TLG 0613 001 :: 〈DEMETRIUS〉 :: De elocutione 〈DEMETRIUS〉 Rhet. De elocutione Citation: Section — (line) | ||
1(1t) | ΔΗΜΗΤΡΙΟΥ | |
2t | [ΦΑΛΗΡΕΩΣ] | |
---|---|---|
3t | ΠΕΡΙ ΕΡΜΑΝΕΙΑΣ | |
1 | Ὥσπερ ἡ ποίησις διαιρεῖται τοῖς μέτροις, οἷον ἡμιμέτροις ἢ ἑξαμέτροις ἢ τοῖς ἄλλοις, οὕτω καὶ τὴν ἑρμηνείαν τὴν λογικὴν διαιρεῖ καὶ διακρίνει τὰ καλούμενα κῶλα, καθάπερ ἀναπαύοντα τὸν λέγοντά τε καὶ τὰ λεγόμενα αὐτὰ καὶ ἐν πολλοῖς ὅροις ὁρίζοντα | |
5 | τὸν λόγον, ἐπεί τοι μακρὸς ἂν εἴη καὶ ἄπειρος καὶ ἀτεχνῶς πνίγων | |
2 | τὸν λέγοντα. Βούλεται μέντοι διάνοιαν ἀπαρτίζειν τὰ κῶλα ταῦτα, ποτὲ μὲν ὅλην διάνοιαν, οἷον ὡς Ἑκαταῖός φησιν ἐν τῇ ἀρχῇ τῆς ἱστορίας· Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· συνείληπται γὰρ διάνοια τῷ κώλῳ ὅλῳ ὅλη, καὶ ἄμφω συγκαταλήγουσιν. ἐνίοτε μέντοι | |
5 | τὸ κῶλον ὅλην μὲν οὐ συμπεραιοῖ διάνοιαν, μέρος δὲ ὅλης ὅλον, ὡς γὰρ τῆς χειρὸς οὔσης ὅλου τινὸς μέρη αὐτῆς ὅλα ὅλης ἐστίν. οἷον δάκτυλοι καὶ πῆχυς (ἰδίαν γὰρ περιγραφὴν ἔχει τούτων τῶν μερῶν ἕκαστον καὶ ἴδια μέρη), οὕτω καὶ διανοίας τινὸς ὅλης οὔσης μεγάλης ἐμπεριλαμβάνοιτ’ ἂν μέρη τινὰ αὐτῆς ὁλόκληρα ὄντα καὶ | |
10 | αὐτά. | |
3 | Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦ‐ τον· Δαρείου καὶ Παρυσάτιδος μέχρι τοῦ νεώτερος δὲ Κῦρος συντετελεσμένη πᾶσα διάνοιά ἐστι. τὰ δὲ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις, | |
5 | ἴδιον ἔχουσα πέρας, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται | |
παῖδες. ἔχει γάρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ’ αὑτήν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος. ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως, | 3 | |
4 | ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον. Δεῖ δὲ οὔτε πάνυ μακρὰ ποιεῖν τὰ κῶλα, ἐπεί τοι γίνεται ἄμετρος ἡ σύνθεσις ἢ δυσπαρακολούθητος· οὐδὲ γὰρ ἡ ποιητικὴ ὑπὲρ ἑξάμετρον ἦλθεν, εἰ μή που ἐν ὀλίγοις· γελοῖον γὰρ τὸ μέτρον ἄμετρον εἶναι καὶ καταλήγοντος τοῦ μέτρου | |
5 | ἐπιλελῆσθαι ἡμᾶς πότε ἤρξατο. οὔτε δὴ τὸ μῆκος τῶν κώλων πρέπον τοῖς λόγοις διὰ τὴν ἀμετρίαν, οὔτε ἡ μικρότης, ἐπεί τοι γίνοιτ’ ἂν ἡ λεγομένη ξηρὰ σύνθεσις, οἷον ἡ τοιάδε· ὁ βίος βραχύς, ἡ τέχνη μακρά, ὁ καιρὸς ὀξύς. κατακεκομμένη γὰρ ἔοικεν ἡ σύνθεσις καὶ κεκερματισμένη καὶ εὐκαταφρόνητος διὰ τὸ μικρὰ σύμ‐ | |
10 | παντα ἔχειν. | |
5 | Γίνεται μὲν οὖν ποτε καὶ μακροῦ κώλου καιρός, οἷον ἐν τοῖς μεγέθεσιν, ὡς ὁ Πλάτων φησί· τὸ γὰρ δὴ πᾶν τόδε τὸ μὲν αὐτὸς ὁ θεὸς πορευόμενος ποδηγεῖ καὶ συγκυκλεῖ. σχεδὸν γὰρ τῷ μεγέθει τοῦ κώλου συνεξῆρται καὶ ὁ λόγος. διὰ τοῦτο καὶ | |
5 | ἑξάμετρον ἡρῷόν τε ὀνομάζεται ὑπὸ τοῦ μήκους καὶ πρέπον ἥρω‐ σιν, καὶ οὐκ ἂν τὴν Ὁμήρου Ἰλιάδα πρεπόντως τις γράψει ἐν τοῖς Ἀρχιλόχου βραχέσιν, οἷον ἀχνυμένη σκυτάλη καὶ | |
10 | τίς σὰς παρήειρε φρένας, οὐδὲ τοῖς Ἀνακρέοντος, †τὸ φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ· μεθύοντος γὰρ ὁ ῥυθμὸς ἀτεχνῶς γέροντος, οὐ μαχομένου ἥρωος. | |
6 | Μακροῦ μὲν δὴ κώλου καιρὸς γίνοιτ’ ἄν ποτε διὰ ταῦτα· γίνοιτο δ’ ἄν ποτε καὶ βραχέος, οἷον ἤτοι μικρόν τι ἡμῶν λεγόντων, ὡς ὁ | |
Ξενοφῶν φησιν, ὅτι ἀφίκοντο οἱ Ἕλληνες ἐπὶ τὸν Τηλεβόαν ποτα‐ μόν· οὗτος δὲ ἦν μέγας μὲν οὔ, καλὸς δέ. τῇ γὰρ μικρότητι | 4 | |
5 | καὶ ἀποκοπῇ τοῦ ῥυθμοῦ συνανεφάνη καὶ ἡ μικρότης τοῦ ποταμοῦ καὶ χάρις· εἰ δὲ οὕτως ἐκτείνας αὐτὸ εἶπεν· οὗτος δὲ μεγέθει μὲν ἦν ἐλάττων τῶν πολλῶν, κάλλει δὲ ὑπερεβάλλετο πάντας, τοῦ πρέ‐ ποντος ἀπετύγχανεν ἂν καὶ ἐγίγνετο ὁ †λεγόμενος ψυχρός· ἀλλὰ περὶ ψυχρότητος μὲν ὕστερον λεκτέον. | |
7 | Τῶν δὲ μικρῶν κώλων κἀν δεινότητι χρῆσίς ἐστι· δεινότερον γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος. καὶ τὸ μὲν ἐπιτάσσειν σύντο‐ μον καὶ βραχύ, καὶ πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκε‐ | |
5 | τεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι· αἱ Λιταὶ καθ’ Ὅμηρον καὶ χωλαὶ καὶ ῥυσαὶ ὑπὸ βραδύτητος, τουτέστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέ‐ | |
8 | ροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν. Παράδειγμα δὲ βραχείας συνθέσεως τὸ Λακεδαιμόνιοι Φιλίππῳ· Διονύσιος ἐν Κορίνθῳ. πολὺ γὰρ δεινότερον φαίνεται ῥηθὲν οὕτω βραχέως, ἢ εἴπερ αὐτὸ μακρῶς ἐκτείναντες εἶπον, ὅτι ὁ Διονύσιός ποτε μέγας ὢν τύραννος | |
5 | ὥσπερ σὺ ὅμως νῦν ἰδιωτεύων οἰκεῖ Κόρινθον. οὐ γὰρ ἔτι διὰ πολλῶν ῥηθὲν ἐπιπλήξει ἐῴκει, ἀλλὰ διηγήματι, καὶ μᾶλλόν τινι δι‐ δάσκοντι, οὐκ ἐκφοβοῦντι. οὕτως ἐκτεινόμενον ἐκλύεται τοῦ λόγου τὸ θυμικὸν καὶ σφοδρόν. ὥσπερ τὰ θηρία συστρέψαντα ἑαυτὰ μά‐ χεται. τοιαύτη τις ἂν εἴη συστροφὴ καὶ λόγου καθάπερ ἐσπειρα‐ | |
10 | μένου πρὸς δεινότητα. | |
9 | Ἡ δὲ τοιαύτη βραχύτης κατὰ τὴν σύνθεσιν κόμμα ὀνομάζεται. ὁρίζονται δ’ αὐτὸ ὧδε· κόμμα ἐστὶ τὸ κώλου ἔλαττον, οἷον τὸ προ‐ ειρημένον, τό τε Διονύσιος ἐν Κορίνθῳ καὶ τὸ γνῶθι σεαυ‐ τὸν καὶ τὸ ἕπου θεῷ τὰ τῶν σοφῶν. ἔστι γὰρ καὶ ἀποφθεγμα‐ | |
5 | τικὸν ἡ βραχύτης καὶ γνωμολογικόν, καὶ σοφώτερον τὸ ἐν ὀλίγῳ πολλὴν διάνοιαν ἠθροῖσθαι, καθάπερ ἐν τοῖς σπέρμασιν δένδρων ὅλων δυνάμεις· εἰ δ’ ἐκτείνοιτο τις τὴν γνώμην ἐν μακροῖς, διδασ‐ | |
καλία γίνεταί τις καὶ ῥητορεία ἀντὶ γνώμης. | 5 | |
10 | Τῶν μέντοι κώλων καὶ κομμάτων τοιούτων συντιθεμένων πρὸς ἄλληλα συνίστανται αἱ περίοδοι ὀνομαζόμεναι. καὶ ἔστιν περίοδος σύστημα ἐκ κώλων ἢ κομμάτων εὐκαταστρόφως εἰς τὴν διάνοιαν τὴν ὑποκειμένην ἀπηρτισμένον, οἷον μάλιστα μὲν εἵνεκα τοῦ | |
5 | νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν· αὕτη γὰρ ἡ περίοδος ἐκ τριῶν κώλων | |
11 | οὖσα καμπήν τέ τινα καὶ συστροφὴν ἔχει κατὰ τὸ τέλος. Ἀριστο‐ τέλης δὲ ὁρίζεται τὴν περίοδον οὕτως· περίοδός ἐστι λέξις ἀρχὴν ἔχουσα καὶ τελευτήν, μάλα καλῶς καὶ πρεπόντως ὁρι‐ σάμενος· εὐθὺς γὰρ ὁ τὴν περίοδον λέγων ἐμφαίνει, ὅτι ἦρκταί | |
5 | ποθεν καὶ ἀποτελευτῆσαι [ποιεῖ καὶ] ἐπείγεται εἴς τι τέλος, ὥσπερ οἱ δρομεῖς ἀφεθέντες· καὶ γὰρ ἐκείνων συνεμφαίνεται τῇ ἀρχῇ τοῦ δρόμου τὸ τέλος. ἔνθεν καὶ περίοδος ὠνομάσθη, ἀπεικασθεῖσα ταῖς ὁδοῖς ταῖς κυκλοειδέσι καὶ περιωδευμέναις. 〈καὶ〉 καθόλου οὐδὲν ἡ περίοδός ἐστι πλὴν ποιὰ σύνθεσις. εἰ γοῦν λυθείη αὐτῆς τὸ περιω‐ | |
10 | δευμένον καὶ μετασυντεθείη, τὰ μὲν πράγματα μένει τὰ αὐτά, περί‐ οδος δὲ οὐκ ἔσται, οἷον εἰ τὴν προειρημένην τις τοῦ Δημοσθένους περίοδον ἀναστρέψας εἴποι ὧδέ πως· συνερῶ τούτοις, ὧ ἄνδρες Ἀθηναῖοι· φίλος γάρ μοί ἐστιν ὁ υἱὸς Χαβρίου, πολὺ δὲ μᾶλλον τούτου ἡ πόλις, ᾗ συνειπεῖν με δίκαιόν ἐστιν. οὐ γὰρ ἔτι οὐδαμοῦ | |
12 | ἡ περίοδος εὑρίσκεται. γένεσις δ’ αὐτῆς ἥδε. τῆς ἑρμηνείας ἡ μὲν ὀνομάζεται κατεστραμμένη, οἷον ἡ κατὰ περιόδους, ἔχουσα ὡς ἡ τῶν Ἰσοκρατείων ῥητορειῶν καὶ Γοργίου καὶ Ἀλκιδάμαντος· ὅλαι γὰρ διὰ περιόδων εἰσὶν συνεχῶν οὐδέν τι ἔλαττον, ἤπερ ἡ Ὁμήρου | |
5 | ποίησις δι’ ἑξαμέτρων· ἡ δέ τις διῃρημένη ἑρμηνεία καλεῖται, ἡ εἰς | |
κῶλα λελυμένη οὐ μάλα ἀλλήλοις συνηρτημένα, ὡς ἡ Ἑκαταίου καὶ τὰ πλεῖστα τῶν Ἡροδότου, καὶ ὅλως ἡ ἀρχαία πᾶσα. παράδειγμα αὐτῆς· Ἑκαταῖος Μιλήσιος ὧδε μυθεῖται· τάδε γράφω, ὥς μοι δοκεῖ ἀληθέα εἶναι· οἱ γὰρ Ἑλλήνων λόγοι πολλοί τε | 6 | |
10 | καὶ γελοῖοι καὶ ἐμοὶ φαίνονται 〈καὶ〉 εἰσίν. ὥσπερ γὰρ σεσω‐ ρευμένοις ἐπ’ ἀλλήλοις τὰ κῶλα ἔοικεν καὶ ἐπερριμμένοις καὶ οὐκ ἔχουσι σύνδεσιν οὐδ’ ἀντέρεισιν, οὐδὲ βοηθοῦντα ἀλλήλοις ὥσπερ ἐν | |
13 | ταῖς περιόδοις. ἔοικε γοῦν τὰ μὲν περιοδικὰ κῶλα τοῖς λίθοις τοῖς ἀντερείδουσι τὰς περιφερεῖς στέγας καὶ συνέχουσι, τὰ δὲ τῆς δια‐ λελυμένης ἑρμηνείας διερριμμένοις πλησίον λίθοις μόνον καὶ οὐ | |
14 | συγκειμένοις. διὸ καὶ περιεξεσμένον ἔχει τι ἡ ἑρμηνεία ἡ πρὶν καὶ εὐσταλές, ὥσπερ καὶ τὰ ἀρχαῖα ἀγάλματα, ὧν τέχνη ἐδόκει ἡ συ‐ στολὴ καὶ ἰσχνότης, ἡ δὲ τῶν μετὰ ταῦτα ἑρμηνεία τοῖς Φειδίου ἔργοις ἤδη ἔοικεν ἔχουσά τι καὶ μεγαλεῖον καὶ ἀκριβὲς ἅμα. | |
15 | Δοκιμάζω γὰρ δὴ ἔγωγε μήτε περιόδοις ὅλον τὸν λόγον συν‐ είρεσθαι, ὡς τοῦ Γοργίου, μήτε διαλελύσθαι ὅλον, ὡς τὰ ἀρχαῖα, ἀλλὰ μεμῖχθαι μᾶλλον δι’ ἀμφοτέρων· οὕτω γὰρ καὶ ἐγκατάσκευος ἔσται καὶ ἁπλοῦς ἅμα καὶ ἐξ ἀμφοῖν ἡδύς, καὶ οὔτε μάλα ἰδιω‐ | |
5 | τικὸς οὔτε μάλα σοφιστικός. τῶν δὲ τὰς πυκνὰς περιόδους λεγόν‐ των οὐδ’ αἱ κεφαλαὶ ῥᾳδίως ἑστᾶσιν, ὡς ἐπὶ τῶν οἰνωμένων, οἵ τε ἀκούοντες ναυτιῶσι διὰ τὸ ἀπίθανον, τοτὲ δὲ καὶ ἐκφωνοῦσι τὰ | |
16 | τέλη τῶν περιόδων προειδότες καὶ προαναβοῶσι. Τῶν δὲ περιόδων αἱ μικρότεραι μὲν ἐκ δυοῖν κώλοιν συντίθενται, αἱ μέγισται δὲ ἐκ τεττάρων· τὸ δ’ ὑπὲρ τέτταρα οὐκέτ’ ἂν ἐντὸς εἴη περιοδικῆς συμ‐ | |
17 | μετρίας. Γίνονται δὲ καὶ τρίκωλοί τινες. καὶ μονόκωλοι δέ, ἃς καλοῦσιν ἁπλᾶς περιόδους. ὅταν γὰρ τὸ κῶλον μῆκός τε ἔχῃ καὶ καμπὴν κατὰ τὸ τέλος, τότε μονόκωλος περίοδος γίνεται, καθάπερ ἡ τοιάδε· Ἡροδότου Ἁλικαρνασῆος ἱστορίης ἀπόδεξις ἥδε. | |
5 | καὶ πάλιν· ἡ γὰρ σαφὴς φράσις πολὺ φῶς παρέχεται ταῖς | |
τῶν ἀκουόντων διανοίαις. ὑπ’ ἀμφοῖν μέντοι συνίσταται ἡ ἁπλῆ περίοδος, καὶ ὑπὸ τοῦ μήκους καὶ ὑπὸ τῆς καμπῆς τῆς περὶ τὸ τέλος, ὑπὸ δὲ θατέρου οὐδέ ποτε. | 7 | |
18 | Ἐν δὲ ταῖς συνθέτοις περιόδοις τὸ τελευταῖον κῶλον μακρό‐ τερον χρὴ εἶναι καὶ ὥσπερ περιέχον καὶ περιειληφὸς τἄλλα. οὕτω γὰρ μεγαλοπρεπὴς ἔσται καὶ σεμνὴ περίοδος, εἰς σεμνὸν καὶ μακρὸν λήγουσα κῶλον· ἡ δὲ μὴ ἀποκεκομμένῃ καὶ χωλῇ ὁμοία. παρά‐ | |
5 | δειγμα δ’ αὐτῆς τὸ τοιοῦτον· οὐ γὰρ τὸ εἰπεῖν καλῶς καλόν, ἀλλὰ τὸ εἰπόντα δρᾶσαι τὰ εἰρημένα. | |
19 | Τρία δὲ γένη περιόδων ἐστίν, ἱστορική, διαλογική, ῥητορική. ἱστορικὴ μὲν ἡ μήτε περιηγμένη μήτ’ ἀνειμένη σφόδρα, ἀλλὰ μεταξὺ ἀμφοῖν, ὡς μήτε ῥητορικὴ δόξειεν καὶ ἀπίθανος διὰ τὴν περιαγω‐ γήν, τὸ σεμνόν τε ἔχουσα καὶ ἱστορικὸν ἐκ τῆς ἁπλότητος, οἷον ἡ | |
5 | τοιάδε· Δαρείου καὶ Παρυσάτιδος γίγνονται μέχρι τοῦ νεώ‐ τερος δὲ Κῦρος. ἑδραίᾳ γάρ τινι καὶ ἀσφαλεῖ καταλήξει ἔοικεν αὐτῆς ἡ ἀπόθεσις. | |
20 | Τῆς δὲ ῥητορικῆς περιόδου συνεστραμμένον τὸ εἶδος καὶ κυκλι‐ κὸν καὶ δεόμενον στρογγύλου στόματος καὶ χειρὸς συμπεριαγομένης τῷ ῥυθμῷ, οἷον τῆς μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμ‐ φέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς | |
5 | εἵνεκα τοῦ Χαβρίου, ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν. σχεδὸν γὰρ εὐθὺς ἐκ τῆς ἀρχῆς ἡ περίοδος ἡ τοιάδε συνεστραμμένον τι ἔχει καὶ ἐμφαῖνον, ὅτι οὐκ ἂν ἀπολήξειεν εἰς ἁπλοῦν τέλος. | |
21 | Διαλογικὴ δέ ἐστιν περίοδος ἡ ἔτι ἀνειμένη καὶ ἁπλουστέρα τῆς ἱστορικῆς καὶ μόλις ἐμφαίνουσα, ὅτι περίοδός ἐστιν, ὥσπερ ἡ τοιάδε· κατέβην χθὲς εἰς τὸν Πειραιᾶ μέχρι τοῦ ἅτε νῦν πρῶτον ἄγοντες. ἐπέρριπται γὰρ ἀλλήλοις τὰ κῶλα ἐφ’ ἑτέρῳ | |
5 | ἕτερον, ὥσπερ ἐν τοῖς διαλελυμένοις λόγοις, καὶ ἀπολήξαντες μόλις ἂν ἐννοηθεῖμεν κατὰ τὸ τέλος, ὅτι τὸ λεγόμενον περίοδος ἦν. δεῖ | |
γὰρ μεταξὺ διῃρημένης τε καὶ κατεστραμμένης λέξεως τὴν διαλογι‐ κὴν περίοδον γράφεσθαι, καὶ μεμιγμένην ὁμοίαν ἀμφοτέροις. περιό‐ δων μὲν εἴδη τοσάδε. | 8 | |
22 | Γίνονται δὲ καὶ ἐξ ἀντικειμένων κώλων περίοδοι, ἀντικειμένων δὲ ἤτοι τοῖς πράγμασιν, οἷον πλέων μὲν διὰ τῆς ἠπείρου, πε‐ ζεύων δὲ διὰ τῆς θαλάσσης, ἢ ἀμφοτέροις, τῇ τε λέξει καὶ τοῖς πράγμασιν, ὥσπερ ἡ αὐτὴ περίοδος ὧδε ἔχει. | |
23 | Κατὰ δὲ τὰ ὀνόματα μόνον ἀντικείμενα κῶλα τοιάδε ἐστίν, οἷον ὡς ὁ τὴν Ἑλένην παραβαλὼν τῷ Ἡρακλεῖ φησιν, ὅτι τῷ μὲν ἐπίπονον καὶ πολυκίνδυνον τὸν βίον ἐποίησεν, τῆς δὲ περί‐ βλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησεν. ἀντίκειται | |
5 | γὰρ καὶ ἄρθρον ἄρθρῳ καὶ σύνδεσμος συνδέσμῳ, ὅμοια ὁμοίοις, καὶ τἄλλα δὲ κατὰ τὸν αὐτὸν τρόπον, τῷ μὲν ἐποίησεν τὸ κατ‐ έστησεν, τῷ δ’ ἐπίπονον τὸ περίβλεπτον, τῷ δὲ πολυκίν‐ δυνον τὸ περιμάχητον, καὶ ὅλως ἓν πρὸς ἕν, ὅμοιον παρ’ ὅμοιον ἡ ἀνταπόδοσις. | |
24 | Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παρ’ Ἐπιχάρμῳ τῷ ποιητῇ πεπαιγμένον, ὅτι τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών. ταὐτὸ μὲν γὰρ εἴρηται καὶ οὐδὲν ἐναν‐ | |
5 | τίον, ὁ δὲ τρόπος τῆς ἑρμηνείας μεμιμημένος ἀντίθεσίν τινα πλα‐ νῶντι ἔοικεν. ἀλλ’ οὗτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν καὶ ἅμα σκώπτων τοὺς ῥήτορας. | |
25 | Ἔστι δὲ καὶ παρόμοια κῶλα, ἅτινα παρόμοια δὴ τοῖς ἐπ’ ἀρχῆς, οἷον δωρητοί τε πέλοντο παράρητοί τ’ ἐπέεσσιν· ἢ ὡς ἐπὶ τέλους, ὡς ἡ τοῦ Πανηγυρικοῦ ἀρχή· πολλάκις ἐθαύ‐ | |
5 | μασα τῶν τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνι‐ κοὺς ἀγῶνας καταστησάντων. εἶδος δὲ τοῦ παρομοίου τὸ ἰσό‐ κωλον, ἐπὰν ἴσας ἔχῃ τὰ κῶλα τὰς συλλαβάς, ὥς περ Θουκυδίδῃ· | |
ὡς οὔτε ὧν πυνθάνονται ἀπαξιούντων τὸ ἔργον, οἷς τε ἐπιμελὲς εἴη εἰδέναι, οὐκ ὀνειδιζόντων· ἰσόκωλον μὲν δὴ | 9 | |
10 | τοῦτο. | |
26 | Ὁμοιοτέλευτα δέ ἐστι τὰ εἰς ὅμοια καταλήγοντα, ἤτοι εἰς ὀνό‐ ματα ταὐτά, ὥσπερ ἔχει ἐπὶ τοῦ· σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς καὶ νῦν θανόντα γράφεις κακῶς· ἢ ὅταν εἰς συλλαβὴν καταλήγῃ τὴν αὐτήν, ὥσπερ τὰ ἐκ τοῦ Πανηγυρικοῦ προειρημένα. | |
27 | Χρῆσις δὲ τῶν τοιούτων κώλων ἐπισφαλής. οὔτε γὰρ δεινῶς λέγοντι ἐπιτήδεια· ἐκλύει γὰρ τὴν δεινότητα ἡ περὶ αὐτὰ τερθρεία καὶ φροντίς. δῆλον δ’ ἡμῖν τοῦτο ποιεῖ Θεόπομπος. κατηγορῶν γὰρ τῶν Φιλίππου φίλων φησίν· ἀνδροφόνοι δὲ τὴν φύσιν | |
5 | ὄντες ἀνδρόπορνοι τὸν τρόπον ἦσαν· καὶ ἐκαλοῦντο μὲν ἑταῖροι, ἦσαν δὲ ἑταῖραι. ἡ γὰρ ὁμοιότης ἡ περὶ τὰ κῶλα καὶ ἀντίθεσις ἐκλύει τὴν δεινότητα διὰ τὴν κακοτεχνίαν. θυμὸς γὰρ τέχνης οὐ δεῖται, ἀλλὰ δεῖ τρόπον τινὰ αὐτοφυᾶ εἶναι ἐπὶ τῶν τοιούτων κατηγοριῶν καὶ ἁπλᾶ τὰ λεγόμενα. | |
28 | Οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα, ὡς ἔδειξα, οὔτε ἐν πάθεσι καὶ ἤθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι, | |
5 | ὅτι ποίαν τοιαύτην πόλιν εἷλον τῶν ἐχθρῶν, οἵαν τὴν ἰδίαν πόλιν ἀπώλεσαν, ἐμπαθῶς ἂν εἰρηκὼς εἴη καὶ ὀδυρτικῶς· εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει· ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοι‐ αύτην ἔλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον, οὐ μὰ τὸν Δία πάθος κινήσει οὐδὲ ἔλεον, ἀλλὰ τὸν καλούμενον κλαυσιγέλωτα. τὸ γὰρ ἐν | |
10 | πενθοῦσι παίζειν κατὰ τὴν παροιμίαν τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστι. | |
29 | Γίνεται μέντοι γε χρήσιμά ποτε, ὡς Ἀριστοτέλης φησίν· ἐγὼ ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν | |
μέγαν· εἰ γοῦν ἀφέλοις τὸ ἕτερον μέγα, συναφαιρήσῃ καὶ τὴν | 10 | |
5 | χάριν· τῇ γὰρ μεγαληγορίᾳ συνεργεῖ τὰ τοιαῦτα κῶλα, ὁποῖα τῶν Γοργίου τὰ πολλὰ ἀντίθετα καὶ τῶν Ἰσοκράτους. περὶ μὲν δὴ τῶν παρομοίων ταῦτα. | |
30 | Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύν‐ θεσίς τίς ἐστι περιηγμένη, ἀφ’ ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν. καὶ ἔστιν ἡ μὲν περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμά‐ | |
5 | των, τὸ δ’ ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη 〈ἢ〉 ἐν ἀκολουθίας σχήματι. | |
31 | Σημεῖον δέ· εἰ γὰρ διαλύσειας τὴν σύνθεσιν τοῦ ἐνθυμήματος, τὴν μὲν περίοδον ἠφάνισας, τὸ δ’ ἐνθύμημα ταὐτὸν μένει, οἷον εἴ τις τὸ παρὰ Δημοσθένει διαλύσειεν ἐνθύμημα τὸ τοιοῦτον ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας, οὕτως | |
5 | ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει, διαλύσειεν δὲ οὕτω· μὴ ἐπιτρέπετε τοῖς τὰ παράνομα γράφουσιν· εἰ γὰρ ἐκωλύοντο, οὐκ ἂν νῦν οὗτος ταῦτ’ ἔγραφεν, οὐδ’ ἕτερος ἔτι γράψει τούτου νῦν ἁλόν‐ τος· ἐνταῦθα τῆς περιόδου μὲν ὁ κύκλος ἐκλέλυται, τὸ δ’ ἐνθύμημα ἐν ταὐτῷ μένει. | |
32 | Καὶ καθόλου δὲ τὸ μὲν ἐνθύμημα συλλογισμός τίς ἐστι ῥητο‐ ρικός, ἡ περίοδος δὲ συλλογίζεται μὲν οὐδέν, σύγκειται δὲ μόνον· καὶ περιόδους μὲν ἐν παντὶ μέρει τοῦ λόγου τίθεμεν, οἷον ἐν τοῖς προοιμίοις, ἐνθυμήματα δὲ οὐκ ἐν παντί· καὶ τὸ μὲν ὥσπερ ἐπι‐ | |
5 | λέγεται, τὸ ἐνθύμημα, ἡ περίοδος δὲ αὐτόθεν λέγεται· καὶ τὸ μὲν οἷον συλλογισμός ἐστιν ἀτελής, ἡ δὲ οὔτε ὅλον τι οὔτε ἀτελὲς συλλογίζεται. | |
33 | Συμβέβηκε μὲν οὖν τῷ ἐνθυμήματι καὶ περιόδῳ εἶναι, διότι περιοδικῶς σύγκειται, περίοδος δ’ οὐκ ἔστιν, ὥσπερ τῷ οἰκοδομου‐ μένῳ συμβέβηκε μὲν καὶ λευκῷ εἶναι, ἂν λευκὸν ᾖ, τὸ οἰκοδομού‐ μενον δ’ οὐκ ἔστι λευκόν. περὶ μὲν δὴ διαφορᾶς ἐνθυμήματος καὶ | |
5 | περιόδου εἴρηται. | |
34 | Τὸ δὲ κῶλον Ἀριστοτέλης οὕτως ὁρίζεται· κῶλόν ἐστι τὸ | |
ἕτερον μέρος περιόδου· εἶτα ἐπιφέρει· γίνεται δὲ καὶ ἁπλῆ περίοδος. οὕτως ὁρισάμενος, τὸ ἕτερον μέρος, δίκωλον ἐβού‐ λετο εἶναι τὴν περίοδον δηλονότι. ὁ δ’ Ἀρχέδημος, συλλαβὼν τὸν | 11 | |
5 | ὅρον τοῦ Ἀριστοτέλους καὶ τὸ ἐπιφερόμενον τῷ ὅρῳ, σαφέστερον καὶ τελεώτερον οὕτως ὡρίσατο· κῶλόν ἐστιν ἤτοι ἁπλῆ περίο‐ δος ἢ συνθέτου περιόδου μέρος. | |
35 | Τί μὲν οὖν ἁπλῆ περίοδος, εἴρηται· συνθέτου δὲ φήσας αὐτὸ περιόδου μέρος, οὐ δυσὶ κώλοις τὴν περίοδον ὁρίζειν ἔοικεν, ἀλλὰ καὶ τρισὶ καὶ πλείοσιν· ἡμεῖς δὲ μέτρον μὲν περιόδου ἐκτεθείμεθα, νῦν δὲ περὶ τῶν χαρακτήρων τῆς ἑρμηνείας λέγωμεν. | |
36 | Εἰσὶ δὲ τέτταρες οἱ ἁπλοῖ χαρακτῆρες, ἰσχνός, μεγαλοπρεπής, γλαφυρός, δεινός, καὶ λοιπὸν οἱ ἐκ τούτων μιγνύμενοι. μίγνυνται δὲ οὐ πᾶς παντί, ἀλλ’ ὁ γλαφυρὸς μὲν καὶ τῷ ἰσχνῷ καὶ τῷ μεγα‐ λοπρεπεῖ, καὶ ὁ δεινὸς δὲ ὁμοίως ἀμφοτέροις· μόνος δὲ ὁ μεγαλο‐ | |
5 | πρεπὴς τῷ ἰσχνῷ οὐ μίγνυται, ἀλλ’ ὥσπερ ἀνθέστατον καὶ ἀντί‐ κεισθον ἐναντιωτάτω. διὸ δὴ καὶ μόνους δύο χαρακτῆράς τινες ἀξιοῦσιν εἶναι τούτους, τοὺς δὲ λοιποὺς δύο μεταξὺ τούτων, τὸν μὲν γλαφυρὸν τῷ ἰσχνῷ προσνέμοντες μᾶλλον, τῷ δὲ μεγαλοπρεπεῖ τὸν δεινόν, ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν | |
10 | ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος. | |
37 | Γελοῖος δ’ ὁ τοιοῦτος λόγος. ὁρῶμεν γὰρ πλὴν τῶν εἰρη‐ μένων χαρακτήρων ἐναντίων πάντας μιγνυμένους πᾶσιν, οἷον τὰ Ὁμήρου τε ἔπη καὶ τοὺς Πλάτωνος λόγους καὶ Ξενοφῶντος καὶ Ἡροδότου καὶ ἄλλων πολλῶν πολλὴν μὲν μεγαλοπρέπειαν κατα‐ | |
5 | μεμιγμένην ἔχοντας, πολλὴν δὲ δεινότητά τε καὶ χάριν. ὥστε τὸ μὲν πλῆθος τῶν χαρακτήρων τοσοῦτον ἂν εἴη, ὅσον λέλεκται. ἑρμη‐ νεία δ’ ἑκάστῳ πρέπουσα γένοιτ’ ἂν τοιάδε τις. | |
38 | Ἄρξομαι δ’ ἀπὸ τοῦ μεγαλοπρεποῦς, ὅνπερ νῦν λόγιον ὀνο‐ μάζουσιν. ἐν τρισὶ δὴ τὸ μεγαλοπρεπές, διανοίᾳ, λέξει, τῷ συγ‐ κεῖσθαι προσφόρως. σύνθεσις δὲ μεγαλοπρεπής, ὥς φησιν Ἀριστο‐ τέλης, ἡ παιωνική. παίωνος δὲ εἴδη δύο, τὸ μὲν προκαταρκτικόν, | |
5 | οὗ ἄρχει μὲν μακρά, λήγουσι δὲ τρεῖς βραχεῖαι, οἷον τὸ τοιόνδε· ἤ–ρξα⏑το⏑ δέ⏑, τὸ δὲ καταληκτικὸν θατέρῳ ἀντίστροφον, οὗ τρεῖς μὲν βραχεῖαι ἄρχουσιν, λήγει δὲ μία μακρά, ὥσπερ τὸ Ἀ⏑ρα⏑βί⏑α–. | 12 |
39 | Δεῖ δὲ ἐν τοῖς κώλοις τοῦ μεγαλοπρεποῦς λόγου τὸν προ‐ καταρκτικὸν μὲν παίωνα ἄρχειν τῶν κώλων, τὸν καταληκτικὸν δὲ ἕπεσθαι. παράδειγμα δ’ αὐτῶν τὸ Θουκυδίδειον τόδε· ἤρξ͝α͝τ͝ο͝ δ͝ὲ͝ τ͝ὸ͝ κ͝α͝κ͝ὸ͝ν ἐξ Αἰθ͝ι͝͝ο͝π͝ί͝ς. τί ποτ’ οὖν Ἀριστοτέλης οὕτω διετά‐ | |
5 | ξατο; ὅτι δεῖ καὶ τὴν ἐμβολὴν τοῦ κώλου καὶ ἀρχὴν μεγαλοπρεπῆ εὐθὺς εἶναι καὶ τέλος, τοῦτο δ’ ἔσται, ἐὰν ἀπὸ μακρᾶς ἀρχώμεθα καὶ εἰς μακρὰν λήγωμεν. φύσει γὰρ μεγαλεῖον ἡ μακρά, καὶ προ‐ λεγομένη τε πλήσσει εὐθὺς καὶ ἀπολήγουσα ἐν μεγάλῳ τινὶ κατα‐ λείπει τὸν ἀκούοντα. πάντες γοῦν ἰδίως τῶν τε πρώτων μνημο‐ | |
10 | νεύομεν καὶ τῶν ὑστάτων, καὶ ὑπὸ τούτων κινούμεθα, ὑπὸ δὲ τῶν | |
40 | μεταξὺ ἔλαττον ὥσπερ ἐγκρυπτομένων ἢ ἐναφανιζομένων. Δῆλον δὲ τοῦτο ἐν τοῖς Θουκυδίδου· σχεδὸν γὰρ ὅλως τὸ μεγαλοπρεπὲς ἐν πᾶσιν αὐτῷ ποιεῖ ἡ τοῦ ῥυθμοῦ μακρότης, καὶ κινδυνεύει τῷ ἀνδρὶ τούτῳ παντοδαποῦ ὄντος τοῦ μεγαλοπρεποῦς αὕτη ἡ σύν‐ | |
41 | θεσις μόνη ἢ μάλιστα περιποιεῖν τὸ μέγιστον. Δεῖ μέντοι λογίζε‐ σθαι, ὅτι κἂν μὴ ἀκριβῶς δυνώμεθα τοῖς κώλοις περιτιθέναι τοὺς παίωνας ἔνθεν καὶ ἔνθεν ἀμφοτέρους, παιωνικήν γε πάντως ποιη‐ σόμεθα τὴν σύνθεσιν, οἷον ἐκ μακρῶν ἀρχόμενοι καὶ εἰς μακρὰς | |
5 | καταλήγοντες. τοῦτο γὰρ καὶ Ἀριστοτέλης παραγγέλλειν ἔοικεν, ἄλλως δὲ τὸ διττὸν τοῦ παίωνος τετεχνολογηκέναι ἀκριβείας ἕνεκα. διόπερ Θεόφραστος παράδειγμα ἐκτέθειται μεγαλοπρεπείας τὸ τοι‐ οῦτον κῶλον· τῶν μὲν περὶ τὰ μηδενὸς ἄξια φιλοσοφούν‐ των· οὐ γὰρ ἐκ παιώνων ἀκριβῶς, ἀλλὰ παιωνικόν τί ἐστι. παρα‐ | |
10 | λαβεῖν μέντοι τὸν παίωνα εἰς τοὺς λόγους, ἐπειδὴ μικτός τίς ἐστι | |
42 | καὶ ἀσφαλέστερος, τὸ μεγαλοπρεπὲς μὲν ἐκ τῆς μακρᾶς λαμβάνων, τὸ λογικὸν δὲ ἐκ τῶν βραχειῶν. οἱ δ’ ἄλλοι, ὁ μὲν ἡρῷος σεμνὸς | |
καὶ οὐ λογικός, ἀλλ’ ἠχώδης, οὐδὲ εὔρυθμος, ἀλλὰ ἄρυθμος. ὥσπερ ὁ τοιόσδε ἔχει· ἥκων ἡμῶν εἰς τὴν χώραν· ἡ γὰρ πυ‐ | 13 | |
43 | κνότης τῶν μακρῶν ὑπερπίπτει τοῦ λογικοῦ μέτρου. ὁ δὲ ἴαμβος εὐτελὴς καὶ τῇ τῶν πολλῶν λέξει ὅμοιος. πολλοὶ γοῦν μέτρα ἰαμ‐ βικὰ λαλοῦσιν οὐκ εἰδότες. ὁ δὲ παίων ἀμφοῖν μέσος καὶ μέτριος, καὶ ὁποῖος συγκεκραμένος. ἡ μὲν δὴ παιωνικὴ ἐν τοῖς μεγαλοπρε‐ | |
5 | πέσι σύνθεσις ὧδ’ ἄν πως λαμβάνοιτο. | |
44 | Ποιεῖ δὲ καὶ τὰ μήκη τῶν κώλων μέγεθος, οἷον Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων, καὶ Ἡροδότου Ἁλικαρνασσέως ἱστορίης ἀπό‐ δειξις ἥδε. τὸ γὰρ ταχέως ἀποσιωπᾶν εἰς κῶλον βραχὺ κατα‐ | |
5 | σμικρύνει τὴν τοῦ λόγου σεμνότητα, κἂν ἡ ὑποκειμένη διάνοια μεγα‐ λοπρεπὴς ᾖ, κἂν τὰ ὀνόματα. | |
45 | Μεγαλοπρεπὲς δὲ καὶ τὸ ἐκ περιαγωγῆς τῇ συνθέσει λέγειν, οἷον ὡς ὁ Θουκυδίδης· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριανῶν καὶ Ἀμφιλόχων, ἄνω‐ θεν παρὰ Στράτον πόλιν ἐς θάλασσαν διεξιεὶς παρ’ Οἰνιά‐ | |
5 | δας καὶ τὴν πόλιν αὐτοῖς περιλιμνάζων ἄπορον ποιεῖ ὑπὸ τοῦ ὕδατος ἐν χειμῶνι στρατεύεσθαι. σύμπασα γὰρ ἡ τοιαύτη μεγαλοπρέπεια ἐκ τῆς περιαγωγῆς γέγονεν καὶ ἐκ τοῦ μόγις ἀναπαῦσαι αὐτόν τε καὶ τὸν ἀκούοντα. | |
46 | Εἰ δ’ οὕτω διαλύσας αὐτὸ εἴποι τις· ὁ γὰρ Ἀχελῷος ποταμὸς ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἐκβάλλει δὲ παρ’ Οἰνιάδας ἐς θάλασσαν· πρὸ δὲ τῆς ἐκβολῆς τὸ Οἰνιαδῶν πεδίον λίμνην ποιεῖ, ὥστ’ αὐτοῖς πρὸς τὰς χειμερινὰς ἐφόδους τῶν πολεμίων ἔρυμα καὶ πρόβλημα | |
5 | γίνεσθαι τὸ ὕδωρ· εἰ δή τις οὕτω μεταβαλὼν ἑρμηνεύσειεν αὐτό, πολλὰς μὲν ἀναπαύλας παρέξει τῷ λόγῳ, τὸ μέγεθος δ’ ἀφαιρή‐ σεται. | |
47 | Καθάπερ γὰρ τὰς μακρὰς ὁδοὺς αἱ συνεχεῖς καταγωγαὶ μικρὰς ποιοῦσιν, αἱ δ’ ἐρημίαι κἀν ταῖς μικραῖς ὁδοῖς ἔμφασίν τινα ἔχουσι μήκους, ταὐτὸ δὴ κἀπὶ τῶν κώλων ἂν γίγνοιτο. | |
48 | Ποιεῖ δὲ καὶ δυσφωνία συνθέσεως ἐν πολλοῖς μέγεθος, οἷον τὸ | |
Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ. ἄλλως μὲν γὰρ ἴσως δυσήκοος ἡ τῶν γραμμάτων σύμπληξις, ὑπερ‐ βολὴ δ’ ἐμφαίνουσα τὸ μέγεθος τοῦ ἥρωος· λειότης γὰρ καὶ τὸ εὐ‐ | 14 | |
5 | ήκοον οὐ πάνυ ἐν μεγαλοπρεπείᾳ χώραν ἔχουσιν, εἰ μή που ἐν ὀλίγοις. καὶ ὁ Θουκυδίδης δὲ πανταχοῦ σχεδὸν φεύγει τὸ λεῖον καὶ ὁμαλὲς τῆς συνθέσεως, καὶ ἀεὶ μᾶλλόν τι προσκρούοντι ἔοικεν, ὥσπερ οἱ τὰς τραχείας ὁδοὺς πορευόμενοι, ἐπὰν λέγῃ· ὅτι τὸ μὲν δὴ ἔτος, ὡς ὡμολόγητο, ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας | |
10 | ἐτύγχανεν ὄν. ῥᾷον μὲν γὰρ καὶ ἥδιον ὧδ’ ἄν τις εἶπεν, ὅτι ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ὂν ἐτύγχανεν, ἀφῄρητο δ’ αὐτοῦ τὴν μεγαλοπρέπειαν. | |
49 | Ὥσπερ γὰρ ὄνομα τραχὺ μέγεθος ἐργάζεται, οὕτω σύνθεσις. ὀνόματα δὲ τραχέα τό τε κεκραγὼς ἀντὶ τοῦ βοῶν, καὶ τὸ ῥη‐ γνύμενον ἀντὶ τοῦ φερόμενον, οἵοις πᾶσιν ὁ Θουκυδίδης χρῆται, ὅμοια λαμβάνων τά τε ὀνόματα τῇ συνθέσει τοῖς τε ὀνόμασι τὴν | |
5 | σύνθεσιν. | |
50 | Τάσσειν δὲ τὰ ὀνόματα χρὴ τόνδε τὸν τρόπον. πρῶτα μὲν τιθέναι τὰ μὴ μάλα ἐναργῆ, δεύτερα δὲ καὶ ὕστατα τὰ ἐναργέστερα. οὕτω γὰρ καὶ τοῦ πρώτου ἀκουσόμεθα ὡς ἐναργοῦς, καὶ τοῦ μετ’ αὐτὸ ὡς ἐναργεστέρου. εἰ δὲ μή, δόξομεν ἐξησθενηκέναι [οἷον κατα‐ | |
5 | πεπτωκέναι ἀπὸ ἰσχυροτέρου ἐπὶ ἀσθενές]. | |
51 | Παράδειγμα δὲ τὸ παρὰ τῷ Πλάτωνι λεγόμενον, ὅτι ἐπὰν μέν τις μουσικῇ παρέχῃ καταυλεῖν καὶ καταχεῖν διὰ τῶν ὤτων· πολὺ γὰρ τὸ δεύτερον ἐναργέστερον τοῦ προτέρου. καὶ πάλιν προϊών φησιν· ὅταν δὲ καταχέων μὴ ἀνῇ, ἀλλὰ κηλῇ, | |
5 | τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει. τὸ γὰρ λείβει τοῦ τήκει ἐμφατικώτερον καὶ ἐγγύτερον ποιήματος. εἰ δὲ προεξή‐ νεγκεν αὐτό, ἀσθενέστερον ἂν τὸ τήκει ἐπιφερόμενον ἐφάνη. | |
52 | Καὶ Ὅμηρος δ’ ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν, | |
καὶ ἐπανιόντι ἐπ’ αὐτῆς 〈ἔοικεν〉, οἷον οὐ γὰρ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι | 15 | |
5 | καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὀρῶν. ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζό‐ νων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων. | |
53 | Χρὴ δὲ καὶ τοὺς συνδέσμους μὴ μάλα ἀνταποδίδοσθαι ἀκριβῶς, οἷον τῷ μὲν συνδέσμῳ τὸν δέ (μικροπρεπὲς γὰρ ἡ ἀκρίβεια), ἀλλὰ καὶ ἀτακτοτέρως πως χρῆσθαι, καθάπερ που ὁ Ἀντιφῶν λέγει· ἡ γὰρ νῆσος, ἣν ἔχομεν, δήλη μὲν καὶ πόρρωθέν ἐστιν, ὑψηλὴ | |
5 | καὶ τραχεῖα· καὶ τὰ μὲν χρήσιμα καὶ ἐργάσιμα μικρὰ αὐτῇ ἐστι, τὰ δὲ ἀργὰ πολλὰ σμικρᾶς αὐτῆς οὔσης. τρισὶ γὰρ τοῖς μὲν συνδέσμοις εἷς ὁ δὲ ἀνταποδίδοται. | |
54 | Πολλάκις μέντοι τεθέντες πως ἐφεξῆς σύνδεσμοι καὶ τὰ μικρὰ μεγάλα ποιοῦσιν, ὡς παρ’ Ὁμήρῳ τῶν Βοιωτιακῶν πόλεων τὰ ὀνό‐ ματα εὐτελῆ ὄντα καὶ μικρὰ ὄγκον τινὰ ἔχει καὶ μέγεθος διὰ τοὺς συνδέσμους ἐφεξῆς τοσούτους τεθέντας, οἷον ἐν τῷ | |
5 | Σχοῖνόν τε Σκῶλόν τε, πολύκνημόν τ’ Ἐτεωνόν. | |
55 | Τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον, οὐχ ὡς προσ‐ θήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥς πέρ τινες τῷ δὴ χρῶνται πρὸς οὐδὲν καὶ τῷ νυ καὶ τῷ †πρότερον, ἀλλ’ | |
56 | ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου, καθάπερ παρὰ Πλάτωνι· ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς, καὶ παρ’ Ὁμήρῳ· ἀλλ’ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο. | |
5 | ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα | |
ἐργάζονται. εἰ δ’ ὧδε εἶπεν· ἀλλ’ ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ ποταμοῦ, μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος | 16 | |
57 | λέγοντι. Λαμβάνεται δὲ κἀν παθητικοῖς πολλάκις ὁ σύνδεσμος οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα Διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν. | |
5 | εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, †ὥσπερ τὸ αἲ αἲ καὶ τὸ φεῦ καὶ ποῖόν τί ἐστιν, ὡς αὐτός φησι, τὸ καί νύ κ’ ὀδυρομένοισιν ἔπρεψεν, ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος. | |
58 | Οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασιν τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ τις ὧδε λέγοι· Καλυδὼν μὲν ἥδε γαῖα Πελοπίας χθονός, | |
5 | φεῦ. ἐν ἀντιπόρθμοις πεδί’ ἔχους’ εὐδαίμονα, αἴ, αἴ. ὡς γὰρ παρέλκει τὸ αἲ αἲ καὶ τὸ φεῦ ἐνθάθε, οὕτω καὶ ὁ παντα‐ χοῦ μάτην ἐμβαλλόμενος 〈σύνδεσμοσ〉. | |
59 | Οἱ μὲν δὴ σύνδεσμοι τὴν σύνθεσιν μεγαλοπρεπῆ ποιοῦσιν, ὡς εἴρηται, τὰ δὲ σχήματα τῆς λέξεώς ἐστι μὲν καὶ αὐτὰ συνθέσεώς τι εἶδος· τὸ γὰρ δὴ τὰ αὐτὰ λέγειν δὶς διπλοῦντα ἢ ἐπαναφέροντα ἢ ἀνθυπαλλάσσοντα διαταττομένῳ καὶ μετασυντιθέντι ἔοικεν. διατακ‐ | |
5 | τέον δὲ τὰ πρόσφορα αὐτῶν χαρακτῆρι ἑκάστῳ, οἷον τῷ μεγαλο‐ | |
60 | πρεπεῖ μὲν περὶ οὗ πρόκειται, ταῦτα· πρῶτον μὲν τὴν ἀνθυπαλλα‐ γήν, ὡς Ὅμηρος· | |
οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει· πολὺ γὰρ οὕτω μεγαλειότερον ἐναλλαγείσης πτώσεως, ἢ εἴπερ | 17 | |
5 | οὕτως ἔφη· τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρύν· συνήθως γὰρ ἐλέγετο. πᾶν δὲ τὸ σύνηθες μικροπρεπές, διὸ καὶ ἀθαύμαστον. | |
61 | Τὸν δὲ Νιρέα αὐτόν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποί‐ ησεν καὶ πολλὰ ἀντ’ ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησά‐ μενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. Νιρεὺς γάρ φησι τρεῖς | |
5 | νῆας ἄγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεύς, ὃς κάλλιστος ἀνήρ· ἥ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν Νιρέα καὶ ἡ διάλυσις πλῆθός τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ τριῶν ὄντων. | |
62 | Καὶ σχεδὸν ἅπαξ τοῦ Νιρέως ὀνομασθέντος ἐν τῷ δράματι μεμνήμεθα οὐδὲν ἧττον ἢ τοῦ Ἀχιλλέως καὶ τοῦ Ὀδυσσέως, καίτοι κατὰ τὸ ἔπος ἕκαστον λαλουμένων σχεδόν. αἰτία δ’ ἡ τοῦ σχήμα‐ τος δύναμις· εἰ δ’ οὕτως εἶπεν· Νιρεὺς ὁ Ἀγλαΐας υἱὸς ἐκ Σύμης | |
5 | τρεῖς νῆας ἦγεν, παρασεσιωπηκότι ἐῴκει τὸν Νιρέα· ὥσπερ γὰρ ἐν ταῖς ἑστιάσεσι τὰ ὀλίγα διαταχθέντα πως πολλὰ φαίνεται, οὕτω κἀν τοῖς λόγοις. | |
63 | Πολλαχοῦ μέντοι τὸ ἐναντίον τῇ λύσει, ἡ συνάφεια, μεγέθους αἴτιον γίνεται μᾶλλον, οἷον ὅτι ἐστρατεύοντο Ἕλληνές τε καὶ Κᾶρες καὶ Λύκιοι καὶ Πάμφυλοι καὶ Φρύγες. ἡ γὰρ τοῦ αὐτοῦ συνδέσμου θέσις ἐμφαίνει τι ἄπειρον πλῆθος. | |
64 | Τὸ δὲ τοιοῦτο κυρτά, φαληριόωντα τῇ ἐξαιρέσει τοῦ καὶ συνδέσμου μεγαλειότερον ἀπέβη μᾶλλον, ἢ 〈εἴπερ〉 εἶπεν· κυρτὰ καὶ φαληριόωντα. | |
65 | [Τὸ] μεγαλεῖον μέντοι ἐν τοῖς σχήμασιν τὸ μηδὲ ἐπὶ τῆς αὐτῆς | |
μένειν πτώσεως, ὡς Θουκυδίδης· καὶ πρῶτος ἀποβαίνων ἐπὶ τὴν ἀποβάθραν ἐλειποψύχησέ τε, καὶ πεσόντος αὐτοῦ ἐς τὴν παρεξειρεσίαν· πολὺ γὰρ οὕτως μεγαλειότερον ἢ εἴπερ ἐπὶ | 18 | |
5 | τῆς αὐτῆς πτώσεως οὕτως ἔφη, ὅτι ἔπεσεν ἐς τὴν παρεξειρεσίαν καὶ ἀπέβαλε τὴν ἀσπίδα. | |
66 | †Καὶ ἀναδίπλωσις δέ που εἰργάσατο μέγεθος, ὡς Ἡρόδοτος δράκοντες δέ που, φησιν, ἦσαν ἐν τῷ Καυκάσῳ μέγεθος, καὶ μέγεθος καὶ πλῆθος. δὶς ῥηθὲν τὸ μέγεθος ὄγκον τινὰ τῇ ἑρμηνείᾳ παρέσχεν. | |
67 | Χρῆσθαι μέντοι τοῖς σχήμασι μὴ πυκνοῖς· ἀπειρόκαλον γὰρ καὶ παρεμφαῖνόν τινα τοῦ λόγου ἀνωμαλίαν. οἱ γοῦν ἀρχαῖοι πολλὰ σχήματα ἐν τοῖς λόγοις τιθέντες συνηθέστεροι τῶν ἀσχηματίστων εἰσίν, διὰ τὸ ἐντέχνως τιθέναι. | |
68 | Περὶ δὲ συγκρούσεως φωνηέντων ὑπέλαβον ἄλλοι ἄλλως. Ἰσο‐ κράτης μὲν γὰρ ἐφυλάττετο συμπλήσσειν αὐτὰ καὶ οἱ ἀπ’ αὐτοῦ, ἄλλοι δέ τινες ὡς ἔτυχε συνέκρουσαν καὶ παντάπασι· δεῖ δὲ οὔτε ἠχώδη ποιεῖν τὴν σύνθεσιν, ἀτέχνως αὐτὰ συμπλήσσοντα καὶ ὡς | |
5 | ἔτυχεν (διασπασμῷ γὰρ τοῦ λόγου τὸ τοιοῦτον καὶ διαρρίψει ἔοικεν,) οὔτε μὴν παντελῶς φυλάσσεσθαι τὴν συνέχειαν τῶν γραμμάτων· λειοτέρα μὲν γὰρ οὕτως ἔσται ἴσως ἡ σύνθεσις, ἀμουσοτέρα δὲ καὶ κωφὴ ἀτεχνῶς, πολλὴν εὐφωνίαν ἀφαιρεθεῖσα τὴν γινομένην ἐκ τῆς συγκρούσεως. | |
69 | Σκεπτέον δὲ πρῶτον μέν, ὅτι καὶ ἡ συνήθεια αὐτὴ συμπλήττει τὰ γράμματα τὰ ἐν τοῖς ὀνόμασιν, καίτοι στοχαζομένη μάλιστα εὐ‐ φωνίας, οἷον ἐν τῷ Αἰακὸς καὶ χιών. πολλὰ δὲ καὶ διὰ μόνων τῶν φωνηέντων συντίθησιν ὀνόματα, οἷον Αἰαίη καὶ Εὔιος, οὐδέν | |
5 | τε δυσφωνότερα ἄλλων ἐστὶ ταῦτα, ἀλλ’ ἴσως καὶ μουσικώτερα. | |
70 | Τά γε μὴν ποιητικά, οἷον τὸ ἠέλιος διῃρημένον καὶ συγκρουό‐ μενον ἐπίτηδες εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὀρέων τοῦ ὀρῶν. | |
ἔχει γάρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ᾠδὴν ἐπιγινομένην. πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφωνα ἦν, διαι‐ | 19 | |
5 | ρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ πάντα μὲν τὰ νέα καὶ καλά ἐστιν. εἰ δὲ συναλείψας εἴποις καλἄστιν, δυσφω‐ νότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον. | |
71 | Ἐν Αἰγύπτῳ δὲ καὶ τοὺς θεοὺς ὑμνοῦσι διὰ τῶν ἑπτὰ φωνη‐ έντων οἱ ἱερεῖς, ἐφεξῆς ἠχοῦντες αὐτά, καὶ ἀντὶ αὐλοῦ καὶ ἀντὶ κιθάρας τῶν γραμμάτων τούτων ὁ ἦχος ἀκούεται ὑπ’ εὐφωνίας, ὥστε ὁ ἐξαιρῶν τὴν σύγκρουσιν οὐδὲν ἄλλο ἢ μέλος ἀτεχνῶς | |
5 | ἐξαιρεῖ τοῦ λόγου καὶ μοῦσαν. ἀλλὰ περὶ τούτων μὲν οὐ καιρὸς μηκύνειν ἴσως. | |
72 | Ἐν δὲ τῷ μεγαλοπρεπεῖ χαρακτῆρι σύγκρουσις παραλαμβάνοιτ’ ἂν πρέπουσα ἤτοι διὰ μακρῶν, ὡς τὸ λᾶαν ἄνω ὤθεσκε· καὶ γὰρ ὁ στίχος μῆκός τι ἔσχεν ἐκ τῆς συγκρούσεως καὶ μεμίμηται τοῦ λίθου τὴν ἀναφορὰν καὶ βίαν. ὡσαύτως καὶ τὸ μὴ ἤπειρος εἶναι | |
5 | τὸ Θουκυδίδειον. συγκρούονται καὶ δίφθογγοι διφθόγγοις· ταύτην κατῴκησαν μὲν Κερκυραῖοι, οἰκιστὴς δὲ ἐγένετο. | |
73 | Ποιεῖ μὲν οὖν καὶ τὰ αὐτὰ μακρὰ συγκρουόμενα μέγεθος, καὶ αἱ αὐταὶ δίφθογγοι. αἱ δὲ ἐκ διαφερόντων συγκρούσεις ὁμοῦ καὶ μέγεθος ποιοῦσιν καὶ ποικιλίαν ἐκ τῆς [οὐ] πολυηχίας, οἷον ἠώς, ἐν δὲ τῷ οἵην οὐ μόνον διαφέροντα τὰ γράμματά ἐστιν, ἀλλὰ καὶ | |
5 | οἱ ἦχοι ὁ μὲν δασύς, ὁ δὲ ψιλός, ὥστε πολλὰ ἀνόμοια εἶναι. | |
74 | Καὶ ἐν ᾠδαῖς δὲ τὰ μελίσματα ἀπὸ τοῦ ἑνὸς γίνεται τοῦ αὐτοῦ μακροῦ γράμματος, οἷον ᾠδῶν ἐπεμβαλλομένων ᾠδαῖς. ὥστε ἡ τῶν ὁμοίων σύγκρουσις μικρὸν ἔσται τι ᾠδῆς μέρος καὶ μέλισμα. περὶ μὲν δὴ συγκρούσεως, καὶ ὡς γίνοιτ’ ἂν μεγαλοπρεπὴς σύνθεσις, λε‐ | |
5 | λέχθω τοσαῦτα. | |
75 | Ἔστι δὲ καὶ ἐν πράγμασι τὸ μεγαλοπρεπές, ἂν μεγάλη καὶ διαπρεπὴς πεζομαχία ἢ ναυμαχία ἢ περὶ οὐρανοῦ ἢ περὶ γῆς λόγος· ὁ γὰρ τοῦ μεγάλου ἀκούων πράγματος εὐθὺς καὶ 〈τὸν〉 λέγοντα οἴεται μεγάλως λέγειν, (πλανώμενος· δεῖ γὰρ οὐ τὰ λεγόμενα σκο‐ | |
5 | πεῖν, ἀλλὰ πῶς λέγεται, ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρε‐ πὲς ποιεῖν τὸ πρᾶγμα), διὸ καὶ δεινούς τινάς φασιν, ὥσπερ καὶ Θεόπομπον, δεινὰ οὐ δεινῶς λέγοντα. | 20 |
76 | Νικίας δ’ ὁ ζωγράφος καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γρα‐ φικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν, καὶ μὴ κατακερματίζειν τὴν τέχνην εἰς μικρά, οἷον ὀρνίθια ἢ ἄνθη, ἀλλ’ ἱππομαχίας καὶ ναυμαχίας, ἔνθα πολλὰ μὲν σχήματα δείξειεν | |
5 | ἄν τις ἵππων τῶν μὲν θεόντων, τῶν δὲ ἀνθισταμένων ὀρθῶν, ἄλλων δὲ ὀκλαζόντων, πολλοὺς δ’ ἀκοντίζοντας, πολλοὺς δὲ κατα‐ πίπτοντας τῶν ἱππέων· ᾤετο γὰρ καὶ τὴν ὑπόθεσιν αὐτὴν μέρος εἶναι τῆς ζωγραφικῆς τέχνης, ὥσπερ τοὺς μύθους τῶν ποιητῶν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς λόγοις καὶ ἐκ πραγμάτων | |
10 | μεγάλων μεγαλοπρέπεια γένηται. | |
77 | Τὴν δὲ λέξιν ἐν τῷ χαρακτῆρι τούτῳ περιττὴν εἶναι δεῖ καὶ ἐξηλλαγμένην καὶ ἀσυνήθη μᾶλλον· οὕτω γὰρ ἕξει τὸν ὄγκον, ἡ δὲ κυρία καὶ συνήθης σαφὴς μὲν ἀεί, τῇ δὲ καὶ εὐκαταφρόνητος. | |
78 | Πρῶτα μὲν οὖν μεταφοραῖς χρηστέον· αὗται γὰρ μάλιστα καὶ ἡδονὴν συμβάλλονται τοῖς λόγοις καὶ μέγεθος, μὴ μέντοι πυκναῖς (ἐπεί τοι διθύραμβον ἀντὶ λόγου γράψομεν) μήτε μὴν πόρρωθεν μετενηνεγμέναις, ἀλλ’ αὐτόθεν καὶ ἐκ τοῦ ὁμοίου, οἷον ἔοικεν ἀλλή‐ | |
5 | λοις στρατηγός, κυβερνήτης, ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντές εἰσιν. ἀσφαλῶς οὖν ἐρεῖ καὶ ὁ τὸν στρατηγὸν κυβερνήτην λέγων τῆς πόλεως, καὶ ἀνάπαλιν ὁ τὸν κυβερνήτην ἄρχοντα τῆς νηός. | |
79 | Οὐ πᾶσαι μέντοι ἀνταποδίδονται, ὥσπερ αἱ προειρημέναι, ἐπεὶ τὴν ὑπώρειαν μὲν τῆς Ἴδης πόδα ἐξῆν εἰπεῖν τὸν ποιητήν, τὸν δὲ τοῦ ἀνθρώπου πόδα οὐκέτι ὑπώρειαν εἰπεῖν. | |
80 | Ἐπὰν μέντοι κινδυνώδης ἡ μεταφορὰ δοκῇ, μεταλαμβανέσθω εἰς εἰκασίαν· οὕτω γὰρ ἀσφαλεστέρα γίγνοιτ’ ἄν. εἰκασία δ’ ἔστι | |
μεταφορὰ πλεονάζουσα, οἷον εἴ τις 〈τῷ〉 τότε τῷ Πύθωνι τῷ ῥήτορι ῥέοντι καθ’ ὑμῶν προσθεὶς εἴποι· ὥσπερ ῥέοντι καθ’ ὑμῶν. | 21 | |
5 | οὕτω μὲν γὰρ εἰκασία γέγονεν καὶ ἀσφαλέστερος ὁ λόγος, ἐκείνως δὲ μεταφορὰ καὶ κινδυνωδέστερος. διὸ καὶ Πλάτων ἐπισφαλές τι δοκεῖ ποιεῖν μεταφοραῖς μᾶλλον χρώμενος ἢ εἰκασίαις, ὁ μέντοι Ξενοφῶν εἰκασίαις μᾶλλον. | |
81 | Ἀρίστη δὲ δοκεῖ μεταφορὰ τῷ Ἀριστοτέλει ἡ κατὰ ἐνέργειαν καλουμένη, ὅταν τὰ ἄψυχα ἐνεργοῦντα εἰσάγηται καθάπερ ἔμψυχα, ὡς τὸ ἐπὶ τοῦ βέλους· ὀξυβελὴς καθ’ ὅμιλον ἐπιπτέσθαι μενεαίνων, | |
5 | καὶ τὸ κυρτὰ φαληριόωντα. πάντα γὰρ ταῦτα, τὸ φαληριόωντα καὶ τὸ μενεαίνων, ζωτι‐ καῖς ἐνεργείαις ἔοικεν. | |
82 | Ἔνια μέντοι σαφέστερον ἐν ταῖς μεταφοραῖς λέγεται καὶ κυρι‐ ώτερον, ἤπερ ἐν αὐτοῖς τοῖς κυρίοις, ὡς τὸ ἔφριξεν δὲ μάχη. οὐ γὰρ ἄν τις αὐτὸ μεταβαλὼν διὰ κυρίων οὔτ’ ἀληθέστερον εἴποι οὔτε σαφέστερον. τὸν γὰρ ἐκ τῶν δοράτων κλόνον 〈καὶ τὸν〉 γινό‐ | |
5 | μενον τούτοις ἠρέμα ἦχον συνεχῶς φρίσσουσαν μάχην προσηγό‐ ρευσεν, καὶ ἅμα ἐπείληπταί πως τῆς κατ’ ἐνέργειαν μεταφορᾶς τῆς προειρημένης, τὴν μάχην φρίσσειν εἰπὼν ὥσπερ ζῷον. | |
83 | Δεῖ μέντοι μὴ λανθάνειν, ὅτι ἔνιαι μεταφοραὶ μικροπρέπειαν ποιοῦσι μᾶλλον ἢ μέγεθος, καίτοι τῆς μεταφορᾶς πρὸς ὄγκον λαμ‐ βανομένης, ὡς τὸ ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός· | |
5 | οὐρανὸν γὰρ ὅλον ἠχοῦντα οὐκ ἐχρῆν προσεικάσαι ἠχούσῃ σάλπιγγι, πλὴν εἰ μή τις ἄρα ἀπολογοῖτο ὑπὲρ τοῦ Ὁμήρου λέγων, ὡς οὕτως ἤχησεν μέγας οὐρανός, ὡς ἂν ἠχήσειεν σαλπίζων ὅλος οὐ‐ ρανός. | |
84 | Ἑτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινο‐ μένην μᾶλλον ἢ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφέρειν | |
εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν· ἐπεὶ δὲ πορευομένων ἐξεκύμηνέ τι φάλαγγος. τὴν γὰρ τῆς τάξεως | 22 | |
5 | παρεκτροπὴν ἐκκυμαινούσῃ θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν. εἰ δέ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν οὐδὲ οἰκείως μετοίσει, πάντη δὲ πάντως μικροπρεπῶς. | |
85 | Ἔνιοι δὲ καὶ ἀσφαλίζονται τὰς μεταφορὰς ἐπιθέτοις ἐπιφερο‐ μένοις, ὅταν αὐτοῖς κινδυνώδεις δοκῶσιν, ὡς ὁ Θέογνις παρατίθε‐ ται τῷ τόξῳ φόρμιγγα ἄχορδον ἐπὶ τοῦ τῷ τόξῳ βάλλοντος· ἡ μὲν γὰρ φόρμιγξ κινδυνῶδες ἐπὶ τοῦ τόξου, τῷ δὲ ἀχόρδῳ | |
5 | ἠσφάλισται. | |
86 | Πάντων δὲ καὶ τῶν ἄλλων ἡ συνήθεια καὶ μάλιστα μετα‐ φορῶν διδάσκαλος· μικροῦ γὰρ σχεδὸν πάντα μεταφέρουσα λαν‐ θάνει διὰ τὸ ἀσφαλῶς μεταφέρειν, λευκήν τε φωνὴν λέγουσα καὶ ὀξὺν ἄνθρωπον καὶ τραχὺ ἦθος καὶ μακρὸν ῥήτορα καὶ τἄλλα, ὅσα | |
5 | οὕτως μεταφέρεται μουσικῶς, ὥστε ὅμοια δοκεῖν τοῖς κυρίοις. | |
87 | Τοῦτον ἐγὼ κανόνα τίθεμαι τῆς ἐν λόγοις μεταφορᾶς, τὴν τῆς συνηθείας τέχνην εἴτε φύσιν. οὕτως γοῦν ἔνια μετήνεγκεν ἡ συν‐ ήθεια καλῶς, ὥστε οὐδὲ κυρίων ἔτι ἐδεήθημεν, ἀλλὰ μεμένηκεν ἡ μεταφορὰ κατέχουσα τὸν τοῦ κυρίου τόπον, ὡς ὁ τῆς ἀμπέλου | |
5 | ὀφθαλμὸς καὶ εἴ τι ἕτερον τοιοῦτον. | |
88 | Σφόνδυλος μέντοι καὶ κλεὶς τὰ ἐπὶ τοῦ σώματος καὶ κτένες οὐ κατὰ μεταφορὰν ὠνόμασται, ἀλλὰ καθ’ ὁμοιότητα διὰ τὸ ἐοικέναι τὸ μὲν κτενὶ μέρος, τὸ δὲ κλειδί, τὸ δὲ σφονδύλῳ. | |
89 | Ἐπὰν μέντοι εἰκασίαν ποιῶμεν τὴν μεταφοράν, ὡς προλέλεκται, στοχαστέον τοῦ συντόμου, καὶ τοῦ μηδὲν πλέον τοῦ ὥσπερ προτι‐ θέναι, ἐπεί τοι ἀντ’ εἰκασίας παραβολὴ ἔσται ποιητική, οἷον τὸ τοῦ Ξενοφῶντος· ὥσπερ δὲ κύων γενναῖος ἀπρονοήτως ἐπὶ | |
5 | κάπρον φέρεται, καί· ὥσπερ ἵππος λυθεὶς διὰ πεδίου γαυ‐ ριῶν καὶ ἀπολακτίζων· ταῦτα γὰρ οὐκ εἰκασίαις ἔτι ἔοικεν, ἀλλὰ παραβολαῖς ποιητικαῖς. | |
90 | Τὰς δὲ παραβολὰς ταύτας οὔτε ῥᾳδίως ἐν τοῖς πεζοῖς λόγοις τιθέναι δεῖ, οὔτε ἄνευ πλείστης φυλακῆς. καὶ περὶ μεταφορᾶς μὲν 〈τοσαῦτα〉 ὡς τύπῳ εἰπεῖν. | 23 |
91 | Ληπτέον δὲ καὶ σύνθετα ὀνόματα, οὐ τὰ διθυραμβικῶς συγκεί‐ μενα, οἷον θεοτεράτους πλάνας, οὐδὲ ἄστρων δορύπυρον στρατόν, ἀλλ’ ἐοικότα τοῖς ὑπὸ τῆς συνηθείας συγκειμένοις· καθόλου γὰρ ταύτην κανόνα ποιοῦμαι πάσης ὀνομασίας, νομοθέτας λέγουσαν | |
5 | καὶ ἀρχιτέκτονας καὶ τοιάδε πολλὰ ἕτερα ἀσφαλῶς συντιθεῖσαν. | |
92 | Ἕξει μέντοι τὸ σύνθετον ὄνομα ὁμοῦ καὶ ποικιλίαν τινὰ ἐκ τῆς συνθέσεως καὶ μέγεθος, καὶ ἅμα καὶ συντομίαν τινά. ὄνομα γὰρ τεθήσεται ἀντὶ ὅλου τοῦ λόγου, οἷον ἂν τὴν τοῦ σίτου κομι‐ δὴν σιτοπομπίαν λέγῃς· πολὺ γὰρ οὕτω μεῖζον. τάχα δ’ ἂν καὶ | |
5 | λυθέντος ὀνόματος εἰς λόγον ἕτερον τρόπον μεῖζον γένοιτο, οἷον σίτου πομπὴ ἀντὶ σιτοπομπίας. | |
93 | †Ὄνομα δ’ ἀντὶ λόγου τίθεται, οἷον ὡς Ξενοφῶν φησιν ὅτι οὐκ ἦν λαβεῖν ὄνον ἄγριον, εἰ μὴ οἱ ἱππεῖς διαστάντες θηρῷεν δια‐ δεχόμενοι. †ὀνόματι, οἷον ὅτι οἱ μὲν ὄπισθεν ἐδίωκον, οἱ δ’ ἀπήν‐ των ὑπελαύνοντες πρόσω, ὥστε τὸν ὄνον ἐν μέσῳ ἀπολαμβάνεσθαι. | |
5 | φυλάττεσθαι μέντοι δεῖ πολλὰ τιθέναι τὰ διπλᾶ ὀνόματα· τοῦτο γὰρ ἔξω λόγου πεζοῦ τὸ εἶδος. | |
94 | Τὰ δὲ πεποιημένα ὀνόματα ὁρίζονται μὲν τὰ κατὰ μίμησιν ἐκ‐ φερόμενα πάθους ἢ πράγματος, οἷον ὡς τὸ σίζε καὶ τὸ λάπτον‐ | |
95 | τες, ποιεῖ δὲ μάλιστα μεγαλοπρέπειαν διὰ τὸ οἷον ψόφοις ἐοικέναι, καὶ μάλιστα τῷ †ξένω· οὐ γὰρ ὄντα ὀνόματα λέγει, ἀλλὰ τότε γινόμενα, καὶ ἅμα σοφόν τι φαίνεται ὀνόματος καινοῦ γένεσις οἷον συνηθείας· ἔοικεν γοῦν ὀνοματουργῶν τοῖς πρώτοις θεμένοις τὰ | |
5 | ὀνόματα. | |
96 | Στοχαστέον πρῶτον μὲν τοῦ σαφοῦς ἐν τῷ ποιουμένῳ ὀνόματι καὶ συνήθους, ἔπειτα τῆς ὁμοιότητος πρὸς τὰ κείμενα ὀνόματα, ὡς | |
μὴ φρυγίζειν ἢ σκυθίζειν τις δόξει μεταξὺ Ἑλληνικῆς ὀνομασίας. | 24 | |
97 | Ποιητέον μέντοι ἤτοι τὰ μὴ ὠνομασμένα, οἷον ὁ τὰ τύμπανα καὶ τἄλλα τῶν μαλθακῶν ὄργανα κιναιδίας εἰπὼν καὶ Ἀριστο‐ τέλης τὸν ἐλεφαντιστήν· ἢ παρὰ τὰ κείμενα παρονομάζοντα αὐτόν, οἷον ὡς τὸν σκαφίτην τις ἔφη τὸν τὴν σκάφην ἐρέσσοντα, καὶ | |
5 | Ἀριστοτέλης τὸν αὐτίτην οἷον τὸν μόνον αὐτὸν ὄντα. | |
98 | Ξενοφῶν δὲ ἠλέλιξάν φησιν, [ὁ στρατηγὸς] τὴν τοῦ ἐλελεῦ ἀναβόησιν, ἣν ἀνεβόα ὁ στρατὸς συνεχῶς, παραποιήσας ὀνόματι. ἐπισφαλὲς μέντοι τοὖργον, καθὼς ἔφην, καὶ αὐτοῖς τοῖς ποιηταῖς. καὶ τὸ διπλοῦν μέντοι ὄνομα εἶδος ἂν εἴη πεποιημένου ὀνόματος· | |
5 | πᾶν γὰρ τὸ συντιθέμενον ἔκ τινων γέγονεν δηλονότι. | |
99 | Μεγαλεῖον δέ τί ἐστι καὶ ἡ ἀλληγορία, καὶ μάλιστα ἐν ταῖς ἀπειλαῖς, οἷον ὡς ὁ Διονύσιος, ὅτι οἱ τέττιγες αὐτοῖς ᾄσονται χαμᾶθεν. | |
100 | Εἰ δ’ οὕτως ἁπλῶς εἶπεν, ὅτι τεμεῖ τὴν Λοκρίδα χώραν, καὶ ὀργιλώτερος ἂν ἐφάνη καὶ εὐτελέστερος. νῦν δὲ ὥσπερ συγκαλύμ‐ ματι τοῦ λόγου τῇ ἀλληγορίᾳ κέχρηται· πᾶν γὰρ τὸ ὑπονοούμενον φοβερώτερον, καὶ ἄλλος εἰκάζει ἄλλο τι· ὃ δὲ σαφὲς καὶ φανερόν, | |
5 | καταφρονεῖσθαι εἰκός, ὥσπερ τοὺς ἀποδεδυμένους. | |
101 | Διὸ καὶ τὰ μυστήρια ἐν ἀλληγορίαις λέγεται πρὸς ἔκπληξιν καὶ φρίκην, ὥσπερ· ἐν σκότῳ καὶ νυκτί. ἔοικεν δὲ καὶ ἡ ἀλληγορία | |
102 | τῷ σκότῳ καὶ τῇ νυκτί. Φυλάττεσθαι μέντοι κἀπὶ ταύτης τὸ συν‐ εχές, ὡς μὴ αἴνιγμα ὁ λόγος ἡμῖν γένηται, οἷον τὸ ἐπὶ τῆς σικύας τῆς ἰατρικῆς· ἄνδρα εἶδον πυρὶ χαλκὸν ἐπ’ ἀνέρι κολλήσαντα. | |
5 | καὶ οἱ Λάκωνες πολλὰ ἐν ἀλληγορίαις ἔλεγον ἐκφοβοῦντες, οἷον τὸ Διονύσιος ἐν Κορίνθῳ πρὸς Φίλιππον, καὶ ἄλλα τοιαῦτα οὐκ ὀλίγα. | |
103 | Ἡ συντομία δὲ πῆ μὲν μεγαλοπρεπής, καὶ μάλιστα ἡ ἀποσιώ‐ πησις (ἔνια γὰρ μὴ ῥηθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον,) πῆ δὲ μικροπρεπής. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος, | |
οἷον ὡς Ξενοφῶν, τὰ δὲ ἅρματα ἐφέρετο, φησί, τὰ μὲν δι’ | 25 | |
5 | αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δι’ αὐτῶν τῶν πολεμίων. πολὺ γὰρ οὕτως μεῖζον, ἢ εἴπερ ὧδ’ εἶπεν· καὶ διὰ τῶν φιλίων καὶ διὰ τῶν πολεμίων αὐτῶν. | |
104 | Πολλαχοῦ δὲ καὶ τὸ πλάγιον μεῖζον τοῦ εὐθέος, οἷον· ἡ δὲ γνώμη ἦν, ὡς εἰς τὰς τάξεις τῶν Ἑλλήνων ἐλώντων καὶ διακοψόντων ἀντὶ τοῦ διενοοῦντο ἐλάσαι καὶ διακόψαι. | |
105 | Συμβέβληται δὲ καὶ ἡ ὁμοιότης τῶν ὀνομάτων καὶ ἡ δυσφωνία ἡ φαινομένη· καὶ γὰρ τὸ δύσφωνον πολλαχοῦ ὀγκηρόν, ὥσπερ Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι. πολὺ γὰρ μᾶλλον τὸν Αἴαντα μέγαν ἐνέφηνεν ἡ τῶν δύο σύμ‐ | |
5 | πληξις τῆς ἑπταβοείου ἀσπίδος. | |
106 | Τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπι‐ κοσμοῦσαν, ἔστι δὲ τὸ μεγαλοπρεπέστατον ἐν τοῖς λόγοις. τῆς γὰρ λέξεως ἡ μὲν ὑπηρετεῖ, ἡ δὲ ἐπικοσμεῖ. ὑπηρετεῖ μὲν ἡ τοιάδε· οἵαν τὰν ὑάκινθον ἐν οὔρεσι ποιμένες ἄνδρες | |
5 | ποσσὶ καταστείβουσιν, ἐπικοσμεῖ δὲ τὸ ἐπιφερόμενον τὸ χαμαὶ δέ τε πορφύρον ἄνθος· ἐπενήνεκται γὰρ τοῦτο τοῖς προενηνεγμένοις κόσμος σαφῶς καὶ κάλλος. | |
107 | Μεστὴ δὲ τούτων καὶ ἡ Ὁμήρου ποίησις, οἷον· ἐκ καπνοῦ κατέθηκ’, ἐπεὶ οὐκ ἔτι τοῖσιν ἐῴκει, οἷς τὸ πάρος Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς. πρὸς δ’ ἔτι καὶ τόδε μεῖζον ἐπὶ φρεσὶν ἔμβαλε δαίμων, | |
5 | μήπως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε. εἶτα ἐπιφωνεῖ· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. | |
108 | Καὶ καθόλου τὸ ἐπιφώνημα τοῖς τῶν πλουσίων ἔοικεν ἐπιδείγ‐ μασιν, γείσοις λέγω καὶ τριγλύφοις καὶ πορφύραις πλατείαις· οἷον | |
γάρ τι καὶ αὐτὸ τοῦ ἐν λόγοις πλούτου σημεῖόν ἐστιν. | 26 | |
109 | Δόξειεν δ’ ἂν καὶ τὸ ἐνθύμημα ἐπιφωνήματος εἶδός τι εἶναι, οὐκ ὂν μέν· οὐ γὰρ κόσμου ἕνεκεν, ἀλλὰ ἀποδείξεως παραλαμβάνε‐ ται, πλὴν ἐπιλεγόμενόν γε ἐπιφωνηματικῶς. | |
110 | Ὡσαύτως δὲ καὶ ἡ γνώμη ἐπιφωνουμένῳ τινὶ ἔοικεν ἐπὶ προ‐ ειρημένοις, ἀλλ’ οὐδ’ αὕτη ἐπιφώνημά ἐστι· καὶ γὰρ προλέγεται | |
111 | πολλάκις, λαμβάνει μέντοι χώραν ποτὲ ἐπιφωνήματος. Τὸ δὲ νήπιος οὐδ’ ἄρ’ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν, οὐδ’ αὐτὸ ἐπιφώνημα ἂν εἴη· οὐ γὰρ ἐπιλέγεται οὐδὲ ἐπικοσμεῖ, οὐδ’ ὅλως ἐπιφωνήματι ἔοικεν, ἀλλὰ προσφωνήματι ἢ ἐπικερτομήματι. | |
112 | Τὸ δὲ ποιητικὸν ἐν λόγοις ὅτι μὲν μεγαλοπρεπές, καὶ τυφλῷ δῆλόν φασι, πλὴν οἱ μὲν γυμνῇ πάνυ χρῶνται τῇ μιμήσει τῶν ποιητῶν, μᾶλλον δὲ οὐ μιμήσει, ἀλλὰ μεταθέσει, καθάπερ Ἡρόδοτος .. | |
113 | .... Θουκυδίδης μέντοι κἂν λάβῃ παρὰ ποιητοῦ τι, ἰδίως αὐτῷ χρώμενος ἴδιον τὸ ληφθὲν ποιεῖ, οἷον ὁ μὲν ποιητὴς ἐπὶ τῆς Κρήτης ἔφη· Κρήτη τις γαῖ’ ἐστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ, | |
5 | καλὴ καὶ πίειρα, περίρρυτος. ὁ μὲν δὴ ἐπὶ τοῦ μεγέθους ἐχρήσατο τῷ περίρρυτος, ὁ δὲ Θουκυδίδης ὁμονοεῖν τοὺς Σικελιώτας καλὸν οἴεται εἶναι, γῆς ὄντας μιᾶς καὶ περιρρύτου, καὶ ταὐτὰ πάντα εἰπών, γῆν τε ἀντὶ νήσου καὶ περίρρυτον ὡσαύτως, ὅμως ἕτερα λέγειν δοκεῖ, διότι | |
10 | οὐχ ὡς πρὸς μέγεθος, ἀλλὰ πρὸς ὁμόνοιαν αὐτοῖς ἐχρήσατο. περὶ μὲν δὴ μεγαλοπρεπείας τοσαῦτα. | |
114 | Ὥσπερ δὲ παράκειται φαῦλά τινα ἀστείοις τισίν, οἷον θάρρει μὲν τὸ θράσος, ἡ δ’ αἰσχύνη τῇ αἰδοῖ, τὸν αὐτὸν τρόπον καὶ τῆς ἑρμηνείας τοῖς χαρακτῆρσιν παράκεινται διημαρτημένοι τινές. πρῶτα δὲ περὶ τοῦ γειτνιῶντος τῷ μεγαλοπρεπεῖ λέξομεν. ὄνομα μὲν οὖν | |
5 | αὐτῷ ψυχρόν, ὁρίζεται δὲ τὸ ψυχρὸν Θεόφραστος οὕτως· ψυχρόν ἐστι τὸ ὑπερβάλλον τὴν οἰκείαν ἀπαγγελίαν, οἷον | |
ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ, ἀντὶ τοῦ ἀπύθμενος ἐπὶ τραπέζης κύλιξ οὐ τίθεται. τὸ γὰρ πρᾶγμα σμικρὸν ὂν οὐ δέχεται ὄγκον τοσοῦτον λέξεως. | 27 | |
115 | Γίνεται μέντοι καὶ τὸ ψυχρὸν ἐν τρισίν, ὥσπερ καὶ τὸ μεγαλο‐ πρεπές. ἢ γὰρ ἐν διανοίᾳ, καθάπερ ἐπὶ τοῦ Κύκλωπος λιθοβο‐ λοῦντος τὴν ναῦν τοῦ Ὀδυσσέως ἔφη τις· φερομένου τοῦ λίθου αἶγες ἐνέμοντο ἐν αὐτῷ. ἐκ γὰρ τοῦ ὑπερβεβλημένου τῆς δια‐ | |
5 | νοίας καὶ ἀδυνάτου ἡ ψυχρότης. | |
116 | Ἐν δὲ λέξει ὁ Ἀριστοτέλης φησὶ γίνεσθαι τετραχῶς .... ὡς Ἀλκιδάμας ὑγρὸν ἱδρῶτα. ἢ ἐν συνθέτῳ, ὅταν διθυραμβώδης συντεθῇ ἡ δίπλωσις τοῦ ὀνόματος, ὡς τὸ ἐρημόπλανος ἔφη τις, καὶ 〈εἴ〉 τι ἄλλο οὕτως ὑπέρογκον. γίνεται δὲ καὶ ἐν μεταφορᾷ | |
5 | τὸ ψυχρόν ..... τρέμοντα καὶ ὠχρὰ τὰ πράγματα. τετραχῶς μὲν οὖν κατὰ τὴν λέξιν οὕτως ἂν γίγνοιτο. | |
117 | Σύνθεσις δὲ ψυχρὰ ἡ μὴ εὔρυθμος, ἀλλὰ ἄρυθμος οὖσα καὶ διὰ πάντων μακρῶν ἔχουσα, ὥσπερ ἡ τοιάδε· ἥκων ἡμῶν εἰς τὴν χώραν, πάσης ἡμῶν ὀρθῆς οὔσης. οὐδὲν γὰρ ἔχει λογικὸν οὐδὲ ἀσφαλὲς διὰ τὴν συνέχειαν τῶν μακρῶν συλλαβῶν. | |
118 | Ψυχρὸν δὲ καὶ τὸ μέτρα τιθέναι συνεχῆ, καθάπερ τινές, καὶ μὴ κλεπτόμενα ὑπὸ τῆς συνεχείας· ποίημα γὰρ ἄκαιρον ψυχρόν, ὥσπερ καὶ τὸ ὑπέρμετρον. | |
119 | Καὶ καθόλου ὁποῖόν τί ἐστιν ἡ ἀλαζονεία, τοιοῦτον καὶ ἡ ψυχρότης· ὅ τε γὰρ ἀλαζὼν τὰ μὴ προσόντα αὐτῷ αὐχεῖ ὅμως ὡς προσόντα, ὅ τε μικροῖς πράγμασιν περιβάλλων ὄγκον καὶ αὐτὸς ἐν μικροῖς ἀλαζονευομένῳ ἔοικεν. καὶ ὁποῖόν τι τὸ ἐν τῇ παροιμίᾳ | |
5 | κοσμούμενον ὕπερον, τοιοῦτόν τί ἐστι καὶ τὸ ἐν τῇ ἑρμηνείᾳ ἐξηρ‐ μένον ἐν μικροῖς πράγμασιν. | |
120 | Καίτοι τινές φασι δεῖν τὰ μικρὰ μεγάλως λέγειν, καὶ σημεῖον τοῦτο ἡγοῦνται ὑπερβαλλούσης δυνάμεως. ἐγὼ δὲ Πολυκράτει μὲν τῷ ῥήτορι συγχωρῶ ἐγκωμιάζοντι ..... ὡς Ἀγαμέμνονα ἐν ἀντιθέτοις καὶ μεταφοραῖς καὶ πᾶσι τοῖς ἐγκωμιαστικοῖς τρόποις· | |
5 | ἔπαιζεν γάρ, οὐκ ἐσπούδαζε, καὶ αὐτὸς τῆς γραφῆς ὁ ὄγκος παί‐ γνιόν ἐστι. παίζειν μὲν δὴ ἐξέστω, ὡς φημί, τὸ δὲ πρέπον ἐν παντὶ πράγματι φυλακτέον, τοῦτ’ ἔστι προσφόρως ἑρμηνευτέον, τὰ μὲν μικρὰ μικρῶς, τὰ μεγάλα δὲ μεγάλως. | 28 |
121 | Καθάπερ Ξενοφῶν ἐπὶ τοῦ Τηλεβόα ποταμοῦ μικροῦ ὄντος καὶ καλοῦ φησιν· οὗτος δὲ ποταμὸς ἦν μέγας μὲν οὔ, καλὸς δέ· τῇ γὰρ βραχύτητι τῆς συνθέσεως καὶ τῇ ἀπολήξει τῇ εἰς τὸ δὲ μόνον οὐκ ἐπέδειξεν ἡμῖν μικρὸν ποταμόν. ἕτερος δέ τις ἑρμη‐ | |
5 | νεύων ὅμοιον τῷ Τηλεβόᾳ ποταμῷ ἔφη, ὡς ἀπὸ τῶν Λαυρικῶν ὀρέων ὁρμώμενος ἐκδιδοῖ ἐς θάλασσαν, καθάπερ τὸν Νεῖλον ἑρμηνεύων κατακρημνιζόμενον ἢ τὸν Ἴστρον ἐκβάλλοντα. πάντα οὖν τὰ τοιαῦτα ψυχρότης καλεῖται. | |
122 | Γίνεται μέντοι τὰ μικρὰ μεγάλα ἕτερον τρόπον, οὐ διὰ τοῦ ἀπρεποῦς, ἀλλ’ ἐνίοτε ὑπ’ ἀνάγκης. οἷον ὅταν μικρὰ κατορθώσαντά τινα στρατηγὸν ἐξαίρειν βουλώμεθα ὡς μεγάλα κατωρθωκότα ...... οἷον ὅτι ἔφορος ἐν Λακεδαίμονι τὸν περιέργως καὶ οὐκ ἐπιχωρίως | |
5 | σφαιρίσαντα ἐμαστίγωσεν· τούτῳ γὰρ αὐτόθεν μικρῷ ἀκουσθῆναι ὄντι ἐπιτραγῳδοῦμεν, ὡς οἱ τὰ μικρὰ πονηρὰ ἔθη ἐῶντες ὁδὸν τοῖς μείζοσι πονηροῖς ἀνοιγνύουσιν, καὶ ὅτι ἐπὶ τοῖς μικροῖς παρανομή‐ μασιν χρὴ κολάζειν μᾶλλον, οὐκ ἐπὶ τοῖς μεγάλοις. καὶ τὴν παροι‐ μίαν ἐποίσομεν· ἀρχὴ δέ τοι ἥμισυ παντός, ὡς ἐοικυῖαν †τοῦτο | |
10 | σμικρῷ κακῷ, καὶ ὅτι οὐδὲν κακὸν μικρόν ἐστιν. | |
123 | Οὕτως μὲν δὴ ἐξέστω καὶ τὸ μικρὸν κατόρθωμα ἐξαίρειν μέγα, οὐ μὴν ὥστε ἀπρεπές τι ποιεῖν, ἀλλ’ ὥσπερ καὶ τὸ μέγα κατα‐ σμικρύνεται χρησίμως πολλάκις, οὕτως ἂν καὶ τὸ μικρὸν ἐξαίροιτο. | |
124 | Μάλιστα δὲ ἡ ὑπερβολὴ ψυχρότατον πάντων. τριττὴ δέ ἐστιν. ἢ γὰρ καθ’ ὁμοιότητα ἐκφέρεται, ὡς τὸ θέειν δ’ ἀνέμοισιν ὁμοῖοι, ἢ καθ’ ὑπεροχήν, ὡς τὸ λευκότεροι χιόνος, ἢ κατὰ τὸ ἀδύνατον, ὡς τὸ οὐρανῷ ἐστήριξε κάρη. | |
125 | Πᾶσα μὲν οὖν ὑπερβολὴ ἀδύνατός ἐστιν (οὔτε γὰρ ἂν χιόνος | |
λευκότερον γένοιτο, οὔτ’ ἂν ἀνέμῳ θέειν ὅμοιον), αὕτη μέντοι ἡ τρίτη ὑπερβολὴ εἰρημένη ἐξαιρέτως ὀνομάζεται ἀδύνατος. διὸ δὴ καὶ μάλιστα ψυχρὰ δοκεῖ πᾶσα ὑπερβολή, διότι ἀδυνάτῳ ἔοικεν. | 29 | |
126 | Διὰ τοῦτο δὲ μάλιστα καὶ οἱ κωμῳδοποιοὶ χρῶνται αὐτῇ, ὅτι ἐκ τοῦ ἀδυνάτου ἐφέλκονται τὸ γελοῖον, ὥσπερ ἐπὶ τῶν Περσῶν τῆς ἀπληστίας ὑπερβαλλόμενός τις ἔφη, ὅτι πεδία ἐξέχεζον ὅλα, καὶ ὅτι βοῦς ἐν ταῖς γνάθοις ἔφερον. | |
127 | Τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ φαλακρότερος εὐδίας, καὶ τὸ κολοκύντης ὑγιέστερος. τὸ δὲ χρυσῶ χρυσοτέρα τὸ Σαπφικὸν ἐν ὑπερβολῇ λέγεται καὶ αὐτὸ καὶ ἀδυνάτως, πλὴν αὐτῷ γε τῷ ἀδυνάτῳ χάριν ἔχει, οὐ ψυχρότητα. ὃ δὴ καὶ μάλιστα θαυ‐ | |
5 | μάσειεν ἄν τις Σαπφοῦς τῆς θείας, ὅτι φύσει κινδυνώδει πράγματι καὶ δυσκατορθώτῳ ἐχρήσατο ἐπιχαρίτως. καὶ περὶ μὲν ψυχρότητος καὶ ὑπερβολῆς τοσαῦτα. νῦν δὲ περὶ τοῦ γλαφυροῦ χαρακτῆρος λέξομεν. | |
128 | Ὁ γλαφυρὸς λόγος χαριεντισμός ἐστι καὶ λόγος ἱλαρός. τῶν δὲ χαρίτων αἱ μέν εἰσιν μείζονες καὶ σεμνότεραι, αἱ τῶν ποιητῶν, αἱ δὲ εὐτελεῖς μᾶλλον καὶ κωμικώτεραι, σκώμμασιν ἐοικυῖαι, οἷον αἱ Ἀριστοτέλους χάριτες καὶ Σώφρονος καὶ Λυσίου· τὸ γὰρ ἧς ῥᾷον | |
5 | ἄν τις ἀριθμήσειεν τοὺς ὀδόντας ἢ τοὺς δακτύλους, τὸ ἐπὶ τῆς πρεσβύτιδος, καὶ τὸ ὅσας ἄξιος ἦν λαβεῖν πληγάς, το‐ σαύτας εἴληφεν δραχμάς, οἱ τοιοῦτοι ἀστεϊσμοὶ οὐδὲν διαφέ‐ | |
129 | ρουσιν σκωμμάτων οὐδὲ πόρρω γελωτοποιΐας εἰσίν. Τὸ δὲ τῇ δέ θ’ ἅμα Νύμφαι παίζουσιν· γέγηθε 〈δέ〉 τε φρένα Λητώ· καὶ | |
5 | ῥεῖα δ’ ἀριγνώτη πέλεται· καλαὶ δέ τε πᾶσαι· καὶ ........ αὗταί εἰσιν αἱ λεγόμεναι σεμναὶ χάριτες καὶ μεγάλαι. | |
130 | Χρῆται δὲ αὐταῖς Ὅμηρος καὶ πρὸς δείνωσιν ἐνίοτε καὶ ἔμ‐ φασιν, καὶ παίζων φοβερώτερός ἐστι, πρῶτός τε εὑρηκέναι δοκεῖ | |
φοβερὰς χάριτας, ὥσπερ τὸ ἐπὶ τοῦ ἀχαριτωτάτου προσώπου, τὸ ἐπὶ τοῦ Κύκλωπος, τὸ [οὖν] Οὖτιν ἐγὼ πύματον ἔδομαι, τοὺς | 30 | |
5 | δὲ λοιποὺς πρώτους, τὸ τοῦ Κύκλωπος ξένιον· οὐ γὰρ οὕτως αὐτὸν ἐνέφηνεν δεινὸν ἐκ τῶν ἄλλων, ὅταν δύο δειπνῇ ἑταίρους, οὐδ’ ἀπὸ τοῦ θυρεοῦ ἢ ἐκ τοῦ ῥοπάλου, ὡς ἐκ τούτου τοῦ ἀστεϊσμοῦ. | |
131 | Χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινό‐ τητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος· ἐρω‐ τηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα. | |
5 | διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυ‐ ναῖκες αὐτοῖς εἵποντο, ἀλλ’ Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν. Τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ | |
132 | μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρω‐ τες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κἂν ὑπὸ Ἱππώ‐ νακτος λέγηται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυ‐ τοῦ· οὐδεὶς γὰρ ἂν ὑμέναιον ᾄδοι ὀργιζόμενος οὐδὲ τὸν Ἔρωτα | |
5 | Ἐριννὺν ποιήσειεν τῇ ἑρμηνείᾳ ἢ γίγαντα, οὐδὲ τὸ γελᾶν κλαίειν. Ὥστε ἡ μέν τις ἐν πράγματι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις | |
133 | ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δ’ ὅτε Πανδαρέη κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο· ἐνταῦθα γὰρ καὶ ἡ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει | |
5 | χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷ τε χλωρηῒς καὶ τῷ Πανδαρέη κούρη εἰπεῖν ἐπὶ ὄρνιθος, ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι. Πολλάκις δὲ καὶ τὰ μὲν πράγματα ἀτερπῆ ἐστι φύσει καὶ | |
134 | στυγνά, ὑπὸ δὲ τοῦ λέγοντος γίνεται ἱλαρά. τοῦτο δὲ παρὰ Ξενο‐ φῶντι δοκεῖ πρώτῳ εὑρῆσθαι· λαβὼν γὰρ ἀγέλαστον πρόσωπον καὶ στυγνόν, τὸν Ἀγλαϊτάδαν, τὸν Πέρσην, γέλωτα εὗρεν ἐξ αὐτοῦ | |
χαρίεντα, ὅτι ῥᾷόν ἐστι πῦρ ἐκτρῖψαι ἀπὸ σοῦ ἢ γέλωτα ..... | 31 | |
135 | ..... αὕτη δέ ἐστι καὶ ἡ δυνατωτάτη χάρις, καὶ μάλιστα ἐν τῷ λέγοντι. τὸ μὲν γὰρ πρᾶγμα καὶ φύσει στυγνὸν ἦν καὶ πολέμιον χάριτι, ὥσπερ καὶ Ἀγλαϊτάδας. ὃ δ’ [ὥσπερ] ἐνδείκνυται, ὅτι καὶ ἀπὸ τῶν τοιούτων παίζειν ἔστιν, ὡσπερεὶ καὶ ὑπὸ θερμοῦ ψύχεσθαι, | |
5 | θερμαίνεσθαι δὲ ὑπὸ τῶν ψυχρῶν. | |
136 | Ἐπεὶ δὲ τὰ εἴδη τῶν χαρίτων δέδεικται, τίνα ἐστὶ καὶ ἐν τίσιν, νῦν καὶ τοὺς τόπους παραδείξομεν, ἀφ’ ὧν αἱ χάριτες. ἦσαν δὲ ἡμῖν αἱ μὲν ἐν τῇ λέξει, αἱ δὲ ἐν τοῖς πράγμασιν. παραδεί‐ ξομεν οὖν καὶ τοὺς τόπους καθ’ ἑκάτερα· πρώτους δὲ τοὺς τῆς | |
5 | λέξεως. | |
137 | Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι· τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα | |
5 | τετρυπημένον· καὶ εἶχεν οὕτως. τὸ γὰρ ἐπιλεγόμενον τὸ εἶχεν οὕτως ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο, διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος. | |
138 | Πολλάκις δὲ καὶ δύο φράζεται δι’ ἑνὸς πρὸς τὸ χάριεν, οἷον ἐπὶ τῆς Ἀμαζόνος καθευδούσης ἔφη τις, ὅτι τὸ τόξον ἐντετα‐ μένον ἔκειτο, καὶ ἡ φαρέτρα πλήρης, τὸ γέρρον ὑπὸ τῇ κεφαλῇ· τοὺς δὲ ζωστῆρας οὐ λύονται. ἐν γὰρ τούτῳ καὶ ὁ | |
5 | νόμος εἴρηται ὁ περὶ τοῦ ζωστῆρος, καὶ ὅτι οὐκ ἔλυσε τὸν ζωστῆρα, τὰ δύο πράγματα διὰ μιᾶς ἑρμηνείας. καὶ ἀπὸ τὴς συντομίας ταύ‐ της γλαφυρόν τί ἐστι. | |
139 | Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν ἢ μέσον ἄχαρι γίνεται, ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου· δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν | |
5 | χώραν μηκέτι ἁρπάζεσθαι. ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι | |
διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι δί‐ δωσιν αὐτῷ δῶρα, τήν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ | 32 | |
10 | στολὴν καὶ στρεπτόν. νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευ‐ ταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις. | |
140 | Αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δῆλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοῖ, οἷον ἐκ τῆς ἀναδιπλώσεώς που νύμφη πρὸς τὴν παρθενίαν φησί· παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχῃ; ἡ δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι· οὐκέτι ἥξω | |
5 | πρὸς σέ, οὐκέτι ἥξω· πλείων γὰρ χάρις ἐμφαίνεται, ἢ εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἡ ἀναδίπλωσις πρὸς δεινότητας μᾶλλον δοκεῖ εὑρῆσθαι, ἡ δὲ καὶ τοῖς δεινοτάτοις κατα‐ χρῆται ἐπιχαρίτως. | |
141 | Χαριεντίζεται δέ ποτε καὶ ἐξ ἀναφορᾶς, ὡς ἐπὶ τοῦ Ἑσπέρου, Ἕσπερε, πάντα φέρεις, φησί, φέρεις ὄϊν, φέρεις αἶγα, φέρεις ματέρι παῖδα. καὶ γὰρ ἐνταῦθα ἡ χάρις ἐστὶν ἐκ τῆς λέξεως τῆς φέρεις ἐπὶ τὸ αὐτὸ ἀναφερομένης. | |
142 | Πολλὰς δ’ ἄν τις καὶ ἄλλας ἐκφέροι χάριτας. γίγνονται δὲ καὶ ἀπὸ λέξεως χάριτες ἢ ἐκ μεταφορᾶς, ὡς ἐπὶ τοῦ τέττιγος· πτερύγων δ’ ὑποκακχέει λιγυρὰν ἀοιδάν, ὅ τι ποτ’ ἂν | |
143 | φλόγιον καθέταν ἐπιπτάμενον καταυλεῖ, ἢ ἐκ συνθέτου του ὀνόματος καὶ διθυραμβικοῦ· δέσποτα Πλούτων μελανοπτε‐ ρύγων, τουτὶ δεινὸν †πρὸ πτερύγων αὐτὸ ποίησον, ἃ μά‐ λιστα δὴ κωμῳδικὰ παίγνιά ἐστι καὶ σατύρια. | |
144 | Καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται, ὡς ὁ Ἀριστοτέλης, ὅσῳ γάρ, φησί, μονώτης εἰμί, φιλομυθότερος γέγονα. καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ· ὅσῳ γὰρ αὐτίτης καὶ | |
μονώτης εἰμί, φιλομυθότερος γέγονα. τὸ μὲν γὰρ μονώτης | 33 | |
5 | ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ αὐτίτης πεποιημένον ἐκ τοῦ αὐτός. | |
145 | Πολλὰ δὲ ὀνόματα καὶ παρὰ τὴν θέσιν τὴν ἐπί τινος χαρίεντά ἐστιν, οἷον ὁ γὰρ ὄρνις οὗτος κόλαξ ἐστὶ καὶ κόβαλος. ἐν‐ ταῦθα ἡ χάρις ἀπὸ τοῦ σκῶψαι τὸν ὄρνιν καθάπερ ἄνθρωπον, καὶ ὅτι τὰ μὴ συνήθη ἔθετο ὀνόματα τῷ ὄρνιθι. αἱ μὲν οὖν τοιαῦται | |
5 | χάριτες παρ’ αὐτὰς τὰς λέξεις. | |
146 | Ἐκ δὲ παραβολῆς, ὡς ἐπὶ τοῦ ἐξέχοντος ἀνδρὸς ἡ Σαπφώ φησι· πέρροχος ὡς ὅτ’ ἀοιδὸς ὁ Λέσβιος ἀλλοδαποῖσιν. ἐνταῦθα γὰρ χάριν ἐποίησεν ἡ παραβολὴ μᾶλλον ἢ μέγεθος, καίτοι ἐξῆν εἰπεῖν πέρροχος ὥσπερ ἡ σελήνη τῶν ἄλλων ἄστρων, ἢ ὁ | |
5 | ἥλιος ὁ λαμπρότερος, ἢ ὅσα ἄλλα ἐστὶ ποιητικώτερα. | |
147 | Σώφρων δὲ καὶ αὐτὸς ἐπὶ τοῦ ὁμοίου εἴδους φησί· θᾶσαι, ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλί‐ ζοντι, οἷόν περ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῷ παλῷ. καὶ γὰρ ἐνταῦθα ἐπίχαρις ἡ παραβολή ἐστι καὶ τοὺς Τρῶας | |
5 | διαπαίζουσα ὥσπερ παῖδας. | |
148 | Ἔστι δέ τις ἰδίως χάρις Σαπφικὴ ἐκ μεταβολῆς, ὅταν τι εἰ‐ ποῦσα μεταβάλληται καὶ ὥσπερ μετανοήσῃ, οἷον ἴψω δή, φησί, τὸ μέλαθρον ἀέρατε τέκτονες· γαμβρὸς εἰσέρχεται ἶσος Ἄρηϊ, ἀνδρὸς μεγάλου πολλῷ μείζων, ὥσπερ ἐπιλαμβανομένη ἑαυτῆς, | |
5 | ὅτι ἀδυνάτῳ ἐχρήσατο ὑπερβολῇ, καὶ ὅτι οὐδεὶς τῷ Ἄρηϊ ἴσος ἐστίν. | |
149 | Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ παρὰ †Τηλεμάχῳ, ὅτι δύο κύνες δεδέατο πρὸ τῆς αὐλῆς, καὶ δύναμαι καὶ τὰ ὀνόματα εἰ‐ πεῖν τῶν κυνῶν. ἀλλὰ τί ἄν μοι βούλοιτο τὰ ὀνόματα ταῦτα; καὶ γὰρ οὗτος μεταβαλλόμενος μεταξὺ ἠστεΐσατο καὶ ἀπο‐ | |
5 | σιγήσας τὰ ὀνόματα. | |
150 | Καὶ ἀπὸ στίχου δὲ ἀλλοτρίου γίνεται χάρις, ὡς ὁ Ἀριστοφάνης | |
σκώπτων που τὸν Δία, ὅτι οὐ κεραυνοῖ τοὺς πονηρούς, φησίν· ἀλλὰ τὸν ἑαυτοῦ νεὼ βάλλει, καὶ Σούνιον ἄκρον Ἀθηνῶν. ὥσπερ γοῦν οὐκ ἔτι ὁ Ζεὺς κωμῳδεῖσθαι δοκεῖ, ἀλλ’ Ὅμηρος καὶ | 34 | |
5 | ὁ στίχος ὁ Ὁμηρικός, καὶ ἀπὸ τούτου πλείων ἐστὶν ἡ χάρις. | |
151 | Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τὸ δελφοῖ παιδίον ὑμῶν ἁ κύων φέρει. καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων· ἐνθάδε ὦν κἠγὼ παρ’ ὕμμε τοὺς ὁμότριχας ἐξορ‐ μίζομαι, πλόον δοκάζων πόντιον. ναὶ γὰρ ἤδη τοῖς ταλί‐ | |
5 | κοις ἀρ〈τέαι〉 ταὶ ἄγκυραι· ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ’ ἰχθύων· σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυ‐ ναικῶν λίχνευμα, καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά. | |
152 | Ἔστι δέ τις καὶ ἡ παρὰ προσδοκίαν χάρις, ὡς ἡ τοῦ Κύκλω‐ πος, ὅτι ὕστατον ἔδομαι Οὖτιν. οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ὁ ἀναγινώσκων. καὶ ὁ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, κηρὸν διατήξας, φησίν, εἶτα διαβήτην | |
5 | λαβών, ἐκ τῆς παλαίστρας ἱμάτιον ὑφείλετο. | |
153 | Ἤδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο ἡ χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ’ οὐδ’ ἠκολούθει τοῖς προ‐ τέροις· ἡ δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρῖφος, ὥσπερ ὁ παρὰ Σώφρονι ῥητορεύων Βουλίας· οὐδὲν γὰρ ἀκόλουθον αὑτῷ λέγει. | |
5 | καὶ παρὰ Μενάνδρῳ δὲ ὁ πρόλογος τῆς Μεσσηνίας. | |
154 | Πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς ὁ Ἀριστο‐ τέλης, ἐκ μὲν Ἀθηνῶν, φησίν, ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν· ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν. καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς | |
5 | κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δ’ οὖν ἀποκό‐ | |
ψῃς τοῦ ἑτέρου κώλου τὸ μέγαν, συναφαιρεῖται καὶ ἡ χάρις. | 35 | |
155 | Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει ὅ 〈τι〉 τις ἔχοι· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀπο‐ | |
5 | κεκρυμμέναι. | |
156 | Αἱ μὲν οὖν κατὰ τὴν ἑρμηνείαν χάριτες τοσαῦται καὶ οἱ τόποι, ἐν δὲ τοῖς πράγμασι λαμβάνονται χάριτες ἐκ παροιμίας. φύσει γὰρ χάριεν πρᾶγμά ἐστιν παροιμία, ὡς ὁ Σώφρων μέν, Ἠπιόλης, ἔφη, ὁ τὸν πατέρα πνίγων. καὶ ἀλλαχόθι πού φησιν· ἐκ τοῦ ὄνυ‐ | |
5 | χος γὰρ τὸν λέοντα ἔγραφεν· τορύναν ἔξεσεν· κύμινον ἔπρισεν. καὶ γὰρ δυσὶ παροιμίαις καὶ τρισὶν ἐπαλλήλοις χρῆται, ὡς ἐπιπληθύωνται αὐτῷ αἱ χάριτες· σχεδόν τε πάσας ἐκ τῶν δρα‐ μάτων αὐτοῦ τὰς παροιμίας ἐκλέξαι ἐστίν. | |
157 | Καὶ μῦθος δὲ λαμβανόμενος καιρίως εὔχαρίς ἐστιν, ἤτοι ὁ κεί‐ μενος, ὡς ὁ Ἀριστοτέλης ἐπὶ τοῦ ἀετοῦ φησιν, ὅτι λιμῷ θνήσκει ἐπικάμπτων τὸ ῥάμφος· πάσχει δὲ αὐτό, ὅτι ἄνθρωπος ὤν ποτε ἠδίκησεν ξένον. ὁ μὲν οὖν τῷ κειμένῳ μύθῳ κέχρηται καὶ κοινῷ. | |
158 | Πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥς πέρ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ καὶ ὁ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι ἔνθεν καὶ ὁ μῦθός ἐστιν, ὡς ἡ σελήνη ἔτεκεν τὸν αἴλουρον· | |
5 | οὐ γὰρ μόνον κατ’ αὐτὴν τὴν πλάσιν ἔσται ἡ χάρις, ἀλλὰ καὶ ὁ μῦθος ἐμφαίνει χάριέν τι, αἰέλουρον ποιῶν σελήνης παῖδα. | |
159 | Πολλάκις δὲ καὶ ἐκ φόβου ἀλλασσομένου γίνεται χάρις, ὅταν διακενῆς τις φοβηθῇ, οἷον τὸν ἱμάντα ὡς ὄφιν ἢ τὸν κρίβανον ὡς χάσμα τῆς γῆς, ἅπερ καὶ αὐτὰ κωμῳδικώτερά ἐστιν. | |
160 | Καὶ εἰκασίαι δ’ εἰσὶν εὐχάριτες, ἂν τὸν ἀλεκτρυόνα Μήδῳ εἰ‐ κάσῃς, ὅτι τὴν κυρβασίαν ὀρθὴν φέρει· βασιλεῖ δέ, ὅτι πορφύρεός ἐστιν, ἢ ὅτι βοήσαντος ἀλεκτρυόνος ἀναπηδῶμεν, ὥσπερ καὶ βασι‐ | |
λέως βοήσαντος, καὶ φοβούμεθα. | 36 | |
161 | Ἐκ δὲ ὑπερβολῶν χάριτες μάλιστα αἱ ἐν ταῖς κωμῳδίαις, πᾶσα δὲ ὑπερβολὴ ἀδύνατος, ὡς Ἀριστοφάνης ἐπὶ τῆς ἀπληστίας τῶν Περσῶν φησιν, ὅτι ὤπτουν βοῦς κριβανίτας ἀντὶ ἄρτων· ἐπὶ δὲ τῶν Θρᾳκῶν ἕτερος, ὅτι Μηδόκης ὁ βασιλεὺς βοῦν ἔφερεν | |
5 | ὅλον ἐν γνάθῳ. | |
162 | Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὰ τοιαῦτά ἐστιν· ὑγιέστερος κολο‐ κύντης, καὶ φαλακρότερος εὐδίας, καὶ τὰ Σαπφικὰ πολὺ πακτίδος ἁδυμελεστέρα, χρυσοῦ χρυσοτέρα. πᾶσαι γὰρ αἱ τοιαῦται χάριτες ἐκ τῶν ὑπερβολῶν εὕρηνται. | |
163 | [καί τι διαφέρουσι] Διαφέρουσι δὲ τὸ γελοῖον καὶ εὔχαρι πρῶτα μὲν τῇ ὕλῃ· χαρίτων μὲν γὰρ ὕλη νυμφαῖοι κῆποι, ἔρωτες, ἅπερ οὐ γελᾶται· γέλωτος δὲ Ἶρος καὶ Θερσίτης. τοσοῦτον οὖν διοίσουσιν, ὅσον ὁ Θερσίτης τοῦ Ἔρωτος. | |
164 | Διαφέρουσι δὲ καὶ τῇ λέξει αὐτῇ. τὸ μὲν γὰρ εὔχαρι μετὰ κόσμου ἐκφέρεται καὶ δι’ ὀνομάτων καλῶν, ἃ μάλιστα ποιεῖ τὰς χάριτας, οἷον τὸ ποικίλλεται μὲν γαῖα πολυστέφανος καὶ τὸ χλωρηῒς ἀηδών· τὸ δὲ γελοῖον καὶ ὀνομάτων ἐστὶν εὐτελῶν καὶ κοινο‐ | |
5 | τέρων, ὥσπερ ἔχει· ὅσον γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλο‐ μυθότερος γέγονα .... | |
165 | .... ἔπειτα ἀφανίζεται ὑπὸ τοῦ κόσμου τῆς ἑρμηνείας, καὶ ἀντὶ γελοίου θαῦμα γίνεται. αἱ μέντοι χάριτές εἰσιν μετὰ σωφρο‐ σύνης, τὸ δὲ ἐκφράζειν τὰ γελοῖα ὅμοιόν ἐστι καὶ καλλωπίζειν πίθηκον. | |
166 | Διὸ καὶ ἡ Σαπφὼ περὶ μὲν κάλλους ᾄδουσα καλλιεπής ἐστι καὶ ἡδεῖα, καὶ περὶ ἐρώτων δὲ καὶ ἔαρος καὶ περὶ ἀλκυόνος, καὶ ἅπαν καλὸν ὄνομα ἐνύφανται αὐτῆς τῇ ποιήσει, τὰ δὲ καὶ αὐτὴ εἰργάσατο. | |
167 | Ἄλλως δὲ σκώπτει τὸν ἄγροικον νυμφίον καὶ τὸν θυρωρὸν τὸν ἐν τοῖς γάμοις, εὐτελέστατα καὶ ἐν πεζοῖς ὀνόμασι μᾶλλον ἢ | |
ἐν ποιητικοῖς, ὥστε αὐτῆς μᾶλλόν ἐστι τὰ ποιήματα ταῦτα διαλέ‐ γεσθαι ἢ ᾄδειν, οὐδ’ ἂν ἁρμόσαι πρὸς τὸν χορὸν ἢ πρὸς τὴν λύραν, | 37 | |
5 | εἰ μή τις εἴη χορὸς διαλεκτικός. | |
168 | Μάλιστα δὲ διαφέρουσιν καὶ ἐκ τῆς προαιρέσεως· οὐ γὰρ ὅμοια προαιρεῖται ὁ εὐχάριτος καὶ ὁ γελωτοποιῶν, ἀλλ’ ὁ μὲν εὐφραίνειν, ὁ δὲ γελασθῆναι. καὶ ἀπὸ τῶν ἐπακολουθούντων δέ· τοῖς μὲν γὰρ γέλως, τοῖς δὲ ἔπαινος. | |
169 | Καὶ ἐκ τόπου. ἔνθα μὲν γὰρ γέλωτος τέχναι καὶ χαρίτων, ἐν σατύρῳ καὶ ἐν κωμῳδίαις. τραγῳδία δὲ χάριτας μὲν παραλαμβάνει ἐν πολλοῖς, ὁ δὲ γέλως ἐχθρὸς τραγῳδίας· οὐδὲ γὰρ ἐπινοήσειεν ἄν τις τραγῳδίαν παίζουσαν, ἐπεὶ σάτυρον γράψει ἀντὶ τραγῳδίας. | |
170 | Χρήσονται δέ ποτε καὶ οἱ φρόνιμοι γελοίοις πρός τε τοὺς καιρούς, οἷον ἐν ἑορταῖς καὶ ἐν συμποσίοις, καὶ ἐν ἐπιπλήξεσιν δὲ πρὸς τοὺς τρυφερωτέρους, ὡς ὁ †τηλαυγὴς θύλακος, καὶ ἡ Κράτη‐ τος ποιητική, καὶ φακῆς ἐγκώμιον ἂν ἀναγνῷ τις ἐν τοῖς ἀσώτοις· | |
5 | τοιοῦτος δὲ ὡς τὸ πλέον καὶ ὁ Κυνικὸς τρόπος· τὰ γὰρ τοιαῦτα γελοῖα χρείας λαμβάνει τάξιν καὶ γνώμης. | |
171 | Ἔστι δὲ καὶ τοῦ ἤθους τις ἔμφασις ἐκ τῶν γελοίων καὶ ἢ παιγνίας ἢ ἀκολασίας, †ὡς καὶ τὸν οἶνον τὸν προχυθέντα ἐπισχὼν τὰς Πηλέα ἀντὶ Οἰνέως. ἡ γὰρ ἀντίθεσις ἡ περὶ τὰ ὀνόματα καὶ ἡ φροντὶς ἐμφαίνει τινὰ ψυχρότητα ἤθους καὶ ἀνα‐ | |
172 | γωγίαν. Περὶ δὲ σκωμμάτων μέν, οἷον εἰκασία τίς ἐστιν [ἡ γὰρ ἀντί‐ θεσις] εὐτράπελος, χρήσονταί τε ταῖς τοιαύταις εἰκασίαις, ὡς Αἰ‐ γυπτία κληματίς, μακρὸν καὶ μέλανα, καὶ τὸ θαλάσσιον πρό‐ βατον, τὸν μῶρον .... [τὸν ἐν τῇ θαλάσσῃ]. τοῖς μὲν τοιούτοις | |
5 | χρήσονται· εἰ δὲ μή, φευξόμεθα τὰ σκώμματα ὥσπερ λοιδορίας. | |
173 | Ποιεῖ δὲ εὔχαριν τὴν ἑρμηνείαν καὶ τὰ λεγόμενα καλὰ ὀνό‐ | |
ματα. ὡρίσατο δ’ αὐτὰ Θεόφραστος οὕτως· κάλλος ὀνόματός ἐστι τὸ πρὸς τὴν ἀκοὴν ἢ πρὸς τὴν ὄψιν ἡδύ, ἢ τὸ τῇ διανοίᾳ ἔντιμον. | 38 | |
174 | Πρὸς μὲν τὴν ὄψιν ἡδέα τὰ τοιαῦτα, ῥοδόχροον, ἀνθο‐ φόρου χλόας. ὅσα γὰρ ὁρᾶται ἡδέως, ταῦτα καὶ λεγόμενα καλά ἐστιν. πρὸς δὲ τὴν ἀκοὴν Καλλίστρατος, ἂν νοῶν. ἥ τε γὰρ τῶν λάμβδα σύγκρουσις ἠχῶδές τι ἔχει, καὶ ἡ τῶν νῦ γραμμάτων. | |
175 | Καὶ ὅλως τὸ νῦ δι’ εὐφωνίαν ἐφέλκονται οἱ Ἀττικοὶ Δημο‐ σθένην λέγοντες καὶ Σωκράτην. τῇ διανοίᾳ δὲ ἔντιμα τὰ τοι‐ αῦτά ἐστιν, οἷον τὸ ἀρχαῖοι ἀντὶ τοῦ παλαιοί. ἐντιμότεροι γὰρ ἀρχαῖοι ἄνδρες. | |
176 | Παρὰ δὲ τοῖς μουσικοῖς λέγεταί τι ὄνομα λεῖον, καὶ ἕτερον τὸ τραχύ, καὶ ἄλλο εὐπαγές, καὶ ἄλλ’ ὀγκηρόν. λεῖον μὲν οὖν ἐστιν ὄνομα τὸ διὰ φωνηέντων ἢ πάντων ἢ διὰ πλειόνων, οἷον Αἴας, τραχὺ δὲ οἷον βέβρωκεν· καὶ αὐτὸ δὲ τοῦτο τὸ τραχὺ ὄνομα κατὰ | |
5 | μίμησιν ἐξενήνεκται ἑαυτοῦ. εὐπαγὲς δὲ ἐπαμφοτερίζον καὶ με‐ μιγμένον ἴσως τοῖς γράμμασιν. | |
177 | Τὸ δὲ ὀγκηρὸν ἐν τρισί, πλάτει, μήκει, πλάσματι, οἷον βροντὰ ἀντὶ τοῦ βροντή· καὶ γὰρ τραχύτητα ἐκ τῆς προτέρας συλλαβῆς ἔχει, καὶ ἐκ τῆς δευτέρας μῆκος μὲν διὰ τὴν μακράν, πλατύτητα δὲ διὰ τὸν Δωρισμόν· πλατέα λαλοῦσι γὰρ πάντα οἱ Δωριεῖς, | |
5 | διόπερ οὐδὲ ἐκωμῴδουν δωρίζοντες, ἀλλὰ πικρῶς ἠττίκιζον· ἡ γὰρ Ἀττικὴ γλῶσσα συνεστραμμένον τι ἔχει καὶ δημοτικὸν καὶ ταῖς τοι‐ | |
178 | αύταις εὐτραπελίαις πρέπον. Ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως. τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα. | |
179 | Γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν· ἔστι μὲν οὖν οὐ ῥᾴδιον περὶ τοῦ τρόπου τοῦ τοιοῦδε εἰπεῖν· οὐδὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατὸν δὲ ὅμως πειρατέον λέγειν. | |
180 | Τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἁρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ἢ ὅλων ἢ ἡμίσεων· οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ’, εἰ διαχωρίζοι τις καθ’ ἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφ’ ἡμῶν αὐτῶν φωρᾶσθαι | 39 |
5 | μέτρα ὄντα. | |
181 | Κἂν μετροειδῆ δὲ ᾖ, τὴν αὐτὴν ποιήσει χάριν. λανθανόντως δέ τοι παραδύεται ἡ ἐκ τῆς τοιαύτης ἡδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδός ἐστι παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ | |
5 | Δημοσθένει πολλαχοῦ, Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος. | |
182 | Παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς ὁ Δι‐ καίαρχος· ἐν Ἐλέᾳ, φησί, τῆς Ἰταλίας πρεσβύτῃ δὴ τὴν ἡλι‐ κίαν ὄντι. τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδές τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμοῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ | |
5 | μετρικόν, ἡδονὴ δ’ οὐκ ὀλίγη ἔπεστι. | |
183 | Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρός ἐστιν ἐκτεταμένῳ πως καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μῆκος· τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μῆκος μεγαλοπρεπές. ἀλλ’ οἷον ὀλίσθῳ τινὶ ἔοικεν τὰ κῶλα καὶ οὔτ’ ἐμμέτροις παντάπασιν οὔτ’ ἀμέτροις, | |
5 | οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰμ φῇ· νῦν δὴ ’λέγομεν. | |
184 | Καὶ πάλιν· μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον. καὶ πάλιν· τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν· οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς. εἰ δ’ ἀναστρέψας εἴποις ‘ἐμά‐ | |
5 | λαξεν ὥσπερ σίδηρον‘ ἢ ‘διατελεῖ ὅλον τὸν βίον‘, ἐξέχεας τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ 〈τῷ〉 ῥυθμῷ οὖσαν· οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδ’ ἐν ταῖς λέξεσιν. | |
185 | Καὶ περὶ τῶν μουσικῶν δὲ ὀργάνων πάλιν χαριέντως ἥρμοσεν, ἐν οἷς δή φησιν· λύρα δή σοι λείπεται κατὰ πόλιν· εἰ γὰρ ἀναστρέψας εἴποις κατὰ πόλιν λείπεται, μεθαρμοσαμένῳ ποιήσεις | |
ὅμοιον. τοῦτο δὲ ἐπιφέρει· καὶ αὖ κατ’ ἀγροὺς τοῖς ποιμέσιν | 40 | |
5 | σύριγξ ἄν τις εἴη· τῇ γὰρ ἐκτάσει καὶ τῷ μήκει πάνυ χαριέντως μεμίμηται τρόπον τινὰ ἦχον σύριγγος. ἔσται δὲ δῆλον, εἴ τις μετα‐ συνθεὶς λέγοι καὶ τοῦτο. | |
186 | Περὶ μὲν δὴ τοῦ κατὰ σύνθεσιν γλαφυροῦ ἐπιφαινομένου το‐ σαῦτα, ὡς ἐν δυσκόλοις. εἴρηται δὲ καὶ περὶ τοῦ χαρακτῆρος τοῦ γλαφυροῦ, ἐν ὅσοις καὶ ὅπως γίνεται. καθάπερ δὲ τῷ μεγαλοπρε‐ πεῖ παρέκειτο ὁ ψυχρὸς χαρακτήρ, οὕτως τῷ γλαφυρῷ παράκειταί | |
5 | τις διημαρτημένος. ὀνομάζω δὲ αὐτὸν τῷ κοινῷ ὀνόματι κακό‐ ζηλον. γίνεται δ’ αὖ καὶ οὗτος ἐν τρισίν, ὥσπερ καὶ οἱ λοιποὶ πάντες. | |
187 | Ἐν διανοίᾳ μέν, ὡς ὁ εἰπὼν Κένταυρος ἑαυτὸν ἱππεύων, καὶ ἐπὶ τοῦ βουλευομένου Ἀλεξάνδρου δρόμον ἀγωνίσασθαι Ὀλυμ‐ πίασιν ἔφη τις οὕτως· Ἀλέξανδρε, δράμε σου τῆς μητρὸς τὸ ὄνομα. | |
188 | Ἐν δὲ ὀνόμασιν γίγνοιτ’ ἂν οὕτως, οἷον ἐγέλα που ῥόδον ἡδύχροον· ἥ τε γὰρ μεταφορὰ ἡ ἐγέλα πάνυ μετάκειται ἀπρε‐ πῶς, καὶ τὸ σύνθετον τὸ ἡδύχροον οὐδ’ ἐν ποιήματι θείη ἄν τις ἀκριβῶς σωφρονῶν. ἢ ὥς τις εἶπεν, ὅτι· λεπταῖς ὑπεσύριζε | |
5 | πίτυς αὔραις· περὶ μὲν δὴ τὴν λέξιν οὕτως. | |
189 | Σύνθεσις δὲ †ἀναπαιστικὴ καὶ μάλιστα ἐοικυῖα τοῖς κεκλασμένοις καὶ ἀσέμνοις μέτροις, οἷα μάλιστα τὰ Σωτάδεια διὰ τὸ μαλακώ‐ τερον· σκήλας καύματι κάλυψον, καὶ σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον | |
5 | ἀντὶ τοῦ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον· ὁποῖα γὰρ μεταμεμορφωμένῳ ἔοικεν ὁ στίχος, ὥσπερ οἱ μυθευό‐ μενοι ἐξ ἀρρένων μεταβαλεῖν εἰς θηλείας. τοσάδε μὲν καὶ περὶ κακοζηλίας. | |
190 | Ἐπὶ θὲ τοῦ ἰσχνοῦ χαρακτῆρος ἔχοιμεν ἂν καὶ πράγματα ἴσως | |
τινὰ μικρὰ καὶ τῷ χαρακτῆρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ· οἰ‐ κίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω. τὴν δὲ λέξιν εἶναι πᾶσαν χρὴ κυρίαν καὶ συνήθη· μικρότερον γὰρ τὸ | 41 | |
5 | συνηθέστερον πάντων, τὸ δὲ ἀσύνηθες καὶ μετενηνεγμένον μεγαλο‐ πρεπές. | |
191 | Καὶ μηδὲ διπλᾶ ὀνόματα τιθέναι· τοῦ γὰρ ἐναντίου χαρακτῆ‐ ρος καὶ ταῦτα, μηδὲ μὴν πεποιημένα, μηδ’ ὅσα ἄλλα μεγαλοπρέ‐ πειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρὴ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν. | |
192 | Πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἡ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον ἡ λύσις. | |
193 | Ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον ἡ διαλελυμένη λέξις, ἡ δ’ αὐτὴ καὶ ὑποκριτικὴ καλεῖται, κινεῖ γὰρ ὑπόκρισιν ἡ λύσις. γραφικὴ δὲ λέξις ἡ εὐανάγνωστος. αὕτη δ’ ἐστὶν ἡ συνηρτημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑπο‐ | |
5 | κρίνονται λελυμένον ἐν τοῖς πλείστοις, φιλήμονα δὲ ἀναγινώσκουσιν. | |
194 | Ὅτι δὲ ὑποκριτικὸν ἡ λύσις, παράδειγμα ἓν κείσθω τόδε· ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε. οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν· εἰ δὲ συνδήσας εἴποις, ἐδεξάμην καὶ ἔτικτον καὶ ἐκ‐ | |
5 | τρέφω, πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις ἐμβαλεῖς. πάνυ δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον. | |
195 | Ἔστι δὲ καὶ ἄλλα θεωρήματα ὑποκριτικά, οἷον καὶ ὁ παρὰ τῷ Εὐριπίδει Ἴων ὁ τόξα ἁρπάζων καὶ τῷ κύκνῳ ἀπειλῶν τῷ ὄρνιθι, ἀποπατοῦντι κατὰ τῶν ἀγαλμάτων· καὶ γὰρ κινήσεις πολ‐ λὰς παρέχει τῷ ὑποκριτῇ ὁ ἐπὶ τὰ τόξα δρόμος καὶ ἡ πρὸς τὸν | |
5 | ἀέρα ἀνάβλεψις τοῦ προσώπου διαλεγομένου τῷ κύκνῳ, καὶ ἡ λοιπὴ πᾶσα διαμόρφωσις πρὸς τὸν ὑποκριτὴν πεποιημένη. ἀλλ’ οὐ περὶ | |
ὑποκρίσεως ἡμῖν τὰ νῦν ὁ λόγος. | 42 | |
196 | Φευγέτω δὲ ἡ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπανάληψις δέ ἐστι συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ὅσα μὲν ἔπραξεν Φίλιππος, καὶ ὡς τὴν Θρᾴκην κατεστρέ‐ | |
5 | ψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολιόρκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω. σχεδὸν γὰρ ὁ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προ‐ θέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν. | |
197 | Σαφηνείας δὲ ἕνεκεν καὶ διλογητέον πολλάκις· ἥδιον γάρ πως τὸ συντομώτερον ἢ σαφέστερον· ὡς γὰρ οἱ παρατρέχοντες παρο‐ ρῶνται ἐνίοτε, οὕτως καὶ ἡ λέξις παρακούεται διὰ τὸ τάχος. | |
198 | Φεύγειν δὲ καὶ τὰς πλαγιότητας· καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ ἡ Φιλίστου λέξις, συντομώτερον δέ. παράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’ Ἰωνίας εἰς Κιλικίαν | |
5 | Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. τοῦτο γὰρ 〈ἂν〉 ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο· τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυ‐ πηγηθεῖσαι ἐπ’ αὐτῷ τούτῳ. ἔπλεον δ’ ἀπ’ Ἰωνίας· ναύαρχος δ’ αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος. μακρότερον μὲν οὕτως ἐγένετο | |
10 | ἴσως, σαφέστερον δέ. | |
199 | Καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι εἰς τὸν Ἰόνιον κόλπον· πρῶτον μὲν γὰρ ὠνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ ὃ τοῦτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς. | |
200 | Γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἔμπαλιν, ὡς τὸ Ἔστι πόλις Ἐφύρη. οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὐδὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, †καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως. | |
201 | Ἐν δὲ τοῖς διηγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς ἀρκτέον· Ἐπί‐ δαμνός ἐστι πόλις, ἢ ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ λέγεται Ἐπί‐ δαμνον τὴν πόλιν. αἱ δὲ ἄλλαι πτώσεις ἀσάφειάν τινα παρ‐ έξουσι καὶ βάσανον τῷ τε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι. | 43 |
202 | Πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς· ὁ γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στρά‐ τον πόλιν ἐπὶ θάλασσαν διέξεισιν· ἀλλ’ αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως· ὁ γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου | |
5 | ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν· πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας· ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, ἡ δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ ᾖ, | |
203 | ἄδηλος δοκεῖ. Περὶ μὲν δὴ σαφηνείας τοσαῦτα, ὡς ὀλίγα ἐκ πολλῶν· καὶ μάλιστα ἐν τοῖς ἰσχνοῖς αὐτῇ λόγοις χρηστέον. | |
204 | Φεύγειν δὲ ἐν τῇ συνθέσει τοῦ χαρακτῆρος τούτου πρῶτον μὲν τὰ μήκη τῶν κώλων· μεγαλοπρεπὲς γὰρ πᾶν μῆκος, ὥσπερ καὶ ἐπὶ τῶν [ἡρωϊκῶν] μέτρων τὸ ἑξάμετρον ἡρωϊκὸν [ὂν] καλεῖται ὑπὸ μεγέθους καὶ πρέπον ἥρωσιν, ἡ κωμῳδία δὲ συνέσταλται εἰς | |
5 | τὸ τρίμετρον ἡ νέα. | |
205 | Τὰ πολλὰ οὖν κώλοις †τριμέτροις χρησόμεθα καὶ ἐνίοτε κόμ‐ μασιν, ὥσπερ ὁ μὲν Πλάτων φησί· κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος· πυκναὶ γὰρ αἱ ἀνάπαυλαι καὶ ἀποθέσεις. Αἰσχί‐ νης δὲ ἐκαθήμεθα μέν, φησίν, ἐπὶ τῶν θάκων ἐν Λυκείῳ, | |
5 | οὗ οἱ ἀθλοθέται τὸν ἀγῶνα διατιθέασιν. | |
206 | Ἐχέτω δὲ καὶ ἕδραν ἀσφαλῆ τῶν κώλων τὰ τέλη καὶ βάσιν, ὡς τὰ εἰρημένα· αἱ γὰρ κατὰ τὰ τελευταῖα ἐκτάσεις μεγαλοπρεπεῖς, ὡς τὰ Θουκυδίδου, Ἀχελῷος ποταμὸς ῥέων ἐκ Πίνδου ὄρους καὶ τὰ ἑξῆς. | |
207 | Φευκτέον οὖν καὶ τὰς τῶν μακρῶν στοιχείων συμπλήξεις ἐν τῷ χαρακτῆρι τούτῳ καὶ τῶν διφθόγγων (ὀγκηρὸν γὰρ πᾶσα ἔκ‐ τασις), καὶ ἤτοι βραχέα συγκρουστέον βραχέσιν, ὡς πάντα μὲν τὰ νέα καλά ἐστιν, ἢ βραχέα μακροῖς, ὡς ἠέλιος· ἢ ἁμῶς γέ | |
5 | πως διὰ βραχέων. καὶ ὅλως ἐμφαίνεσθαι 〈ἔοικεν〉 εὐκαταφρόνητος ὁ τοιοῦτος τρόπος τῆς λέξεως καὶ ἰδιωτικός, καὶ †αὐτὰ ταῦτα πε‐ ποιημένος. | 44 |
208 | Φευγέτω δὴ καὶ τὰ σημειώδη σχήματα· πᾶν γὰρ τὸ παράση‐ μον ἀσύνηθες καὶ οὐκ ἰδιωτικόν. τὴν δὲ ἐνάργειαν καὶ τὸ πιθανὸν μάλιστα ὁ χαρακτὴρ οὗτος ἐπιδέξεται. περὶ ἐναργείας οὖν καὶ περὶ πιθανότητος λεκτέον. | |
209 | Πρῶτον δὲ περὶ ἐναργείας· γίνεται δ’ ἡ ἐνάργεια πρῶτα μὲν ἐξ ἀκριβολογίας καὶ τοῦ παραλείπειν μηδὲν μηδ’ ἐκτέμνειν, οἷον ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς καὶ πᾶσα αὕτη ἡ παραβολή· τὸ γὰρ ἐναργὲς ἔχει ἐκ τοῦ πάντα εἰρῆσθαι τὰ συμβαίνοντα, καὶ μὴ παρα‐ | |
5 | λελεῖφθαι μηδέν. Καὶ ἡ ἱπποδρομία δὲ ἡ ἐπὶ Πατρόκλῳ, ἐν οἷς | |
210 | λέγει· πνοιῇ δ’ Εὐμήλοιο μετάφρενον. καὶ αἰεὶ γὰρ δίφρων ἐπιβησομένοισιν ἐΐκτην. | |
5 | πάντα ταῦτα ἐναργῆ ἐστιν ἐκ τοῦ μηδὲν παραλελεῖφθαι τῶν τε συμβαινόντων καὶ συμβάντων. | |
211 | Ὥστε πολλάκις καὶ ἡ διλογία ἐνάργειαν ποιεῖ μᾶλλον, ἢ τὸ ἅπαξ λέγειν, ὥσπερ τὸ σὺ δ’ αὐτὸν καὶ ζῶντα ἔλεγες κακῶς, καὶ νῦν ἀποθανόντα γράφεις κακῶς. δὶς γὰρ κείμενον τὸ κακῶς ἐναργεστέραν σημαίνει τὴν βλασφημίαν. | |
212 | Ὅπερ δὲ τῷ Κτησίᾳ ἐγκαλοῦσιν ὡς ἀδολεσχοτέρῳ διὰ τὰς διλογίας, πολλαχῆ μὲν ἴσως ἐγκαλοῦσιν ὀρθῶς, πολλαχῆ δὲ οὐκ αἰσθάνονται τῆς ἐναργείας τοῦ ἀνδρός· τίθεται γὰρ ταὐτὸ δὶς αὐτῷ πολλάκις ποιοῦν ἔμφασιν πλείονα. | |
213 | Οἷα τὰ τοιάδε· Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ ἵππου· μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες· θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν μεθῆκεν ἀποσώζεσθαι. | |
5 | μετὰ δὲ τοῦτο σπονδῶν γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπετύγχανεν· ἐδέδοκτο μὲν αὐτῷ ἀποκαρτερεῖν· γράφει δὲ πρότερον ἐπιστολὴν τῇ γυναικὶ μεμφόμενος τοιάνδε· Ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ μὲν δι’ ἐμὲ ἐσώθης· ἐγὼ δὲ διὰ σὲ ἀπωλόμην. | 45 |
214 | Ἐνταῦθα ἐπιτιμήσειεν ἂν ἴσως τις βραχυλόγος οἰόμενος εἶναι, ὅτι δὶς ἐτέθη πρὸς οὐδὲν τὸ ἔσωσα καὶ δι’ ἐμὲ ἐσώθης. ταὐτὸν γὰρ σημαίνει ἀμφότερα. ἀλλ’ εἰ ἀφέλοις θάτερον, συναφαιρήσεις καὶ τὴν ἐνάργειαν καὶ τὸ ἐκ τῆς ἐναργείας πάθος. καὶ τὸ ἐπι‐ | |
5 | φερόμενον δέ, τὸ ἀπωλόμην ἀντὶ τοῦ ἀπόλλυμαι ἐναργέστερον αὐτῇ τῇ συντελείᾳ ἐστί· τὸ γὰρ δὴ γεγονὸς δηλότερον τοῦ μέλ‐ | |
215 | λοντος ἢ γινομένου ἔτι. Καὶ ὅλως δὲ ὁ ποιητὴς οὗτος (ποιητὴν γὰρ 〈ἂν〉 αὐτὸν καλοίη τις εἰκότως) ἐναργείας δημιουργός ἐστιν ἐν τῇ γραφῇ συμπάσῃ. | |
216 | Οἷον καὶ ἐν τοῖς τοιοῖσδε· δεῖ τὰ γενόμενα οὐκ εὐθὺς λέγειν, ὅτι ἐγένετο, ἀλλὰ κατὰ μικρόν, κρεμῶντα τὸν ἀκροατὴν καὶ ἀναγ‐ κάζοντα συναγωνιᾶν. τοῦτο ὁ Κτησίας ἐν τῇ ἀγγελίᾳ τῇ περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ὁ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι | |
5 | ἀπέθανεν Κῦρος παρὰ τὴν Παρυσάτιν· τοῦτο γὰρ ἡ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσίς ἐστιν· ἀλλὰ πρῶτον μὲν ἤγγειλεν, ὅτι νικᾷ, ἡ δὲ ἥσθη καὶ ἠγωνίασεν· μετὰ δὲ τοῦτο ἐρωτᾷ, βασιλεὺς δὲ πῶς πράτ‐ τει; ὁ δὲ πέφευγέ φησι· καὶ ἣ ὑπολαβοῦσα· Τισσαφέρνης γὰρ αὐτῷ τούτων αἴτιος· καὶ πάλιν ἐπανερωτᾷ· Κῦρος δὲ ποῦ νῦν; ὁ δὲ | |
10 | ἄγγελος ἀμείβεται· ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἄνδρας αὐλίζεσθαι. κᾆτα μικρὸν καὶ κατὰ βραχὺ προϊὼν μόλις τὸ δὴ λεγόμενον ἀπέρ‐ ρηξεν αὐτό, μάλα ἠθικῶς καὶ ἐναργῶς τόν τε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα. | |
217 | Γίνεται δὲ καὶ ἐκ τοῦ τὰ παρεπόμενα τοῖς πράγμασι λέγειν ἐνάργεια, οἷον ὡς ἐπὶ τοῦ ἀγροίκου βαδίζοντος ἔφη τις, ὅτι πρό‐ σωθεν ἤκουστο αὐτοῦ τῶν ποδῶν ὁ κτύπος προσιόντος, | |
ὡς οὐδὲ βαδίζοντος, ἀλλ’ οἷόν γε λακτίζοντος τὴν γῆν. | 46 | |
218 | Ὅπερ δὲ ὁ Πλάτων φησὶν ἐπὶ τοῦ Ἱπποκράτους· ἐρυθριάσας [ἤδη τῇ νυκτὶ] ἤδη γὰρ ὑπέφηνέν τι ἡμέρας, εἰς τὸ κατα‐ φανῆ αὐτὸν γενέσθαι, ὅτι μὲν ἐναργέστατόν ἐστι, παντὶ δῆλον· ἡ δὲ ἐνάργεια γέγονεν ἐκ τῆς φροντίδος τῆς περὶ τὸν λόγον καὶ | |
5 | τοῦ ἀπομνημονεῦσαι, ὅτι νύκτωρ πρὸς αὐτὸν εἰσῆλθεν ὁ Ἱππο‐ κράτης. | |
219 | Κακοφωνία δὲ πολλάκις, ὡς τὸ κόπτ’, ἐκ δ’ ἐγκέφαλος, καὶ πολλὰ δ’ ἄναντα, κάταντα· μεμίμηται γὰρ τῇ κακοφωνίᾳ τὴν ἀνωμαλίαν· πᾶσα δὲ μίμησις ἐναργές τι ἔχει. | |
220 | Καὶ τὰ πεποιημένα δὲ ὀνόματα ἐνάργειαν ποιεῖ διὰ τὸ κατὰ μίμησιν ἐξενηνέχθαι, ὥσπερ τὸ λάπτοντες. εἰ δὲ πίνοντες εἶπεν, οὔτ’ ἐμιμεῖτο πίνοντας τοὺς κύνας, οὔτε ἐνάργεια ἄν τις ἐγίνετο. καὶ τὸ γλώσσηισι δὲ τῷ λάπτοντες προσκείμενον ἔτι ἐναργέστερον | |
5 | ποιεῖ τὸν λόγον. καὶ περὶ ἐναργείας μὲν ὡς ἐν τύπῳ εἰπεῖν το‐ σαῦτα. | |
221 | Τὸ πιθανὸν δὲ ἐν δυοῖν, ἔν τε τῷ σαφεῖ καὶ συνήθει· τὸ γὰρ ἀσαφὲς καὶ ἀσύνηθες ἀπίθανον· λέξιν τε οὖν οὐ τὴν περιττὴν οὐδὲ ὑπέρογκον διωκτέον ἐν τῇ πιθανότητι, καὶ ὡσαύτως σύνθεσιν βεβαιοῦσαν καὶ μηδὲν ἔχουσαν ῥυθμοειδές. | |
222 | Ἐν τούτοις τε οὖν τὸ πιθανόν, καὶ ἐν ᾧ Θεόφραστός φησιν, ὅτι οὐ πάντα ἐπ’ ἀκριβείας δεῖ μακρηγορεῖν, ἀλλ’ ἔνια καταλιπεῖν καὶ τῷ ἀκροατῇ συνιέναι καὶ λογίζεσθαι ἐξ αὑτοῦ· συνεὶς γὰρ τὸ ἐλλειφθὲν ὑπὸ σοῦ οὐκ ἀκροατὴς μόνον, ἀλλὰ καὶ μάρτυς σου γί‐ | |
5 | νεται, καὶ ἅμα εὐμενέστερος. συνετὸς γὰρ ἑαυτῷ δοκεῖ διὰ σὲ τὸν ἀφορμὴν παρεσχηκότα αὐτῷ τοῦ συνιέναι, τὸ δὲ πάντα ὡς ἀνοήτῳ λέγειν καταγινώσκοντι ἔοικεν τοῦ ἀκροατοῦ. | |
223 | Ἐπεὶ δὲ καὶ ὁ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀνα‐ γράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον | |
5 | μέρος τοῦ διαλόγου. | 47 |
224 | Καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευά‐ σθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν· ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, ἡ δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά. | |
225 | Τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον, ὥσπερ ὁ Ἀριστο‐ τέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· εἰ δὲ πρὸς ἁπάσας οἴχεται γᾶς φυγὰς οὗτος, ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βου‐ | |
5 | λομένοις οὐδεὶς φθόνος· ὁ γὰρ οὕτως διαλεγόμενος ἐπιδεικνυ‐ μένῳ ἔοικεν μᾶλλον, οὐ λαλοῦντι. | |
226 | Καὶ λύσεις †ἰσχναὶ ὁποῖαι οὐ πρέπουσιν ἐπιστολαῖς· ἀσαφὲς γὰρ ἐν γραφῇ ἡ λύσις, καὶ τὸ μιμητικὸν οὐ γραφῆς οὕτως οἰκεῖον, ὡς ἀγῶνος, οἷον ὡς ἐν τῷ Εὐθυδήμῳ· τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου· ἦ πολὺς ὑμᾶς ὄχλος περιει‐ | |
5 | στήκει· καὶ μικρὸν προελθὼν ἐπιφέρει· ἀλλά μοι ξένος τις φαί‐ νεται εἶναι, ᾧ διελέγου· τίς ἦν; ἡ γὰρ τοιαύτη πᾶσα ἑρμηνεία καὶ μίμησις ὑποκριτῇ πρέπει μᾶλλον, οὐ γραφομέναις ἐπιστολαῖς. | |
227 | Πλεῖστον δὲ ἐχέτω τὸ ἠθικὸν ἡ ἐπιστολή, ὥσπερ καὶ ὁ διά‐ λογος· σχεδὸν γὰρ εἰκόνα ἕκαστος τῆς ἑαυτοῦ ψυχῆς γράφει τὴν ἐπιστολήν. καὶ ἔστι μὲν καὶ ἐξ ἄλλου λόγου παντὸς ἰδεῖν τὸ ἦθος τοῦ γράφοντος, ἐξ οὐδενὸς δὲ οὕτως, ὡς ἐπιστολῆς. | |
228 | Τὸ δὲ μέγεθος συνεστάλθω τῆς ἐπιστολῆς, ὥσπερ καὶ ἡ λέξις. αἱ δὲ ἄγαν μακραὶ καὶ προσέτι κατὰ τὴν ἑρμηνείαν ὀγκωδέστεραι οὐ μὰ τὴν ἀλήθειαν ἐπιστολαὶ γένοιντο ἄν, ἀλλὰ συγγράμματα τὸ χαίρειν ἔχοντα προσγεγραμμένον, καθάπερ τῶν Πλάτωνος πολλαὶ | |
5 | καὶ ἡ Θουκυδίδου. | |
229 | Τάξει μέντοι λελύσθω μᾶλλον· γελοῖον γὰρ περιοδεύειν, ὥσπερ οὐκ ἐπιστολήν, ἀλλὰ δίκην γράφοντα· καὶ οὐδὲ γελοῖον μόνον, ἀλλ’ οὐδὲ φιλικόν (τὸ γὰρ δὴ κατὰ τὴν παροιμίαν τὰ σῦκα σῦκα λεγόμενον) ἐπιστολαῖς ταῦτα ἐπιτηδεύειν. | |
230 | Εἰδέναι δὲ χρή, ὅτι οὐχ ἑρμηνεία μόνον, ἀλλὰ καὶ πράγματά τινα ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν, ὃς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ [αὐτοῦ] ἐπιστολικοῦ, τοῦτο δὲ οὐ γράφω σοι· φησίν· οὐ γὰρ ἦν ἐπιστολικόν. | 48 |
231 | Εἰ γάρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφοι καὶ φυσιολογίας, γράφει μέν, οὐ μὴν ἐπιστολὴν γράφει. φιλοφρόνησις γάρ τις βού‐ λεται εἶναι ἡ ἐπιστολὴ σύντομος, καὶ περὶ ἁπλοῦ πράγματος ἔκ‐ θεσις καὶ ἐν ὀνόμασιν ἁπλοῖς. | |
232 | Κάλλος μέντοι αὐτῆς αἵ τε φιλικαὶ φιλοφρονήσεις καὶ πυκναὶ παροιμίαι ἐνοῦσαι· καὶ τοῦτο γὰρ μόνον ἐνέστω αὐτῇ σοφόν, διότι δημοτικόν τί ἐστιν ἡ παροιμία καὶ κοινόν, ὁ δὲ γνωμολογῶν καὶ προτρεπόμενος οὐ δι’ ἐπιστολῆς ἔτι λαλοῦντι ἔοικεν, ἀλλὰ μηχανῆς. | |
233 | Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσί που χρῆται ἐπιστολικῶς, οἷον διδάξαι βουλόμενος, ὅτι ὁμοίως χρὴ εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς, φησίν· οἱ γὰρ θεοὶ ἐν ἀμφοτέραις ἴσοι, ὥστ’ ἐπεὶ αἱ χάριτες θεαί, ἴσαι ἀποκείσονταί σοι παρ’ ἀμ‐ | |
5 | φοτέραις. καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτῷ ἐπιστολικὸν καὶ ἡ ἀπόδειξις αὐτή. | |
234 | Ἐπεὶ δὲ καὶ πόλεσίν ποτε καὶ βασιλεῦσιν γράφομεν, ἔστωσαν τοιαῦται αἱ ἐπιστολαὶ 〈οἷαι〉 μικρὸν ἐξηρμέναι πως. στοχαστέον γὰρ καὶ τοῦ προσώπου ᾧ γράφεται· ἐξηρμένη μέντοι [καὶ] οὐχ ὥστε σύγγραμμα εἶναι ἀντ’ ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς | |
5 | Ἀλέξανδρον καὶ πρὸς τοὺς Δίωνος οἰκείους ἡ Πλάτωνος. | |
235 | Καθόλου δὲ μεμίχθω ἡ ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήροιν τούτοιν, τοῦ τε χαρίεντος καὶ τοῦ ἰσχνοῦ. καὶ περὶ ἐπιστολῆς μὲν τοσαῦτα, καὶ ἅμα περὶ τοῦ χαρακτῆρος τοῦ ἰσχνοῦ. | |
236 | Παράκειται δὲ καὶ τῷ ἰσχνῷ διημαρτημένος χαρακτήρ, ὁ ξηρὸς καλούμενος. γίνεται δὲ καὶ οὗτος ἐν τρισίν· ἐν διανοίᾳ μέν, ὥς πέρ τις ἐπὶ Ξέρξου ἔφη, ὅτι κατέβαινεν ὁ Ξέρξης μετὰ πάντων τῶν ἑαυτοῦ. μάλα γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ μετὰ | |
5 | τῆς Ἀσίας ἁπάσης εἰπεῖν μετὰ πάντων 〈τῶν〉 ἑαυτοῦ φήσας. | |
237 | Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμι‐ κροῖς ὀνόμασιν ἀπαγγελῇ, οἷον ὡς ὁ Γαδειρεὺς ἐπὶ τῆς ἐν Σαλα‐ μῖνι ναυμαχίας φησί ... καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις· ἄττα γὰρ ὁ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις. ναυ‐ | 49 |
5 | μαχίαν γὰρ τοσαύτην καὶ τυράννου ὠμότητα οὐχὶ τῷ ἄττα ὀνό‐ ματι οὐδὲ τῷ ἠνώχλει ἐχρῆν λέγειν, ἀλλ’ ἐν μεγάλοις καὶ πρέ‐ πουσιν τῷ ὑποκειμένῳ πράγματι. | |
238 | Ἐν δὲ συνθέσει γίνεται τὸ ξηρόν, ἤτοι ὅταν πυκνὰ ᾖ τὰ κόμ‐ ματα, ὥσπερ ἐν τοῖς Ἀφορισμοῖς ἔχει ὁ βίος βραχύς, ἡ δὲ τέχνη μακρά, ὁ δὲ καιρὸς ὀξύς, ἡ δὲ πεῖρα σφαλερά. ἢ ὅταν ἐν μεγάλῳ πράγματι ἀποκεκομμένον ᾖ τὸ κῶλον καὶ μὴ ἔκπλεων, ὥς | |
5 | πέρ τις Ἀριστείδου κατηγορῶν, ὅτι οὐκ ἀφίκετο εἰς τὴν ἐν Σαλα‐ μῖνι ναυμαχίαν, ἀλλ’ αὐτόκλητος, ἔφη, †ὅτι ἡ μὲν Δημήτηρ ἦλθεν καὶ συνεναυμάχει, Ἀριστείδης δὲ οὔ. ἡ γὰρ ἀποκοπὴ καὶ ἀπρεπὴς καὶ ἄκαιρος. ταῖς μὲν τοιαύταις ἀποκοπαῖς ἐν ἑτέ‐ ροις χρηστέον. | |
239 | Πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, ἡ σύνθεσις δ’ ἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἀηδίαν, ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι οὐ μίγνυται †αὐτῆς ἄν· τὸ μὲν | |
5 | γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, ἡ σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἀηδίαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν. | |
240 | Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὐτὴ γένοιτ’ ἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτῆρες· καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, | |
5 | καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορ‐ νεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾄδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα | |
δεινὰ ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ. | 50 | |
241 | Κατὰ δὲ τὴν σύνθεσιν ὁ χαρακτὴρ οὗτος γίνοιτ’ ἂν πρῶτον μὲν εἰ κόμματα ἔχοι ἀντὶ κώλων· τὸ γὰρ μῆκος ἐκλύει τὴν σφο‐ δρότητα, τὸ δὲ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον δεινότερον· παρά‐ δειγμα τὸ Λακεδαιμονίων πρὸς Φίλιππον· Διονύσιος ἐν Κορίνθῳ· | |
5 | εἰ δὲ ἐξέτειναν αὐτό, Διονύσιος ἐκπεσὼν τῆς ἀρχῆς πτωχεύει ἐν Κορίνθῳ διδάσκων γράμματα, διήγημα σχεδὸν ἂν ἦν μᾶλλον ἀντὶ λοιδορίας. | |
242 | Κἀν τοῖς ἄλλοις δὲ φύσει ἐβραχυλόγουν οἱ Λάκωνες· δεινό‐ τερον γὰρ τὸ βραχὺ καὶ ἐπιτακτικόν, τὸ μακρηγορεῖν δὲ τῷ ἱκε‐ τεύειν πρέπει καὶ αἰτεῖν. | |
243 | Διὸ καὶ τὰ σύμβολα ἔχει δεινότητας, ὅτι ἐμφερῆ ταῖς βραχυ‐ λογίαις· καὶ γὰρ ἐκ τοῦ βραχέως ῥηθέντος ὑπονοῆσαι τὰ πλεῖστα δεῖ, καθάπερ ἐκ τῶν συμβόλων· οὕτως καὶ τὸ χαμόθεν οἱ τέτ‐ τιγες ὑμῖν ᾄσονται δεινότερον ἀλληγορικῶς ῥηθέν, ἢ εἴπερ ἁπλῶς | |
5 | ἐρρήθη: τὰ δένδρα ὑμῶν ἐκκοπήσεται. | |
244 | Τάς γε μὴν περιόδους ἐσφίγχθαι μάλα δεῖ κατὰ τὸ τέλος· ἡ γὰρ περιαγωγὴ δεινόν, ἡ δὲ λύσις ἁπλούστερον καὶ χρηστοηθείας σημεῖον, καθάπερ ἡ ἀρχαία πᾶσα ἑρμηνεία· ἁπλοϊκοὶ γὰρ ἁρχαῖοι. | |
245 | Ὥστε ἐν δεινότητι φεύγειν δεῖ τὸ ἀρχαιοειδὲς καὶ τοῦ ἤθους καὶ τοῦ ῥυθμοῦ, καὶ καταφεύγειν μάλιστα ἐπὶ τὴν νῦν κατέχουσαν δεινότητα. τῶν οὖν κώλων αἱ τοιαῦται ἀποθέσεις· ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν, ἔχονται μάλιστα οὗ εἴ‐ | |
5 | ρηκα ῥυθμοῦ. | |
246 | Ποιεῖ δέ τινα καὶ ἡ βία κατὰ τὴν σύνθεσιν δεινότητα· δεινὸν γὰρ πολλαχοῦ καὶ τὸ δύσφθογγον, ὥσπερ αἱ ἀνώμαλοι ὁδοί. παρά‐ δειγμα τὸ Δημοσθενικὸν τὸ ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι. | |
247 | Τὰ δὲ ἀντίθετα καὶ παρόμοια ἐν ταῖς περιόδοις φευκτέον· ὄγκον γὰρ ποιοῦσιν, οὐ δεινότητα, πολλαχοῦ δὲ καὶ ψυχρότητα ἀντὶ δεινότητος, οἷον ὡς ὁ Θεόπομπος κατὰ τῶν ἑταίρων τῶν Φιλίππου λέγων ἔλυσεν τῇ ἀντιθέσει τὴν δεινότητα, ἀνδροφόνοι | |
5 | δὲ τὴν φύσιν ὄντες, λέγων, ἀνδρόπορνοι τὸν τρόπον ἦσαν· τῇ γὰρ περισσοτεχνίᾳ, μᾶλλον δὲ κακοτεχνίᾳ προσέχων ὁ ἀκροατὴς | |
ἔξω γίνεται θυμοῦ παντός. | 51 | |
248 | Πολλὰ μέντοι ὑπ’ αὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθη‐ σόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον· ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· αὐτὸ | |
5 | γὰρ τὸ πρᾶγμα καὶ ἡ τάξις αὐτοῦ συμπεφυκυῖαν σαφῶς ἔσχεν τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἄν τις ῥᾳδίως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς κατα‐ βάσεις τρέχοντες, ὑπ’ αὐτῶν ἑλκόμενοι τῶν πραγμάτων. | |
249 | Ποιητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει τιθέναι τὸ δεινότατον (περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται), καθάπερ τὸ Ἀντισθένους· σχεδὸν γὰρ ὀδυνήσειεν ἂν ἄνθρωπος ἐκ φρυ‐ γάνων ἀναστάς· εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, σχεδὸν γὰρ | |
5 | ἐκ φρυγάνων ἀναστὰς ἄνθρωπος 〈ἂν〉 ὀδυνήσειε, καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν. | |
250 | Ἡ δ’ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφην, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν· ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων· ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώ‐ μην· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον· κακοτεχνοῦντι γὰρ ἔοικεν | |
5 | διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτοῦντι. | |
251 | Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων ἡ πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτῆρσιν οὐκ ἐπιτηδεία οὖσα· †συνεχεῖ γὰρ τι‐ θεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλίαμβοι. | |
252 | Ἅμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεί τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα. | |
253 | Οὕτως δ’ ἡ συντομία τῷ χαρακτῆρι χρήσιμον, ὥστε καὶ ἀπο‐ σιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ ὁ Δημοσθένης· ἀλλ’ ἐγὼ | |
μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. σχεδὸν ὁ σιωπήσας ἐνταῦθα δεινότερος | 52 | |
254 | παντὸς τοῦ εἰπόντος ἄν· καὶ νὴ τοὺς θεοὺς σχεδὸν ἂν καὶ ἡ ἀσάφεια πολλαχοῦ δεινότης εἴη· δεινότερον γὰρ τὸ ὑπονοούμενον, | |
255 | τὸ δ’ ἐξαπλωθὲν καταφρονεῖται. ἔστι δ’ ὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέηται αὐτῆς, ὥσπερ τὸ Ὁμηρικὸν τὸ Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν· | |
5 | ἦν μὲν γὰρ καὶ εὐφωνοτέρως εἰπόντα σῶσαι τὸ μέτρον, Τρῶες δ’ ἐρρίγησαν, ὅπως ὄφιν αἰόλον εἶδον· ἀλλ’ οὔτ’ ἂν ὁ λέγων δεινὸς οὕτως ἔδοξεν, οὔτε 〈ὁ〉 ὄφις αὐτός. | |
256 | τούτῳ οὖν ἑπόμενοι τῷ παραδείγματι καὶ τὰ ἄλλα †προστοχασόμεθα τὰ ὅμοια, οἷον ἀντὶ μὲν τοῦ πάντ’ ἂν 〈ἔγραψεν πάντα〉 ἔγρα‐ | |
257 | ψεν ἄν, ἀντὶ δὲ τοῦ οὐ παρεγένετο παρεγένετο οὐχί, ἀπολή‐ γοντες δέ ποτε καὶ εἰς συνδέσμους τὸν δὲ ἢ τὸν τέ. καίτοι παραγ‐ γέλλεται φυγεῖν τὴν ἀπόληξιν τὴν τοιαύτην· ἀλλὰ πολλαχοῦ χρή‐ σιμος τοιαύτη ἂν γένοιτο, οἷον· οὐκ εὐφήμησε μέν, ἄξιον ὄντα, | |
5 | ἠτίμασεν δέ· καὶ τὸ Σχοῖνόν τε Σκῶλόν τε. ἀλλ’ ἐν μὲν τοῖς Ὁμηρικοῖς μέγεθος ἐποίησεν ἡ εἰς τοὺς συνδέσμους τελευτή. | |
258 | Ποιήσειε δ’ ἄν ποτε καὶ δεινότητα, εἴ τις ὧδε εἴποι· ἀνέτρεψεν δὲ ὑπὸ τῆς ἀφροσύνης τε ὑπὸ τῆς ἀσεβείας τε τὰ ἱερά τε τὰ ὅσιά τε· ὅλως γὰρ ἡ λειότης καὶ τὸ εὐήκοον γλαφυρότητος ἴδια, οὐ δεινότητός ἐστιν, οὗτοι δ’ οἱ χαρακτῆρες ἐναντιώτατοι δο‐ | |
5 | κοῦσιν. | |
259 | Καίτοι ἐστὶ πολλαχοῦ ἐκ παιδιᾶς παραμεμιγμένης δεινότης ἐμ‐ φαινομένη τις, οἷον ἐν ταῖς κωμῳδίαις, καὶ πᾶς ὁ Κυνικὸς τρόπος, ὡς τὰ Κράτητος πήρη τις γαῖ’ ἔστι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. | |
260 | Καὶ τὸ Διογένους τὸ ἐν Ὀλυμπίᾳ, ὅτε τοῦ ὁπλίτου δραμόντος | |
ἐπιτρέχων αὐτὸς ἐκήρυττεν ἑαυτὸν νικᾶν τὰ Ὀλύμπια πάντας ἀν‐ θρώπους καλοκἀγαθίᾳ. καὶ γὰρ γελᾶται τὸ εἰρημένον ἅμα καὶ θαυμάζεται, καὶ ἠρέμα καὶ ὑποδάκνει πως λεγόμενον. | 53 | |
261 | Καὶ τὸ πρὸς τὸν καλὸν ῥηθὲν αὐτῷ· προσπαλαίων γὰρ καλῷ παιδὶ Διογένης διεκινήθη πως τὸ αἰδοῖον, τοῦ δὲ παιδὸς φοβη‐ θέντος καὶ ἀποπηδήσαντος, θάρρει, 〈ἔφη〉, ὦ παιδίον, οὐκ εἰμὶ ταύτῃ ὅμοιος. γελοῖον γὰρ τὸ πρόχειρον τοῦ λόγου, δεινὴ | |
5 | δ’ ἡ κευθομένη ἔμφασις. καὶ ὅλως, συνελόντι φράσαι, πᾶν τὸ εἶδος τοῦ Κυνικοῦ λόγου σαίνοντι ἅμα ἔοικέ τῳ καὶ δάκνοντι. | |
262 | Χρήσονται δ’ αὐτῷ καὶ οἱ ῥήτορές ποτε, καὶ ἐχρήσαντο, Λυσίας μὲν πρὸς τὸν ἐρῶντα τῆς γραὸς λέγων, ὅτι ἧς ῥᾷον ἦν ἀριθμῆ‐ σαι τοὺς ὀδόντας ἢ τοὺς δακτύλους· καὶ γὰρ δεινότατα ἅμα καὶ γελοιότατα ἐνέφηνεν τὴν γραῦν· Ὅμηρος δὲ τὸ Οὖτιν ἐγὼ | |
5 | πύματον ἔδομαι, ὡς προγέγραπται. | |
263 | Ὡς δ’ ἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζο‐ μένης οὕτως· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλω‐ νίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θρᾴκης ἐῶ· ἐν | |
5 | γὰρ τούτοις καὶ εἴρηκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτά φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα. | |
264 | Καὶ 〈ἡ〉 προειρημένη δ’ ἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἐχομένη δεινότερον ποιήσει τὸν λόγον. | |
265 | Παραλαμβάνοιτο δ’ ἂν σχῆμα διανοίας πρὸς δεινότητα 〈ἡ〉 προ‐ σωποποιΐα καλουμένη, οἷον· δόξατε ὑμῖν τοὺς προγόνους ὀνει‐ δίζειν καὶ λέγειν τάδε τινὰ ἢ τὴν Ἑλλάδα ἢ τὴν πατρίδα, λαβοῦ‐ σαν γυναικὸς σχῆμα. | |
266 | Ὥσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τό· ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν .... καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου | |
λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων· πολὺ γὰρ ἐνεργέστερα καὶ δεινό‐ τερα φαίνεται ὑπὸ τῶν προσώπων, μᾶλλον δὲ δράματα ἀτεχνῶς | 54 | |
5 | γίνεται. | |
267 | Τὰ μὲν εἴδη τῆς διανοίας καὶ σχήματα λαμβάνοιτ’ ἄν, ὡς εἴ‐ ρηται· καὶ γὰρ τοσαῦτα τὰ εἰρημένα παραδείγματος ἕνεκα. τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον, ἔκ τε τῆς ἀναδιπλώσεως, ὡς Θῆβαι δέ, Θῆβαι, πόλις | |
5 | ἀστυγείτων, ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται (διλογηθὲν | |
268 | γὰρ τὸ ὄνομα δεινότητα ποιεῖ)· καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ἐπὶ σαυτὸν καλεῖς, 〈ἐπὶ τοὺς νόμους καλεῖς,〉 ἐπὶ τὴν δημοκρατίαν καλεῖς. τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν. καὶ γὰρ ἐπαναφορὰ [ἴσως εἴρηται] διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπανα‐ | |
5 | φέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον (δίχα γὰρ συνδέσμων λέλεκται), καὶ ὁμοιοτέλευτον †διὰ τὴν ἀπόληξιν τοῦ καλεῖσθαι πολλάκις. καὶ δεινότης ἤθροισται ἐκ τῶν τριῶν, εἰ δ’ εἴποι τις οὕτως· ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα. | |
269 | Μάλιστα δὲ πάντων ἰστέον τὴν διάλυσιν δεινότητος ἐργάτιν, οἷον πορεύεται διὰ τῆς ἀγορᾶς τὰς γνάθους φυσῶν, τὰς ὀφρῦς ἐπηρκώς, ἴσα βαίνων Πυθοκλεῖ· εἰ γὰρ συναφθείη ταῦτα συνδέσμοις, πρᾳότερα ἔσται. | |
270 | Λαμβάνοιτ’ ἂν καὶ ἡ κλῖμαξ καλουμένη, ὥς περ Δημοσθένει τὸ οὐκ εἶπον μὲν ταῦτα, οὐκ ἔγραψα δέ· οὐδ’ ἔγραψα μέν, οὐκ ἐπρέσβευσα δέ· οὐδ’ ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δὲ Θηβαίους· σχεδὸν γὰρ ἐπαναβαίνοντι ὁ λόγος ἔοικεν ἐπὶ μειζόνων | |
5 | μείζονα· εἰ δὲ οὕτως εἴποι τις ταῦτα, εἰπὼν ἐγὼ καὶ γράψας ἐπρέσβευσά τε καὶ ἔπεισα Θηβαίους, διήγημα ἐρεῖ μόνον, δεινὸν δὲ οὐδέν. | |
271 | Καθόλου δὲ τῆς λέξεως τὰ σχήματα καὶ ὑπόκρισιν καὶ ἀγῶνα παρέχει τῷ λέγοντι, μάλιστα τὸ διαλελυμένον [τοῦτ’ ἔστι δεινότητα]. καὶ περὶ μὲν τῶν σχημάτων ἀμφοτέρων τοσαῦτα. | 55 |
272 | Λέξις δὲ λαμβανέσθω πᾶσα, ὅση καὶ ἐν τῷ μεγαλοπρεπεῖ χαρακτῆρι, πλὴν οὐκ ἐπὶ τὸ αὐτὸ τέλος· καὶ γὰρ μεταφέροντά ἐστι δεινὰ ποιεῖν, ὡς τὸ τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθ’ ὑμῶν. | |
273 | Καὶ ἔτι εἰκασίας λέγοντα, ὡς τὸ Δημοσθένους· τοῦτο τὸ ψήφισμα τὸν τότ’ ἐπιόντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν, ὥσπερ νέφος. | |
274 | Αἱ παραβολαὶ δὲ τῇ δεινότητι οὐκ ἐπιτήδειαι διὰ τὸ μῆκος, οἷον τὸ ὥσπερ δὲ κύων γενναῖος, ἄπειρος, ἀπρονοήτως ἐπὶ κάπρον φέρεται· κάλλος γὰρ καὶ ἀκρίβειά τις ἐν τούτοις ἐμφαίνεται, ἡ δὲ δεινότης σφοδρόν τι βούλεται καὶ σύντομον, καὶ | |
5 | ἐγγύθεν πλήττουσιν ἔοικεν. | |
275 | Γίνεται δὲ καὶ ἐκ συνθέτου ὀνόματος δεινότης, ὥσπερ καὶ ἡ συνήθεια συντίθησιν δεινῶς πολλά, τὴν χαμαιτύπην καὶ τὸν παρα‐ πλῆγα καὶ εἴ τι ἄλλο τοιοῦτον· καὶ παρὰ τοῖς ῥήτορσι δὲ πολλὰ ἄν τις εὕροι τοιαῦτα. | |
276 | Πειρᾶσθαι δὲ τὰ ὀνόματα πρεπόντως λέγειν τοῖς πράγμασιν, οἷον ἐπὶ μὲν τοῦ βίᾳ καὶ πανουργίᾳ δράσαντος διεβιάσατο, ἐπὶ δὲ τοῦ βίᾳ καὶ φανερῶς καὶ μετὰ ἀπονοίας ἐξέκοψεν, ἐξεῖλεν, ἐπὶ δὲ τοῦ δολίως καὶ λαθραίως ἐτρύπησεν ἢ διέφαγεν, ἢ εἴ | |
5 | τι τοιοῦτον πρόσφορον τοῖς πράγμασιν ὄνομα. | |
277 | Τὸ δὲ ἐξαίρεσθαί πως λαμβανόμενον οὐ μέγεθος ποιεῖ μόνον, ἀλλὰ καὶ δεινότητα, ὡς τὸ οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα δεῖ, Αἰσχίνη, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα. | |
278 | Καὶ τὸ ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος· οὐ γὰρ ὑπὲρ τοῦ μέγαν ποιῆσαι τὸν λόγον ἡ ἐπανάστασις, ἀλλ’ ὑπὲρ τοῦ δεινόν. γίνεται δὲ τοῦτο ἐπὰν μεταξὺ ἐξαρθέντες κατηγορῶ‐ | |
μέν τινος· ὥσπερ γὰρ Αἰσχίνου κατηγορία, τὸ δὲ Φιλίππου ἐστίν. | 56 | |
279 | Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν καὶ μὴ ἀποφαινόμενον· ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζό‐ μενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ; | |
5 | καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην, σαφῶς διδάσκοντι ἐῴκει, οὐκ ἐλέγχοντι. | |
280 | Ἡ δὲ καλουμένη ἐπιμονή ἐστι μὲν ἑρμηνεία πλείων τοῦ πράγ‐ ματος, μέγιστα δὲ συμβάλοιτ’ ἂν εἰς δεινότητα· παράδειγμα δὲ αὐτῆς τὸ Δημοσθένους· νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα· ** οὐκ ἂν οὕτως ἦν | |
5 | δεινόν. | |
281 | Τάχα δὲ καὶ ὁ εὐφημισμὸς καλούμενος ἂν μετέχοι τῆς δεινό‐ τητος, καὶ ὁ τὰ δύσφημα εὔφημα ποιῶν, καὶ τὰ ἀσεβήματα εὐσε‐ βήματα, οἷον ὡς ὁ τὰς Νίκας τὰς χρυσᾶς χωνεύειν κελεύων καὶ καταχρῆσθαι τοῖς χρήμασιν εἰς τὸν πόλεμον οὐχ οὕτως εἶπεν προ‐ | |
5 | χείρως, ὅτι κατακόψωμεν τὰς Νίκας εἰς τὸν πόλεμον· δύσφημον γὰρ ἂν οὕτως καὶ λοιδοροῦντι ἐοικὸς ἦν τὰς θεάς, ἀλλ’ εὐφημό‐ τερον, ὅτι συγχρησόμεθα ταῖς Νίκαις εἰς τὸν πόλεμον· οὐ γὰρ κατακόπτοντι τὰς Νίκας ἔοικεν οὕτως ῥηθέν, ἀλλὰ συμμάχους μεταποιοῦντι. | |
282 | Δεινὰ δὲ καὶ τὰ Δημάδεια, καίτοι ἴδιον καὶ ἄτοπον τρόπον ἔχειν δοκοῦντα, ἔστι δὲ αὐτῶν ἡ δεινότης ἔκ τε τῶν ἐμφάσεων γινομένη, καὶ ἐξ ἀλληγορικοῦ τινος παραλαμβανομένου, καὶ τρίτον ἐξ ὑπερβολῆς. | |
283 | Οἷόν ἐστι τὸ οὐ τέθνηκεν Ἀλέξανδρος, ὦ ἄνδρες Ἀθη‐ ναῖοι· ὦζεν γὰρ ἂν ἡ οἰκουμένη τοῦ νεκροῦ. τὸ μὲν γὰρ ὦζεν ἀντὶ τοῦ ᾐσθάνετο ἀλληγορικὸν καὶ ὑπερβολικὸν ἅμα, τὸ δὲ τὴν οἰκουμένην αἰσθάνεσθαι ἐμφαντικὸν τῆς δυνάμεως τῆς Ἀλε‐ | |
5 | ξάνδρου, καὶ ἅμα δέ τι ἐκπληκτικὸν ἔχει ὁ λόγος ἠθροισμένον ἐκ | |
τῶν τριῶν· πᾶσα δὲ ἔκπληξις δεινόν, ἐπειδὴ φοβερόν. | 57 | |
284 | Τοῦ δὲ αὐτοῦ εἴδους καὶ τὸ ὅτι τοῦτο τὸ ψήφισμα οὐκ ἐγὼ ἔγραψα, ἀλλ’ ὁ πόλεμος τῷ Ἀλεξάνδρου δόρατι γρά‐ φων, καὶ τὸ ἔοικε γὰρ ἡ Μακεδονικὴ δύναμις, ἀπολωλεκυῖα τὸν Ἀλέξανδρον, τῷ Κύκλωπι τετυφλωμένῳ. | |
285 | Καὶ ἀλλαχοῦ που· πόλιν, οὐ τὴν ἐπὶ προγόνων τὴν ναύ‐ μαχον, ἀλλὰ γραῦν, σανδάλια ὑποδεδεμένην καὶ πτισάνην ῥοφοῦσαν· τὸ μὲν γὰρ γραῦν ἀλληγοροῦν ἀντὶ τοῦ ἀσθενῆ καὶ ἐξίτηλον ἤδη καὶ ἅμα ἐμφαῖνον τὴν ἀδρανίαν αὐτῆς ὑπερβολικῶς· | |
5 | τὸ δὲ πτισάνην ῥοφοῦσαν ἐπὶ 〈τοῦ〉 ἐν κρεανομίαις τότε καὶ πανδαισίαις διάγουσαν ἀπολλύειν τὰ στρατιωτικὰ χρήματα. | |
286 | Περὶ μὲν οὖν τῆς Δημαδείου δεινότητος ἀρκεῖ τοσαῦτα, καίτοι ἐχούσης τι ἐπισφαλὲς καὶ οὐκ εὐμίμητον μάλα· ἔνεστι γάρ τι καὶ ποιητικὸν τῷ εἴδει, εἴ γε ποιητικὸν ἡ ἀλληγορία καὶ ὑπερβολὴ καὶ ἔμφασις, ποιητικὸν δὲ μικτὸν κωμῳδίας. | |
287 | Τὸ δὲ καλούμενον ἐσχηματισμένον ἐν λόγῳ οἱ νῦν ῥήτορες γελοίως ποιοῦσιν καὶ μετὰ ἐμφάσεως ἀγεννοῦς ἅμα καὶ οἷον ἀνα‐ μνηστικῆς, ἀληθινὸν δὲ σχῆμά ἐστι λόγου μετὰ δυοῖν τούτοιν λεγό‐ μενον, εὐπρεπείας καὶ ἀσφαλείας. | |
288 | Εὐπρεπείας μέν, οἷον ὡς Πλάτων Ἀρίστιππον καὶ Κλεόμβρο‐ τον λοιδορῆσαι θελήσας, ἐν Αἰγίνῃ ὀψοφαγοῦντας δεδεμένου Σωκρά‐ τους Ἀθήνησιν ἐπὶ πολλὰς ἡμέρας, καὶ μὴ διαλύσαντας τὸν ἑταῖρον καὶ διδάσκαλον, καίτοι οὐχ ὅλους ἀπέχοντας διακοσίους σταδίους | |
5 | τῶν Ἀθηνῶν. ταῦτα πάντα διαρρήδην μὲν οὐκ εἶπεν (λοιδορία γὰρ ἦν ὁ λόγος,) εὐπρεπῶς δέ πως τόνδε τὸν τρόπον· ἐρωτηθεὶς γὰρ ὁ Φαίδων τοὺς παρόντας Σωκράτῃ, καὶ καταλέξας ἕκαστον, ἐπανερωτηθείς, εἰ καὶ Ἀρίστιππος καὶ Κλεόμβροτος παρῆσαν, οὔ, φησίν, ἐν Αἰγίνῃ γὰρ ἦσαν· πάντα γὰρ τὰ προειρημένα ἐμφαί‐ | |
10 | νεται τῷ ἐν Αἰγίνῃ ἦσαν· καὶ πολὺ δεινότερος ὁ λόγος δοκεῖ τοῦ πράγματος αὐτοῦ ἐμφαίνοντος τὸ δεινόν, οὐχὶ τοῦ λέγοντος. τοὺς μὲν οὖν ἀμφὶ τὸν Ἀρίστιππον καὶ λοιδορῆσαι ἴσως ἀκινδύνου ὄντος ἐν σχήματι ὁ Πλάτων ἐλοιδόρησεν. | 58 |
289 | Πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγό‐ μενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερη‐ | |
5 | φάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον· ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται 〈ἡ〉 ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι. | |
290 | Τοῦ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ Πλάτωνος πρὸς Διονύσιον ψευσάμενον καὶ ἀρνησάμενον, ὅτι ἐγώ σοι Πλάτων οὐδὲν ὡμο‐ λόγησα, σὺ μέντοι, νὴ τοὺς θεούς. καὶ γὰρ ἐλήλεγκται ἐψευ‐ σμένος, καὶ ἔχει τι ὁ λόγος σχῆμα μεγαλεῖον ἅμα καὶ ἀσφαλές. | |
291 | Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν †οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους [εἰ καὶ ὁ ψόγους εἶναι θέλοι τις]· παράδειγμα τὸ τοῦ Αἰσχίνου τὸ ἐπὶ τοῦ Τηλαύγους· πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαύγη διήγησις ἀπορίαν παράσχοι ἄν, εἴτε θαυμασμὸς εἴτε | |
5 | χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν. | |
292 | Δύναιτο δ’ ἄν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως· ἐπειδὴ ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὑτῶν ἁμαρτή‐ ματα, παραινοῦντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλ’ ἤτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς | |
5 | Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας· ἢ ἐπαινεσόμεθά τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα ἢ Ἱέρωνα, ὅτι πατράσιν ἐῴκεσαν τῆς Σικελίας καὶ διδασκάλοις· καὶ γὰρ νουθετεῖται ἀκούων ἅμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου | 59 |
10 | ὀρέγεται καὶ οὗτος. | |
293 | Πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τυράννοις, οἷον Φίλιππος μὲν διὰ τὸ ἑτερόφθαλμος εἶναι ὠργίζετο, εἴ τις ὀνομάσειεν ἐπ’ αὐτοῦ Κύκλωπα ἢ ὀφθαλμὸν ὅλως· Ἑρμείας δ’ ὁ τοῦ Ἀτρανέως ἄρξας, καίτοι τἄλλα πρᾷος, ὡς λέγεται, οὐκ ἂν ἠνέσχετο ῥᾳδίως τινὸς | |
5 | μαχαίριον ὀνομάζοντος ἢ τομὴν ἢ ἐκτομὴν διὰ τὸ εὐνοῦχος εἶναι. ταῦτα δ’ εἴρηκα ἐμφῆναι βουλόμενος μάλιστα τὸ ἦθος τὸ δυνα‐ στευτικόν [ὡς μάλιστα] χρῇζον λόγου ἀσφαλοῦς, ὃς καλεῖται ἐσχη‐ ματισμένος. | |
294 | Καίτοι πολλάκις καὶ οἱ δῆμοι οἱ μεγάλοι καὶ ἰσχυροὶ δέονται τοιούτου εἴδους τῶν λόγων, ὥσπερ οἱ τύραννοι, καθάπερ ὁ Ἀθη‐ ναίων δῆμος, ἄρχων τῆς Ἑλλάδος καὶ κόλακας τρέφων Κλέωνας καὶ Κλεοφῶντας. τὸ μὲν οὖν κολακεύειν αἰσχρόν, τὸ δὲ ἐπιτιμᾶν | |
5 | ἐπισφαλές, ἄριστον δὲ τὸ μεταξύ, τοῦτ’ ἔστι τὸ ἐσχηματισμένον. | |
295 | Καί ποτε αὐτὸν τὸν ἁμαρτάνοντα ἐπαινέσομεν, οὐκ ἐφ’ οἷς ἥμαρτεν, ἀλλ’ ἐφ’ οἷς οὐχ ἡμάρτηκεν, οἷον τὸν ὀργιζόμενον, ὅτι χθὲς ἐπῃνεῖτο πρᾷος φανεὶς ἐπὶ τοῖς τοῦ δεῖνος ἁμαρτήμασιν, καὶ ὅτι ζηλωτὸς τοῖς πολίταις σύνεστιν· ἡδέως γὰρ δὴ ἕκαστος μιμεῖται | |
5 | ἑαυτὸν καὶ συνάψαι βούλεται ἐπαίνῳ ἔπαινον, μᾶλλον δ’ ἕνα ὁμαλῆ ἔπαινον ποιῆσαι. | |
296 | Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν ὃ μέν τις κύνα ἔπλασεν, ὃ δὲ βοῦν, ὃ δὲ ἵππον, οὕτως καὶ πρᾶγμα ταὐτὸν ὃ μέν τις ἀπο‐ φαινόμενος καὶ κατηγορῶν φησιν· οἱ δὲ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολεί‐ | |
5 | πουσιν τὴν χρησομένην τοῖς ἀπολειφθεῖσι· τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστίππειον λέγεται· ἕτερος δὲ ταὐτὸ ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, οἷον ὅτι δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς. | 60 |
297 | Τὸ δὲ ἰδίως καλούμενον εἶδος Σωκρατικόν, ὃ μάλιστα δοκοῦσιν ζηλῶσαι Αἰσχίνης καὶ Πλάτων, μεταρυθμίσει ἂν τοῦτο τὸ πρᾶγμα τὸ προειρημένον εἰς ἐρώτησιν, ὧδέ πως, οἷον· ὦ παῖ, πόσα σοι χρήματα ἀπέλιπεν ὁ πατήρ; ἦ πολλά τινα καὶ οὐκ εὐαρίθ‐ | |
5 | μητα; πολλά, ὦ Σώκρατες. ἆρα οὖν καὶ ἐπιστήμην ἀπέλι‐ πέν σοι τὴν χρησομένην αὐτοῖς; ἅμα γὰρ καὶ εἰς ἀπορίαν ἔβαλεν τὸν παῖδα λεληθότως, καὶ ἠνέμνησεν ὅτι ἀνεπιστήμων ἐστί, καὶ παιδεύεσθαι προετρέψατο· ταῦτα πάντα ἠθικῶς καὶ ἐμμελῶς, καὶ οὐχὶ δὴ τὸ λεγόμενον τοῦτο ἀπὸ Σκυθῶν. | |
298 | Εὐημέρησαν δ’ οἱ τοιοῦτοι λόγοι τότε ἐξευρεθέντες τὸ πρῶτον, μᾶλλον δὲ ἐξέπληξαν τῷ τε μιμητικῷ καὶ τῷ ἐναργεῖ καὶ τῷ μετὰ μεγαλοφροσύνης νουθετικῷ. περὶ μὲν δὴ πλάσματος λόγου καὶ σχηματισμῶν ἀρκείτω ταῦτα. | |
299 | Ἡ δὲ λειότης ἡ περὶ τὴν σύνθεσιν, οἵᾳ κέχρηνται μάλιστα οἱ ἀπ’ Ἰσοκράτους, φυλαξάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμ‐ μάτων, οὐ μάλα ἐπιτηδεία ἐστὶ δεινῷ λόγῳ· πολλὰ γὰρ [τὰ] ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον· τοῦ γὰρ Φω‐ | |
5 | κικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολι‐ τευόμην πώποτε. εἰ δὲ μεταβαλών τις καὶ συνάψας ὧδ’ εἴποι· τοῦ πολέμου γὰρ οὐ δι’ ἐμὲ τοῦ Φωκικοῦ συστάντος· οὐ γὰρ ἐπο‐ λιτευόμην ἔγωγε πώποτε, οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινό‐ | |
10 | τερον. | |
300 | Καὶ γὰρ τὸ ἀφρόντιστον αὐτὸ καὶ τὸ ὥσπερ αὐτοφυὲς δεινό‐ τητα παραστήσει τινά, μάλιστα ἐπὰν ὀργιζομένους ἐμφαίνωμεν αὑ‐ τοὺς ἢ ἠδικημένους. ἡ δὲ περὶ τὴν λειότητα καὶ ἁρμονίαν φροντὶς | |
οὐκ ὀργιζομένου, ἀλλὰ παίζοντός ἐστι καὶ ἐπιδεικνυμένου μᾶλλον. | 61 | |
301 | Καὶ ὥσπερ τὸ διαλελυμένον σχῆμα δεινότητα ποιεῖ, ὡς προ‐ λέλεκται, οὕτως ποιήσει ἡ διαλελυμένη ὅλως σύνθεσις. σημεῖον δὲ καὶ τὸ Ἱππώνακτος. λοιδορῆσαι γὰρ βουλόμενος τοὺς ἐχθροὺς ἔθραυσεν τὸ μέτρον, καὶ ἐποίησεν χωλὸν ἀντὶ εὐθέος, καὶ ἄρυθμον, | |
5 | τουτέστι δεινότητι πρέπον καὶ λοιδορίᾳ· τὸ γὰρ ἔρρυθμον καὶ εὐή‐ κοον ἐγκωμίοις ἂν πρέποι μᾶλλον ἢ ψόγοις. τοσαῦτα καὶ περὶ συγκρούσεως. | |
302 | Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι, ὡς τὸ εἰκός, διη‐ μαρτημένος καὶ αὐτός, καλεῖται δὲ ἄχαρις. γίνεται δὲ ἐν τοῖς πράγμασιν, ἐπάν τις αἰσχρὰ καὶ δύσρητα ἀναφανδὸν λέγῃ, καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ | |
5 | τοὺς ὀλίσβους καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν ἑταιρῶν κατήρασεν τοῦ δικαστηρίου. | |
303 | Ἡ σύνθεσις δὲ φαίνεται ἄχαρις, ἐὰν διεσπασμένῃ ἐμφερὴς ᾖ, καθάπερ ὁ εἰπὼν †οὕτως ϊδ’ ἔχων τὸ κτεῖναι. καὶ ἐπὰν τὰ κῶλα μηδεμίαν ἔχῃ πρὸς ἄλληλα σύνδεσιν, ἀλλ’ ὅμοια διερρηγμένοις. καὶ αἱ περίοδοι δὲ αἱ συνεχεῖς καὶ μακραὶ καὶ ἀποπνίγουσαι τοὺς λέ‐ | |
5 | γοντας οὐ μόνον κατακορές, ἀλλὰ καὶ ἀτερπές. | |
304 | Τῇ δὲ ὀνομασίᾳ πολλάκις χαρίεντα πράγματα ὄντα ἀτερπέστερα φαίνεται, καθάπερ ὁ Κλείταρχος περὶ τῆς τενθρηδόνος λέγων, ζώου μελίσσῃ ἐοικότος· κατανέμεται μέν, φησί, τὴν ὀρεινήν, εἰσί‐ πταται δὲ εἰς τὰς κοίλας δρῦς. ὥσπερ περὶ βοὸς ἀγρίου ἢ | |
5 | τοῦ Ἐρυμανθίου κάπρου λέγων, ἀλλ’ οὐχὶ περὶ μελίσσης τινός, ὥστε καὶ ἄχαριν τὸν λόγον ἅμα καὶ ψυχρὸν γενέσθαι. παράκειται | |
δέ πως ἀλλήλοις ταῦτα ἀμφότερα. | 62 |