορκῶν, τοῦ τείχους πε‐
σόντος, τῶν πολεμίων ἐπελθόντων σαρισοφόρων— ἑκάστη σάρισα πηχῶν ἦν ἑκκαίδεκα—ἐπύκνωσε τὴν αὑτοῦ φάλαγγα ἐς βάθος· τοὺς δὲ πρωτοστάτας καὶ101
5τοὺς τούτων ἐπιστάτας ἄνευ δοράτων ἔταξε παραγγεί‐ λας, ἂν συμμίξωσιν οἱ σαρισοφόροι, διαλαβεῖν ἀμφο‐ τέραις ταῖς χερσὶ τὴν σάρισαν καὶ κατέχειν, τοὺς δὲ ἑπομένους παρὰ πλευρὸν ἑκάστου παρελθόντας ἐνεργεῖν τὴν μάχην. οἱ μὲν ἐλάβοντο τῶν σαρισῶν (οἱ δὲ)
10ἀνθέλκοντες, οἱ δὲ κατόπιν παρελθόντες ἀνεῖλον τοὺς σαρισοφόρους, καὶ ἄχρηστον ἠλέγχθη τὸ σαρίσης μέγεθος τῇ Κλεωνύμου δεινότητι.

2

.

30

t

ΚΛΕΑΡΧΟΣ.

2

.

30

.

1

Κλέαρχος Ἡρακλεώτης ἀκρόπολιν ἀναστῆσαι βου‐ λόμενος μισθοφόρους συνέταξε λεληθότως ἐξιέναι νυκτὸς, λωποδυτεῖν, ἁρπάζειν, ὑβρίζειν, τιτρώσκειν. ἀγανακτοῦντες οἱ πολῖται παρεκάλεσαν Κλέαρχον βοη‐
5θεῖν· ὁ δὲ οὐκ ἄλλως ἔφη δυνατὸν εἶναι τὴν ἀπόνοιαν αὐτῶν κατασχεῖν, εἰ μή τις αὐτοὺς περιτειχίσειεν. συγχωρησάντων Ἡρακλεωτῶν τόπον τῆς πόλεως περι‐ τειχίσας ἀκρόπολιν κατασκευάσας οὐκ ἐκείνους ἐκώ‐ λυσεν, ἀλλ’ αὑτῷ τὸ ἐξεῖναι πάντας ἀδικεῖν παρέσχεν.

2

.

30

.

2

Κλέαρχος Ἡρακλείας τύραννος ἐλογοποίησεν, ὡς ἀπαλλαγῆναι βουλόμενος μετὰ τῶν δορυφόρων καὶ τῇ
βουλῇ τῶν τριακοσίων παραδοῦναι τὰ πράγματα. οἱ δὲ συνῆλθον ἐς τὸ βουλευτήριον ὡς ἐπαινεσόμενοι102
5Κλέαρχον καὶ τὴν ἐλευθερίαν ἀποληψόμενοι· ὁ δὲ περιστήσας τῷ βουλευτηρίῳ στρατιώτας τῶν τριακοσίων ὑπὸ τοῦ κήρυκος ἀνακαλουμένων καθ’ ἕνα συλλαβὼν ἐκέλευσε πάντας ἄγειν ἐς τὴν ἀκρόπολιν.

2

.

30

.

3

Κλέαρχος βουλόμενος πολλοὺς τῶν πολιτῶν ἀπο‐ κτεῖναι πρόφασιν οὐκ ἔχων κατέλεξε τοὺς ἀπὸ ἑκκαί‐ δεκα ἐτῶν μέχρι πέντε καὶ ἑξήκοντα ἐπὶ στρατείαν ἐν τοῖς κυνικοῖς καύμασιν ὡς πόλιν Ἀστακὸν πολιορ‐
5κήσων. ἐπεὶ δὲ ἧκε τῆς Ἀστακοῦ πλησίον, τοὺς μὲν πολίτας ἐν ἑλώδει χωρίῳ καὶ νηνέμῳ καὶ μεστῷ στα‐ σίμων ὑδάτων ἐκέλευσε στρατοπεδεῦσαι παραγγείλας προσέχειν, μὴ Θρᾷκες ἐπιφανῶσιν ἐκ τῆς χώρας. αὐτὸς δὲ ὡς κακοπαθήσων περὶ τὴν πολιορκίαν μετὰ τῶν
10ξένων ὑψηλὰ χωρία καὶ σύσκια, ὕδασιν ἐπιρρεόμενα καταλαβόμενος ἐστρατοπέδευσεν καὶ μέχρι τοσούτου τὴν πολιορκίαν παρέτεινεν, ἕως τοὺς πολίτας αὐτοῦ διέφθειρεν ὥρᾳ θέρους τὸ ἑλῶδες καὶ ἐπίνοσον τοῦ στρατοπέδου. ἐπεὶ δὲ διεφθάρησαν ἅπαντες, τότε μετὰ
15τῶν μισθοφόρων ἀνέζευξε λοιμῷ προσθεὶς τὴν αἰτίαν τῆς τῶν πολιτῶν τελευτῆς.

2

.

31

t

ΑΡΙΣΤΟΜΕΝΗΣ [ΛΑΚΕΔΑΙΜΟΝΙΟΣ].

2

.

31

.

1

Ἀριστομένης Λακεδαιμόνιος, Διονυσίῳ συμμαχῶν, τροπῆς βραχείας γενομένης ὁρῶν τὰς τριήρεις ἀναμε‐
μιγμένας παρήγγειλε τοῖς αὑτοῦ στρατιώταις βοᾶν ‘ἔα φεύγειν‘. οἱ πολέμιοι τῆς βοῆς ταύτης ἀκούσαντες103
5ἐς φυγὴν ἐτράποντο δόξαντες κατὰ κράτος ἡττᾶσθαι.

2

.

31

t2

[ΑΡΙΣΤΟΜΕΝΗΣ ΜΕΣΗΝΙΟΣ.]

2

.

31

.

2

Ἀριστομένης, Μεσηνίων, τρὶς ἑκατομφόνια θύσας κατὰ Λακεδαιμονίων ἰσχυροῖς ποτὲ τραύμασι περιπεσὼν ἑάλω σὺν ἄλλοις πλείοσιν. ἔδοξε τοῖς Λάκωσιν ἅπαντας κατακρημνίσαι, τοὺς μὲν ἄλλους
5γυμνοὺς, τὸν δὲ Ἀριστομένην διὰ τὴν δόξαν τῆς ἀρετῆς ἐν τοῖς ὅπλοις. οἱ μὲν δὴ ἄλλοι κατενεχθέντες παραχρῆμα ἐτελεύτησαν· τοῦ δὲ Ἀριστομένους ἡ ἀσπὶς ἐφελκομένη τὸν ἀέρα ἐλαφρῶς αὐτὸν ἐπὶ τὴν γῆν κατήνεγκεν. ὁ δὲ ἐς τὸ ὕψος ἀναβλέπων καὶ τοὺς
10κρημνοὺς ἐν κύκλῳ περιέχοντας οὐκ ἀνῆκε τῆς ἐλπίδος, ἀλλὰ τὸ σύμπαν ὄρος ἀνασκοπούμενος, κατανοήσας εἴσδυσιν στενωτάτην καὶ δι’ αὐτῆς ἀλώπεκας εἰσιούσας, ἀπὸ τῶν κειμένων νεκρῶν ὀστοῦν κλάσας, μιᾶς τῶν ἀλωπέκων λαβόμενος τῆς οὐρᾶς, δακνόμενος ὑπ’ αὐτῆς
15συνεξεδύετο τὰ στενόπορα τοῦ ὄρους τῷ ὀστῷ παραι‐ ρῶν καὶ παρακόπτων, καὶ τὸ ** συνεξέθει. καὶ δὴ διεξελθὼν ἧκεν ἐς τοὺς Μεσηνίους προϊέναι μέλλοντας ἐς μάχην καὶ αὐτίκα ὁπλισάμενος αὐτὸς ἡγεῖτο τῆς φάλαγγος. οἱ δὲ Λάκωνες Ἀριστομένην πάλιν ἰδόντες
20ἐν τοῖς ὅπλοις, πάλιν ἀριστεύοντα, πάλιν διώκοντα, τὸν βεβλημένον κατὰ τῶν κρημνῶν, ἀφ’ ὧν οὐδεὶς ἐσώθη πώποτε, πάντες ἐνέκλιναν εἰς φυγὴν θνητῆς φύσεως μείζονα εἶναι τὸν ἄνδρα ἡγούμενοι.104

2

.

31

.

3

Ἀριστομένης Μεσήνιος αἰχμάλωτος ὑπὸ Λακεδαι‐ μονίων καὶ φρουρούμενος [τούτων κοιμωμένων] τῷ παρακειμένῳ πυρὶ προσεκύλισεν ἑαυτὸν καὶ τοὺς δε‐ σμοὺς κατακαύσας τοὺς μὲν φύλακας ἀνεῖλε, κρύφα δὲ
5ἐς τὴν Σπάρτην παρελθὼν καὶ τὰς ἀσπίδας αὐτῶν προσηλώσας τῷ τεμένει τῆς Χαλκιοίκου ἐπέγραψεν· Ἀριστομένης ἀπὸ Λακεδαιμονίων ἀβλαβὴς ἀνεσώθη. τοῦτο ποιήσας ἐς Μεσήνην ἐπανῆλθε.

2

.

31

.

4

Ἀριστομένης ὁ Μεσήνιος Λακεδαιμονίων πάνδη‐ μον θυσίαν τοῖς Διοσκούροις ἐπιτελούντων μετὰ ἑνὸς φίλου λευκῶν ἵππων ἐπέβησαν ἄμφω καὶ ταῖς κεφαλαῖς [πίλους] περιεθηκάτην [καὶ] χρυσοῦς ἀστέρας· καὶ νυκτὸς
5ἤδη προϊούσης ἐπεφάνησαν κατὰ σύμμετρον διάστημα τοῖς Λακεδαιμονίοις ἔξω πόλεως μετὰ γυναικῶν καὶ παι‐ δίων πανηγυρίζουσιν. οἱ μὲν δὴ Διοσκούρων ἐπιφάνειαν οἰηθέντες γεγονέναι προῄεσαν ἐς μέθην καὶ ἡδονὴν πλείονα· οἱ δὲ ἀπὸ τῶν ἵππων καταβάντες, τὰ ξίφη
10σπασάμενοι, πλείστους καταφονεύσαντες αὐτῶν καὶ δὴ ἀφιππεύσαντες ᾤχοντο.

2

.

32

t

ΚΙΝΕΑΣ.

2

.

32

.

1

Ὁ περὶ Μαντίνειαν ἀγὼν ἴσος ἦν Θηβαίοις καὶ Μαντινεῦσιν· ἔμελλον οἱ Μαντινεῖς ἐπικηρυκεύεσθαι πρὸς Θηβαίους περὶ νεκρῶν ἀναιρέσεως. Κινέας ὁ Ἀθηναῖος, ἐτεθνήκει δὲ ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος105
5ἐν τῇ μάχῃ, πρὸς τοὺς Μαντινέας ἔφη, μᾶλλον ἂν τὸν ἀδελφὸν ἄταφον περιιδεῖν ἢ τοῖς πολεμίοις ἧτταν ὁμολογῆσαι βούλεσθαι· καὶ γὰρ τὸν ἀδελφὸν διὰ τοῦτο προθύμως ἀποθανεῖν, ἵνα μὴ σταθείη τρόπαιον κατ’ αὐτοῦ καὶ κατὰ τῆς πατρίδος. οἱ Μαντινεῖς ἀκού‐
10σαντες τῆς ἐπικηρυκείας ἀπετράποντο.

2

.

33

t

ΗΓΗΤΟΡΙΔΗΣ.

2

.

33

.

1

Θάσον ἐπολιόρκουν Ἀθηναῖοι. νόμον ἐκύρωσαν Θάσιοι· ‘τῷ γράψαντι σπείσασθαι πρὸς Ἀθηναίους θάνατος ἔστω.‘ Ἡγητορίδης Θάσιος ὁρῶν πολλοὺς πολίτας ἀπολλυμένους μακρῷ πολέμῳ καὶ λιμῷ βρόχον
5τῷ τραχήλῳ περιβαλὼν ἐς ἐκκλησίαν εἰσελθὼν ‘ἄνδρεσ‘, ἔφη, ‘πολῖται, ἐμοὶ μὲν ὡς βούλεσθε καὶ ὡς ὑμῖν συμφέρει χρήσασθε, τοὺς δὲ ὑπολειπομένους πολίτας διασώσατε τῷ ἐμῷ θανάτῳ λύσαντες τὸν νόμον.‘ Θάσιοι ταῦτα ἀκούσαντες καὶ τὸν νόμον ἔλυσαν καὶ τὸν Ἡγη‐
10τορίδην σῶον ἐφύλαξαν.

2

.

34

t

ΔΕΙΝΙΑΣ.

2

.

34

.

1

Δεινίας Τελεσίππου, Φεραῖος, ἐν Κραννῶνι τῆς Θετταλίας διῆγε θηρεύων ὅσα ἐν λίμναις καὶ ποτα‐
μοῖς ὀρνίθια. ἀπὸ τοιούτου βίου προῆλθεν ἐπὶ τυ‐ ραννίδα διὰ τοιαύτης τέχνης. οἱ Κραννώνιοι τὴν φυ‐106
5λακὴν τῆς πόλεως ἀπεμίσθουν. ὁ Δεινίας ἐμισθώσατο καὶ μέχρι τριῶν ἐτῶν ἀκριβεστάτην ἐποιεῖτο τὴν φυλακὴν, ὥστε τὰς νύκτας εἶναι τῶν ἡμερῶν ἀσφα‐ λεστέρας τοῖς ἀωρὶ βαδίζουσιν. ἐπαινούμενος ἐπὶ τούτοις ἀεὶ καὶ πλείονας προσεμισθοῦτο φύλακας, ὡς
10μᾶλλον εὐδοκιμοίη, τὴν φρουρὰν ἰσχυροτέραν ποιού‐ μενος. τῆς δὲ πόλεως τὴν τοῦ σίτου δεκάτην ἀπομι‐ σθούσης ἀδελφὸν αὑτοῦ νεώτερον τὰ τέλη καθῆκε μισθωσόμενον ὑπεράρας εἰς πολὺ τὴν πρόσοδον. οὕτω δὴ τὸν ἀδελφὸν δεκατηλόγον τῆς χώρας ἀποδείξας
15καὶ πολλοὺς νεανίσκους ἀκμάζοντας ἐγχειρίσας αὐτῷ, περιπόλους τῶν χωρίων καὶ συλλογέας τῶν δεκατευο‐ μένων καρπῶν, ἑορτῆς οὔσης τῶν καλουμένων Ἰτω‐ νίων, ἐν ᾗ πάντες Κραννώνιοι παίζουσιν, ἀναμίξας τοῖς ἐν τῇ πόλει φύλαξι τοὺς ἀπὸ τῆς πόλεως τελώνας
20καὶ νήφοντας ἐπιστήσας οἰνωμένοις πλείους χιλίων πολίτας ἀποκτείνας τύραννος Κραννωνίων ἐγένετο.

2

.

35

t

ΝΙΚΩΝ.

2

.

35

.

1

Νίκων πειρατὴς ἐκ Φερῶν τῶν ἐν Πελοποννήσῳ συνεχῶς ὁρμώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ‐ μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλὼν
προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό‐107
5μενον· ὁ δὲ ὑπέσχετο παραδώσειν αὐτοῖς τὰς Φεράς, εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ‐ λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα‐
10μένους. προσελθὼν δὲ τῷ τείχει περὶ δευτέραν φυλα‐ κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπών. τῶν δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν‐ των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες, ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν
15πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν‐ τες τῆς πόλεως ἐκράτησαν.

2

.

36

t

ΔΙΟΙΤΑΣ.

2

.

36

.

1

Διοίτας, στρατηγὸς Ἀχαιῶν, τὴν Ἡραιέων πόλιν φανερῶς ἑλεῖν οὐ δυνάμενος ἀφανῶς εἷλε φθείρας μεγάλοις χρήμασι τῶν Ἡραιέων τινάς. οἳ φοιτῶντες ἐπὶ τὰς πύλας πολλάκις καὶ καθομιλοῦντες τοὺς πεπι‐
5στευμένους τὰς κλεῖδας τῶν πυλῶν καὶ σὺν αὐτοῖς πίνοντες ἔλαθον ἀπομαξάμενοι τὰς βαλανάγρας καὶ τὰ ἐκμαγεῖα τῷ Διοίτᾳ διέπεμψαν. ὁ δὲ παραπλησίας καὶ ἴσας κλεῖδας ταῖς δημοσίαις κατασκευάσας ἀντέ‐
πεμψεν αὐτοῖς νύκτα συνθέμενος, καθ’ ἣν οἱ μὲν108
10ἀνέῳξαν τὰς πύλας, ὁ δὲ Διοίτας μετ’ ὀλίγων στρα‐ τιωτῶν εἰσῆλθεν. ἑνὶ μὲν τῷ στρατηγήματι τῶν βαλαναγρῶν παρέσχεν αὐτοῖς τὴν εἴσοδον· ἑτέρῳ δὲ εἰσελθὼν ἐχρήσατο. ἐπειδὴ γὰρ οἱ Ἡραιεῖς τοῦ γενο‐ μένου συνέντες ἐξεπήδησαν, πολλοί τε ὄντες καὶ τῶν
15τῆς πόλεως τόπων ἔμπειροι, φοβηθεὶς αὐτοὺς Διοίτας τοὺς σαλπιγκτὰς ἐκέλευσε κατὰ πολλὰ μέρη τῆς πόλεως διαστάντας τὸ πολεμικὸν σημαίνειν. οἱ δὲ Ἡραιεῖς πολλαχόθεν πολλῶν σαλπίγγων ἀκούοντες, περιηχού‐ μενοι, πάντα μεστὰ πολεμίων εἶναι νομίσαντες ἐξέλιπον
20τὴν πόλιν καὶ μεθ’ ἡμέραν ἐπρεσβεύσαντο πρὸς Διοίταν ἱκετεύοντες ἀπολαβεῖν τὴν πατρίδα ὡς εἰσαῦθις ὑπή‐ κοοι γενησόμενοι τοῖς Ἀχαιοῖς.

2

.

37

t

ΤΙΣΑΜΕΝΟΣ.

2

.

37

.

1

Τισαμενὸς ἄγων τὸ στρατόπεδον ὄρνεις πολλοὺς ἰδὼν ὑπὲρ τὸν τόπον πετομένους, οὐ μὴν ἐπὶ γῆς ἱζάνοντας συνῆκεν, ὡς δεδιότες ἀνθρώπους ἐγκαθη‐ μένους ἱζάνειν ὀκνοῖεν· καὶ τὸ χωρίον ἐρευνησάμενος
5τοῖς ἐγκαθημένοις ἐπιθέμενος κατέκοψε τοὺς λοχῶν‐ τας Ἴωνας.

2

.

38

t

ΟΝΟΜΑΡΧΟΣ.

2

.

38

.

1

Ὀνόμαρχος Φωκεὺς πολιορκουμένης Ἐλατείας ὑπὸ
Βοιωτῶν τὴν δύναμιν ἐξαγαγὼν, τὰς πύλας ἀποικο‐ δομήσας, τέκνα μὲν καὶ γυναῖκας καὶ μητέρας ἔστησεν ἐφεξῆς καὶ πατέρας· πρὸ δὲ τούτων τοὺς ὁπλίτας109
5ἔταξε. Πελοπίδας συνεὶς τὴν παρασκευὴν τῆς ἀπο‐ νοίας, ὡς ἀποθνήσκειν ἢ κρατεῖν προθυμοῖντο, μὴ συνάψας μάχην ἀνεχώρησεν.

2

.

38

.

2

Ὀνόμαρχος Μακεδόσι παρατασσόμενος ὄρος μη‐ νοειδὲς κατὰ νώτου λαβὼν καὶ ταῖς ἑκατέρωθεν κορυ‐ φαῖς ἐγκατακρύψας πέτρους καὶ πετροβόλους προῆγε τὴν δύναμιν ἐς τὸ ὑποκείμενον πεδίον. ὡς δὲ οἱ
5Μακεδόνες ἀντεπιόντες ἠκροβολίσαντο, οἱ Φωκεῖς προσεποιήσαντο φεύγειν ἐς τὰ μέσα τοῦ ὄρους. οἱ μὲν δὴ Μακεδόνες θυμῷ καὶ ῥύμῃ διώκοντες ἐπέκειντο, οἱ δὲ ἀπὸ τῶν κορυφῶν τοὺς πέτρους βάλλοντες συν‐ έτριβον τὴν Μακεδονικὴν φάλαγγα. τότε δὴ Ὀνό‐
10μαρχος ἐσήμηνεν τοῖς Φωκεῦσιν ἐπιστρέφειν καὶ τοῖς πολεμίοις ἐμβάλλειν. οἱ δὲ Μακεδόνες, τῶν μὲν ὄπι‐ σθεν ἐμβαλλόντων, τῶν δὲ ἄνωθεν τοὺς πέτρους βαλ‐ λόντων, σὺν πολλῷ πόνῳ φυγόντες ἀνεχώρησαν. ἐν ταύτῃ τῇ φυγῇ τὸν βασιλέα τῶν Μακεδόνων Φίλιππον
15φασὶν εἰπεῖν ‘οὐκ ἔφυγον, ἀλλ’ ἀνεχώρησα ὥσπερ οἱ
κριοὶ, ἵν’ αὖθις ποιήσωμαι σφοδροτέραν τὴν ἐμβολήν‘.110

3

pin

t

Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ τῶν Πολυαίνου στρατηγημάτων.

3

pin

col1

Δημοσθένης .......... β Πάχης ............... α Τολμίδης ............ α Φορμίων ............. γ
5Κλεισθένης .......... α Φρύνιχος ............ α Λαχάρης ............. γ
Ἀρχῖνος ............ αColumn end

3

pin

col2

Ἰφικράτης .......... ξγ Τιμόθεος ............ ιζ Χαβρίας ............. ιε Φωκίων .............. α
5Χάρης ............... γ Χαρίδημος ........... α Δημήτριος Φαληρεὺς ... α
Φιλοκλῆς ............ α111

3

pro

t

ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.

3

pro

1

Καὶ τόδε ὑμῖν τρίτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ἀφ’ ὧν οὐ πολεμοῦσι μόνον, ἀλλὰ καὶ τὴν εἰρήνην ἄγουσιν ὠφελιμώτατον ἂν χρῆμα γένοιτο ἡ στρατηγικὴ
5σοφία καὶ τέχνη. ἅπασι μὲν γὰρ τοῖς ἄρχουσι δεῖ τῆς πολιτικῆς στρατηγίας καὶ προμηθείας, ᾗ τὰς πόλεις ἐς τὸ πράσσειν ἃ χρὴ ὑπάξονται. ὑμεῖς δὲ τὴν αὐτο‐ κράτορα ἀρχὴν ἔχοντες καὶ τῶν ὅλων προεστηκότες ἀεὶ μετὰ στρατηγικῆς ἐπιστήμης βουλεύεσθε τὰ συμ‐
10φέροντα τοῖς ἀρχομένοις· ὥστε ἐν μὲν εἰρήνῃ δεῖ ἐγ‐ γυμνάζειν τὴν γνώμην τοῖς στρατηγικοῖς ἐνθυμήμασιν, ἐν δὲ πολέμῳ—τί χρὴ καὶ γράφειν; πρόδηλον γάρ.

3

.

1

t

ΔΗΜΟΣΘΕΝΗΣ.

3

.

1

.

1

Δημοσθένης Πύλου Λακωνικὴν φρουρὰν ἐχούσης ἔπλευσεν ἐπὶ τὴν ἄκραν. οἱ Λάκωνες τὴν Πύλον ἐκλιπόντες ἐπὶ τὴν ἄκραν ᾔεσαν, ὡς ἀποβησόμενον
εὑρόντες ἂν ἤδη τῆς ὁδοῦ μακρᾶς οὔσης. ἤδη μὲν112
5ἐπέλαζον οἱ πολέμιοι τῇ ἄκρᾳ· Δημοσθένης δὲ ἀπο‐ στρέψας ἐπὶ τὴν πόλιν κατέσχε τὴν Πύλον ἀνδρῶν κενήν.

3

.

1

.

2

Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρα‐ τηγῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαρά‐ δρας μεγάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολεμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον
5ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐνελόχισεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγήσωσιν οἱ ἐναντίοι κατὰ τὸ ὑπερβάλλον αὐτῶν, ἐξαναστάντες κατὰ νώτου γένοιντο. οἱ μὲν ὑπερεφαλάγγησαν, οἱ δὲ ἐξόπισθεν ἐξανέστησαν καὶ ἄφνω προσπεσόντες οὐ
10σὺν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.

3

.

2

t

ΠΑΧΗΣ.

3

.

2

.

1

Πάχης Νότιον πολιορκῶν Ἱππίαν στρατηγὸν Πισ‐ σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ἠξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν· ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περιστήσας τὸ Νό‐
5τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίαν ἐς τὴν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν.

3

.

3

t

ΤΟΛΜΙΔΗΣ.

3

.

3

.

1

Τολμίδης, Ἀθηναίων ψηφισαμένων αὐτῷ δοθῆ‐ ναι κατάλογον ἀνδρῶν χιλίων, ἑκάστῳ προσιὼν τῶν νέων ἔφασκεν, ὡς μέλλοι καταλέγειν αὐτὸν, εἴη δὲ ἄμεινον ἑκόντα στρατεύεσθαι. τρισχίλιοι μὲν ἀπε‐113
5γράψαντο ἑκόντες, οἱ λοιποὶ δὲ οὐκ ἐπείθοντο. Τολ‐ μίδης ἐκ τῶν μὴ πειθομένων κατέλεξε τοὺς χιλίους καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα‐ κισχιλίοις ἀνδράσιν.

3

.

4

t

ΦΟΡΜΙΩΝ.

3

.

4

.

1

Φορμίων ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας Σκύρῳ προσέσχεν. Χαλκιδεῖς ἐπρεσβεύσαντο ἀπαιτοῦντες· ὁ δὲ κρύφα καθῆκεν ὑπη‐ ρετικὸν ὡς Ἀθήνηθεν ἧκον τοῦ δήμου καλοῦντος αὐτὸν
5ἐς Πειραιᾶ διὰ τάχους. τοῖς μὲν πρεσβευταῖς ἀπέ‐ δωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλκιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν Φορμίωνα Ἀθήναζε πεπλευκέναι ἀφυλάκτως καὶ τῆς πόλεως καὶ
10τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθὼν ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχεν· ὅση δὲ ἦν λεία κατὰ τὴν χώραν, ἅπασαν ἐξήγαγεν.

3

.

4

.

2

Φορμίων τριάκοντα ναῦς ἔχων πρὸς πεντήκοντα
ναῦς πολεμίων ἀναχθεὶς ἔταξε τὰς ἰδίας ἐπὶ πέντε καὶ παρὰ τὴν τάξιν τῶν ἐναντίων αὐτὰς ἐκείνας προσ‐ ῆγεν ὀρθίοις τάγμασιν. τῶν δὲ ἐναντίων διὰ τὴν114
5πολλὴν προθυμίαν ταχέως διασπαρεισῶν καὶ τῶν τα‐ χίστων τριήρων πολὺ τὰς ἄλλας ἐν τῇ διώξει κατα‐ λιπουσῶν, συνιδὼν τὴν ἀταξίαν αὐτῶν Φορμίων, ἐπι‐ στρέψας τὴν ἑαυτοῦ πεντεναΐαν ἐνέβαλλε ταῖς γενομέ‐ ναις αὐτοῦ πλησίον τριήρεσι καὶ ταύτας καταδύσας
10ἐπὶ τὰς ἄλλας ἐπέπλει· καὶ τῶν ἄλλων τριηραρχῶν ταὐτὰ πράσσειν πειρωμένων φυγὴ τῶν πολεμίων ἐγέ‐ νετο. οἱ δὲ περὶ Φορμίωνα διώκοντες [τὰς] πλείστας αὐτῶν καταδύσαντες τὴν νίκην ἀνείλοντο.

3

.

4

.

3

Φορμίων περὶ Ναύπακτον ἐν τῇ Παράλῳ πλέων ὑπὸ δύο τριήρων ἐδιώκετο. ὁρμούσης δὲ ἐπὶ σάλου νεὼς ὁλκάδος, ἤδη καταλαμβανόμενος περὶ ταύτην ἔκαμψεν καὶ τῇ βραδυτέρᾳ τῶν τριήρων κατὰ πρύμναν
5ἐνσείσας κατέδυσε καὶ διὰ τάχους ἐπὶ τὴν ἑτέραν ἐπι‐ στρέψας εὐκόλως καὶ ταύτην διέφθειρεν.

3

.

5

t

ΚΛΕΙΣΘΕΝΗΣ.

3

.

5

.

1

Κλεισθένης Κίρραν ἐπολιόρκει. μάντευμα ἦν Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἂν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε‐
φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα115
5γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει‐ σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χώραν τὴν Κιρραίαν, ἵνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ.

3

.

6

t

ΦΡΥΝΙΧΟΣ.

3

.

6

.

1

Φρύνιχος ἐν Σάμῳ στρατηγῶν προδιδοὺς τὴν πόλιν, ἐν τῷ μέλλειν διαβληθεὶς καταφανὴς γίγνεσθαι μέλλων, φθάσας προεῖπε τοῖς Σαμίοις ὅσα δρᾶν ἔμελ‐ λον οἱ πολέμιοι. ‘κατὰ τὸ ἀτείχιστον τῆς Σάμου
5μέλλουσι προσβάλλειν οὐ πασῶν [ἔνδον ὁρμουσῶν] τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν.‘ οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν Φρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις Φρυνίχου μᾶλλον ἐπί‐
10στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν.

3

.

7

t

ΛΑΧΑΡΗΣ.

3

.

7

.

1

Λαχάρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί‐
σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ πυλίδος μικρᾶς ὑπεξελθὼν, ἐπιβὰς ἵππου, δαρεικοὺς116
5χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατ’ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο,
10Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς Βοιωτούς.

3

.

7

.

2

Λαχάρης Θηβῶν ἁλισκομένων εἰς τοὺς ὑπονόμους καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπεξ‐ ελθὼν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον.

3

.

7

.

3

Λαχάρης τῶν πολεμίων Σηστοῦ κρατησάντων ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκὼς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ
5στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν.

3

.

8

t

ΑΡΧΙΝΟΣ.

3

.

8

.

1

Ἀρχῖνος Ἀργείων ὅπλα ποιουμένων δημοσίᾳ πᾶσι τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν
ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως117
5ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν‐ νίδα κατέσχεν.

3

.

9

t

ΙΦΙΚΡΑΤΗΣ.

3

.

9

.

1

Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φά‐ λαγγα· τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ καὶ δειλοὶ καὶ ὠχριῶντες εἵποντο. τούτους ἰδὼν Ἰφικράτης κατὰ βραχὺ προελθὼν ἐκήρυξε· ‘[τῆς στρατείας] γενομένης
5ἄφνω, εἴ τις ἀπολέλοιπέ τι, ἀναστρεφέτω καὶ παρα‐ σκευασάμενος καλῶς ἐπανηκέτω.‘ ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί‐ νας ‘νῦν‘, ἔφη, ‘ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλλαγ‐ μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι
10τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν.‘ πολλῷ μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν.

3

.

9

.

2

Ἰφικράτης τοὺς πολεμίους ἐς φυγὴν τρεψάμενος εἵπετο σχέδην ἄγων τὴν φάλαγγα καὶ παραγγέλλων ἔφη ‘οἱ μὲν ἐλαφροὶ φυλάττεσθε τὰς ἐνέδρας, τῶν δὲ φευγόντων τοῖς ὑπολειπομένοις ἐνοχλεῖτε· ᾗ ποταμῶν
5διαβάσεις, ᾗ καὶ τόποι στενοὶ καὶ τάφροι, ταύτῃ μά‐ λιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι· τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν.‘118

3

.

9

.

3

Ἰφικράτης νύκτωρ κατελάβετο πολεμίαν πόλιν· οἱ δὲ συνέφευγον ἐς τὴν ἀγορὰν καὶ πλῆθος ἠθροί‐ ζοντο. Ἰφικράτης ἀνοίγειν ἐκέλευσε τὰς πύλας παρ‐ έχων αὐτοῖς ἀφορμὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως
5αὐτὸς ἀκινδυνότερον κρατήσειεν.

3

.

9

.

4

Ἰφικράτης ἐν Θράκῃ ἐνέβαλλεν. τῶν στρατιωτῶν αὐτοῦ φοβηθέντων τοὺς πολεμίους καὶ ἐς φυγὴν τρε‐ πομένων ἐκήρυξεν, ὃς ἂν μηνύσῃ τὸν ἀφέντα τὸν ὄνον ἐς τὰ ὅπλα [τάλαντον ἀργυρίου λήψεται], ὡς δὴ
5Πανικοῦ γεγονότος. τούτῳ τῷ κηρύγματι τὰς ψυχὰς τῶν στρατιωτῶν ἀνεκαλέσατο καὶ πρὸς τὸ μένειν εὐ‐ θυμοτέρους ἐποίησεν.

3

.

9

.

5

Ἰφικράτης διὰ μέσων πολεμίων ἐξελθεῖν βουλό‐ μενος ἔπεμψε νύκτωρ ἐπὶ τὰ ἄκρα τῶν κατεχομένων χωρίων σαλπιγκτὰς τὸ πολεμικὸν σημῆναι προστάξας.
οἱ μὲν ἐσήμηναν· οἱ πολέμιοι δὲ ἀνέδραμον πρὸς τὸν119
5ἦχον τῶν σαλπιγκτῶν. Ἰφικράτης ἀσφαλῶς διῆλθε τῶν πολεμίων τὸν μέσον τόπον ἔρημον καταλιπόντων.

3

.

9

.

6

Ἰφικράτης ἡττηθεὶς μετ’ ὀλίγων κατέφυγεν ἐς χωρίον δασὺ καὶ πολύδενδρον. ἐπεὶ δὲ ἐφυλάσσετο, προσέταξε νύκτωρ κατὰ θάτερον μέρος ποιῆσαι θόρυ‐ βον. τῶν πολεμίων τραπομένων πρὸς τὸ θορυβοῦν
5μέρος αὐτὸς κατὰ θάτερον ἐξῆλθεν ἀκωλύτως.

3

.

9

.

7

Ἰφικράτης ἀντιστρατευομένων τῶν πολεμίων προ‐ ῆλθε τρισὶν ἡμέραις λαθών. μηχανησάμενος τὸ λαθεῖν ξύλα ξηρὰ ὑφῆψε καὶ τοῖς ξηροῖς χλωρὰ ἐπέθηκεν· ὁ δὲ ἀὴρ παχὺς καὶ ὁμιχλώδης γενόμενος ἐπεσκότησε
5ταῖς τῶν πολεμίων ὄψεσιν.

3

.

9

.

8

Ἰφικράτης πλείους εἶχε στρατιώτας τῶν πολεμίων, καὶ οἱ μάντεις καλὰ τὰ ἱερὰ προὔλεγον· ἀλλ’ οὐκ ἔκρινε παρατάξασθαι. ὡς δὲ παράλογος ἡ μέλλησις τοῖς πολλοῖς ἐγένετο ‘τὰ ἐν τῇ διανοίᾳ μου ἱερὰ οὐκ
5ἐπέτρεψεν‘, ἔφη, ‘συνάψαι μάχην· πολλοὶ γὰρ ὄντες οἱ στρατιῶται οὔτε προβαλέσθαι ὁμοῦ δυνατοὶ ἦσαν οὔτε παιωνίσαι· ἡνίκα δὲ παρήγγειλα κλῖναι τὸ δόρυ, πλείων ἐξηκούετο ψόφος τῶν ὀδόντων ἢ τῶν ὅπλων.‘

3

.

9

.

9

Ἰφικράτης τῶν μάντεων ἀπαγορευόντων οὐκ εὐθὺς ἐπείθετο, ἀλλὰ ἢ τὸ πλῆθος μετέταττεν ἢ χώραν ὑπήλ‐ λαττεν ἢ τὸ χωρίον μετέβαλλεν καὶ πάλιν ἐπὶ τούτοις ἐθύετο. τοῦτο ἐποίει πολλάκις, οὐ μιᾷ σκέψει τὸν
5τοῦ παντὸς κίνδυνον ἐπιτρέπων.120

3

.

9

.

10

Ἰφικράτης Λακεδαιμονίοις παραταξόμενος ἡγεῖτο. πολλοὶ παρεκάλουν αὐτὸν, ὅπως ἀποφήνῃ τὸν μὲν χιλίαρχον, τὸν δὲ πεντακοσίαρχον· καὶ ἄλλος ταξίαρ‐ χος καὶ λοχαγὸς ἕτερος ἐσπούδαζον γενέσθαι. πάντας
5τοὺς παρακαλοῦντας ἀνεβάλλετο ἐς καιρὸν ἐπιτήδειον. ὁ δὲ καιρὸς οὗτος ἦν. προάγει τὴν φάλαγγα καὶ καθιστάμενος τὴν τάξιν ἐκέλευσεν ἐν ἀπορρήτῳ κινῆ‐ σαι Πανικὸν ὡς καὶ τῶν πολεμίων ἐμβεβληκότων. ταραχὴ μεγάλη πάντων· οἱ μὲν δειλοὶ φοβηθέντες
10ἀνεχώρουν· οἱ δὲ ἀνδρεῖοι προῆλθον ἀντιταξόμενοι τοῖς πολεμίοις. Ἰφικράτης γελάσας ὡμολόγησε τὸ Πανικὸν αὐτὸς κεκινηκέναι πειρώμενος τῶν δυναμένων ἡγεῖσθαι. τοῖς μὲν δὴ μείνασι χιλιαρχίας καὶ ταξιαρ‐ χίας ἔδωκεν, τοὺς δὲ ἀναχωρήσαντας ἐκέλευσε τούτοις
15ἕπεσθαι.

3

.

9

.

11

Ἰφικράτης μέλλων καταστρατοπεδεύειν ἔπεμψέ τινας καταληψομένους τόπον ὀχυρὸν πορρωτάτω τοῦ στρατοπέδου. θαυμασάντων τῶν παρόντων καὶ ἐρο‐ μένων ‘τί καταλαμβάνεις;‘ Ἰφικράτης ὑπολαβὼν ἔφη
5τὸ ‘τίς ἂν ἤλπισε τοῦτ’ ἔσεσθαι;‘ παιδεύων, ὡς ἐν πολέμῳ χρὴ φυλακὴν εἶναι καὶ τῶν οὐκ ἐλπιζομένων.

3

.

9

.

12

Ἰφικράτης ἐν πεδίῳ μεγάλῳ παρετάσσετο. οἱ πο‐ λέμιοι πολλῷ πλείους ὄντες προσέβαλον· ὁ δὲ κατόπιν τῶν αὑτοῦ στρατιωτῶν τάφρον βαθεῖαν ὤρυξεν, ὡς μὴ φυγῆς ἐλπίδας ἔχοντες γενναιότερον ἀγωνίζοιντο
5μένοντες.

3

.

9

.

13

Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάσσετο στρα‐
τιώτας ἔχων ἠσκημένους, οὐ παραχρῆμα συνῆπτεν ἐς μάχην, τρίβων δὲ τὸν χρόνον ἐν τῇ συστάσει προεξέλυε τοὺς πολεμίους ὡς πονεῖν ἔλαττον εἰθισμένους καὶ121
5τότε ἐπετίθετο. εἰ δὲ προγεγυμνασμένοις ἔμελλε μάχε‐ σθαι αὐτὸς ἔχων στρατιώτας ἀγυμνάστους, συνεπλέκετο παραχρῆμα ἐς μάχην ταῖς πρώταις ὁρμαῖς τῶν οἰκείων ἀκμαίως ἀποχρώμενος.

3

.

9

.

14

Ἰφικράτης πολεμίους τρεψάμενος ἐς χωρίον στε‐ νὸν συνήλασεν· ὁρῶν δὲ μηδεμίαν ὁδὸν ἀναχωρήσεως αὐτοὺς ἔχοντας ἢ μόνην τὴν ἐκ τοῦ νικᾶν ἀνάγκην εἰπὼν ‘μὴ ἀναγκάσωμεν ἀγαθοὺς γενέσθαι τοὺς πο‐
5λεμίουσ‘ ἔδωκεν αὐτοῖς πρὸς τὸ φυγεῖν καιρὸν καὶ τόπον, ἵνα τὴν νίκην αὐτὸς ἀκινδύνως ἔχοι.

3

.

9

.

15

Ἰφικράτης θανάτου δίκην φεύγων παρεστήσατο νεανίσκους ἐγχειρίδια κατακεκρυμμένα ἔχοντας, οἳ παρα‐ φαίνοντες τοῖς δικασταῖς τὰς λαβὰς οὕτως αὐτοὺς κατέπληξαν, ὥστε φοβηθέντες ἀπεδίκασαν τὴν δίκην.

3

.

9

.

16

Ἰφικράτης καὶ ὡς τὸν κηδεστὴν ἀπιὼν ἐπὶ τὴν ἑστίαν τὸν θώρακα ἐνεδύετο λέγων ‘μελετῶ φυλάτ‐ τεσθαι‘.

3

.

9

.

17

Ἰφικράτης καὶ ἐν τῇ φιλίᾳ τὸν χάρακα ἐβάλλετο λέγων ‘οὐ στρατηγικὸν τὸ οὐκ ᾤμην‘.

3

.

9

.

18

Ἰφικράτης πολεμίους ἐγγύθεν ἐπικειμένους λα‐ θεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα περιέκοψε καὶ προσήρτησεν αὐτοῖς
ἀσπίδας, κράνη, δόρατα. οἱ μὲν δὴ πολέμιοι φαντα‐122
5σίαν εἶχον μενόντων, Ἰφικράτης δὲ μετὰ τοῦ στρα‐ τοπέδου παντὸς ἀσφαλῶς ἀνέζευξεν.

3

.

9

.

19

Ἰφικράτης, εἰ μὲν πλείους τῶν πολεμίων ἔχοι στρατιώτας, βουλόμενος λαθεῖν, ἵνα καταφρονοῦντας αὐτοὺς λάβοι, μίαν στιβάδα τοὺς δύο στρατιώτας ἐκέλευε ποιεῖσθαι, ἐπὶ ταύτης ἀνὰ μέρος ἀναπαύεσθαι
5καὶ τὰ ὅπλα ἐπ’ ἄλληλα τιθέναι. εἰ δὲ ὀλίγους ἔχοι, ὅπως μὴ καταφρονοῖντο, τὸν ἕνα στρατιώτην δύο στι‐ βάδας ποιεῖσθαι προσέταττε καὶ ταχέως ἐς ἄλλο χω‐ ρίον μετανίστατο. τῶν δὲ πολεμίων τὰς στιβάδας καταμαθόντων καὶ τὸ πλῆθος καταπλαγέντων τηνι‐
10κάδε προσπεσὼν συνῆπτε μάχην.

3

.

9

.

20

Θηβαῖοι νύκτωρ εἰσπεσεῖν Ἀθήναζε διενοοῦντο. Ἰφικράτης μαθὼν παράγγελμα ἔδωκεν Ἀθηναίοις νύκτωρ ὑποσημήναντος ἐς ἀγορὰν ἀθροίζεσθαι· ‘προ‐ δίδοταί μοι ἡ Θηβαίων πόλις, καὶ μετὰ ἡσυχίας ἐξελ‐
5θόντες, ἄφνω προσπεσόντες ἀμαχεὶ Θήβας αἱρήσομεν.‘ τοῦτο δὲ ἐξαγγελθὲν Θηβαῖοι μαθόντες ἀπέσχοντο προσπεσεῖν ταῖς Ἀθήναις, ἐς δὲ τὸ φυλάττειν τὴν πόλιν αὑτῶν κατέστησαν.

3

.

9

.

21

Ἰφικράτης ὀλίγους εἶχε στρατιώτας καὶ τούτους
ἀθυμοῦντας. βουλόμενος αὐτοῖς θάρσος ἐνδοῦναι με‐ ταξὺ δειπνοῦντας συγκαλεῖ λοχαγοὺς καὶ ταξιάρχους καὶ κελεύει φέρειν ὅσον ἕκαστος ἔχοι ἀργύριον ἢ123
5χρυσίον ἢ κόσμον, ὡς προδοσίαν τῶν πολεμίων δια‐ πραξάμενος, καὶ δέον τὰ δῶρα δόντας ἤδη βαδίζειν ἐπὶ τοὺς ἐναντίους. οἱ μὲν ἐκόμισαν, ὁ δὲ λαβὼν σύνθημα ἔδωκεν Ἑρμῆν Φίλιον, ὡς τοῦτο πρὸς τοὺς ἐνδιδόντας αὐτῷ συγκείμενον, καὶ βραχὺ διαλιπὼν
10ἐπῆγε τοὺς στρατιώτας. οἱ δὲ πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας, εὐθαρσέστεροι πρὸς τὴν μάχην ἐγένοντο.

3

.

9

.

22

Ἰφικράτης τὴν σύνταξιν τῶν στρατοπέδων εἴκαζε τῷ σώματι. θώρακα ἐκάλει τὴν φάλαγγα, χεῖρας τοὺς ψιλοὺς, πόδας τὴν ἵππον, κεφαλὴν τὸν στρατηγόν. ‘τὰ μὲν δὴ ἄλλα ὅταν ἐπιλείπῃ, χωλὸν καὶ πηρὸν τὸ
5στρατόπεδον· ὅταν δὲ ὁ στρατηγὸς ἀπόληται, τὸ πᾶν ἄχρηστον οἴχεται.‘

3

.

9

.

23

Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον διέδωκεν ‘ἀσπίδας χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι‘. Χῖοι τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετικὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ
5χρήματα καὶ συμμαχίαν συνέθεντο.

3

.

9

.

24

Ἰφικράτης Σικυῶνι προσέβαλλεν. Λάκων ἁρμοστὴς βοήθειαν ἐκ Λακεδαίμονος μεταπέμπεσθαι σκηψάμενος τοὺς πεμφθέντας εἰς ἐνέδραν καθίσαι προσέταξεν. οἱ μὲν δὴ ἐλόχων. Ἰφικράτης δὲ βαδίζων ἐπὶ τὴν πόλιν124
5παρῆλθεν τὴν ἐνέδραν. νεανίσκοι τινὲς ἐκ τῆς πόλεως θρασύτερον ἠπείλησαν ‘νῦν γέ τοι δίκην δώσεισ‘. Ἰφι‐ κράτης ὑπονοήσας εἶναί τινας, οἷς οὗτοι πεποίθασιν, αὐτίκα ἀναστρέφει κατ’ ἄλλην ἀνοδίαν σύντομον καὶ τοὺς εὐρωστοτάτους ἐπιλέξας αὐτὸς ἄφνω προσέπεσε
10τοῖς ἐνεδρεύουσι καὶ πάντας διέφθειρεν ὁμολογῶν ἁμαρτάνειν, ὅτι μὴ προηρευνήσατο τοὺς τόπους. τῷ δὲ ταχέως ὑποπτεῦσαι τὸν λόχον ἄριστα ἐχρήσατο προεμπεσὼν ὀξέως τοῖς ἐνεδρεύουσιν.

3

.

9

.

25

Ἰφικράτης ἔμελλε βαρβάροις μαχεῖσθαι· καὶ βου‐ λόμενος τοὺς ἑαυτοῦ στρατιώτας εὐτολμοτέρους ποι‐ ῆσαι, ‘δέδοικα‘, ἔφη, ‘μὴ οὐκ ᾐσθημένοι εἶεν οἱ βάρ‐ βαροι, ὡς τοὺς πολεμίους εἴωθα καταπλήττειν τῷ
5Ἰφικράτης εἶναι· ἀλλ’ ἔγωγε φροντιῶ, ὅπως νῦν γε αὐτοὶ μαθόντες καὶ τοῖς ἄλλοις ἀπαγγείλωσι· μόνον καὶ ὑμεῖς συμφιλοτιμήσασθέ μοι.‘ ἐπεὶ δὲ συνῄεσαν αἱ δυνάμεις, φήσαντός τινος φοβεροὺς εἶναι τοὺς πολεμίους ‘καὶ πόσῳ‘, εἶπεν, ‘ἡμεῖς ἐκείνοις φοβερώ‐
10τεροι;‘

3

.

9

.

26

Ἰφικράτης παρεκάλεσε τοὺς στρατιώτας, ἀνθ’ ὧν πολλοὺς καὶ ἐνδόξους ἀγῶνας νενικήκασιν αὐτοῦ ἡγου‐ μένου, τοῦτο μόνον αὐτῷ χαρίσασθαι, στῆναι προτέ‐ ρους ἐν τῷ προσιέναι τοῖς ἐναντίοις, εἰδὼς ὅτι τοῦτο125
5ποιῆσαι μὴ φιλοτιμηθέντων συμβήσεται τοὺς ἐναντίους προτέρους τοῦτο πρᾶξαι.

3

.

9

.

27

Ἰφικράτης ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην παραδώσειν, ἐὰν τὸ σημεῖον ἄραντος παραθρασύναν‐ τες ἀλλήλους ἓν βῆμα προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη· τὸ δὲ σημεῖον ἦρεν ὁ στρατηγὸς,
5καὶ οἱ στρατιῶται προέβησαν ἐπαλαλάξαντες καὶ τοὺς πολεμίους ὠσάμενοι ἐς φυγὴν ἔτρεψαν.

3

.

9

.

28

Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπεί‐ γοντο ἐξελθεῖν ἐπὶ τὴν μάχην· Ἰφικράτης δὲ ὁρῶν τοὺς πολεμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν
5Λεύκτροις νίκῃ μεγαλοφρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ‘ἐγὼ μὲν ὑμᾶς ἐς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρονεῖν Βοιωτῶν δύνασθαι· τῶν δὲ ἐμοῦ κρειττόνων στρατηγῶν παραλαβών τις ὑμᾶς προαγέτω.‘ οὕτως εἷλε τοὺς Ἀθηναίους, καὶ τῆς ὁρμῆς
10ἐπαύσαντο τῇ παρὰ στρατηγοῦ ἀρετῇ, μὴ συνεξορμῆσαι τοῖς προεξανισταμένοις, ἀλλὰ τὸν θυμὸν αὑτῶν λογι‐
σμῷ κατασχεῖν.126

3

.

9

.

29

Ἰφικράτης προδοσίας δίκην ἔφευγεν, Ἀριστοφῶν καὶ Χάρης ἐδίωκον· αἰτία δὲ ἦν, ὅτι ἄρα περὶ Ἔμ‐ βατα δυνάμενος ἑλεῖν τοὺς πολεμίους οὐ διεναυμά‐ χησεν. ὁρῶν τὸ δικαστήριον ὑποφερόμενον εἰς τοὐ‐
5ναντίον, τοῦ λόγου παυόμενος παρέφηνέ πως τὸ ξίφος τοῖς δικασταῖς· οἱ δὲ καταδείσαντες, μὴ τὴν ἑταιρίαν ὅλην ἐξοπλίσας κυκλώσειε τὸ δικαστήριον, ἄφεσιν αὐτῷ πάντες ἐψηφίσαντο. μετὰ τὴν νίκην φήσαν‐ τός τινος, ὡς παρεκρούσατο τοὺς δικαστὰς ‘εὐήθης ἂν
10εἴην‘, ἔφη, ‘ὑπὲρ Ἀθηναίων μὲν στρατηγῶν, ὑπὲρ ἐμαυτοῦ δὲ πρὸς Ἀθηναίους μηκέτι.‘

3

.

9

.

30

Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων ἔπεισεν Ἀθηναίους τὰ ὑπερέχοντα τῶν οἰκοδομημάτων ἐς τὰς δημοσίας ὁδοὺς ἀποκόπτειν ἢ πιπράσκειν, ὥστε οἱ δεσπόται τῶν οἰκιῶν πολλὰ εἰσήνεγκαν χρήματα ὑπὲρ τοῦ μὴ περι‐
5κοπῆναι καὶ σαθρὰ γενέσθαι τὰ οἰκοδομήματα.

3

.

9

.

31

Ἰφικράτης μετὰ μὲν τὴν μάχην ἀπὸ τῶν ληφθέν‐ των ἄξια τῶν πόνων διένειμεν ἑκάστῳ. εἰ δὲ ξένια παρὰ πόλεων ἐκομίσθη, καὶ ἀπὸ τούτων διέπεμπεν ἑκάστῳ, οὐ κατὰ ἕνα μόνον, ἀλλὰ καὶ κατὰ ἔθνη καὶ
5κατὰ λόχους καὶ κατὰ τὰς ὁπλίσεις, ἱππεῦσιν ἄλλα, ὁπλίταις ἄλλα, ψιλοῖς ἕτερα. πρὸ τῆς μάχης σιγὴν
κηρύξας ἐπηγγέλλετο τῷ ἀριστεύσαντι ἐν τοῖς ὁπλίταις ἆθλον καὶ τὸ πάλιν ἐν τοῖς ἱππεῦσιν ἢ ἐν τοῖς πελ‐ τασταῖς καὶ ἐφεξῆς ἐν ἁπάσαις ταῖς τάξεσιν. ἔν γε127
10μὴν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν, ὅσοι ἀνδρειότεροι τῶν ἄλλων, προετίμα προεδρίαις. ταῦτα πάντα ἐστρα‐ τήγει προθυμοτέρους ποιῶν τοὺς στρατιώτας ἐς τοὺς κινδύνους.

3

.

9

.

32

Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μηχανώμενος ψευδοβοηθείας, ψευδενέδρας, ψευδοπρο‐ δοσίας, ψευδαυτομολίας, ψευδεφόδους, ψευδοπανικὰ, ἵνα εἴ ποτε καὶ τοιοῦτόν τι γένοιτο, μηδαμῶς ἐκπλήσ‐
5σοιντο.

3

.

9

.

33

Ἰφικράτης περὶ τὸ Ἱερὸν ὄρος, ἀντικαθημένων αὐτῷ πολεμίων καὶ ἀπεχόντων στάδια πέντε καὶ κατε‐ χόντων ὑψηλότατον τόπον παρὰ τὴν θάλατταν, καὶ τῆς πορείας τῆς ἐπ’ αὐτοὺς ἐφ’ ἕνα οὔσης—τὸ δὲ
5λοιπὸν χωρίον ἀπόκρημνον ἦν εἰς τὴν θάλατταν— ἐπιλεξάμενος ἄνδρας εὐρώστους, νύκτα παραφυλάξας ἀνηνεμίαν, ἀλειψάμενος λίπα, σὺν τοῖς ἀναγκαίοις ὅπλοις διὰ τῆς θαλάττης περιιὼν, ὅσα γε μὴν βαθύ‐ τερα παρανηχόμενος, παρελθὼν τοὺς φύλακας, ἐκβὰς,
10ὄπισθεν αὐτῶν γενόμενος ἀπέκτεινε πάντας, καὶ τὸ αὑτοῦ στρατόπεδον ἤγαγεν διὰ τῆς στενῆς ὁδοῦ παρὰ τὸν κρημνὸν καὶ τοῖς πολεμίοις ἔτι νυκτὸς οὔσης ἀφυλάκτοις καὶ μὴ προσδοκῶσιν ἐπιθέμενος τινὰς μὲν διέφθειρε, τινὰς δὲ ἐζώγρησεν.128

3

.

9

.

34

Ἰφικράτης χειμῶνας καὶ κρυμοὺς ὁρῶν καιρὸν ἐπιθέσεως προάγειν ἐβούλετο τοὺς στρατιώτας. διὰ γυμνότητα καὶ κρύος οὐ προθυμουμένων αὐτὸς ἐνδὺς ἐσθῆτα φαύλην καὶ τῶν ἄλλων ἀθλιωτέραν παριὼν
5τὰς σκηνὰς ἕκαστον ἐπιχειρῆσαι τοῖς πολεμίοις παρε‐ κάλει. οἱ δὲ προθύμως ἠκολούθησαν ὁρῶντες τὸν στρατηγὸν ταπεινῶς ἠσθημένον καὶ ἀνυπόδητον ὑπὲρ τῆς κοινῆς σωτηρίας προθυμούμενον.

3

.

9

.

35

Ἰφικράτης, εἰ μὲν μὴ ἔχοι διδόναι μισθοφορὰν, ἦγε τοὺς στρατιώτας εἰς ἀοίκητα χωρία καὶ ἀκτὰς, ἵνα ὡς ἐλάχιστα ἀναλίσκοιεν· εἰ δὲ εὐποροίη χρημά‐ των, ἦγεν αὐτοὺς ἐς πόλεις καὶ χωρία εὐδαίμονα,
5ὅπου τάχιστα τὸν μισθὸν ἀναλώσαντες σπουδάζοιέν τι πράττειν διὰ τὴν τοῦ ἀργυρίου ἔνδειαν. οὐ μὴν ἐπέτρεπεν αὐτοὺς οὐδὲ σχολάζειν, ἀλλ’ εἰ μὴ πόλεμος ἦν, ἀεί τι προσέταττεν, ἢ ὀρύττειν ἢ ταφρεύειν ἢ δένδρα κόπτειν ἢ μεταβάλλειν ἢ μετασκευάζειν, ὡς ἐν
10τῇ σχολῇ νεωτερίζειν βουλομένων.

3

.

9

.

36

Ἰφικράτης Σάμον κατασύρας εἰς Δῆλον κατέ‐ πλευσε. Σάμιοι πρέσβεις ἀφίκοντο λυτροῦσθαι βου‐
λόμενοι τὰ ληφθέντα· ὁ δὲ ὁμολογῶν ἀποδώσειν, κρύφα ὑπηρετικὸν ἐκπέμψας, ὡς ἐξ Ἀθηνῶν ἐκέλευσε129
5καταπλεῖν, κομίζον ἐπιστολὴν πεπλασμένην, ὡς Ἀθη‐ ναίων αὐτὸν ἐπανήκειν κελευόντων. ὁ δὲ πρὸς τοὺς Σαμίους διαλυσάμενος φιλανθρώπως τοῖς τριηράρχοις ἀναγωγὴν παραγγείλας, ἀποπλεύσας εἰς ἐρήμην νῆσον ὡρμίσατο νυκτὸς καὶ ἡμέρας. οἱ Σάμιοι, πυθόμενοι
10ὡς ἀπέπλευσεν Ἰφικράτης φιλανθρώπως αὐτοῖς χρη‐ σάμενος, κατά τε τὴν πόλιν ἀδεῶς διέτριβον καὶ ἐς τὴν χώραν ἀδεῶς ἐξῄεσαν· ὁ δὲ διεσκεδασμένων πάλιν ἐπιπλεύσας ἐς τὴν Σάμον πολλῷ πλείονα λείαν τῆς προτέρας ἥρπασε. τοῦτο καὶ ὁ Φορμίων πρότερος
15ἐποίησε Χαλκιδεῦσιν.

3

.

9

.

37

Ἰφικράτης Λακεδαιμονίους καὶ Θηβαίους πολε‐ μοῦντας ἐπεχείρει διαλλάσσειν· οἱ σύμμαχοι Θηβαίων Ἀργεῖοι καὶ Ἀρκάδες ἀντέπρασσον. ὁ δὲ τῶν στρα‐ τιωτῶν ἐνίοις προσέταξε λεηλατῆσαι τὴν Ἀργολίδα.
5τῶν δὲ Ἀργείων ἐγκαλούντων τοὺς φυγάδας αὐτῶν ἔφη αἰτίους εἶναι. προελθὼν δὲ καὶ ὡς τοὺς φυγά‐ δας ἀφελόμενος τὴν λείαν τοῖς Ἀργείοις ἀπέδωκεν· οἱ δὲ ἀπολαβόντες ὡς εὐεργέτῃ καὶ φίλῳ τῷ Ἰφικράτει προσέφευγον καὶ τὴν εἰρήνην αἱρεῖσθαι Θηβαίους
10ἔπεισαν.

3

.

9

.

38

Ἰφικράτης βασιλεῖ στρατηγῶν μετὰ Φαρναβάζου, πλέων ἐπ’ Αἰγύπτου, τῆς χώρας οὔσης ἀλιμένου, παρήγγειλε τοῖς τριηράρχοις ‘τεσσαράκοντα σάκκους
ἕκαστος ἐχέτω‘. προσορμιζομένων δὲ τοὺς σάκκους130
5ἄμμου πλήσας *** κεφαλίδας ἐξῆπτεν ἑκάστης νεὼς καὶ οὕτως ἀνείλκυσεν αὐτὰς τεταρσωμένας.

3

.

9

.

39

Ἰφικράτης ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θαλάσσης παρετάσσετο· γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύ‐ σκιον ἀνεβόησεν ἐξανίστασθαι τοὺς ἐγκαθημένους. οἱ πολέμιοι φοβηθέντες ἐνέδραν μεγάλην ἀνέστρεψαν
5καὶ διὰ τάχους εἰς τὰς ναῦς καταφυγόντες ἀνεχώρησαν.

3

.

9

.

40

Ἰφικράτης ἐν Θεσσαλίᾳ καὶ Ἰάσων ὁ τύραννος πλησίον ποταμοῦ σπείσασθαι βουλόμενοι δι’ ἀγγέλων ἠρεύνησαν ἀλλήλους καὶ τὰ σώματα ἐγύμνωσαν· καὶ οὕτως ὑπὸ τὴν γέφυραν ἐλθόντες διελέξαντο. ἐπεὶ
5δὲ καὶ τοὺς ὅρκους διὰ τῶν ἱερείων ἐχρῆν ποιήσασθαι, Ἰφικράτης μὲν δὴ ἐπὶ τὴν γέφυραν ἀνῆλθεν, Ἰάσων δὲ τὸ ἱερεῖον παραλαβὼν, τοῦ ποιμένος ἀπαλλαγέντος, σφαγιάζειν εἰς τὸν ποταμὸν ἤρχετο. καὶ δὴ τότε Ἰφι‐ κράτης καθαλόμενος, τῆς σφαγίδος ἐπιλαβόμενος αὐτὸν
10μὲν ἀποκτεῖναι ἀπέσχετο, προσομολογῆσαι δὲ ἃ συνέ‐ φερεν αὐτῷ κατηνάγκασεν.

3

.

9

.

41

Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευοφόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινοτέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς
5τόπον δασὺν καὶ σύσκιον. ἡμέρας δὲ γενομένης, οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλ‐ λήνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπαγὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πο‐131
10λεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.

3

.

9

.

42

Ἰφικράτης νύκτωρ ἐπιθέμενος χωρίῳ τοὺς σαλ‐ πιγκτὰς ἐπὶ πολλὰ μέρη διαπέμψας ἐκέλευσε σημαίνειν. οἱ πολέμιοι πρὸς τὸν ἦχον ἄλλος ἄλλῃ διέθεον· ὁ δὲ ἐλαχίστους καταλειφθέντας νικήσας ῥᾳδίως ἐκράτησε
5τοῦ χωρίου.

3

.

9

.

43

Ἰφικράτους ὄντος ἐν Κορίνθῳ Λακεδαιμόνιοι παρῆλθον πρὸς τὴν πόλιν. ὁ δὲ οὐκ εὐθὺς ἀπεκιν‐ δύνευσε τὴν δύναμιν συμβαλών· ἀλλὰ μαθὼν, ὡς ἔστι τὰ περὶ τὴν πόλιν ὀχυρώτατα χωρία ἔρημα, ταῦτα
5προκαταλαβὼν τοῖς ἐν τῇ πόλει προὐκήρυξεν ἰέναι πρὸς αὑτόν. ἐξιόντων δὲ πάντων καὶ ἀθροιζομένων οἱ Λακεδαιμόνιοι τὸ πλῆθος φοβηθέντες καὶ τὴν φυ‐ λακὴν τῶν ὀχυρῶν τόπων ἀμαχεὶ φεύγοντες ᾤχοντο.

3

.

9

.

44

Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόννη‐ σον ὢν χωρίον τι καταλαβὼν ἐτείχιζεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκο‐ δομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ
5προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης ἰδὼν ἀσυντάκτους νυκτὸς μέρος τοῦ στρα‐ τεύματος εἰς τὴν Ἀβυδηνῶν διαβιβάσας τοὺς ἀγροὺς αὐτῶν καταδραμὼν ἐκράτησε πολλῶν σωμάτων καὶ χρημάτων.132

3

.

9

.

45

Ἰφικράτης ἦν ἐν Κορίνθῳ. πυθόμενος ὡς οἱ τἀναντία πράττοντες μισθοφόρους ἐκ Λακεδαίμονος νύκτωρ ἐκδέχεσθαι μέλλοιεν, ἀγείρας τοὺς αὑτοῦ στρα‐ τιώτας τοὺς μὲν κατέλιπεν ἔνδον φυλάττειν, τοὺς δὲ
5ἄλλους ἔξω πυλῶν ἀγαγὼν καὶ ἐς τάξιν καταστήσας ἔσπευσεν ἐπ’ ἐκείνην τὴν πύλην, ἣν ἤνοιξαν οἱ δεχό‐ μενοι [τοὺς πολεμίους. οἱ μὲν] τοὺς πολεμίους ἐσῆγον· τῶν δ’ ἐσχάτων ἐσιόντων, ἐξαίφνης ἐπιστὰς συνηκο‐ λούθησεν αὐτοῖς καὶ συνεισέπεσεν ἐς τὴν πόλιν. ἀδή‐
10λου δὲ ὄντος τοῦ γεγονότος ὡς ἐν νυκτὶ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, ἡμέρας δὲ γενομένης πολλοὺς ἐς τὰ ἱερὰ φυγόντας ἐχειρώσατο.

3

.

9

.

46

Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν ὀκτακισχιλίων ἐστρατοπέδευσεν· πυθόμενος τοὺς Θρᾷ‐ κας νύκτωρ ἐπιτίθεσθαι μέλλειν ἀναλαβὼν τοὺς στρα‐ τιώτας ἀνεχώρησεν ἑσπέρας, ὅσον στάδια τρία, ἐς
5φάραγγα κρύψαι δυναμένην. οἱ Θρᾷκες ἐμπεσόντες ἐς τὸ στρατόπεδον ἔρημον διήρπαζον ἀτάκτως κατα‐ γελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφικράτης ἐξ ἀφανοῦς ἐξορμήσας πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.

3

.

9

.

47

Ἰφικράτης μέλλων ὁδὸν ἄνυδρον δυσὶν ἡμέραις πορεύεσθαι παρήγγειλε δειπνοποιησαμένους ὕδατος πληρῶσαι τὰ ἀγγεῖα καὶ ἡλίου δύντος ἤγαγε τὴν δύναμιν διὰ νυκτός. ἡμέρας δὲ γενομένης κατεστρα‐133
5τοπέδευσε καὶ προσέταξε σιτοποιεῖσθαι τῷ ὕδατι χρη‐ σαμένους καὶ κοιμηθέντας δι’ ἡμέρας δειπνοποιήσα‐ σθαι καὶ συσκευασαμένους ὁδεῦσαι διὰ νυκτὸς πάλιν· ὥστε ἀντὶ δύο ἡμερῶν δύο νύκτας ἀναψύχοντες διεξ‐ ῆλθον, καὶ ἡμέρᾳ μιᾷ καὶ τὸ ὕδωρ αὐτοῖς ἱκανὸν
10ἐγένετο.

3

.

9

.

48

Ἰφικράτης περὶ Ἐπίδαυρον λείαν ἦγε πολλήν. ὁ φρούραρχος τῆς χώρας Λάκων ἐδίωκεν αὐτὸν ἐγγίζοντα ταῖς ναυσίν· οἱ μὲν διώκοντες ἦσαν ἐπὶ λόφου, Ἰφι‐ κράτης δὲ πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας κούφους
5καὶ ψιλοὺς κατ’ ὀλίγους ἄλλον ἄλλῃ ** καὶ τῷ Λάκωνι προσέβαλε· τοῦ δὲ προσέχοντος τοῖς πολλαχόθεν ἐφορ‐ μῶσιν, οἱ τοῦ Ἰφικράτους τὰ ὑπερδέξια χωρία κατα‐ λαβόντες κατὰ νώτου τῶν πολεμίων ἐγένοντο καὶ πάντας αὐτοὺς διέφθειραν.

3

.

9

.

49

Ἰφικράτης ἐν Φλιοῦντι διὰ στενῶν τόπων ἐβά‐ διζε. τῶν πολεμίων ἐπιθεμένων τοῖς τελευταίοις παρ‐ αγγείλας τοῖς στρατιώταις ἐκ τῶν στενῶν ὅτι τάχος ὑπεξιέναι, αὐτὸς διὰ μέσου ἐπ’ οὐρὰν διαδραμὼν καὶ
5τῶν στρατιωτῶν τοὺς ἀρίστους προσλαβὼν ἀκμάζων ἐμπεσὼν τοῖς ἐπικειμένοις ἀτάκτοις πολλοὺς αὐτῶν διέφθειρεν.134

3

.

9

.

50

Ἰφικράτης ἐς Θρᾴκην ἐμβαλὼν ἐν πεδίῳ κατεστρα‐ τοπέδευσεν ὑπὸ ὄρους περιεχομένῳ διέξοδον ἔχοντι στενὴν διὰ γεφύρας, ἣν ἔμελλον διαβάντες οἱ Θρᾷκες νύκτωρ ἐπιθέσθαι. ὁ δὲ πυρὰ πολλὰ καύσας ἐν τῷ
5στρατοπέδῳ πρὸς τὴν ὑπώρειαν ἀναδραμὼν σὺν τοῖς στρατιώταις ἐγγὺς τῆς γεφύρας ἐν τῇ ὕλῃ συγκαθίσας ἡσύχασεν. οἱ μὲν δὴ Θρᾷκες διαβάντες τὴν γέφυραν ὥρμησαν ὡς τὰ πυρὰ τοὺς πολεμίους ἐκεῖ νομίζοντες εὑρήσειν· Ἰφικράτης δὲ τοὺς στρατιώτας ἐκ τῆς ὕλης
10ἀναλαβὼν τὴν γέφυραν διελθὼν ἀσφαλῶς ἀνεχώρησεν.

3

.

9

.

51

Ἰφικράτης ἦρξε τοῦ πλείστου στρατεύματος πεζοῦ καὶ ναυτικοῦ ἐν τῇ δόσει τοῦ μισθοῦ καθ’ ἕκαστον μῆνα ὑφαιρῶν τὸ τέταρτον μέρος, ὥσπερ ἐνέχυρον ἑκάστου κατέχων, ἵνα μὴ λίποιεν τὸ στρατόπεδον.
5οὕτως ἄρα καὶ πολλοὺς εἶχεν ἀεὶ τοὺς στρατευομένους καὶ εὐπόρους, τὸ τέταρτον τοῦ μισθοῦ φυλαττόμενον ἔχοντας.

3

.

9

.

52

Ἰφικράτης τοῖς Λακεδαιμονίων συμμάχοις ἀντι‐ στρατοπεδεύων νύκτωρ τὴν δύναμιν μετημφίεσε, τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. οἱ μὲν δὴ στρα‐
5τιωτικῶς ἠμφιεσμένοι πόρρω τῶν ὅπλων ἐβάδιζον τὴν
τῶν ἐλευθέρων σχολὴν μιμούμενοι· οἱ δὲ οἰκετικῶς κατεσκευασμένοι πλησίον τῶν ὅπλων ἦσαν ὅσα εἰκὸς διακονούμενοι. ταῦτα ὁρῶντες οἱ πολέμιοι, κατὰ ζῆλον τῶν ἐναντίων οἱ μὲν στρατιῶται ῥᾳθύμως ἔξω τοῦ135
10στρατοπέδου βαδίζοντες ἐσχόλαζον, οἱ δὲ οἰκέται ταῖς ἀναγκαίαις ὑπηρεσίαις παρέμενον. ἐνταῦθα δὴ σημεῖον αἴρεται· οἱ δὲ Ἰφικράτειοι τὰ ὅπλα ταχέως ἀναλαβόν‐ τες, ἐπὶ τὸ στρατόπεδον τῶν ἐναντίων ἐλθόντες, τῶν μὲν οἰκετῶν τῶν ἐν τῇ διακονίᾳ φυγόντων, τῶν δὲ
15στρατιωτῶν ἀόπλων καταληφθέντων, τοὺς μὲν ἀπέ‐ κτειναν, τοὺς δὲ αἰχμαλώτους ἤγαγον.

3

.

9

.

53

Ἰφικράτης, ἀντιστρατοπεδευόντων τῶν πολεμίων καὶ κατὰ τὴν [αὐτὴν] ὥραν διὰ παντὸς ἀριστοποιου‐ μένων, προσέταξε τοῖς αὑτοῦ στρατιώταις πρὸ τῆς ἕω προσενέγκασθαι τὸ ἄριστον. τοῦτο πράξας συνέβαλε
5τοῖς ἐναντίοις καὶ τὸν ἀκροβολισμὸν ἄχρι δείλης παρέ‐ τεινεν. ἐπεὶ δὲ ἀλλήλων ἐχωρίσθησαν, οἱ μὲν πολέμιοι πρὸς τὸ δεῖπνον ὥρμησαν· ὁ δὲ προηριστηκότας ἔχων τοὺς στρατιώτας προσπεσὼν δειπνοποιουμένοις οὐκ ὀλίγον ὄλεθρον αὐτῶν εἰργάσατο.

3

.

9

.

54

Ἰφικράτης περὶ Φλιοῦντα ὡδοιπόρει τῆς φάλαγγος διὰ τὰς δυσχωρίας μακρᾶς ἐκτεταμένης· οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν ἐπικείμενοι πολλοὺς ἐτίτρωσκον καὶ πολλὰ ἥρπαζον. ὁ δὲ μετὰ τῶν παρὰ πλευρὰν
5ἀνδρῶν ἐπιστρέψας τῇ μὲν φάλαγγι παρήγγειλε θᾶττον προχωρεῖν· τῶν δὲ ἀπὸ τῆς δεξιᾶς καὶ ἀπὸ τῆς εὐω‐ νύμου πλευρᾶς ἀνδρῶν ἐπιλέγων τοὺς ἡγεμόνας καὶ τοὺς ἀρίστους μετ’ αὐτοὺς συνέταττεν. τῆς δὲ οὐρα‐ γίας ἐγγὺς γενόμενος, προσπεσὼν τοῖς πολεμίοις κεκμη‐136
10κόσιν ἐν τῇ διώξει καὶ τεταραγμένοις ἐν τῇ τῶν σκευο‐ φόρων ἁρπαγῇ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, πολλῷ δὲ πλείονας αἰχμαλώτους ἤγαγεν.

3

.

9

.

55

Ἰφικράτης ἐν Κερκύρᾳ Κρινίππου προσπλέοντος ἐκ Σικελίας ἕνδεκα πληρώμασι τῶν πυρσωρῶν ἀγγει‐ λάντων ὑφορμεῖν αὐτὸν νήσῳ τινὶ τῶν ἐρήμων, προσ‐ τάξας πυρσὸν ἀνάπτειν φίλιον νύκτωρ ἐπιπλεύσας
5ἐκράτησε τῶν δέκα πληρωμάτων ἑνὸς ἐκφυγόντος.

3

.

9

.

56

Ἰφικράτης ἐν Ἄκῃ πυθόμενος δύο τῶν ἡγεμόνων προδιδόναι καλέσας τοὺς ἀρίστους τῶν ἐπὶ τοῦ στρα‐ τοπέδου προσέταξεν, ὁπόταν τοὺς ἐναιτίους τῆς προ‐ δοσίας μεταπεμψάμενος ἐξετάζῃ τὸ πρᾶγμα, προλαβεῖν
5αὐτοὺς τὰ τούτων ὅπλα καὶ τὰ τῶν ὑπ’ αὐτοῖς τεταγ‐ μένων λόχων. οἱ μὲν προλαβόντες κατέσχον τὰς πανοπλίας. Ἰφικράτης δὲ τὴν προδοσίαν ἐλέγξας τοὺς μὲν ἡγεμόνας ἐκόλασε θανάτῳ, τοὺς δὲ στρατιώτας
γυμνοὺς ἐξήλασε τοῦ στρατοπέδου.137

3

.

9

.

57

Ἰφικράτης δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά‐ κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψε πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων παρακαλῶν με‐ μνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθ’ ὃν καὶ τὴν ἐξ
5Ἀθηνῶν συμμαχίαν προσδέχοιτο εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύ‐ λακες ἐκόμισαν τὰ γράμματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους· οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι,
10Λακεδαιμονίοις δὲ δόξαντες.

3

.

9

.

58

Ἰφικράτης ἐν Χίῳ τοὺς Λακωνίζοντας ἐλέγξαι βουλόμενος ἐνίους τῶν τριηράρχων ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ’ ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακω‐ νικῷ. οἱ μὲν Λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς
5χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον· ὁ δὲ κυκλωσάμενος αὐτοὺς (καὶ) τοῖς ἀπὸ τῆς πόλεως προσελθοῦσι συνέ‐ λαβέ τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.

3

.

9

.

59

Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων τῶν στρατιωτῶν θορυβούντων καὶ κοινὴν ἐκκλησίαν αἰτουμένων ἄνδρας ἐμπείρους τῆς Περσίδος γλώττης στολὰς Περσικὰς ἐνδυσαμένους προσέταξε πληθούσης τῆς ἐκκλησίας ἐπι‐
5φανῆναι καὶ παρελθόντας ἀγγέλλειν βαρβαριστὶ ‘πλη‐ σίον οἱ τὰ χρήματα κομίζοντες, ἡμεῖς δὲ προεπέμ‐ φθημεν τοῦτο σημανοῦντεσ‘. ταῦτα μηνύσαντες, οἱ
στρατιῶται διέλυσαν τὴν ἐκκλησίαν.138

3

.

9

.

60

Ἰφικράτης ἐκ τῆς Ὀδρυσιάδος λείαν πολλὴν περι‐ ήλασεν· ἐδίωκον οἱ Ὀδρύσαι πλήθει πολλῷ. ὁ δὲ ἱππεῖς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπά‐ δας καὶ προσελαύνειν ἐκέλευσε τοῖς ἐναντίοις. οἱ δ’
5ἵπποι τῶν Ὀδρυσῶν τῆς φλογὸς τὴν ὄψιν ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.

3

.

9

.

61

Ἰφικράτης ἐπιὼν πόλει τὸν ἀπὸ τῆς χώρας ποτα‐ μὸν, [ὃν] διὰ μέσης τῆς πόλεως ῥέοντα διαβῆναι ἀναγ‐ καῖον ἦν, ἑσπέρας διέβη μετὰ τοῦ στρατεύματος, ἵνα τὸ ἐκ τῆς διαβάσεως τοῦ πλήθους θολερὸν διὰ νυκτὸς
5παροδεῦσαν λάθῃ τοὺς ἐν τῇ πόλει. καὶ δὴ λαθὼν μεθ’ ἡμέραν ἐπέθετο μὴ προσδοκῶσιν.

3

.

9

.

62

Ἰφικράτης ἐν Θρᾴκῃ πολλοὺς ἔλαβεν αἰχμαλώτους Ὀδρυσῶν. οἱ μὲν δὴ σφοδρῶς ἐπέκειντο βάλλοντες καὶ ἀκοντίζοντες· ὁ δὲ τοῖς πρωτοστάταις ἑκάστῳ αἰχ‐ μάλωτον γυμνὸν παρέστησεν, ἐξ ἱμάντος ὀπίσω τῶν
5χειρῶν δεδεμένων. οἱ δὲ Ὀδρύσαι τοὺς οἰκείους μὴ βουλόμενοι τιτρώσκειν τοῦ βάλλειν καὶ ἀκοντίζειν ἀπ‐ είχοντο.

3

.

9

.

63

Ἰφικράτης περὶ Φοινίκην καταπλέων ἑκατὸν τρι‐ ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις
5ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν
ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους ἕκαστον κατὰ τὴν αὑτοῦ κώπην εἰς τὴν θάλασσαν αὑτὸν καθιέναι καὶ τὴν αὑτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάσ‐139
10σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως. αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ‐ ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον. οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν
15διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα‐ λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο.

3

.

10

t

ΤΙΜΟΘΕΟΣ.

3

.

10

.

1

Ἐν Ἀττικῷ στρατοπέδῳ σπάνις ἦν νομίσματος. Τιμόθεος ἔπεισε τοὺς ἐμπόρους χρῆσθαι νομίσματι τῇ ἑαυτοῦ σφραγίδι, ἀπαλλασσομένους δὲ [ἀποδιδόναι] τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ‐
5σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ‐ σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ‐ νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος
τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην.140

3

.

10

.

2

Τιμόθεος ἀνήγετο τῷ στόλῳ παντί. πταρμὸς ἐγέ‐ νετο· ὁ κυβερνήτης ἐπισχεῖν ἐκέλευσεν· οἱ ναῦται τῶν τριήρων ἐπιβαίνειν οὐκ ἐθάρρουν. Τιμόθεος μειδιάσας ‘ποῖον γὰρ‘, ἔφη, ‘γέγονεν οἰώνισμα, εἰ τοσούτων
5περιεστηκότων εἷς ἔπταρεν;‘ οἱ ναῦται γελάσαντες ἀνήχθησαν.

3

.

10

.

3

Τιμόθεος παράγγελμα ἔδωκεν ἐκβοηθῆσαι τὴν ταχίστην· ὀλίγοι στρατιῶται προῆλθον· ὁ λοχαγὸς ἠγόρευε, χρῆναι καὶ τοὺς λοιποὺς ἀναμεῖναι. ὁ Τι‐ μόθεος οὐκ ἀνέμενεν ὡς τοὺς μέλλοντας προθύμως
5μαχεῖσθαι τοῖς πολεμίοις ἔχων ἅπαντας, τοὺς δὲ βρα‐ δέως ἐξιόντας ἀχρήστους ἂν γενέσθαι καὶ παρόντας.

3

.

10

.

4

Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι περὶ Λευκάδα ἐναυ‐ μάχουν Τιμοθέου στρατηγοῦντος Ἀθηναίων, Νικολό‐ χου ναυαρχοῦντος Λακεδαιμονίων. ἦν ἑορτὴ Σκίρα. Τιμόθεος κατὰ ταύτην τὴν ἡμέραν μυρσίνῃ στεφα‐
5νώσας τὰς τριήρεις ἦρε τὸ σημεῖον· ἀναχθεὶς, ναυμα‐ χήσας ἐνίκησεν· οἱ δὲ στρατιῶται μετὰ ἐλπίδος ἀγαθῆς
ἠγωνίσαντο [τὸ] θεῖον ἔχειν οἰόμενοι σύμμαχον.141

3

.

10

.

5

Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώριζε τὸν τόπον τοῖς στρατιώταις, ὅθεν δὴ προνομεύσουσι· τὸ δὲ λοιπὸν μέρος τῆς χώρας καὶ ὅσον ἦν ὄφελος αὐτῆς ἀπεδίδοτο. οὐκ ἐπέτρεπε δὲ οὔτε οἰκίαν οὔτε ἔπαυλιν
5καθαιρεῖν, οὐ μὴν οὐδὲ ἥμερον δένδρον ἐκκόπτειν, ἀλλ’ αὐτοὺς τοὺς καρποὺς λαμβάνειν. καὶ τάδε οἱ στρατηγοῦντι περιῆν· εἰ μὲν κρατοίη, πλείους φόρους ἐκλέγειν, εἰ δὲ ὁ πόλεμος μηκύνοιτο, τροφὰς ἀφθόνους καὶ καταγωγὰς ἔχειν. τὸ δὲ τούτων μεῖζον, πολλὴν
10τὴν εὔνοιαν παρὰ τῶν πολεμίων ἐθήρευεν.

3

.

10

.

6

Τιμόθεος ναυμαχεῖν Λακεδαιμονίοις μέλλων αὐτὸς μὲν εἴκοσι τριήρων τὰ πληρώματα παρὰ πρύμναν ἔχων ἀνέπαυσε, τὰς δὲ ταχυναυτούσας εἴκοσι προσέταξε τοῖς τριηράρχοις ἀντιπαρεξάγειν ταῖς πολεμίαις ναυσὶ καὶ
5πυκνὰς ποιεῖσθαι [τὰς] κινήσεις καὶ τροπάς. οἱ μὲν δὴ πολέμιοι πονέσαντες εἰρεσίᾳ ἀσθενῶς τὰς κώπας ἀνέφερον· Τιμόθεος δὲ ἀκμαίοις πληρώμασιν ἐπαν‐ αχθεὶς ναυμαχῶν ἐνίκησεν.

3

.

10

.

7

Τιμόθεος τὴν Ὀλυνθίαν βουλόμενος παρελθεῖν δεδοικὼς τὸ ἱππικὸν τῶν Ὀλυνθίων ἔταξε τὸ στρατό‐
πεδον εἰς ἑτερόμηκες πλινθίον τὰ μὲν σκευοφόρα καὶ τὴν ἵππον εἰς τὸ μέσον λαβὼν, τὰς δὲ ἁμάξας πυκνὰς142
5ἄγων καὶ συνηρτημένας, τοὺς δὲ ὁπλίτας τούτων ἔξω‐ θεν περιβαλὼν, ὥστε τοῖς Ὀλυνθίοις ἱππεῦσιν ἀδύ‐ νατος ἦν ἡ ἱππασία.

3

.

10

.

8

Τιμόθεος περὶ Ἀμφίπολιν ἐστρατοπέδευεν. ἤγ‐ γειλέ τις ἑσπέρας ἀθροίζεσθαι τοὺς πολεμίους ἐπ’ αὐτόν, καὶ ὡς πολλαπλάσιοι τὸ πλῆθος ὄντες τῆς ὑστεραίας ἐπιθήσοιντο. ὁ δὲ τοῖς μὲν στρατιώταις οὐ
5προεῖπε τῶν πολεμίων τὸ πλῆθος, ἵνα μὴ καταπλαγεῖεν· αὐτὸς δὲ ὡς ἐπιθησόμενος αὐτοῖς ὀλίγοις οὖσι καὶ ἀτάκτοις τὸ μὲν ἀχρεῖον τοῦ πλήθους προέπεμπε διὰ τῶν δυσπόρων, ᾗπερ ἥκιστα οἱ πολέμιοι παραφυλάξειν ἔμελλον. αὐτὸς δὲ τὴν φάλαγγα ἐκίνησε τοὺς ψιλοὺς
10τελευταίους ἐπιτάξας, τὰς δὲ τριήρεις ἐν τῷ Στρυμόνι ποταμῷ πληρῶσαι οὐ δυνηθεὶς ἐνέπρησεν· καὶ ταῦτα πάντα μιᾷ νυκτὶ πράξας ἀσφαλῶς ἀνεχώρησεν.

3

.

10

.

9

Τιμόθεος ἐπολιόρκει Σάμον ξενολογήσας στρα‐ τιώτας ἑπτακισχιλίους· οἷς οὐκ ἔχων δοῦναι μισθὸν, ἔγκαρπον ὁρῶν τὴν νῆσον, ἐξελὼν χωρίον ἐς προνο‐ μὴν, τῶν ἄλλων καρποὺς ἀποδόμενος, ἀσφάλειαν τοῖς
5καρπολόγοις παρασχὼν, εὐπορήσας χρημάτων ἀπὸ τούτων, μέρος τῶν μισθῶν διανείμας, προθυμοτέροις χρησάμενος τοῖς στρατιώταις κατὰ κράτος εἷλε τὴν Σαμίων πόλιν.

3

.

10

.

10

Τιμόθεος πολιορκῶν Σάμον, ἐπεὶ πολλοὶ ξένοι εἰσπλέοντες συχνὰ τῶν ἐπιτηδείων ἀνήλισκον καὶ διὰ τοῦτο σπάνις ἦν, παρήγγειλε μὴ πωλεῖν ἄλευρον μηδὲ κοτύλην ἐλαίου ἢ οἴνου, ἀλλὰ σίτου [μὲν] μεδίμνου143
5μὴ ἔλαττον, τῶν δὲ ὑγρῶν μετρητὴν τοὐλάχιστον, τὰς δὲ σιτουργοὺς μύλας μηδένα ἔχειν, ἢ τοὺς ἐν τοῖς λόχοις. οὕτω δὴ συνέβη, τοὺς μὲν ξένους οὐκ ἔχοντας τὴν ἀγορὰν τῶν ἐφ’ ἡμέραν ἀναγκαίων, αὑτοῖς κομίζειν, τὴν δὲ παρασκευὴν τῶν σιτίων μόνους ἀναλίσκεσθαι
10τοὺς στρατιώτας.

3

.

10

.

11

Τιμόθεος ναῦς ἔχων τεσσαράκοντα βουλόμενος ἀπὸ τούτων πέντε προπέμψαι πλειόνων ἡμερῶν ἐχού‐ σας ἐφόδια, μισθὸν οὐκ ἔχων δοῦναι, παράγγελμα ἔδωκεν, ἀνάγεσθαι τὰς ναῦς ἁπάσας τριῶν σιτία ἐχού‐
5σας· ἐπεὶ δὲ νήσῳ τινὶ προσωρμίσαντο, τοῖς τριηράρ‐ χοις ἐκέλευσεν ἐξ ἑκάστου πληρώματος αὑτῷ κομίσαι δύο σιτία. ταῦτα ταῖς πέντε ναυσὶ διαδοὺς, τὰς μὲν ἐξέπεμψεν πλεόνων ἡμερῶν ἐπισίτισμα ἐχούσας, αὐτὸς δὲ μετὰ τῶν τριάκοντα καὶ πέντε νεῶν εἰς τὸν ἴδιον
10ὅρμον ἐπανῆλθεν.

3

.

10

.

12

Τιμόθεος ναυμαχεῖν μέλλων περὶ Λευκάδα Νι‐ κολόχῳ τῷ Σπαρτιάτῃ τῶν μὲν πλειόνων νεῶν τὰ πληρώματα παρήγγειλεν ἐπὶ γῆς ἀναπαύεσθαι παρ’ αὐτῇ τῇ θαλάσσῃ. ταῖς δὲ ἄριστα πλεούσαις εἴκοσιν144
5ἀναχθεὶς προσέταξε τοῖς τριηράρχοις μὴ συνάπτειν ταῖς πολεμίαις τριήρεσιν ἐντὸς βέλους, ἐκκλίνειν δὲ καὶ φυγομαχεῖν ἑκουσίως, ἵνα κατακόπους ποιήσωσι τοὺς ἐναντίους ἐρέτας. ἐπεὶ δὲ οἱ μὲν ἐφυγομάχουν, οἱ δὲ ἐλέλυντο καύματι καὶ πόνῳ, Τιμόθεος τὸ ἀνα‐
10κλητικὸν ἐσήμηνεν καὶ κατασχὼν ἐπὶ τὴν γῆν ἀνα‐ παυσαμένους ἐρέτας ἐμβιβάσας, διὰ τάχους τοὺς πο‐ λεμίους πεπονηκότας διώξας πολλὰς αὐτῶν τριήρεις τὰς μὲν κατέδυσε, τὰς δὲ ἄπλους ἐποίησεν.

3

.

10

.

13

Τιμόθεος Λακεδαιμονίους καταναυμαχήσας φοβη‐ θεὶς δέκα ναῦς Λακωνικὰς, ἃς προέπεμψεν ὁ ναύαρχος ἐπὶ καταγωγῇ πλοίων σιταγωγῶν, μή ποτε ἀναχωροῦσι τοῖς Ἀθηναίοις ἐπίθειντο, παρήγγειλε τοῖς τριηράρχοις
5τὴν ἀρχαίαν τάξιν μὴ ζητεῖν, ἀλλὰ ἣν ἕκαστος ἐπὶ τοῦ παρόντος χώραν ἔχοι, ταύτην φυλάσσειν, ἵνα μὴ μεταγομένων τῶν σκαφῶν ἐπὶ τὰς ἑαυτῶν τάξεις ἐπι‐ πλεύσαντες οἱ πολέμιοι προσβάλλωσι τῷ ναυτικῷ λελυ‐ μένῳ. τάξας δὲ τὰς ναῦς ἐν μηνοειδεῖ σχήματι τὰ
10μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπέστρεψεν, τὰ ναυάγια δὲ καὶ τὰς αἰχμαλώτους τῶν νεῶν ἐς τὸ κοίλωμα τοῦ μηνί‐
σκου συναγαγὼν ἀνέπλει κατὰ πρύμναν.145

3

.

10

.

14

Τιμόθεος Χαλκιδεῦσι πολεμῶν μετὰ Περδίκκου Κύπριον χαλκὸν Μακεδονικῷ νομίσματι μίξας ἐπίση‐ μον ἔκοψεν, ὥστε τὰς παλαιὰς πεντεδραχμίας ἔχειν ἀργυρίου τετάρτην μοίραν, τὸ δὲ λοιπὸν χαλκοῦ φαύ‐
5λου. πλείστης εὐπορήσας μισθοδοσίας τοὺς ἐμπόρους καὶ τοὺς ἀπὸ τῆς χώρας ἔπεισε, πρὸς χαλκὸν πιπρά‐ σκειν· ἀντιφορτιζόμενοι δὲ τὰ παρ’ ἀλλήλων οὐδὲν τοῦ νομίσματος ἐφύλαττον, ἀλλὰ τοῦτο περιῄει πάλιν εἰς τὴν μισθοφορὰν τὴν στρατιωτικήν.

3

.

10

.

15

Τιμόθεος ἐπολιόρκει Τορώνην. οἱ μὲν Τορωναῖοι μεγάλα ὕψη ἀντανέστησαν φορμῶν ψάμμου πληρου‐ μένων. ὁ δὲ Τιμόθεος μηχανήμασι μακροτέροις ἐξ ἱστοῦ ἀκίδας περιθεὶς καὶ δρέπανα ἐπὶ τὰ ἄκρα τοῦ
5ἱστοῦ ἐμβαλὼν ταῖς ἀκίσι διερρήγνυε, τοῖς δὲ δρεπά‐ νοις ἀνέτεμνε τοὺς φορμοὺς, ὥστε ῥεῖν τὴν ἄμμον. τοῦτο δρώμενον ἰδόντες Τορωναῖοι πρὸς ὁμολογίαν ἐτράποντο.

3

.

10

.

16

Τιμόθεος μετὰ Κερκυραίων καὶ τῶν ἄλλων συμ‐ μάχων πρὸς Λακεδαιμονίους ναυμαχῶν τὰς ἄριστα πλεούσας τῶν νεῶν προέταξε κελεύσας [τὰς ἄλλας] ἐν τῷ σχήματι τῆς παρατάξεως ἡσυχίαν ἔχειν. ἐπεὶ δὲ
5οἱ προτεταγμένοι διεναυμάχησαν, ἐπὶ πολὺ κεκμηκότων ἤδη τῶν πολεμίων, σημεῖον ἦρε τοῖς ἡσυχάζουσιν· οἱ
δὲ ἀκμῆτες ἐμβαλόντες ἐτρέψαντο τοὺς κεκμηκότας.146

3

.

10

.

17

Τιμόθεος περὶ Λευκάδα Λακεδαιμονίοις ναυμα‐ χήσας ἐνίκησε. πολλῶν συντριβέντων σκαφῶν περι‐ ῆσαν δέκα νῆες τῶν πολεμίων ἀναυμάχητοι, ἃς ἐδεδοί‐ κει. Τιμόθεος ἐπανιὼν ἐπὶ τὸν ναύσταθμον καὶ δὴ τὸ
5ναυτικὸν ἔταξεν ἐν μηνοειδεῖ σχήματι πρὸς τοὺς πολε‐ μίους τὸ κυρτὸν, ἐντὸς τὰ ναυάγια συναγαγών· τὸν δὲ ἀπόπλουν ἐποιεῖτο πρὸς τὴν γῆν κελεύσας ἐλαύνειν ἐπὶ πρύμναν, ὅπως ἀντίπρωροι τὰς πολεμίας δέκα ναῦς ῥᾳδίως ἀμύνοιντο. τοῦτο τὸ σχῆμα τῆς τάξεως
10οἱ ἀπὸ τῶν δέκα νεῶν φοβηθέντες οὐκ ἐπέθεντο.

3

.

11

t

ΧΑΒΡΙΑΣ

3

.

11

.

1

Χαβρίας τοῖς στρατιώταις παρήγγειλεν, ‘ἐπειδὰν μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς [θεοῖς] πο‐ λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν.‘

3

.

11

.

2

Χαβρίας περὶ Νάξον ναυμαχῶν, ἐνίκησε Βοηδρο‐ μιῶνος ἕκτῃ ἐπὶ δέκα ταύτην τὴν ἡμέραν ἐπιτήδειον τῇ ναυμαχίᾳ κρίνας, ὅτι ἦν μία τῶν μυστηρίων. οὕτω γέ τοι καὶ Θεμιστοκλῆς τοῖς Πέρσαις ἐναυμάχησε περὶ
5Σαλαμῖνα. ἀλλὰ οἱ μὲν περὶ Θεμιστοκλέα σύμμαχον ἔσχον τὸν Ἴακχον, [οἱ δὲ περὶ Χαβρίαν] τὸ Ἅλαδε μύσται.147

3

.

11

.

3

Χαβρίας ναῦς Λακωνικὰς κατασκόπους δώδεκα ἐφορμούσας, οὐ μὴν ἐπαναχθῆναι θαρρούσας ἐξεκα‐ λέσατο οὕτω πως· αὐτὸς ἀνήχθη ναυσὶ δεκαδύο κατὰ δύο ζεύξας, ἔπειτα τὰ ἱστία τῶν δυοῖν ἐπὶ μιᾶς ἀρά‐
5μενος. οἱ πολέμιοι καταφρονήσαντες ὡς πρὸς ἓξ τριή‐ ρεις αὐτοὶ δεκαδύο ἔχοντες ἐπανήχθησαν. Χαβρίας ἐπὶ πλέον αὐτῶν τοῦ πελάγους προελθόντων καθελὼν τὰ ἱστία, τὰ σκάφη διαζεύξας ἐπέτρεψε καὶ τὰς ἡμι‐ σείας τῶν πολεμίων ἔλαβεν αὐτάνδρους.

3

.

11

.

4

Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν ὀλίγους ἔχων πολλῶν πολεμίων ἐπικειμένων αὐτὸς τῆς πορείας ἡγούμενος τοὺς μάλιστα εὐρώστους οὐραγεῖν ἔταξεν, ὅπως [τοὺς] προσκειμένους ἀμύνοιντο. οὐδεὶς οὖν
5τῶν οὐραγούντων ἔφυγεν οὐ τολμῶν τὸν στρατηγὸν παρελθεῖν ὡς ἂν κωλυθεὶς ἢ καὶ κολασθείς. τῷ σχή‐ ματι τούτῳ τῆς πορείας ἀσφαλῶς διήγαγε τὸ στρατό‐ πεδον.

3

.

11

.

5

Χαβρίας Θαμῷ, Αἰγυπτίων βασιλεῖ, χρημάτων ἀποροῦντι συνεβούλευσε, τοὺς ἐν τῇ χώρᾳ κεκτημένους ἱκανὴν οὐσίαν κελεῦσαι παραχρῆμα εἰσενεγκεῖν ὅσον τις ἔχοι χρυσίον ἢ ἀργύριον· κομιδὴν δὲ αὐτοῖς ὧν148
5διδόασι γενέσθαι [ἐκ] τῶν φόρων, οὓς κατ’ ἔτος ἐτέ‐ λουν. οὕτω δὴ πολλὰ συνελέγη χρήματα οὐδενὸς ἀδικηθέντος, ἀλλὰ πάντων ὕστερον ὅσα ἔδωκαν ἀπο‐ λαβόντων.

3

.

11

.

6

Χαβρίας εἰς Σελλασίαν τῆς Λακωνικῆς ἐμβαλὼν, νυκτὸς τὸν ποταμὸν διαβὰς, λείαν πολλὴν λαβὼν τὴν μὲν ὑπὲρ τὸν ποταμὸν ἐς τὴν φιλίαν ἀπεπέμψατο· αὐτὸς δὲ τοὺς ἄλλους στρατιώτας φαγεῖν κελεύσας
5ἀνέμεινε μέχρι μεσούσης ἡμέρας τοῦτο προσδοκῶν, ὃ δὴ καὶ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι μαθόντες ἐξεβοήθησαν ὡς ἀφαιρησόμενοι τὴν λείαν ἐπὶ τοῦ ποταμοῦ καὶ σπουδῇ δραμόντες διακόσια στάδια κε‐ κμηκότες, ἀσύντακτοι, διεσπαρμένοι πρὸς μάχην ἦσαν
10ἄχρηστοι. ὁ δὲ τοὺς αὑτοῦ στρατιώτας βεβρωκότας, ἀναπαυσαμένους, συντεταγμένους προσαγαγὼν ῥᾳδίως τοὺς πλείστους αὐτῶν διέφθειρεν.

3

.

11

.

7

Χαβρίας ἦν ἐν Αἰγύπτῳ, στρατηγῶν τῷ βασιλεῖ τῶν Αἰγυπτίων. τοῦ Περσῶν βασιλέως ἐπιστρατεύ‐ σαντος πεζῇ δυνάμει καὶ ναυτικῇ, ὁ τῶν Αἰγυπτίων
βασιλεὺς ναῦς πολλὰς ἔχων ἠπόρει πληρωμάτων συγ‐149
5κεκροτημένων. Χαβρίας καταλέξας Αἰγυπτίων [τοὺς] νεωτάτους, ἱκανοὺς πληρῶσαι ναῦς διακοσίας, ἐξελὼν τὰς κώπας τῶν τριήρων, ξύλα μακρὰ παραβαλὼν ἐπὶ τὸν αἰγιαλὸν, ὥστε ἐφ’ ἕνα καθῆσθαι, δοὺς αὐτοῖς τὰς κώπας καὶ κελευστὰς τῶν διγλώσσων ἐπιστήσας
10ὀλίγαις ἡμέραις ἐλαύνειν αὐτοὺς ἐδίδαξεν [καὶ τὰς ναῦς] ἐρετῶν συγκεκροτημένων ἐπλήρωσεν.

3

.

11

.

8

Χαβρίας ὁπότε νεοσύλλογον ἔχων δύναμιν (καὶ) μέλλοι παρατάττεσθαι, διὰ τοῦ κήρυκος ἐκέλευε τοὺς ἀρρώστως ἔχοντας χωρὶς τίθεσθαι τὰ ὅπλα. ὅσοι δὴ δειλοὶ καὶ ἀρρωστίαν προσποιούμενοι χωρὶς ἐτίθεντο
5τὰ ὅπλα, τούτοις ἐς μὲν τὴν μάχην οὐκ ἐχρῆτο, ἐς δὲ τὰς προκαταλήψεις τῶν ὀχυρῶν τόπων, ἵνα τὸ γοῦν πλῆθος ἐπιφαινόμενον αὐτῶν φόβον ἐνεργάζοιτο τοῖς πολεμίοις· καιροῦ δὲ παραστάντος ἐποίει ταχέως αὐτοὺς ἀπομίσθους.

3

.

11

.

9

Χαβρίας προσπλεύσας πολεμίᾳ πόλει νυκτὸς τοὺς πελταστὰς ἀπεβίβασεν· αὐτὸς δὲ ἀρχομένης ἕω ἐπὶ τὸν λιμένα ἔπλει ἀπωτέρω τῆς πόλεως ὄντα. οἱ ἐκ τῆς πόλεως ἐξέδραμον κωλύσοντες ἀποβῆναι τοὺς ἐκ τῶν
5νεῶν· οἱ δὲ ἐκ τῆς ἐνέδρας πελτασταὶ ὄπισθεν ἐπι‐ φανέντες τοὺς μὲν διέφθειραν αὐτῶν, τοὺς δὲ ζωγρείᾳ λαβόντες τῶν νεῶν ἐπιβάντες ἀνήχθησαν.

3

.

11

.

10

Χαβρίας ἀπὸ τῶν πελταστῶν δέκα τοὺς δρομικω‐ τάτους ἐφ’ ἑκάστην ναῦν ἀνεβιβάσατο καὶ νυκτὸς ἐς τὴν πολεμίαν ἀπεβίβασε καὶ λεηλατεῖν τὴν χώραν ἐκέ‐ λευσεν. οἱ δ’ ἐκ τῆς πόλεως ἐκβοηθήσαντες ἐπικρατεῖν150
5τῶν λεηλατούντων ἔμελλον· ὁ δὲ προϊδὼν κατὰ σπου‐ δὴν ἐπὶ τὴν πόλιν ἔπλει. οἱ δὲ ἐκβοηθήσαντες τὸν ἐπίπλουν ἰδόντες ἐσπούδασαν, ἵνα μὴ καταλάβοι τὴν πόλιν. ὁ δὲ τὰς ναῦς τῇ χώρᾳ προσορμίσας τοὺς πελταστὰς καὶ τὴν λείαν ὅσην ἔλαβον ἀναλαβὼν καὶ
10δὴ ἀποπλεύσας ᾤχετο.

3

.

11

.

11

Χαβρίας ἐν Νάξῳ μέλλων ναυμαχεῖν πρὸς Πόλ‐ λιν παρήγγειλε τοῖς τριηράρχοις, ἐὰν ἰσοπαλεῖς κατὰ τὸν κίνδυνον ὦσι, τὰ σημεῖα τῶν ἰδίων νεῶν λάθρα καθελόντας εἰδέναι τὰς ἐπισήμους πολεμίας οὔσας.
5ἐπεὶ δὲ τοῦτο ἐγένετο, οἱ μὲν τοῦ Πόλλιδος κυβερνῆ‐ ται ταῖς ναυσὶ τῶν Ἀθηναίων ἀπαντῶντες διὰ τὸ μὴ ἔχειν αὐτὰς τὸ Ἀττικὸν σημεῖον ἀμφιγνοοῦντες παρέ‐ πλεον. οἱ δὲ τῶν Ἀθηναίων κατὰ τὸ παράγγελμα [ταῖς] ἐπισήμοις τῶν νεῶν ἔφθανον διδόντες διττὰς
10ἐμβολάς. τὸ τέχνασμα τοῦτο νίκην Ἀθηναίοις ἔδωκεν.

3

.

11

.

12

Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τρια‐ κοσίους ἄνδρας εἴς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει. οἱ μὲν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀποβᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνῄ‐
5ρουν, ὁ δὲ διὰ τάχους ἐς τὴν πόλιν εἰσέπλευσεν. οἱ
δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι, καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνε‐ χώρησαν ἐπὶ τὴν πόλιν.151

3

.

11

.

13

Χαβρίας πρὸς τὰς ἐπιβολὰς τῶν κυμάτων ὑπὲρ τὴν παρεξειρεσίαν ἑκατέρου τοίχου δέρρεις παρέβαλεν, καὶ κατηλώσας ἀρτίως τῷ καταστρώματι κατὰ τὸ ὕψος φράγμα κατελάμβανεν αὐτὸ πρὸς τὰς παρεξει‐
5ρεσίας. τοῦτο δὲ ἐκώλυε τὴν ναῦν ὑποβρύχιον φέ‐ ρεσθαι καὶ τοὺς ναύτας ὑπὸ τῶν κυμάτων βρέχεσθαι· καὶ τὰ ἐπιφερόμενα κύματα οὐχ ὁρῶντες διὰ τὴν τοῦ φράγματος πρόσθεσιν οὐκ ἐξανίσταντο διὰ τὸν φόβον οὐδὲ τὴν ναῦν ἔσφαλλον.

3

.

11

.

14

Χαβρίας πρὸς τοὺς πελαγίους πλοῦς καὶ τοὺς ἐν τῇ θαλάττῃ χειμῶνας κατεσκεύαζεν ἑκάστῃ τῶν νηῶν δισσὰ πηδάλια καὶ τοῖς μὲν ὑπάρχουσιν ἐν ταῖς εὐδίαις ἐχρῆτο, εἰ δὲ ἡ θάλασσα κοίλη γένοιτο, θάτερα διὰ
5τῆς παρεξειρεσίας κατὰ τὰς θρανίτιδας κώπας παρε‐ τίθει τοὺς αὐχένας ἔχοντα καὶ τοὺς οἴακας ὑπὲρ τοῦ καταστρώματος, ὥστε ἐξαιρομένης τῆς πρύμνης τούτοις τὴν ναῦν κατευθύνεσθαι.

3

.

11

.

15

Χαβρίας, καταδραμὼν τὴν Λακωνικὴν καὶ λείαν πολλὴν ἁρπάσας, Σπαρτιατῶν ἐκβοηθησάντων, ὧν
Ἀγησίλαος ἡγεῖτο, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους152
5ἀγαγὼν ἐπὶ τὸ ὀχυρώτατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε σταδίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καῆναι διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν παρήγγειλε τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ
10ἀναχωρεῖν κατὰ τὸ ὄπισθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνεχώρησαν· οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες μένειν τοὺς Ἀθηναίους νομίζοντες ὑπὸ τὴν ἕω διασκευασά‐ μενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσ‐
15ῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπε‐ δον εἶδον, ἀνεβόησεν Ἀγησίλαος ‘ἄριστός γε στρατηγὸς Χαβρίασ‘.

3

.

12

t

ΦΩΚΙΩΝ.

3

.

12

.

1

Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ Βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ‘ὅσοι Ἀθηναίων μέχρι
5ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι.‘ ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων ‘οὐδὲν‘, ἔφη ‘δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων
10ἔτος μεθ’ ὑμῶν ἔσομαι‘. τοῦτο ἀκούσαντες Ἀθηναῖοι τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε‐ βάλοντο.153

3

.

13

t

ΧΑΡΗΣ.

3

.

13

.

1

Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προσ‐ έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος
5τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα.

3

.

13

.

2

Χάρης ἐν Θρᾴκῃ χειμῶνος ὄντος ὑπερβολῇ τοὺς στρατιώτας ὁρῶν φειδομένους τῶν ἱματίων καὶ πρὸς τὸ πράττειν ἃ χρὴ διακειμένους ὀκνηρῶς παρήγγειλεν αὐτοῖς ἀλλάττειν παρ’ ἀλλήλων τὰ ἱμάτια. τούτου
5γὰρ γενομένου τῶν ἀλλοτρίων ἐσθήτων ἕκαστος οὐ φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα.

3

.

13

.

3

Χάρης ἀπῆγε στρατόπεδον ἐκ Θρᾴκης· ἐπέκειντο οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμε‐ νος ἀποσπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν, ἀναβιβάσας τῶν σαλπιγκτῶν
5ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν
ἱππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο‐ μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο.154
10Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο.

3

.

14

t

ΧΑΡΙΔΗΜΟΣ.

3

.

14

.

1

Χαρίδημος Ἰλιέων λεηλατούντων αὐτοῦ τὴν πόλιν οἰκέτην Ἰλιέα προελθόντα ἐπὶ λείαν συλλαβὼν μεγά‐ λοις δώροις ἔπεισε προδοῦναι τὴν πόλιν. ἵνα δὲ πιστὸς φανείη τοῖς φυλάττουσι τὰς πύλας, ἔδωκεν αὐτῷ πολλὰ
5πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο‐ νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβὼν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι‐
10βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ‐ λακες, ἵνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά‐
15μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἴλιον πάλιν ἵππῳ καταστρα‐ τηγούμενον.

3

.

15

t

ΔΗΜΗΤΡΙΟΣ ΦΑΛΗΡΕΥΣ.

3

.

15

.

1

Δημήτριος Φαληρεὺς συλλαμβάνεσθαι μέλλων ὑπὸ τοῦ Θρᾳκῶν βασιλέως κατακρύψας αὑτὸν ἐς ἅμαξαν χορτοφόρον ἐς τὴν ὅμορον χώραν διεσώθη.155

3

.

16

t

ΦΙΛΟΚΛΗΣ.

3

.

16

.

1

Φιλοκλῆς, Πτολεμαίου στρατηγὸς, Καύνῳ προσ‐ εστρατοπέδευσε καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύ‐ λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [σῖτον]· οἱ δὲ τὰς φυλακὰς τῶν
5τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν
πόλιν.156

4

pin

t

Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ τῶν Πολυαίνου στρατηγημάτων·

4

pin

col1

Ἀργαῖος ............. α Φίλιππος ............. κβ Ἀλέξανδρος .......... λβ Ἀντίπατρος .......... γ
5Παρμενίων ............ α Ἀντίγονος ........... κα Δημήτριος ............ ιβ Εὐμένης .............. ε Σέλευκος ............. ϛ
10Περδίκκας ............ β
Κάσσανδρος ........... δColumn end

4

pin

col2

Λυσίμαχος ............ γ Κρατερὸς ............. α Πολυσπέρχων .......... α Ἀντίοχος Σελεύκου ... α
5Ἀντίοχος Ἀντιόχου .. α Ἀντίοχος Ἱέραξ ..... α Φίλιππος Δημητρίου ... β Πτολεμαῖος ........... α Ἄτταλος ............. α
10Περσεὺς .............. α157

4

pro

t

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ.

4

pro

1

Καὶ τόδε ὑμῖν τέταρτον βιβλίον, ἱερώτατοι βα‐ σιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατη‐ γημάτων· τοῦτο μὲν δὴ καὶ ἥδιον τῶν ἄλλων συγ‐ γράψας, ἐν ᾧ καταμάθοιτε ἂν τὰς ἀρετὰς τῶν ἡμετέ‐
5ρων προγόνων, οἳ τῆς Μακεδονίας ἐβασίλευσαν.

4

.

1

t

ΑΡΓΑΙΟΣ.

4

.

1

.

1

Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γά‐ λαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρ‐ θένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι
5τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπι‐ φανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρ‐
10θένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπε‐ σήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβα‐
λόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες,158
15αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας.

4

.

2

t

ΦΙΛΙΠΠΟΣ.

4

.

2

.

1

Φίλιππος ἐπὶ στρατοπέδου Δόκιμον Ταραντῖνον λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας ‘ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρ’ οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ λούεται‘.

4

.

2

.

2

Φίλιππος ἐν Χαιρωνείᾳ παρατασσόμενος Ἀθηναίοις εἴξας ἐνέκλινεν. στρατηγὸς Ἀθηναίων Στρατοκλῆς ἐκβοήσας ‘οὐ χρὴ ἀποστῆναι προσκειμένους, ἕως ἂν τοὺς πολεμίους κατακλείσωμεν ἐς Μακεδονίαν‘ οὐκ
5ἀνῆκε διώκων. Φίλιππος εἰπὼν ‘οὐκ ἐπίστανται νικᾶν Ἀθηναῖοι‘ ἐπὶ πόδα ἀνεχώρει συνεσπασμένην ἔχων τὴν φάλαγγα καὶ ἐντὸς ὅπλων πεφυλαγμένος. μετ’ ὀλίγον ὑπερδεξίων τόπων λαβόμενος, παραθαρρύνας τὸ πλῆθος, ἀναστρέψας εὐρώστως ἐμβάλλει τοῖς Ἀθη‐
10ναίοις καὶ λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

4

.

2

.

3

Φίλιππος ἐπὶ Θηβαίους ἐστράτευεν. Ἀέροπος καὶ Δαμάσιππος ἡγεμόνες ἀπὸ πανδοκείου μισθωσάμενοι
ψάλτριαν ἐς τὸ στρατόπεδον εἰσήγαγον. οὐ μὴν ἔλαθον Φίλιππον, ἀλλὰ καταμαθὼν ἄμφω τὼ ἡγεμόνε τῶν159
5ὅρων τῆς αὑτοῦ βασιλείας ἐξεκήρυξεν.

4

.

2

.

4

Φίλιππος πρέσβεις ἔπεμψεν ἐς πολεμίων Θρᾳκῶν πόλιν. οἱ μὲν ἐκκλησίαν συνήγαγον καὶ τοὺς πρεσ‐ βευτὰς ἐκέλευον ἀγορεύειν, καὶ ἦν ἁπάντων σπουδὴ περὶ τὴν ἀκρόασιν ὧν ἀγγελοῦσι. Φίλιππος ἐν τῷ
5καιρῷ τούτῳ μὴ προσδοκῶσιν ἐπιθέμενος τῆς πόλεως ἐκράτησεν.

4

.

2

.

5

Φίλιππος ᾔτησε παρὰ τῶν πολεμίων Ἰλλυριῶν νεκροὺς ὑποσπόνδους. τῶν δὲ δόντων, ἡνίκα οἱ ἔσχατοι ἐκομίζοντο, σημήνας ἀφυλάκτοις ἐπῆλθεν.

4

.

2

.

6

Φίλιππος ἐν παλαίστρᾳ καὶ Μηνηγέτης ὁ παγ‐ κρατιαστὴς ἐκυλίοντο· οἱ στρατιῶται κύκλῳ περιστάντες κατεβόων τὴν μισθοφορὰν ἀπαιτοῦντες. οὐκ ἔχων ὁ Φίλιππος προσῆλθεν ἱδρῶτι ῥεόμενος, κεκονιμένος,
5προσμειδιάσας αὐτοῖς ‘δίκαια‘, ἔφη, ‘λέγετε, ὦ συστρα‐ τιῶται, ἀλλά τοι κἀγὼ διὰ τοῦτα νῦν ἐπὶ τὸν βάρβαρον ἀλείφομαι, ὅπως ὑμῖν πολλαπλασίως ἀποτίσαιμι τὰς χάριτασ‘. ταῦτα εἰπὼν καὶ ταῖν χεροῖν κροτῶν, διὰ μέσων δραμὼν, ἐς κολυμβήθραν ἐπέρριψεν ἑαυτὸν, καὶ οἱ
10Μακεδόνες ἐγέλασαν. ὁ Φίλιππος μέχρι τοσούτου δια‐ βαπτιζόμενος πρὸς τὸν παγκρατιαστὴν καὶ κατὰ τοῦ προσώπου ῥαινόμενος οὐκ ἀνῆκεν, ἔστ’ ἂν οἱ στρα‐ τιῶται καμόντες ἀπερρύησαν. τοῦ στρατηγήματος
τούτου καὶ αὐτὸς Φίλιππος παρὰ τοὺς πότους ἐμέ‐160
15μνητο πολλάκις, ὡς ἀστείως διακρουσάμενος τοὺς ἀπαι‐ τοῦντας.

4

.

2

.

7

Φίλιππος ἐν Χαιρωνείᾳ γιγνώσκων τοὺς μὲν Ἀθη‐ ναίους ὀξεῖς καὶ ἀγυμνάστους, τοὺς δὲ Μακεδόνας ἠσκηκότας καὶ γεγυμνασμένους, ἐπὶ πολὺ τὴν παράταξιν ἐκτείνας ταχέως παρέλυσε τοὺς Ἀθηναίους καὶ εὐχει‐
5ρώτους ἐποίησε.

4

.

2

.

8

Φίλιππος ἐπὶ τὴν Ἀμφισσέων ἐστράτευεν· Ἀθη‐ ναῖοι καὶ Θηβαῖοι τὰ στενὰ προκατελάβοντο, καὶ ἦν ἡ δίοδος ἀμήχανος. ἐξαπατᾷ τοὺς πολεμίους Φίλιππος ἐπιστολὴν πεπλασμένην Ἀντιπάτρῳ πέμψας ἐς Μακε‐
5δονίαν, ὡς τὴν μὲν στρατείαν τὴν ἐπ’ Ἀμφισσεῖς ἀνα‐ βάλοιτο, σπεύδοι δὲ ἐς Θρᾴκην πεπυσμένος τοὺς ἐκεῖ νεωτερίζειν. ὁ γραμματοφόρος [διῄει] διὰ τῶν στενῶν. οἱ στρατηγοὶ, Χάρης καὶ Πρόξενος, αἱροῦσιν αὐτὸν καὶ τὴν ἐπιστολὴν ἀναγνόντες πιστεύουσι τοῖς γεγραμ‐
10μένοις καὶ τὴν φυλακὴν τῶν στενῶν ἀπολείπουσι. Φίλιππος δὲ λαβόμενος ἐρημίας ἀφυλάκτως διεξεπαί‐ σατο καὶ τοὺς στρατηγοὺς ἀναστρέψαντας ἐνίκησε καὶ τῆς Ἀμφίσσης ἐκράτησεν.

4

.

2

.

9

Φίλιππος οὐκ ἐλάττω δι’ ὁμιλίας ἢ διὰ μάχης κατειργάζετο. καὶ νὴ Δία μεῖζον ἐφρόνει ἐφ’ οἷς διὰ
τῶν λόγων ἐκτᾶτο ἢ διὰ τῶν ὅπλων· τῶν μὲν γὰρ κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, τῶν δὲ αὐτῷ μόνῳ161
5μετεῖναι.

4

.

2

.

10

Φίλιππος ἤσκει τοὺς Μακεδόνας πρὸ τῶν κινδύνων, ἀναλαβόντας τὰ ὅπλα τριακόσια στάδια πολλάκις ὁδεύειν φέροντας ὁμοῦ κράνη, πέλτας, κνημίδας, σαρίσας καὶ μετὰ τῶν ὅπλων ἐπισιτισμὸν καὶ ὅσα σκεύη καθημε‐
5ρινῆς διαίτης.

4

.

2

.

11

Φίλιππος ἀφικόμενος ἐς Λάρισαν, ἵνα τινὰς τῶν Ἀλευαδῶν ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως ἐσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βοΐσκος ἐξήγγειλε τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν, καὶ διὰ τοῦτο
5τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.

4

.

2

.

12

Φίλιππος ἠξίωσε Σαρνουσίοις ἐκκλησιάζουσι δια‐ λεχθῆναι. οἱ μὲν συνῄεσαν· τοῖς δὲ στρατιώταις παρήγγελτο ἱμάντας ὑπὸ μάλης κομίζειν. ἐπεὶ δὲ ὁ Φίλιππος ἀνέτεινε τὴν δεξιὰν ὡς δημηγορήσων, τοῦτο
5ἦν ἄρα σημεῖον τοῖς στρατιώταις τοῦ δῆσαι πάντας τοὺς παρόντας. οὕτω Σαρνούσιοι δεθέντες ἐς Μακε‐ δονίαν ἤχθησαν πλείους μυρίων.

4

.

2

.

13

Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν,
ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σημήνῃ, τοῖς μὲν οὐρα‐ γοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοὺς μὲν πολεμίους ἐπιστήσειε διώκοντας, τοῖς162
5δὲ οἰκείοις προλαβεῖν τῆς ὁδοῦ παράσχοι.

4

.

2

.

14

Φίλιππος τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυλαττόντων—ἦν δὲ στενὸς ὄρους αὐχήν—οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπο‐
5μένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Φίλιππος ὑποστρέψας διὰ τοῦ ὄρους διεξεπαίσατο.

4

.

2

.

15

Φίλιππος τοῖς Μεθωναίων τείχεσι κλίμακας προσ‐ ήγαγεν καὶ δι’ αὐτῶν πολλοὺς Μακεδόνας ἀνεβίβασε πολιορκητάς. ἐπεὶ δὲ ἀνέβησαν ἐπὶ τὰ τείχη, ἀφεῖλε τὰς κλίμακας, ὅπως ἐλπίδα τοῦ καταβῆναι μὴ ἔχοντες
5προθυμότερον τῶν τειχῶν κρατήσειαν.

4

.

2

.

16

Φίλιππος ἐνέβαλεν εἰς τὴν Ὀρβηλίων χώραν· ἡ δέ ἐστι φαραγγώδης καὶ δασεῖα. καταδυομένων τῶν βαρβάρων ἐς τὰ ἄλση καὶ τοὺς θάμνους, θηρευτικὰς κύνας πολλὰς ἐξήγαγεν, αἳ τοὺς πολεμίους ἐξιχνεύουσαι
5τοὺς πλείστους αὐτῶν ἐθήρευον.

4

.

2

.

17

Φίλιππος Ἀμφίπολιν ἀπαιτούμενος ὑπὸ Ἀθηναίων, ὁμοῦ δὲ καὶ Ἰλλυριοῖς πολεμῶν οὐκ ἀπέδωκεν, ἀλλ’ ἀφῆκεν ἐλευθέραν· Ἀθηναῖοι δὲ ἠγάπησαν τὸ ἐλευ‐
θέραν ἀφεῖσθαι. Φίλιππος, ὁπότε τῶν Ἰλλυριῶν κρα‐163
5τήσας μείζω δύναμιν ἐκτήσατο, τηνικαῦτα πάλιν Ἀμφίπολιν κατέσχεν Ἀθηναίων καταφρονήσας.

4

.

2

.

18

Φίλιππος ἐπολιόρκει Φαρκηδόνα πόλιν Θεσσαλι‐ κήν· Φαρκηδόνιοι παρέδωκαν τὴν πόλιν. ὡς δὲ εἰσ‐ ῆλθον οἱ Φιλίππειοι μισθοφόροι, περιπταίουσιν ἐνέδρᾳ· πολλοὶ γὰρ ἀπὸ τῶν στεγῶν καὶ τῶν πύργων ἔβαλλον
5καὶ ἠκόντιζον. Φίλιππος πρὸς τὴν ἐνέδραν ὀξέως ἀντεστρατήγησεν. Ἦν τὰ ὄπισθεν τῆς πόλεως ἔρημα τῶν πολιτῶν συνδραμόντων ἐπὶ τὴν ἐνέδραν. κατὰ ταῦτα τοὺς Μακεδόνας προσβάλλειν ἐκέλευσε καὶ προσ‐ τιθέναι κλίμακας. ἀναβάντων δὲ ὑπὲρ τὸ τεῖχος, οἱ
10Φαρκηδόνιοι τοῦ βάλλειν τοὺς μισθοφόρους ἀποσχό‐ μενοι σπουδῇ ἔθεον ἀμυνούμενοι τοὺς τειχοκρατοῦντας. οἱ δὲ, πρὶν ἥκειν εἰς χεῖρας, ἤδη τῆς πόλεως ἐκράτουν.

4

.

2

.

19

Φίλιππος ποθῶν κτήσασθαι Θεσσαλίαν αὐτὸς μὲν φανερῶς οὐκ ἐπολέμει Θεσσαλοῖς· Πελινναίων δὲ πολε‐ μούντων Φαρσαλίοις καὶ Φεραίων Λαρισαίοις, τῶν δὲ ἄλλων ἐς τούτους διῃρημένων, ἀεὶ προσεβοήθει τοῖς
5καλοῦσι. νικῶν δὲ οὐκ ἀναστάτους ἐποίει τοὺς ἡττω‐ μένους, ὅπλα οὐ παρῃρεῖτο, τείχη οὐ κατέβαλλε, τὰς στάσεις ἔτρεφε μᾶλλον ἢ ἔλυεν, τῶν ἀσθενεστέρων ἐπεμελεῖτο, τοὺς δυνατωτέρους καθῄρει, τοῖς δήμοις φίλος ἦν, τοὺς δημαγωγοὺς ἐθεράπευεν. τούτοις τοῖς
10στρατηγήμασι Φίλιππος ἐκράτησε Θεσσαλίας, οὐ τοῖς
ὅπλοις.164

4

.

2

.

20

Φίλιππος πολιορκῶν χρόνῳ μακρῷ Κάρας ἐχυρὸν χωρίον, ἑλεῖν οὐχ οἷός τε ὢν, ἀποχωρῆσαι βουλόμε‐ νος ἀσφαλῶς καὶ τὰ ὄργανα τῆς πολιορκίας περισώ‐ σασθαι, νύκτα σκοτεινὴν παραφυλάξας ἐκέλευσε τοῖς
5μηχανοποιοῖς διαλύειν μὲν τὰ ὄργανα, μιμεῖσθαι δὲ κτύπον οἷος ἂν γένοιτο συμπηγνύντων. οἱ δὲ ἐν ταῖς Κάραις ἀκούσαντες τοῦ κτύπου τὰς πύλας ἔνδοθεν ἀσφαλέστερον ἀπέκλειον καὶ τοῖς μηχανήμασιν ἀντι‐ μηχανήματα ηὐτρέπιζον. Φίλιππος δὲ περὶ ταῦτα
10ἀσχολουμένων διὰ νυκτὸς αὐτοῖς μηχανήμασιν ἀφα‐ νὴς ἦν.

4

.

2

.

21

Φίλιππος ἐπολιόρκει Βυζαντίους ἔχοντας οὐκ ὀλίγην χεῖρα συμμάχων. τούτους ἀπολιπεῖν τὴν συμ‐ μαχίαν ἐτεχνάσατο πέμψας αὐτομόλους ἀγγέλλοντας, ὡς αἱ πόλεις αὐτῶν ὑπὸ Φιλίππου πολιορκοῖντο πέμ‐
5ψαντος ἄλλας δυνάμεις ἐκεῖ, καὶ οὐ μακρὰν ἁλώσεως αἱ πόλεις. οἱ μὲν ταῦτα ἤγγελλον· Φίλιππος δὲ φανε‐ ρὸς ἦν διαπέμπων μέρη τῆς στρατιᾶς ἄλλο ἀλλαχοῦ εἰς δόκησιν, οὐκ ἐπὶ πρᾶξιν. οἱ σύμμαχοι ταῦτα ὁρῶντες καὶ ἀκούοντες ἀπολιπόντες Βυζαντίους ἐπὶ
10τὰς αὑτῶν πατρίδας ἐστέλλοντο.

4

.

2

.

22

Φίλιππος τὴν Ἀβδηριτῶν καὶ Μαρωνιτῶν κατα‐
δραμὼν ἐπανῄει καὶ ναῦς ἔχων πολλὰς καὶ στρατιὰν πεζὴν ἄγων· Χάρης περὶ Νέαν πόλιν ἐναυλόχει τριή‐ ρεις ἔχων εἴκοσι. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν165
5τέσσαρας τὰς ἄριστα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἀκμῇ καὶ τέχνῃ καὶ ῥώμῃ ἀρίστων, καὶ παράγγελμα ἔδωκε, προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν τὴν Νέαν πόλιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρ‐ έπλεον· ὁ δὲ Χάρης ὡς ἀναρπασόμενος τὰς τέσσαρας
10ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες, ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι, ταχέως ἐς τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συντεταμέ‐ νως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νέαν πόλιν ἀσφα‐ λῶς παραπλεύσας· Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς
15κατέλαβεν.

4

.

3

t

ΑΛΕΞΑΝΔΡΟΣ.

4

.

3

.

1

Ἀλέξανδρος ἐστρατήγει πάντας ἀνθρώπους ἐς εὔνοιαν ὑπάγεσθαι καὶ δὴ καὶ ἔγνω πάντας ἀντὶ βρο‐ τῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώ‐ πων Ἀλεξάνδρους καλεῖν.

4

.

3

.

2

Ἀλέξανδρος πολεμῶν προσέτασσε τοῖς στρατηγοῖς ξυρεῖν τὰ τῶν Μακεδόνων γένεια, ἵνα μὴ παρέχοιεν πρόχειρον λαβὴν τοῖς ἐναντίοις.166

4

.

3

.

3

Ἀλέξανδρος πολιορκῶν Τύρον, βουλόμενος μέγα χῶμα τοῖς τείχεσι τῶν Τυρίων περιβαλεῖν, πρῶτος αὐτὸς κόφινον λαβὼν χοῦ πληρώσας προσήνεγκεν. οἱ Μακεδόνες, ὡς εἶδον αὐτουργοῦντα τὸν βασιλέα, παρα‐
5χρῆμα τὰς χλαμύδας ἀπορρίψαντες τὸ χῶμα διὰ τάχους ἤγειραν.

4

.

3

.

4

Ἀλέξανδρος Τύρῳ πολιορκίαν περιβαλὼν ἐπ’ Ἀραβίας ἐστέλλετο. Τύριοι τῆς ἀπουσίας αὐτοῦ κατα‐ φρονήσαντες, τῶν τειχῶν προελθόντες, τοῖς Μακε‐ δόσι προσπεσόντες ἐκράτουν πολλαχῇ. Παρμενίων
5Ἀλέξανδρον ἀνακαλεῖται. Διὰ τάχους ἐπανελθὼν, Μακεδόνων τοὺς ἐγκλίναντας ἰδὼν τοῖς ἡττωμένοις οὐκ ἐβοήθησεν· ἐς δὲ τὴν πόλιν κενὴν ἀνδρῶν ὁρμή‐ σας κατὰ κράτος αἱρεῖ τὴν Τύρον. Τύριοι τὴν πόλιν ἁλοῦσαν ἰδόντες αὐτίκα σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα
10τοῖς Μακεδόσι προήκαντο.

4

.

3

.

5

Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παρ‐ άγγελμα τοῖς Μακεδόσιν ἔδωκεν· ‘ἢν ἐγγὺς γένησθε τῶν Περσῶν, εἰς γόνυ κλίναντες ταῖν χεροῖν διατρίβετε
τὴν γῆν· ἢν δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε δὴ ἀνα‐167
5στάντες θυμῷ καὶ ῥύμῃ τοῖς πολεμίοις ἐμβάλλετε.‘ οἱ μὲν δὴ Μακεδόνες οὕτως ἐποίησαν· οἱ δὲ Πέρσαι σχῆμα προσκυνήσεως ἰδόντες τὴν πρὸς τὸν πόλεμον ὁρμὴν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώ‐ τεροι. Δαρεῖος δὲ ἐκυδροῦτο καὶ φαιδρὸς ἦν ὡς
10ἀμαχεὶ κρατῶν. οἱ Μακεδόνες ὑπὸ τῷ συνθήματι τῆς σάλπιγγος ἀναπηδήσαντες ῥυμηδὸν ἐμβάλλουσι τοῖς πολεμίοις καὶ τὴν φάλαγγα ῥήξαντες ἐς φυγὴν ἐτρέ‐ ψαντο.

4

.

3

.

6

Ἀλέξανδρος ἐν Ἀρβήλοις τὴν ὑστάτην μάχην Δα‐ ρείῳ παρετάσσετο. μοῖρα Περσῶν οὐκ ὀλίγη περιελ‐ θόντες τὰ σκευοφόρα τῶν Μακεδόνων διήρπαζον. ὁ Παρμενίων Ἀλεξάνδρῳ συνεβούλευε τοῖς σκευοφόροις
5βοηθεῖν. ὁ δὲ ‘οὐδὲν‘, ἔφη, ‘παραλύειν χρὴ τῆς φά‐ λαγγος, ἀλλὰ τοῖς πολεμίοις αὐτοῖς μάχεσθαι· ἡττη‐ θέντες μὲν γὰρ οὐκέτι τῶν σκευοφόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ἕξομεν.‘

4

.

3

.

7

Ἀλέξανδρος ἐκράτησε τῆς Ἀσίας. οἱ Μακεδόνες ἦσαν ἐπαχθεῖς αὐτῷ καὶ βαρεῖς καὶ πάντα σφίσιν
αὐτοῖς ἐβιάζοντο παρ’ αὐτοῦ γίγνεσθαι. ὁ δὲ προσ‐ έταξεν ὁπλισαμένους ἰδίᾳ στῆναι τοὺς Μακεδόνας, εἰς168
5δὲ τοὐναντίον τοὺς Πέρσας. ἐπεὶ δὲ διέστησαν, ‘ἐπιλέ‐ ξασθε οἱ Μακεδόνεσ‘ ἔφη ‘ὃν βούλεσθε τῶν ἡγεμόνων, ἐγὼ δὲ ἡγήσομαι τῶν Περσῶν. ἢν μὲν νικήσητε, ποιήσω πάντα, ὅσα ἂν κελεύητε, ἢν δὲ ἡττηθῆτε, μα‐ θόντες ὅτι μηδὲν δύνασθε, τὴν ἡσυχίαν ἄγετε.‘ τὸ
10στρατήγημα ἐξέπληξε τοὺς Μακεδόνας καὶ τοῦ λοιποῦ πρὸς τὸν Ἀλέξανδρον ἐγένοντο μετριώτεροι.

4

.

3

.

8

Ἀλέξανδρος ἐν τῇ πρώτῃ παρατάξει πρὸς τοὺς Πέρσας ὁρῶν ἐνδιδόντας ἤδη τοὺς Μακεδόνας παρ‐ ιππεύων ἀνεβόα· ‘ἔτι ἅπαξ ἐπαγάγωμεν, ἄνδρες Μακε‐ δόνες, ἔτι γενναίως ἅπαξ.‘ καὶ δὴ τῆς ἐμβολῆς εὐρώ‐
5στου γενομένης ἐς φυγὴν ἐτράποντο οἱ βάρβαροι. παρὰ τοσοῦτον ἡ νίκη γενέσθαι τότε [λέγεται].

4

.

3

.

9

Ἀλέξανδρος ἦν ἐν Ἰνδοῖς καὶ τὸν Ὑδάσπην ποτα‐ μὸν διαβαίνειν ἔμελλεν· Πῶρος Ἰνδῶν βασιλεὺς ἐπέ‐ κεινα τοῦ ποταμοῦ παρετάσσετο, καὶ διαβαίνειν ἀδύ‐ νατον ἦν. Ἀλέξανδρος ἄνω τοῦ ποταμοῦ τὴν δύναμιν
5ἀντιπαρεξῆγεν, καὶ ὁ Πῶρος ἄνω· πάλιν Ἀλέξανδρος τοῦ ποταμοῦ κάτω, καὶ ὁ Πῶρος ὁμοίως κάτω. τοῦτο ἐγίγνετο πολλάκις καὶ ἐπὶ πολλὰς ἡμέρας, ὥστε οἱ μὲν Ἰνδοὶ κατεγέλασαν τῆς δειλίας τῶν πολεμίων καὶ συμπαραθέοντες ἐπαύσαντο, ὡς οὐκ ἄν ποτε διαβῆναι
10τολμησάντων, οἳ τοσάκις οὐκ ἐθάρρησαν. Ἀλέξανδρος δὲ ὀξυτάτῳ δρόμῳ παρὰ τὰς ὄχθας ἀναδραμὼν, ἐπι‐ βὰς πλοίων καὶ ζευγμάτων καὶ διφθερῶν χόρτου πε‐ πληρωμένων διέβη τὸν ποταμὸν ἐξαπατήσας Ἰνδοὺς τῷ τῆς διαβάσεως ἀνελπίστῳ.169

4

.

3

.

10

Ἀλέξανδρος κατέστρεφε τὴν Ἰνδῶν. τῶν δὲ στρα‐ τιωτῶν ἐφελκομένων λάφυρα Περσικὰ καὶ πλοῦτον ὑπέρογκον ἐπὶ τῶν ἁμαξῶν καὶ τὴν πρὸς Ἰνδοὺς μά‐ χην οὐκ ἀναγκαίαν ἡγουμένων τοσαῦτα δὴ κεκτημέ‐
5νων, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τὰς τῶν ἄλλων. οἱ Μακεδόνες ἐλαφροὶ γενόμενοι καὶ ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες ἐπὶ τὸν πόλεμον ὥρμησαν προθυμότερον.

4

.

3

.

11

Ἀλέξανδρος Θρᾳκῶν παρεσκευασμένων καταγόμους ἁμάξας πολλὰς ἐπαφιέναι τοῖς Μακεδόσι παρήγγειλεν αὐτοῖς ἐκκλίνειν μὲν ὅσας δύναιντο, εἰ δὲ καταλαμ‐ βάνοιντο, καθιέντας αὑτοὺς πρὸς τὴν γῆν ὑπερτιθέναι
5τὰς ἀσπίδας, ὅπως συμβαίνοι φερομέναις ταῖς ἁμάξαις ὑπερπηδᾶν. τοῦτό τοι καὶ ἐν αὐτῇ τῇ πείρᾳ γενόμε‐ νον ἤλεγξε τοῖς Θρᾳξὶν ἄχρηστον τὴν τῶν ἁμαξῶν παρασκευήν.

4

.

3

.

12

Ἀλέξανδρος ἔλαβε Θήβας τῆς δυνάμεως ἱκανὴν ἀποκρύψας καὶ τάξας ἐπ’ αὐτῆς Ἀντίπατρον· τὴν δὲ
φανερὰν αὐτὸς ἦγεν ἐπὶ τοὺς ἐχυροὺς τῶν τόπων. Θηβαῖοι δὲ ἐπεξῆλθον καὶ πρὸς τὴν ὁρωμένην δύνα‐170
5μιν οὐκ ἀγεννῶς ἀντιπαρετάσσοντο. Ἀντίπατρος ἐν τῷ καιρῷ τῆς μάχης τὴν κεκρυμμένην δύναμιν ἀνα‐ στήσας, κύκλῳ περιελθὼν, ᾗ σαθρὸν καὶ ἀφύλακτον ἦν τὸ τεῖχος, ταύτῃ κατελάβετο τὴν πόλιν καὶ σημεῖον ἦρεν. Ἀλέξανδρος ἰδὼν ἀνεβόησεν, ὡς ἤδη τὰς Θήβας
10ἔχοι· Θηβαῖοι δὲ εὐρώστως μαχόμενοι, ὡς εἶδον ἐπι‐ στραφέντες ἑαλωκυῖαν τὴν πόλιν, ἔφευγον.

4

.

3

.

13

Ἀλέξανδρος ἡμιθωράκια τοῖς (φεύγουσι) στρατιώ‐ ταις ἀντὶ θωράκων ἔδωκεν, ἵνα μένοντες μὲν ἀσφά‐ λειαν ἔχοιεν τῶν κατὰ πρόσωπον κρυπτομένων, φεύ‐ γοντες δὲ τὰ ὄπισθεν μέρη φυλάσσειν μὴ δύναιντο.
5οὐ τοίνυν ἔφευγεν οὐδεὶς γυμνωθῆναι δεδοικὼς, ἀλλὰ πάντοτε ἐνίκων μένοντες.

4

.

3

.

14

Ἀλέξανδρος, ὁπότε παρὰ τῶν μάντεων ἤκουε καλὰ γεγονέναι τὰ ἱερὰ, περιφέρειν ἐκέλευε τὰ ἱερεῖα καὶ δεικνύειν τοῖς στρατιώταις, ἵνα μὴ μόνον ἀκούοντες, ἀλλὰ καὶ ὁρῶντες ἀγαθὰς ἔχοιεν περὶ τοῦ κινδύνου
5τὰς ἐλπίδας.

4

.

3

.

15

Ἀλέξανδρος διαβὰς ἐς τὴν Ἀσίαν Μέμνονα στρα‐ τηγοῦντα Πέρσαις ὕποπτον ἐποίησε προστάξας τοῖς Μακεδόσιν ἐξιοῦσιν ἐπὶ τὰς προνομὰς ἀπέχεσθαι τῶν τοῦ Μέμνονος χωρίων.

4

.

3

.

16

Ἀλέξανδρος Γράνικον διαβαίνων Πέρσας ἐξ ὑπερ‐ δεξίων ἐπιόντας (αὐτοὺς) αὐτὸς ἐπὶ δόρυ τοὺς Μακε‐ δόνας ἀναγαγὼν ὑπερεκέρασεν· ἡ δὲ φάλαγξ προσπε‐
σοῦσα τοὺς πολεμίους ἐτρέψατο.171

4

.

3

.

17

Ἀλέξανδρος ἐν Ἀρβήλοις παρετάσσετο. Δαρεῖος τὸ μεταίχμιον τῆς συμβολῆς τριβόλοις κατέσπειρε. τοῦτο δὴ συνιδὼν ὁ Μακεδὼν τοῦ δεξιοῦ κέρως ἡγούμενος ἐπὶ δόρυ παρήγγειλεν ἀκολουθεῖν, ὅπως περιέλθοι τὸν
5τόπον τὸν κατεσπαρμένον ταῖς τριβόλοις· ὁ δὲ Πέρσης ἀντιπαράγειν πειρώμενος ἐπ’ ἀσπίδα διέσπα συνεχῶς τὴν ἵππον. τοῖς διασπάσμασιν ἐμβαλὼν Ἀλέξανδρος, ὁμοίως δὲ καὶ Παρμενίων ἀπὸ τοῦ λαιοῦ, τὰς μὲν τριβόλους ἐξένευσαν, τοὺς δὲ πολεμίους φεύγειν ἠνάγ‐
10κασαν.

4

.

3

.

18

Ἀλέξανδρος Τίγριν διαβὰς Περσῶν τὴν χώραν καταπιμπράντων ἔπεμψε τοὺς κατὰ κράτος διώξοντας, ἵν’ ἀγαπητῶς αἱρούμενοι σώζεσθαι τὴν χώραν ἀκέ‐ ραιον καταλίποιεν.

4

.

3

.

19

Ἀλέξανδρος ἐν Ὑρκανίᾳ πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ λογοποιεῖν τοὺς Μακεδόνας καὶ τοὺς Ἕλληνας, συναγαγὼν τοὺς φίλους ἔφη βούλεσθαι γράμματα πέμπειν οἴκαδε δηλώσοντα, ὡς ἐπανήξοι μετὰ χρόνον
5ἐτῶν τριῶν· τὸ δὲ αὐτὸ καὶ τοὺς φίλους ἐκέλευε τοῖς οἰκείοις ἐπιστέλλειν. οἱ μὲν δὴ πάντες ἐνέγραψαν. ἐπεὶ δὲ οἱ γραμματοφόροι τρεῖς ἀπεῖχον σταθμοὺς, ἀνακαλεσάμενος αὐτοὺς λύσας τὰς ἐπιστολὰς ἔμαθε,
τί φρονοῦντες ἕκαστοι διετέλουν.172

4

.

3

.

20

Ἀλέξανδρος χωρίῳ τῆς Ἰνδικῆς ἐχυρῷ προσεκά‐ θητο· φοβηθέντες Ἰνδοὶ συνέθεντο μεθ’ ὅπλων ἐξελ‐ θεῖν. οἱ μὲν ἐξελθόντες λόφον ἕτερον κατελάβοντο καὶ φυλακὰς καθίσταντο. Ἀλέξανδρος ἐπῆγε τὴν δύ‐
5ναμιν τῶν Ἰνδῶν ἐπιβοωμένων τὰς συνθήκας. ὁ δὲ περὶ ἐξόδου μὲν ὡμολόγει συντεθεῖσθαι, περὶ δὲ ἀφέ‐ σεως μηδὲν ὑπεσχῆσθαι.

4

.

3

.

21

Ἀλέξανδρος Πιττακοῦ, ὃς ἦν ἀδελφιδοῦς Πώρου, λοχῶντος κατὰ τὴν ὁδὸν, ᾗ στενὸς ἦν αὐλὼν, μῆκος μὲν ἱκανῶς ἐκτεταμένος, πλάτος δὲ συνεσταλμένος ἄχρι τεσσάρων σταδίων, ἡ δὲ ἔξοδος στενὴ παντάπασιν—
5ἐν τοιαύτῃ φύσει χωρίου τῆς ἵππου διφαλαγγίαν ποιή‐ σας προῄει, παραγγείλας ἐφ’ ἡνίαν καὶ παρὰ τὴν κίνη‐ σιν ἕκαστον ἕπεσθαι τῷ ἡγουμένῳ, καὶ γενομένων μὲν τῶν ἐναντίων κατὰ τὸ δεξιὸν, ἐπιστρέφειν ἐπὶ δόρυ καὶ τοῦ λοιποῦ ἐξ ἡνίας παρεμβάλλειν· ὅταν δὲ τῆς
10δεξιᾶς πορείας τὴν οὐραγίαν ἴδωσιν, ἐπάγειν ἐπὶ τοὺς πολεμίους. ταῦτα παραγγείλας ὀρθίαν αὐτὸς ἐποιεῖτο τὴν πορείαν, ὥστε γνώμονι [τὸ] σχῆμα παραπλήσιον ἦν. ὁπότ’ οὖν οἱ τοῦ λαιοῦ μέρους τὴν δεξιὰν οὐρα‐ γίαν ἰδόντες ἀλαλάξαντες προσῆγον, ὁμοίως δὲ καὶ οἱ
15ἀπὸ τοῦ δεξιοῦ ἐφ’ ἡνίαν στρέφοντες ἐπῆγον τοῖς Ἰνδοῖς· οἱ δὲ συγκλεισθῆναι φοβηθέντες ὥρμησαν ὁμοῦ
πάντες ἐπὶ τὴν στενὴν ἔξοδον, ὥστε οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃροῦντο, οἱ δὲ πλείους ὑπ’ ἀλλήλων καταπατούμενοι διεφθείροντο.173

4

.

3

.

22

Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππικὸν ἐπὶ τοῦ δεξιοῦ κέρως ἔταξεν ἐν μετώπῳ τὸ ἥμισυ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ λαιοῦ κέρως ἔστησε καὶ
5ἀπὸ τούτων ἐπικάμπιον ἔταξε. Πῶρος δὲ πολλοὺς ἐλέφαντας ἀντιπαρατάξας αὐτὸς μὲν κατὰ τὸ λαιὸν ἐπὶ τοῦ ἡγουμένου ἐλέφαντος ἦν· τοὺς δὲ λοιποὺς ἐλέφαν‐ τας ἐκ διαστήματος πεντήκοντα ποδῶν μέχρι τοῦ δεξιοῦ κέρως ἔστησε· τὰ δὲ μέσα τῶν θηρίων ἀνδράσι πεζοῖς
10ἀνεπλήρωσεν, ὥστε ἦν τὸ σχῆμα τείχει μεγάλῳ παρα‐ πλήσιον, οἱ μὲν ἐλέφαντες ἐοικότες πύργοις, οἱ δὲ πεζοὶ μεσοπυργίοις. ἔνθα δὴ παραγγείλας Ἀλέξανδρος τοὺς πεζοὺς ἀντιπαράγειν τοῖς πολεμίοις, αὐτὸς τὴν ἵππον ἐπὶ δόρυ σφοδρότερον ἤλασεν βουλόμενος ὑπερ‐
15κεράσαι τοὺς ἐναντίους. τοῦτο φυλασσόμενος Πῶρος ἀντιπαρῆγε. τῷ δὲ μὴ φθάνειν τὰ θηρία διέσπα κατὰ
πολλὰ τὴν τάξιν. τῶν Μακεδόνων τοῖς διασπάσμασιν ἐμπιπτόντων ἠναγκάζετο κατὰ πρόσωπον ἐπιστρέφων ἀγωνίζεσθαι. ἐν τούτῳ φθάνουσιν οἱ περὶ τὸν Ἀλέ‐174
20ξανδρον ἱππεῖς ἐκπεριελθόντες καὶ κατὰ νώτου συνε‐ λάσαντες τοὺς Ἰνδοὺς τελεωτάτην νίκην ἀνείλοντο (μεθ’ ἣν βασιλεὺς Ἰνδικῆς Ἀλέξανδρος ἦν).

4

.

3

.

23

[Ἀλέξανδρος] Θεσσαλῶν τὰ Τέμπη φυλασσόντων τῆς Ὄσσης τὰς ὀρθίους πέτρας ὑπορύξας καὶ προσπλά‐ σας βαθμίδας μικρὰς, διὰ τούτων αὐτός τε καὶ οἱ Μακεδόνες ἀκροβατοῦντες ἀνέβησαν ἐπὶ τὰς κορυφὰς
5καὶ τὴν Ὄσσαν ὑπερβάντες Θεσσαλίαν εἶχον· Θεσσαλοὶ δὲ τὰ στενὰ τῶν Τεμπῶν ἐφύλασσον. ἔτι νῦν τοῖς διοδεύουσι τὰ Τέμπη πάρεστιν ὁρᾶν τὰς πέτρας τῆς Ὄσσης κλιμακηδὸν ᾠκοδομημένας· καλοῦσιν αὐτὰς τὴν Ἀλεξάνδρου κλίμακα.

4

.

3

.

24

Ἀλέξανδρος ἐν μὲν τοῖς Μακεδόσιν ἢ ἐν τοῖς Ἕλλησι δικάζων μέτριον καὶ δημοτικὸν ἔχειν τὸ δικα‐ στήριον ἐδοκίμαζεν, ἐν δὲ τοῖς βαρβάροις λαμπρὸν καὶ στρατηγικὸν, ἐκπλήσσων τοὺς βαρβάρους καὶ τῷ τοῦ
5δικαστηρίου σχήματι. ἐν γοῦν Βάκτροις καὶ Ὑρκανίοις καὶ Ἰνδοῖς δικάζων εἶχε τὴν σκηνὴν ὧδε πεποιημέ‐
νην. ἡ σκηνὴ τὸ μέγεθος ἦν κλινῶν ἑκατόν· χρύσεοι κίονες ὑπετίθεντο αὐτῇ πεντήκοντα· ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι, ποικίλμασιν ἐκπεπονημένοι, τὸν175
10ἄνω τόπον ἐσκέπαζον. Πέρσαι μὲν πρῶτοι πεντακόσιοι μηλοφόροι περὶ τὴν σκηνὴν ἐντὸς ἵσταντο πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι. μετὰ δὲ τοὺς μη‐ λοφόρους τοξόται τὸν ἴσον ἀριθμὸν ἔχοντες ταῖς ἐσθῆσι διήλλαττον· οἱ μὲν γὰρ αὐτῶν φλόγινα, οἱ δὲ κυάνεα,
15οἱ δὲ ὑσγινοβαφῆ περιεβέβληντο. τούτων προΐσταντο Μακεδόνες ἀργυράσπιδες πεντακόσιοι τῶν μεγίστων ἀνδρῶν. κατὰ δὲ τὸ μέσον τῆς σκηνῆς ὁ χρυσοῦς ἔκειτο θρόνος, ἐφ’ οὗ προκαθήμενος ἐχρημάτιζεν· οἱ σωματοφύλακες ἐφεστήκεσαν ἑκατέρωθεν τοῦ βασιλέως
20δικάζοντος. ἐν κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφεστήκει καὶ Μακεδόνες χίλιοι στολὰς Μακεδονικὰς ἔχοντες. ἐπὶ τούτοις πεντακόσιοι Σούσιοι πορφυροσχήμονες, καὶ μετὰ τούτους ἐν κύκλῳ πάντων Πέρσαι μύριοι (Περσῶν) οἱ κάλλιστοι καὶ
25μέγιστοι, κεκαλλωπισμένοι παντὶ κόσμῳ Περσικῷ, πάν‐ τες ἀκινάκας ἔχοντες. τοιόνδε ἦν Ἀλεξάνδρου τὸ δικαστήριον ἐν τοῖς βαρβάροις.

4

.

3

.

25

Ἀλέξανδρος τὴν ἄνυδρον ὁδεύων αὐτός τε ὑπὸ δίψους ἐπόνει καὶ οἱ Μακεδόνες. οἱ κατάσκοποι τῆς
χώρας ἐν κοίλῃ πέτρᾳ σμικρὸν ὑδάτιον εὑρόντες, τοῦτο βαλόντες ἐπὶ κράνος Ἀλεξάνδρῳ κομίζουσιν. ὁ δὲ τῇ176
5στρατιᾷ δείξας, ὡς εὐθυμεῖν χρὴ φανέντος ὕδατος, αὐτὸς μὴ πιὼν ἐξέχεε τὸ κράνος πάντων ὁρώντων. οἱ Μακεδόνες ἀλαλάξαντες ἐκέλευον αὐτὸν ἡγεῖσθαι τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν.

4

.

3

.

26

Ἀλέξανδρος ἐπὶ ποταμὸν τὸν Τίγριν φθάσαι Δα‐ ρεῖον ἠπείγετο. Πανικὸν ἀπὸ τῆς οὐραγίας διῇξε τὴν στρατιὰν πᾶσαν. ὁ βασιλεὺς ἐκέλευσε τῷ σαλπιγκτῇ ὑποσημῆναι σημεῖον ἀφοβίας, τοῖς δὲ πρωτοστάταις
5τῶν πεζῶν θέσθαι τὰ ὅπλα πρὸ τῶν ποδῶν καὶ τοῦτο φράζειν τοῖς μετ’ αὐτούς. καὶ δὴ πάντες ἐφεξῆς τοῦτο ποιήσαντες ἔμαθον τὴν αἰτίαν τοῦ φόβου. τὸ μὲν Πανικὸν ἐλέλυτο, οἱ στρατιῶται δὲ ἀράμενοι τὰ ὅπλα προῄεσαν.

4

.

3

.

27

Ἀλέξανδρος ἐν Ἀρβήλοις Δαρεῖον ἐνίκησεν. Φρα‐ σαόρτης, Δαρείου συγγενὴς, πολλὴν χεῖρα Περσικὴν ἔχων ἐφύλασσε τὰς Σουσίδας πύλας· αἱ δὲ ἄρα εἰσὶν ὄρη στενὰ καὶ ὑψηλά. τούτοις προσβάλλοντας τοὺς
5Μακεδόνας εὐκόλως ἀπεκρούοντο οἱ βάρβαροι σφεν‐ δόνας, βέλη, πέτρους ἀφιέντες· ὥστε ἀνακαλέσας αὐτοὺς
Ἀλέξανδρος ἀπὸ τριάκοντα σταδίων χάρακα ἐβάλλετο· ἦν δὲ λόγιον Ἀπόλλωνος, ὡς ἄρα ξένος λύκος ἡγεμὼν αὐτῷ τῆς ὁδοῦ τῆς κατὰ Περσῶν γένοιτο. πρόσεισι177
10δὴ τῷ Ἀλεξάνδρῳ βουκόλος θηρείαν ἔχων στολὴν, ὁμολογῶν ὅτι Λύκιος ἦν, καὶ ὡς κύκλῳ τῶν ὀρῶν ἀτραπὸς εἴη τῷ συνηρεφεῖ τῆς ὕλης ἀποκεκρυμμένη, αὐτῷ δὲ μόνῳ γιγνώσκοιτο διὰ τὴν νομὴν τῶν βοῶν. ἀναμνησθεὶς Ἀλέξανδρος τοῦ μαντείου πιστεύει τῷ
15βουκόλῳ. τὴν μὲν δὴ πᾶσαν στρατιὰν ἐκέλευσεν ἐν στρατοπέδῳ μένειν καὶ πολλὰ πυρὰ ἀνακαίειν, ἐφελ‐ κομένους τὴν τῶν Περσῶν ὄψιν. Φιλώτᾳ δὲ καὶ Ἡφαιστίωνι παράγγελμα δοὺς ἀπόρρητον, ὁπόταν κατὰ κορυφῆς τῶν ὀρῶν ἴδωσι τοὺς Μακεδόνας ἐκφανέντας,
20αὐτοὺς κάτωθεν προσβάλλειν, αὐτὸς τοὺς ὑπασπιστὰς ἄγων καὶ μίαν ὁπλιτῶν φάλαγγα καὶ τὸ Σκυθικὸν τοξικὸν ὅσον ἦν διὰ τῆς ἀτραποῦ τῆς λεπτῆς ὀγδοή‐ κοντα στάδια προελθὼν ηὐλίσατο πυκαζόμενος ὕλῃ δασυτάτῃ. μέσης δὲ νυκτὸς περιελθὼν ἐπέστη τοῖς
25πολεμίοις καθεύδουσιν· ἀρχομένης δὲ ἡμέρας αἱ σάλ‐ πιγγες ἐσήμαινον ἀπὸ τῆς κορυφῆς τῶν ὀρῶν· Ἡφαι‐ στίων δὲ καὶ Φιλώτας τοὺς ἐκ τοῦ χάρακος Μακεδόνας προσῆγον. οἱ Πέρσαι μέσοι τῶν ἄνωθεν πολεμίων καὶ τῶν κάτωθεν ἀποληφθέντες οἱ μὲν ἐκτείνοντο,
30οἱ δὲ κατεκρημνίζοντο, οἱ δὲ ἐζωγρεύοντο.

4

.

3

.

28

Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ὁρῶν δὲ τοὺς στρα‐ τιώτας διψῶντας καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ
ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις μηδὲ178
5τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέ‐ λευσεν ἀνειπεῖν ‘ἀπεχώμεθα τοῦ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ.‘ οἱ μὲν φοβηθέντες ἀπέσχοντο καὶ τὴν ὁδὸν ἐπετάχυνον· Ἀλέξανδρος δὲ διανύσας καὶ στρα‐ τοπεδεύσας αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποτα‐
10μοῦ φανερῶς ἔπιεν. γελάσαντες οἱ στρατιῶται καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες.

4

.

3

.

29

Ἀλέξανδρος ἐνέβαλεν εἰς τὴν Σογδιανῶν χώραν. ἡ δέ ἐστι πᾶσα τραχεῖα καὶ δύσβατος· πέτρα δὲ κατὰ μέσην ἀνατείνει (ὀρνίθων) τοῖς πτηνοῖς [μόνοις] βάσι‐ μος· ἐν κύκλῳ δὲ ὕλη δασεῖα καὶ πυκνὴ τοὺς ἀβάτους
5κρημνοὺς ἀβατωτέρους εἰργάζετο. τὴν πέτραν Ἀριο‐ μάζης μετὰ πολλῆς χειρὸς καὶ καρτερᾶς Σογδιανῶν κατελάβετο πηγὰς ὕδατος ἔχων ἔνδον καὶ παρασκευὴν σιτίων ἄφθονον. Ἀλέξανδρος περιιππασάμενος καὶ καταμαθὼν τὰς φύσεις τῆς πέτρας ἐκέλευσε τριακοσίους
10λογάδας νεανίας, οἷς ἦν ἄσκησις καὶ τέχνη κρημνο‐ βατεῖν, ἀόπλους κατόπιν τῆς πέτρας διὰ πυκνῆς ὕλης ἀνέρπειν καὶ λεπτοῖς κάλοις ἀνιμᾶν ἀλλήλους· ἐπειδὰν δὲ τῶν κορυφῶν κρατήσωσιν, ζώνας λευκὰς, ἃς εἶχον,
λυσαμένους κοντοῖς εὐμήκεσι περιάψαι καὶ τούτους179
15ὑπὲρ τὴν ὕλην ἀνατείνειν, ὥστε ἀθρόας καὶ λαμπρὰς τὰς ζώνας ἐπὶ πλεῖστον τινασσομένας καὶ τοῖς ἄνω βαρβάροις καὶ τοῖς κάτω Μακεδόσιν ὁρᾶσθαι. οἱ μὲν δὴ κρημνοβάται σὺν πολλῷ πόνῳ κατὰ κορυφὴν [γε‐ νόμενοι] ἀνίσχοντος ἡλίου τὰς ζώνας ἀνέσεισαν· οἱ
20δὲ Μακεδόνες μέγα καὶ λαμπρὸν κάτωθεν ἠλάλαξαν· ὁ δὲ Ἀριομάζης ἐκπλαγεὶς, ὡς πάσης τῆς στρατιᾶς ἀναβαινούσης καὶ ὡς ἤδη κατὰ κορυφῆς ἑαλωκὼς, αὑτόν τε καὶ τὴν πέτραν παρέδωκεν Ἀλεξάνδρῳ θειο‐ τέραν αὐτοῦ τὴν δύναμιν καὶ τὴν τύχην ἡγούμενος.

4

.

3

.

30

Ἀλέξανδρος Καθαίους, μοῖραν Ἰνδῶν ἐξ ἀπονοίας ἀντιστᾶσαν ἡβηδὸν ἔκτεινε καὶ πόλιν αὐτῶν Σάγγαλα τὴν καρτερωτάτην κατέσκαψεν. διῆκε τοὺς Ἰνδοὺς φήμη πονηρὰ ὡς Ἀλεξάνδρου φονικῶς καὶ βαρ‐
5βαρικῶς πολεμοῦντος. ὁ δὲ μεταβάλλειν τὴν δόξαν βουλόμενος ἄλλην πόλιν (διὰ) τῆς Ἰνδικῆς ἑλὼν, ὁμή‐ ρους λαβὼν, σπεισάμενος ἐπὶ τρίτην πόλιν ἦλθεν εὐ‐ μεγέθη καὶ πολυάνθρωπον, τάξας πρὸ τῆς φάλαγγος τοὺς ὁμήρους, γέροντας, παῖδας, γυναῖκας. οἱ δὲ τοὺς
10ὁμοφύλους γνωρίσαντες καὶ τὰ ἔργα τῆς Ἀλεξάνδρου φιλανθρωπίας ὁρῶντες ἀνοίγουσί τε τὰς πύλας καὶ μετὰ ἱκετηριῶν αὐτὸν ἐδέξαντο. αὐτίκα ἡ φήμη δια‐
δραμοῦσα ἔπεισεν Ἰνδοὺς ἑκόντας Ἀλέξανδρον δέχεσθαι.180

4

.

3

.

31

Ἀλέξανδρος τὴν Κοσσαίων χώραν ἑώρα τραχεῖάν τε καὶ ὄρη ὑψηλὰ καὶ ἀπρόσιτα καὶ πλῆθος ἐν τοῖς ὄρεσιν ἀνδρῶν δοκίμων· οὐ τοίνυν ἑλεῖν ἐλπίς. ἧκέ τις ἀγγέλλων ‘Ἡφαιστίων ἐν Βαβυλῶνι τέθνηκεν‘. ὁ
5δὲ κοινὸν πένθος ἐπαγγείλας ἐπὶ τὴν Ἡφαιστίωνος ταφὴν ἠπείγετο· οἱ σκοποὶ τῶν Κοσσαίων, ἀναζευγνύν‐ τας ὡς εἶδον [αὐτοὺς], αὐτοὶ διεσπάρησαν. Ἀλέξανδρος νύκτωρ ἱππέας πέμψας τὴν ἐς τὰ ὄρη πάροδον ἀφύ‐ λακτον κατελάβετο καὶ τῆς ὁδοιπορίας ἀποκλίνας, ἐπι‐
10φανεὶς τοῖς ἱππεῦσι σὺν αὐτοῖς τὴν Κοσσαίων χώραν ἐχειρώσατο. τοῦτο τὸ ἔργον τῆς ἐπὶ Ἡφαιστίωνι λύπης παρηγόρημα φασὶν Ἀλεξάνδρῳ γενέσθαι.

4

.

3

.

32

Ἀλέξανδρος ἐν τοῖς Περσῶν βασιλείοις ἀνέγνω τὸ βασιλέως ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γε‐ γραμμένον, ὅπου καὶ οἱ ἄλλοι νόμοι, οὓς ἔγραψε Κῦρος. εἶχε δὲ οὕτως·
5 πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι —ἡ δὲ ἀρτάβη ἡ Μηδικὴ μέδιμνός ἐστιν Ἀττικός—· τῶν δὲ δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι· καὶ τῶν τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. Πυραμίνων μὲν ἀλεύρων τῶν πάντων ἀρτάβαι εἰς
10τὸ δεῖπνον χίλιαι. κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα καθαρῶν διακόσιαι ἀρτάβαι. τῶν δὲ δευτέρων τετρα‐
κόσιαι· [καὶ τῶν τρίτων τετρακόσιαι·] τὸ σύμπαν δὲ τῶν κριθαμίνων ἀλεύρων χίλια ἀρτάβαι. χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. παιπάλης181
15ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ ** [ἀρτάβαι]. πτισάνης δέκα ἀρτάβαι· σινήπυος σπέρματος τρίτον ἀρτάβης. πρόβατα, οἱ ἄρσενες τετρακόσιοι· βόες ἑκατόν·
20ἵπποι τριάκοντα· χῆνες σιτευτοὶ τετρακόσιοι· τρυγόνες τριακόσιαι· ὀρνίθια παντοδαπὰ μικρὰ ἑξακόσια· ἄρνες τριακόσιοι· νεοσσοὶ χηνῶν ἑκατόν· δορκάδες τριά‐ κοντα. γάλακτος αὐθημερινοῦ δέκα μάριες—μάρις δὲ ἐστὶ
25δέκα χόες Ἀττικοί—· ὀξυγάλακτος ἡδυσμένου δέκα μά‐ ριες. σκορόδων τάλαντον σταθμῷ· κρομύων ἡμιτάλαν‐ τον σταθμῷ τῶν δριμέων. φύλλου ἀρτάβη. ὀποῦ σιλφίου δύο μναῖ· κυμίνου ἀρτάβη· σιλφίου τάλαντον σταθμῷ. μύρου ἐκ μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης·
30κυκεῶνος ἐκ σιδίων ὀξέων ἀρτάβη, μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. σταφίδος μελαίνης τρία τάλαντα σταθμῷ· ἀνήθου ἄνθους τρεῖς μναῖ σταθμῷ·
μελανθίου τρίτον μέρος ἀρτάβης· διαρίνου σπέρμα δύο καπέζιες· σησάμων καθαρῶν δέκα ἀρτάβαι. γλεύκους182
35ἐξ οἴνου πέντε μάριες. ῥαφανίδων ἑψανῶν, γογγυλί‐ δων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι, πέντε μάριες· ἁλῶν δέκα ἀρτάβαι. Αἰθιοπικοῦ κυμί‐ νου ἓξ καπέζιες—ἡ δὲ καπέζις ἐστὶ χοῖνιξ Ἀττική—·
40ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. σελίνου σπέρ‐ ματος τέσσαρες καπέζιες. ἐλαίου σησαμίνου δέκα μάριες· ἐλαίου ἀπὸ γάλακτος πέντε μάριες· ἐλαίου ἀπὸ τερμίν‐ θων πέντε μάριες· ἐλαίου ἀκανθίνου πέντε μάριες· ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς μάριες.
45ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. οἴνου πεντακόσιαι μάριες. ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. ξύλων διακόσιαι ἅμαξαι· ὕλης ἑκατὸν

4

.

3

.

32

(50)

ἅμαξαι· τοῦ ὕοντος μέλιτος ἑκατὸν παλάθαι τετράγω‐ νοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ Μηδικῇ ᾖ, ταῦτα διαδίδωσιν. κνήκου σπέρματος τρεῖς ἀρτάβαι. κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς
πότον τε καὶ ἄριστον ἀναλίσκεται.183
55 διαδίδωσι δὲ πυραμίνων ἀλεύρων τῶν καθαρῶν πεντακοσίας ἀρτάβας· κριθαμίνων δὲ καθαρῶν ἀλεύ‐ ρων χιλίας ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτά‐ βας. σεμιδάλεως πεντακοσίας ἀρτάβας· χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας μάριας· κριθὰς τοῖς κτή‐
60νεσι δισμυρίας ἀρτάβας· ἀχύρων μυρίας ἁμάξας· κάρ‐ φους πεντακισχιλίας ἁμάξας. ἐλαίου σησαμίνου διακοσίας μάριας· ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου λεπτοῦ τριάκοντα ἀρτάβας. ταῦτα μὲν πάντα διαδί‐ δωσι ταῖς στρατιαῖς ὅσα εἴρηται. βασιλεὺς δὲ σὺν
65τῷ ἀρίστῳ καὶ τῷ δείπνῳ καὶ οἷς διαδίδωσι τοσαῦτα ἀναλίσκει τῆς ἡμέρας. ταύτην τοῦ δείπνου τὴν παρασκευὴν οἱ μὲν ἄλλοι Μακεδόνες ἀναγνόντες ἐθαύμασαν ὡς εὐδαίμονα· Ἀλέ‐ ξανδρος δὲ κατεγέλασεν ὡς κακοδαίμονος καὶ μακρὰς
70ἀσχολίας ἐχούσης, ὥστε καὶ τὸν κίονα, ἐν ᾧ ταῦτα ἐγέγραπτο, καθελεῖν προσέταξεν εἰπὼν πρὸς τοὺς φίλους· ‘οὐδαμῶς συμφέρει τοῖς βασιλεῦσιν οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι· ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν ἕπεσθαι· ὁρᾶτε δὲ καὶ
75τοὺς τηλικούτων δείπνων πιμπλαμένους ἐν ταῖς μάχαις ταχέως ἡττωμένους.‘

4

.

4

t

ΑΝΤΙΠΑΤΡΟΣ.

4

.

4

.

1

Ἀντίπατρος ἐν τῇ Τετραχωριτῶν στρατεύων ἔταξε τὸν χόρτον τῶν ἵππων ἐμπρῆσαι τὸν περὶ τῇ σκηνῇ. οἱ μὲν ἐνέπρησαν, ὁ δὲ σαλπιγκτὴς ἐσήμηνεν· οἱ δὲ Μακεδόνες περὶ τὴν σκηνὴν ἠθροίζοντο μετέωρα ἔχοντες184
5τὰ δόρατα. ταῦτα ἰδόντες οἱ Τετραχωρῖται καταπλα‐ γέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν.

4

.

4

.

2

Ἀντίπατρος τὸν Σπερχειὸν διαβῆναι ἐβούλετο. Θετταλῶν δὲ ἱππέων κωλυόντων διαβαίνειν, ὁ μὲν τὴν δύναμιν ἀπήγαγεν εἰς τὴν αὑτοῦ στρατοπεδείαν καὶ παρήγγειλε τοῖς Μακεδόσι μένειν ἐν τοῖς ὅπλοις καὶ
5τὰ σκευοφόρα μὴ λύειν. οἱ Θετταλοὶ δὲ εἰς τὴν Λαμίαν ἀφιππεύσαντες ἠριστοποιοῦντο κατὰ τὰς οἰκίας. Ἀντί‐ πατρος [ἐπανῆλθε πρὸς] τὸν ποταμὸν καὶ φθάσας διε‐ βίβασε τὴν δύναμιν, πρὶν ἐκβοηθῆσαι Θετταλοὺς, καὶ κατελάβετο τὴν Λαμίαν προσπεσών.

4

.

4

.

3

Ἀντίπατρος ἐν Θετταλίᾳ βουλόμενος φαντασίαν τοῖς πολεμίοις παρασχεῖν ἱππέων πολλῶν συναγαγὼν ὄνους πολλοὺς καὶ ἡμιόνους συνέταξεν εἰς ἴλας, καὶ ἀνεβίβασεν ἄνδρας ὅπλισιν ἱππικὴν ἔχοντας· προέταξε
5δὲ ἑκάστης ἴλης τὸν πρῶτον ζυγὸν ἀληθινῶν ἱππέων. τούτους ὁρῶντες οἱ πολέμιοι καὶ τοὺς ἑπομένους ἱππεῖς εἶναι νομίσαντες καταπλαγέντες ἔφευγον. τούτῳ τῷ
στρατηγήματι καὶ Ἀγησίλαος ἐχρήσατο πρὸς Ἀέρο‐ πον ἐν Μακεδονίᾳ καὶ Εὐμένης πρὸς Ἀντίγονον ἐν185
10Ἀσίᾳ.

4

.

5

t

ΠΑΡΜΕΝΙΩΝ.

4

.

5

.

1

Παρμενίων μετὰ τὴν ἐν Ἰσσῷ μάχην ὑπὸ Ἀλεξάν‐ δρου πεμφθεὶς εἰς Δαμασκὸν ἐπὶ τὴν ἀποσκευὴν τῶν Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύ‐
5ναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν ‘ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται‘. τοῦτο τὸ κή‐ ρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς
10ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν.

4

.

6

t

ΑΝΤΙΓΟΝΟΣ.

4

.

6

.

1

Ἀντίγονος ἐκράτησε Κορίνθου τοιῷδε στρατη‐ γήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύ‐ τησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται·
5ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλλη‐ νική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ
τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι186
10παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμη‐ σεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳ‐ δίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκρά‐
15τησε στρατηγήματι τῷ γάμῳ χρησάμενος.

4

.

6

.

2

Ἀντίγονος ταῖς πρεσβείαις χρηματίζων προεδιδά‐ σκετο ἐκ τῶν ὑπομνημάτων, τίνες εἶεν ὡς αὐτὸν οἱ καὶ πάλαι πρεσβεύσαντες καὶ μετὰ τίνων καὶ ὑπὲρ οἵων πραγμάτων. ἐν δὲ ταῖς ἐντεύξεσιν ἀπομεμνημέ‐
5νος ἑκάστου πρὸς τοὺς πρεσβεύοντας πάντας ἐξε‐ πτόησεν ὡς μνήμην ἔχων ὑπερβάλλουσαν.

4

.

6

.

3

Ἀντίγονος Μέγαρα πολιορκῶν τοὺς ἐλέφαντας ἐπῆγεν. οἱ Μεγαρεῖς σύας καταλείφοντες ὑγρᾷ πίσσῃ καὶ ὑφάπτοντες ἠφίεσαν· αἱ δὲ ὑπὸ τοῦ πυρὸς και‐
όμεναι κεκραγυῖαι πολλῷ δρόμῳ εἰς τοὺς ἐλέφαντας187
5ἐνέπιπτον· οἱ δὲ οἰστρῶντες καὶ ταρασσόμενοι ἄλλος ἄλλῃ διέφευγον. Ἀντίγονος τοῦ λοιποῦ προσέταξε τοῖς Ἰνδοῖς τρέφειν ὗς μετὰ τῶν ἐλεφάντων, ἵνα τὴν ὄψιν αὐτῶν καὶ τὴν κραυγὴν τὰ θηρία φέρειν ἐθίζοιτο.

4

.

6

.

4

Ἀντίγονος Ἀντίπατρον κινδυνεύοντα βληθῆναι ὑπὸ Μακεδόνων ἔσωσε. τοῦ στρατοπέδου μέσος ἦν ποταμὸς ὀξὺς τὸ ῥεῦμα γέφυραν ἔχων· ἔνθεν οἱ Μακε‐ δόνες ἐσκήνουν· ἐκεῖθεν Ἀντίγονος ἔχων ἱππέας ὁμο‐
5φρονοῦντας. οἱ μὲν μετὰ πολλοῦ θορύβου καὶ μεγάλης βοῆς ᾔτουν χρήματα βαλεῖν ἀπειλοῦντες, εἰ μὴ λάβοιεν· Ἀντίπατρος δὲ μὴ ἔχων δοῦναι ἦν ἐν ἀμηχάνῳ. Ἀντί‐ γονος ἔφη πρὸς αὐτὸν ‘ἀλλ’ ἔγωγέ σοι δώσω καιρὸν ἀφόδου‘. ταῦτα εἰπὼν, ἐν αὐτῇ τῇ πανοπλίᾳ διαδρα‐
10μὼν τὴν γέφυραν, μέσας τεμὼν τὰς φάλαγγας ἑκάστῳ προσῄει ἐοικὼς δημηγορήσοντι. οἱ Μακεδόνες ὡς ἀνδρὶ τῶν ἐπιφανῶν ἐξεχώρουν καὶ παρίεσαν καὶ πάντες εἵποντο ἀκουσόμενοι [ὧν] προλέγειν μέλλει. ἐπεὶ δὲ περιέστη τὸ πλῆθος, μακρὰ ἐδημηγόρησεν ἀπολο‐
15γούμενος ὑπὲρ Ἀντιπάτρου, ἐπαγγελλόμενος, παρακα‐ λῶν, διαλλάσσων. ἐν δὲ τῷ καιρῷ τῆς μακρᾶς δημη‐ γορίας Ἀντίπατρος μετὰ τῶν ἱππέων τὴν γέφυραν
παρελθὼν ἐξέφυγε τοὺς ἀπὸ τῶν στρατιωτῶν λίθους.188

4

.

6

.

5

Ἀντίγονος ὁ πρῶτος, [εἰ μὲν δύναμιν εἶχε] αὐτὸς ἰσχυροτέραν, τῷ πολέμῳ σχολαίτερον ἐχρῆτο· εἰ δὲ ἀσθενεστέραν, φιλοκινδύνους τὰς ἐπιθέσεις ἐποιεῖτο τοῦ ζῆν ἀγεννῶς τὸ θνήσκειν ἀνδρείως αἱρετώτερον
5ἡγούμενος.

4

.

6

.

6

Ἀντίγονος ὅτε περὶ Καππαδοκίαν ἐχείμαζεν, ἀπέστη‐ σαν αὐτοῦ Μακεδόνες ὁπλῖται τρισχίλιοι. οὗτοι κατα‐ λαβόμενοι λόφους καρτεροὺς Λυκαονίαν ἐπόρθουν, ἤδη δὲ καὶ Φρυγίαν. Ἀντίγονος κτεῖναι μὲν τοσούτους
5ὠμὸν ἡγεῖτο· ἐδεδοίκει δὲ, μὴ προσθοῖντο τοῖς πολε‐ μίοις, ὧν Ἀλκέτας ἦρχεν. τοιοῦτό τι οὖν ἐμηχανή‐ σατο. καθῆκε πρὸς αὐτοὺς Λεωνίδαν τῶν ἰδίων ἡγε‐ μόνων [ὡς ἐπὶ] κοινοπραγίᾳ τῆς ἀποστάσεως δή· οἱ δὲ ἄσμενοι τὸν ἄνδρα ἐδέξαντο καὶ στρατηγὸν εἵλοντο.
10Λεωνίδας πρῶτον μὲν ἔπεισεν αὐτοὺς προστίθεσθαι μηδενὶ, ὥστε γε τοῦτο πρῶτον Ἀντιγόνῳ κατώρθωτο ἔπειτα δὲ κατήγαγεν αὐτοὺς ἀπὸ τῶν λόφων ἐς χωρίον ἱππάσιμον, ἀφίππους ὄντας. ἐνταῦθα προσιππασάμε‐ νος Ἀντίγονος Ὁλκίαν καὶ δύο τῆς ἀποστάσεως ἐξάρ‐
15χους συνέλαβεν. οἱ μὲν ὑπὲρ σωτηρίας αὑτῶν ἱκέτευον.
ὁ δὲ ἀφήσειν τούτους ὑπέσχετο, εἰ μετὰ ἡσυχίας εἰς Μακεδονίαν ἐπανέλθοιεν. ἐπὶ τούτοις ἐσπείσαντο καὶ ἀνεχώρησαν. Ἀντίγονος Λεωνίδαν τῶν ἀνδρῶν ἡγή‐ σασθαι μέχρι Μακεδονίας [ἐκέλευσεν] ὡς ἀσφαλῶς189
20αὐτοὺς εἰς τὴν οἰκείαν παραπέμψοντα.

4

.

6

.

7

Ἀντίγονος Ἄτταλον, Ἀλκέταν, Δόκιμον, στρατη‐ γοὺς Μακεδόνων οὐκ ἀδόξους, ἐν αὐλῶνι Πισιδικῷ στρατοπεδεύοντας ἐδίωκε κρύβδην. τῶν δ’ ἐλεφάντων κλαγξάντων καὶ φρυαξαμένων ᾔσθοντο, ὡς Ἀντίγονος
5προσάγοι· μόνῳ γὰρ τούτῳ παρασκευὴ τοιούτων θη‐ ρίων ἦν. Ἀλκέτας τὸ πελταστικὸν ἀναλαβὼν τὴν διὰ τῶν ὀρῶν τραχεῖαν καὶ δύσβατον οὖσαν ἠπείγετο κατα‐ λαβέσθαι. Ἀντίγονος Ἀλκέταν μὲν οὐκ ἐδίωξε· λοξώ‐ σας δὲ τὴν στρατιὰν ὑπὸ τοὺς τῶν ὀρῶν λαγόνας ἔσπευσεν
10ἐπὶ τὸ στρατόπεδον [καὶ] κατέλαβε τῶν πολεμίων τοὺς μὲν ἄρτι ὁπλιζομένους, τοὺς δὲ ἀόπλους, ταρασσομέ‐ νους δὲ πάντας· ὥστε φόνου μὲν ἀπεχόμενος, σωτη‐ ρίαν δὲ ὑποσχόμενος χωρὶς μάχης ἐνίκησεν.

4

.

6

.

8

Ἀντιγόνου νῆες ἑκατὸν τριάκοντα, ὧν ἦν ναύαρχος Νικάνωρ, ἐναυμάχησαν πρὸς τὸ Πολυσπέρχοντος ναυ‐
τικὸν, οὗ Κλεῖτος ἐναυάρχει. Ἑλλήσποντος, ἔνθα ἡ μάχη. Νικάνωρ τῶν ναυτῶν ὑπ’ ἀπειρίας πρὸς ἐναν‐190
5τίον κῦμα βιαζομένων ἀπέβαλε ναῦς ἑβδομήκοντα. τῶν πολεμίων λαμπρῶς νικησάντων παρῆν Ἀντίγονος ἑσπέρας καὶ τὴν ἧτταν οὐκ ἔδεισεν· ἀλλὰ τοὺς μὲν ἐπὶ τῶν λοιπῶν νεῶν ἑξήκοντα ἑτοίμους εἶναι πρὸς ναυμαχίαν αὖθις νυκτὸς ἐκέλευσε· τῶν δὲ ὑπασπιστῶν
10τοὺς ἀλκιμωτάτους ἐπιστήσας τοῖς σκάφεσι προσέταξεν ἀπειλεῖν ὡς ἀποκτενοῦσι τοὺς μὴ χωροῦντας ἐς μάχην. Βυζάντιον δὲ φίλην ἔχων, ἐγγὺς οὖσαν, ἐντεῦθεν ὑπη‐ ρεσίαν ναυτικὴν διὰ τάχους ἐκέλευσε [ἐπιπλεῦσαι], πελταστὰς καὶ ψιλοὺς καὶ τοξότας χιλίους παρὰ τὰς
15ναῦς τῶν πολεμίων ὁρμούσας ἀπὸ γῆς ἀκοντίζειν καὶ τοξεύειν ἔταξεν. ταῦτα μὲν ἐν νυκτὶ μιᾷ διετέτακτο. ἀρχομένης δὲ ἕω οἱ μὲν ἀπὸ γῆς ἐτόξευον καὶ ἠκόν‐ τιζον· οἱ πολέμιοι δὲ, οἱ μὲν ἔτι καθεύδοντες, οἱ δὲ ἄρτι ἀφυπνίζοντες, ἀφυλάκτως ἐτιτρώσκοντο. ἄλλοι
20μὲν ἀνέσπων τὰ πρυμνήσια, ἄλλοι δὲ ἀνεῖλκον τὰς ἀποβάθρας, ἄλλοι δὲ ἀγκύρας ἀνιμῶντο· πάντων δὲ βοὴ καὶ τάραχος ἦν. Ἀντίγονος ἐσήμηνε καὶ ταῖς ἑξή‐ κοντα ναυσὶν ἐπιπλεῦσαι καὶ μετὰ θυμοῦ καὶ ῥοθίου ποιεῖσθαι τὰς ἐμβολάς. αὐτίκα δὴ συνέβαινε, τῶν
25μὲν ἀπὸ γῆς βαλλόντων, [τῶν δὲ ἐπιπλεόντων,] κρατεῖν μὲν [τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ] τοὺς νε‐
νικηκότας.191

4

.

6

.

9

Ἀντίγονος μετὰ τὴν νίκην τῆς ἐν Ἑλλησπόντῳ ναυμαχίας πλεῖν τὰς ναῦς ἐπὶ Φοινίκης ἔταξε, τοὺς μὲν ναύτας ἐστεφανωμένους, τὰς δὲ πρύμνας κεκοσμη‐ μένας λαφύροις καὶ ἀκροστολίοις αἰχμαλώτων τριήρων·
5τοῖς δὲ κυβερνήταις ἐνετείλατο κατὰ τὸ πέλαγος παρα‐ πλεῖν πᾶσι μὲν ὅρμοις, πάσαις δὲ πόλεσι προσπελά‐ ζοντας, ὅπως ἡ νίκη διαβόητος ἀνὰ πᾶσαν τὴν Ἀσίαν γένοιτο. Φοίνισσαι νῆες ὁρμοῦσαι Κιλικίας ὑπὸ τῷ Ῥωσίῳ λιμένι χρήματα Εὐμένους ἄγουσαι Σωσιγένην
10ναύαρχον εἶχον. ὁ μὲν Σωσιγένης ἐπὶ ὀρθίου πάγου διέτριβεν ἀποσκοπῶν τὴν τοῦ πελάγους κίνησιν. οἱ δὲ ἀπὸ τῶν Φοινισσῶν νεῶν, ὡς εἶδον τὰς νικώσας λαμπρῶς κεκοσμημένας, ἁρπάσαντες τὰ χρήματα ἐσ‐ επήδησαν ἐς τὰς Ἀντιγόνου τριήρεις· αἱ δὲ αὐτίκα
15ἀνήγοντο πολλὰ χρήματα καὶ συμμάχους [ἄγουσαι]. Σωσιγένης δὲ ὁ ναύαρχος τὸ πέλαγος ἀπεσκόπει.

4

.

6

.

10

Ἀντίγονος καὶ Εὐμένης παρετάξαντο· ἀγχώμαλος ἡ νίκη· Εὐμένης κήρυκα περὶ νεκρῶν ἀναιρέσεως ἔπεμψεν. Ἀντίγονος πλείονας ὄντας τοὺς οἰκείους νεκροὺς λαθεῖν βουλόμενος ἐπὶ τοσοῦτον κατέσχε τὸν
5κήρυκα, ἐφ’ ὅσον αὐτῶν πάντων τὰ σώματα ἔκαυ‐ σεν. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ ταφὴ, τότε τὸν κήρυκα ἀπέπεμψε συγχωρῶν τὴν ἀναίρεσιν.192

4

.

6

.

11

Ἀντίγονος ἐν Γαδαμάρτοις τῆς Μηδίας προσε‐ χείμαζεν. Εὐμένης προκατελάβετο τὴν ὁδὸν ἄχρι στα‐ δίων χιλίων διατάξας τὴν δύναμιν πανταχοῦ. ἦν δὲ ἡ μὲν ὁδὸς παρὰ τὰς ὑπωρείας· τὸ δὲ κάτω πεδίον
5ὁμαλὸν, ἄνυδρον, ἀοίκητον, οὐ βοτάνην ἔχον, οὐ δέν‐ δρον, οὐ φυτὸν, ἀσφαλτῶδες δὲ καὶ πλῆθον ἁλμυρίδος· οὐκ ἄρα ἦν διαβατὸν οὔτε ζώοις οὔτε ἀνθρώποις. Ἀντίγονος τὰς κατὰ τὴν ὁδὸν φυλακὰς ἐκκλῖναι στρα‐ τηγῶν μέσον ἔγνω τὸ πεδίον τεμέσθαι. προσέταξε
10δὴ ῥάψασθαι μυρίους ἀσκοὺς καὶ πλῆσαι τούτους ὕδα‐ τος καὶ σιτία δέκα ἡμερῶν πέψαντας ἔχειν καὶ κριθὰς τοῖς ἵπποις καὶ χιλὸν αὐτάρκη. τὰ μὲν ηὐτρέπιστο· ὁ δὲ διὰ τῆς ἀοικήτου μέσης ἦγε τὴν στρατιὰν τῇ νυκτὶ [πυρὰ] καίειν οὐκ ἐπιτρέπων, ἵνα μὴ τοῖς φυλάτ‐
15τουσι τὰς ὑπωρείας κατάδηλον γένηται. καὶ μὴν μέχρι τέλους ἔλαθον ἂν, εἰ ἐπείσθησαν τῷ Ἀντιγόνου παραγ‐ γέλματι. ὀλίγοι δὲ αὐτῶν παγετώδους νυκτὸς γενο‐ μένης πῦρ ἀνέκαυσαν, ὥστε τὴν φλόγα ἰδόντες οἱ πολέμιοι συνῆκαν καὶ τὸ πεδίον ἐκβαινόντων προσ‐
20βαλόντες κατὰ τὴν οὐραγίαν ἔστιν οὓς τῶν ὑστάτων ἀπέκτειναν. ὅσον δὲ ἐπὶ τῷ Ἀντιγόνου στρατηγήματι
ἀβλαβεῖς ἐσώθησαν [ἂν] πάντες.193

4

.

6

.

12

Ἀντίγονος ἐν παρατάξει ὄρους ὑπτίαν λαγόνα περιλαβὼν, ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκτα‐ ξιν οὐκ ἐχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ κατ‐
5έσυρεν.

4

.

6

.

13

Ἀντίγονος περὶ τὴν Γαβιηνὴν συνέβαλλεν Εὐμένει μάχην. ἦν πεδίον λεπτόγεων καὶ ψαμμῶδες· ἐν τούτῳ συνιόντων μεγάλων στρατευμάτων αἴρεται νεφελώδης κόνις ἐπισκοτοῦσα καὶ φιλίοις καὶ πολεμίοις. ἡ μάχη
5μὲν ἐν χερσὶν ἦν. Ἀντίγονος δὲ τῶν Εὐμενείων στρα‐ τιωτῶν εἰδὼς ἑπομένην τὴν ἀποσκευὴν, ἐν ᾗ γυναῖκες ἦσαν αὐτῶν καὶ τέκνα καὶ παλλακαὶ καὶ οἰκέται καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα ἐκτήσαντο ἀπὸ τῆς μετὰ Ἀλεξάνδρου στρατείας, ἐκέλευσεν ἐπιλέκτους ἴλας
10περιελάσαι τὴν ἀποσκευὴν ἐς τὴν ἑαυτῶν στρατοπε‐ δείαν. οἱ μὲν περιήλασαν ἀσχολουμένων τῶν πολε‐ μίων περὶ τὴν μάχην καὶ τῆς κόνεως ἐπισκοτούσης. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ μάχη [καὶ] πεντακισχίλιοι μὲν ἔπεσον Ἀντιγόνου, τριακόσιοι δὲ Εὐμένους, μέγα δὴ
15φρονοῦντες ἐπὶ τῇ νίκῃ διελύθησαν. ἐπεὶ δὲ τὴν ἀποσκευὴν εἶδον ἡρπασμένην καὶ τοὺς οἰκείους ἀπο‐ λωλότας, ἀθυμία καὶ θρῆνος ἦν τῶν νενικηκότων, ὥστε οἱ πλεῖστοι διὰ τὸν ἔρωτα τῶν οἰκείων ἐπρεσ‐ βεύοντο παρὰ Ἀντίγονον ἀξιοῦντες αὐτῷ προστίθεσθαι.
20Ἀντίγονος τὴν ἀποσκευὴν τῶν Εὐμενείων στρατιωτῶν ἁρπάσας, ἐπειδὴ βαρέως ἔφερον ἀπολέσαντες τὰ φίλ‐ τατα, ἐκήρυξεν προῖκα ἀποδώσειν τὰ ἡρπασμένα. οἱ δὲ πρὸς τὸ κήρυγμα αὐτίκα μετεβάλοντο, οὐ μόνον οἱ Μακεδόνες, ἀλλὰ καὶ μύριοι Περσῶν, ὧν ἦρχε194
25Πευκέστης· καὶ γὰρ οὗτος τοὺς Μακεδόνας ἰδὼν ἀντι‐ γονίζοντας ὡς τούτους ἐνέκλινεν. τέλος δὲ τοσαύτη μεταβολὴ γνώμης καὶ τύχης ἐγένετο, ὥστε οἱ ἀργυ‐ ράσπιδες συλλαβόντες Εὐμένη δεσμώτην παρέδωκαν, Ἀντίγονος δὲ ἁπάσης τῆς Ἀσίας βασιλεὺς ἀνηγορεύθη.

4

.

6

.

14

Ἀντίγονος Πίθωνα σατράπην Μηδίας πυθόμενος ξενολογεῖν καὶ χρήματα συλλέγειν, ἀποστῆναι βεβου‐ λευμένον ἀπιστεῖν τοῖς ἀγγέλλουσι προσεποιήσατο φάσκων ‘οὐκ ἂν ἐγὼ πιστεύσαιμι ταῦτα Πίθωνα πράτ‐
5τειν, ᾧ πεντακισχιλίους Μακεδόνας ὁπλίτας καὶ Θρᾷκας χιλίους φύλακας τῆς σατραπείας πέμψαι παρεσκεύακα‘. ταῦτα Πίθων ἀκούσας πιστεύει τῇ φιλανθρωπίᾳ καὶ διὰ τάχους ἧκε ληψόμενος τὴν ἐπικουρίαν. Ἀντίγονος δὲ ἐς τὸ κοινὸν τῶν Μακεδόνων ἐσαγαγῶν Πίθωνα
10ἑλὼν τιμωρησάμενος ἀπέκτεινεν.

4

.

6

.

15

Ἀντίγονος τοὺς ἀργυράσπιδας, οἳ τὸν Εὐμένη δεσμώτην αὐτῷ παρέδωκαν, ἐτίμησε δωρεαῖς· τὸ δὲ
ἄπιστον αὐτῶν φυλαττόμενος χιλίους μὲν αὐτῶν ἔδωκε συμμάχους εἶναι Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας,195
5τοὺς δὲ ἄλλους εἰς ἄλλα χωρία φρουροὺς διέπεμψεν ἐχυρὰ καὶ δύσβατα, ἵνα φρουρὰν αὐτὴν τὴν χώραν ἔχοιεν. διὸ ταχέως ἀφανεῖς πάντες ἐγένοντο.

4

.

6

.

16

Ἀντίγονος ἐπολιόρκει Ῥόδον ἐπιστήσας τῇ πολιορ‐ κίᾳ τὸν υἱὸν Δημήτριον, κηρύξας αὐτομόλοις Ῥοδίοις εἶναι πᾶσαν ἀσφάλειαν· ὁπόσοι δὲ περὶ Συρίαν, Φοι‐ νίκην, Κιλικίαν, Παμφυλίαν ἦσαν ἔμποροι καὶ θαλασ‐
5σουργοὶ Ῥόδιοι, καὶ τούτοις ἐκήρυξεν ἀσφάλειαν τῆς θαλάσσης ἐπὶ τῷ μὴ καταίρειν εἰς Ῥόδον, ἵνα βοηθείας ἐρήμην Ῥόδον ἐξέλοι, τῶν παρὰ Πτολεμαίου συμμά‐ χων οὐχ ἱκανῶν ὄντων ἀντισχεῖν Δημητρίῳ πολιορ‐ κοῦντι.

4

.

6

.

17

Ἀντίγονος μισθοφόρους ἐμισθώσατο Γαλάτας, ὧν Κιδήριος ἦρχε, συνθέμενος [ἑνὶ] ἑκάστῳ δώσειν χρυσοῦν Μακεδονικὸν, ὅμηρα δοὺς τοῦ μισθοῦ ἄνδρας καὶ παῖδας τῶν εὐγενῶν. ἡ μάχη πρὸς Ἀντίπατρον
5ἐγένετο· ἐπεὶ δὲ ἐγένετο, οἱ Γαλάται τὸν μισθὸν ἀπῄ‐ τουν. Ἀντίγονος ἑκάστῳ θυρεαφόρῳ τὸν μισθὸν ἀπε‐ δίδου. οἱ Γαλάται καὶ τοῖς ἀόπλοις καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶν ἀπῄτουν· τοῦτο γὰρ εἶναι ‘τῶν Γαλα‐ τῶν ἑνὶ ἑκάστῳ‘. ἦν οὖν, εἰ μὲν οἱ μάχιμοι λαμβά‐
10νοιεν, τριάκοντα τάλαντα· εἰ δὲ μετὰ τῶν ἀπομάχων, ἑκατόν. ἀφίσταται δὴ τὸ Γαλατικὸν καὶ τοὺς ὁμήρους
ἀποκτενεῖν ἠπείλει. Ἀντίγονος δείσας περὶ τοῖς ὁμη‐ ρεύουσι πρεσβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσι δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυ‐196
15σίον. οἱ δὲ περιχαρεῖς τῷ πλήθει τῶν χρημάτων τοὺς ἀρίστους Γαλατῶν οἷα δὴ χρυσοφόρους ἔπεμψαν. Ἀντί‐ γονος κατασχὼν τοὺς ἥκοντας οὐκ ἄλλως ἔφη τοῖς Γαλάταις τοὺς ἄνδρας ἀποδώσειν, εἰ μὴ τοὺς αὑτοῦ ἀπολάβοι πάλιν. οἱ Γαλάται σπουδάζοντες ἀνασώσα‐
20σθαι τοὺς αὑτῶν, ἀποδόντες τοὺς ὁμήρους τότε τοὺς ἰδίους ἀπολαμβάνουσι καὶ σὺν αὐτοῖς τὰ τριάκοντα τάλαντα.

4

.

6

.

18

Ἀντίγονος Κασσάνδρειαν ἐπολιόρκει βουλόμενος ἐξελεῖν Ἀπολλόδωρον τὸν Κασσανδρέων τύραννον. δέκα μηνῶν χρόνος ἦν τῇ πολιορκίᾳ. αὐτὸς μὲν ἀνεχώρη‐ σεν· Ἀμεινίαν δὲ τὸν ἀρχιπειρατὴν καθῆκε συνθησό‐
5μενον φιλίαν πρὸς Ἀπολλόδωρον. ὁ δὲ κήρυκα πέμψας πραϋνεῖν Ἀντίγονον ἐπηγγέλλετο καὶ σιτία πολλὰ καὶ οἶνον πέμψειν, ὥστ’ ἐδόκει πιστὸς Ἀμεινίας. οἱ δὲ ἀμφὶ τὸν τύραννον τῇ τε Ἀμεινίου φιλίᾳ πιστεύοντες καὶ τῆς ἀπουσίας τῆς Ἀντιγόνου καταφρονοῦντες οὐκ
10ἀκριβῶς ἐφύλαττον τὰ τείχη. τῷ δὲ Ἀμεινίᾳ κλίμακες ἰσομήκεις τοῖς τείχεσιν ἐπεποίηντο, καὶ ὑπὸ τὴν καλου‐ μένην Βῶλον, ἀπέχουσαν οὐ πρόσω τῶν τειχῶν, ἀπε‐ κρύπτοντο στρατιῶται δισχίλιοι καὶ μετὰ τούτων Αἰτω‐ λοὶ πειραταὶ δέκα, ὧν Μελάτας ἡγεῖτο. οὗτοι κατὰ
15τὴν πρώτην αὐγὴν τῆς ἡμέρας ἀραιοὺς τοὺς ἐπὶ τῶν τειχῶν φρουροὺς ἰδόντες προσέρπουσι τοῖς μεσοπυρ‐
γίοις καὶ προσθέμενοι τὰς κλίμακας αἴρουσι σύνθημα. Ἀμεινίας μετὰ τῶν δισχιλίων στρατιωτῶν ἀναβὰς διὰ τῶν κλιμάκων ἐκράτησε τῶν τειχῶν, ὥστε οἱ μὲν ἔνδον197
20ἦσαν, Ἀντίγονος δὲ αὐτίκα παρῆν· καὶ τὴν Κασσάν‐ δρειαν κατασχὼν τὴν Ἀπολλοδώρου τυραννίδα κατέ‐ λυσεν.

4

.

6

.

19

Ἀντίγονος ἐλάττονας ἔχων στρατιώτας ἀντεστρα‐ τοπεδεύετο τοῖς περὶ Εὐμένη πολεμίοις. ἐπικηρυκευ‐ ομένων δὲ συνεχῶς προσυνέταξεν, ἐπειδὰν ὁ κήρυξ ἀφίκηται, στρατιώτην ἐσδραμεῖν πνευστιῶντα, κεκονι‐
5μένον, ἀγγέλλοντα ‘οἱ σύμμαχοι πάρεισιν‘. Ἀντίγονος μὲν ἀκούσας περιχαρὴς ἀνεπήδησε· τοὺς κήρυκας ἀπο‐ πεμψάμενος καὶ τῆς ὑστεραίας τὸ μῆκος τῆς φάλαγγος διπλάσιον ἐκτείνας τοῦ χάρακος ἐξήγαγεν. οἱ δὲ πολέ‐ μιοι παρὰ τῶν κηρύκων ἀκούσαντες τὴν παρουσίαν
10τῶν συμμάχων τὴν μὲν ἔκτασιν τοῦ μήκους τῆς φά‐ λαγγος ὁρῶντες, τὸ δὲ βάθος εὐκαταφρόνητον ἔχοντος, μάχην συνάψαι φοβηθέντες φυγόντες ᾤχοντο.

4

.

6

.

20

Ἀντίγονος τὰς Ἀθήνας βουλόμενος λαβεῖν εἰρήνην ἐσπείσατο τῷ τοῦ φθινοπώρου καιρῷ. Ἀθηναῖοι τὸν σῖτον κατασπείραντες ὀλίγον ἐφύλαξαν τὸν ἀποχρή‐ σοντα μέχρι τῆς τῶν καρπῶν ἀκμῆς. ἐπεὶ δὲ ἤκμαζον
5οἱ καρποὶ, Ἀντίγονος μετὰ τοῦ στρατεύματος ἐς τὴν Ἀττικὴν ἐνέβαλεν. οἱ δὲ τοῦ σίτου τὸν μὲν κατα‐
ναλωκότες, τὸν δὲ κωλυόμενοι θερίζειν Ἀντίγονον εἴσω τοῦ ἄστεος ἐξεδέξαντο καὶ ὑπήκουσαν ἅπασιν αὐτοῦ τοῖς προστάγμασιν.198

4

.

7

t

ΔΗΜΗΤΡΙΟΣ.

4

.

7

.

1

Δημήτριος χρήματα οὐκ ἔχων διπλασίους συνέλεξε στρατιώτας· καὶ δὴ θαυμάζοντός τινος, πόθεν ἡ μισθο‐ φορὰ τοσούτοις, ὅπου μηδὲ τοῖς ἐλάττοσιν, ‘ὅτι‘, ἔφη, ‘βαρύτεροι ὄντες ἀσθενεστέρους τοὺς ἀντιπάλους ἕξομεν
5καὶ τῆς τούτων χώρας κρατήσομεν, καὶ φόρους οἴσου‐ σιν ἄλλοι, [ἄλλοι] καὶ στεφάνους πέμψουσι τὸ πλῆθος τῶν στρατιωτῶν δεδιότες ἤδη.‘

4

.

7

.

2

Δημήτριος μέλλων ἐπὶ τὴν Εὐρώπην πλεῖν βου‐ λόμενος λαθεῖν, ὅποι ἀποβαίνειν μέλλοι, τῶν κυβερ‐ νητῶν ἑκάστῳ βιβλίον ἔδωκεν ἐσφραγισμένον προστά‐ ξας ‘εἰ μὲν ὁμοῦ πλέοιμεν, ἐᾶτε μένειν τὰς σφραγίδας,
5εἰ δὲ διασπασθείημεν, ἀνοίξαντες τὰ γραμματεῖα ποιεῖ‐ σθε τὸν πλοῦν εἰς τὸν γεγραμμένον τόπον‘.

4

.

7

.

3

Δημήτριος ἀδοκήτως προσπεσεῖν τῇ Σικυῶνι βου‐ λόμενος ἀνεχώρησεν εἰς Κεγχρέας κἀκεῖ διέτριβεν ἡμέ‐ ραις πλείοσι προσέχων ἡδοναῖς καὶ τρυφαῖς. ὁπηνίκα
δὲ πόρρῳ τῆς ὑπονοίας ἐγένοντο Σικυώνιοι, τὸ μὲν199
5ξενικὸν μετὰ Διοδώρου νυκτὸς ἔταξε προσβαλεῖν κατὰ τὰς ἐπὶ Πελλήνην πόλιν πύλας, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, τὸ δὲ ὁπλιτικὸν αὐτὸς ἤγαγεν ἐπὶ τὴν πόλιν, ὥστε πανταχόθεν τὰς προσβολὰς ποιη‐ σάμενος τῆς πόλεως ἐκράτησεν.

4

.

7

.

4

Δημήτριος Διοδώρῳ φρουράρχῳ τὴν Ἔφεσον παραδοὺς ἔπλευσεν ἐπὶ Καρίας. ὁ δὲ Λυσιμάχῳ συν‐ έθετο προδώσειν τὴν πόλιν ἐπὶ πεντήκοντα ταλάντοις. πυθόμενος Δημήτριος, ἀναλαβὼν τὰς ἡμιολίας, τὰς
5μὲν ὑπὸ τὴν χώραν ἐκέλευσεν ὑφορμῆσαι· αὐτὸς δὲ ἐπὶ μιᾶς πλέων καὶ Νικάνορα προσλαβὼν ἔπλει πρὸς τὸν λιμένα τῆς Ἐφέσου. ὁ μὲν Δημήτριος ἐν κοίλῃ νηὶ κατεκέκρυπτο· φανερῶς δὲ ὁ Νικάνωρ ἐκάλει τὸν Διόδωρον ὡς διαλεξόμενος αὐτῷ περὶ τῶν στρατιω‐
10τῶν, ὅπως ἀσφαλῶς αὐτοῖς ἀπελθεῖν ἐπιτρέψειεν. ὁ δὲ ὑπολαβὼν ἥκειν τὸν Νικάνορα μόνον ἐπιβὰς ἐπι‐ κώπου κέλητος ἕτοιμος ἦν ποιεῖσθαι τὰς συνθήκας. ὡς δὲ ἐγγὺς ἦν, ἐκ νεὼς κοίλης ἀναπηδήσας Δημή‐ τριος τὸν μὲν κέλητα κατέδυσεν αὐτοῖς ἀνδράσι, τοὺς
15δ’ ἀπονηξαμένους συνέλαβε, τὴν δ’ Ἔφεσον κατέσχε τὸν προδιδόντα φθάσας.

4

.

7

.

5

Δημήτριος Αἴγιναν καὶ Σαλαμῖνα λαβὼν ἐν τῇ Ἀττικῇ στρατοπεδεύων, ἔπεμψε πρὸς τοὺς ἐν Πειραιεῖ, αἰτῶν ὅπλα χιλίοις ἀνδράσιν ὡς ἥκων σύμμαχος αὐτοῖς κατὰ τοῦ τυράννου Λαχάρους. οἱ μὲν πιστεύσαντες
5ἔπεμψαν· ὁ δὲ λαβὼν καὶ ὁπλισάμενος αὐτοὺς ἐπο‐
λιόρκησε τοὺς πέμψαντας.200

4

.

7

.

6

Δημήτριος τοῦ Πειραιῶς ἐκράτησεν οὐχὶ παντὶ τῷ ναυτικῷ κατάρας, ἀλλὰ τὰς μὲν πλείστας τριήρεις ὑπὸ τῷ Σουνίῳ ναυλοχεῖν κελεύσας, εἴκοσι δὲ τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος προσέταξε ῥοθίῳ τῇ
5εἰρεσίᾳ πλεῖν οὐκ ἐπὶ τὸ ἄστυ, ἀλλ’ ὡς ἐπὶ τὴν Σαλαμῖνα. Δημήτριος ὁ Φαληρεὺς, Ἀθηναίων στρατη‐ γῶν, ἐτύγχανε μὲν κασσανδρίζων· ἀπὸ δὲ τῆς ἀκρο‐ πόλεως κατιδὼν τὰς εἴκοσι νέας ἐπὶ Σαλαμῖνος πλε‐ ούσας, ἐνόμισεν εἶναι Πτολεμαϊκὰς ἐπὶ Κορίνθου
10πορευομένας. οἱ δὲ ἐπὶ τῶν εἴκοσι ἐπιστρέψαντες εὐθὺ τοῦ Πειραιῶς κατέσχον, παραχρῆμα δὲ καὶ Σουνιόθεν ὁ στόλος ἅπας ἐπικατήγετο· ὥστε πολὺ πλῆθος ἐκβάντες κατελάβοντο τοὺς πύργους καὶ τὸν λιμένα. κήρυκες δὲ ἀνεβόων· ‘Δημήτριος τὰς Ἀθήνας ἐλευθεροῖ‘ καὶ
15Ἀθηναῖοι τὸ κήρυγμα τῆς ἐλευθερίας ἀκροώμενοι Δη‐ μήτριον προσεδέξαντο.

4

.

7

.

7

Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τὴν ἐν Κύπρῳ τριήρεσιν ἑκατὸν ἑβδομήκοντα· Πτολεμαίου στρατηγὸς Μενέλεως ἑξήκοντα ναυσὶν ἐφρούρει τὴν πόλιν, καὶ
αὐτὸς δὲ Πτολεμαῖος προσεδοκᾶτο ναυσὶ τεσσαράκοντα201
5καὶ ἑκατὸν ἐπιπλευσεῖσθαι. Δημήτριος πρὸς διακοσίας ὁμοῦ τριήρεις ἀξιόμαχος οὐκ ὢν τῆς Σαλαμῖνος ἄκραν ὑπερέχουσαν περιπλεύσας ὑπὸ κρημνῷ λιμενίζοντι ναυ‐ λοχῶν ἐκρύπτετο. ἐπεὶ δ’ ὁ Πτολεμαῖος τοὺς ὄπισθεν τοῦ κρημνοῦ μὴ προορώμενος κατῆρεν ἐς θῖνα εὔορμον,
10ἀναπεπταμένον καὶ περὶ ἔκβασιν ἦν, ἐπιστρέψαντες οἱ περὶ τὸν Δημήτριον ἐξεφάνησαν· καὶ παραχρῆμα ταῖς Αἰγυπτίαις ναυσὶν ἄρτι προσορμιζομέναις ἐμβάλ‐ λουσιν, ὥστε ὀξύτατον γενέσθαι τῆς νίκης τὸ τάχος. Πτολεμαῖος μὲν παραχρῆμα ἔφυγε· Μενέλεως δὲ ἀπὸ
15Σαλαμῖνος ἀναχθεὶς ὡς προσβοηθήσων καὶ αὐτὸς Πτο‐ λεμαίῳ φεύγοντι συνέφευγεν.

4

.

7

.

8

Δημήτριος ἐς Κόρινθον προδιδομένην νύκτωρ προῆλθε τῶν προδιδόντων τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων. δεδιὼς τοὺς ἐν τῇ πόλει, μὴ μαθόντες ἐπιθοῖντο, περιέσπασεν αὐτοὺς πολλὴν στρατιὰν προσ‐
5βαλὼν ταῖς πύλαις ταῖς κατὰ τὸ Λέχαιον. οἱ μὲν δὴ μεγάλα ἠλάλαξαν, οἱ δὲ Κορίνθιοι πρὸς τὴν βοὴν συνέδραμον ἅπαντες. οἱ προδιδόντες τὰς κατὰ κορυ‐ φὴν πύλας ἀνοίξαντες τοὺς πολεμίους ἐδέξαντο· Δημή‐ τριος δὲ ᾑρήκει Κόρινθον, Κορινθίων τὰς ἐπὶ Λέχαιον
10πύλας φυλαττόντων.

4

.

7

.

9

Δημήτριος ἐπεστράτευε Λακεδαιμονίοις· ἦν μέσον
ἀμφοτέρων ὄρος Ἀρκαδικὸν Λύρκειον. οἱ Μακεδόνες οὐκ ἀδεῶς εἶχον ἄπειροι τοῦ ὄρους ὄντες. βορέας ἐπίφορος ἔπνευσεν εἰς τοὺς πολεμίους. Δημήτριος202
5πῦρ ἐμβαλὼν ἀνῆψε τὴν ὕλην· ἡ δὲ φλὸξ μετὰ τοῦ πνεύματος καὶ τοῦ καπνοῦ τοῖς Λακεδαιμονίοις ἐμ‐ πεσοῦσα πάντας ἀπέστρεφεν. οἱ δὲ ἀμφὶ Δημήτριον ἐπεξελθόντες θυμῷ καὶ σιδήρῳ Λακεδαιμονίους ἐνί‐ κησαν.

4

.

7

.

10

Δημήτριος ἀνεχώρει διὰ στενῆς ὁδοῦ· Σπαρτιᾶται κατὰ τὴν οὐραγίαν προσβαλόντες πολλοὺς ἐτίτρωσκον. ὁ δὲ πλῆθος ἁμαξῶν σωρεύσας κατὰ τὸ στενώτατον τῆς δυσχωρίας πῦρ ἐνῆκεν. οἱ μὲν πολέμιοι τὴν πυρ‐
5καϊὰν ὑπερβαίνειν οὐκ ἠδύναντο· ἐφ’ ὅσον δὲ συνέ‐ βαινε καταφλέγεσθαι τὰς ἁμάξας, Δημήτριος προλαβὼν ἐξέφυγε τοὺς διώκοντας.

4

.

7

.

11

Δημήτριος κήρυκα πρὸς Βοιωτοὺς πέμψας πόλε‐ μον ἐπήγγειλεν. ὁ μὲν κήρυξ ἐν Ὀρχομενῷ τοῖς Βοιω‐ τάρχαις τοῦ πολέμου τὴν ἐπιστολὴν ἀπέδωκε· Δημή‐ τριος δὲ ἐν Χαιρωνείᾳ τῇ ὑστεραίᾳ ἐστρατοπέδευσε.
5κατεπλάγησαν οἱ Βοιωτοὶ πόλεμον ἀγγελλόμενον ὁμοῦ καὶ παρόντα.

4

.

7

.

12

Δημήτριος Λύκον ποταμὸν ὀξύτατον ἐπεραιοῦτο πεζοῖς μὲν οὐ διαβατὸν, ἱππεῦσι δέ. τῶν ἱππέων ὅσοι μεγίστους καὶ στερνοβριθεῖς ἵππους εἶχον, ἐς τετρα‐
φαλαγγίαν ἀντίους ἔστησε τῷ ῥεύματι· τούτοις τὸ203
5ὀξὺ τοῦ ποταμοῦ περικλώμενον ῥᾴονα τὴν διάβασιν τοῖς πεζοῖς παρέσχεν.

4

.

8

t

ΕΥΜΕΝΗΣ.

4

.

8

.

1

Εὐμένης ὑπὸ Γαλατῶν ἐδιώκετο τοῦ σώματος ἀρρώστως ἔχων, κομιζόμενος ἐν φορείῳ. βραδεῖαν δὲ τὴν φυγὴν ποιούμενος καὶ ἤδη καταλαμβανόμενος, ἰδὼν ἐν τῇ παρόδῳ γεώλοφον προσέταξε τοῖς κομί‐
5ζουσιν ἐπὶ τοῦτον θεῖναι τὸ φορεῖον. οἱ βάρβαροι πλησίον ὄντες καὶ νομίσαντες οὐκ ἄν ποτε τοῦτο ποιῆσαι τὸν Εὐμένη μὴ οὐχὶ μεγάλην ἔχοντα βοήθειαν ἐγγὺς ἀποκεκρυμμένην τοῦ διώκειν ἀπέστησαν.

4

.

8

.

2

Εὐμένης ἤδη συνιεὶς τῶν ἀργυρασπίδων ἀρχο‐ μένων νεωτερίζειν, ἀλλὰ μὴν [καὶ] Ἀντιγένους καὶ Τευτάμου, οἳ στρατηγοὶ τούτων ἦσαν, ὑπερηφάνως πρὸς αὐτὸν διακειμένων καὶ βαδίζειν ἐπὶ τὴν σκηνὴν
5αὐτοῦ κατοκνούντων, συγκαλέσας τοὺς ἡγεμόνας ἐν‐ ύπνιον ἔφη τοῦτο δεύτερον ἑωρακέναι διαπειλούμενον, εἰ μὴ πεισθείημεν, κοινὸν ἅπασιν ἔσεσθαι κίνδυνον. ἦν δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐν μέσῳ στρατοπέδῳ προκαθήμενος ἐν σκηνῇ, σκῆπτρον ἔχων, χρηματίζων
10ἅπασι· καὶ δὴ προσέταξε τοῖς ἡγεμόσι, μηδὲν τῶν κοινῶν καὶ βασιλικῶν διοικεῖν ἔξω τῆς βασιλικῆς σκη‐
νῆς καὶ καλεῖν ταύτην μόνην Ἀλεξάνδρου σκηνήν.‘ προσεκύνησαν οἱ Μακεδόνες τὸν Ἀλέξανδρον καὶ συν‐ εβούλευσαν ἐκ τῶν βασιλικῶν χρημάτων σκηνὴν κατα‐204
15σκευάσαι βασιλικὴν καὶ θρόνον χρυσοῦν βασιλικῶς κεκοσμημένον· ἐπὶ δὲ τούτου χρυσοῦν στέφανον ἔχοντα διάδημα βασιλικὸν καὶ παρὰ τὸν θρόνον ὅπλα καὶ μέσον σκῆπτρον καὶ πρὸ τοῦ θρόνου τράπεζαν χρυσῆν· ἐπὶ δὲ ταύτης ἐσχαρίδα καὶ λιβανωτίδα χρυσῆν καὶ
20λιβανωτὸν καὶ θυμιάματα εὐώδη· ἀλλὰ μὴν καὶ δίφρους ἀργυροῦς ἐν τῇ σκηνῇ, ἐφ’ ὧν οἱ πάντες ἡγεμόνες βουλεύοιντο περὶ τῶν κοινῶν πραγμάτων. ταῦτα μὲν δὴ κατεσκευάσαντο. Εὐμένης δὲ τὴν αὑτοῦ σκηνὴν ἤγειρε παρὰ τὴν Ἀλεξάνδρου καὶ οἱ ἄλλοι ἡγεμόνες
25ἐφεξῆς. οὕτω δὴ συνέβαινεν τὸν Εὐμένη εἰσιόντα πάντας ἐκείνους ἡγεμόνας ὑποδέχεσθαι, μεθ’ ὧν Ἀντι‐ γένης καὶ Τεύταμος, οἱ στρατηγοὶ τῶν ἀργυρασπίδων, ἐβάδιζον, τῷ μὲν ἔργῳ πρὸς Εὐμένη, τῇ δὲ τιμῇ πρὸς Ἀλέξανδρον.

4

.

8

.

3

Εὐμένης ἐν τῇ Περσίδι τοὺς στρατιώτας ὁρῶν ὑπὸ Πευκέστου δημαγωγουμένους οἴνῳ καὶ διανομαῖς δεδοικὼς, μὴ περισπάσῃ πᾶσαν τὴν ἡγεμονίαν, ἐπι‐ στολὴν προήνεγκεν ὡς παρὰ Ὀρόντου τοῦ σατράπου
5τῆς Ἀρμενίας γεγραμμένην Συρίοις γράμμασι δηλοῦ‐ σαν, ὡς Ὀλυμπιὰς ἐξ Ἠπείρου κατελθοῦσα τὸν υἱὸν
ἄγουσα τὸν Ἀλεξάνδρου κυρίως Μακεδονίας ἔχει [τὴν βασιλείαν ἀναιρεθέντος] Κασσάνδρου. Μακεδόνες ταῦτα ἀκούσαντες Πευκέστου μὲν ἐπελάθοντο, τὴν δὲ205
10Ἀλεξάνδρου μητέρα καὶ τὸν υἱὸν μετὰ πολλῆς ἡδονῆς καὶ χαρᾶς ἀνηγόρευον.

4

.

8

.

4

Εὐμένης ἐν τῇ Περσίδι τὴν δύναμιν ἀφῆκε κατὰ κώμας χειμάσουσαν· Ἀντίγονος τοῦτο πυθόμενος ἐπήρ‐ χετο. Εὐμένης—πέμψας [γὰρ Πευκέστης] ἤγγειλεν αὐτῷ—τοὺς ἡγεμόνας ἐκέλευσε νύκτωρ μετὰ τῶν
5ἰδίων παίδων πῦρ ἐν ἀγγείοις ἔχοντας τὰ μετέωρα τῆς χώρας καὶ ἄποπτα περιιππεύσαντας ἐπὶ στάδια ἑβδομή‐ κοντα, διαστάντας ἀπ’ ἀλλήλων ὅσον πήχεις εἴκοσιν, ὕλην ἱκανὴν καῦσαι· τὰ δὲ πυρὰ καίειν πρώτης μὲν φυλακῆς δαψιλῆ, δευτέρας δὲ ἐλάττω, τρίτης δὲ μικρὰ
10παντάπασιν, ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ περὶ τὸν Ἀντίγονον ἐνόμισαν συνῆχθαι τῷ Εὐμένει τὴν δύναμιν ἅπασαν καὶ μὴ θαρρήσαντες ἐπελθεῖν ἄλλην ὁδὸν ἐτράποντο τὴν οὐ κατεχομένην ὑπὸ τῶν πολεμίων.

4

.

8

.

5

Εὐμένης τοὺς στρατιώτας ἁρπάσαι βουλομένους
τὴν ἀποσκευὴν τῶν πολεμίων ἀπέτρεπεν, ὡς οὐ συμ‐ φέρον. ἐπεὶ δ’ οὐκ ἔπειθεν, αὐτὸς πέμψας ὡς τοὺς πολεμίους, προεῖπεν αὐτοῖς τὴν ἀποσκευὴν φυλάττειν.206
5ἰδόντες οἱ στρατιῶται φυλακὰς ἀσφαλεστέρας ἀπέσχοντο.

4

.

9

t

ΣΕΛΕΥΚΟΣ.

4

.

9

.

1

Σέλευκος Ἀντιγόνῳ παρετάσσετο. ἦν ἴση τῆς μάχης ἡ κρίσις. ἐπεὶ δὲ νὺξ προσῄει, ἔδοξεν ἀμφοῖν ἐς τὴν ὑστεραίαν ὑπερβαλέσθαι. οἱ μὲν Ἀντιγόνου στρατοπεδεύουσιν ἀφοπλισάμενοι· Σέλευκος δὲ προσ‐
5έταξε τοῖς αὑτοῦ στρατιώταις ἐνόπλοις δειπνῆσαι καὶ κοιμηθῆναι τὸ σχῆμα τῆς τάξεως φυλάσσοντας. ὄρθρος ἦν βαθύς. οἱ μὲν Σελεύκειοι προσῆλθον ὡπλισμένοι καὶ συντεταγμένοι· οἱ δὲ Ἀντιγόνειοι καταληφθέντες ἄοπλοι καὶ ἀσύντακτοι ταχέως τοῖς πολεμίοις τὸ νῖκος
10ἔδωκαν.

4

.

9

.

2

Σέλευκος ἀντεστρατοπέδευε Δημητρίῳ· ἀλλ’ ὁ μὲν μέγα φρονῶν, Σέλευκος, ἀπεγνωκὼς τῶν πραγμάτων δὲ Δημήτριος. νὺξ ἦν· ἔδοξε νυκτομαχῆσαι Δημητρίῳ ὡς ἐξ ἀπονοίας τι κατεργασομένῳ. προθύμως ὑπή‐
5κουον οἱ στρατιῶται τὸ παράλογον τῆς ἐπιθέσεως ἐφό‐ διον ὑστάτης ἐλπίδος ἔχοντες. οἱ μὲν δὴ ἀνακινού‐
μενοι ὡπλίζοντο· Αἰτωλοὶ δὲ πελτασταὶ Δημητρίου νεανίαι δύο ἐντυχόντες προφυλακῇ Σελεύκου τὴν ταχί‐ στην ἄγειν αὑτοὺς ἠξίωσαν ὡς βασιλέα. ἐπεὶ δὲ ἦλθον,207
10ἤγγειλαν τῆς νυκτομαχίας τὴν παρασκευήν. Σέλευκος δείσας, μὴ τῆς ὁπλίσεως τῶν στρατιωτῶν ὀξυτέρα τῶν πολεμίων ἡ ἔφοδος γένοιτο, προσέταξε τοῖς μὲν σαλ‐ πιγκταῖς τὸ πολεμικὸν σημαίνειν, τοῖς δὲ στρατιώταις ὁπλιζομένοις ἀλαλάξαι μέγιστον, ἕκαστον δὲ ἀνὰ τὴν
15κλισίαν πῦρ ἐμβαλεῖν τοῖς παροῦσι φρυγάνοις. ὁρῶν Δημήτριος περιλαμπομένην πυρὶ τὴν στρατιὰν, ταῖς σάλπιγξι περιηχουμένην, ἀλαλαγμὸν ἐγείρουσαν, ὡς ἀντιπαρεσκευασμένῃ οὐκ ἐθάρρησεν ἐπιθέσθαι.

4

.

9

.

3

Σέλευκος τῶν Δημητρίου στρατιωτῶν ἀθύμως διακειμένων τοὺς ἀνδρωδεστάτους τῶν ὑπασπιστῶν ἐπιλεξάμενος καὶ προτάξας ἐλέφαντας ὀκτὼ, διὰ στενῆς ἀτραποῦ παρὰ πλευρὸν τῶν πολεμίων βαδίζων, ἀπορ‐
5ρίψας τὸ κράνος ἀνεβόα ‘μέχρι ποῦ μαίνεσθε λῃστάρχῳ λιμώσσοντι παραμένοντες, δυνάμενοι πλουτοῦντι βασι‐ λεῖ μισθοφορεῖν καὶ βασιλείας μετέχειν οὐκ ἐλπιζομένης, ἀλλὰ παρούσης;‘ τούτων ἀκούσαντες οἱ πλεῖστοι τὰ δόρατα καὶ ξίφη ῥίψαντες ἀνέσεισαν τὰς χεῖρας προσ‐
10τεθειμένοι Σελεύκῳ.

4

.

9

.

4

Σέλευκος τὴν Σάρδεων ἄκραν ἐπολιόρκει, τοὺς ἐν
αὐτῇ θησαυροὺς Θεοδότου φυλάσσοντος. τοῦτον θη‐ σαυροφύλακα Λυσίμαχος ἔταξε. μὴ δυνάμενος τὴν ἄκραν ἐχυρὰν οὖσαν ἑλεῖν ἐκήρυξε τάλαντα ἑκατὸν208
5δώσειν τῷ κτείναντι Θεόδοτον. ἦν οὖν καὶ τῶν στρα‐ τιωτῶν πολλοῖς ἐπιθυμία τῶν ἑκατὸν ταλάντων καὶ τῷ Θεοδότῳ πρὸς τοὺς στρατιώτας ὑποψία καὶ φόβος. ὁ μὲν οὖν οὐδὲ προῄει· [οἱ] πολλοὶ δὲ ἠγανάκτουν ἀπιστούμενοι. τοιαύτης ταραχῆς οὔσης φθάσας Θεό‐
10δοτος πυλίδα νύκτωρ ἀνοίξας εἰσαγαγὼν Σέλευκον ἐξέδωκεν αὐτῷ τοὺς θησαυρούς.

4

.

9

.

5

Σέλευκος Δημητρίου στρατοπεδεύοντος ὑπὸ τοῖς λόφοις Ταύρου δεδοικὼς, μὴ λαθὼν ἐπὶ Συρίας ἀνα‐ χωρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων ἐπὶ τὰ ὄρη τὰ ὑπερκείμενα τῶν Ἀμανίδων πυλῶν, ᾗ τὴν
5πορείαν ἔμελλε ποιεῖσθαι, προστάξας πυρὰ καῦσαι πολλά. Δημήτριος προκατειλημμένους ὁρῶν τοὺς τό‐ πους τῆς πορείας ταύτης ἀπετράπετο.

4

.

9

.

6

Σέλευκος ἐς Κιλικίαν φυγὼν ἐκ τῆς μάχης τῆς πρὸς τοὺς βαρβάρους, ἵνα μηδὲ οἱ φίλοι μάθοιεν, ὅτι μετ’ ὀλίγων τυγχάνοι φεύγων, Ἁμακτυόνος τοῦ ἡγε‐ μόνος τῆς βασιλικῆς ἴλης ὁπλοφόρος εἶναι προσεποιή‐
5σατο, ἐσθῆτα λαβὼν ἁρμόζουσαν ὁπλοφόρου σχήματι. ἐπεὶ δὲ πολὺ πλῆθος συνῆλθεν ἱππέων καὶ πεζῶν, τότε τὴν βασιλικὴν στολὴν ἀναλαβὼν ἑαυτὸν τοῖς
στρατιώταις ἔδειξεν.209

4

.

10

t

ΠΕΡΔΙΚΚΑΣ.

4

.

10

.

1

Περδίκκας Ἰλλυριῶν καὶ Μακεδόνων πολεμούντων, ἐπειδὴ πολλοὶ Μακεδόνες ἡλίσκοντο ζωγρείᾳ, καὶ οἱ λοιποὶ λύτρων ἐλπίδι πρὸς τὰς μάχας ἦσαν ἀτολμό‐ τεροι, ἐπεκηρυκεύσατο περὶ λύτρων ἐντειλάμενος τῷ
5κήρυκι ἐπανελθόντι ἀγγεῖλαι, ὡς ἄρα λύτρα Ἰλλυριοὶ μὴ προσίοιντο, ἀλλὰ ψηφίσαιντο τοὺς αἰχμαλώτους κτιν‐ νύειν. οἱ δὴ Μακεδόνες ἀπογνόντες τῆς διὰ τῶν λύτρων σωτηρίας εὐτολμότεροι πρὸς τὰς μάχας ἐγέ‐ νοντο, ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι.

4

.

10

.

2

Περδίκκας Χαλκιδεῦσι πολεμῶν ἀργυροῦ νομί‐ σματος ἀπορούμενος χαλκόκρατον κασσίτερον ἐχάραξε καὶ οὕτως ἦν μισθοφορὰ τοῖς στρατιώταις. οἱ μὲν ἔμποροι τὸ βασίλειον νόμισμα ἐλάμβανον· ἐπεὶ δὲ ἦν
5ἀρχεῖον ὑπὲρ τοὺς ὅρους, ἀντεφόρτιζον καρποὺς τοὺς ἐπιχωρίους.

4

.

11

t

ΚΑΣΣΑΝΔΡΟΣ.

4

.

11

.

1

Κάσσανδρος ὁμοῦ μὲν ἐπολιόρκει Σαλαμῖνα, ὁμοῦ δὲ καὶ Ἀθηναίοις ἐναυμάχησε. νικήσας τῇ ναυμαχίᾳ, ὅσους μετ’ Ἀθηναίων εἷλε Σαλαμινίους ἄνευ λύτρων
ἀφῆκε· πυθόμενοι δὲ οἱ τὴν Σαλαμῖνα οἰκοῦντες προσ‐210
5εχώρησαν Κασσάνδρῳ πιστεύσαντες αὐτοῦ τῇ φιλαν‐ θρωπίᾳ.

4

.

11

.

2

Κάσσανδρος Νικάνορα φρουροῦντα τὴν Μουνυ‐ χίαν καὶ πρὸς αὐτὸν κακοήθως ἔχοντα τέχνῃ συνέλα‐ βεν. ἀποπλεῖν τῆς Ἀττικῆς προσεποιήσατο. μέλλοντι δὲ αὐτῷ τοῦ σκάφους ἐπιβαίνειν προσελθὼν γραμμα‐
5τοφόρος ἀπέδωκε γράμματα παρὰ τῶν ἐν Μακεδονίᾳ φίλων, ὡς Μακεδόνων αὐτὸν καλούντων ἐς τὴν βασι‐ λείαν διὰ τὴν πρὸς Πολυσπέρχοντα ὀργήν. ταῦτα ἀναγνοὺς Κάσσανδρος φαιδρὸς καὶ περιχαρὴς ἐγένετο καὶ τὸν Νικάνορα παραπέμποντα ἐπισπασάμενος εὐηγ‐
10γελίσατο, καὶ ‘νῦν‘, ἔφη, ‘ἄλλων ἡμῖν περὶ (τῶν) πραγμάτων ἐστὶ βουλευτέον, καὶ κοινῇ γνώμῃ τὴν ἀρχὴν διατάξωμεν‘. ταῦτα λέγων ἡσυχῆ παρήγαγεν αὐτὸν εἴς τινα τῶν πλησίον οἰκιῶν, ὡς μόνῳ περὶ μεγάλων ἀπορρήτων διαλεξόμενος. ἦν δ’ ἐπὶ τῆς
15οἰκίας ἀποκεκρυμμένος λόχος ὑπασπιστῶν, οἳ συλλα‐ βόντες Νικάνορα ἐφρούρουν. Κάσσανδρος δὲ παρα‐ χρῆμα συνήγαγεν ἐκκλησίαν καὶ τοῖς βουλομένοις κατη‐ γορῆσαι Νικάνορος ἐπέτρεψεν. παρὰ δὲ τὸν καιρὸν τῆς κατηγορίας τὴν Μουνυχίαν ἀνεχειρώσατο. Νικά‐
20νορος ἀδεῶς πολλὰ δράσαντος παρανόμως θάνατον ἐπὶ
τῆς ἐκκλησίας κατεψηφίσαντο.211

4

.

11

.

3

Κάσσανδρος Ὀλυμπιάδα καθείρξας ἐς Πύδναν τῆς Μακεδονίας ἐπολιόρκει πολέμῳ. Πολυσπέρχων νύκτωρ ἔπεμψε πεντήρη πλησίον ὑφορμοῦσαν, ἧς ἐπιβῆναι τὴν Ὀλυμπιάδα προὔτρεπε διὰ γραμμάτων.
5ὁ γραμματοφόρος ἁλοὺς, ἀχθεὶς παρὰ Κάσσανδρον ὡμολόγει τὴν πρᾶξιν, ἐφ’ ἣν ἐστέλλετο. ὁ δὲ τὴν μὲν ἐπιστολὴν ἐσφραγισμένην τῇ σφραγίδι τῇ Πολυσπέρ‐ χοντος ἐκέλευσεν αὐτὸν εἰσκομίσαι, μὴ μέντοι προσει‐ πεῖν, ὡς Κάσσανδρος ταῦτα ἔγνω. καὶ ὁ μὲν εἰσε‐
10κόμισε, Κάσσανδρος δὲ τὴν πεντήρη συλλαβὼν ἐποίησεν ἀφανῆ. Ὀλυμπιὰς πιστεύσασα τῇ σφραγίδι τῇ Πολυσπέρχοντος καὶ τοῖς γράμμασι, τῆς πόλεως προελθοῦσα νύκτωρ, οὐχ εὑροῦσα τὴν πεντήρη, ὡς δὴ καὶ Πολυσπέρχοντος ἐξαπατῶντος ἠθύμησε καὶ παρέ‐
15δωκεν ἑαυτὴν καὶ τὸ ἄστυ τὸ Πυδναίων Κασσάνδρῳ.

4

.

11

.

4

Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν, ἀποσχὼν ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας, ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησε κώμας ὑψηλὰς κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος,
5αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπιδαμνίοις. οἱ μὲν δὴ νομί‐ σαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον· ὁ δὲ τὴν κεκρυμμέ‐
νην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πόλεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, καὶ τὰς πύλας212
10δὲ τῆς πόλεως ἀνεῳγμένας εὑρὼν ἐπεισελθὼν τὴν Ἐπί‐ δαμνον κατέσχεν.

4

.

12

t

ΛΥΣΙΜΑΧΟΣ.

4

.

12

.

1

Λυσίμαχος, Αὐταριατῶν τὰς ἀποσκευὰς ἀπολεσάν‐ των ἐν τῇ πρὸς Δημήτριον μάχῃ περὶ Λάμψακον, φοβηθεὶς, μή τι νεωτερίσωσιν οἱ βάρβαροι πάντα ὅσα εἶχον ἀπολέσαντες, προαγαγὼν αὐτοὺς ἔξω τοῦ χάρα‐
5κος ὡς ἐπὶ σιτομετρίαν, σύνθημα δοὺς ἀπέκτεινεν ἅπαντας. ἦσαν ἄνδρες πεντακισχίλιοι.

4

.

12

.

2

Λυσίμαχος Ἀμφιπόλεως κρατήσας Ἀνδραγάθου προδόντος πολλὰ καὶ μεγάλα χαρισάμενος αὐτῷ, μείζονα δὲ ὑποσχόμενος, ἐὰν εἰς τὴν Ἀσίαν αὐτῷ συναποδη‐ μήσῃ, ἐπειδὴ πρὸς ταῖς Θρᾳκίαις πύλαις ἐγένετο, οὐ
5μόνον πάντα ὅσα ἐτύγχανεν ἔχων ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν βασανίσας ἀπέκτεινεν.

4

.

12

.

3

Λυσίμαχος Ἀρίστωνα τὸν Αὐτολέοντος πρὸς Παί‐ ονας ἐπὶ τὴν πατρῴαν βασιλείαν κατῆγεν, ἵνα γνω‐ ρίσαντες τὸ βασιλικὸν μειράκιον προσοῖντο φιλοφρόνως αὐτόν. ἐπεὶ δὲ τὸν Ἀρίστωνα ἔλουον τὸ βασιλικὸν
5λουτρὸν ἐπὶ τοῦ Ἀστίβου ποταμοῦ καὶ τὴν τράπεζαν τὴν βασιλικὴν παρέθηκαν κατὰ τὸ πάτριον ἔθος, Λυσί‐ μαχος ἐσήμηνεν ἐξοπλίσασθαι. Ἀρίστων μὲν φυγὼν ἀφιππάσατο ἐς τὴν Δαρδανέων, Λυσίμαχος δὲ Παιο‐ νίαν κατέσχεν.213

4

.

13

t

ΚΡΑΤΕΡΟΣ.

4

.

13

.

1

Κρατερὸς Τυρίων ἐπιθεμένων τοῖς ἐργαζομένοις τὸ χῶμα Μακεδόσι τροπῆς αὐτῶν γενομένης ὑποχωρεῖν παρήγγειλεν. ἐπεὶ δὲ οἱ Τύριοι σφοδρῶς ἐπὶ μακρὸν διώξαντες ἔκαμον, ἐσήμηνεν ἀναστρέψαντας ἐμβαλεῖν
5τοῖς Τυρίοις. αὐτίκα δὴ οἱ μὲν διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον.

4

.

14

t

ΠΟΛΥΣΠΕΡΧΩΝ.

4

.

14

.

1

Πολυσπέρχων, τὰ ὅρια φυλασσόντων Πελοποννη‐ σίων, τοὺς αὑτοῦ στρατιώτας προὔτρεψε πρὸς τὸν κίν‐ δυνον. πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ τρίβωνα διπλοῦν ἐμπορπησάμενος καὶ βακτηρίαν λαβὼν ἔφη
5πρὸς αὐτούς· ‘πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν ὄντες.‘ ταῦτα δὲ ἀποθέμενος καὶ τὴν πανοπλίαν ἀναλαβὼν· ‘οἱ δὲ μέλ‐ λοντες πρὸς αὐτοὺς πολεμεῖν τοιοῦτοι, μέχρι νῦν πολλοὺς καὶ μεγάλους ἀγῶνας νενικηκότες.‘ ἀκού‐
10σαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι μέλλειν, ἀλλ’
εὐθὺς ἄγειν ἐπὶ τὴν μάχην.214

4

.

15

t

ΑΝΤΙΟΧΟΣ ΣΕΛΕΥΚΟΥ.

4

.

15

.

1

Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ, ἣν ἐφύλασσε Δίων Πτολεμαίου στρατηγὸς, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περσικὴν ἑορτὴν θαλιάζειν προστάξας ἅπασι τοῖς ὑπάρχοις ἀμφιλαφῆ κομίζειν
5εὐωχίας παρασκευήν. ἐφ’ ᾗ πανταχοῦ πανηγυρίζοντος Ἀντιόχου μετὰ πάντων, καὶ ὁ Δίων πυνθανόμενος τὴν τρυφὴν τῆς ἑορτῆς ἐχάλασε τὸ σφοδρὸν τῆς φυ‐ λακῆς. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία τεσσάρων ἡμερῶν κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας
10καὶ ἀτραπῶν παρακρήμνων καὶ ἀπροσδοκήτως ἐπι‐ φανεὶς αἱρεῖ Δαμασκὸν, Δίωνος οὐ δυνηθέντος ἀντι‐ σχεῖν Ἀντιόχῳ παρόντι.

4

.

16

t

ΑΝΤΙΟΧΟΣ ΑΝΤΙΟΧΟΥ.

4

.

16

.

1

Ἀντίοχος ἐπολιόρκει Κύψελα, Θρᾷτταν πόλιν, ἔχων σὺν αὑτῷ Θρᾳκῶν εὐπατρίδας πολλοὺς, ὧν ἡγοῦντο Τήρης καὶ Δρομιχαίτης. τούτους κοσμήσας στρεπτοῖς χρυσοῖς καὶ ὅπλοις ἀργυροπάστοις προῆλθεν ἐπὶ τὴν
5μάχην. οἱ δὲ ἀπὸ τῶν Κυψέλων ἰδόντες τοὺς ὁμο‐ φύλους καὶ ὁμογλώσσους πολλῷ χρυσῷ καὶ ἀργύρῳ
κεκοσμημένους, μακαρίσαντες αὐτοὺς τῆς μετ’ Ἀντιόχου στρατείας, τὰ ὅπλα καταβαλόντες Ἀντιόχῳ προσ‐ έθεντο καὶ ἦσαν ἀντὶ πολεμίων σύμμαχοι.215

4

.

17

t

ΑΝΤΙΟΧΟΣ ΙΕΡΑΞ.

4

.

17

.

1

Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν εἰς τὴν Μέσην τῶν ποταμῶν, ὅθεν καὶ τοὺς μὲν Ἀρ‐ μενίων ὅρους διελθόντα φίλος ὢν Ἀρσάμης ὑπεδέξατο. στρατηγοὶ Σελεύκου Ἀχαιὸς καὶ Ἀνδρόμαχος μετὰ
5πολλῆς δυνάμεως ἐδίωκον. πολλὴ μὲν αὐτῶν ἐγένετο ἡ παράταξις. τέλος [δὲ] τρωθεὶς Ἀντίοχος ὑποφεύγει ἐς τὴν ὑπερκειμένην ὑπώρειαν τῆς στρατιᾶς ἐν ὁμαλεῖ στρατοπεδευούσης ὑπὸ ταῖς λαγόσι τοῦ ὄρους· φήμην διέδωκεν, ὡς Ἀντίοχος ἐν τῇ μάχῃ πεπτώκοι. τῆς δὲ
10στρατιᾶς οὐκ ὀλίγον μέρος νύκτωρ ἐκέλευσε καταλαβέ‐ σθαι τὰς ὑπωρείας. μεθ’ ἡμέραν πρεσβευτὰς ἔπεμψαν οἱ Ἀντιόχου στρατιῶται, Φιλέταιρον ἡγεμόνα Κρῆτα, Διονύσιον Λυσιμαχέα, ὑπόσπονδον Ἀντιόχου τὸ σῶμα αἰτούμενοι καὶ σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα παραδιδόντες.
15Ἀνδρόμαχος οὐδέπω μὲν ἔφη τὸ Ἀντιόχου σῶμα εὑρῆ‐ σθαι, ζητεῖσθαι δὲ πεπτωκὸς [ἢ] εἴσω ἐν τοῖς δεσμίοις· πέμψειν δὲ τοὺς παραληψομένους τά τε ὅπλα καὶ τοὺς
στρατιώτας. ἧκον ἄνδρες τετρακισχίλιοι οὐ πρὸς μάχην ἐσκευασμένοι, ἀλλὰ πρὸς παράληψιν αἰχμαλώτων ἐσταλ‐216
20μένοι. ἐπεὶ δὲ ὑπὸ ταῖς λαγόσι τοῦ ὄρους ἐγένοντο, οἱ τὰς ὑπωρείας προκαταλαβόντες ἄνωθεν ἐπιχυθέντες πολὺν αὐτῶν φόνον εἰργάσαντο. Ἀντίοχος δὲ σχῆμα τὸ βασίλειον ἀναλαβὼν ἐπεφάνη δείξας αὑτὸν καὶ ζῶντα καὶ νικῶντα.

4

.

18

t

ΦΙΛΙΠΠΟΣ ΔΗΜΗΤΡΙΟΥ.

4

.

18

.

1

Φίλιππος Ῥοδίων πόλιν ἐν τῇ Περαίᾳ Πρινασσὸν ἐπολιόρκει· τῶν δὲ τειχῶν καρτερῶν ὄντων ἐπεχείρη‐ σεν ὑπορύττειν. πέτρας δὲ στερεωτάτης ἐν τῇ διώ‐ ρυχι φανείσης καὶ τοῖς μεταλλευτικοῖς ὀργάνοις μηδα‐
5μῶς εἰκούσης ἐκέλευσε Φίλιππος μεθ’ ἡμέραν μὲν ἐπὶ τὴν διωρυχὴν καταβαίνειν ὡς ἐργαζομένους δὴ καὶ προκαλύμματα ὑπερέτεινεν ὡς βουλόμενος λανθάνειν· τὰ δὲ ἦν ἄρα φανερὰ τοῖς πολεμίοις ἀπὸ τῶν τειχῶν ὁρῶσι. νύκτωρ δὲ ἐκέλευσε τοὺς στρατιώτας ἀπὸ
10σταδίων ὀκτὼ ἢ δέκα ἔκ τινος βαθείας φάραγγος ἀνα‐ κομίζοντας χοῦν μεταβάλλειν πρὸ τοῦ στόματος τῶν ὀρυγμάτων· ἐπεὶ δὲ πολὺς χοῦς ἐγήγερτο σωρηδὸν, μεθ’ ἡμέραν οἱ ἀπὸ τῶν τειχῶν ἰδόντες τοῦτο, ἐκεῖνο ἐπίστευσαν, ὡς ἡ πόλις κάτωθεν ὑπορώρυκται. οὗτος
15ὁ φόβος ἔπεισεν αὐτοὺς παραδοῦναι Φιλίππῳ τὴν πόλιν. ὕστερον δὲ τὴν ἀπάτην μαθόντες πολλὰ τὴν αὑτῶν ἄνοιαν κατωδύραντο.217

4

.

18

.

2

Φίλιππος Δημητρίου πολεμῶν Ἀττάλῳ βασιλεῖ καὶ Ῥοδίοις ἀποδρᾶναι κατὰ θάλατταν βουλευσάμενος αὐτόμολον Αἰγύπτιον ἔπεμψεν, ὃς ἤγγειλε τοῖς πολε‐ μίοις ὅτι παρασκευάζοιτο διαναυμαχεῖν τῆς ὑστεραίας·
5καὶ διὰ νυκτὸς πυρὰ πολλὰ ἔκαυσεν ὡς τῆς στρατιᾶς μενούσης. τῶν δὲ ἀμφὶ τὸν Ἄτταλον τὰ πρὸς τὴν ναυμαχίαν παρασκευαζομένων καὶ τὴν κατὰ τὸν ἔκπλουν φυλακὴν διαλυσάντων Φίλιππος λαθὼν ἀπέπλευσεν.

4

.

19

t

ΠΤΟΛΕΜΑΙΟΣ.

4

.

19

.

1

Πτολεμαῖος, Περδίκκου κατὰ Μέμφιν διαβαίνον‐ τος τὸν ποταμὸν καὶ ἤδη συχνῶν διαβεβηκότων, συν‐ αγαγὼν ἐκ τῆς χώρας αἰπόλια, συφόρβια, βουκόλια πλεῖστα ὅσα, προσέταξεν ἑκάστου ζώου φρυγάνων
5φορτία ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείροι πλεῖστον. τὰ μὲν δὴ ὑπὸ τῶν νομέων, πρὸς δὲ τούτοις καὶ ἱππέων ἐλαυνόμενα κονιορτὸν ἀνέστησε μέγιστον· αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς τοῖς πολεμίοις προσῆγεν. οἱ δὲ ἀπὸ τοῦ κονιορτοῦ πολὺ
10πλῆθος ἐπιέναι νομίσαντες αὐτίκα ἔφυγον· καὶ οἱ πλεῖ‐ στοι μὲν ἐν τῷ ποταμῷ διεφθάρησαν, πολλοὶ δὲ καὶ
ζῶντες ἑάλωσαν.218

4

.

20

t

ΑΤΤΑΛΟΣ.

4

.

20

.

1

Ἄτταλος, Γαλάταις μεγάλην δύναμιν ἔχουσι παρα‐ τάττεσθαι μέλλων, ὁρῶν τοὺς στρατιώτας καταπεπλη‐ γότας, εὐθύμους ποιῆσαι βουλόμενος πρὸς τὸν κίνδυνον τῆς μάχης, ἱερεῖα παρεσκεύασε, Σουδίνου Χαλδαίου
5μάντεως θυσίαν βραβεύοντος. ὁ μὲν εὐξάμενος καὶ σπείσας ἀνέτεμε τὸ ἱερεῖον· ὁ δὲ βασιλεὺς κηκίδα τρίψας ἐπέγραψεν ἐπὶ τὴν χεῖρα τὴν δεξιὰν ‘βασιλέως νίκη‘ ποιησάμενος τὴν ἐπιγραφὴν οὐκ ἀπὸ τῶν ἀρι‐ στερῶν ἐπὶ δεξιὰ, ἀλλ’ ἔμπαλιν ἀπὸ τῶν δεξιῶν ἐπὶ
10τὰ ἀριστερά· καὶ τῶν σπλάγχνων ἐξαιρουμένων ὑπέσχε τὴν χεῖρα, τῆς κηκίδος εἰς θερμὸν καὶ ἀραιὸν λοβὸν ἀπομαξάμενος τὴν ἐπιγραφήν. ὁ μάντις ἐπεξιὼν τοὺς λοβοὺς καὶ τὴν χολὴν, πύλας τε δὴ καὶ τράπεζαν καὶ ὅσα ἄλλα σημεῖα κατανοῶν ἀνέστρεψε τὸν λοβὸν τὸν
15ἔχοντα τὴν ἐπιγραφὴν, δι’ ἧς ἐδηλοῦτο βασιλέως νίκη. αὐτός τε οὖν ὑπερχαρὴς ἐγένετο καὶ τῷ πλήθει τῶν στρατιωτῶν ἔδειξε τὸ σημεῖον· οἱ δὲ ἐλθόντες καὶ ἀναγνόντες θάρσους ἐνεπλήσθησαν καὶ πάντες ἀνε‐ βόησαν κελεύοντες ἄγειν ἐπὶ τοὺς βαρβάρους καὶ προ‐
20θύμως ἀγωνισάμενοι τοὺς Γαλάτας ἐνίκησαν.219

4

.

21

t

ΠΕΡΣΕΥΣ ΦΙΛΙΠΠΟΥ.

4

.

21

.

1

Περσεὺς Ῥωμαίων ἐλέφαντας ἀγόντων τοὺς μὲν ἐκ Λιβύης, τοὺς δὲ Ἰνδοὺς παρὰ Ἀντιόχου Συρίας βασιλέως, ἵνα μὴ καινὸν καὶ φοβερὸν τοῖς ἵπποις τὸ θηρίον φανείη, προσέταξε τοῖς χειροτέχναις εἴδωλα
5ξύλινα κατασκευάζειν ἐλεφάντων ἰδέαν καὶ χρόαν ἔχοντα. ἐπεὶ δὲ ἡ κλαγγὴ τοῦ θηρίου μάλιστα δεινὴ, προσ‐ έταξεν εἰς τὸ ξύλινον εἴδωλον ἐμβαίνειν ἄνδρα αὐλὸν ἔχοντα, ὃς διὰ τοῦ στόματος τὸν αὐλὸν ἰθύνων ὀξὺν καὶ ἀπηνῆ φθόγγον προΐηται. οὕτως ἔμαθον οἱ Μακε‐
10δόνων ἵπποι καταφρονεῖν τῆς ἐλεφάντων κλαγγῆς καὶ
ὄψεως.220

5

pin

t

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ τῶν Πολυαίνου στρατηγημάτων·

5

pin

col1

Φάλαρις .......... δ διονύσιος ........ κβ Ἀγαθοκλῆς ....... η Ἱππαρῖνος ....... α
5Θεοκλῆς .......... β Ἱπποκράτης ...... α Δαφναῖος ......... α Λεπτίνης ......... β Ἄννων ........... α
10Ἰμίλκων ......... ε Γέσκων ........... α Τιμολέων ......... γ Ἀρίστων ......... α Θρασυμήδης ....... β
15Μεγακλῆς ......... α Παμμένης ......... ε Ἡρακλείδης ...... β Ἀγαθόστρατος .... α Λύκος ............ α
20Μενεκράτης ....... α Ἀθηνόδωρος ...... α Διότιμος ......... δ Τύννιχος ......... α Κλείταρχος ....... α
25Τίμαρχος ......... αColumn end

5

pin

col2

Εὐδόκιμος ........ α Παυσίστρατος ..... α Θέογνις .......... β Διοκλῆς .......... α
5Χίλεος ........... α Κύψελος .......... α Τελεσίνικος ...... β Πομπίσκος ........ ϛ Νίκων ............ α
10Νέαρχος .......... α Δωρόθεος ......... α Σωσίστρατος ...... α Διόγνητος ........ α Ἀρχέβιος ........ α
15Ἀριστοκράτης .... β Ἀριστόμαχος ..... α Χαριμένης ........ α Καλλιάδης ........ α Μέμνων ........... ε
20Φιλόμηλος ........ α Δημοκλῆς ......... α Παναίτιος ........ α Πυραίχμης ........ ?
Σάτυρος .......... ?221

5

pro

t

ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ.

5

pro

1

Καὶ τόδε ὑμῖν πέμπτον βιβλίον, ἱερώτατοι βασι‐ λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη‐ μάτων οὐχ οὕτως ἐμαυτὸν ἄξιον ἐπαίνου ἡγούμενος ἐπὶ τῷ συγγράφειν, ὡς ὑμᾶς ἐπὶ τῷ σπουδάζειν ἀνα‐
5γιγνώσκειν τοσαῦτα συγγράμματα, τοσαύτης ἀρχῆς προεστηκότας· νυνί γε μὴν μάλιστα, ὁπότε μὴ μόνον τὰ δίκαια τῆς εἰρήνης πρυτανεύετε, ἀλλὰ καὶ τὰ ἔργα τοῦ πολέμου διατάσσετε, καὶ τοῦτο ἄρα στρατήγημα νίκης ἡγούμενοι, εἰ δι’ ὧν ἐνίκησαν οἱ παλαιοὶ στρα‐
10τηγοὶ, ταῦτα καταμανθάνοιτε. βασιλεῦσι γὰρ πόλεμον ἐκτάσσουσι προσήκειν ὑπολαμβάνετε κατανοεῖν ἔργων ἀγώνισμα. λόγων μὲν γὰρ σπουδὴ τοῖς ἄγουσι σχολὴν χρῆμα ὠφέλιμον· ἔργων δὲ ἐπιστήμη τοῖς ὅπλων ἄρχου‐ σιν ἀρίστη διδάσκαλος ὧν χρὴ δρᾶν κατὰ ζῆλον τῶν
15πάλαι κρατησάντων. ὅπως οὖν ζηλώσετε τὰς τῶν ἀρ‐ χαίων ἀρετὰς καὶ νίκας, αὐτὰ δείξει τὰ στρατηγήματα.

5

.

1

t

ΦΑΛΑΡΙΣ.

5

.

1

.

1

Φάλαρις Ἀκραγαντῖνος τελώνης τῶν πολιτῶν κατα‐
σκευάσαι βουλομένων Διὸς Πολιέως νεὼν ἀπὸ διακοσίων ταλάντων ἐπὶ τῆς ἄκρας ὡς πετρώδους καὶ στερεωτάτης, καὶ ἄλλως ὁσίως ἂν ἔχον ἐν ὑψηλοτάτῳ τὸν θεὸν222
5ἱδρύσασθαι, αὐτὸς ὑπέσχετο, τοῦ ἔργου ἐπιστάτης ἂν γένηται, καὶ τοὺς ἀρίστους τεχνίτας ἕξειν καὶ τὴν ὕλην λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυ‐ ητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελω‐ νικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν
10δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα ‘ὃς ἂν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ
15σιδήρου, λήψεται ἀργύριον τόσον‘. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ ‘οὐκοῦν‘, ἔφη, ‘συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολιν‘. συνε‐ χώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι
20καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέ‐ μενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναι‐ κῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκρα‐ γαντίνων πόλεως.

5

.

1

.

2

Φάλαρις Ἀκραγαντίνων τὰ ὅπλα παρελέσθαι βου‐ λόμενος ἀγῶνα γυμνικὸν λαμπρότατον ἔξω τῆς πόλεως ποιήσειν ἐπήγγειλε. τῶν δὲ πολιτῶν ἁπάντων ἐπὶ τὴν θέαν προελθόντων τὰς πύλας κλείσας προσέταξε τοῖς
5δορυφόροις τὰ ὅπλα τῶν οἰκιῶν ἐκφέρειν.223

5

.

1

.

3

Φάλαρις πολιορκούντων Ἀκραγαντίνων Σικανοὺς οὐ δυνάμενος ἑλεῖν αὐτοὺς πολὺν σῖτον παρεσκευα‐ σμένους, διελύσατο τὸν πόλεμον· ἀλλὰ καὶ τὸν ἀπὸ τοῦ στρατοπέδου σῖτον αὐτοῖς παρακατέθετο συνθέ‐
5μενος ἀπολήψεσθαι τὸν θερίζεσθαι μέλλοντα. ἀσμένως ἐδέξαντο οἱ Σικανοί. ὁ δὲ Φάλαρις τοὺς σιτοφύλακας αὐτῶν ἔπεισεν ἀργυρίῳ διαφθείρας τὰς ὀροφὰς τῶν οἰκημάτων διελεῖν, ὅπως ὁ σῖτος ὑόμενος κατασαπείη· τὸν δὲ θερισθέντα κατὰ συνθήκας αὐτὸς ἀπέλαβεν.
10ἀναγκαίως οὖν τὸν μὲν ἀπὸ τῆς χώρας τῷ Φαλάριδι ἀποδόντες, τὸν δὲ ἐν τῇ πόλει διεφθαρμένον εὑρόντες ὑπήκουσαν αὐτῷ διὰ τὴν σιτοδείαν.

5

.

1

.

4

Φάλαρις πρὸς Τεῦτον ἄρχοντα Οὐέσσης, ἥπερ εὐδαιμονεστάτη καὶ μεγίστη Σικανῶν πόλις, ἔπεμψε τοὺς μνηστευσομένους αὐτῷ τὴν ἐκείνου θυγατέρα. ὑποσχομένου δὲ στρατιώτας ἀγενείους ἐπὶ τῶν ζευγῶν
5καθίσας ἔπεμψε στολὰς γυναικῶν ἔχοντας ὡς θερα‐ παινίδας δῶρα τῇ κόρῃ κομιζούσας. ἐπεὶ δὲ κατελά‐ βοντο τὴν οἰκίαν, οἱ μὲν τὰς μαχαίρας ἐσπάσαντο, Φάλαρις δ’ εὐθὺς ἐπιφανεὶς τὴν Οὐέσσαν ἐχειρώσατο.

5

.

2

t

ΔΙΟΝΥΣΙΟΣ.

5

.

2

.

1

Διονύσιον Σικελίας τύραννον ὥρμησαν οἱ μι‐ σθοφόροι κτεῖναι ἀθρόοι τὴν οἰκίαν αὐτοῦ περιστάν‐ τες ἀπὸ συνθήματος. ὁ δὲ προῆλθεν ἐσθῆτα ἐλεεινὴν λαβὼν καὶ τῆς κόμης κόνιν καταχεάμενος, παρέχων224
5ἑαυτὸν ἔκδοτον ὡς βούλοιντο χρῆσθαι. οἱ μισθοφόροι τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεον‐ τίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν.

5

.

2

.

2

Διονύσιος Ἑρμοκράτους, Συρακουσίοις ὑπηρετῶν καὶ γραμματεύων τοῖς στρατηγοῖς, ἐν τῷ πολέμῳ [τῷ] πρὸς Καρχηδονίους ἡττωμένων πολλάκις Συρακουσίων καὶ τοὺς στρατηγοὺς αἰτιωμένων ἐτόλμησε προδοσίας
5αὐτοὺς γράψασθαι. οἱ μὲν αὐτῶν ἑάλωσαν ἀποθανεῖν, οἱ δὲ φυγεῖν. ὁ δὲ ὡς ἐπιβουλευόμενος ὑπὸ τῶν διὰ τοὺς ἁλόντας ἐχθρῶν γενομένων καὶ τοῦ πολέμου τοῦ πρὸς Καρχηδονίους ἀκμάζοντος, φυλακὴν τοῦ σώματος αἰτήσας, παρὰ τοῦ δήμου λαβὼν τύραννος
10ἐγένετο Συρακουσίων μέγιστος· καὶ μέχρι γήρως τὴν ἀρχὴν κατασχὼν, προσέτι καὶ τῷ υἱῷ κατέλιπεν.

5

.

2

.

3

Διονύσιος τοὺς ἐπιβουλεύοντας φωρᾶν μάλιστα πάντων ἐσπούδαζε. τῶν ξένων τις περιῄει τὴν πόλιν φάσκων μόνος δύνασθαι διδάξαι προγιγνώσκειν τοὺς
ἐπιβουλεύοντας. κληθεὶς εἰς τὴν ἀκρόπολιν ἔφη πρὸς225
5τὸν Διονύσιον, μόνον αὐτὸν διδάξειν, ἵνα μὴ φανερὰ γένοιτο πᾶσιν ἡ τέχνη. Μεταστάντων ὅσοι παρῆσαν, ἰδίᾳ πρὸς αὐτὸν ἔφη· ‘ὁμολόγησον, ὅτι μεμάθηκας τὴν τέχνην τοῦ προγιγνώσκειν, καὶ οὐδεὶς ἐπιβουλεύειν ἔτι τολμήσει.‘ ὁ δὲ ἡσθεὶς τῷ σοφίσματι τὸν μὲν ἄνθρω‐
10πον δώροις λαμπροῖς ἐτίμησε, πρὸς δὲ τοὺς σωματο‐ φύλακας καὶ τοὺς στρατιώτας ἀπήγγειλεν, ὡς θαυμα‐ στὸν εἴη γνώρισμα τῶν ἐπιβουλευόντων δεδιδαγμένος. οἱ δὲ ἐπίστευσαν καὶ ἐπιβουλεύειν ἐτόλμων οὐκέτι.

5

.

2

.

4

Διονύσιος ἀπέπλει καταστήσας Ἄνδρωνα φύλακα τῆς ἀκροπόλεως καὶ τῶν χρημάτων· Ἑρμοκράτης παρε‐ κάλει συλλαβεῖν αὐτῷ πρὸς τὸ κατασχεῖν [τῆς] ἀκρο‐ πόλεως καὶ τῶν χρημάτων. ἐπεὶ δὲ σῶος κατέπλευσεν
5ὁ Διονύσιος μετ’ ὀλίγας ἡμέρας, οὐδὲν πυθόμενος τοῦ Ἄνδρωνος ἔφη πάντα μὲν πεπύσθαι παρ’ ἄλλων· ὅμως δὲ καὶ παρ’ αὐτοῦ βούλεσθαι μαθεῖν, τίς ἦν ὁ μάλιστα σπουδάσας ἐπιπηδῆσαι τῷ καιρῷ. ὁ δὲ ἐξα‐ πατηθεὶς ὡμολόγησε τὸν Ἑρμοκράτην. Διονύσιος τὸν
10μὲν Ἄνδρωνα προσέταξεν ἀναιρεθῆναι, ὅτι εὐθὺς αὐτῷ καταπλεύσαντι μὴ τοῦτο ἐμήνυσε, τὸν δὲ Ἑρμοκράτην καθεῖρξεν ἄνδρα ὄντα τῆς ἀδελφῆς, δι’ ἣν ὕστερον καὶ λύσας αὐτὸν ἐς Πελοπόννησον ἀπεπέμψατο.

5

.

2

.

5

Διονύσιος συνθέμενος πρὸς τοὺς ἐνδιδόντας Νάξον αὐτὸς μὲν ὀψὲ τῆς ὥρας προσῆλθε τοῖς τείχεσιν ἑπτα‐ κισχιλίους στρατιώτας ἔχων· οἱ δὲ Νάξιοι τῆς προδο‐ σίας αἰσθόμενοι ὥρμησαν ἐπὶ τοὺς πύργους. οἱ δὲ226
5προδιδόντες ἀπὸ τῶν πύργων ἐκάλουν τὸν Διονύσιον μετὰ τῆς δυνάμεως ἁπάσης· ὁ δὲ ἠπείλει τοῖς ἐπὶ τοῦ τείχους, εἰ μὴ παραδοῖεν τὴν πόλιν ἑκόντες, ἀποσφά‐ ξειν αὐτοὺς ἅπαντας. ὑπὸ δὲ τὴν αὐτὴν ὥραν Διο‐ νυσίου προστάξαντος εἰς τὸν λιμένα τῶν Ναξίων κατέ‐
10πλει πεντηκόντορος Διονυσιακὴ αὐλητὰς αὐλοῦντας ἄγουσα καὶ κελευστὰς κελεύοντας, ὧν (ἂν) ἕκαστος ἀνεκάλει τριήρη μίαν. οἱ δὲ Νάξιοι νομίσαντες ἐπι‐ πλεῖν τοσαύτας τριήρεις, ὅσους (ἑώρων) κελευστὰς, φοβηθέντες παρέδωκαν ἑκόντες Διονυσίῳ τὴν πόλιν.

5

.

2

.

6

Διονύσιος, Ἱμίλκωνος ἐπιπλεύσαντος καὶ τὸ στόμα τοῦ λιμένος τοῦ Μοτυαίων ἀποφράξαντος, αὐτός τε ἀπὸ τῆς Μοτύης τὸ πεζὸν ἀναστήσας ἐστρατοπέδευσε κατ’ ἀντικρὺ καὶ παρεκάλεσε τοὺς ναύτας καὶ στρα‐
5τιώτας θαρρεῖν καὶ παρασκευάζεσθαι τὴν διαγωγὴν τῶν τριήρων [διὰ] τῆς περιεχούσης ἄκρας τὸν λιμένα. τόπος ἦν ὁμαλὸς καὶ πηλώδης, εὖρος εἴκοσι στάδια·
τοῦτον οἱ στρατιῶται ξύλοις φαλαγγώσαντες ὑπερή‐ νεγκαν ὀγδοήκοντα τριήρεις ἡμέρᾳ μιᾷ. Ἱμίλκων227
10φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν ὑπὲρ τὴν ἄκραν ἐπιπλεύσας τοὺς Καρχηδονίους ἐπὶ τῷ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, βορέου πνεύσαντος οὐρίου ἀπόπλουν ἐποιήσατο. Διονύσιος δὲ καὶ τὸν λιμένα καὶ τὴν Μοτύην καὶ τὸ ναυτικὸν
15διεσώσατο.

5

.

2

.

7

Διονύσιος ὑπὸ Δίωνος [πολιορκούμενος] τὴν ἀκρό‐ πολιν κατέχων ἐπρεσβεύσατο πρὸς Συρακουσίους ὑπὲρ διαλλαγῶν. οἱ δὲ ἀπεκρίναντο ‘εἰ μὲν ἀφίησι τὴν ἀρχὴν, δεχόμεθα πρεσβείαν, εἰ δὲ μὴ, ἄσπονδος ὁ
5πόλεμος ἔστω‘. Διονύσιος πάλιν κήρυκα πέμψας ἐκέ‐ λευσε πέμψαι πρεσβευτὰς ὡς ἀφήσων τὴν ἀρχὴν καὶ σπονδὰς πρὸς αὐτοὺς ποιησόμενος. οἱ μὲν ἔπεμψαν καὶ ὑπὸ χαρᾶς ἐξέλυσαν τὰς φυλακὰς, ὡς ἤδη τοῦ τυράννου τὴν ἀρχὴν ἀφιέντος· ὁ δὲ τοὺς μὲν πρέσβεις
10κατασχὼν, τοὺς δὲ στρατιώτας ἐξαγαγὼν μετὰ πολλῆς ὁρμῆς καὶ βοῆς ἐλθὼν πρὸς τὰ διατειχίσματα, καρτερᾷ προσβολῇ χρησάμενος, ἐμπεσὼν ταῖς Συρακούσαις, τήν τε ἀκρόπολιν οὐκ ἀπέδωκε καὶ τὴν πόλιν ἀπέλαβεν.

5

.

2

.

8

Διονύσιος τοὺς πρεσβευτὰς τῶν Συρακουσίων, οὓς κατέσχε, τῆς ὑστεραίας ἀνέπεμψε τοῖς πολίταις· συνηκολούθησαν δὲ αὐτοῖς καὶ γυναῖκες ἐπιστολὰς φέρουσαι πρὸς Δίωνα καὶ Μεγακλέα παρὰ τῆς ἀδελ‐228
5φῆς καὶ τῆς γυναικὸς καὶ πρὸς τοὺς ἄλλους Συρα‐ κουσίους, ὧν ἦσαν αἱ γυναῖκες πολιορκούμεναι. ταύτας τὰς ἐπιστολὰς εὑρόντες [συναγαγόντες] ἐκκλησίαν φανε‐ ρῶς ἀναγιγνώσκειν ἠξίουν. αἱ μὲν ἄλλαι γυναικῶν ἦσαν ἱκετεῖαι καὶ δεήσεις μὴ περιιδεῖν σφᾶς ἀπολλυμένας,
10[ἀλλὰ] διαλλαγῆναι πρὸς Διονύσιον· μιᾶς δὲ ἐπιστολῆς ἔξωθεν ἐγέγραπτο ‘παρὰ Ἱππαρίωνος τῷ πατρί‘ τοῦτο δὲ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. τοῦ δὲ γραμματέως τὴν ἐπιγραφὴν ἀναγνόντος καὶ τὴν ἐπιστολὴν ἀνοί‐ ξαντος ὁ μὲν υἱὸς οὐδὲν ἦν γεγραφὼς, Διονύσιος δὲ
15Δίωνι φιλικῶς καὶ συγγενικῶς ἐπιστέλλων καὶ μεγάλα ὑπισχνούμενος. τούτων ἀναγνωσθέντων διεβλήθη πρὸς τοὺς Συρακουσίους ὁ Δίων καὶ οὐκέθ’ ὁμοίως πιστὸς ἦν, ὅ γε δὴ μάλιστα Διονύσιος ἐσπουδάκει.

5

.

2

.

9

Διονύσιος Καρχηδονίων ἐπιόντων χειρὶ μυριάδων τριάκοντα πολλὰ κατὰ τὴν χώραν ἐρύματα καὶ φρούρια κατεσκεύασε συντάξας διαλύεσθαι πρὸς Καρχηδονίους καὶ τὰς φρουρὰς αὐτῶν δέχεσθαι. οἱ Καρχηδόνιοι
5πάνυ ἀσμένως τὰ χωρία παρελάμβανον ἄνευ μάχης
καὶ πολλοὺς τῶν στρατιωτῶν φρουροὺς καὶ φύλακας ἐν ἑκάστῳ κατέλειπον. ὁπηνίκα τὸ πλεῖστον τῆς δυ‐ νάμεως διεσπάρη μεριζόμενον φρουραῖς καὶ φυλακαῖς, τηνικάδε τοῖς ὑπολοίποις Διονύσιος ἐπιθέμενος ἐνί‐229
10κησεν.

5

.

2

.

10

Διονύσιος χειρώσασθαι βουλόμενος Ἱμέραν πρὸς μὲν τοὺς Ἱμεραίους φιλίαν συνέθετο, πρὸς δὲ τὰ πλη‐ σίον αὐτῶν πολίσματα πόλεμον ἐξήνεγκεν· καὶ δὴ στρατοπεδεύσας οὐ μακρὰν τῆς Ἱμέρας ἐπεκηρυκεύετο
5πρὸς τοὺς ἐν τοῖς πολίσμασιν. Ἱμεραῖοι δὲ μέχρι πολλοῦ μὲν τοῖς στρατιώταις αὐτοῦ τὴν ἀγορὰν ἔπεμπον· ἐπειδὴ δὲ χρόνου προϊόντος δῆλος ἦν οὐδὲν πράττων, ὑπιδόμενοι δύναμιν τηλικαύτην παραστρατοπεδεύουσαν πέμποντες τὴν ἀγορὰν ἐπαύσαντο. Διονύσιος ἔχθρας
10ἀρχὴν ποιησάμενος τὴν ἔνδειαν τῶν ἀναγκαίων ἧκεν ἐπὶ τὴν Ἱμέραν αὐτὴν καὶ βίᾳ προσβαλὼν ἐξεῖλε τὴν πόλιν.

5

.

2

.

11

Διονύσιος τοὺς πρεσβυτέρους τῶν στρατιωτῶν ἀπομίσθους ἐβούλετο ποιῆσαι· οἱ δὲ ἠγανάκτουν πρὸς αὐτὸν καὶ οἱ νέοι ὡς ἄδικον, εἰ γηρῶντες ἐκβάλλοιντο. ὁ δὲ, τὸν θόρυβον μαθὼν συναγαγὼν ἐκκλησίαν ἀνα‐
5γορεύει τάδε· ‘τοὺς μὲν νεωτέρους ἐς τὸν κίνδυνον τῆς μάχης τάττω, τοὺς δὲ πρεσβυτέρους ἐς τὰς φυλακὰς
τῶν χωρίων ἴσην σύνταξιν λαμβάνοντας· πεῖραν γὰρ πίστεως δεδωκότες ἐπιμελῶς τὰ χωρία φυλάξουσι καὶ πονήσουσιν ἔλαττον.‘ ἥσθησαν οἱ στρατιῶται πάντες230
10καὶ διῃρέθησαν ἀπ’ ἀλλήλων ἄσμενοι. ἐπειδὴ δὲ διελύθη τὸ πλῆθος καὶ κατ’ ὀλίγους εἰς πολλὰς φυλα‐ κὰς ἐμερίσθη, καὶ δὴ τότε ἑκάστους τῶν πρεσβυτέρων ἀπομίσθους ἐποίησεν οὐκέτι τὴν παρὰ τοῦ πλήθους ἐπικουρίαν ἔχοντας.

5

.

2

.

12

Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλει κατὰ θά‐ λατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηράρχων, ἀλλὰ μὴν οὐδὲ προειδέναι τινὰ, ποῖ μέλλει πλεῖν, βιβλίον ἄγραφον ἐσφραγισμένον ἔδωκεν ἑκάστῳ τριηράρχῳ
5προστάξας, ἐπειδὰν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μαθόντας ἐκεῖσε πλεῖν, οἷ κελεύει τὰ γεγραμμένα. οἱ μὲν δὴ ἀνήχθησαν· ὁ δὲ, πρὶν ἆραι τὸ σημεῖον, ἐπιβὰς ὑπηρετικοῦ περιέπλει καὶ παρ’ ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτησεν.
10ὅσους μὲν εὗρε τὴν σφραγίδα λελυκότας, ὡς προδότας ἐκέλευσεν ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ· τοῖς δὲ ἄλλοις ἔδωκεν ἕτερα βιβλία, ἐν οἷς ἀληθῶς ἐγέγραπτο ποίᾳ πόλει βούλοιτο ἐπιπλεῦσαι. καὶ δὴ τὸ ἀπόρρητον οὕτω φυλαχθὲν παρέσχεν αὐτῷ τὴν πόλιν ἀφύλακτον λαβεῖν.

5

.

2

.

13

Διονύσιος βουλόμενος μαθεῖν, οἷα περὶ αὐτοῦ φρονοῖεν καὶ λέγοιεν οἱ ἀρχόμενοι, τὰς μουσουργοὺς καὶ τὰς ἑταίρας ἐκέλευσεν ἀπογράψασθαι. αἱ μὲν δὴ
πολλοῦ τέλους ἐπιβολὴν ἐνόμισαν γενήσεσθαι, ὁ δὲ231
5τέλος μὲν οὐκ ἐπέβαλεν, ἑκάστην δὲ τῶν ἑταιρῶν ἀνέ‐ κρινε βασανίζων, τίνα παρὰ τῶν ἐραστῶν συνόντων ἀκούσειαν περὶ τῆς τυραννίδος. οὕτω τοὺς βλασφη‐ μοῦντας μαθὼν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐδίωξεν.

5

.

2

.

14

Διονύσιος τὰ ὅπλα τῶν πολιτῶν παρελόμενος, ἡνίκα πρὸς τοὺς πολεμίους κινδύνου καιρὸς ἦν, προάγειν αὐτοὺς ἀπὸ τῆς πόλεως ἑκατὸν στάδια κελεύσας, τότε ἀπεδίδου τὰ ὅπλα· μετὰ δὲ τὴν μάχην, πρὶν ἐπανελ‐
5θεῖν εἰς τὴν πόλιν καὶ τὰς πύλας ἀνοῖξαι, πάλιν αὐτοὺς ἐκέλευεν ἀποτίθεσθαι τὰς πανοπλίας.

5

.

2

.

15

Διονύσιος βουλόμενος εἰδέναι, τίνες εἶεν οἱ πρὸς τὴν τυραννίδα ἀλλοτρίως ἔχοντες, κατέπλευσεν ἐκ τῆς Ἰταλίας ἐς τὸ κρυπτὸν νεώριον ὡς ἀπολωλὼς [ὑπὸ] τῶν ἰδίων στρατιωτῶν. οἱ δὲ δυσμενῶς ἔχοντες συν‐
5θέοντες μετὰ χαρᾶς ἀλλήλοις τὸ πταῖσμα διηγοῦντο· [Διονύσιος] συναρπάσας τοὺς ἐφηδομένους ἀπέκτεινεν.

5

.

2

.

16

Διονύσιος ἀρρωστεῖν προσποιησάμενος λόγον διέ‐ δωκεν, ὡς ἐσχάτως εἴη διακείμενος. ἐπεὶ δὲ πολλοὶ πρὸς τὴν φήμην ὑπερήσθησαν, αὐτὸς μετὰ τῶν δορυ‐ φόρων ἐπεξελθὼν ἅπασιν ἐφάνη καὶ τοὺς ἐφηδομένους
5ἀπαχθῆναι προσέταξεν.

5

.

2

.

17

Διονύσιος Καρχηδονίους ἐπὶ μεγάλοις λύτροις
ἀπεδίδου, τοὺς δὲ Ἕλληνας ἄνευ λύτρων. Καρχηδό‐ νιοι τὴν τυράννου φιλανθρωπίαν ὑποπτεύσαντες, οὓς εἶχον μισθοφόρους Ἕλληνας ἀπέπεμψαν· τῷ Διονυσίῳ232
5δὲ ἄριστα εἶχε πολεμίων Ἑλλήνων ἀπηλλάχθαι.

5

.

2

.

18

Διονύσιος πολεμῶν Μεσηνίοις, παρ’ οἷς ἦσαν ὕποπτοί τινες ὡς προδιδόντες, βουλόμενος αὐτοὺς ταράττειν, τὴν τῶν ἄλλων χώραν λυμαινόμενος τῆς τῶν διαβαλλομένων ἐκέλευσεν ἀπέχεσθαι. τοῦτο μὲν
5δὴ καὶ ἄλλοις οἶδα στρατηγοῖς πεπραγμένον. Διονύ‐ σιος δὲ πρὸς τούτοις καὶ στρατιώτην εἰσέπεμψε τάλαν‐ τον χρυσίου κομίζοντα τοῖς ὑποπτευομένοις. τοῦτον οἱ Μεσήνιοι μετὰ [τοῦ] χρυσίου λαβόντες, ἀνακρίναν‐ τες, μαθόντες οἷς ἐκόμιζε, τοὺς μὲν ὡμολογημένους
10προδότας ὥρμησαν κολάζειν. οἱ δὲ ἦσαν ἐν δυνάμει καὶ αὐτοῖς σφοδρῶς ἀντέστησαν. ἐγένετο στάσις, ἣ παρέσχε Διονυσίῳ Μεσήνης κρατῆσαι.

5

.

2

.

19

Διονύσιος ἐν σπάνει χρημάτων παρὰ τῶν πολι‐ τῶν εἰσφορὰς ᾔτει. τῶν δὲ πολλάκις δεδωκέναι φα‐ σκόντων βιάζεσθαι μὲν οὐκ ἔγνω, διαλιπὼν δὲ ὀλίγον ἐκέλευσε τοὺς ἄρχοντας, ὅσα ἦν ἀναθήματα ἐν Ἀσκλη‐
5πιοῦ—πολλὰ δὲ ἦν ἀργύρου καὶ χρυσοῦ—ταῦτα ἔξω τοῦ ἱεροῦ κομίσαντας ὡς βέβηλα προκηρύττειν ἐπὶ τῆς ἀγορᾶς. οἱ Συρακούσιοι μετὰ πολλῆς σπου‐ δῆς ἐπρίαντο, ὥστε ἠθροίσθη χρημάτων πλῆθος· ὧν
κρατήσας Διονύσιος προσέταξε κηρῦξαι, εἴ τίς [τι]233
10τῶν τοῦ Ἀσκληπιοῦ ἀναθημάτων ἠγόρασεν, αὐτίκα εἰς τὸ ἱερὸν ἀνακομίζειν, ἀποδιδόναι τῷ θεῷ, ἢ θάνατον εἶναι τὴν ζημίαν. οἱ μὲν ἀπέδωκαν τῷ θεῷ, Διονύ‐ σιος δὲ εἶχε τὰ χρήματα.

5

.

2

.

20

Διονύσιος πόλιν ἑλὼν, ἧς τῶν πολιτῶν οἱ μὲν τεθνηκότες, οἱ δὲ πεφευγότες ἦσαν—ἦν δὲ μείζων ἢ ὥστε ὑπὸ ὀλίγων φυλάττεσθαι—φρουροὺς μὲν ὀλίγους αὐτόθι καταλείπει· τοῖς δὲ ἁλοῦσιν οἰκέταις
5τῶν δεσποτῶν θυγατέρας συνῴκισεν, ἵνα πολεμιώτατοι φανέντες [τοῖς δεσπόταις] αὑτῷ πιστοὶ φύλακες τῆς πόλεως γένοιντο.

5

.

2

.

21

Διονύσιος ἐς Τυρρηνίαν πλεύσας ἑκατὸν τριήρεσι καὶ ἱππαγωγοῖς, παρελθὼν ἐς τὸ τῆς Λευκοθέας ἱερὸν, λαβὼν νομίσματος τάλαντα πεντακόσια παραχρῆμα ἀπέ‐ πλευσεν. μαθὼν δὲ ἐν ἀπορρήτῳ χρυσίου τάλαντα
5χίλια, ἀργυρίου πολλῷ πλείονα ὑπὸ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν διηρπάσθαι, πρὶν ἐπιβῆναι τῆς γῆς ἐκήρυξε τοῖς ἔχουσι τὰ χρήματα προστάσσων τὰ μὲν ἡμίσεα ἀναφέρειν, τὰ δὲ ἡμίση συγχωρῶν· ἢ θανάτῳ ζημιώσειν τοὺς μὴ πεισθέντας. οἱ μὲν τὰ ἡμίση προσ‐
10εκόμισαν· ὁ δὲ ἀπὸ τούτων καὶ τὰ λοιπὰ εἰσπράξας
δωρεὰν ἔδωκεν αὐτοῖς μηνὸς σιταρκίαν.234

5

.

2

.

22

Πάριοι, ζηλωταὶ Πυθαγορείων λόγων, διῆγον ἐν τοῖς περὶ Ἰταλίαν χωρίοις. Διονύσιος ὁ Σικελίας τύ‐ ραννος ἐπεκηρυκεύετο πρὸς Μεταποντίνους καὶ τοὺς ἄλλους Ἰταλιώτας περὶ φιλίας. Εὐήφενος τοῖς φοι‐
5τῶσι νέοις καὶ τοῖς πατράσιν αὐτῶν γνώμην ἠγόρευε, μηδαμῶς τυράννῳ πιστεύειν. Διονύσιος ἐπὶ τούτῳ μάλα ὠργίζετο, ὥστε καὶ λαβεῖν αὐτὸν ὑποχείριον ἐσπούδασεν ἐκ Μεταποντίου διακομιζόμενον ἐς Ῥήγιον. ἐπεὶ δὲ ἔλαβεν, ἐπὶ τοῦ συνεδρίου κατηγορήσας ἔδειξεν,
10ἡλίκων δι’ αὐτὸν εἴη πραγμάτων ἀφῃρημένος. ὁ δὲ ὁμολογῶν δικαίως ἔφη ταῦτα ποιῆσαι· τοὺς μὲν γὰρ εἶναι φίλους αὑτῷ καὶ μαθητὰς, τύραννον δ’ οὐδὲ ὄψει γνώριμον. [ὁ δὲ] αὐτοῦ θάνατον κατέγνω. Εὐή‐ φενος οὐδὲν ταραχθεὶς πρὸς Διονύσιον ἔφη· ‘τοῖς μὲν
15δεδογμένοις πείθομαι· ἐπεὶ δὲ ἀνέκδοτος ἀδελφὴ ἐστί μοι ἐν Παρίῳ, ταύτην ἐκδοῦναι πρότερον βούλομαι διαπλεύσας εἰς τὴν πατρίδα καὶ συντόμως ἐπανελθὼν τεθνήξομαι.‘ πάντων γελασάντων ἐπὶ τῷ λόγῳ Διονύ‐ σιος ἐθαύμασε καὶ ἤρετο ‘τίς ἂν οὖν πίστις γένοιτο;‘
20ὁ δὲ ‘ἐγγυητὴν‘, ἔφη, ‘τοῦ θανάτου καταστήσω‘, καὶ μεταπεμψάμενος τὸν Εὔκριτον ἠξίωσεν ἐγγυήσασθαι.
ὁ δὲ μάλα ἀσμένως ἐπένευσε τοῦ θανάτου τὴν ἐγγύην συντάξας τὸν μὲν ἐξιέναι ὡς ἐν μησὶν ἓξ ἐπανήξοντα, αὐτὸν δὲ φυλάττειν αὐτόθι μένοντα καὶ φρουρούμενον.235
25ἦν τὸ χρῆμα ἤδη [θαυμαστόν]· θαυμαστότερον δὲ ἐγένετο. καὶ γὰρ μετὰ τοὺς ἓξ μῆνας ὁ τὸν ἐγγυητὴν παρασχὼν τὴν ἀδελφὴν ἐκδοὺς, ἐπανελθὼν ἐς Σικε‐ λίαν, παραδοὺς ἑαυτὸν ἠξίωσε τὸν ἐγγυησάμενον ἀφεῖ‐ ναι. Διονύσιος ὑπεραγασθεὶς ἀμφοτέρων τὴν ἀρετὴν
30ἀμφοτέρους ἀφῆκεν καὶ τὰς δεξιὰς λαβὼν ἠξίου τρί‐ τον αὐτὸν εἰς τὴν ἑαυτῶν φιλίαν συγκατατάττειν καὶ μένειν παρ’ αὐτῷ κοινωνοῦντας τῶν παρόντων ἀγα‐ θῶν. οἱ δὲ τὴν μὲν προαίρεσιν ἀπεδέξαντο τοῦ τυ‐ ράννου, ᾐτήσαντο δὲ, εἰ τὸ ζῆν αὐτοῖς βούλοιτο παρα‐
35σχεῖν, συγχωρῆσαι ἀναστρέφειν ἐπὶ τὰς συνήθεις διατριβὰς μετὰ τῶν νέων. συνεχώρησε Διονύσιος. τοῦτο τὸ ἔργον ἔπεισε πολλοὺς Ἰταλιωτῶν Διονυσίῳ πιστεύειν.

5

.

3

t

ΑΓΑΘΟΚΛΗΣ.

5

.

3

.

1

Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πο‐ λεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόν‐ τας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν ‘δειπνήσαν‐ τες ἐξεμέσωμεν τοὺς ὅρκουσ‘.

5

.

3

.

2

Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν στρατηγὸν αὑτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον236
5ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνοι καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρα‐ τηγὸς ἐπηρώτησεν ‘ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα‘. ὁ τοίνυν Ἀγαθοκλῆς ‘δοκεῖ μοι‘,
10ἔφη, ‘πάντας ἀνελεῖν‘. ἦσαν δὲ μύριοι. καὶ δὴ περι‐ στάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκ‐ κλησίας.

5

.

3

.

3

Ἀγαθοκλῆς πυθόμενος τοὺς ἐν τέλει Συρακου‐ σίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπι‐ νίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεγαλοπρεπὴς ἡ τῶν κλη‐
5θέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὠρχήσατο· ὥστε ὑφ’ ἡδονῆς θό‐ ρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν
10ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἕνα
στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους.237

5

.

3

.

4

Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνά‐ μει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείδην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέ‐
5χρις ὀλίγων ἡμερῶν. ἧκεν ὁ παῖς· ὁ Κυρηναῖος τῆς ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θερα‐ πείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγὼν τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέ‐
10λαβεν οὐχ ὑβρισθέντα.

5

.

3

.

5

Ἀγαθοκλῆς ἐπὶ Καρχηδόνα διαπλεῦσαι βουλόμενος ἤδη μέλλων ἀνάγεσθαι δοκιμάζει, τίνες αὐτῷ συνδια‐ πλεῦσαι προθυμοῖντο, καὶ δὴ προέγραψεν ‘ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν
5μετὰ τῶν ἰδίων κτημάτων‘. ἐξῆλθον συχνοί. τοὺς μὲν δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο
10γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ
πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν.238

5

.

3

.

6

Ἀγαθοκλῆς δισχιλίους στρατιώτας συντεταγμένους ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρα‐
5κούσιοι. ὁ δὲ λαβὼν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν.

5

.

3

.

7

Ἀγαθοκλῆς πρὸς Ἀμίλκαν ἀνοχὴν ἔθετο, ὥστε ὁ μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν τῶν Συρακουσίων ‘ταύτην‘, [ἔφη], ‘τὴν ἡμέραν ηὐ‐ ξάμην, ἐν ᾗ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχον‐
5τασ‘. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὑτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρε‐ ψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύ‐ σας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχι‐
10λίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν.

5

.

3

.

8

Ἀγαθοκλῆς μαθὼν τοὺς περὶ Τίσαρχον καὶ Ἀν‐ θρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὑτῷ κα‐ λέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἵνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ
5‘αὔριόν γε‘, ἔφη, ‘συνελθόντες εἰς τὸ Τιμολεόντειον μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξο‐ δον‘. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον,239
10ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων.

5

.

4

t

ΙΠΠΑΡΙΝΟΣ.

5

.

4

.

1

Ἱππαρῖνος ἐν Λεοντίνοις ὢν, αἰσθόμενος τὴν Συρακουσίων πόλιν ἔρημον γενομένην διὰ τὸ μετὰ Καλλίππου τοὺς πολίτας εἴς τινα τόπον ἐξωρμηκέναι, ὁρμήσας ἐκ Λεοντίνων, ἐλθὼν ἐπὶ τὰς Συρακούσας
5νυκτὸς, πέμψας τινὰς ἐπὶ τὴν πόλιν ἐκέλευσε τοὺς παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν.

5

.

5

t

ΘΕΟΚΛΗΣ.

5

.

5

.

1

Θεοκλῆς Χαλκιδέας τοὺς ἀπ’ Εὐβοίας ἀγαγὼν τὴν
Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἳ προενοικοῦντες ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν [παρεσκευάζετο],240
5αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπο‐
10λιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ κατα‐ ληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Με‐ γαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν.

5

.

5

.

2

Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἓξ μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν ‘ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομ‐
5πὴν ὅπλοις κεκοσμημένην‘. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρ’ αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κατέ‐
10στησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· ‘Με‐ γαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίου‘. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεο‐ κλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς
15ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώ‐ τιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ το‐ σούτου συνεχώρησαν οἱ Χαλκιδεῖς.241

5

.

6

t

ΙΠΠΟΚΡΑΤΗΣ.

5

.

6

.

1

Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως ἐσπου‐ δακὼς, ὅσους Ἐργετίνους εἶχε μισθοφόρους, τούτοις ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ
5μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύ‐ της ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει· οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄν‐
10δρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοῦ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας
15Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελά‐ βετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέ‐ λευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε
κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας.242

5

.

7

t

ΔΑΦΝΑΙΟΣ.

5

.

7

.

1

Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρ‐ χηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόν‐ των Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκού‐ σας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως,
5προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰταλιωτῶν κατὰ τὴν εὐώ‐ νυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρ’ αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ
10Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν ‘παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμεν‘· καὶ δὴ προ‐ θύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.

5

.

8

t

ΛΕΠΤΙΝΗΣ.

5

.

8

.

1

Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς
5ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχη‐ δόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφ’ ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ
πλεῖστοι διεφθείροντο.243

5

.

8

.

2

Λεπτίνης ἐκ Λακεδαίμονος ἀνακομιζόμενος Τά‐ ραντι προσέσχεν. ἐκβάντων δὲ τῶν ναυτῶν οἱ Τα‐ ραντῖνοι τούτους μὲν οὐκ ἠδίκουν ὄντας Λακωνικοὺς, τὸν δὲ Λεπτίνην ἐζήτουν συλλαβεῖν. ὁ δὲ τὴν ἰδίαν
5στολὴν ἀποθέμενος καὶ λαβὼν ναύτου σκευὴν καὶ φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀπο‐ κόψας τὰ πρυμνήσια τὸ σκάφος ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβὼν ἀνέπλευσεν ὡς Διονύσιον.

5

.

9

t

ΑΝΝΩΝ.

5

.

9

.

1

Ἄννων Καρχηδόνιος ἀνακομιζόμενος παρέπλει Σικελίαν. Διονύσιος τύραννος ἐξέπεμψε ναῦς ἐπ’ αὐτὸν οὐκ ὀλίγας. αἱ μὲν ὅσον οὐκ ἤδη συνῆπτον· ὁ δὲ Ἄννων τῶν αὑτοῦ νεῶν καθαιρεῖ τὰ ἱστία, καὶ
5οἱ πολέμιοι τὸ αὐτὸ ἐποίησαν. Ἄννων δὲ συνέταξεν ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναν‐ τίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης.

5

.

10

t

ΙΜΙΛΚΩΝ.

5

.

10

.

1

Ἰμίλκων Καρχηδόνιος εἰδὼς τῶν Λιβύων τὸ φίλ‐
οινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρη‐ σεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὢν βιαζομένοις244
5ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται.

5

.

10

.

2

Ἰμίλκων Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λι‐ βύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμ‐ ματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀπο‐ σπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἵνα μὴ
5ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δ’ ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν.

5

.

10

.

3

Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, ἐφ’ ἣν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λί‐ βυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκων ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· ‘ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχω‐
5σθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκα‐ φήσεται, ὅπως μὴ διὰ ταύτης ὁρμησάντων κυκλωθή‐ σωνται‘. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν
ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ245
10ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλατ‐ τόντων.

5

.

10

.

4

Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρα‐ τοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγ‐ γελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι.
5οἱ μὲν δὴ ἔφευγον, οἱ δ’ Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόν‐ τες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν
10πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόν‐ των. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.

5

.

10

.

5

Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν
στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν246
5ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν— πολλὴ δὲ ἦν καίειν—παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέ‐ ρετο, Ἰμίλκων δὲ ἔλαθε διελθὼν πρὸς τὰ τείχη, καὶ
10ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.

5

.

11

t

ΓΕΣΚΩΝ.

5

.

11

.

1

Ἀμίλκας Καρχηδόνιος, ἄριστος (στρατηγὸς) τῶν ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελ‐
5φὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρή‐ ματα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τού‐ των πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κιν‐ δυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ
10καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέ‐ σκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδω‐
καν εἰς τιμωρίαν καθ’ ὃν ἂν βούληται τρόπον. Γέσκων247
15δὲ παραλαβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλή‐ θους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναι‐ ρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν
20‘οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλ’ ἀγαθῷ κακόν‘. τοι‐ γαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος
25ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν.

5

.

12

t

ΤΙΜΟΛΕΩΝ.

5

.

12

.

1

Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παρα‐ ταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρα‐ τιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρ’ αὐτοῖς
5τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων ‘καὶ μὴν μᾶλλον‘, ἔφη, ‘φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἴσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.‘ ταῦτα εἰπὼν
αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν248
10ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.

5

.

12

.

2

Τιμολέων πολιορκῶν Μάμερκον τὸν τύραννον πολ‐ λοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος [ὡμολόγησε Τιμο‐ λέοντι παραδώσειν ἑαυτὸν ἐφ’ ᾧ τε] κριθῆναι παρὰ
5Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγὼν αὐτὸν εἰς τὴν ἐκκλησίαν ‘κατηγορήσω μὲν οὐδαμῶσ‘, ἔφη, ‘τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν
10κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἂν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι.‘

5

.

12

.

3

Τιμολέων συμμαχῶν Συρακουσίοις ἐλθὼν ἐπί τινα λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδὼν Καρχηδονίους πεν‐ τακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέ‐ ριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις,
5ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· ‘νῦν ἁλῶναι χρὴ τοὺς πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρη‐ σμὸν ὁ χειμὼν ἐξαπίνης κινούμενος.‘ οἱ Ἕλληνες ἐπὶ
μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν.249

5

.

13

t

ΑΡΙΣΤΩΝ.

5

.

13

.

1

Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συν‐ αγαγὼν ἐγγὺς αὐτῶν παρέπλει, ἵνα, ἢν μὲν ἡ πολεμία
5τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπο‐ λαμβάνοι μέσην αὑτοῦ καὶ τῶν ὁλκάδων.

5

.

13

.

2

Ἀρίστων Κορίνθιος κυβερνήτης ναυμαχούντων Ἀθηναίων καὶ Συρακουσίων καὶ μενόντων ἀμφοτέρων πέμψας πρὸς τοὺς ἄρχοντας ἐκέλευσε τὴν ἀγορὰν τῶν τροφῶν μεταγαγεῖν ἐπὶ τὴν θάλασσαν. ἐπεὶ δὲ ταῦτα
5ἐκεκόμιστο, κρουσάμενοι πρύμναν ἀνεχώρησαν ἐπὶ τὴν γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρο‐ νοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες.
10ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἱ δὲ ἠριστη‐
κότες εὐκολώτερον ἐκράτησαν.250

5

.

14

t

ΘΡΑΣΥΜΗΔΗΣ.

5

.

14

.

1

Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγα‐ τρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμὼν ἐφί‐ λησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φερόν‐ των καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος ‘ἢν
5τοὺς φιλοῦντασ‘, ἔφη, ‘κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;‘ Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς
10σκάφος ἐμβαλόντες ἐπ’ Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν
15ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆ‐ σθαι αὐτοῖς ᾧ βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαν‐ τες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιό‐
20τητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανί‐
σκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρ’ αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης.251

5

.

15

t

ΜΕΓΑΚΛΗΣ.

5

.

15

.

1

Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράτ‐ των διετέλει καὶ πολλοὺς Σικελιώτας κατ’ αὐτοῦ συνί‐ στη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς.
5Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρε‐ σκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἑλὼν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλ’ ἑκὼν αὑτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο
10πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους ‘ἐγώ τοι‘, ἔφη, ‘καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλων‘. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Με‐
15γακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη ‘εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἂν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες;‘ τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μει‐ διάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φεί‐
20δεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσά‐ μενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε
καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους.252

5

.

16

t

ΠΑΜΜΕΝΗΣ.

5

.

16

.

1

Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον ἐς Θήβας. οἱ πολέμιοι τὸν Φιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βα‐
5θύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευ‐ τικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμὼν ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον.

5

.

16

.

2

Παμμένης πολλὴν ἵππον καὶ μάχιμον ἔχων, πολ‐ λοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας
5ὑποφεύγειν, ἵνα ἀποσπάσῃ [τοὺς] ἐναντίους πελτα‐ στὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτ’ ἐγένετο, λαβὼν τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περι‐ ίππευσεν ἐπ’ αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων
10ἀναστρεψάντων.

5

.

16

.

3

Παμμένης μετὰ Θηβαίων κρατῆσαι βουλόμενος
τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρε‐ σκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώ‐ σας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ253
5τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπι‐ τηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρ‐ μει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θό‐
10ρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κω‐ λύοντος τὸν λιμένα κατέσχον.

5

.

16

.

4

Παμμένης τοὺς πολεμίους ἐξηπάτησε χρησάμενος τῷ νόμῳ τῆς σάλπιγγος ὑπεναντίῳ προπαραγγείλας τοῖς ἑαυτοῦ στρατιώταις πρὸς μὲν τὸ ἀνακλητικὸν ἐπιθέσθαι, πρὸς δὲ τὸ ἐπικελευστικὸν ἀναχωρῆσαι.
5τοῦτο ποιήσας ἐν ἀμφοτέροις μεγάλα τοὺς πολεμίους ἔβλαψεν.

5

.

16

.

5

Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀποληφθεὶς ἔπεμψεν αὐτόμολον ἐς τὸ τῶν πολεμίων στρατόπεδον· ὁ δὲ τὸ σύνθημα ἐκμαθὼν ἐπανελθὼν ἤγγειλε τῷ Παμμένει. ὁ δὲ νυκτὸς ἐπιθέμενος τοῖς
5πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς [μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο] σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυνα‐
μένοις διὰ τοῦ συνθήματος.254

5

.

17

t

ΗΡΑΚΛΕΙΔΗΣ.

5

.

17

1*

Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συν‐ τάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατη‐ γοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς
5ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἳ κτενοῦσιν Ἡρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν Ἰλισσὸν, οὗ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρα‐ τηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς
10Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέ‐ πραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυ‐ κλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης,
15Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἳ πάντας αὐτοὺς εἰσελθόντας ἐφόνευσαν.

5

.

17

t2*

[ΗΡΑΚΛΕΙΔΗΣ ΤΑΡΑΝΤΙΝΟΣ.]

5

.

17

2*

Ἡρακλείδης Ταραντῖνος ἀρχιτέκτων ὑπέσχετο Φι‐
λίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥο‐ δίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ255
5προσέφυγεν ἱκετηρίας λαβὼν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἦσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων ‘ἱκέτης ἦλθον προ‐ πηλακιζόμενος δι’ ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον
10πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν‘. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρα‐ κλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον
15κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπί‐ φορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπι‐ βὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ
20Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης.

5

.

18

t

ΑΓΑΘΟΣΤΡΑΤΟΣ.

5

.

18

.

1

Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφε‐ σον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη
ναυμαχήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγε ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέ‐256
5στρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχὺν ἀνε‐ χώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανῄεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπ’ ἀμφοτέρων τῶν κεράτων ἐπέ‐
10πλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφρο‐ δίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν.

5

.

19

t

ΛΥΚΟΣ.

5

.

19

.

1

Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειρα‐ ταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον.
5ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβὼν εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν
10πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνητον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πει‐ ραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώ‐
15τους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι.257

5

.

20

t

ΜΕΝΕΚΡΑΤΗΣ.

5

.

20

.

1

Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρα‐ τιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ
5τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νι‐ κήσαντες κατέσχον τὴν Σαλαμῖνα.

5

.

21

t

ΑΘΗΝΟΔΩΡΟΣ.

5

.

21

.

1

Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἦ μὴν μαχέσασθαι, μέχρις ἂν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τὸν ὅρκον. καὶ
5ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας.

5

.

22

t

ΔΙΟΤΙΜΟΣ.

5

.

22

.

1

Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόν‐
των εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε258
5μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παρά‐ λογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.

5

.

22

.

2

Διότιμος δέκα ναῦς ἔχων ἀνθώρμει Λακεδαιμο‐ νίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελὼν, [κατὰ δύο] ζεύξας
5πρὸς ἀλλήλας, τὰ ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Λακεδαιμόνιοι πέντε ἱστίων φαινο‐ μένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλὼν δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς
10ἐπιστήμης, τὰς μὲν ἓξ τῶν Λακωνικῶν κατέδυσε, τὰς δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους.

5

.

22

.

3

Διότιμος Ἀθηναῖος ναύαρχος πελάγιον πλοῦν μέλλων πλεῖν, κρύφα συναγαγὼν τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παραλαβὼν ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν,
5ἵνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες.

5

.

22

.

4

Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πο‐ λεμίας ἀφ’ ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας
τοὺς μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέ‐ ρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε259
5παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων δια‐ σκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδρα‐
10μόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκεί‐ μενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπι‐ φανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοι‐ ποὺς δ’ ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.

5

.

23

t

ΤΥΝΝΙΧΟΣ.

5

.

23

.

1

Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορ‐ κουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευ‐ ούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ, δεξά‐
5μενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διά‐
10στημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παρ‐
αλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πλη‐260
15ροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας.

5

.

24

t

ΚΛΕΙΤΑΡΧΟΣ.

5

.

24

.

1

Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβὼν ἔδειξε τοῖς στρατιώταις.
5οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι.

5

.

25

t

ΤΙΜΑΡΧΟΣ.

5

.

25

.

1

Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆ‐ θος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν.

5

.

26

t

ΕΥΔΟΚΙΜΟΣ.

5

.

26

.

1

Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἤδη δὲ καὶ ἐπ’ ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττε κηρύτ‐
τειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα.261
5οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὑτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον.

5

.

27

t

ΠΑΥΣΙΣΤΡΑΤΟΣ.

5

.

27

.

1

Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προ‐ ῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν
5ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.

5

.

28

t

ΘΕΟΓΝΙΣ.

5

.

28

.

1

Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρα‐ τιώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιά‐ ζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους
5κατ’ ἄκρον τι χωρίον, ἀφ’ οὗ μάλιστα ἔμελλον ὀφθή‐ σεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πο‐ λεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων
10φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις
τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· ‘ὑμεῖς δὲ‘, ἔφη, ‘τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἣν αὑτοῖς δεδώκατε.‘262

5

.

28

.

2

Θέογνις ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. [οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων] ὄντας καὶ χωρι‐
5ζομένους εὐχερῶς [ὡς] κατασκόπους (ὄντας) ἁλίσκεσθαι.

5

.

29

t

ΔΙΟΚΛΗΣ.

5

.

29

.

1

Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν τῇ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφ’ ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους,
5ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον.

5

.

30

t

ΧΙΛΕΟΣ.

5

.

30

.

1

Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προΐεσθαι προεῖπεν ‘Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τὰ
5οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις
ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι‘. τούτῳ τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν.263

5

.

31

t

ΚΥΨΕΛΟΣ.

5

.

31

.

1

Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο‐ ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο‐ ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν‐
5νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.

5

.

32

t

ΤΕΛΕΣΙΝΙΚΟΣ.

5

.

32

.

1

Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα‐ κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖ‐ στον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν
5ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ‐ ῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο‐ ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα‐
10τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων
πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα‐ ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλὼν ἐνίκησε.264

5

.

32

.

2

Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιου‐ μένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν.
5ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβε‐ βηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες
10πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.

5

.

33

t

ΠΟΜΠΙΣΚΟΣ.

5

.

33

.

1

Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν
5ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.

5

.

33

.

2

Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι
χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.265

5

.

33

.

3

Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληϊζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ
5τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέ‐ μενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.

5

.

33

.

4

Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετ’ οὐ πολὺ τὴν
5στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτό‐ μολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατο‐ πέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας, ἐπιθέ‐ μενος, καταλαβὼν ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.

5

.

33

.

5

Πομπίσκος, ἵνα θᾶττον οἱ κατάσκοποι τῶν πο‐ λεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας [εἰς] τὸ στρατόπεδον [κατεσκεύαζε καὶ πίλον] ἐτίθει παρ’ αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο
5παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.

5

.

33

.

6

Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας ἀλλήλοις, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γί‐
γνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρα‐ τοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες266
5ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.

5

.

34

t

ΝΙΚΩΝ.

5

.

34

.

1

Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πο‐ λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὑτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε‐ μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν
5εὐρωστοτάτους ἐρέτας ἔπλει παρ’ αὐτὰς τὰς πρώρας τῶν πολεμίων τριήρων ὡς φίλος ὢν αὐταῖς. προελθὼν ἐπ’ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε‐ πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὢν, ὅτε μηκέτι καταληφθῆναι
10οἷός τε ἦν.

5

.

35

t

ΝΕΑΡΧΟΣ.

5

.

35

.

1

Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν
5ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρ’ αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν
μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις267
10πέλται. ὡς δ’ εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖ‐ κας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρ‐ χος ἐκράτησεν.

5

.

36

t

ΔΩΡΟΘΕΟΣ.

5

.

36

.

1

Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων
5τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δ’ ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα κατα‐ δυομένην εὐθὺς ὥρμησε φεύγειν.

5

.

37

t

ΣΩΣΙΣΤΡΑΤΟΣ.

5

.

37

.

1

Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄν‐ δρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμ‐ πράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ]
5προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλα‐ βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν
10λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα‐
κουσίων.268

5

.

38

t

ΔΙΟΓΝΗΤΟΣ.

5

.

38

.

1

Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθ’ ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε‐
5δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.

5

.

39

t

ΑΡΧΕΒΙΟΣ.

5

.

39

.

1

Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου
5σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε‐ δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε,
10τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.

5

.

40

t

ΑΡΙΣΤΟΚΡΑΤΗΣ.

5

.

40

.

1

Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἔχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρ‐
τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει‐ ριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν269
5ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεὼς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ‐ πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε‐ λυτρώσατο.

5

.

41

t

ΑΡΙΣΤΟΜΑΧΟΣ.

5

.

41

.

1

Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβὼν, μετ‐ εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὑτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ
5μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.

5

.

42

t

ΧΑΡΙΜΕΝΗΣ.

5

.

42

.

1

Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ‐ μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη.

5

.

43

t

ΚΑΛΛΙΑΔΗΣ.

5

.

43

.

1

Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ’ ὁπότερον
ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ270
5τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας,

5

.

44

t

ΜΕΜΝΩΝ.

5

.

44

.

1

Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυ‐ ράννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε‐ μίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς
5Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό‐ νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς
10τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.

5

.

44

.

2

Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλα‐ βόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς
5αὑτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσε φράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβη‐ θέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλί‐
ζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις271
10ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολε‐ μίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπ’ ἀλλήλους, ἀλλὰ μετ’ ἀλλήλων ἐπ’ αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαν‐ τας ἐποιήσαντο.

5

.

44

.

3

Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρεσ‐ βείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. [ὁ δὲ ἀπεκρίνατο βοηθήσειν] αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ
5τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρα‐ τιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγει‐ λάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδια, ἑσπέ‐
10ρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι. τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παρά‐ δοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο
15τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνά‐
μεως τὴν ἀκρόπολιν κατειληφότος.272

5

.

44

.

4

Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μα‐ γνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ
5στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευα‐ σμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολε‐ μίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν,
10τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν,
15πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.

5

.

44

.

5

Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφ’ αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶν‐
τες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ273
5σύμμαχος ἥκοι βοηθήσων, προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.

5

.

45

t

ΦΙΛΟΜΗΛΟΣ.

5

.

45

.

1

Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενο‐ λογήσας ** κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώ‐
5μενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα.

5

.

46

t

ΔΗΜΟΚΛΗΣ.

5

.

46

.

1

Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου ‘ἐμοὶ πρὸς τού‐ τουσ‘, ἔφη, ‘γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον
5οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένουσ‘· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο
τῶν ἐγκλημάτων.274

5

.

47

t

ΠΑΝΑΙΤΙΟΣ.

5

.

47

.

1

Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ
5πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ‐ λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι
10τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι‐ βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό‐
15νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν
καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.275

6

pin

t

Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ τῶν Πολυαίνου στρατηγημάτων·

6

pin

col1

Ἰάσων .................. ζ Ἀλέξανδρος Φεραῖος ..... β Ἀθηνοκλῆς .............. α Φιλοποίμην .............. γ
5Ἄρατος ................. α Πύρρος .................. γ Ἀπολλόδωρος ............ β Αἴγυπτος ................ α Λεύκων .................. δ
10Ἀλέξανδρος φρούραρχος .. α Ἀριστείδης Ἐλεάτης .... α Ἀλέξανδρος Λυσιμάχου ... α Ἀμφικτύονες ............ α Σαυνῖται ................ α
15Καμπανοὶ ................ α Καρχηδόνιοι ............. ε Ἀμπρακιῶται ............ α Φωκεῖς .................. α Πλαταιεῖς ............... γ
20Κερκυραῖοι .............. α Ἐγεσταῖοι .............. α Λοκροὶ .................. α Κορίνθιοι ............... α Λαμψακηνοὶ .............. α
25Χαλκηδόνιοι ............. α Αἰτωλοὶ ................. α Λακεδαιμόνιοι ........... γ
Μεσήνιοι ................ γColumn end

6

pin

col2

Ἴβηρες ................. α Ἡρακλεῶται ............. α Ἀργεῖοι ................ α Χῖοι .................... β
5Ἀμπρακιῶται ............ α Βουχέτιοι ............... α Σάμιοι .................. α Ἠλεῖοι ................. α Πάριοι .................. α
10Ἀννίβας ................ ι Θεσσαλοὶ ................ α Μασανάσσας .............. α Ἀμίλκας ................ β Ἀσδρούβας .............. β
15Νασάμων ................. α Ἱερεὺς ................. α Συλοσῶν ................. α Ἀλέξανδρος Θετταλὸς .... α ......................... α
20Θρασύβουλος ............. α Μέντωρ .................. α Ἀναξαγόρας ............. α Πίνδαρος ................ α Θήρων ................... α
25Σίσυφος ................. α Ἅγνων .................. α
Ἀμφίρητος .............. α276

6

pro

t

ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ.

6

pro

1

Καὶ τόδε ὑμῖν ἕκτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων, εὐχόμενος καὶ ὑμῶν νικώντων ἐν τοῖς πολέμοις πολλὰ καὶ καλὰ τῆς ὑμετέρας ἀρετῆς ἀναγράψαι στρατηγή‐
5ματα. ὅσῳ γὰρ δυνάμει καὶ τύχῃ μείζονες τῶν πάλαι στρατηγῶν, καὶ δὴ τόσῳ πλεονεκτεῖτε πάντας ἐμπειρίᾳ καὶ τέχνῃ, μεθ’ ἧς ἤδη πολλοὺς πολέμους κατείργασθε πολλῶν βαρβάρων, βουλευσάμενοι καλῶς μετὰ τοῦ πατρός, Μαυρουσίων ἁλόντων, Βρεττανῶν ἁλισκο‐
10μένων, Γετῶν πεπτωκότων. ἄγε δὴ κατὰ Περσῶν καὶ Παρθυαίων ἐξιόντες αὐτοὶ μετὰ τῶν θεῶν δείξατε τὴν ὑμετέραν τέχνην, ὡς καὶ βουλευόμενοι περὶ πολέμων καὶ πολεμοῦντες αὐτοὶ τῶν ἐπανισταμένων [περιγίγνε‐ σθαι] δύνασθε. ἐγὼ δὲ καὶ ταῦτα μὲν ὡς ἀξιομνη‐
15μόνευτα ὄντα ἐν τῷ δέοντι καιρῷ διὰ μακροτέρων συγγράψαι προθυμήσομαι, νυνὶ δὲ ὅσα θεραπείαν ὑμετέραν οὐκ ἔχει, ἀλλὰ τῶν πάλαι γεγονότων ἀλή‐
θειαν, προσθήσω καὶ ταῦτα τοῖς προλελεγμένοις.277

6

.

1

t

ΙΑΣΩΝ.

6

.

1

.

1

Ἰάσων βουλόμενος ἐπιθέσθαι πόλει Θετταλικῇ μηδενὸς τὴν ἐπίθεσιν προειδότος παρήγγειλεν ἐπὶ ἀριθμὸν καὶ μισθοδοσίαν ἐξοπλίσασθαι. οἱ μὲν δὴ πάντες ἐξωπλίσαντο καὶ τῶν σωμάτων εὖ καὶ τῶν
5ὅπλων ἔχοντες. ἄγγελοι δὲ καθειμένοι θέοντες ἧκον ἀγγέλλοντες πολεμίους ἐμβεβληκέναι τῇ χώρᾳ τοσοῦ‐ τον ἀπέχοντας, ὅσον ἀπεῖχεν ἡ πόλις, ᾗ προσπολεμεῖν ἐσπουδάκει. οἱ δὲ στρατιῶται πρὸς μάχην εὐτρεπεῖς ὄντες ἠξίωσαν αὐτοὶ μὴ μέλλειν, ἀλλὰ τὴν ταχίστην
10ἄγειν. ὁ δὲ Ἰάσων ἐπὶ τὴν πόλιν προσβαλὼν ἀδο‐ κήτως ἐκράτησε μηδενὸς προγνόντος μήτε τῶν νικών‐ των μήτε τῶν νικωμένων.

6

.

1

.

2

Ἰάσων Θετταλὸς ἀπαιτούμενος ὑπὸ τῶν μισθο‐ φόρων ἀργύριον, οὐκ ἔχων εἰσέδραμε πρὸς τὴν μη‐ τέρα ὡς διωκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἀφ’ ὧν δύο καὶ τρεῖς αὐτῷ συνεισέπεσον ὡς διώκοντες. ἡ
5μήτηρ—πολυχρήματος γὰρ ἦν—τοὺς μισθοὺς ὑπὲρ αὐτοῦ διέλυσεν.

6

.

1

.

3

Ἰάσων πόλεμον νικήσας ἔφη πρὸς τὴν μητέρα, τοὺς Διοσκούρους φανερωτάτους αὑτῷ γενέσθαι συμ‐
μάχους καὶ διὰ τοῦτο εὔξασθαι νικήσας ξενίσαι τοὺς θεούς· κεκληκέναι δὲ ἐπὶ τὴν εὐωχίαν τοὺς ἡγεμόνας278
5τοῦ στρατεύματος καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἐν τέλει πάντας. ἡ δὲ πιστεύσασα ὅσον εἶχε κό‐ σμον ἐκπωμάτων, κρατήρων, τραπεζῶν, ἀργύρου, χρυ‐ σοῦ, πάντα ἔπεμψεν· ὁ δὲ πολλῶν χρημάτων κύριος γενόμενος τὸν μισθὸν ἀπέδωκε τοῖς μισθοφόροις.

6

.

1

.

4

Ἰάσων πόλιν πλουτοῦσαν ἑλὼν, πολλὰ καὶ λαμπρὰ λάφυρα κομίζων ἔπεμψε πρὸς τὴν μητέρα κελεύων πέμψαι θεραπαίνας, ὅσαι ποικίλης καὶ πολυτελοῦς ἐσθῆτος ἐμπειρίαν καὶ τέχνην εἶχον, ὅπως ἐπιλέξαιτο
5πάντα τὰ κάλλιστα. ἡ δὲ πάσας, ὅσας εἶχε θεραπαίνας, ἔπεμψεν ἐπὶ τὴν ἐκλογὴν τῶν ἐσθήτων. Ἰάσων συγ‐ κλείσας αὐτὰς λύτρα ὑπὲρ αὐτῶν ᾔτησε τὴν μητέρα.

6

.

1

.

5

Ἰάσων πρὸς τὴν μητέρα ἐν τοῖς ἱστῶσι τῆς τα‐ λασιουργίας τῶν θεραπαινῶν ἐπιμελομένην εἰσελθὼν μετὰ ἑνὸς τῶν ἀδελφῶν ὡς συμβούλῳ χρησόμενος τῶν ἀναγκαίων τῆς ἀρχῆς μεταστῆναι ταύτας ἐκέ‐
5λευσεν. δορυφόροις μὲν δὴ συντεταγμένον ἦν ἀπά‐ γειν ἁπάσας. αὐτὸς δὲ μετὰ μακρὰν ὁμιλίαν ἐξιὼν μειδιῶν τῇ μητρὶ προσέταξεν ὑπὲρ τῶν θεραπαινῶν ἀργύριον αὐτῷ πέμψαι.

6

.

1

.

6

Ἰάσων ἀδελφὸν εἶχε Μηριόνην ἄγαν πλουτοῦντα, φιλάργυρον, μηδὲν αὐτῷ διδόντα· καὶ δή ποτε παι‐
δίου γεννηθέντος αὐτῷ μέλλων ὄνομα τίθεσθαι τοὺς ἀρίστους Θετταλῶν καλέσας παρεκάλεσε τὸν ἀδελφὸν279
5προστῆναι τῆς ὑποδοχῆς. ὁ μὲν δὴ περὶ ταῦτα εἶχεν, Ἰάσων δὲ κατὰ πρόφασιν θήρας ἐξελθὼν ἐς Παγασὰς, ἔνθα Μηριόνης κατῴκει, περιστήσας τοὺς αἰχμοφόρους, βιασάμενος τοὺς οἰκονόμους, εἴκοσι ἀργυρίου τάλαντα λαβὼν, μετὰ σπουδῆς ἐπὶ τὸ δεῖπνον ἀνῆλθε καὶ τῷ
10ἀδελφῷ σπονδῶν κατάρχειν ἐπέτρεψε καὶ κύριον αὐτὸν εἶναι τῆς θέσεως τοῦ ὀνόματος τῷ παιδίῳ. Μηριόνης, ** ἤγγειλεν αὐτῷ πεπορθῆσθαι τὴν οἰκίαν, δεξάμενος τὸ χαρίεν ὄνομα ἔθετο τῷ παιδίῳ Πορθάονα.

6

.

1

.

7

Ἰάσων τὸν ἀδελφὸν Πολύδωρον ἤγαγεν ἐπὶ πόλιν ἁλίσκεσθαι μέλλουσαν λαφυροπώλην γενησόμενον. ἐπεὶ δὲ ἦν ὥρα λουτροῦ, παρεκάλεσε τὸν ἀδελφὸν σφοδρῶς αὐτοῦ τὸ σῶμα τρῖψαι καὶ διαγυμνάσαι. ὁ μὲν ἐπει‐
5ρᾶτο τρίβειν εὐτόνως, Ἰάσων δὲ ὡς ἐνοχλούμενος ὑπὸ τοῦ δακτυλίου παρεκάλεσεν αὐτὸν παρὰ τὴν τρῖψιν ἀποθέσθαι. Πολύδωρος δὲ ἐξελὼν τῆς χειρὸς ἐπέδωκεν ἀνδρὶ πιστῷ τῶν παρόντων. τούτῳ δὲ ἦν ἄρα προ‐ συγκείμενον δραμεῖν πρὸς τὴν γυναῖκα Πολυδώρου
10καὶ δόντα τὸν δακτύλιον ἀντὶ [τούτου] δέκα τάλαντα χρυσίου παρ’ αὐτῆς λαβεῖν. ἡ δὲ τῷ δακτυλίῳ τοῦ ἀνδρὸς πιστεύσασα παραχρῆμα ἔδωκε τὸ χρυσίον· ὡς δὲ ἐπανῆλθεν ὁ τὸν δακτύλιον παρὰ Πολυδώρου λαβὼν,
τότε Ἰάσων τριβόμενος ἐπαύσατο.280

6

.

2

t

ΑΛΕΞΑΝΔΡΟΣ ΦΕΡΑΙΟΣ.

6

.

2

.

1

Ἀλέξανδρος Πάνορμον πολιορκοῦντος Λεωσθένους πρὸς ἁπάσας τὰς Ἀττικὰς ναῦς φανερῶς ναυμαχεῖν οὐ θαρρῶν διέπεμψεν ἐπὶ ἀκατίου νύκτωρ πρὸς τοὺς ἔνδον στρατιώτας, ὅπως, εἴ τινες τῶν νεῶν ἐκλίποιεν τὴν
5φυλακὴν, πρὸς τῷ πρότερον αἰρομένῳ πυρσῷ δεύτερον ἀνάσχοιεν τοῖς ἐν Μαγνησίᾳ, κἀκεῖνοι τοῖς ἐν Πα‐ γασαῖς. Λεωσθένης μὲν τρεῖς τριήρεις διέπεμψε, τὴν μὲν ἐπὶ Σάμου, τὴν δὲ ἐπὶ Θάσου, τὴν δὲ ἐπὶ Ἑλλησ‐ πόντου· οἱ δὲ πολιορκούμενοι τοὺς πυρσοὺς ἀνέσχον.
10Ἀλέξανδρος ἐπιπλεύσας ἄφνω καὶ προσπεσὼν ἐνίκησε τῇ ναυμαχίᾳ τοὺς Ἀθηναίους.

6

.

2

.

2

Ἀλέξανδρος μετὰ τὴν ἐν Πεπαρήθῳ ναυμαχίαν ἐλπίσας λήψεσθαι τοὺς Ἀθηναίους ἀφυλάκτους ὡς μετὰ νίκην ἀμελῶς ἔχοντας συνέταξε τοῖς ἐπὶ τῶν νεῶν διὰ τάχους προσπλεῦσαι τῷ Δείγματι τοῦ Πειραιέως
5καὶ ἀπὸ τῶν τραπεζῶν ἁρπάσαι τὰ χρήματα. τῶν δὲ προσπλεόντων οἱ Ἀθηναῖοι φιλίας τὰς ναῦς εἶναι νομίσαντες ἀπεσκόπουν. οἱ δὲ ἀποβάντες τὸ πολε‐ μικὸν ἐσήμηναν καὶ σπασάμενοι τὰς μαχαίρας ὥρμων ἐπὶ τὰς τραπέζας. οἱ μὲν Ἀθηναῖοι σπουδῇ ἔθεον
10ἐς τὸ ἄστυ τοῖς στρατηγοῖς ἀγγελοῦντες τὴν κατά‐ ληψιν τοῦ Πειραιέως, οἱ δὲ τὰ χρήματα ἁρπάσαντες
ἀπέπλευσαν.281

6

.

3

t

ΑΘΗΝΟΚΛΗΣ.

6

.

3

.

1

Ἀθηνοκλῆς πολιορκούμενος πρὸς τοὺς κριοὺς καὶ τὰ τρύπανα δοκοὺς μολίβδου ποιήσας πλαγίας παρέ‐ τεινεν ἐπὶ τὰς ἐπάλξεις, αἷς ἐμπιπτούσαις τῶν πολεμίων τὰ μηχανήματα συνετρίβετο. οἱ δὲ ἐτεχνάσαντο ἄλλο
5μηχάνημα προσάγειν, ὅπερ τὸ ἄκρον τῆς δοκοῦ πλῆξαν τὴν δοκὸν ἀπὸ τῶν ἐπάλξεων πίπτειν ὀρθὴν ἐβιάζετο μηδένα βλάπτουσαν τῶν ἐπὶ γῆς ἑστηκότων. πάλιν οἱ μὲν πολέμιοι χελώνας προσάγοντες τὰ τείχη συνέ‐ σειον, οἱ δὲ ἀπὸ τῶν τειχῶν μόλιβδον τηκτὸν ἐν χαλ‐
10κείοις προωθοῦντες κατέχεον, ὑφ’ οὗ συνέβαινε τὴν χελώνην διαλύεσθαι. οἱ δὲ πολέμιοι κατὰ τῆς χελώνης ἐκ πύργων προσαγομένων ὄξος ἐπέχεον καὶ κατεσβέν‐ νυον τόν τε μόλιβδον καὶ ὅσα ἄλλα ἀπὸ τῶν τειχῶν καίοντα ἠφίετο. σβεστήριον γὰρ πυρὸς μάλιστα ὄξος
15εἶναι δοκεῖ· ἄριστον δὲ κώλυμα πυρὸς ἐπαλειφόμενον ὄξος—ἥκιστα γὰρ τούτου πῦρ ἅπτεται—καὶ σπόγγος ὕδατος πλήρης προσαρτώμενος. ἔνιοι δὲ πρὸς τὸν καταχεόμενον μόλιβδον πίλους τοῖς μηχανήμασιν ἐπι‐ θέντες χοῦν καὶ πηλὸν τετριχωμένον προσῆγον.

6

.

4

t

ΦΙΛΟΠΟΙΜΗΝ.

6

.

4

.

1

Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρα‐ τηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν [ἐν] πρώ‐
τοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσους παριππεύων καὶ πάντας ἐφορῶν ἀεὶ τὸ ἁμαρτανόμενον282
5ἐπηνωρθοῦτο.

6

.

4

.

2

Φιλοποίμην ὑπὸ Λακεδαιμονίων ἐδιώκετο· καὶ ὅσον οὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέ‐ ταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸ τοῦ ποταμοῦ ποτίζειν, τοῦ παρακειμένου τόπου δασέος
5ὄντος καὶ πολλὴν ὕλην ἔχοντος. οἱ δὲ Λακεδαιμόνιοι πολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺς ἵππους καὶ (τῶν) ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃ συμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαι καὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν.

6

.

4

.

3

Φιλοποίμην ἐδίδαξε τοὺς Ἀχαιοὺς ἀντὶ μὲν θυρεοῦ καὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶ θώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶ βεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς,
5τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφε‐ λεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις [καὶ τοῖς] ἐν στρατείᾳ χρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖς πλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.

6

.

5

t

ΑΡΑΤΟΣ.

6

.

5

.

1

Ἄρατος ἐκράτησεν Ἀκροκορίνθου φρουρὰν ἔχον‐
τος, ἣν ἐγκατέστησεν Ἀντίγονος φύλακα τάξας ἐπ’ αὐτοῦ Περσαῖον τὸν φιλόσοφον καὶ Ἀρχέλαον τὸν στρατηγόν. ἦν δὲ ἄρα τὸ στρατήγημα τοιόνδε. ἦσαν ἐν Κορίνθῳ283
5τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ἦν Διοκλῆς τῶν φρουρούντων Ἀκροκόρινθον. οἱ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἧκον ἐς Σικυῶνα πρὸς Αἰσίαν τραπε‐ ζίτην, ᾧ καὶ Ἄρατος διὰ τὴν τοῦ νομίσματος ἐργασίαν ἐχρῆτο· παρασχόντες τούτῳ τὸ χρυσίον κατήλλασσον.
10εἷς αὐτῶν Ἐργῖνος, πλεονάκις φοιτῶν καὶ τῷ τραπε‐ ζίτῃ κοινωνήσας ἑστίας καὶ σπονδῶν, λόγου παραπε‐ σόντος περὶ τῆς φρουρᾶς τοῦ Ἀκροκορίνθου, ὡμολόγησε παρὰ τὸ κρημνῶδες ἐντομὴν ἑωρακέναι πλαγίαν, ᾗ χθαμαλὸν καὶ εὐεπίβατον εἶναι τὸ τεῖχος. ὁ τραπεζίτης
15ἀνήγγειλεν Ἀράτῳ. ὁ δὲ πολλῇ σπουδῇ τὸν Ἐργῖνον φιλοποιησάμενος, συντίθεται τάλαντα ἑξήκοντα δώσειν, εἰ δι’ αὐτοῦ κρατήσειεν Ἀκροκορίνθου. Ἐργῖνος ὑπι‐ σχνεῖται μετὰ τῶν ἀδελφῶν τοῦτο πράξειν. ἦν μὲν δὴ πάντα πρὸς τὴν ἐπίθεσιν εὐτρεπῆ. Ἄρατος δὲ κελεύει
20τὴν ἄλλην δύναμιν ἐν τοῖς ὅπλοις ἐγρηγορέναι, αὐτὸς δὲ τετρακοσίους λογάδας ἀναλαβὼν νύκτωρ ἧκε πρὸς τὸ τεῖχος καὶ κλίμακας τῷ χθαμαλῷ προσβαλὼν ὑπερέβη. τῶν δὲ ἔνδον αἰσθομένων ἐγένετο νυκτομαχία καρ‐ τερὰ τῆς σελήνης τοτὲ μὲν φῶς παρεχούσης τοῖς μα‐
25χομένοις, τοτὲ δὲ ὑπὸ τὰ νέφη δυομένης, καὶ τοῦ
σκότους ποιοῦντος τὴν μάχην φοβερωτέραν. τέλος οἱ περὶ τὸν Ἄρατον ἐκράτησαν καὶ ἀνατέλλοντος ἡλίου τὰς πύλας ἀνοίξαντες τὴν λοιπὴν δύναμιν εἰσεδέξαντο. Ἄρατος δὲ Ἀρχέλαον μὲν ἁλόντα ἀφῆκε, Θεόφραστον284
30δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάσσεσθαι· Περσαῖος δὲ ὁ φιλόσοφος τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διαφυγὼν ἐκεῖθεν πρὸς Ἀντίγονον ᾤχετο.

6

.

6

t

ΠΥΡΡΟΣ.

6

.

6

.

1

Πύρρος ἡττηθεὶς ὑπὸ Ῥωμαίων, τοὺς ἐλέφαντας ἀπολέσας, πρὸς Ἀντίγονον πρεσβευσάμενος περὶ συμ‐ μαχίας, ἀποτυχὼν προσέταξε τοῖς πρεσβευταῖς τἀναντία πρὸς ἅπαντας ἀγγέλλειν, ὡς Ἀντίγονος μεγάλῃ δυνάμει
5βοηθήσειν ὑπέσχηται· ὥστε οἱ Ταραντῖνοι καὶ ὅσοι Σικελῶν καὶ Ἰταλῶν σύμμαχοι, τὸν Πύρρον κατα‐ λιπεῖν βουλόμενοι, συνέμειναν ἐλπίδι τῆς Ἀντιγόνου συμμαχίας.

6

.

6

.

2

Πύρρος ἐς τὴν Πελοπόννησον ἐμβαλὼν, Σπαρ‐ τιατῶν πρεσβευτῶν ἀπαντώντων περὶ Ἀρκαδίαν, φιλ‐ ανθρώπως αὐτοὺς ὑπεδέξατο καὶ τοὺς ἰδίους υἱοὺς ὑπέσχετο πέμψειν τοῖς Σπαρτιάταις παιδευθησομένους
5τὴν Λυκούργειον πολιτείαν. οἱ μὲν πρεσβευταὶ ταῦτα ἤγγελλον, ὁ δὲ Πύρρος τῇ Σπάρτῃ προσέβαλλεν. ἐγκα‐
λούντων δὲ τῶν Σπαρτιατῶν, ὡς ἄλλα προειπὼν ἄλλα πράττει, γελάσας ἔφη, ‘οὐδὲ γὰρ ὑμεῖς εἰώθατε προ‐ λέγειν μέλλοντες πολεμεῖν· μὴ τοίνυν ἀγανακτεῖτε, εἰ285
10πρὸς τοὺς Λάκωνας ἐχρησάμην Λακωνικῷ στρατηγήματι.‘

6

.

6

.

3

Πύρρος συνεβούλευε πρὸ τοῦ πολέμου πείθειν τοὺς πολεμίους φόβῳ, πλεονεξίᾳ, ἡδονῇ, οἴκτῳ, δικαίῳ, νομίμῳ, συμφέροντι, δυνατῷ.

6

.

7

t

ΑΠΟΛΛΟΔΩΡΟΣ.

6

.

7

.

1

Ἀπολλόδωρος ὁ Κασσανδρεὺς δίκην φεύγων ὡς ἐπιτιθέμενος τυραννίδι, προελθὼν ἐν μελαίνῃ ἐσθῆτι. τὴν γυναῖκα καὶ τὰς θυγατέρας ἐν ὁμοίῳ σχήματι προαγαγὼν, ἱκετηρίας προτείνων αὑτὸν ἐς πᾶσαν τι‐
5μωρίαν ἐξέδωκε τοῖς δικασταῖς, οἳ παθόντες ἄφεσιν αὐτῷ τοῦ ἐγκλήματος ἐψηφίσαντο. ἀφεθεὶς Ἀπολλό‐ δωρος οὐκ ἐς μακρὰν τὴν τυραννίδα κατέσχε καὶ μά‐ λιστα δὴ τοὺς ἀφέντας δικαστὰς ὠμῶς ἐκόλασε τὴν σωτηρίαν ἀναφέρων εἰς τὴν ἑαυτοῦ στρατηγίαν, οὐκ
10εἰς τὴν ἐκείνων φιλανθρωπίαν.

6

.

7

.

2

Ἀπολλόδωρος πολιτευόμενος παρὰ Κασσανδρεῦσι πάντα ἔλεγε καὶ ἔπραττεν, ἀφ’ ὧν ἔδοξεν εἶναι μισο‐ τύραννος. καὶ γὰρ κατὰ Λαχάρους τοῦ τυράννου ψή‐ φισμα ἔγραψεν, ἀγώγιμον ἐκ τῆς χώρας εἶναι τῆς
5Κασσανδρέων, καὶ Ἀντίοχον τὸν βασιλέα φίλον ποι‐
εῖσθαι καὶ σύμμαχον, αὐτῷ τὴν πολιτείαν ἐπιτρέποντας· καὶ Θεοδότῳ γράψαντι φυλακὴν αὐτῷ δοῦναι τοῦ σώματος αὐτὸς ἀντεῖπε, καὶ τῆς ἀποδούσης Κασσαν‐ δρεῦσι τὴν ἐλευθερίαν Εὐρυδίκης ἑορτὴν κατεστήσατο,286
10ἣν ἐκάλεσεν Εὐρυδίκεια, καὶ τοῖς ἐξελθοῦσι τῆς ἄκρας στρατιώταις πολιτείαν ἔγραψε καὶ κλήρους ἐν τῇ Παλλήνῃ δοθῆναι, ἵνα παραμένοιεν φύλακες τῆς ἐλευ‐ θερίας ἐν δὲ τοῖς συμποσίοις εἴ τις ** ἔφη δεινὸν, ἀλλὰ καὶ σχέτλιον. οὕτω πάντας ἐξαπατήσας, ὡς
15δημοτικώτατος ὢν, ἐπανέστησεν οἰκέτας καὶ τοὺς ἀπὸ τῶν ἐργαστηρίων τεχνίτας, καὶ μειράκιον Καλλιμέλη συναρπάσας καὶ θύσας ἐπέδωκεν αὐτὸ μαγείρῳ Λεον‐ τομένει. οὗτος δειπνοποιήσας τὰ σπλάγχνα παρέθηκε τοῖς συνωμόταις· ὧν δειπνησάντων καὶ πιόντων τὸ
20αἷμα οἴνῳ μέλανι μεμιγμένον, ἔδειξεν αὐτοῖς τὸ σῶμα τῇ κοινωνίᾳ τοῦ μιάσματος ἐμπεδῶν τὸ πιστὸν τῆς ἐπιθέσεως. καὶ δὴ τούτοις χρησάμενος συμμάχοις κατ‐ έσχε τὴν τυραννίδα, καὶ τύραννος ἐγένετο φονικώτατος καὶ ὠμότατος πάντων, ὅσοι παρ’ Ἕλλησιν ἢ παρὰ βαρ‐
25βάροις ἐτυράννησαν.

6

.

8

t

ΑΙΓΥΠΤΟΣ.

6

.

8

.

1

Αἴγυπτος ὑπὸ Μαυσώλου πεμφθεὶς ἐς Μίλητον συμπράξων τοῖς προδιδοῦσι τὴν πόλιν, καταπλεύσας, προαισθόμενος ὡς ἐπιβουλεύοιτο, σπεύσας ἐπὶ τὴν ναῦν
προανέβη. οἱ μὲν ἐπιβουλεύοντες ἐγγὺς τῆς θαλάττης287
5ἐφήδρευον· ὁ δὲ ἐκ τῆς νεὼς ἐκπέμπει τινὰ φράσας, ‘τὸν κυβερνήτην ζητήσας [καὶ] Αἴγυπτον ἄγε· ἤδη γὰρ ἀνάγεσθαι χρή.‘ τοῦτ’ ἀκούσαντες οἱ παραφυλάσ‐ σοντες Μιλήσιοι, τῆς νεὼς ἀποχωρήσαντες ἐζήτουν Αἴγυπτον ἀνὰ τὴν πόλιν· ὁ δὲ ἀφικομένου τοῦ κυβερ‐
10νήτου ἀποκόψας τὸ ἀπόγειον ἀπέπλευσεν ἀκινδύνως.

6

.

9

t

ΛΕΥΚΩΝ.

6

.

9

.

1

Λεύκων χρημάτων δεόμενος ἐκήρυξεν, ὅτι μέλλοι κόπτειν ἄλλο νόμισμα καὶ δέοι προσφέρειν αὐτῷ τὸ ὑπάρχον ἑκάστῳ, ὅπως μετακοπὲν δόκιμον γένοιτο. οἱ μὲν προσήνεγκαν ὅσον εἶχον, ὁ δὲ ἄλλον χαρακτῆρα
5ἐπιβαλὼν ἐπέγραψε τὸ τίμημα διπλάσιον ἑκάστῳ νο‐ μίσματι, ὥστε τοῦ συλλεγέντος τὸ ἥμισυ κερδάνας οὐδένα τῶν πολιτῶν ἐζημίωσεν.

6

.

9

.

2

Λεύκων μαθὼν ὡς ἐπιβουλεύοιεν αὐτῷ φίλοι καὶ πολῖται συνομοσάμενοι πολλοὶ, τοὺς ἐμπόρους καλέσας ἅπαντας, χρήματα ὅσα εἶχεν ἕκαστος ἐδανείζετο, φά‐ σκων τοὺς πολεμίους αὐτῷ προδίδοσθαι. οἱ μὲν ἔμποροι
5προθύμως ἐδάνειζον τὰ χρήματα, ὁ δὲ συναγαγὼν εἰς τὴν αὐλὴν αὐτοὺς ὡμολόγησε τὴν ἐκ τῶν πολιτῶν ἐπίθεσιν καὶ παρεκάλεσε φύλακας τοῦ σώματος αὐτοῦ γενέσθαι ὡς τὰ χρήματα κομιουμένους, εἰ σώζοιντο αὐτόν. καὶ δὴ τὰ χρήματα σῶσαι ἐθέλοντες οἱ ἔμποροι
10ὅπλα παραλαβόντες οἱ μὲν δορυφόροι τοῦ σώματος, οἱ δὲ τῶν ἀρχείων φύλακες ἐγένοντο. Λεύκων δὲ μετὰ τούτων καὶ μετὰ τῶν περὶ αὐτὸν πιστοτάτων τοὺς κοι‐ νωνοῦντας τῆς ἐπιθέσεως συλλαβὼν ἀπέκτεινε καὶ τὴν ἀρχὴν ἀσφαλῶς καταστησάμενος ἀπέδωκε τὰ χρήματα.288

6

.

9

.

3

Λεύκων ἐν τῷ πρὸς Ἡρακλεώτας πολέμῳ αἰσθό‐ μενος τῶν τριηράρχων τινὰς προδιδόντας καὶ αὐτο‐ μολεῖν μέλλοντας συλλαβὼν αὐτοὺς ἀκοῦσαι μὲν ἔφη περὶ αὐτῶν λόγους οὐκ ἐπιτηδείους, οὐ πιστεῦσαί γε
5μήν. ὅπως οὖν μὴ κατὰ τύχην ἥττης γενομένης αὐτοὶ δοκοῖεν αἴτιοι τοῦ σφάλματος, αὐτοὺς μὲν ἡσυχάζειν ἐκέλευσεν, ἄλλους δὲ τριηράρχους ἀπέδειξε· τοῖς δὲ οἰκείοις τῶν ὑπόπτων ἀρχὰς καὶ ἐπιμελείας ἐνεχείριζε κωμῶν, ὡς δὴ φιλοφρόνως ἔχων πρὸς αὐτούς. ἐπεὶ
10δὲ τὸν πόλεμον κατελύσατο, δίκαιον ἔφη κριθῆναι τοὺς ὑπόπτους, ἵνα μὴ δόξῃ ἀλόγως αὐτοῖς ἀπιστῆσαι. παρελθόντων δὲ εἰς τὸ δικαστήριον ὁμοῦ τοῖς οἰκείοις περιστήσας ὡπλισμένην δύναμιν ἅπαντας αὐτοὺς ἀναι‐ ρεθῆναι προσέταξεν.

6

.

9

.

4

Λεύκων ἐπιστρατευσάντων Ἡρακλεωτῶν ναυσὶ πολλαῖς καὶ ἀποβαινόντων ὅποι τῆς χώρας ἐβούλοντο, ὁρῶν τοὺς αὑτοῦ στρατιώτας ἐθελοκακοῦντας καὶ οὐκ ἀνείργοντας ἔταξε τοὺς ὁπλίτας πρώτους πρὸς τὴν
5ἀπόβασιν τῶν πολεμίων, ἐπὶ δὲ τούτοις ὄπισθεν τοὺς Σκύθας· καὶ φανερῶς παρήγγειλε τοῖς Σκύθαις, ἐὰν οἱ ὁπλῖται ὀκνῶσι καὶ τοὺς πολεμίους ἀποβαίνοντας
παρέχωνται, τηνικαῦτα τοξεύειν καὶ κτιννύειν αὐτούς. τοῦτο μαθόντες οἱ ὁπλῖται εὐρώστως τοὺς πολεμίους289
10ἀποβαίνειν ἐκώλυον.

6

.

10

t

ΑΛΕΞΑΝΔΡΟΣ ΦΡΟΥΡΑΡΧΟΣ.

6

.

10

.

1

Ἀλέξανδρος φρούραρχος τῶν περὶ τὴν Αἰολίδα χωρίων, μισθωσάμενος τῶν ἀπ’ Ἰωνίας τοὺς ἀρίστους ἀγωνιστὰς, αὐλητὰς μὲν Θέρσανδρον καὶ Φιλόξενον, ὑποκριτὰς δὲ Καλλιππίδην καὶ Νικόστρατον, θέαν
5ἐπήγγειλε. πρὸς μὲν τὴν δόξαν τῶν ἀγωνιστῶν συνέ‐ δραμον ἐκ τῶν πλησίον πόλεων ἅπαντες. ἐπεὶ δὲ πλῆρες τὸ θέατρον ἦν, περιστήσας τοὺς στρατιώτας καὶ τοὺς βαρβάρους, μεθ’ ὧν ἐφρούρει τὰ χωρία, πάντας τοὺς θεατὰς συλλαβὼν αὐτοῖς παισὶ καὶ γυ‐
10ναιξὶ, λύτρα μεγάλα λαβὼν τοὺς μὲν ἀπέλυσεν, αὐτὸς δὲ τὰ χωρία Θίβρωνι παραδοὺς ἀπηλλάγη.

6

.

11

t

ΑΡΙΣΤΕΙΔΗΣ ΕΛΕΑΤΗΣ.

6

.

11

.

1

Ἀριστείδης Ἐλεάτης Διονυσίῳ πολιορκοῦντι Καυ‐ λωνίαν ἐπέπλει μετὰ δώδεκα τριήρων. ὁ δὲ συνιδὼν ἐπανήχθη πέντε καὶ δέκα ναῦς πληρώσας. Ἀριστείδης ὑποστρέψας ὑποχωρεῖ καὶ νυκτὸς γενομένης ἐκέλευσεν
5ἆραι τοὺς λαμπτῆρας, οἷς αἱ τοῦ Διονυσίου νῆες εἵποντο. μετὰ μικρὸν δὲ τούτους καθελόντες ἑτέρους καθῆκαν ἐς τὴν θάλατταν φελλοῖς μεγάλοις ἐφηρμο‐ σμένους κἀκ τοῦ φωτὸς ἐς τὸ πλάγιον ἐπιστρέψαντες ἔφθασαν ἐς τὴν Καυλωνίαν καταπλεύσαντες τῶν περὶ
10Διονύσιον πρὸς τὴν ἀπὸ τῶν φελλῶν αὐγὴν πλανω‐
μένων.290

6

.

12

t

ΑΛΕΞΑΝΔΡΟΣ ΛΥΣΙΜΑΧΟΥ.

6

.

12

.

1

Ἀλέξανδρος Λυσιμάχου καὶ Ἀμήστριδος υἱὸς εἰς Κοτιάειον τῆς Φρυγίας βουλόμενος ἐλθεῖν καὶ λαθεῖν τοὺς μὲν ἀκολουθοῦντας νυκτὸς ἔκρυψεν εἴς τι κοῖλον χωρίον παρὰ τὴν πόλιν, αὐτὸς δὲ ἕωθεν διπλοΐδα
5Φρυγίαν τραχεῖαν καὶ ῥυπῶσαν περιβαλόμενος, πίλιον [τῇ] κεφαλῇ περιθέμενος, δύο παῖδας παραλαβὼν, ἑκατέρῳ φορτίον ξύλων ἐπιθεὶς καὶ μάχαιραν ὑπὸ μάλης δοὺς εἰσῆλθε διὰ τῆς πύλης ἄγροικος εἶναι νομιζόμενος. εἰσελθὼν δὲ τὸ μὲν πίλιον ἀπέθετο,
10γνωρισθεὶς δὲ ἐδεξιοῦτο πάντας ὡς ἐπὶ σωτηρίᾳ τῆς πόλεως ἥκων. οἱ δὲ κατακεκρυμμένοι κατὰ τὸ συγκεί‐ μενον ἀνεῳγμένῃ τῇ πύλῃ προσπεσόντες αἱροῦσι τὸ Κοτιάειον.

6

.

13

t

ΑΜΦΙΚΤΥΟΝΕΣ.

6

.

13

.

1

Ἀμφικτύονες Κίρραν ἐπολιόρκουν καὶ δὴ κρυπτὸν ὑπόνομον εὗρον ἄγοντα ναματιαῖον ὕδωρ πολύ· καὶ τῇ Εὐρυλόχου γνώμῃ συλλέξαντες Ἀντικύραθεν πολὺ πλῆθος ἑλλεβόρου κατέμιξαν τῷ ὕδατι. Κιρραῖοι πιόν‐
5τες διαφθείρονται τὰς γαστέρας καὶ πάντες ἐκλυθέντες ἔκειντο· Ἀμφικτύονες ἀπονητὶ τὴν πόλιν ἔλαβον κει‐
μένων τῶν πολεμίων.291

6

.

14

t

ΣΑΥΝΙΤΑΙ.

6

.

14

.

1

Σαυνῖται πρὸς τοὺς πολεμίους ὅρκους ἐποιήσαντο καὶ συνθήκας εἰρήνης πέρι. οἱ δὲ συνέθεντο μηδὲν ἄλλο ποιήσειν ἢ λίθον ἕνα ἐν κύκλῳ τοῦ τείχους ἐξ‐ ελεῖν· τῶν δὲ οὐδὲν μέγα ἡγησαμένων οἱ πολέμιοι τοὺς
5κάτω λίθους τῶν τειχῶν ἐξεῖλον, ὅπως εἰς γῆν εὐκό‐ λως καταφέροιτο.

6

.

15

t

ΚΑΜΠΑΝΟΙ.

6

.

15

.

1

Καμπανοὶ σπονδὰς ἐποιήσαντο πρὸς τοὺς πολε‐ μίους ἐπὶ τῷ δοῦναι τὰ ἡμίση τῶν ὅπλων αὐτοῖς· καὶ διατεμόντες τὰ ὅπλα ἐκέλευον τούτους τὰ ἡμίση λαμ‐ βάνειν.

6

.

16

t

ΚΑΡΧΗΔΟΝΙΟΙ.

6

.

16

.

1

Καρχηδόνιοι κατακλεισθέντες ἐς χωρίον ἄνυδρον ὑπὸ Διονυσίου περὶ συμβάσεως ἐπεκηρυκεύσαντο, ὁ δὲ ἐκέλευσεν αὐτοὺς ἀποστῆναι πάσης Σικελίας τὴν δαπάνην ἀποδόντας, ἣν ἐν τῷ τελευταίῳ πολέμῳ πε‐
5ποίηται. οἱ πρόβουλοι τῶν Καρχηδονίων ὡμολόγουν ταῦτα ποιήσειν· οὐ μὴν εἶναι σφᾶς αὐτοὺς κυρίους ἄνευ τοῦ ναυάρχου δοῦναι βέβαιον ἀπόκρισιν. ἠξίουν δὴ μεταστρατοπεδεῦσαι πρὸς ἐκεῖνον. Διονύσιος μὲν
ἐπέτρεψεν καίπερ ἀντιλέγοντος Λεπτίνου, Καρχηδόνιοι292
10δὲ μεταστρατοπεδεύσαντες Διονυσίῳ τοὺς κήρυκας ἀπράκτους ἀνέπεμψαν.

6

.

16

.

2

Καρχηδόνιοι Σικελίαν πορθοῦντες, ὅπως αὐτοῖς ἀπὸ Λιβύης διὰ τάχους τὰ ἀναγκαῖα κομίζοιτο, κλε‐ ψύδρας δύο ποιήσαντες ἴσας τοῖς μεγέθεσι, κύκλους ἐν ἑκατέρᾳ διέγραψαν ἴσους ἔχοντας τὴν αὐτὴν ἐπι‐
5γραφήν. ἐπεγέγραπτο δὲ οὗ μὲν χρεία νεῶν, οὗ δὲ στρογγύλων πλοίων, ἀλλαχοῦ δὲ χρυσίου, καὶ πάλιν ἀλλαχοῦ μηχανημάτων καὶ πάλιν σίτου καὶ πάλιν θη‐ ρίων καὶ πάλιν ὅπλων καὶ πεζῶν καὶ ἱππέων. οὕτω δὴ πάντας τοὺς κύκλους ἐπιγράψαντες, τὴν ἑτέραν
10τῶν κλεψυδρῶν ἐν Σικελίᾳ κατασχόντες [τὴν ἑτέραν] ἐξέπεμψαν εἰς Καρχηδόνα συντάξαντες, ἢν ἴδωσιν ἀρθέντα πυρσὸν παρ’ αὐτῶν, ἀποσκοπεῖν, ὅταν ὁ δεύ‐ τερος ἀναδειχθῇ πυρσὸς, ποίου κύκλου τοῦτο συμ‐ βήσεται· οὗ τὴν ἐπιγραφὴν ἀναγνόντας ὅτι τάχος τὸ
15σημαινόμενον διὰ τῶν γραμμάτων ἐκπέμπειν. τοῦτον τὸν τρόπον ὀξυτάτην εἶχον Καρχηδόνιοι τὴν κομιδὴν τῶν εἰς τὸν πόλεμον ἀναγκαίων.

6

.

16

.

3

Καρχηδόνιοι ναυσὶ [στρογγύλαις] καὶ τριήρεσιν ἔπλεον ἐπὶ Σικελίαν· Διονύσιος αἰσθανόμενος ναυσὶ πολλαῖς ἐπέπλευσεν. προϊδόντες Καρχηδόνιοι τὸν στό‐ λον τὰς μὲν στρογγύλας τῶν νεῶν κύκλῳ περιστή‐
5σαντες ἑτέραν ἀπὸ τῆς ἑτέρας ἱκανὸν διάστημα, τὰς δὲ τριήρεις ἐς τὸ μέσον αὐτῶν ἀθροίσαντες, συχνοὺς
δὲ τῶν ἀνδρῶν ἐπὶ τὰς ὁλκάδας ἐπιβιβάσαντες ἠμύ‐ νοντο τοὺς πολεμίους ἐπιόντας· καὶ [διὰ] τῶν διαστημά‐ των ταῖς τριήρεσι διεκπλέοντες καὶ τοῖς τοῦ Διονυσίου293
10σκάφεσιν ἐμβάλλοντές τινα μὲν αὐτῶν κατέδυσαν, τὰ δὲ ὅπλα πάντων ἀχρεῖα τελείως ἐποίησαν.

6

.

16

.

4

Καρχηδόνιοι πολεμοῦντες Ἱέρωνι, νύκτωρ ἐπι‐ πλεύσαντες Μεσήνῃ πλησίον τῆς πόλεως ὑπὸ ἄκραν τινὰ καθωρμίσθησαν. ἐν τῷ λιμένι πολλαὶ τριήρεις καὶ στρογγύλαι νῆες ὥρμουν, ἐπὶ τοῦ στόματος ἄλλαι
5παρεφύλασσον. ὁ στρατηγὸς τῶν Καρχηδονίων ἄριστα πλεούσης νεὼς τὸν τριήραρχον καλέσας προσέταξεν αὐτῷ παρὰ τὸν λιμένα πλεῖν ἐγγίζοντα τοῦ στόματος, εἰ δὲ οἱ πολέμιοι διώκοντες ἐπαναχθεῖεν, φεύγειν ἄνω πελάγους. ὁ μὲν τριήραρχος ἐπέλαζε τῷ στόματι, οἱ
10δὲ κυβερνῆται τῶν ἐφορμουσῶν νεῶν ὑπολαβόντες εἶναι κατάσκοπον τὴν ναῦν ἐδίωκον κατὰ κράτος. ὡς δὲ μακρὰν ἀπεσπάσθησαν ἄχρι πελάγους διώκοντες, οἱ Καρχηδόνιοι τοῖς λοιποῖς σκάφεσι σπουδῇ πλεύσαν‐ τες ἐπὶ τὸν λιμένα τὰς μὲν τριήρεις κενὰς οὔσας ἐνέ‐
15πρησαν, τῶν δὲ ὁλκάδων τὰς πλείστας ἐξείλκυσαν.

6

.

16

.

5

Καρχηδόνιοι περὶ Σικελίαν μαθόντες, ὅτι Ῥωμαῖοι ναῦς πλείονας αὐτῶν ἔχοιεν, βουλόμενοι ταύτας περι‐ σπάσαι πείθουσι τῶν ἰδίων πολιτῶν τινας αὐτομόλους γενέσθαι, οἳ πρὸς τὸν Ῥωμαίων στρατηγὸν Γναῖον
5Κορνήλιον ἐλθόντες ὑπέσχοντο, Λιπάραν τὴν νῆσον
τὴν προκειμένην τῆς Σικελίας αὐτῷ προδώσειν. ὁ μὲν δὴ πιστεύσας τὰ ἡμίση σκάφη πληρώσας κατέπλευσεν ἐς Λιπάραν. Καρχηδόνιοι δὲ ἐπαναχθέντες ἐγγὺς τῶν Ῥωμαϊκῶν νεῶν παρωρμίσαντο [καὶ] πρεσβευτὰς πρὸς294
10τὸν Κορνήλιον ἔπεμψαν, οἳ τὸν ὕπατον ἐξικετεύσαντες, εἰρήνην σπείσαντες καὶ [ὅρκους] δόντες ἐδεήθησαν εἰς τὸ σκάφος αὐτῶν μεταβῆναι τοῦ Καρχηδονίων στρατηγοῦ χαλεπῶς νοσοῦντος, ὅπως ἐφ’ οἷς δεῖ τὴν εἰρήνην ἀσφαλέστερον συνθοῖντο. πεισθεὶς ὁ Ῥωμαῖος
15μετέβη πρὸς τὸν Καρχηδόνιον. οἱ δὲ Λίβυες ἐγκρατεῖς αὐτοῦ γενόμενοι ταῖς πάσαις ναυσὶν ἐπιθέμενοι ῥᾳδίως ἐκράτησαν.

6

.

17

t

ΑΜΠΡΑΚΙΩΤΑΙ.

6

.

17

.

1

Ἀμπρακιώτας Ῥωμαῖοι πολιορκοῦντες, ἐπειδὴ πολλοὶ μὲν αὐτῶν ἐτιτρώσκοντο, πολλοὶ δὲ διεφθεί‐ ροντο, σύριγγα στενὴν ὑπώρυξαν κάτωθεν τὴν πόλιν ἐκπολιορκεῖν βουλόμενοι. μέχρι μὲν δὴ πολλοῦ τοὺς
5πολεμίους ἐλάνθανον, ἐπεὶ δὲ χοῦς πολὺς ἐσωρεύετο, συνέντες Ἀμπρακιῶται τὸ δρώμενον καὶ αὐτοὶ σύριγγα ἔνδοθεν ἀνθυπώρυξαν καὶ τῆς σύριγγος ἐπ’ ἄκρῳ τάφρον ἐγκαρσίαν τεμόντες λεπτὰ χαλκώματα ἐφεξῆς ἔθηκαν, ὅπως τῶν Ῥωμαίων τούτοις ἐντυγχανόντων
10ψόφος γένοιτο. καὶ δὴ γενομένου ψόφου ὑπὸ γῆς ἀπαντήσαντες ἀπεμάχοντο ταῖς σαρίσαις. ἐπεὶ δὲ ἐν ὀρύγματι στενῷ καὶ σκότος ἔχοντι μέγα οὐδὲν ἤνυον, πίθον κατασκευάσαντες ἴσον τῷ ὀρύγματι, τρήσαντες αὐτοῦ τὸν πυθμένα, σιδηροῦν αὐλίσκον διέντες, πλη‐295
15ρώσαντες πτίλων λεπτῶν, πῦρ ὀλίγον ἐμβαλόντες, πῶμα πλῆρες τρημάτων ἐπιθέντες νεῦον πρὸς τοὺς ἐναντίους τῇ σύριγγι τῶν πολεμίων προσήρεισαν· ὄπισθεν δὲ τοῦ πίθου χαλκευτικὸν ἀσκὸν προσαρμό‐ σαντες, εἰς τὸν διατεταγμένον αὐλίσκον φῦσαν ἐνέντες
20ἐξέκαιον, ὥστε τῆς σύριγγος πληρουμένης καπνοῦ πολ‐ λοῦ καὶ δριμέος οἱ Ῥωμαῖοι μὴ φέροντες ἐξέλιπον τὴν ὑπὸ τῇ γῇ πολιορκίαν.

6

.

18

t

ΦΩΚΕΙΣ.

6

.

18

.

1

Φωκεῖς ἐς τὸν Παρνασὸν κατακλεισθέντες ὑπὸ Θετταλῶν, γυψώσαντες αὑτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημα ἀλλήλοις δόντες φείδεσθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο. οἱ
5δὲ ὥσπερ φάσμα ξένον καὶ ἀλλόκοτον φοβηθέντες, ἔνιοι
δὲ καὶ νομίσαντες Θετταλοὺς εἶναι τοὺς ἐπιτιθεμένους, ἡττήθησαν καὶ πτῶμα ἐγένοντο Θετταλικὸν ἄνδρες τετρακισχίλιοι.296

6

.

18

.

2

Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον ὀρύξαντες κατὰ τὴν Ὑάμπολιν καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων (καὶ) γῆν ὀλίγην ἐπέβαλον. ἐς ταύ‐ την τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποις
5διεφθάρησαν.

6

.

19

t

ΠΛΑΤΑΙΕΙΣ.

6

.

19

.

1

Πλαταιεῖς Θηβαίων ἔλαβον αἰχμαλώτους. ἐπεὶ δὲ ἐς τὴν Πλαταιΐδα ἐνέβαλον Θηβαῖοι, κήρυκα πέμ‐ ψαντες ἠπείλησαν ἀποκτεῖναι τοὺς αἰχμαλώτους, εἰ μὴ τῆς χώρας ἐξέλθοιεν, [ἀποδώσειν δὲ ὑπέσχοντο, εἰ
5δῃώσεως ἀποσχόμενοι ἀπαλλάσσοιντο. πιστεύσαντες οἱ μὲν Θηβαῖοι τῆς χώρας ἐξῆλθον], Πλαταιεῖς δὲ τοὺς αἰχμαλώτους ἀπέκτειναν.

6

.

19

.

2

Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων πολιορκούμενοι νύ‐ κτωρ ἐπέθεντο τῷ περιτειχίσματι· Λακεδαιμόνιοι πυρ‐ σοὺς πολεμίους ἐς τὰς Θήβας ἀνέσχον συμμαχίαν καλοῦντες. Πλαταιεῖς ἐκ τῆς πόλεως ἀντανέσχον πυρ‐
5σοὺς φιλίους, ἵνα διὰ τῆς ἐπιπυρσείας ἀπατήσαντες Θηβαίους πείσωσιν ἀποστῆναι τῆς βοηθείας. οὕτω γε τοῖς πυρσοῖς ἐναντίοις ἀμφιδοξήσαντες Θηβαῖοι
βοηθῆσαι κατώκνησαν.297

6

.

19

.

3

Πλαταιεῖς ὑπὸ Λακεδαιμονίων καὶ Θηβαίων ἐπο‐ λιορκοῦντο. ἄνδρες διακόσιοι Πλαταιέων ἀσέληνον νύκτα καὶ χειμέριον παραφυλάξαντες τοῖς ἄλλοις πο‐ λίταις παρήγγειλαν κατὰ τὸ ἐναντίον μέρος τοῦ τείχους
5προσβαλόντας βοῆσαι. τῶν Λακεδαιμονίων ἔξωθεν ἐπ’ ἐκεῖνον τὸν τόπον προσβοηθούντων, οἱ δὲ κατὰ τὸ ἐναντίον προσθέμενοι κλίμακας ὑπερέβησαν τὸ τεῖχος. οὐ μὴν οὐδὲ τὴν ἐπ’ Ἀθηνῶν ὁδὸν ἐτράποντο, ἀλλὰ τὴν ἐπὶ Θηβῶν, ὡς ἥκιστα ἂν κατὰ ταύτην διωχθέντες·
10καὶ γὰρ οὕτω συνέβη. Λακεδαιμόνιοι μὲν διὰ τοῦ Κιθαιρῶνος ἐδίωκον, οἱ δὲ Πλαταιεῖς ἐκ τῆς ὁδοῦ τῆς Θηβαϊκῆς ἐκκλίναντες ἐπανῆλθον ἐς τὰς Ὑσιὰς κἀκεῖθεν Ἀθήναζε διεσώθησαν.

6

.

20

t

ΚΕΡΚΥΡΑΙΟΙ.

6

.

20

.

1

Ἀθηναῖοι στρατεύουσιν ἐπὶ Κερκυραίους φυγάδας καταλαβομένους τὸ τῆς Ἰστώνης ὄρος. οἱ δὲ [τὰ] ὅπλα παρέδωκαν ἐπιτρέποντες τῷ δήμῳ [τῷ] τῶν Ἀθη‐ ναίων βουλεύσασθαι περὶ αὐτῶν· ἐὰν δέ τινες αὐτῶν
5φεύγοντες ἁλῶσι, [ἅπασι] λελύσθαι τὰς σπονδάς. Κερκυραῖοι δείσαντες, μὴ φιλανθρώπως βουλεύσηται περὶ αὐτῶν ὁ Ἀθηναίων δῆμος, κρύφα ἔπεμψαν πρὸς ἐνίους ἀποδρᾶναι συμβουλεύοντες καὶ πλοῖον αὐτοῖς
παριστάντες, ἵνα πεισθέντων φυγεῖν αἱ σπονδαὶ λυ‐298
10θεῖεν. Ἀθηναῖοι δὲ ὡς παρασπονδήσαντας αὐτοὺς ἐξέ‐ δωκαν τοῖς Κερκυραίοις, οἱ δὲ παραλαβόντες ἅπαντας ἀπέκτειναν.

6

.

21

t

ΕΓΕΣΤΑΙΟΙ.

6

.

21

.

1

Ἐγεσταῖοι τῆς Ἀθηναίων συμμαχίας δεόμενοι πολλὰ καὶ μεγάλα χρήματα ὑπέσχοντο. πεμψάντων δὲ πρέσβεις τοὺς ὀψομένους τὴν παρασκευὴν τῶν χρημά‐ των, χρησάμενοι ἐκ τῶν πλησίον πόλεων ἄργυρον καὶ
5χρυσὸν, τά τε ἱερὰ τῶν θεῶν ἐκόσμησαν καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν.

6

.

22

t

ΛΟΚΡΟΙ.

6

.

22

.

1

Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ
5βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφ’ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τοὺς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς
10ὤμοις φέροντες.299

6

.

23

t

ΚΟΡΙΝΘΙΟΙ.

6

.

23

.

1

Κορίνθιοι Συρακουσίοις βοήθειαν πέμποντες, μα‐ θόντες εἴκοσι ναῦς Ἀττικὰς περὶ Ναύπακτον ἐφορμεῖν παραφυλαττούσας, πληρώσαντες εἴκοσι καὶ πέντε τριή‐ ρεις, ταύταις μὲν ἐν Πανόρμῳ τῆς Ἀχαΐας ἀνθώρμουν
5ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν.

6

.

24

t

ΛΑΜΨΑΚΗΝΟΙ.

6

.

24

.

1

Λαμψακηνοὶ καὶ Παριανοὶ γῆς ὁρίων ἀμφισβητοῦν‐ τες συνέθεντο, ἡνίκ’ ἂν ὄρνιθες ᾄσωσι πρῶτον, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως πρὸς ἀλλήλους· ὅπου δ’ ἂν οἱ πεμφθέντες ἀπαντήσωσι, τοῦτον ἀμφοτέροις ὅρον
5τῆς γῆς γενέσθαι. ἐπειδὴ ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανοὺς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπέν‐ δειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς
10μετ’ εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσον‐ τας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες
τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν300
15ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Πα‐ ριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον.

6

.

25

t

ΧΑΛΚΗΔΟΝΙΟΙ.

6

.

25

.

1

Χαλκηδόνιοι Βυζαντίοις πολεμοῦντες ἀνοχὰς [ἓξ] ἡμερῶν συνθέμενοι προεχειρίσαντο ἄνδρας ἑκάτεροι δέκα περὶ τῆς εἰρήνης βουλευσομένους. τρισὶν ἡμέραις ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ
5Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρη‐ σάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις
πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο.301

6

.

45

t

ΣΥΛΟΣΩΝ.

6

.

45

.

1

Συλοσῶν Καλλιτέλους Σαμίοις δημοτικὸς εἶναι δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ
5ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσε‐ βείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς
10πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας
εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν.305

6

.

46

t

ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΤΤΑΛΟΣ.

6

.

46

.

1

Ἀλέξανδρος Θετταλὸς ναυμαχεῖν μέλλων πολλοῖς ἐπιβάταις ἐπὶ τῶν καταστρωμάτων διέδωκε πολλὰ σαυ‐ νία καὶ παρήγγειλεν, ὅταν παραβάλῃ ναῦς, ἀκοντίζειν ἐπὶ τοὺς ναύτας, ἵνα οἱ πλεῖστοι αὐτῶν ἀχρεῖοι γί‐
5γνοιντο.

6

.

47

t

ΘΡΑΣΥΒΟΥΛΟΣ.

6

.

47

.

1

Θρασύβουλος Μιλησίων τύραννος Ἀλυάττου πο‐ λιορκοῦντος Μίλητον καὶ λιμῷ τὴν πόλιν αἱρήσειν μέλλοντος, πέμψαντος δὲ κήρυκα περὶ σπονδῶν, ἕως ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς,
5προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων ἐχόντων διέλυσε τὴν πολιορκίαν.

6

.

48

t

ΜΕΝΤΩΡ.

6

.

48

.

1

Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς ἀρχομένας ὑπ’ αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα
ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρ‐306
5μείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις.

6

.

49

t

ΑΝΑΞΑΓΟΡΑΣ.

6

.

49

.

1

Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεά‐ νακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φι‐ λόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβὼν, φρου‐
5ρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρ‐ πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὑτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά‐ μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι
10μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω‐ τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα‐ χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν
15ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ‐ κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες
20εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον
ἀνέσωσαν.307

6

.

50

t

ΠΙΝΔΑΡΟΣ.

6

.

50

.

1

Κροίσου τοῦ Λυδοῦ πολιορκοῦντος Ἔφεσον, ἐπειδὴ τῶν πύργων τις, ὁ προδότης κληθεὶς, ἔπεσε καὶ τὸ δεινὸν τῆς ἁλώσεως ἐν ὀφθαλμοῖς ἦν, Πίνδαρος ὁ τυραννεύων τῆς πόλεως συνεβούλευσε τοῖς Ἐφεσίοις
5ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφε‐ σίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο.

6

.

51

t

ΘΗΡΩΝ.

6

.

51

.

1

Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπο‐ ρῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως Ἀθηνᾷ μεγα‐ λοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς
5ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή‐ σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ
10τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο‐ ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος
ἐτυραννεύθησαν.308

6

.

52

t

ΣΙΣΥΦΟΣ.

6

.

52

.

1

Σίσυφος, Αὐτολύκου τὰς βόας αὐτοῦ κλέπτοντος πολλάκις, ταῖς χηλαῖς τῶν βοῶν ἐνέτηξε μόλιβον, ᾧ χαρακτῆρα ἐνήρμοσε γράμματα ἐκτυποῦντα ‘Αὐτόλυκος ἔκλεψεν‘. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς
5βόας, ὁ δὲ Σίσυφος μεθ’ ἡμέραν τοῖς γείτοσι γεωρ‐ γοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐ‐ τολύκου κλοπήν.

6

.

53

t

ΑΓΝΩΝ.

6

.

53

.

1

Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλό‐ μενος τὰς καλουμένας Ἐννέα ὁδοὺς ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε·
τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον,
5 κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν. οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητ’ ἀπὸ Τροίης Ῥήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τ’ ἀρούρῃ κρύψητ’ εὐαγέως· τότε δ’ ἂν τότε κῦδος ἄροισθε. ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς
10Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυ‐ μόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς309
15ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ‐ ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ
20[τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς
25Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν.

6

.

54

t

ΑΜΦΙΡΗΤΟΣ.

6

.

54

.

1

Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με‐ γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ
5λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ
ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.310

7

pin

t

Τάδε ἔνεστιν ἐν τῷ ἑβδόμῳ τῶν Πολυαίνου στρατηγημάτων.

7

pin

col1

Δηϊόκης ........... α Ἀλυάττης ......... α Ψαμμήτιχος ........ α Ἄμασις ........... α
5Μίδας ............. α Κύρος ............. ι Ἅρπαγος .......... α Κροῖσος ........... β Καμβύσης .......... α
10Οἰβάρης ........... α Δαρεῖος ........... ζ Σιράκης ........... α Ζώπυρος ........... α Ὀρόντης .......... δ
15Ξέρξης ............ ε Ἀρταξέρξης ....... β Ὦχος ............. α Τισαφέρνης ........ β Φαρνάβαζος ........ α
20Γλὼς .............. α Δατάμης ........... ζ Κοσίγγας .......... α Μαύσωλος .......... β Βόγης ............ α
25Δρομιχαίτης ....... α
Ἀριοβαρζάνης ..... αColumn end

7

pin

col2

Αὐτοφραδάτης ...... γ Ἀρσάμης .......... β Μιθριδάτης ........ β Μέμψις ............ α
5Κερσοβλέπτης ...... α Σεύθης ............ α Ἀρτάβαζος ........ γ Ἀρυάνδης ......... α Βρέννος ........... β
10Μυγδόνιος ......... α Παιρισάδης ........ α Σεύθης ............ α Σείλης ............ α Ὀβόρζος .......... α
15Σουρήνας .......... α Κελτοὶ ............ α Θρᾷκες ............ α Σκύθαι ............ α Πέρσαι ............ α
20Περσίδες .......... α Ταῦροι ............ α Τρωιάδες .......... α Σαλματίδες ........ α Τυρρηνίδες ........ α
25Κελταὶ ............ α311

7

pro

t

ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ.

7

pro

1

Καὶ τόδε ὑμῖν ἕβδομον βιβλίον, ἱερώτατοι βασι‐ λεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγη‐ μάτων, ἐν ᾧ καταμάθοιτε ἂν καὶ τὰς τῶν βαρβάρων γνώμας οὐ παντάπασιν ἀστρατηγήτους· ἀλλὰ καὶ παρ’
5ἐκείνοις μηχανὴ καὶ δόλος καὶ ἀπάτη σπουδάζεται. ὥστε αὐτοί τε ὑμῖν αὐτοῖς ἐν τῷ πολέμῳ καὶ τοῖς ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ὀρθῶς ἂν παραγγέλλοιτε μὴ καταφρονεῖν ὡς ἀνοήτων ἢ ἀδόλων, ἀλλὰ τοὐναν‐ τίον μηδὲν οὕτως αὐτῶν πεφυλάχθαι ὡς τὸ δολερὸν
10καὶ ἄπιστον καὶ ἀπατηλὸν, οἷς μᾶλλον ἀγάλλεται τὸ βαρβαρικὸν ἢ τοῖς ὅπλοις. ἄριστον δὴ φυλακτήριον καὶ ἀνάλωτον ἔστω πρὸς αὐτοὺς ἀπιστία, μεθ’ ἧς ἰσχὺν τῶν ὅπλων ἕξομεν καὶ τὴν πρὸς αὐτοὺς τέχνην ὀξυτέ‐ ραν μελετήσομεν προμαθόντες αὐτῶν τὰς ἐννοίας τῶν
15στρατηγημάτων.

7

.

1

t

ΔΗΙΟΚΗΣ.

7

.

1

.

1

Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηι‐
όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἴσον ἔχειν αὐτοὺς312
5ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπ’ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθ’ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα
10δι’ αὐτοὺς παθὼν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ‐
15ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι‐ βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ‐ βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο.

7

.

2

t

ΑΛΥΑΤΤΗΣ.

7

.

2

.

1

Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά‐ μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις
5πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ‐ γειν αἰσχρῶς ἐβιάσαντο.

7

.

2

.

2

Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν
πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ313
5ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρα‐ σκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες.
10Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περι‐ στήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν.

7

.

3

t

ΨΑΜΜΗΤΙΧΟΣ.

7

.

3

.

1

Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ‐ λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ τῆς βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρ’
5αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο‐ γήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλὼν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν
10ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.

7

.

4

t

ΑΜΑΣΙΣ.

7

.

4

.

1

Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν
Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα τιμωμένων παρ’ αὐτοῖς, ἵν’ οὕτω προθυμότερον κιν‐ δυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδό‐314
5τους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες.

7

.

5

t

ΜΙΔΑΣ.

7

.

5

.

1

Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με‐ γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετ’ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ
5δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα‐ λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.

7

.

6

t

ΚΥΡΟΣ.

7

.

6

.

1

Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ
5τὰς γυναῖκας, παθόντες ἐπ’ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον πρὸς αὐτοὺς ἄλλης δεηθῆναι μάχης.

7

.

6

.

2

Κῦρος ἐν ταῖς πρὸς Κροῖσον ἀνοχαῖς ἀπήγαγε τὴν δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν
ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις.315

7

.

6

.

3

Κῦρος ἐκράτησε Σάρδεων· Κροῖσος κατέσχε τὴν ἀκρόπολιν ἀναμένων τὴν ἐκ τῆς Ἑλλάδος βοήθειαν. Κῦρος τοὺς οἰκείους τῶν μετὰ Κροίσου τὴν ἀκρόπολιν κατεχόντων δήσας ἔδειξε τοῖς πολιορκουμένοις τῷ κή‐
5ρυκι προστάξας ἀνειπεῖν, ὡς παραδοῦσι μὲν τὴν ἀκρό‐ πολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας.

7

.

6

.

4

Κῦρος μετὰ τὴν ἅλωσιν Κροίσου Λυδῶν πάλιν ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν
5γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολε‐
10μικώτατοι.

7

.

6

.

5

Κῦρος Βαβυλῶνα πολιορκῶν, ἐπειδὴ συνετέλεσε
τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, ἀνήγαγε τὸ στρατόπεδον μακροτάτῳ· Βαβυλώνιοι νομί‐ σαντες αὐτὸν ἀπεγνωκέναι τῆς πολιορκίας τὸ σφοδρὸν316
5τῶν φυλακῶν ἀνῆκαν. ὁ δὲ τὸν ποταμὸν ἀποστρέψας, τὴν δύναμιν ἐπαγαγὼν συντόμως κατὰ τὴν χώραν τοῦ ἀρχαίου ῥεύματος ὑπεισήγαγε τοὺς στρατιώτας καὶ τῆς Βαβυλῶνος ἐκράτησεν.

7

.

6

.

6

Κῦρος Κροίσῳ παρετάσσετο. Λυδοῖς ἦσαν ἱππεῖς πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου
5φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύ‐ γοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης.

7

.

6

.

7

Κῦρος Πέρσας ἀποστῆναι Μήδων ἔπεισεν ὧδε. δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σὺν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον,
5προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμο‐ λόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. ‘οὐκοῦν‘, ὁ Κῦρος ἔφη, ‘τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δου‐
10λείας ἀποστῆτε.‘ Πέρσαι μὴ μελλήσαντες ἀφίστανται καὶ βασιλέα Κῦρον στησάμενοι αὐτούς τε Μήδους κατέλυσαν καὶ τῆς ἄλλης Ἀσίας ἦρξαν.317

7

.

6

.

8

Κῦρος Βαβυλῶνα ἐπολιόρκει· Βαβυλώνιοι πολλῶν ἐτῶν σιτία ἔχοντες κατεγέλων τῆς πολιορκίας. Κῦρος διὰ μέσης τὸν Εὐφράτην ῥέοντα διώρυχα τεμὼν [εἰς] τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ
5οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν.

7

.

6

.

9

Κῦρος ἡττώμενος Μήδων κατέφυγεν ἐς Πασαρ‐ γάδας. πολλῶν Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς ‘αὔριον ἀφίξονται ἡμῖν σύμμαχοι δέκα μυριάδες ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν
5συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων.‘ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγ‐ γειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.

7

.

6

.

10

Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ ἰσομήκη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς εἴδωλα πώγω‐ νας ἔχοντα καὶ Περσικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν ὑπερ‐
5έχοντα (πυρὶ) τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ ἕτερα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας. ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπομαχομένη τὰς τοῦ Κύρου προσβολὰς, ἐπειδή τινες αὐτῶν ἐπιστραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, ἀνεβόησαν·318
10πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης. τὰς πύλας ἀνοίξαντες ἄλλος ἄλλῃ ἔφευ‐ γον· Κῦρος δὲ Σάρδεις κατὰ κράτος εἷλεν.

7

.

7

t

ΑΡΠΑΓΟΣ.

7

.

7

.

1

Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.

7

.

8

t

ΚΡΟΙΣΟΣ.

7

.

8

.

1

Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνι‐ κοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ
5μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπον‐
δὰς πρὸς Κροῖσον ἐποιήσατο.319

7

.

8

.

2

Κροῖσος ἡττηθεὶς περὶ Καππαδοκίαν ὑπὸ Κύρου, βουλόμενος ἀποδρᾶναι προσέταξε τοῖς στρατιώταις ξύλα πολλὰ κομίζειν. ταῦτα νήσας ἐπὶ τῆς ὁδοῦ στενῆς οὔσης, ἐπεὶ νὺξ ἦν, αὐτὸς μὲν τὴν δύναμιν ὑπεξῆγε
5σπουδῇ πολλῆ, ἱππεῖς δὲ τοὺς ἐλαφροτάτους κατέλιπεν ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας. Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διώκειν ἐκωλύετο.

7

.

9

t

ΚΑΜΒΥΣΗΣ.

7

.

9

.

1

Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρ‐ τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο‐ λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα‐ πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα
5σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλὼν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.

7

.

10

t

ΟΙΒΑΡΗΣ.

7

.

10

.

1

Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς
πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· ‘ὅτου δ’ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς320
5ἔστω οὗτος.‘ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ‐
10οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη‐ δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.

7

.

11

t

ΔΑΡΕΙΟΣ.

7

.

11

.

1

Δαρεῖος παρετάσσετο Σκύθαις. λαγὼς διήιξε παρὰ τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. Δαρεῖος δὲ ‘ἄξιον‘ ἔφη ‘Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα‐
5λιπόντες τὸν λαγωὸν διώκουσι‘. καὶ δὴ τὸ ἀνακλητι‐ κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.

7

.

11

.

2

Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι μετὰ τῶν ἑπτὰ Περσῶν, ἵνα ἐν σκότῳ δύναιντο γι‐ γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ
τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς321
5ἐς μέτωπον περιαγαγεῖν, ἵνα σημεῖον ᾖ [τὸ] ἅμμα τῆς τιάρας (χουμίτρας) ἁπτομένοις τοῦ μετώπου.

7

.

11

.

3

Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σα‐ τράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς
5ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη‐ σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.

7

.

11

.

4

Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν—ἦσαν ἐν αὐτῷ
5τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες—, ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες.
10Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν, οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.

7

.

11

.

5

Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τει‐ χῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες
ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν στρατιὰν οὐ προσῆγε τοῖς τείχεσιν, ἀλλ’ οὐδὲ τὴν χώ‐322
5ραν ἔβλαπτε, προσποιούμενος δὲ ἀναμένειν συμμαχίαν μείζονα τὴν ἡσυχίαν ἦγε. τῶν δὲ Καλχηδονίων τειχο‐ φυλακούντων ἀπὸ τοῦ καλουμένου Ἀφασίου λόφου, πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν
10ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀνα‐ μείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων.

7

.

11

.

6

Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν‐ των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ
5τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα‐ πατώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά‐ ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν
10ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.

7

.

11

.

7

Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ
σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμ‐ φιν. ἔτυχον δὲ Αἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα323
5κατ’ ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέ‐ γραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν.

7

.

12

t

ΣΙΡΑΚΗΣ.

7

.

12

.

1

Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Ἀμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωρίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια‐
5φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη
10παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί‐ στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι‐ καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ ‘τιμωρίαν παρὰ Περσῶν‘ ἔφη ‘λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ
15ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, ἐφ’ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.‘ ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ,324
20προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα‐ στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου ‘τί σοι ἔδοξεν‘ εἰπόντος ‘ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ‐
25δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;‘ ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ‘ἐγὼ‘ ἔφη ‘νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.‘ ὁ μὲν χιλίαρχος τοῦ
30Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δ’ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι‐ κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ—ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου—ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι
35Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσώθησαν ἐπὶ Βάκ‐ τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διε‐
40φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ‐ ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα‐
βυλωνίους ἐξαπατήσας ἐχειρώσατο.325

7

.

13

t

ΖΩΠΥΡΟΣ.

7

.

13

.

1

Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά‐ πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι
5τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ‘ἀλλ’ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό‐ μην ἂν, ἐφ’ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.‘

7

.

14

t

ΟΡΟΝΤΗΣ.

7

.

14

.

1

Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε ‘Τηρίβαζον Κύπρου σατράπην ἄγε μοι δεδεμένον‘. Ὀρόντης, ἐδε‐ δοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου
5κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί‐ λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ
συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος.326

7

.

14

.

2

Ὀρόντης ἀποστὰς ἐπολέμει τοῖς βασιλέως στρατη‐ γοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ
5χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκρο‐ τοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπι‐ λέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε
10καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον, Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο.

7

.

14

.

3

Ὀρόντης ἐν Κύμῃ παρετάξατο Αὐτοφραδάτῃ μυ‐ ρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλλη‐ νας. πρῶτον μὲν δὴ προσέταξε τοῖς Ἕλλησιν ἐπιστρα‐ φῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ
5ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐὰν
πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον327
10εἰς τοὔμπροσθεν ἐμβῆναι. οἱ μὲν δὴ ἐνέβησαν, οἱ δὲ ἱππεῖς νομίσαντες ἐπάγειν αὐτοὺς ἐκκλίναντες ἔφευγον.

7

.

14

.

4

Ὀρόντης πολλοὺς τῶν συμμάχων ἀποβαλὼν, οὓς Αὐτοφραδάτης ἐνέδρᾳ διέφθειρε, καθῆκε λογοποιοὺς διαγγέλλοντας, ὡς ἐγγὺς εἴησαν οἱ μισθοφόροι, ὥστε καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρ‐
5βάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλλη‐ νικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ἑλλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς βαρβάροις. Αὐτοφραδάτης ἰδὼν τὰ Ἑλληνικὰ ὅπλα,
10οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον ἔφυγεν.

7

.

15

t

ΞΕΡΞΗΣ.

7

.

15

.

1

Ξέρξης ἐπὶ τὴν Ἑλλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ἑλλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε‐
5ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν.

7

.

15

.

2

Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρα‐ τοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ
περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, ‘ἄπιτε τοίνυν‘ ἔφη ‘καὶ τοῖς Ἕλλησιν ἀπαγγείλατε, ὅσα328
5ἐμοῦ δεικνύντος ἑωράκατε.‘

7

.

15

.

3

Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά‐ ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ‘ποῖ πλεῖτε;‘
5φησάντων ἐς τὴν Ἑλλάδα, ‘καὶ ἡμεῖσ‘ ἔφη ‘ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.‘ ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον.

7

.

15

.

4

Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόν‐ των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι.

7

.

15

.

5

Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ
5νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.

7

.

16

t

ΑΡΤΑΞΕΡΞΗΣ.

7

.

16

.

1

Ἀρταξέρξης ἐπὶ τὴν Τισαφέρνους σύλληψιν κατέ‐ πεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν
πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, ἐπιτρέπων αὐτῷ τὰ πάντα, τὴν δὲ πρὸς Ἀριαῖον, ὅπως329
5αὐτὸν συλλάβοι μετὰ Τιθραύστου. Ἀριαῖος ἀναγνοὺς τὴν ἐπιστολὴν ἐν Κολοσσαῖς τῆς Φρυγίας καλεῖ Τισα‐ φέρνην ὡς ὁμοῦ βουλεύσασθαι δέον τά τε ἄλλα καὶ περὶ τῶν Ἑλλήνων. ὁ δὲ μηδὲν ὑπιδόμενος τὸ μὲν στρατόπεδον κατέλιπεν ἐν Σάρδεσιν, αὐτὸς δὲ μετὰ
10τριακοσίων λογάδων Ἀρκάδων καὶ Μιλησίων ἀφικό‐ μενος ἐν Ἀριαίου κατέλυεν· ἤδη δὲ περὶ λουτρὸν ἔχων τὸν ἀκινάκην ἀπέθετο. Ἀριαῖος μετὰ τῶν θεραπευτήρων συναρπάσας αὐτὸν, καθείρξας εἰς ἁρμάμαξαν κατερραμ‐ μένην ἄγειν Τιθραύστῃ παρέδωκεν. ὁ δὲ μέχρι μὲν
15Κελαινῶν ἐγκατερραμμένον ἤγαγεν, ἐνταῦθα δὲ ἀποτε‐ μὼν αὐτοῦ τὴν κεφαλὴν ἀνεκόμισε βασιλεῖ. βασιλεὺς δὲ ἔπεμψε τῇ μητρὶ Παρυσάτιδι, ἣ μάλιστα ἐσπουδάκει τίσασθαι Τισαφέρνην ἐπὶ τῇ Κύρου τελευτῇ. ἔμελλον δὲ ἄρα καὶ ὅσαι τῶν Ἑλλήνων τῶν Κυρείων μητέρες
20ἢ γυναῖκες λαμπρὸν ὀλολύζειν Τισαφέρνου δίκας δόντος τῆς ἐς τοὺς Ἕλληνας ἀπάτης.

7

.

16

.

2

Ἀρταξέρξης τὸν πόλεμον ἠγωνοθέτει τοῖς Ἕλλησιν ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις. ἀεὶ γὰρ ἐπανισῶν τὸ ἐλαττούμενον τὴν ἰσχὺν τοῦ νικῶντος κατέλυεν.

7

.

17

t

ΩΧΟΣ.

7

.

17

.

1

Ὦχος Ἀρταξέρξου τοῦ πατρὸς αὐτῷ τελευτήσαντος εἰδὼς, ὅτι περιὼν μὲν ὁ πατὴρ φοβερὸς ἦν τοῖς ὑπη‐ κόοις, μετὰ δὲ τὴν τούτου τελευτὴν αὐτὸς εὐκατα‐ φρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς
5καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ μῆνας δέκα· ἐν δὲ τούτοις τὴν βασιλικὴν σφραγῖδα διαπέμπων ἐξ ὀνόματος τοῦ πατρὸς προσέταξεν Ὦχον ἀναγορεῦσαι βασιλέα. ἐπεὶ δὲ πάντες ἀνηγόρευσαν καὶ ὑπήκουσαν, τότε ὡμολόγησε τὸν θάνατον τοῦ330
10πατρὸς καὶ τὸ βασίλειον πένθος ἐπήγγειλε κατὰ τοὺς Περσῶν νόμους.

7

.

18

t

ΤΙΣΑΦΕΡΝΗΣ.

7

.

18

.

1

Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακα‐ θισάμενος τὰς παλλακίδας· τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς,
5Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο‐ χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας.

7

.

18

.

2

Τισαφέρνης ἐμβαλεῖν ἐς Μίλητον καὶ τοὺς φυγά‐ δας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκο‐
5μίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συν‐ θήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας
10Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο.331

7

.

19

t

ΦΑΡΝΑΒΑΖΟΣ.

7

.

19

.

1

Φαρνάβαζος κατὰ Λυσάνδρου Λακεδαιμονίοις ἔγρα‐ ψεν· οἱ δὲ ἀπὸ τῆς Ἀσίας αὐτὸν ἀνεκαλέσαντο σκυτά‐ λην πέμψαντες. Λύσανδρος ἱκετεύει Φαρνάβαζον ἄλλην ἐπιστολὴν ὑπὲρ αὑτοῦ γράψαι φιλάνθρωπον. Φαρνά‐
5βαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύ‐ σανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα
10τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθ’ αὑτοῦ γράμματα κομίσαντα.

7

.

20

t

ΓΛΩΣ.

7

.

20

.

1

Γλῶς ἦν ἐν Κύπρῳ. τῶν δὲ ἀμφ’ αὐτὸν Ἑλλή‐ νων τοῖς ἐν Ἰωνίᾳ κατ’ αὐτοῦ γραφόντων βουλόμε‐ νος εὑρεῖν τοὺς αἰτίους τριήρη καθείλκυσε καὶ τοῖς ἐρέταις ἔδωκεν ἐφόδιον καὶ πλεῖν ἐκέλευσεν ἐπ’ Ἰωνίας.
5τοῦ κυβερνήτου τὴν ἀναγωγὴν ἐπίτηδες ἀναβαλλομένου πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προσ‐ ωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη
προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστο‐332
10λάς, ἐν αἷς τοὺς κατ’ αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων [ὃν] οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν.

7

.

21

t

ΔΑΤΑΜΗΣ.

7

.

21

.

1

Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μι‐ σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· ‘καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα.‘
5ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὁδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο‐ μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο‐ σμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα
10ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη
15δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ‐ χασαν οὐκ ἀπαιτοῦντες.

7

.

21

.

2

Δατάμης ἐπιβουλεύων Σινωπεῦσι ναυτικὸν ἔχου‐
σιν αὐτὸς ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην333
5ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρ’ αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰν χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας
10οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν χρησάμενος ναῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν.

7

.

21

.

3

Δατάμης Εὐφράτην διαβὰς ἐπολέμει μεγάλῳ βα‐ σιλεῖ· ὁ δὲ μετὰ πολλῆς δυνάμεως ἐπῄει οὐ πάνυ τῶν ἐπιτηδείων εὐπόρως ἔχων, σχολαίτερον ὁδεύων. Δατά‐ μης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς
5ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατ’ αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενε‐ στάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας
10ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπι‐ σθεν ὠθούντων, τῶν δὲ διανηξαμένων ἔμπροσθεν
ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλὼν ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς334
15ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφ‐ ικέσθαι.

7

.

21

.

4

Δατάμης μαθὼν, ὡς ἐπιβουλεύοιτο ὑπὸ στρατιωτῶν ἰδίων, [ἐν] Ἀσπενδίῳ [πεδίῳ] μέλλων συμβαλεῖν πολε‐ μίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν
5ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες.

7

.

21

.

5

Δατάμης πολιορκῶν Σινώπην, γράμματα παρὰ βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς
5ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν.

7

.

21

.

6

Δατάμης Αὐτοφραδάτην διώκοντα φεύγων ἧκεν ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκη‐ νὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν
5ὄπισθεν οὐκ ἐάσας, ἀλλ’ οὐδὲ τοῖς στρατιώταις ἀπο‐ θέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τ’ ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρα‐ σκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ
10διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο.335

7

.

21

.

7

Δατάμης πολεμίοις παρετάσσετο. ἐν τῷ κινδύνῳ τῆς μάχης ἵππαρχος ἀπὸ κέρως εὐωνύμου τοὺς ἱππέας ἀναλαβὼν ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην
5τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς. ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἱππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν
10προδοσίαν τῶν ἱππέων.

7

.

22

t

ΚΟΣΙΓΓΑΣ.

7

.

22

.

1

Θρᾴκια ἔθνη Κεβρήνιοι καὶ Συκαιβόαι. παρὰ τούτοις νόμος τῆς Ἥρας τοὺς ἱερεῖς ἡγεμόνας ἔχειν. ἦν αὐτοῖς ἱερεὺς καὶ ἡγεμὼν Κοσίγγας. οἱ Θρᾷκες οὐκ ἐπειθάρ‐ χουν. ὁ Κοσίγγας κλίμακας πολλὰς καὶ μεγάλας ξυλί‐
5νας ἤγειρε συνθεὶς ἄλλας ἐπ’ ἄλλαις καὶ οἷος ἦν ἐς τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν
Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπ‐336
10ακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν.

7

.

23

t

ΜΑΥΣΩΛΟΣ.

7

.

23

.

1

Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν ὑπεκρίνατο ‘βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν‘. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει‐
5μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφ’ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν.

7

.

23

.

2

Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ‐ δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἱδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους
5πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δὴ χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρ’ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἐφέσιον. οἱ δὲ
παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν.337
10Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ‐ γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ‐
15κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.

7

.

24

t

ΒΟΓΗΣ.

7

.

24

.

1

Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο‐ λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ
5πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν.

7

.

25

t

ΔΡΟΜΙΧΑΙΤΗΣ.

7

.

25

.

1

Δρομιχαίτης Θρᾳκῶν βασιλεὺς, Λυσίμαχος Μα‐ κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο
5καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τοὺς Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο‐ μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετ’ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμάχειοι ἀνδρῶν μυριάδες δέκα.338

7

.

26

t

ΑΡΙΟΒΑΡΖΑΝΗΣ.

7

.

26

.

1

Ἀριοβαρζάνης Ἀδραμύττιον κατέχων ἐπολιορκεῖτο ὑπ’ Αὐτοφραδάτου καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. βουλόμενος δὲ τὰ ἐπιτήδεια καὶ στρατιώτας εἰσαγαγεῖν καὶ ὑπὸ τῶν πολιορκούντων εἰργόμενος ἐντέλλεται τῷ
5φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑπο‐ κρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πι‐ στεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος
10ἐπιτηδείων καὶ συμμάχων.

7

.

27

t

ΑΥΤΟΦΡΑΔΑΤΗΣ.

7

.

27

.

1

Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσ‐ ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ‐
5λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν
ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα‐ μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ‐ θησεν.339

7

.

27

.

2

Αὐτοφραδάτης Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς πλείονας ἀδολεσχοῦντας καὶ περιπατοῦντας προὐκαλέσατο τοὺς ἄρχοντας αὐτῶν προελθεῖν καὶ διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν
5προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφε‐ σίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.

7

.

27

.

3

Αὐτοφραδάτης μισθοφόρους ἐξαγαγεῖν βουλόμενος ἐπὶ μάχην λογοποιοὺς καθῆκεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον, ἵνα τῶν μὴ παραγενομένων μηδὲ καθοπλισαμένων τὸν μισθὸν ἀποστερήσειεν. οἱ στρα‐
5τιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήτ‐ τουσα.

7

.

28

t

ΑΡΣΑΜΗΣ.

7

.

28

.

1

Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ‐
κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι340
5τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἁρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετ’ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά‐ μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι‐
10τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν‐ των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες.

7

.

28

.

2

Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν, συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπ’ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ, αὐτομολήσειν πρὸς
5αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ‐ τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ‐
10ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ‐ λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει‐ μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου
15δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν
ἐν τῇ φυγῇ διεφθείροντο.341

7

.

29

t

ΜΙΘΡΙΔΑΤΗΣ.

7

.

29

.

1

Μιθριδάτῃ βασιλεὺς προσέταξεν ‘ἀποστάντα Δατά‐ μην κτεῖνε ἢ ἄγε‘. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ.
5καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χωρίῳ τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια
10πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ‐ κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα‐ σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε‐ λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας
15ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν.

7

.

29

.

2

Μιθριδάτης ἐν Παφλαγονίᾳ καταφυγὼν ἐς πόλιν, ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκον‐
5τες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠφέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο.342

7

.

30

t

ΜΕΜΨΙΣ.

7

.

30

.

1

Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν
5τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν.

7

.

31

t

ΚΕΡΣΟΒΛΕΠΤΗΣ.

7

.

31

.

1

Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπ’ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα
5μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν.

7

.

32

t

ΣΕΥΘΗΣ.

7

.

32

.

1

Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη‐ μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων
χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου,343
5καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο.

7

.

33

t

ΑΡΤΑΒΑΖΟΣ.

7

.

33

.

1

Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέ‐ θεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς
5ἀναλαμβάνειν.

7

.

33

.

2

Ἀρτάβαζος ὑποπτεύσας Παμμένη κοινολογεῖσθαι τοῖς πολεμίοις ἐκάλεσεν αὐτὸν ὡς δῶρα δώσων καὶ σῖτον τοῖς στρατιώταις μετρήσων. ἐλθόντα συλλαβὼν τὸ στρατόπεδον τοῖς ἀδελφοῖς Ὀξύθρᾳ καὶ Διβίκτῳ
5παρέδωκεν.

7

.

33

.

3

Ἀρτάβαζος Φαρνάκου φεύγων ἐκ Πλαταιῶν προῆλ‐ θεν ἐς Θετταλίαν. τῶν δὲ Θετταλῶν ἐρομένων περὶ τῆς μάχης δείσας ὁμολογῆσαι τὴν ἧτταν, αὐτὸς μὲν ἔφη σπεύδειν ἐς Θρᾴκην πράξων βασιλέως ἀπόρρητα,
5Μαρδόνιος δὲ νενικηκὼς ἕπεται καὶ τὰ ἔργα τῆς νίκης
αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θεττα‐ λίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον.344

7

.

34

t

ΑΡΥΑΝΔΗΣ.

7

.

34

.

1

Ἀρυάνδης τὴν Βαρκαίων πόλιν πολιορκῶν, νυκτὸς ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθ’ ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ
5τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφ’ ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφ’ ἧς ὤμοσαν.

7

.

35

t

ΒΡΕΝΝΟΣ.

7

.

35

.

1

Βρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ‐ κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους,
5τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι‐ βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ‘ἡμεῖσ‘, εἶπεν, ‘οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς
10πολεμήσομεν‘. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή‐
σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα.345

7

.

35

.

2

Βρέννος Γαλάτας ἀγαγὼν ἐπὶ τὴν Ἑλλάδα, θεώ‐ μενος τοὺς ἐν Δελφοῖς χρυσοῦς ἀνδριάντας, προσ‐ καλεσάμενος Δελφοὺς αἰχμαλώτους διὰ τοῦ ἑρμηνέως ἤρετο, εἰ στερεὸν εἴη τὸ χρυσίον τῶν ἀναθημάτων.
5εἰπόντων δὲ ‘τὰ μὲν ἔνδον ἐστὶ χαλκὸς, τὰ δὲ ἔξωθεν χρυσὸς ἐπελήλαται λεπτόσ‘, ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐ‐ ναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς
10καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προσ‐ ταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προ‐ θυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας.

7

.

36

t

ΜΥΓΔΟΝΙΟΣ.

7

.

36

.

1

Μυγδόνιος πολεμίων προσκαθημένων λιμῷ πιε‐ ζόμενος, σωροὺς ὑπερμεγέθεις γῆς καὶ λίθων ἐν τῇ ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους
5καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμ‐ ψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ
10ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρα‐ σκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν.346

7

.

37

t

ΠΑΙΡΙΣΑΔΗΣ.

7

.

37

.

1

Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πο‐ λεμίους ἐκινδύνευεν, [ἐν] ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν
5ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα‐ φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν‐ τίοις γνώριμος.

7

.

38

t

ΣΕΥΘΗΣ.

7

.

38

.

1

Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερ‐ ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους δι’ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς
5ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε‐ μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετ’
10αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ‐ νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ
Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν.347

7

.

39

t

ΣΕΙΛΗΣ.

7

.

39

.

1

Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ δι’ ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δ’ ἂν
5βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην Ῥάνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην
10χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα‐ μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν.

7

.

40

t

ΟΒΟΡΖΟΣ.

7

.

40

.

1

Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα
5κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ‐ μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ
10νυκτὸς ἀφανῆ ἐγένοντο.348

7

.

41

t

ΣΟΥΡΗΝΑΣ.

7

.

41

.

1

Σουρήνας Παρθυαίων ἡγούμενος Κράσσον μετὰ πολλῆς ἥττης ἀναχωροῦντα καὶ διὰ τῶν ὀρειοτέρων ὁδεύειν πειρώμενον, τὴν ἐξ ἀπονοίας μάχην φοβούμενος ἔπεμψε πρεσβευτὴν ὡς αὐτὸν λέγοντα ‘συντίθεταί σοι
5φιλίαν βασιλεὺς μέγας· δείξας Ῥωμαίοις ἀνδρίαν νῦν δεῖξαι βούλεται φιλανθρωπίαν‘. Κράσσος δόλον ὑφ‐ ορώμενος οὐκ ἐπείθετο. οἱ στρατιῶται ἀθυμοῦντες καὶ ἀπειρηκόντες ἐβιάσαντο αὐτὸν τὰ ὅπλα κρούσαντες πιστεῦσαι τῷ βαρβάρῳ. Κράσσος ἄκων πεζὸς ἐβάδιζε.
10Σουρήνας φιλοφρονούμενος δὴ ἵππον χρυσοχάλινον αὐτῷ παρέστησεν, ἐφ’ οὗ καθίσαι προσέταξεν. ὁ μὲν δὴ ἀναβαίνει τὸν ἵππον, ὁ δὲ βάρβαρος ἱπποκόμος κεντρίσας ἐπετάχυνε τοῦ ἵππου τὸν δρόμον, ὅπως τὸν Κράσσον ἐς τὸ πλῆθος ἐξενέγκοι τῶν Παρθυαίων.
15Ὀκτάουιος, τῶν περὶ Κράσσον ἡγεμόνων, συνεὶς τῆς ἀπάτης λαμβάνεται τῶν χαλινῶν, καὶ μετ’ ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, ὥστε τὸν μὲν ἱπποκόμον Ὀκτάουιος κτινύει σπασάμενος τὸ ξίφος, τὸν δὲ Ὀκτά‐ ουιον ἄλλος τις τῶν Παρθυαίων, τὸν δὲ Κράσσον
20Ἐξάθρης Παρθυαῖος· καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν
δεξιὰν ἀποκόψας ἐκόμισε πρὸς μέγαν βασιλέα Παρ‐ θυαίων Ὑρώδην. ἔτυχε δὲ βασιλεὺς κατ’ ἐκεῖνο τῆς ὥρας ἑστιώμενος καὶ παρὰ τὸν πότον ἀκροώμενος Ἰάσονος Τραλλιανοῦ τραγῳδοῦ ὑποκρινομένου Βάκχας349
25Εὐριπίδου. ὁ μὲν δὴ τραγῳδὸς ᾖδεν ἐκεῖνα τὰ μέλη
φέρομεν ἐξ ὄρεος
[ἕλικα] νεότομον ἐπὶ μέλαθρον,
μακάριον θήραν. οἱ δὲ τὴν τοῦ Κράσσου κεφαλὴν κομίζοντες τῷ βασιλεῖ
30προσήνεγκαν. ἐπὶ τούτῳ μεγάλη βοὴ καὶ πολὺς κρότος ἐγένετο, ὥστε ὁ μὲν Ἐξάθρης ἀναπηδήσας ἔφη ‘ἐμοὶ ταῦτα μᾶλλον τὰ μέλη προσήκει ᾄδειν ἢ τῷ τραγῳδῷ‘. βασιλεὺς (μὲν) ἡσθεὶς τοῦτον μὲν ἐτίμησεν οἷς πάτριον ἦν, τῷ δὲ Ἰάσονι τῷ τραγῳδῷ τάλαντον ἔδωκεν.

7

.

42

t

ΚΕΛΤΟΙ.

7

.

42

.

1

Κελτοὶ στρατεύουσιν ἐπὶ Αὐταριάτας καὶ ἦν πό‐ λεμος μακρός. οἱ μὲν Κελτοὶ τὰς τροφὰς καὶ τὸν οἶνον πόαις δηλητηρίοις καταφαρμακεύουσι καὶ κατα‐ λιπόντες ἐν ταῖς σκηναῖς αὐτοὶ νύκτωρ ἔφευγον· οἱ
5δὲ Αὐταριᾶται πιστεύσαντες, ὡς φοβηθέντες ἀποδι‐ δράσκοιεν, κατελάβοντο τὰς σκηνὰς καὶ τῷ οἴνῳ καὶ ταῖς τροφαῖς ἀνέδην ἐχρήσαντο καὶ παραυτίκα ὑπὸ διαρροίας ἀκρατοῦς λυθέντες [ἔκειντο]. Κελτοὶ δὲ
ἐπελθόντες κειμένους φονεύουσιν.350

7

.

43

t

ΘΡΑΙΚΕΣ.

7

.

43

.

1

Θρᾷκες παραταξάμενοι Βοιωτοῖς παρὰ τὴν Κω‐ παΐδα λίμνην, ἡττηθέντες, ἐς τὸν Ἑλικῶνα καταφυ‐ γόντες ἐσπείσαντο τοῖς Βοιωτοῖς ἡμέρας τινὰς, ἐν αἷς βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρ‐
5ροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολ‐ λοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιω‐ μένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρί‐
10ναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι.

7

.

44

t

ΣΚΥΘΑΙ.

7

.

44

.

1

Σκύθαι Τριβαλλοῖς παρατάσσεσθαι μέλλοντες παρ‐ ήγγειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφορβοῖς, ἐπειδὰν αἴσθωνται συμβαλόντας αὐτοὺς τοῖς πολεμίοις, ἐπι‐ φανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐπελαύνον‐
5τας. οἱ μὲν ἐπεφάνησαν, οἱ δὲ Τριβαλλοὶ πολὺ πλῆθος ἀνθρώπων καὶ ἵππων πόρρωθεν ἰδόντες κονιορτὸν ἐγειρόμενον, βοὴν αἰρομένην, νομίσαντες τοὺς ἄνω Σκύθας ἥκειν αὐτοῖς συμμάχους ἔφυγον φοβηθέντες.

7

.

44

.

2

Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημά‐ μεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο. πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι· Σκύ‐351
5θης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευσεν ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέτας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμησαν, οἱ δὲ τὸ συν‐ ειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες
10ᾤχοντο.

7

.

45

t

ΠΕΡΣΑΙ.

7

.

45

.

1

Πέρσαι περὶ Μυκάλην Σαμίους καὶ Μιλησίους ὑπόπτους ἔχοντες ἐκέλευσαν αὐτοὺς τὰ τῆς Μυκάλης ἄκρα φυλάττειν, λόγῳ μὲν ὡς ἐμπείρους τῆς χώρας, ἔργῳ δὲ, ἵνα μὴ παρόντες διαφθείροιεν καὶ τοὺς
5ἄλλους Ἴωνας. ΠΕΡΣΙΔΕΣ.

7

.

45

.

2

Πέρσαι Μήδοις παρετάσσοντο. Περσῶν Κῦρος ἡγεῖτο. Κύρου σατράπης Οἰβάρης ἦρξε φυγῆς, καὶ ὅσων ἡγεῖτο Περσῶν, πάντες τῷ σατράπῃ συνέφευγον. ἔνθα δὴ αἱ Περσίδες ἀπαντώμεναι τοῖς φεύγουσιν,
5ἀνασυράμεναι τοὺς χιτωνίσκους ‘ποῖ‘ ἔφασαν ‘φεύγετε;
ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε;‘ ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς Πέρσας καὶ ἀνα‐ στρέψαντες ἐπὶ τὴν μάχην τοὺς Μήδους ἐς φυγὴν ἐτρέψαντο.352

7

.

46

t

ΤΑΥΡΟΙ.

7

.

46

.

1

Ταῦροι Σκυθικὸν γένος ἀεὶ παρατάττεσθαι μέλλον‐ τες τὰς ὄπισθεν ὁδοὺς ἀνασκάπτουσιν καὶ ποιήσαντες ἀβάτους οὕτως ἀγωνίζονται, ἵνα μὴ δυνάμενοι φυγεῖν ἢ κρατοῖεν ἢ ἀποθνήσκοιεν.

7

.

47

t

ΤΡΩΙΑΔΕΣ.

7

.

47

.

1

Πελληνεῖς ἀναπλέοντες ἐκ Τροίας κατέσχον εἰς τὴν Φλέγραν. αἰχμάλωτοι Τρωιάδες τῶν Ἑλλήνων ἐπὶ γῆν ἀποβάντων οὐ φέρουσαι τὴν ἄλην τὰς ναῦς κατέπρησαν. ἔπειθεν τὰς αἰχμαλώτους Αἰθία, Πρι‐
5άμου ἀδελφή· οἱ δὲ Ἕλληνες ἀπορίᾳ σκαφῶν κατε‐ λάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προσ‐ ηγόρευσαν.

7

.

48

t

ΣΑΛΜΑΤΙΔΕΣ.

7

.

48

.

1

Ἀννίβας ἐν Ἰβηρίᾳ πόλιν μεγάλην Σαλματίδα ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀρ‐
γυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀπο‐353
5διδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύ‐ ουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις
10κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέ‐ θεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέ‐
15βαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέ‐ δωκε δι’ αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα.

7

.

49

t

ΤΥΡΡΗΝΙΔΕΣ.

7

.

49

.

1

Τυρρηνῶν οἱ Λῆμνον καὶ Ἴμβρον κατασχόντες ἐξελασθέντες ὑπ’ Ἀθηναίων, ἐς Ταίναρον κατασχόντες
Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον συνεμαχέ‐ σαντο. πολιτείας δὲ καὶ ἐπιγαμίας τυχόντες, οὐ μὴν354
5ἀρχῆς οὐδὲ βουλῆς μετασχόντες ὑπόνοιαν ἔσχον ὡς νεωτερίζοντες καὶ συλληφθέντες ὑπὸ Λακεδαιμονίων ἐφυλάσσοντο. αἱ δὲ τῶν φρουρουμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρ‐ εῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας.
10ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται [καὶ] περι‐ καλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας.
15οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτι‐ κὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυ‐ κεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυ‐ ναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς
20ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν.

7

.

50

t

ΚΕΛΤΑΙ.

7

.

50

.

1

Κελτοῖς στάσις ἦν ἐμφύλιος. ἤδη δὲ καὶ ἐς πόλε‐ μον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν [ἐν μέσῳ] στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιή‐
5σασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν355
10ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι
Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν.356

8

pin

t

Τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ τῶν Πολυαίνου στρατηγημάτων.

8

pin

col1

Ἀμούλιος ........... α Νεμέτωρ ............ α Ῥωμύλος ........... β Νουμᾶς ............. α
5Τύλλος ............. α Ταρκυΐνιος ......... α Κάμιλλος ........... β Μούκιος ............ α Σύλλας ............. β
10Μάριος ............. γ Μάρκελλος .......... α Ἀτίλιος ........... α Γάϊος .............. α Φάβιος ............. δ
15Κόϊντος ............ α Σκιπίων ............ η Κάτων .............. α Δαῦνος ............. α Τίτος .............. α
20Γάϊος .............. α Πεινάριος .......... α Σερτώριος .......... α Καῖσαρ ............. λγ Σεβαστὸς ........... ζ
25Ῥωμαῖοι ........... γColumn end

8

pin

col2

Σεμίραμις .......... α Ῥοδογούνη ......... α Τόμυρις ............ α Νίτητις ............ α
5Φιλῶτις ............ α Κλοιλία ............ α Πορκία ............. α Τελέσιλλα .......... α Χειλωνὶς ........... α
10Πιερία ............. α Πολυκρίτη .......... α Λαμψάκη ............ α Ἀρεταφίλα ......... α Κάμμα .............. α
15Τιμόκλεια .......... α Ἐρυξὼ ............. α Πυθόπολις .......... α Χρυσάμη ............ α Πολύκλεια .......... α
20Λέαινα ............. α Θεμιστὼ ............ α Φερετίμα ........... α Ἀξιοθέα ........... α Ἀρχίδαμις ......... α
25Λαοδίκη ............ α357

8

pin

col3

Θεανὼ .............. α Δηϊδάμεια .......... α Ἀρτεμισία ......... α Μανία .............. α
5Τιργαταὼ ........... α Ἀμάγη ............. α Ἀρσινόη ........... α Κρατησίπολις ....... α Ἱέρεια ............ α
10Κύννα .............. α
Μύστα .............. αColumn end

8

pin

col4

Ἐπίχαρις .......... α Μιλησία ............ α Μηλίαι ............. α Φωκίδες ............ α
5Χῖαι ............... α Θάσιαι ............. α Ἀργολίδες ......... α Ἀκαρνανίδες ....... α Κυρηναῖαι .......... α
10Λάκαιναι ........... α358

8

pro

t

ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ.

8

pro

1

Καὶ τόδε ὑμῖν ὄγδοον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ὥστε συντετελεσμένης τῆς συντάξεως, ἣν ὑπεσχόμην, εὔχομαι ὑμῖν [μὲν] μετὰ τῆς στρατηγικῆς ἀρετῆς τέλος
5ἀγαθὸν ἐν τοῖς πολέμοις γενέσθαι, ἐμαυτῷ δὲ ψῆφον παρ’ ὑμῶν δικαίαν, ὅτι προαιρέσει βίου καὶ λόγου δικα‐ νικοῦ χρώμενος οὐκ ἀμελῶ συγγράφειν, ὅσα γένοιτ’ ἂν ὠφέλιμα ὑμῖν τε αὐτοῖς καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ τοῖς Ἕλλησιν, ἤν τε πολεμῶμεν ἤν τε τὴν εἰρήνην ἄγωμεν.
10ἐν μὲν γὰρ πολέμῳ ταῦτά ἐστι νίκης γυμνάσματα, ἐν δὲ εἰρήνῃ γνώμης παιδεύματα, τὴν δόξαν ἀθάνατον παρὰ τῆς ὑμετέρας βασιλείας λαβόντα.

8

.

1

t

ΑΜΟΥΛΙΟΣ.

8

.

1

.

1

Ἀμούλιος καὶ Νεμέτωρ ἀδελφοί. νεώτερος Ἀμούλιος δυνάμει βιασάμενος βασιλεὺς Ἄλβης ἐγένετο. τὸν μὲν δὴ Νεμέτορα τὸν ἀδελφὸν ἐφρούρει, θυγατέρα δὲ αὐτοῦ Σιλουίαν, ἵνα μὴ παῖδες ἐξ αὐτῆς γένοιντο,
5τιμωροὶ τῆς Ἀμουλίου παρανομίας, ἀπέφηνεν ἱέρειαν τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθε‐
νεύεσθαι.359

8

.

2

t

ΝΕΜΕΤΩΡ.

8

.

2

.

1

Ῥέμος καὶ Ῥωμύλος Ἄρεως καὶ Σιλουΐας παῖδες ἐπέθεντο Ἀμουλίῳ. θόρυβος ἀπὸ τῆς ἄκρας ἐς τὴν πόλιν ἐφέρετο. Νεμέτωρ εἰδὼς τὰ δρώμενα πρὸς τοὺς πολίτας ἔφη ‘πολεμίων ἔφοδος γέγονεν· Ἀμούλιος δὲ
5προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζώμεθα‘. οἱ μὲν ὡπλίζοντο καὶ ἠθροί‐ ζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ
10δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν.

8

.

3

t

ΡΩΜΥΛΟΣ.

8

.

3

.

1

Ῥωμύλος Ῥωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκή‐ ρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημο‐ τελῆ Ποσειδῶνος Ἱππίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ
5τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλ’ ἐς γάμον. οὗτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιΐας ἐγένετο.

8

.

3

.

2

Ῥωμύλος τῆς Φιδηναίων πόλεως ἀποσχὼν δέκα που στάδια κατεστρατοπέδευσε. νύκτωρ δὲ τοῦ χάρα‐
κος ἐξαγαγὼν τὴν δύναμιν τοὺς ἡμίσεις τῶν λόχων εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους360
5ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἕω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων
10τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοι‐ ξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν, Φιδηναῖοι δὲ τοὺς κατὰ μέτωπον ὁρῶντες, τοὺς δὲ ὄπισθεν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων
15οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους
20λόχους καὶ ἀντιπρόσωποι τοῖς διώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδη‐ ναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως
25αὐτῶν ἐκράτησαν.

8

.

4

t

ΝΟΥΜΑΣ.

8

.

4

.

1

Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλό‐ μενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος
διαιτώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν361
5Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῦν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νου‐ μᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ
10οὗτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Λάκωνας.

8

.

5

t

ΤΥΛΛΟΣ.

8

.

5

.

1

Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδη‐ ναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνε‐
5βόησε μέγιστον· ‘ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντοσ‘. τοῦτ’ ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρ‐
10μησαν ὑπ’ Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.

8

.

6

t

ΤΑΡΚΥΙΝΙΟΣ.

8

.

6

.

1

Ταρκυΐνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ, μὴ
δυνάμενος ἑλεῖν, τὸν νεώτατον τῶν παίδων Σέξστον πληγαῖς αἰκισάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκισμένον ἰδόντες ἐδέξαντο πολλὰ καὶ362
5μεγάλα ἐπαγγειλάμενον κατὰ τοῦ πατρός· ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. ἐληΐζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέ‐ πετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα
10ἤρετο, τί δρᾶν κελεύοι· Ταρκυΐνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον ‘φράζε μου τῷ παιδὶ ταὐτὸ πράττειν‘. ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρη‐
15μίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις.

8

.

7

t

ΚΑΜΙΛΛΟΣ.

8

.

7

.

1

Κάμιλλος Φαλερίοις ἐπολέμει. τῶν Φαλερίων παί‐ δων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς ἔξω τείχους ὡς γυμνασομένους παρέδωκε Ῥωμαίοις, Κάμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν
5ὀπίσω τὼ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. Φαλέριοι τὸν μὲν διδάσκαλον αἰκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέ‐
βειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης363
10παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο.

8

.

7

.

2

Κελτοὶ Βρέννου βασιλέως ἡγουμένου κατὰ κράτος τὴν Ῥώμην ἑλόντες ἑπτὰ μησὶ κατέσχον· Κάμιλλος τοὺς ἔξω τῆς πόλεως Ῥωμαίους συναγαγὼν ἐξήλασε Κελτοὺς καὶ τὴν πόλιν ἀνέστησε. πάλιν αὖ Κελτοὶ
5μετὰ τρία ἔτη καὶ δέκα εἰς τὴν Ῥώμην ἐμβαλεῖν τολμή‐ σαντες ἐστρατοπεδεύσαντο περὶ τὸν Ἀνίωνα ποταμὸν ἐλάχιστον τῆς πόλεως ἀπέχοντα. Κάμιλλος αἱρεθεὶς πέμπτον δικτάτωρ καὶ τὴν στρατηγίαν ἀναλαβὼν πρὸς μὲν τὰς τῶν Κελτῶν μαχαίρας, αἷς καταφέροντες τὰς
10κεφαλὰς διέκοπτον, ἐκέλευσεν ἀντιχαλκεύσασθαι τὰ κράνη ὁλοσίδηρα καὶ λεῖα, ὅπως αἱ μάχαιραι ἀπο‐ λισθάνοιεν ἢ κατεάγνοιντο· τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου τὰς πληγὰς μὴ στέγοντος. τοὺς δὲ στρατιώτας ἐδίδαξε τοῖς ξυστοῖς
15μακροῖς ἀπὸ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πο‐ λεμίων σφᾶς αὐτοὺς ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς. ὅ τε γὰρ σίδηρος τῶν Κελτῶν μαλακὸς ὢν καὶ πονηρῶς ἐληλασμένος ἐκάμπτετο ταχέως, αἵ τε μάχαιραι αὐτῶν ἐδιπλοῦντο καὶ ἦσαν ἄχρηστοι πρὸς
20τὴν μάχην. οὕτως γέ τοι καὶ ῥᾳδίως ἡττηθέντες οἱ πλεῖστοι μὲν αὐτῶν ἔπιπτον, οἱ λοιποὶ δὲ φυγόντες
ᾤχοντο.364

8

.

8

t

ΜΟΥΚΙΟΣ.

8

.

8

.

1

Τυρρηνοὶ Ῥωμαίοις ἐπολέμουν. Τυρρηνῶν βασι‐ λεὺς ἦν Πορσίνας, Ῥωμαίων ἦρχε Ποπλικόλας τρίτον ὑπατεύων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολε‐ μικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν
5στρατόπεδον ἦλθεν, ἐσθῆτα ἔχων Τυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθὼν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν Πορσίναν οὐκ εἰδὼς ὅστις ἦν, ὃν ᾠήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμο‐
10λόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχού‐ σης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρε‐
15τὴν ὑπερεθαύμαζε, Μούκιος ‘μηδαμῶσ‘ ἔφη ‘θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσ‐ σοντες τῆς σῆς ἀναιρέσεωσ‘. Πορσίνας πιστεύσας τοῖς λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους
20διελύσατο.

8

.

9

t

ΣΥΛΛΑΣ.

8

.

9

.

1

Σύλλας ἐν τῷ συμμαχικῷ πολέμῳ τῶν [στρατιω‐
τῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλ‐ βῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς365
5ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἁμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας.

8

.

9

.

2

Σύλλας Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ περὶ Ὀρχομενὸν παρετάσσετο. ὁρῶν δὲ τοὺς Ῥωμαίους ἡττω‐ μένους καὶ φεύγοντας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἁρπάσας ὠθεῖτο διὰ τῶν φευγόντων ἐς
5τοὺς πολεμίους βοῶν ‘ἐμοὶ μὲν ἐνταῦθα καλὸν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις, ποῦ προδεδώκατε Σύλλαν, μέμνησθε φράζειν ἐν Ὀρχομενῷ‘. τοῦτον τὸν λόγον Ῥωμαῖοι καταιδεσθέντες ἀνέστρεψαν καὶ προθύμως ἐμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

8

.

10

t

ΜΑΡΙΟΣ.

8

.

10

.

1

Μάριος Κιμβρίων καὶ Τευτόνων ἐς τὴν Ἰταλίαν ἐμβαλόντων, ἀγρίων ἀνθρώπων, μεγάλων, τὰς ὄψεις ἀλλοκότων, θηριώδη τὴν φωνὴν ἐχόντων, ἐπὶ πλεῖστον ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκώλυσε τοὺς στρα‐
5τιώτας τοῦ χάρακος προϊόντας ἐμβάλλειν, πόρρωθεν [δ’] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εἴθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες366
10κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκά‐ λουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβα‐ λόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.

8

.

10

.

2

Μάριος Τεύτοσι καὶ Κιμβρίοις μέλλων συμβάλλειν ἐν ὑπωρείαις ἀνωμάλοις Μάρκελλον διὰ νυκτὸς ἐκέ‐ λευσε τρισχιλίους ὁπλίτας ἄγοντα δι’ ἀβάτων ὁρῶν περιελθόντα κατὰ νώτου τῶν πολεμίων γενέσθαι. ἐπεὶ
5δὲ συνέβαλε, παράγγελμα τοῖς στρατιώταις ἔδωκεν, ἐκ τῶν ἀνωμάλων ἠρέμα ὑποβαίνειν ἐς τὸ πεδίον, ὅπως οἱ πολέμιοι φεύγειν αὐτοὺς οἰόμενοι διώκειν ἐγχειροῖεν καὶ οὕτως ἐς τὸ ὁμαλὸν κατέλθοιεν. ὡς δὲ κατῆλθον, κατὰ προσώπου μὲν οἱ περὶ τὸν Μάριον, κατὰ νώτου
10δὲ οἱ περὶ τὸν Μάρκελλον συρρήξαντες κατέκοψαν τοὺς πολεμίους καὶ νίκην λαμπροτάτην ἐνίκησαν.

8

.

10

.

3

Μάριος Κιμβρίοις συμβαλὼν ἀπὸ χειμερίων τόπων ὡρμημένοις ἠπίστατο κρύος μὲν καὶ χιόνα φέρειν δυνα‐ μένους, καῦμα δὲ καὶ ἥλιον οὐδαμῶς. ἦν μὲν δὴ μὴν Αὔγουστος. Μάριος δὲ κατὰ νώτου τῶν πολεμίων
5προκατελάβετο τῆς μάχης τὸν τόπον. οἱ βάρβαροι δὲ
ἐπιστραφέντες, κατὰ προσώπου τὸν ἥλιον ἔχοντες, ἀντι‐ λάμπουσαν τὴν αὐγὴν οὐ φέροντες, ὑπὸ τοῦ θάλπους ἱδρῶτα πολὺν μετὰ ἄσθματος ἀφιέντες τοὺς μὲν θυρεοὺς προεβάλοντο πρὸ τῶν προσώπων τὴν ἀκμὴν τοῦ ἡλίου367
10μὴ φέροντες, τὰ δὲ σώματα αὐτῶν γυμνούμενα τιτρώ‐ σκοντες οἱ Ῥωμαῖοι κατέκοψαν. πίπτουσι τῶν βαρ‐ βάρων δωδεκάκις μύριοι, ἁλίσκονται ζῶντες ἑξάκις μύριοι.

8

.

11

t

ΜΑΡΚΕΛΛΟΣ.

8

.

11

.

1

Μάρκελλος Συρακούσας πολιορκῶν ὑπὸ τῶν τοῦ Ἀρχιμήδου μηχανημάτων ἡσσώμενος προσβάλλειν μὲν οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σπαρτιάτην
5Συρακουσῶν ἐκπλέοντα ἑλὼν αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμε‐ λῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας Μάρκελλος, Συρακουσίων ἑορ‐
10τὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας κατέσχε τὴν πόλιν. οἱ μὲν στρατιῶται γενναίως ἀγω‐ νισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε
15Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρη‐ μάτων ὠφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων
σωμάτων ἀπέχεσθαι προσέταξεν.368

8

.

12

t

ΑΤΙΛΙΟΣ.

8

.

12

.

1

Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἢν ἀφεθῇ, πεῖσαι ἂν τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφι‐ κόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον
5τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπα‐ γορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλή‐ του παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγ‐ καις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων,
10γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγ‐ γειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν, αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν.

8

.

13

t

ΓΑΙΟΣ.

8

.

13

.

1

Γάϊος παράγγελμα ἔδωκε τοῖς ἐν τῷ στρατοπέδῳ μένειν ἐπὶ τῶν ὅπλων. ἐπεὶ δὲ ὥρᾳ θέρους υἱὸς αὐτοῦ τὸν ἵππον διψῶντα ἤγαγεν ἐπὶ ποταμὸν παραρ‐ ρέοντα, προσέταξεν ἀφελεῖν αὐτοῦ τὴν κεφαλὴν ὡς
5οὐ πεισθέντος τῷ παραγγέλματι. τούτῳ τῷ ἔργῳ τοὺς στρατιώτας ἐδίδαξε μηδέποτε παρακοῦσαι παραγγέλ‐
ματος.369

8

.

14

t

ΦΑΒΙΟΣ.

8

.

14

.

1

Φάβιος ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ μὴ παρα‐ τασσόμενος κακῶς ἤκουεν ἐν τῇ συγκλήτῳ. τοῦ δὲ υἱοῦ παρακαλοῦντος ἀποτρίψασθαι τὴν ἀδοξίαν, ἐπέ‐ δειξεν αὐτῷ μέρος ἕκαστον τῆς φάλαγγος. ἐνίων δὲ
5οὐκ ἐρρωμένως ἐχόντων ‘ὁρᾷσ‘ ἔφη ‘ὡς οὐ καλὸν συμ‐ βαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλ’ ἕπεσθαι τὰς
10ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα‘. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος
15ἀνηγορεύθη· τοῦτο δ’ ἂν εἴη Μέγιστος.

8

.

14

.

2

Φάβιος ἐπεκλήθη Μέγιστος, Σκιπίων Μέγας· ἐζη‐ λοτύπει τῆς δόξης ὁ Σκιπίων τὸν Φάβιον, ὥστε καὶ ἤρετο· ‘τί δή ποτε σὺ μὲν διατηρήσας μόνον τὰ στρα‐ τόπεδα κληΐζῃ Μέγιστος, ἐγὼ δὲ Μέγας ὁ συμβαλὼν
5κατὰ στόμα καὶ νικήσας Ἀννίβαν;‘ Φάβιος ἔφη ‘ἀλλ’ εἰ μὴ ἐγώ σοι διεφύλαξα τοὺς στρατιώτας, οὐκ ἂν
ἔσχες μεθ’ ὧν μαχόμενος νικήσεισ‘.370

8

.

14

.

3

Φάβιος εἷλε τὴν Ταραντίνων πόλιν Ἀννίβου συμμα‐ χοῦντος αὐτοῖς δόλῳ καὶ τέχνῃ. στρατιώτης Ταραν‐ τῖνος ἦν παρὰ Φαβίῳ. τούτου τῆς ἀδελφῆς καλῆς οὔσης ἐν Τάραντι Βρέττιος ἤρα ἀνὴρ ὑπὸ Ἀννίβου
5τὰ τείχη φυλάττειν πεπιστευμένος. τοῦτο μαθὼν Φά‐ βιος τὸν Ταραντῖνον στρατιώτην ἐσέπεμψε πρὸς τὴν ἀδελφήν. ὁ δὲ δι’ αὐτῆς τὸν Βρέττιον φίλον ποιη‐ σάμενος ἔπεισε τὰ Ῥωμαίων φρονεῖν, ὥστε καὶ συνθέ‐ μενος ὁ Βρέττιος ἔδειξε, καθ’ ὃ μέρος χρὴ προσβαλεῖν
10τοῖς τείχεσι. Φάβιος κλίμακας προσθεὶς ἐπαναβὰς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. ἐπὶ τούτῳ μάλιστα πάντων ἐθαυμάσθη στρατηγήματι κρατήσας Ἀννίβου τοῦ τέχναις καὶ δόλοις τὰ πλεῖστα νικῶντος.

8

.

15

t

ΚΟΙΝΤΟΣ.

8

.

15

.

1

Κόιντος Φάβιος τὸν υἱὸν αἱρεθῆναι στρατηγὸν βουλόμενος αὐτὸς ἤδη γεγηρακὼς ἐδεῖτο Ῥωμαίων μηδαμῶς αὐτῷ δοῦναι τὴν ἀρχὴν, ἵνα μὴ ἀναγκάζοιτο συναποδημεῖν ἐπὶ τὸν πόλεμον ἐν γήρᾳ μακρῷ· οἱ δὲ
5νομίσαντες ἄμεινον ἕξειν τὰ τῆς πόλεως τούτου παρ‐ όντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φά‐ βιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν
τὴν δόξαν τῆς ἀρχῆς.371

8

.

16

t

ΣΚΙΠΙΩΝ.

8

.

16

.

1

Σκιπίων ἐν Ἰβηρίᾳ μαθὼν, ὡς τὸ τῶν πολεμίων στρατόπεδον ἄσιτον ἀφίκοιτο ἐς τὴν μάχην, ἐμήκυνεν ἐξάγων καὶ παρατάσσων τὴν αὑτοῦ φάλαγγα. ἀμφὶ δὲ ὥραν ἑβδόμην πιεζομένοις ἤδη λιμῷ καὶ δίψει συμ‐
5βαλὼν ῥᾳδίως ἐκράτησεν.

8

.

16

.

2

Σκιπίων τοῦ στρατοπέδου τὰς πόρνας ἐξήλασε κελεύσας ἐς πόλιν ἀπιέναι πανηγυρίζουσαν. προσέταξε δὲ ἀποπέμψασθαι κλίνας, τραπέζας, ἐκπώματα καὶ σκεύη πάντα πλὴν χύτρας καὶ ὀβελίσκου καὶ ποτηρίου,
5ἀργυροῦν δὲ ἔκπωμα μὴ ἔχειν πλέον δικοτύλου, καὶ λούεσθαι μηδένα, τῶν δὲ ἀλειφομένων ἕκαστον τρίβειν ἑαυτόν, τὰ γὰρ ὑποζύγια δεῖσθαι τῶν τριβόντων· ἀριστᾶν δὲ ὀρθοὺς ἄπυρον ὄψον, δειπνοῦντας δὲ προσφέρεσθαι καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· ἱματίῳ δὲ
10χρῆσθαι σισύρᾳ Γαλατικῇ. καὶ πρῶτος ἐνεπορπήσατο σισύραν μέλαιναν, τοῖς δὲ στρατηγοῖς ἐπὶ στιβάδος ἀνακείμενος ἑωρᾶτο φάσκων πενθεῖν τὴν τοῦ στρατεύ‐ ματος ἀσωτίαν καὶ μαλακίαν.

8

.

16

.

3

Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα ‘θλί‐
βεσθαί μοι δοκεῖσ‘ εἶπεν ‘ὦ συστρατιῶτα‘. τοῦ δὲ ‘καὶ πάνυ‘ φήσαντος, ‘εἰκότωσ‘ ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ.‘372

8

.

16

.

4

Σκιπίων στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ θυρεῷ κεκοσμημένῳ ‘αἰσχρὸν‘ ἔφη ‘Ῥωμαῖον ἄνδρα τῇ ἀριστερᾷ χειρὶ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύειν‘.

8

.

16

.

5

Σκιπίων ὑπὸ τοῦ δήμου θορυβούμενος ‘ἐμὲ‘ ἔφη ‘οὐδὲ στρατιωτῶν ἐνόπλων ἀλαλαγμὸς ἐξέπληξεν, οὔτι γε συγκλύδων ἀνθρώπων θόρυβος, ὧν οἶδά γε τὴν Ἰταλίαν μητρυιὰν, οὐ μητέρα‘. τούτῳ τῷ λόγῳ συνε‐
5στάλησαν καὶ τοῦ θορυβεῖν ἐπαύσαντο.

8

.

16

.

6

Σκιπίων δορυάλωτον λαβὼν ἐν Ἰβηρίᾳ πόλιν Οἴνυσσαν, ὡς οἱ λαφυραγωγοὶ παρθένον ἤγαγον κάλ‐ λους ὑπερφυῶς ἔχουσαν, τὸν πατέρα αὐτῆς ἀναζητήσας ἐχαρίσατο αὐτῷ τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκο‐
5μίσαντες, ὁ δὲ καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι γυναῖκες τῶν εὖ γεγονότων ἢ θυγατέρες ἢ παῖδες ὥραν ἔχοντες ἑάλωσαν, τούτοις ἐπέστησε δύο Ῥωμαίων σωφρονεστά‐
τους ἐκ τῶν πρεσβυτέρων, οἳ θεραπευτῆρες καὶ χορηγίαν373
10ἔνεμον τοῖς αἰχμαλώτοις κατὰ τὴν ἀξίαν αὐτῶν. Σκι‐ πίωνος ἡ σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας καὶ συμμάχους ἑκούσας ἐποίησεν.

8

.

16

.

7

Σκιπίων Σόφακα τὸν Μασαισυλίων βασιλέα σύμ‐ μαχον ποιησάμενος διέβαλεν εἰς Σικελίαν. Ἀσδρούβας θυγατέρα παρθένον ἔχων, θαυμαστὴν τὸ κάλλος, ἐκ‐ δώσειν ὑπέσχετο τῷ Σόφακι τῆς Ῥωμαίων συμμαχίας
5ἀποστάντι. ὁ δὲ γήμας τὴν κόρην προσέθετο Καρχη‐ δονίοις καὶ παραχρῆμα ἐπέστειλε Σκιπίωνι ἀπαγορεύων ἐπιβῆναι Λιβύης. Σκιπίων εἰδὼς Ῥωμαίους ἐπὶ τῇ Σόφακος συμμαχίᾳ μέγα φρονοῦντας, εἰ δὲ μάθοιεν προστεθειμένον τοῖς πολεμίοις οὐκ ἂν τολμήσαντας εἰς
10Λιβύην διαβαίνειν, ἐκκλησίαν αὐτῶν συναγαγὼν ἐς τοὐναντίον μετεποίησε τὰ γράμματα τοῦ Σόφακος ὡς καλοῦντος Ῥωμαίους ἐπὶ τὴν Λιβύην καὶ ὡς θαυμά‐ ζοντος, ὅτι καὶ νῦν βραδύνοιεν, καὶ ὡς δέον μὴ ἐκλύειν αὐτοῦ τὴν ἀκμὴν τῆς συμμαχίας. τοιαῦτα εἰπὼν ὁρμὴν
15καὶ θάρσος τοῖς Ῥωμαίοις ἐνεποίησεν· οἱ δὲ εὐθὺς ἡμέραν ᾔτησαν, καθ’ ἣν διαπλεῦσαι προσήκοι.

8

.

16

.

8

Σκιπίων κατασκόπους Καρχηδονίων τρεῖς συλ‐ ληφθέντας, νόμου Ῥωμαίων κελεύοντος πολεμίων κατασκόπους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησε, προσ‐ έταξε δ’ αὐτοῖς περιελθεῖν τὴν στρατιὰν ἅπασαν. οἱ
5δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκοντίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ ὅπλα ἐπι‐ σκευάζοντας, τοὺς δὲ ξίφη ἀκονῶντας πάλιν ἤχθησαν ἐπὶ τὸν Σκιπίωνα. ὁ δὲ δοὺς ἄριστον αὐτοῖς ‘ἀπαγ‐ γείλατε‘, εἶπεν, ‘ἃ τεθέασθε πρὸς τὸν πέμψαντα ὑμᾶσ‘.374
10οἱ δὲ ἐπανελθόντες τῷ τε Ἀννίβᾳ καὶ τοῖς ἄλλοις Καρχηδονίοις ταῦτα ἀπαγγείλαντες ἐξέπληξαν αὐτοὺς καὶ τῇ Ῥωμαίων παρασκευῇ καὶ τῇ Σκιπίωνος μεγα‐ λοψυχίᾳ.

8

.

17

t

ΠΟΡΚΙΟΣ.

8

.

17

.

1

Πόρκιος Κάτων ἐνέβαλεν εἰς τὴν Ἰβήρων· ἐκ δὲ τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ
5ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπαν‐ ῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα ‘κατασκάψατε τὰ τείχη σήμερον‘. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα
10πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ.

8

.

18

t

ΔΑΥΝΟΣ.

8

.

18

.

1

Δαῦνος Διομήδους ἐν Ἰταλίᾳ τελευτήσαντος ἐπι‐
τάφιον ἀγῶνα ποιῶν πρώτῃ μὲν ἡμέρᾳ τῶν Ἑλλήνων ὡπλισμένων πομπὴν ἔπεμψε, δευτέρᾳ δὲ τῶν βαρβά‐ ρων· καὶ δὴ συνέταξε τοῖς βαρβάροις χρήσασθαι παρὰ375
5τῶν Ἑλλήνων τὰ ὅπλα. οἱ δὲ χρήσαντες ὑπὸ τῶν βαρβάρων τοῖς ἰδίοις ὅπλοις ἀπώλοντο.

8

.

19

t

ΤΙΤΟΣ.

8

.

19

.

1

Τίτον αἰχμάλωτον λαβὼν Κλεώνυμος λύτρα ἐπράτ‐ τετο δύο πόλεις, Ἐπίδαμνον καὶ Ἀπολλωνίαν· ὁ τοῦ Τίτου πατὴρ οὐκ ἔδωκεν, ἀλλὰ σώζειν αὐτὸν ἐκέλευσε. Τίτος εἴδωλον αὑτοῦ κατασκευάσας καθεύδοντος ἐν
5τῷ οἴκῳ κατέθηκε καὶ αὐτὸς μὲν ἐπιβὰς ἀκατίου λαθὼν ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον.

8

.

20

t

ΓΑΙΟΣ.

8

.

20

.

1

Γάϊος περὶ τὴν Τυνδαρίδα Καρχηδονίων ἐφορ‐ μούντων ὀγδοήκοντα ναυσὶν, αὐτὸς ἔχων διακοσίας τριήρεις, ἐπειδὴ οἱ πολέμιοι διὰ τὸ πλῆθος τῶν νεῶν οὐκ ἀντανήγοντο, τῶν ἑκατὸν τοὺς ἱστοὺς καταθέμε‐
5νος, τῶν λοιπῶν ἐκπετάσας τὰ ἱστία καὶ διὰ τούτων ἀποκρυπτόμενος τὰς ἄλλας κάλοις ἐξηρτημένας ἐπέ‐ πλευσεν. οἱ δὲ Καρχηδόνιοι νομίσαντες ἴσας εἶναι τὰς ναῦς τῷ πλήθει τῶν φαινομένων ἱστίων θαρρή‐ σαντες πρὸς τὸν κίνδυνον ὥρμησαν· Γάϊος πολλαῖς
10πρὸς ὀλίγας ἀγωνισάμενος ῥᾳδίως ἐνίκησεν.376

8

.

21

t

ΠΕΙΝΑΡΙΟΣ.

8

.

21

.

1

Πεινάριος φρούραρχος Ἐνναίων ἀποστάντων τῆς Ῥωμαίων συμμαχίας καὶ τὰς κλεῖς τῶν πυλῶν ἀπαι‐ τούντων ‘ἐὰν ὁ δῆμος ἅπασ‘ ἔφη ‘αὔριον εἰς ἐκκλησίαν συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφί‐
5σματι‘. οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ ση‐ μανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπό‐
10στασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπ’ ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ
15τῶν τειχῶν αὑτοὺς καθῆκαν ἢ δι’ ὑπονόμων ἔλαθον ἐκπεσόντες.

8

.

22

t

ΣΕΡΤΩΡΙΟΣ.

8

.

22

.

1

Σερτώριος, ἐν Ἰβηρίᾳ νεβρὸν ἐλάφου λευκῆς παρὰ κυνηγῶν δῶρον λαβὼν ἔθρεψε καὶ τιθασσὸν ἐποίησεν, ὥστε προϊόντι μὲν εἵπετο, ἐπὶ τὸ βῆμα δὲ ἀναβαίνοντι συνανέβαινεν καὶ δικάζοντι τὸ στόμα προσέφερεν.
5ἔπεισε δὴ τοὺς βαρβάρους, ὡς ἄρα τὸ ζῷον ἱερὸν Ἀρτέμιδος, καὶ ἡ θεὸς δι’ αὐτοῦ προλέγοι πάντα αὐτῷ τὰ μέλλοντα καὶ σύμμαχος ἐν τοῖς πολέμοις γίγνοιτο. ὅσα γε μὴν ὑπὸ κατασκόπων ἀπόρρητα ἠγγέλλετο ἀπο‐ κρυπτόμενος αὐτοὺς προέλεγεν ὡς διὰ τῆς νεβροῦ377
10μανθάνων παρὰ τῆς θεοῦ, πολεμίων ἐφόδους, ἐνέδρας, αἰφνιδίους καταδρομάς· τούτων ἄγγελον ἔφασκεν ἔχειν τὴν νεβρόν. ὅσαι δὲ καὶ νίκαι πολέμων ἠλπίζοντο, καὶ ταῦτα διὰ τῆς νεβροῦ μανθάνειν παρὰ τῆς θεοῦ φάσκων ἐξέπλησσε τοὺς βαρβάρους καὶ προσεκυνεῖτο,
15καὶ πάντες αὐτῷ προσέφευγον ὡς δαιμονιωτέραν ἰσχὺν ἔχοντι.

8

.

23

t

ΚΑΙΣΑΡ.

8

.

23

.

1

Καῖσαρ ὡς Νικομήδη πλέων περὶ Μαλέαν ὑπὸ λῃστῶν ἥλω Κιλίκων. οἱ μὲν ᾔτησαν λύτρα μεγάλα, ὁ δὲ τὰ διπλάσια ἐπηγγείλατο. κατέσχον ἐς Μίλητον καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη
5Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπι‐ κράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρη‐ μάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον.
10Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι
καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν. Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα378
15τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα.

8

.

23

.

2

Καῖσαρ ἐν Γαλατίᾳ προσῄει ταῖς Ἄλπεσιν. ἠγγέλη στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυ‐ λάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὄρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ
5ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ (καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ τὸ ὄρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ
10κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις. οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν.

8

.

23

.

3

Καῖσαρ Ἑλουηττίοις ἐπολέμει. οὗτοι μοῖρα Γα‐ λατῶν· καὶ Ῥωμαίοις ἐπῄεσαν τριάκοντα μυριάδες, ὧν εἴκοσι τὸ μάχιμον ἦσαν. Καῖσαρ ἀεὶ μίαν ἡμέραν ὑπανεχώρει· οἱ βάρβαροι ταύτῃ καὶ πλέον θαρροῦντες
5ἐδίωκον. ἐπεὶ δὲ ποταμὸν Ῥοδανὸν διαβαίνειν ἔμελλον,
οὐ πρὸ πολλοῦ ὁ Καῖσαρ ἐστρατοπεδεύσατο. τῶν δὲ βαρβάρων τραχὺν ποταμὸν σὺν πόνῳ πολλῷ διαβάν‐ των οὐ πάντων, ἀλλὰ τρισμυρίων, τῆς ὑστεραίας τῶν λοιπῶν διαβαίνειν μελλόντων, οἱ μὲν διαβάντες παρὰ379
10ταῖς ὄχθαις ἀνεπαύοντο κεκμηκότες, Καῖσαρ δὲ νύκτωρ ἐπιφανεὶς κατέκοψε πάντας ἀναχωρῆσαι διὰ τὸν ποτα‐ μὸν οὐκ ἔχοντας.

8

.

23

.

4

Καῖσαρ Γερμανῶν ἐπιόντων οὐ θαρρῶν συνάψαι μάχην, ὁπότε ἔγνω τοὺς παρ’ αὐτοῖς μάντεις προει‐ ρηκότας πρὸ νέας σελήνης ἀπέχεσθαι μάχης, τότε τὴν αὑτοῦ στρατιὰν ἐπήγαγεν ὡς ἀθυμότερον διὰ τὴν μαν‐
5τείαν μαχουμένοις. καὶ δὴ ἀρίστῳ καιρῷ χρησάμενος λαμπρῶς Γερμανοὺς ἐνίκησεν.

8

.

23

.

5

Καῖσαρ ἐν Βρεττανίᾳ ποταμὸν μέγαν ἐπεχείρει πε‐ ραιοῦσθαι. βασιλεὺς Βρεττανῶν Κασοελλαῦνος ἀνεῖργε μετὰ πολλῶν ἱππέων καὶ ἁρμάτων· Καίσαρι μέγιστος ἐλέφας εἵπετο, ζῷον Βρεττανοῖς οὐχ ἑωραμένον. τοῦτον
5σιδηραῖς φολίσιν ὀχυρώσας καὶ πύργον ἐπ’ αὐτοῦ μέγαν ὑψώσας καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας ἐκέ‐ λευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν· Βρεττανοὶ δὲ ἐξεπλάγη‐ σαν ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. περὶ γὰρ τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρ’ Ἕλλη‐
10σιν, ἢν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι· πυργοφόρον δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας
ἐξαφιέντα οὐδὲ ἰδεῖν τὴν ὄψιν ὑπέμειναν. Βρεττανοὶ μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον, Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν ἑνὶ ζῴῳ τοὺς380
15πολεμίους φοβήσαντες.

8

.

23

.

6

Καῖσαρ πυθόμενος Κικέρωνα ὑπὸ Γαλατῶν πολι‐ ορκούμενον ἀπαγορεύειν ἔπεμψε στρατιώτην (ἀκοντίσαι) κελεύσας ἐπιστολὴν προσδήσαντα τῇ λόγχῃ νύκτωρ βαλεῖν ὑπὲρ τὸ τεῖχος. ὁ μὲν ἠκόντισεν, οἱ δὲ τει‐
5χοφύλακες εὑρόντες ἐκόμισαν Κικέρωνι. ἀνέγνω δὴ ‘Καῖσαρ Κικέρωνι θαρρεῖν. προσδέχου βοήθειαν.‘ μετ’ ὀλίγον ἐφάνη καπνὸς καὶ κονιορτὸς Καίσαρος τὴν χώραν πορθοῦντος, ὥστε αὐτίκα τὴν πολιορκίαν δια‐ κόψας οὐ μόνον ἀνεσώσατο Κικέρωνα, ἀλλὰ καὶ τοὺς
10πολιορκοῦντας ἐτίσατο.

8

.

23

.

7

Καῖσαρ ἑπτακισχιλίους ἔχων ἐπολέμει Γαλάταις. ἐμποιῆσαι δόξαν βουλόμενος, ὡς καὶ τῶν ὄντων ὀλι‐ γωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον ἐκέλευσε τειχίζειν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλα‐
5βόμενος ἐν τούτῳ μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο. προῆλθον ἱππεῖς ὀλίγοι τοῦ χάρακος ἐκκα‐ λούμενοι τοὺς βαρβάρους. οἱ δὲ κατασκιρτῶντες τῆς ὀλιγότητος τῶν ἱππέων ἐπῆλθον τῷ χάρακι· οἱ μὲν ἔχουν τὰς τάφρους, οἱ δὲ ἀνέσπων τὰ σταυρώματα.
10ἐν τούτῳ σημαίνει μὲν ἡ σάλπιγξ, ὁμοῦ δὲ συνεξώρμη‐ σαν ἐκ μὲν τοῦ χάρακος ἀντίοι πεζοὶ, ἀπὸ δὲ τοῦ
ὑπερδεξίου μετὰ Καίσαρος ἱππεῖς κατὰ νώτου, ὥστε ἐν μέσῳ τοὺς βαρβάρους ἀποληφθέντας διαφθαρῆναι τοὺς πλείονας.381

8

.

23

.

8

Καῖσαρ ἐπολιόρκει φρούριον Γαλατικόν. τῶν δὲ βαρβάρων ἐπὶ μακρὸν ἀντεχόντων ὑετὸς ἀμήχανος κατερράγη, ὥστε καὶ ὅσοι φύλακες τειχῶν ἢ φρουροὶ λείπουσιν οἱ μὲν τὰς φυλακὰς, οἱ δὲ τὰς ἐπάλξεις.
5Καῖσαρ δὲ παρήγγειλεν ὁπλίσασθαι τότε καὶ παραχρῆμα τοῖς τείχεσι προσήγαγε καὶ ἀφύλακτα καταλαβὼν, εὐκό‐ λως ὑπερβὰς ἐξεῖλε τὸ φρούριον.

8

.

23

.

9

Καῖσαρ ἐπὶ Γεργοβίην πόλιν τῶν ἐν Γαλατίᾳ μεγίστην ἐστράτευσεν· ἀντεστρατοπέδευεν αὐτῷ βασι‐ λεὺς Γαλατῶν Οὐερκιγγετόριξ. μέσος ἦν ποταμὸς ναυσί‐ πορος καὶ ἡ διάβασις ἀμήχανος. Καῖσαρ παρὰ τὴν
5ὄχθην πολλαῖς ἡμέραις ἀντιπαρεξῆγεν· οἱ βάρβαροι κατεφρόνουν ὡς διαβῆναι μὴ θαρροῦντος. ὁ δὲ νύ‐ κτωρ δύο τάγματα βαθείαις ὕλαις ἐγκατέκρυψεν, οἳ τῶν Γαλατῶν τοὺς ἀμφὶ τὸν Καίσαρα παραφυλαττόντων αὐτοὶ κατὰ τὸ ἄνω τοῦ ποταμοῦ μέρος ἀρχαίας γεφύ‐
10ρας διακεκομμένης, τὰ μὲν σταυρώματα πεπηγότα ἐχούσης, τὰς δὲ ἐπάνω δοκίδας ἀφῃρημένης, αὐτοὶ τεμόντες ἐκ τῆς ὕλης διὰ τάχους ἐγεφύρωσαν καὶ διῆλθον. οἱ δὲ Γαλάται τῷ παραλόγῳ τῆς διαβάσεως ἐκπλαγέντες ἔφευγον, Καῖσαρ δὲ μετὰ τῶν λοιπῶν διὰ
15τῆς αὐτοσχεδίου γεφύρας διαβὰς ἦν τοῖς Γαλάταις
φοβερώτερος.382

8

.

23

.

10

Καῖσαρ ἐπολιόρκει Γεργοβίην τὴν πόλιν καὶ τεί‐ χεσιν ἐχυρὰν καὶ τῇ φύσει ἐχυρωτάτην. ἦν γὰρ ἡ πόλις λόφος ἐρυμνὸς τὰς κορυφὰς ὁμαλὰς ἔχων· κατὰ δὲ τὸ λαιὸν μέρος ὕλαι χθαμαλαὶ καὶ πυκναὶ τῷ λόφῳ
5συνήντων, κατὰ δὲ τὸ δεξιὸν ἀπότομος ἦν στενὴν δίοδον ἔχων, καθ’ ἣν οἱ Γεργοβιαῖοι μετὰ πολλῆς χειρὸς ἐφύλαττον. Καῖσαρ τῶν αὑτοῦ στρατιωτῶν τοὺς μάλιστα φιλοπόνους καὶ καρτερικοὺς ὡπλισμένους νύκτωρ ἐγκατέκρυψε ταῖς ὕλαις, κελεύσας ἔχειν ἀκόντια
10βραχέα καὶ ξιφίδια σύμμετρα, ὅπως τὰς χαμαιπετεῖς ὕλας μὴ ὑπερέχοιεν· ἀλλὰ μηδὲ αὐτοὺς ὀρθοὺς βαδί‐ ζειν, ἐς γόνυ δὲ ὀκλάσαντας ἠρέμα διαδύεσθαι. οἱ μὲν δὴ ἀρχομένης ἕω διὰ τῆς ὕλης ἕρποντες ἐπὶ τὸν λόφον κατὰ τὸ λαιὸν ἀνῄεσαν, ὁ δὲ Καῖσαρ κατὰ τὸ
15δεξιὸν προσῆγε τὴν στρατιὰν περισπῶν εἰς αὑτὸν τοὺς βαρβάρους. οἱ μὲν δὴ ἀπομάχεσθαι τοὺς φανερῶς προσβαλόντας ὥρμηντο, οἱ δὲ ἀφανῶς ἐκ τῆς ὕλης ἀνερπύσαντες ἐκράτησαν τοῦ λόφου.

8

.

23

.

11

Καῖσαρ Ἀλεσίαν πόλιν τῆς Γαλατίας ἐπολιόρκει· Γαλατῶν ἐπ’ αὐτὸν ἀθροίζονται μάχιμοι μυριάδες εἴ‐ κοσι πέντε. ὁ δὲ νύκτωρ ὁπλίτας τρισχιλίους καὶ τοὺς ἱππέας πάντας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν
5ἐκέλευσεν ἀναχωρήσαντας, τῆς ὑστεραίας ἀμφὶ δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχε‐
σθαι· αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν ἐς μάχην, ὥστε οἱ βάρβαροι τῷ πλήθει θαρροῦντες γελῶντες ἐδέχοντο. τῶν δὲ κατὰ νώτου φανέντων καὶ383
10ἀλαλαξάντων καὶ κυκλουμένων φυγεῖν ἀπογνόντες ἐξεπλάγησαν, ἐταράχθησαν. καὶ τότε πλεῖστος φόνος Γαλατῶν ὁμολογεῖται γεγενῆσθαι.

8

.

23

.

12

Καῖσαρ Δυρράχιον κρατούμενον ὑπὸ Πομπηΐου βουλόμενος ἑλεῖν αὐτὸς μὲν ὀλίγους εἶχεν ἱππέας, τοῖς δὲ ἦν πολὺ πλῆθος ἱππέων· ἀλλὰ καὶ τοὺς πολλοὺς τέχνῃ χρησάμενος ἐτρέψατο. τοὺς ὀλίγους ἱππεῖς ἐπε‐
5λαύνειν κελεύσας ἔμπροσθεν αὐτῶν λόχους τέσσαρας πεζῶν ἔταξε, παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἀνεγείρειν κόνιν ὅσην πλείστην δύναιντο. πολὺ δὴ νέφος ἀρθὲν φαντασίαν πολλοῦ πλήθους ἱππέων ἐνεποίησε τοῖς πολεμίοις, ὥστε παραχρῆμα φοβηθέντες
10ἔφευγον.

8

.

23

.

13

Καῖσαρ ἀνεχώρει μετὰ τῆς στρατιᾶς διὰ στενῆς ὁδοῦ. κατὰ τὸ λαιὸν ἕλος ἦν, κατὰ τὸ δεξιὸν θάλασσα, κατὰ τὴν οὐραγίαν οἱ πολέμιοι προσέκειντο. τούτους μὲν δὴ ἀνέκοπτεν ἐπιδρομαῖς καὶ ἀναστροφαῖς, ἐκ δὲ
5θαλάσσης τὸ Πομπηΐου ναυτικὸν παραπλέον ἐτόξευε καὶ τοῖς βέλεσι κατετίτρωσκεν. ὁ δὲ Καῖσαρ ἐκέλευσε τοῖς στρατιώταις τοὺς θυρεοὺς ἀπὸ τῆς εὐωνύμου χειρὸς ἐς τὴν δεξιὰν μεταλαβεῖν. οὕτως ἐγένετο ἀχρεῖα
τὰ βέλη τοῖς τοξεύουσιν ἐκ τῆς θαλάττης.384

8

.

23

.

14

Καῖσαρ καὶ Πομπήϊος ἐν Θεσσαλίᾳ ὁ μὲν ἐφυ‐ γομάχει, ἀφθονίαν ἔχων ἐπιτηδείων, Πομπήϊος· [ὁ] δὲ ἔσπευδε μάχῃ κριθῆναι *** [Καῖσαρ]. Καῖσαρ ἐρεθίζει τοὺς πολεμίους ἀναζευγνύειν σκηψάμενος ἐπὶ σιτολογίᾳ
5καὶ διεκίνει τοὺς λόχους. οἱ δὲ τοῦ Πομπηΐου ὡς ὑπὸ δέους φευγόντων καταφρονήσαντες οὐ κατέσχον αὑτοὺς, ἀλλὰ παραχρῆμα ἐξεπήδησαν βιασάμενοι τὸν Πομπήϊον ἡγεῖσθαι. ἐπεὶ δὲ ἀναχωρῶν ὁ Καῖσαρ ἐς τὸ πεδίον αὐτοὺς προήγαγε, καὶ δὴ τότε ἀναστρέψας λαμπρῶς
10ἀγωνισάμενος ἐνίκησεν.

8

.

23

.

15

Καῖσαρ τῶν στρατιωτῶν στασιασάντων καὶ τῆς στρατείας καταβοώντων προελθὼν ἐς τὸ πλῆθος εὐθαρ‐ σεῖ καὶ φαιδρῷ τῷ προσώπῳ ‘τί, ὦ συστρατιῶται‘, ἔφη, ‘βούλεσθε;‘ οἱ δὲ κατεβόησαν ‘τῆς στρατείας
5ἀφεθῆναι‘. ὁ δὲ ὑπολαβὼν εἶπεν ‘ἀγαθῇ τύχῃ, παρ‐ αινῶ, πολῖται, μὴ στασιάζειν‘. οἱ δὲ πολῖται ἀκούσαντες ἀντὶ τοῦ στρατιῶται ἠγανάκτησαν καὶ παραχρῆμα τὰς γνώμας μετεβάλοντο καὶ πάλιν κατεβόησαν ‘ἀλλ’ ἡμεῖς γε συστρατιῶται μᾶλλον ἢ πολῖται καλεῖσθαι βουλόμεθα‘.
10γελάσας ὁ Καῖσαρ ‘οὐκοῦν‘, ἔφη, ‘συστρατευώμεθα‘.

8

.

23

.

16

Καῖσαρ παρατασσόμενος πρὸς Πομπήϊον τὸν νεώ‐ τερον ὁρῶν τοὺς αὑτοῦ στρατιώτας φεύγοντας αὐτίκα τοῦ ἵππου καταβὰς ἐξεβόησεν· ‘ἐμὲ, ὦ συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν [οὐκ]385
5αἰδεῖσθε‘. τὸν τοιοῦτον λόγον αἰδεσθέντες οἱ φεύγον‐ τες ἀνέστρεφον ἐπὶ τὴν μάχην.

8

.

23

.

17

Καῖσαρ τοῖς στρατιώταις ἀεὶ παρεσκευάσθαι προσέ‐ τασσεν ὡς καὶ ἐν ἑορτῇ καὶ ἐν ὄμβρῳ καὶ νυκτὸς καὶ ἡμέρας μέλλων ἐξάγειν ἄφνω τὴν δύναμιν· καὶ διὰ τοῦτο οὔτε τὸν καιρὸν οὔτε τὴν ἡμέραν προέλεγεν.

8

.

23

.

18

Καῖσαρ τὰς ἐξόδους ἐποιεῖτο σὺν πολλῷ δρόμῳ, ἵνα μὴ καταλαμβάνοιτο πρὸς τῶν ὑστεριζόντων.

8

.

23

.

19

Καῖσαρ, εἰ τεθορυβημένους ἑώρα τοὺς στρατιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλ’ ἔτι καὶ πλείονα ὄγκον προστιθεὶς καὶ μεγαλύνων ἐθάρρυνεν ὡς πρὸς πλείο‐
5νας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

8

.

23

.

20

Καῖσαρ τοῖς στρατιώταις παρήγγελλεν ὅπλα ἔχειν ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένα, μάλιστα μὲν κόσμου χάριν, οὐχ ἥκιστα [δὲ], ὅπως καὶ οἱ στρατιῶται τὰ πολύτιμα περιμάχητα ἡγοῖντο.

8

.

23

.

21

Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα
παρεφύλασσεν, ἀλλ’ οὐδὲ τοὺς ἁμαρτάνοντας κατὰ τὴν ἀξίαν ἐτιμωρεῖτο, τὴν συγγνώμην ἀνδρείας ποι‐ ητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν386
5τάξιν ἔλιπεν, οὐκ ἂν τοῦτον ἀτιμώρητον παρῆκεν.

8

.

23

.

22

Καῖσαρ τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν ἐς τὰς μάχας.

8

.

23

.

23

Καῖσαρ πυθόμενος ἐν Γαλατίᾳ κατακοπῆναι φά‐ λαγγας στρατιωτῶν ὤμοσε μὴ πρότερον [ἂν] ἀποκείρα‐ σθαι, πρὶν ἐπεξελθὼν τιμωρῆσαι τοῖς ἀνῃρημένοις. τούτῳ πλείστην εὔνοιαν αὑτῷ παρὰ πάντων ἐπεσπάσατο.

8

.

23

.

24

Καῖσαρ ἐν λιμῷ τοῖς στρατιώταις ἄρτους διέδωκε σκευάσας ἐκ βοτάνης. Πομπήϊος δὲ πολεμῶν πρὸς αὐτὸν ἕνα ἄρτον προσενεχθέντα τοιοῦτον ἀπέκρυψεν οὐ βουλόμενος τοῖς ἑαυτοῦ στρατιώταις ἐπιδεῖξαι τὴν
5τῶν πολεμίων ἐγκράτειαν.

8

.

23

.

25

Καῖσαρ Πομπηΐῳ παρετάσσετο περὶ Φάρσαλον. ὁρῶν δὲ πολλοὺς τῶν πολεμίων νέους καὶ καλοὺς ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σοβαροὺς παρήγγειλε τοῖς ἰδίοις στρατιώταις τὰς λόγχας καὶ τοὺς ὑσσοὺς
5μὴ φέρειν ἐπὶ τὰ σώματα τῶν πολεμίων, ἀλλ’ ἐς αὐτὰ τὰ πρόσωπα. οἱ δὲ λωβηθῆναι τὸ κάλλος τῶν προσ‐ ώπων φοβηθέντες καὶ δὴ ἀποστραφέντες ἔφυγον.

8

.

23

.

26

Οἱ Καίσαρος στρατιῶται περὶ Δυρράχιον ἡττη‐
θέντες ἑαυτοὺς δεκατευθησομένους παρέδωκαν. Καῖσαρ οὐχ ὡς περὶ τιμωρίας αὐτῶν ἐβουλεύετο, ἀλλὰ καὶ παραμυθησόμενος ἀναμαχέσασθαι τὴν ἧτταν αὐτοὺς387
5προέτρεψεν· οἱ δὲ ἐν ταῖς λοιπαῖς μάχαις ἀεὶ παρα‐ ταξάμενοι πολὺ πλείοσιν ἐκράτησαν.

8

.

23

.

27

Καῖσαρ Πομπηΐου κηρύξαντος ἔχθραν καὶ τοῖς μηδετέρῳ προστιθεμένοις ἀντεκήρυξε καὶ φίλους ἡγή‐ σεσθαι κατ’ ἴσον τοῖς ἑαυτῷ συμμαχήσασιν.

8

.

23

.

28

Καῖσαρ ἦν ἐν Ἰβηρίᾳ πρὸς τῇ Ἰλέρδῃ. γενομέ‐ νων ἀνοχῶν οἱ πολέμιοι προσπεσόντες πολλοὺς τῶν στρατιωτῶν ἀπροσδοκήτως κατέστρωσαν· αὐτὸς δὲ οὓς ἐκείνων εὗρεν ἐν τῷ στρατοπέδῳ σώους διῆκε
5καὶ πολλὴν εὔνοιαν ἐπὶ τούτῳ παρὰ τῶν πολεμίων ἐκτήσατο.

8

.

23

.

29

Καῖσαρ ἐν Φαρσάλῳ Πομπήϊον ἐνίκησε. θεασά‐ μενος τοὺς ἰδίους στρατιώτας ἀμέτρως τῇ νίκῃ χρω‐ μένους ἀνέκραγε ‘φείδεσθε τῶν πολιτῶν‘.

8

.

23

.

30

Καῖσαρ τοὺς πολέμους ἅπαντας κατορθώσας ἑκά‐ στῳ τῶν ἰδίων στρατιωτῶν ἐπέτρεψεν ἕνα, ὃν ἂν βού‐ ληται, τῶν πολεμίων διασώζειν. οὕτω δὴ τοὺς ἀντι‐ στασιώτας Ῥωμαίους ἅπαντας ἐκ τῆς φυγῆς ἀνακαλεσά‐
5μενος εὐνουστάτους ἑαυτῷ κατεσκεύασεν ἐν τῇ πόλει.

8

.

23

.

31

Καῖσαρ τοὺς ἀνδριάντας Πομπηΐου καὶ Σύλλα
τῶν ἐχθρῶν καταβληθέντας ὑπὸ τοῦ πλήθους αὐτὸς ἀνέστησε καὶ μεγάλην εὔνοιαν παρὰ τῶν Ῥωμαίων ἐκτήσατο.388

8

.

23

.

32

Καῖσαρ τοῦ θύτου λέγοντος ‘ἀπαίσια τὰ ἱερὰ‘, καὶ μὴν ἀμείνω ἔφη γενήσεσθαι, ἐπειδὰν αὐτὸς ἐθε‐ λήσῃ· καὶ οὕτως ἐπέρρωσε τοὺς στρατιώτας.

8

.

23

.

33

Καῖσαρ ἀκαρδίου θύματος εὑρεθέντος ‘καὶ τί παράδοξον‘, ἔφη, ‘εἰ ἄλογον ζῷον καρδίαν οὐκ ἔχει;‘ οἱ στρατιῶται τοῦτ’ ἀκούσαντες ἐθάρρησαν.

8

.

24

t

ΣΕΒΑΣΤΟΣ.

8

.

24

.

1

Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνῄρει πάντας, ἀλλ’ ἐδεκάτευεν.

8

.

24

.

2

Σεβαστὸς τοῖς διὰ δειλίαν ἀπολιπομένοις κριθὰς ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι.

8

.

24

.

3

Σεβαστὸς τοὺς ἐπὶ στρατοπέδου τι ἁμαρτόντας ἐκέ‐ λευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν δι’ ὅλης ἡμέρας.

8

.

24

.

4

Σεβαστὸς τοῖς ἑαυτοῦ στρατηγοῖς παρήγγελλεν ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ ‘σπεῦδε βραδέωσ‘ καὶ τὸ
‘ἀσφαλὴς γάρ ἐστ’ ἀμείνων ἢ θρασὺς στρατηλάτησ‘.389

8

.

24

.

5

Σεβαστὸς τοῖς ἀνδραγαθοῦσιν ἀργυρίου καὶ χρυ‐ σίου μεγάλας ἐδίδου δωρεάς.

8

.

24

.

6

Σεβαστὸς τοὺς ἄνευ λυσιτελείας ῥιψοκινδύνους ἔλεγε μηδὲν διαφέρειν τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων.

8

.

24

.

7

Σεβαστὸς ἐν τῷ πρὸς Κάσσιον καὶ Βροῦτον πο‐ λέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς
5ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυ‐ μαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευ‐ σουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μη‐ χανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ
10τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυ‐ τέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέν‐ τος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θεσπρωτίδα περαιοῦ‐
15σθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.

8

.

25

t

ΡΩΜΑΙΟΙ.

8

.

25

.

1

Ῥωμαῖοι Κελτῶν τὴν Ῥώμην λαβόντων συνθήκας
πρὸς αὐτοὺς ἐγράψαντο φόρους τελεῖν, πύλην ἀνε‐ ῳγμένην παρέχειν διὰ παντὸς καὶ γῆν ἐργάσιμον. Κελτοὶ μὲν ἐπὶ τούτοις ἐστρατοπέδευον, Ῥωμαῖοι δὲ390
5ὡς φίλοις ξένια πολλὰ ἔπεμψαν καὶ οἶνον πάμπολυν. οἱ βάρβαροι, φύσει δὲ τὸ Κελτικὸν ὑπέροινον, πολὺν ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συν‐ θήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου
10πύλην ἀνεῳγμένην κατεσκεύασαν.

8

.

25

.

2

Οἱ περὶ Αἰνείαν Τρῶες φεύγοντες Ἰταλίᾳ προσ‐ έσχον καὶ ἀμφὶ ταῖς ἐμβολαῖς τοῦ ποταμοῦ τοῦ Θύ‐ βριδος ἐναυλόχουν. οἱ μὲν δὴ Τρῶες ἀνὰ τὴν χώραν ἠλῶντο, αἱ δὲ γυναῖκες αὐτῶν βουλεύονται. Ῥώμη
5Τρωὰς ἀγορεύει ‘μέχρι ποῦ πλανώμεθα; μέχρι ποῦ πλέομεν; τὰ πλοῖα καταφλέξωμεν καὶ τοὺς ἄνδρας εἰς ἀνάγκην καταστήσωμεν τήνδε τὴν γῆν κατοικῆσαι.‘ ταῦτα εἰποῦσα πῦρ πρώτη ἐνῆκε ταῖς ναυσὶ καὶ μετ’ αὐτὴν αἱ λοιπαὶ Τρωάδες· οἱ δὲ Τρῶες ἀπορούμενοι
10νεῶν Ἰταλίαν κατῴκησαν.

8

.

25

.

3

Ῥωμαῖοι Κοριολανὸν ἐδίωξαν. ὁ δὲ φυγὰς ἧκεν ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπ’ αὐτὴν ἐφέρετο
5τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες
—ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ— προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προΐσχουσι. τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· ‘[εἰ] τὴν391
10πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον.‘ Κο‐ ριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνά‐ ζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Τυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ
15κολασθῆναι.

8

.

26

t

ΣΕΜΙΡΑΜΙΣ.

8

.

26

.

1

Σεμίραμις λουομένη τῶν Σιράκων ἤκουσε τὴν ἀπόστασιν καὶ παραυτίκα ἀνυπόδητος μηδὲ τὰς τρίχας ἀναπλεξαμένη ἐπὶ τὸν πόλεμον ἐξῆλθεν. τῇ δὲ στήλῃ αὐτῆς ἐπιγέγραπται τάδε· ‘ἐμὲ γυναῖκα μὲν ἡ φύσις
5ἐποίησεν, ἐγὼ δὲ τοῖς ἔργοις τῶν ἀγαθῶν ἀνδρῶν οὐδενὸς χείρων ἐγενόμην. ἐγὼ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον
10οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγὼ δὲ τέσσαρας, αἷς οὐκ ἔστι πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποτα‐ μοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ
ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη392
15παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην.‘

8

.

27

t

ΡΟΔΟΓΟΥΝΗ.

8

.

27

.

1

Ῥοδογούνη λουομένη τὰς τρίχας ἐρρύπτετο. ἧκέ τις ἀγγέλλων ‘ἔθνος ὑπήκοον ἀφέστηκεν‘. ἡ δὲ οὐκ ἀπορρυψαμένη τὰς τρίχας, ἀλλὰ ὡς εἶχεν ἀναδησαμένη τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ
5ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρα‐ τήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολε‐ μήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικὴ σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα
10Ῥοδογούνην.

8

.

28

t

ΤΟΜΥΡΙΣ.

8

.

28

.

1

Τόμυρις Κύρου στρατεύσαντος ἐπ’ αὐτὴν προσ‐ εποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ
Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς393
5ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.

8

.

29

t

ΝΙΤΗΤΙΣ.

8

.

29

.

1

Κῦρος Περσῶν βασιλεὺς Ἄμασιν Αἰγύπτου βασι‐ λέα μίαν τῶν θυγατέρων ᾔτησε πρὸς γάμον· ὁ δὲ Νιτῆτιν θυγατέρα Ἀπρίου βασιλέως, ὃν καταλύσας αὐτὸς ἦρχεν, ἔπεμψεν ὡς αὐτόν. Νιτῆτις ὑποκρινα‐
5μένη μεχρὶ πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμά‐ σιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. ‘ἀλλ’ εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμή‐
10τιχον τίσασθαι καλόν.‘ πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο.

8

.

30

t

ΦΙΛΩΤΙΣ.

8

.

30

.

1

Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Πο‐
στούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτουν πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον394
5ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συν‐ εβούλευσεν αὑτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγα‐ τέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι
10λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρ‐ σόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.

8

.

31

t

ΚΛΟΙΛΙΑ.

8

.

31

.

1

Ῥωμαῖοι Τυρρηνοῖς πολεμοῦντες ποιησάμενοι συν‐ θήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀν‐ δρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προ‐ ῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία
5δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς
10Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς
ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προ‐ λαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγα‐ σθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς395
15κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν.

8

.

32

t

ΠΟΡΚΙΑ.

8

.

32

.

1

Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μα‐ χαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυ‐ μένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε
5δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθὼν Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς
10τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθρά‐ κων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ
15στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόν‐ των βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος
γενομένη.396

8

.

33

t

ΤΕΛΕΣΙΛΛΑ.

8

.

33

.

1

Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρα‐ τάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδο‐ μήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἄργος ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας
5ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεο‐ μένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι
10νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ἑρμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄν‐ δρας πέπλοις γυναικείοις ἀμφιεννύντες.

8

.

34

t

ΧΕΙΛΩΝΙΣ.

8

.

34

.

1

Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα‐ θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ‐ σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω‐
5τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὑτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτὴ δὲ ἀντ’ αὐτοῦ παρὰ τοῖς πο‐ λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ‐
ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος397
10εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο‐ λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.

8

.

35

t

ΠΙΕΡΙΑ.

8

.

35

.

1

Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοὺς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπο‐ λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν‐
5δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι‐ σμένον. ἡ δὲ ἔφη· ‘εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ
10μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.‘ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.

8

.

36

t

ΠΟΛΥΚΡΙΤΗ.

8

.

36

.

1

Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλη‐ σίοις συνεμάχουν. Διόγνητος, Ἐρυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς
5οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλ’ ὡς γαμετῇ γυναικί.
ἦν ἐν τῷ στρατοπέδῳ τῶν Μιλησίων πάτριος ἑορτὴ, καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερί‐ δας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μο‐398
10λιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι ‘νύ‐ κτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύ‐
15ουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοισ‘. οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.

8

.

37

t

ΛΑΜΨΑΚΗ.

8

.

37

.

1

Φωκαεῖς Φόξον ἡγεμόνα ἔχοντες Μάνδρωνι βα‐ σιλεῖ Βεβρύκων συνεμάχησαν ὑπὸ τῶν προσοίκων βαρ‐ βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας.
5ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ‐
γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν399
10ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατ’ αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατα‐ κλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίχα διελόντες
15αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπ’ αὐτῆς Λάμψακον προσηγόρευσαν.

8

.

38

t

ΑΡΕΤΑΦΙΛΑ.

8

.

38

.

1

Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ] τὸν ἱερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὖσαν ἔγημεν· ἡ
5δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἁλοῦσα δ’ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὑτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε‐
10ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο‐ λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν
ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά‐ πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα400
15ἔχουσα ὥρᾳ καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Λαάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπ’ αὐτῆς πείθε‐ ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας Δάφνιν,
20κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά‐ την διεχρήσατο.

8

.

39

t

ΚΑΜΜΑ.

8

.

39

.

1

Τῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ἱέρεια, ἣν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε
5πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεμνῶς κεκοσμημένη. ταύτης ἐρᾷ Σινόριξ· καὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὔτε βιάσεσθαι τὸν Σι‐ νάτον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ
10καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπε‐ κρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· ‘ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.‘ ἧκε Σινόριξ καὶ
σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ401
15γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβὼν ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ
20πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα ‘χάριν οἶδά σοι, ὦ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως δι’ ἐμὲ ἀναιρεθέντοσ‘. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος
25αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ.

8

.

40

t

ΤΙΜΟΚΛΕΙΑ.

8

.

40

.

1

Τιμόκλεια Θηβαία Θεαγένους ἀδελφὴ τοῦ παρα‐ ταξαμένου Φιλίππῳ περὶ Χαιρώνειαν, ὃς καὶ πρὸς τὸν ἐμβοήσαντα ‘μέχρι ποῦ διώκεις;‘ ἀπεκρίνατο ‘μέχρι τῆς Μακεδονίασ‘. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή.
5Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Τιμοκλείας δὲ τὴν οἰκίαν κατε‐ λάβετο Θρᾷξ ἵππαρχος. οὗτος ὁ Θρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Τιμόκλειαν ἐς τὸν θάλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ‐
10μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο. ἡ δὲ πολὺν μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλι‐ σκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἤγαγεν402
15αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θερα‐ παινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες συλλα‐
20βόντες ἤγαγον ἐπὶ τὸν βασιλέα Ἀλέξανδρον· ὁμολο‐ γήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.

8

.

41

t

ΕΡΥΞΩ.

8

.

41

.

1

Λάαρχος, Κυρηναίων βασιλεὺς ἀποδειχθεὶς ὡς Βάττῳ τῷ Ἀρκεσιλάου τὴν ἀρχὴν φυλάττων, ἐγένετο ἀντὶ βασιλέως τύραννος πάσῃ παρανομίᾳ χρησάμενος κατὰ τῶν πολιτῶν. τοῦ δὴ παιδὸς τοῦ Βάττου μήτηρ
5ἦν Ἐρυξὼ, σώφρων γυνὴ καὶ δικαιοτάτη. ταύτης ἐρα‐ σθεὶς Λάαρχος ἐμνηστεύετο, ἡ δὲ τοῖς ἀδελφοῖς αὐτὸν ἠξίου διαλέγεσθαι. τῶν δὲ ἐπίτηδες ἀναβαλλομένων ἔπεμψεν Ἐρυξὼ θεράπαιναν ἀπαγγέλλουσαν, νῦν μὲν
ἀντιλέγειν τοὺς ἀδελφοὺς, εἰ δὲ σύλλογος αὐτῶν καὶ403
10ὁμιλία γένοιτο, καὶ δὴ συγχωρήσειν τοὺς ἀδελφοὺς τῆς ἀρχῆς τοῦ γάμου γενομένης. ἀσμένως δέχεται καὶ δὴ νύκτωρ ἄνευ τῶν δορυφόρων ἧκε πρὸς τὴν Ἐρυξὼ καὶ εἴς τι δωμάτιον εἰσελθὼν περιπίπτει Πο‐ λυάρχῳ τῷ πρεσβυτάτῳ τῶν Ἐρυξοῦς ἀδελφῶν ἔνδον
15λοχῶντι καὶ δύο νεανίσκους ξιφήρεις ἔχοντι, ὑφ’ ὧν κατακεντηθεὶς ἀπέθανε. τὸν δὲ Βάττον προαγαγόντες ἀπέφηναν βασιλέα καὶ Κυρηναίοις ἀπέδωκαν τὴν πά‐ τριον πολιτείαν.

8

.

42

t

ΠΥΘΟΠΟΛΙΣ.

8

.

42

.

1

Πύθης χρύσεια μέταλλα εὑρὼν πάντας τοὺς πο‐ λίτας ἐκέλευσε μεταλλεύειν, ὀρύσσειν, καθαίρειν χρυ‐ σίον, ἄλλο μηδὲν δρᾶν μήτε ἐν τῇ γῇ μήτε ἐν τῇ θαλάσσῃ· πάντες ἀπηγόρευον οὔτε καρποὺς ἔχοντες
5οὔτε ἄλλο τι τῶν πρὸς τὸν βίον πράσσοντες. αἱ δὲ γυναῖκες αὐτῶν ἱκετεύουσι τὴν τοῦ Πύθου γυναῖκα Πυθόπολιν. ἡ δὲ ἐκέλευσεν ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν, αὐτὴ δὲ τοὺς δημιουργοὺς τοῦ χρυσίου καλέ‐ σασα ἐκέλευσε ποιεῖν ἰχθῦς χρυσοῦς, πέμματα, ὡραῖα,
10ὄψα, βρώματα πάντα χρυσᾶ. Πύθης ἧκεν ἐξ ἀποδημίας καὶ δεῖπνον ᾔτει. ἡ γυνὴ παρέθηκεν αὐτῷ χρυσῆν τράπεζαν, ἐφ’ ἧς παρέκειτο οὐδὲν ἐδώδιμον, ἀλλὰ πάντα χρυσᾶ ἐδωδίμοις ὅμοια. Πύθης ἐπαινέσας τὴν μίμησιν τῆς τέχνης ᾔτει φαγεῖν. ἡ δὲ προσέφερεν
15αὐτῷ ἄλλο τι χρυσοῦν ὅμοιον ἐδωδίμῳ καὶ τοῦτο πάλιν. δυσχεραίνοντος δὲ καὶ λιμώττειν ὁμολογοῦντος ‘ἀλλὰ γεωργίαν μὲν‘ [εἶπεν] ‘καὶ τέχνην πᾶσαν κατέ‐ λυσας· ἐκέλευες δ’ ὀρύσσειν ἄχρηστον χρυσίον, οὗ τί τοῖς ἀνθρώποις ὄφελος, εἰ μὴ τοὺς σπειρομένους καὶ404
20φυτευομένους καρποὺς ἔχοιεν;‘ τῇ σοφίᾳ τῆς γυναικὸς ἐδιδάχθη Πύθης καταλῦσαι μὲν τὴν τῶν μετάλλων ἐργασίαν, ἀφεῖναι δὲ τοὺς πολίτας ἐπὶ γεωργίαν καὶ τὰς ἄλλας τέχνας.

8

.

43

t

ΧΡΥΣΑΜΗ.

8

.

43

.

1

Τῆς Ἰωνικῆς ἀποικίας ἐς τὴν Ἀσίαν ἀφικομένης τοῖς Ἐρυθρὰς κατέχουσιν ἐπολέμει Κνῶπος τοῦ Κο‐ δριδῶν γένους. ὁ θεὸς ἔχρησεν αὐτῷ στρατηγὸν παρὰ Θεσσαλῶν λαβεῖν τὴν ἱέρειαν τῆς Ἐνοδίας· ὁ δὲ πρε‐
5σβεύεται πρὸς Θεσσαλοὺς καὶ μηνύει τὸ λόγιον τοῦ θεοῦ. οἱ δὲ ἔπεμψαν αὐτῷ τὴν ἱέρειαν τῆς θεοῦ Χρυσάμην. αὕτη φαρμάκων ἔμπειρος οὖσα, ταῦρον ἐξ ἀγέλης μέγιστον καὶ κάλλιστον συλλαβοῦσα, τὰ μὲν κέρατα κατεχρύσωσε καὶ τὸ σῶμα κατεκόσμησε στέμ‐
10μασι καὶ χρυσοπάστοις ἁλουργίσι καὶ μετὰ τῆς τρο‐ φῆς ἀναμίξασα μανιοποιὸν φάρμακον ἔδωκεν αὐτῷ φαγεῖν· τὸ δὲ φάρμακον αὐτόν τε τὸν ταῦρον ἐξέμηνε καὶ τοὺς γευσαμένους αὐτοῦ μανιουργεῖν ἔμελλεν. οἱ μὲν δὴ πολέμιοι ἀντεστρατοπέδευον, ἡ δὲ ἐν ὄψει τῶν
15πολεμίων βωμὸν παραθεῖσα καὶ ὅσα πρὸς θυσίαν, ἐκέ‐ λευσε προσάγειν τὸν ταῦρον. ὁ δὲ ὑπὸ τοῦ φαρμάκου
μεμηνὼς καὶ οἰστρῶν ἐξεπήδησε καὶ μέγα μυκώμενος ἔφυγεν. οἱ πολέμιοι χρυσόκερων κατεστεμμένον ὁρῶν‐ τες καὶ φερόμενον ἐς τὸ ἑαυτῶν στρατόπεδον ἀπὸ τῆς405
20θυσίας τῶν ἐναντίων ὡς ἀγαθὸν σημεῖον καὶ οἰώνισμα αἴσιον ἐδέξαντο καὶ συλλαβόντες καλλιεροῦσι τοῖς θεοῖς καὶ τῶν κρεῶν ἕκαστος φιλοτίμως ἐδαίσαντο ὡς δαι‐ μονίου καὶ θείας ἱερουργίας μεταλαγχάνοντες. αὐτίκα δὴ πᾶν τὸ στρατόπεδον ὑπὸ μανίας καὶ παραφροσύνης
25ἐξίστατο· πάντες ἀνεπήδων, διέθεον, ἀνεσκίρτων, τὰς φυλακὰς ἀπέλειπον. Χρυσάμη ταῦτα ἰδοῦσα τὸν Κνῶ‐ πον ἐκέλευσε διὰ τάχους ὁπλίσαι τὴν στρατιὰν καὶ τοῖς πολεμίοις ἐπάγειν ἀμύνασθαι μὴ δυναμένοις. οὕτω δὴ Κνῶπος ἀνελὼν ἅπαντας ἐκράτησε τῆς Ἐρυ‐
30θραίων πόλεως μεγάλης τε καὶ εὐδαίμονος.

8

.

44

t

ΠΟΛΥΚΛΕΙΑ.

8

.

44

.

1

Ἐπὶ Βοιωτοὺς, οἳ πάλαι Θεσσαλίαν ᾤκουν, ἐστρά‐ τευσεν Αἴατος ὁ Φειδίππου Πολύκλειαν ἀδελφὴν ἔχων, Ἡρακλεῖδαι τὸ γένος ἄμφω. χρησμὸς ἦν ἄρξειν, ὃς ἂν ἐκ τοῦ γένους πρῶτος διαβὰς τὸν Ἀχελῷον ἐπιβῇ
5τῆς πολεμίας. ἡ μὲν στρατιὰ τὸν ποταμὸν διαβαίνειν ἔμελλε, Πολύκλεια δὲ τὸν πόδα ἐπιδησαμένη φάσκουσα τετρῶσθαι τὸ σφυρὸν παρακαλεῖ τὸν ἀδελφὸν Αἴατον διενεγκεῖν αὐτὴν ὑπὲρ τὸν ποταμόν. ὁ δὲ μηδὲν ὑπ‐ οπτεύσας, ἀλλ’ ὡς ἀδελφῇ βουλόμενος ὑπουργῆσαι τὴν
10μὲν ἀσπίδα ἐπέδωκε τοῖς ὁπλοφόροις, τὴν δὲ Πολύ‐ κλειαν ἀράμενος ἐβάδιζε διὰ τοῦ ποταμοῦ προθύμως.
ἡ δὲ γενομένου πλησίον τῆς ὄχθης φθάσασα ἐξήλατο καὶ μεταστραφεῖσα πρὸς τὸν ἀδελφὸν ἔφη· ‘ἐμὸν γέρας ἡ βασιλεία κατὰ τὸν τοῦ θεοῦ χρησμόν· πρώτη γὰρ406
15ἁπάντων τῆς χώρας ἐπέβην.‘ Αἴατος αἰσθόμενος τῆς ἀπάτης οὐκ ἐχαλέπηνεν, τὸ δὲ φρόνημα τῆς κόρης ἀγάμενος αὐτὴν ἔγημε· καὶ ὁμοῦ βασιλεύοντες παῖδα Θεσσαλὸν ἐποιήσαντο, ἀφ’ οὗ καὶ τὴν πόλιν Θεσσαλίαν προσηγόρευσαν.

8

.

45

t

ΛΕΑΙΝΑ.

8

.

45

.

1

Ἀριστογείτων καὶ Ἁρμόδιος πῶς ἐπέθεντο τοῖς τυράννοις, οὐδεὶς Ἑλλήνων ἀγνοεῖ. Ἦν γοῦν Ἀρι‐ στογείτονι ἑταίρα, ὄνομα Λέαινα· Ἱππίας τὴν Λέαιναν συλλαβὼν ἐβασάνισεν ἐφ’ ᾧ τε ἐξειπεῖν τοὺς κοινωνή‐
5σαντας τῆς ἐπιθέσεως. ἡ δὲ πλεῖστον ὅσον ἀντεῖχεν, ἐκνικωμένη δὲ ὑπὸ τῶν βασάνων, ἵνα μὴ ἐξείποι, αὐτὴ τὴν αὑτῆς γλῶτταν ἀπέδακεν. Ἀθηναῖοι τὴν ἑταίραν τιμῆσαι θέλοντες αὐτὴν μὲν οὐκ ἔστησαν ἐν ἀκροπόλει, τὸ δὲ ζῷον λέαιναν χαλκῆν δημιουργήσαντες ἀνέθηκαν.
10εἴ τις ἀνῆλθεν εἰς ἀκρόπολιν, ἑώρακεν ἐν τῷ προπυ‐ λαίῳ λέαιναν χαλκῆν γλῶσσαν οὐκ ἔχουσαν, ὑπόμνημα τοῦ διηγήματος.

8

.

46

t

ΘΕΜΙΣΤΩ.

8

.

46

.

1

Θεμιστὼ Κρίθωνος Οἰανθίου θυγάτηρ. ταύτης
ἤρα Φρικοδήμου τοῦ τυράννου παῖς Φίλων. ὁ τύ‐ ραννος ἐξῄτει πρὸς γάμον τὴν κόρην. ὁ πατὴρ ἀντ‐ έλεγεν. ὁ τύραννος τοὺς υἱοὺς τοῦ Κρίθωνος ἀπο‐407
5σπάσας ἐν ὄψει τοῦ πατρὸς καὶ τῆς μητρὸς παρέβαλε θηρίοις πεινῶσι, τὴν δὲ κόρην ἀποσπάσας ἐπετέλει τὸν γάμον. Θεμιστὼ διὰ τὴν ἀνάγκην ὑποκριναμένη ξίφος εἰσεκόμισεν ὑπὸ τῷ χιτωνίσκῳ καὶ τὸν νυμφίον καθεύδοντα ἐν τῷ θαλάμῳ παρακλίνασα τὸν τράχηλον
10εὐκόλως ἀπέσφαξεν, ὡς μηδὲ φωνὴν τοῦ φονευομένου γενέσθαι. ταῦτα δὲ πάντα νύκτωρ λαθοῦσα, πάλιν ἐπὶ θάλασσαν κατελθοῦσα, ἀκάτιον εὑροῦσα, πνεύματος ἐπιτυχοῦσα, τὸ ἀπόγειον ἐκλύσασα, μόνη ἀναχθεῖσα κατέπλευσεν ἐς Ἑλίκην πόλιν τῆς Ἀχαΐας, ἔνθα Ποσει‐
15δῶνος ἱερὸν ἅγιον ἦν· τούτῳ προσέφυγεν ἱκέτις. Φρι‐ κόδημος τὸν ἕτερον τῶν υἱῶν, ἀδελφὸν τοῦ φονευθέν‐ τος, Ἡρακῶντα, ἔπεμψεν ἐξαιτήσοντα παρὰ τῶν Ἑλικέων τὴν κόρην. οἱ μὲν δὴ ἐξέδωκαν, ἐπεὶ δὲ ἀνήχθησαν, χειμὼν μέγας ἐξέωσε τὸ σκάφος ἐπὶ τὸ Ῥίον τῆς Ἀχαΐας·
20οὗ προσορμισαμένοις ἐπεφάνησαν ἡμιολίαι δύο Ἀκαρ‐ νάνων ἐχθρῶς ἐχόντων πρὸς τὸν τύραννον, οἳ τὸ σκάφος ἐξαψάμενοι κατῆγον ἐς Ἀκαρνανίαν. τὸ πλῆ‐ θος τῶν Ἀκαρνάνων μαθόντες τὰ πεπραγμένα οἰκτεί‐ ρουσι τὴν κόρην καὶ τὸν Ἡρακῶντα δήσαντες αὐτῇ
25παρέδωκαν. ὁ τύραννος πρεσβεύεται πρὸς αὐτὴν ὑπὲρ τοῦ παιδός, ἡ δὲ, εἰ τοὺς γονέας ἀπολάβοι, τότε ἀπο‐ δώσειν τὸν υἱὸν ἐπηγγείλατο. Φρικόδημος πιστεύσας
ἐξέπεμψεν αὐτῇ τοὺς γονέας, οἱ δὲ Ἀκαρνᾶνες οὐδὲν ἔλαττον τὸν Ἡρακῶντα αἰκισάμενοι πικρῶς ἀπέκτειναν.408
30τὸν δὲ Φρικόδημον οὐ μετὰ πολλὰς ἡμέρας οἱ πολῖται διέφθειραν. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες οὐκ εἰς μακρὰν κατεπόθησαν αὐτοί τε καὶ ἡ πόλις, τῆς μὲν γῆς σει‐ σθείσης, τοῦ δὲ πελάγους ἐπικλύσαντος. ἔδοξε τὸ μήνιμα γενέσθαι τοῦ Ποσειδῶνος, ὅτι τὴν ἱκέτιν
35αὐτοῦ παρθένον τοῖς πολεμίοις ἐξέδωκαν.

8

.

47

t

ΦΕΡΕΤΙΜΑ.

8

.

47

.

1

Ἀρκεσίλαος Βάττου Κυρηναίων βασιλέως κατα‐ στασιασθεὶς ὑπὸ τοῦ πλήθους ἐξέπεσε τῆς ἀρχῆς· ἡ δὲ μήτηρ αὐτοῦ Φερετίμα πρὸς Εὐέλθοντα βασιλέα Σαλαμῖνος τῆς ἐν Κύπρῳ πλεύσασα ἱκέτευσεν αἰτου‐
5μένη συμμαχίαν. ὁ μὲν Κύπριος τῆς ἱκεσίας ἠμέλη‐ σεν, ἐν δὲ τῷ τέως Ἀρκεσίλαος Ἑλλήνων συμμάχων εὐπορήσας, κατελθὼν, τὴν ἀρχὴν ἀναλαβὼν, πικρῶς τιμωρούμενος τοὺς λελυπηκότας ὑπὸ τῶν ὁμόρων Βαρ‐ καίων ἀνῃρέθη. Φερετίμα πρὸς τὸ δεινὸν οὐκ ἀπη‐
10γόρευσεν, ἀλλὰ ὡς τὸν Αἰγύπτου σατράπην Ἀρυάνδην καταφυγοῦσα καί τινας εὐεργεσίας ἐς Καμβύσην προ‐ βαλομένη, πολλὴν δύναμιν πεζικὴν καὶ ναυτικὴν συλλα‐ βοῦσα, προσβαλοῦσα τοῖς Κυρηναίοις ἀνυπόστατος ἐγένετο, ὥστε καὶ δίκας ὑπὲρ τοῦ παιδὸς λαβεῖν καὶ
15τῷ γένει τὴν ἀρχὴν ἀπολαβεῖν.409

8

.

48

t

ΑΞΙΟΘΕΑ.

8

.

48

.

1

Ἀξιοθέα Νικοκλέους γυνὴ Κυπρίων βασιλέως πολλῶν ἡκόντων παρὰ Πτολεμαίου βασιλέως Αἰγύπτου καταλυσόντων τὴν ἀρχὴν, ἐπειδὴ Νικοκλῆς μὲν αὑτὸν ἀνεκρέμασεν, οἱ δὲ ἀδελφοὶ αὐτοῦ σφᾶς αὐτοὺς κατέ‐
5σφαξαν, αὕτη τὰς τῶν τετελευτηκότων ἀρετὰς ἐζήλωσε· καὶ τάς τε ἀδελφὰς αὐτῶν καὶ μητέρας καὶ γυναῖκας συγκαλέσασα ἔπεισε μηδὲν ἀνάξιον ὑπομεῖναι τοῦ γέ‐ νους. αἱ δὲ πεισθεῖσαι συνέκλεισαν μὲν ἀσφαλῶς τῆς γυναικωνίτιδος τὰς θύρας, ἀναδραμοῦσαι δὲ ἐπὶ τὰ
10στέγη, τοῦ πλήθους τῶν πολιτῶν συνδεδραμηκότος, τὰ μὲν τέκνα φερόμενα ἐν ταῖς ἀγκάλαις ἀπέσφαξαν, πῦρ δὲ ἐνεῖσαι τοῖς ὀρόφοις, αἱ μὲν τοῖς ξίφεσιν αὑτὰς διεχρήσαντο, αἱ δὲ εὐθαρσῶς τῇ φλογὶ προστρέχουσαι διεφθείροντο. Ἀξιοθέα δὲ στρατηγὸς ἦν ἐν τοῖς δεινοῖς
15ἀρίστη· ὅτε γὰρ εἶδεν εὐγενῶς ἁπάσας κειμένας, τότε καὶ αὐτὴ τὸ ξίφος καθεῖσα διὰ τῆς σφαγῆς αὑτὴν ἔρριψεν ἐς τὴν φλόγα, ἵνα μηδὲ νεκροῦ τοῦ σώματος οἱ πολέμιοι κρατήσωσιν.

8

.

49

t

ΑΡΧΙΔΑΜΙΣ.

8

.

49

.

1

Πύρρος Ἠπειρώτης ἐστράτευσεν ἐπὶ Λακεδαίμονα. μάχης ἰσχυρᾶς πρὸ τῆς πόλεως γενομένης ἀναχωρή‐ σαντες οἱ Λάκωνες ἐβουλεύσαντο παῖδας μὲν καὶ γυναῖ‐
κας ἐς Κρήτην ὑπεκθέσθαι, αὐτοὶ δὲ κινδυνεύειν μέχρι410
5νίκης ἢ θανάτου. Ἀρχίδαμις Κλεάδα βασιλέως θυγά‐ τηρ ἀντεῖπε τῇ γνώμῃ, ὡς καλὸν ταῖς Λακαίναις μετὰ τῶν ἀνδρῶν ἀποθανεῖν ἢ ζῆν μετ’ αὐτῶν. καὶ δὴ πρὸς αὑτὰς ἐνείμαντο τὰ ἔργα τοῦ πολέμου· ἐτά‐ φρευον, ὤρυττον, ὅπλα προσέφερον, δόρατα ἔθηγον,
10τοὺς τιτρωσκομένους ἐθεράπευον, ὥστε καὶ οἱ Λάκωνες εὐτολμότεροι πρὸς τὸν ἀγῶνα ἐγένοντο τὴν ἀνδρίαν τῶν γυναικῶν ὁρῶντες καὶ τὸν Πύρρον ἀπεκρούσαντο.

8

.

50

t

ΛΑΟΔΙΚΗ.

8

.

50

.

1

Ἀντίοχος ὁ προσαγορευθεὶς Θεὸς ἔγημε Λαοδίκην ὁμοπάτριον ἀδελφὴν, ἐξ ἧς αὐτῷ παῖς ἐγένετο Σέλευ‐ κος. δευτέραν ἔγημε Βερενίκην, Πτολεμαίου βασιλέως θυγατέρα, ἐξ ἧς ἀπολιπὼν παῖδα νήπιον ἐτελεύτησε
5διάδοχον τῆς ἀρχῆς ἀποδείξας Σέλευκον. Λαοδίκη τὸν ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπρά‐ ξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προή‐
10γαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστή‐ σαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερε‐ νίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ
τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερε‐411
15νίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφ’ αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη
20τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θερα‐ πευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους, ἐφ’ ὅσον μεταπεμφθεὶς ὑπ’ αὐτῶν Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμ‐
25πων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἔτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης χρησάμενος.

8

.

51

t

ΘΕΑΝΩ.

8

.

51

.

1

Θεανὼ Παυσανίου μήτηρ, ἡνίκα Παυσανίας μη‐ δίζων ἁλοὺς κατέφυγεν ἱκέτης ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου, ὅθεν ἀποσπάσαι τὸν ἱκέτην οὐκ ἦν θέμις, αὕτη πρὸ τῶν ἄλλων ἀφικομένη πλίνθον πρὸς
5ταῖς θύραις ἀπηρείσατο. οἱ Λάκωνες θαυμάσαντες τὴν ἀνδρίαν ὁμοῦ καὶ τὴν σοφίαν ἕκαστος πλίνθον ἐνήρ‐ μοσε ταῖς θύραις, ὥστε ἄμφω γενέσθαι, οὔτε τὸν ἱκέ‐ την ἀπέσπασαν καὶ τὸν προδότην ἐναποικοδομήσαντες
διέφθειραν.412

8

.

52

t

ΔΗΙΔΑΜΕΙΑ.

8

.

52

.

1

Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν κατα‐ λαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προ‐ ελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προ‐
5γόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συν‐ ταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσ‐ έπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης
10Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπ’ αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν·
‘ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον.‘ τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν
15ἐν τῷ τεμένει τῆς θεοῦ.

8

.

53

t

ΑΡΤΕΜΙΣΙΑ.

8

.

53

.

1

Ἀρτεμισία περὶ Σαλαμῖνα συνεναυμάχει [Ξέρξῃ]· τοὺς Πέρσας ἤδη φεύγοντας οἱ Ἕλληνες ἐδίωκον. ἡ δὲ [ἤδη] καταλαμβανομένη προσέταξε τοῖς μὲν ἐπιβάταις ἀφελεῖν τῆς νεὼς τὰ σημεῖα τὰ Περσικὰ, τῷ κυβερ‐
5νήτῃ δὲ, ἐμβαλεῖν εἰς τὴν ναῦν τὴν προπλέουσαν
Περσικήν. οἱ Ἕλληνες ταῦτα ὁρῶντες, οἰηθέντες μίαν εἶναι τῶν συμμαχίδων νεῶν, ἀπολιπόντες ταύτην ἐπὶ τὰς ἄλλας ἐτράποντο, Ἀρτεμισία δὲ τὸν κίνδυνον [τὸν] ἐπικείμενον ἐκφυγοῦσα εἰς Καρίαν ἀποπλέουσα ᾤχετο.413

8

.

53

.

2

Ἀρτεμισία Λυγδάμιδος κατέδυσε ναῦν συμμαχίδα Καλυνδίδα καὶ τριήραρχον Δαμασίθυμον. ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.

8

.

53

.

3

Ἀρτεμισία τριηραρχοῦσα νεὼς μακρᾶς οὐ μόνον τὸ τῶν βαρβάρων, ἀλλὰ καὶ τὸ τῶν Ἑλλήνων σημεῖον εἶχεν. εἰ μὲν ἐδίωκεν αὐτὴ ναῦν Ἑλληνίδα, τὸ βαρ‐ βαρικὸν ἀνέτεινε σημεῖον, εἰ δὲ ὑπὸ Ἑλληνίδος νεὼς
5ἐδιώκετο, ἀνέτεινε τὸ Ἑλληνικὸν, ἵνα οἱ διώκοντες ὡς Ἑλληνικῆς νεὼς ἀπέχωνται.

8

.

53

.

4

Ἀρτεμισία Λάτμον κατελάβετο τὴν μὲν ὡπλισμένην δύναμιν ἀποκρυψαμένη, αὐτὴ δὲ μετὰ εὐνούχων καὶ γυναικῶν καὶ αὐλητῶν καὶ τυμπανιστῶν ἐς τὸ ἄλσος τῆς Μητρὸς τῶν θεῶν ἀπέχον τῆς πόλεως ἑπτὰ στάδια
5παρῆλθεν ὀργιάζουσα. τῶν δὲ Λατμίων προελθόντων καὶ τὴν εὐσέβειαν αὐτῆς θεωμένων καὶ θαυμαζόντων οἱ ἀποκεκρυμμένοι ἐξαναστάντες κατελάβοντο τὴν πόλιν κρατήσαντες αὐλοῖς καὶ τυμπάνοις, ἧς οὐκ ἐκράτησαν τοῖς ὅπλοις.

8

.

53

.

5

Ἀρτεμισία βασιλεύουσα Καρίας Ξέρξῃ βασιλεῖ
συνεμάχησε κατὰ τῶν Ἑλλήνων, ὥστε καὶ τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας ταύτῃ βασιλεὺς ἔδωκεν. καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τοῦ ναυμαχεῖν βασιλεὺς414
5ὁρῶν τὴν μὲν γενναίως ἀγωνιζομένην, τοὺς δὲ ἄνδρας ἀγεννῶς ἀνεβόησεν· ‘ὦ Ζεῦ, τοὺς μὲν ἄνδρας γυναῖκας πεποίηκας, τὰς δὲ γυναῖκας ἄνδρασ‘.

8

.

54

t

ΜΑΝΙΑ.

8

.

54

.

1

Μανία γυνὴ Ζήνιδος ἄρχοντος τῶν περὶ Δάρ‐ δανον πόλεων νόσῳ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτὴ κατέσχε τὴν ἀρχὴν Φαρναβάζῳ χρησαμένη συμμάχῳ· αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο
5καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος
10δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο.

8

.

55

t

ΤΙΡΓΑΤΑΩ.

8

.

55

.

1

Τιργαταὼ Μαιῶτις ἐγήματο Ἑκαταίῳ βασιλεῖ Σίν‐ δων, οἳ νέμονται μικρὸν ἄνω Βοσπόρου. τοῦτον τὸν Ἑκαταῖον ἐκπεσόντα τῆς ἀρχῆς κατήγαγε Σάτυρος ὁ Βοσ‐ πόρου τύραννος καὶ τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον
5ἐξέδωκεν ἀξιώσας τὴν προτέραν ἀποκτεῖναι. ὁ δὲ τὴν Μαιῶτιν στέργων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν, ἐς ὀχυρὸν
δὲ φρούριον καθείρξας ἐκέλευσε διάγειν φρουρουμένην· ἡ δὲ Τιργαταὼ λαθοῦσα τοὺς φύλακας διέδρα. τῶν δὲ περὶ τὸν Ἑκαταῖον καὶ τὸν Σάτυρον πολλῇ σπουδῇ415
10ζητούντων—ἐδεδοίκεσαν γὰρ, μὴ κινήσῃ τοὺς Μαιώτας ἐς πόλεμον—οὐ μὴν εὑρεῖν δυνηθέντων, ἡ Μαιῶτις ἐρήμους καὶ τραχείας ὁδοὺς ὑπερβάλλουσα καὶ μεθ’ ἡμέραν μὲν ἐν ταῖς ὕλαις κρυπτομένη, ταῖς δὲ νυξὶ βαδίζουσα τέλος ἧκεν εἰς τοὺς καλουμένους Ἰξομάτας,
15ἔνθα ἦν αὐτῆς τὰ βασίλεια τῶν οἰκείων. τὸν μὲν δὴ πατέρα τετελευτηκότα κατέλαβε, τῷ δὲ διαδεξαμένῳ τὴν ἀρχὴν συνοικήσασα τοὺς Ἰξομάτας εἰς πόλεμον ἐκίνησε. καὶ πολλὰ μὲν τῶν περὶ Μαιῶτιν μαχίμων ἐθνῶν προσήγετο, μάλιστα δὲ τὴν Ἑκαταίου Σινδικὴν
20κατέτρεχε καὶ Σατύρου τὴν ἀρχὴν ἐλυμαίνετο, ὥστε ἱκετηρίας ἀμφότεροι πέμψαντες καὶ ὅμηρον δόντες παῖδα Σατύρου Μητρόδωρον ἐδεήθησαν εἰρήνης τυχεῖν. ἡ δὲ συνέθετο μὲν, οὐ μὴν οἵ γε συνθέμενοι τοὺς ὅρκους ἐφύλαξαν. ὁ γὰρ δὴ Σάτυρος ἔπεισε δύο
25φίλους ἱκέτας καταφυγόντας πρὸς αὐτὴν ἐπιβουλεῦσαι. οἱ μὲν κατέφυγον, ὁ δὲ Σάτυρος ἐξῄτει· ἡ δὲ τὸν τῆς ἱκεσίας νόμον τιμῶσα πολλάκις ἀντέγραφε σωτηρίαν πράττουσα τοῖς ἱκέταις. οἱ δὲ ἐπέθεντο, ὁ μὲν ὡς περὶ μεγάλων αὐτῇ διαλεγόμενος πραγμάτων, ὁ δὲ
30σπασάμενος τὸ ξίφος ἀπέτυχε τῆς ἐπιβουλῆς τοῦ ζωστῆ‐ ρος ἀποδεξαμένου τὴν πληγήν. οἱ δορυφόροι συνδρα‐
μόντες ἀμφοτέρους ἐβασάνισαν. οἱ δὲ τὴν ἐπιβουλὴν ὡμολόγησαν τοῦ καθεικότος τυράννου. πάλιν ἡ Τιργα‐ ταὼ τὸν πόλεμον ἐξήνεγκε τὸν ὅμηρον ἀποκτείνασα416
35καὶ πάντων τῶν δεινῶν ἁρπαγῆς καὶ φόνου πληροῦσα τὴν χώραν, ἕως αὐτὸς μὲν ὁ Σάτυρος ἀθυμήσας ἐτε‐ λεύτησε, Γόργιππος δὲ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διαδεξά‐ μενος ἱκέτης αὐτὸς ἐλθὼν καὶ δῶρα δοὺς αὐτῇ μέγιστα τὸν πόλεμον διελύσατο.

8

.

56

t

ΑΜΑΓΗ.

8

.

56

.

1

Ἀμάγη γυνὴ Μηδοσάκκου βασιλέως Σαρματῶν τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τὰ πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας
5καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων
10Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλα‐ βοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε
15νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσ‐ δοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερ‐
20χομένους, Ἀμάγη μεθ’ ἧς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγ‐ γενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν417
25καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρ‐ βάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός.

8

.

57

t

ΑΡΣΙΝΟΗ.

8

.

57

.

1

Ἀρσινόη Λυσιμάχου τοῦ ἀνδρὸς τελευτήσαντος μεγάλης ταραχῆς οὔσης ἐν Ἐφέσῳ καὶ τῶν σελευκιζόν‐ των τὰ τείχη καταβαλλόντων καὶ τὰς πύλας ἀνοιγόν‐ των εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θερά‐
5παιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθ’ ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενε‐ κράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν
10κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φο‐ νεύειν.

8

.

58

t

ΚΡΑΤΗΣΙΠΟΛΙΣ.

8

.

58

.

1

Κρατησίπολις Πτολεμαίῳ τὸν Ἀκροκόρινθον ἐν‐ δοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον,
ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ418
5καὶ ἀπὸ Σικυῶνος ἔφη μεταπέμψεσθαι συμμάχους, οἳ μετ’ αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρ’ αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε
10Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων.

8

.

59

t

ΙΕΡΕΙΑ.

8

.

59

.

1

Αἰτωλοὶ Πελληνεῦσιν ἐπεστράτευον. πρὸ τῆς Πελλή‐ νης ὄχθος ἐστὶν ὑψηλὸς ἀντικρὺ τῆς ἀκροπόλεως, ἐφ’ ὃν οἱ Πελληνεῖς συνελθόντες ὡπλίζοντο. τῆς Ἀθηνᾶς ἱέρεια κατά τι νόμιμον ἐκείνης τῆς ἡμέρας πανοπλίαν
5ἔχουσα καὶ τρίλοφον κράνος, ἡ καλλίστη καὶ μεγίστη τῶν παρθένων, ἀπὸ τῆς ἀκροπόλεως ἀπέβλεπεν ἐς τὸ πλῆθος τῶν ὁπλιζομένων πολιτῶν. Αἰτωλοὶ παρθένον ὡπλισμένην ἐκ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς προελθοῦσαν ἰδόντες αὐτὴν τὴν Ἀθηνᾶν σύμμαχον ἥκειν Πελλη‐
10νεῦσι νομίσαντες ἀνέστρεψαν, Πελληνεῖς δὲ ἐπιδιώ‐ ξαντες οὐκ ὀλίγους Αἰτωλῶν ἔκτειναν.

8

.

60

t

ΚΥΝΝΑ.

8

.

60

.

1

Κύννα Φιλίππου θυγάτηρ τὰ πολεμικὰ ἤσκει καὶ
στρατοπέδων ἡγεῖτο καὶ πολεμίοις παρετάσσετο· καὶ Ἰλλυριοῖς παρατασσομένη τὴν βασιλεύουσαν αὐτῶν καιρίαν ἐς τὸν αὐχένα πλήξασα κατέβαλε καὶ πολλοὺς419
5τῶν Ἰλλυριῶν φεύγοντας ἔκτεινε. γημαμένη δὲ Ἀμύντᾳ τῷ Περδίκκου ταχέως τοῦτον ἀποβαλοῦσα οὐχ ὑπέμεινεν ἀνδρὸς πειραθῆναι δευτέρου, ἀλλὰ μίαν ἔχουσα θυγα‐ τέρα ἐξ Ἀμύντου Εὐρυδίκην καὶ ταύτην τὰ πολεμικὰ ἤσκησεν. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος
10καὶ τῶν διαδόχων νεωτεριζόντων ἐτόλμησεν αὐτὴ διαβῆναι τὸν Στρυμόνα, Ἀντιπάτρου δὲ κωλύοντος βιασαμένη τοὺς κωλύοντας τὸν ποταμὸν διῆλθε καὶ τοὺς ἐμποδὼν γιγνομένους καταγωνισαμένη διέβη τὸν Ἑλλήσποντον συμμῖξαι τῷ Μακεδόνων στρατεύματι
15προθυμουμένη. Ἀλκέτα δὲ μετὰ τῆς δυνάμεως ἀπαν‐ τήσαντος οἱ Μακεδόνες ἰδόντες τὴν Φιλίππου θυγατέρα καὶ ἀδελφὴν Ἀλεξάνδρου, αἰδεσθέντες τὴν γνώμην μετεβάλοντο. ἡ δὲ τὸν Ἀλκέταν ὀνειδίσασα τῆς ἀχα‐ ριστίας οὔτε τὸ πλῆθος τῶν ἀνδρῶν οὔτε τὴν παρα‐
20σκευὴν τῶν ὅπλων κατεπλάγη, ἀλλ’ εὐγενῶς ἤνεγκε τὴν σφαγὴν τεθνάναι μᾶλλον ἢ τὸ Φιλίππου γένος ἐκπεπτωκὸς τῆς ἀρχῆς ὁρᾶν αἱρουμένη.

8

.

61

t

ΜΥΣΤΑ.

8

.

61

.

1

Μύστα γυνὴ Σελεύκου τοῦ Καλλινίκου κληθέντος περὶ Ἄγκυραν ὑπὸ Γαλατῶν ἡττηθέντος, ὑπὸ τῶν πολε‐
μίων ἁλοῦσα, τὴν βασιλικὴν ἐσθῆτα μεταμφιασαμένη, θεραπαινίδος ἀθλιωτάτης ῥάκια λαβοῦσα ἐν τοῖς αἰχμα‐420
5λώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον μετὰ ἄλλων ἀνδραπόδων ἐξηγόρευσεν ἥτις ἦν. Ῥόδιοι τῷ πριαμένῳ τὸ ἀργύριον ἀποδόντες λαμπρῶς κομίσαντες ἐς Ἀντιό‐ χειαν ἐξέπεμψαν.

8

.

62

t

ΕΠΙΧΑΡΙΣ.

8

.

62

.

1

Πείσων καὶ Σενέκας ἐπιβουλὴν συνεστήσαντο κατὰ Νέρωνος. ἦν ἀδελφὸς Σενέκᾳ Μέλας, ὃς ἑταίραν εἶχεν Ἐπίχαριν. ταύτην τὴν Ἐπίχαριν ὁ Νέρων ὡς μετ‐ έχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντ‐
5έσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν Ἐπίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν
10ἐκέλευον· τῆς δ’ ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενι‐ κημένος.

8

.

63

t

ΜΙΛΗΣΙΑ.

8

.

63

.

1

Ἐν Μιλήτῳ τὰς παρθένους μανικὸν πάθος κατ‐ έσχεν· αἱ πλεῖσται γὰρ οὐδεμιᾶς οὔσης συμφορᾶς ἐξαί‐
φνης αὑτὰς ἀπεβρόχιζον. Μιλησία γυνὴ συνεβούλευσε τὰς ἀπαγχομένας [γυμνὰς] διὰ τῆς ἀγορᾶς ἐκκομίζεσθαι.421
5τοῦτο κυρωθὲν ἐπέσχε θανατώσας τὰς παρθένους· τὴν γὰρ μετὰ θάνατον αἰσχύνην καὶ τὴν διὰ τῆς ἀγορᾶς πομπὴν οὐ φέρουσαι τῶν βρόχων ἀπέσχοντο.

8

.

64

t

ΜΗΛΙΑΙ.

8

.

64

.

1

Μήλιοι Καρίαν ἐπῴκισαν ἡγεμόνα Νυμφαῖον ἔχον‐ τες· Κᾶρες οἱ Κρυασσὸν οἰκοῦντες ἐπιβουλεύοντες Μηλίοις καλοῦσιν αὐτοὺς ἐπὶ δημοσίαν ἑορτήν. Καρίνη παρθένος ἐρῶσα Νυμφαίου τὴν ἐπιβουλὴν ἐξηγόρευσεν.
5ὁ δὲ πρὸς τοὺς Κᾶρας ἔφη, νόμον Ἕλλησιν εἶναι μετὰ γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὴ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὑτῆς
10ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν κατῴκησαν.

8

.

65

t

ΦΩΚΙΔΕΣ.

8

.

65

.

1

Φωκεῦσι καὶ Θετταλοῖς πόλεμος ἄσπονδος ἦν,
ὥστε καὶ Θετταλοὶ δόγμα ἐκύρωσαν, μηδενὸς ἀπέχε‐ σθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδρα‐ ποδίσασθαι. Φωκέων μελλόντων συμβάλλειν ἐς μάχην422
5αἱ Φωκίδες ἐψηφίσαντο· ‘ὕλην παμμεγέθη νησώμεθα· ἐπειδὰν δὲ αἰσθώμεθα τοὺς ἄνδρας ἡττωμένους, αὐταὶ τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβῶμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν.‘ τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρα‐
10τάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ.

8

.

66

t

ΧΙΑΙ.

8

.

66

.

1

Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πο‐ λεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχε‐
5τλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα
10κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.

8

.

67

t

ΘΑΣΙΑΙ.

8

.

67

.

1

Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρ‐ των ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν
5μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.423

8

.

68

t

ΑΡΓΟΛΙΔΕΣ.

8

.

68

.

1

Πύρρος Ἠπειρώτης ἐνέβαλεν εἰς Ἄργος καλέσαντος αὐτὸν Ἀριστέως Ἀργείου. οἱ μὲν Ἀργεῖοι συνέδραμον ἐς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων, αἱ δὲ γυναῖκες αὐτῶν προκαταλαβόμεναι τὰ τέγη τοὺς Ἠπειρώτας ἄνωθεν
5βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἕλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπ’ ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν
10Ἀργολίδων πεσόντος.

8

.

69

t

ΑΚΑΡΝΑΝΙΔΕΣ.

8

.

69

.

1

Αἰτωλῶν Ἀκαρνᾶσι μακρῷ χρόνῳ πολεμούντων, τέλος δὲ κατὰ προδοσίαν ἐς τὴν πόλιν παραπεσόντων οἱ μὲν ἄνδρες εὐρώστως ἐν παραλόγῳ κινδύνῳ παρε‐ τάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι,
5αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ τὴν μάχην. ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως
10ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δυνάμενοι
συγκατεφόνευσαν τοῖς ἀνδράσιν.424

8

.

70

t

ΚΥΡΗΝΑΙΑΙ.

8

.

70

.

1

Κυρηναίοις ἐπολέμει Πτολεμαῖος. οἱ δὲ ἡγεμόνα ἐξ Αἰτωλίας Λυκωπὸν μεταπεμψάμενοι τούτῳ τὴν προ‐ στασίαν τῶν κοινῶν ἐνεχείρισαν. ἐν δὲ ταῖς μάχαις οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες
5αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρ‐
10χον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας.

8

.

71

t

ΛΑΚΑΙΝΑΙ.

8

.

71

.

1

Λακεδαιμονίων αἱ θυγατέρες ἐγήμαντο Μινύαις τοῖς ἀπὸ τῶν Ἀργοναυτῶν γεγονόσιν. οἱ δὲ κοινωνοῦν‐ τες τῆς πολιτείας ἤδη καὶ τῆς βασιλείας ἀντεποιοῦντο. τοὺς μὲν δὴ καθεῖρξαν οἱ Σπαρτιᾶται, αἱ δὲ θυγα‐
5τέρες τῶν ****425