TLG 0612 003 :: DIO CHRYSOSTOMUS :: Fragmenta DIO CHRYSOSTOMUS Soph., vel Dio Cocceianus Cf. et DIONIS EPISTULAE (1327) Fragmenta Citation: Fragment — (line) | ||
1(n) | Stob. Flor. VII 28 Hense (VII 29 Mein.) | |
1 | Ἐκ τῶν Δίωνος Χρειῶν· | |
---|---|---|
1 | Λάκαινα γυνὴ τοῦ υἱοῦ αὐτῆς ἐν παρατάξει χωλωθέντος καὶ δυσφοροῦντος ἐπὶ τούτῳ, Μὴ λυποῦ, τέκνον, εἶπεν· καθ’ ἕκαστον γὰρ βῆμα τῆς ἰδίας ἀρετῆς ὑπομνησθήσῃ. | |
2(n) | Stob. Flor. XIII 42 H. (XIII 24 M.) | |
1 | Ἐκ τῶν Δίωνος Χρειῶν· | |
1 | Τὴν ἐπιτίμησιν ὁ Διογένης ἀλλότριον ἀγαθὸν ἔλεγεν εἶναι. | |
3(n) | Stob. Flor. XXXIV 16 H. M. | |
1 | Ἐκ τῶν Δίωνος Χρειῶν· | |
1 | Τῶν συνόντων τις μειρακίων Διογένει ἐρωτώμενος ὑπ’ αὐτοῦ ἐσιώπα. ὁ δὲ ἔφη, Οὐκ οἴει τοῦ αὐτοῦ εἶναι εἰδέναι ἅ τε λεκτέον καὶ πότε καὶ τίνα σιωπητέον καὶ πρὸς τίνα; | |
4(n) | Stob. Flor. XLII 12 H. M. | |
1 | Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ. (idem lemma fr. V—IX) | |
1 | Ἀρξόμεθα δὲ ἀπὸ τοῦ μάλιστα ὠφελοῦντος οἰκίαν· εἴη δ’ ἂν τοῦτο ἐπιτίμησις διαβολῆς· διαβολὴ γὰρ κακῶν τὸ ὀξύτατον [καὶ ἐπιβουλότατον]. | |
5(n) | Stob. Flor. LXII, 46 M. | |
1 | Χρὴ οὖν δεσπόζειν ἐπιεικῶς καὶ ἀνεθῆναί ποτε βουλομένοις ἐπι‐ τρέπειν. αἱ γὰρ ἀνέσεις παρασκευαστικαὶ πόνων εἰσί, καὶ τόξον | |
καὶ λύρα καὶ ἄνθρωπος ἀκμάζει δι’ ἀναπαύσεως. | 309 | |
6(n) | Stob. Flor. LXXIV, 59 M. | |
1 | Εὐσέβεια δὲ γυναικεία ὁ πρὸς τὸν ἄνδρα ἔρως. | |
7(n) | Stob. Flor. LXXIV, 60 M. | |
1 | Γέλως δὲ συνεχὴς καὶ μέγας θυμοῦ κακίων, διὰ τοῦτο μάλιστα ἑταίραις ἀκμάζων καὶ παίδων τοῖς ἀφρονεστέροις. ἐγὼ δὲ κοσμεῖ‐ σθαι πρόσωπον ὑπὸ δακρύων ἡγοῦμαι μᾶλλον ἢ ὑπὸ γέλωτος. δάκρυσι μὲν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον σύνεστι καὶ μάθημά που | |
5 | χρηστόν, γέλωτι δὲ ἀκολασία. καὶ κλάων μὲν οὐδεὶς προυτρέψατο ὑβριστήν, γελῶν δὲ ηὔξησεν αὐτοῦ τὰς ἐλπίδας. | |
8(n) | Stob. Flor. LXXXV, 12 M. | |
1 | Μέγα γὰρ δυσώπημα σωφροσύνης τέκνωσις. | |
9(n) | Stob. Flor. LXXXV, 13 M. | |
1 | Ἀλλὰ τὸ μὲν τίκτειν ἀνάγκης ἔργον ἐστί, τὸ ἐκτρέφειν δὲ φιλο‐ στοργίας. | |
10(n) | [Max. Flor. (Vat. gr. 397f. 81b) | |
1 | Δίωνος τοῦ Χρυσοστόμου· Πῶς οὐ δεινὸν τοῖς μὲν θεοῖς ἐνο‐ χλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γε ἐφ’ ἡμῖν εἶναι δοκεῖ τοῖς θεοῖς.] | |
11(n) | [Max. Flor. (Vat. gr. 397f. 159b) | |
1 | Δίωνος τοῦ Χρυσοστόμου· Κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα.] | |
12(n) | [Max. Flor. (Vat. gr. 739f. 217a) | |
1 | Δίωνος τοῦ Χρυσοστόμου· Πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχα τις κολάζων 〈ἄν〉 δυνηθείη· ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγενη‐ μένην τῶν εἰθισμένων 〈κρατῆσαι διά τινων ἐπικειμένων〉 τιμωριῶν | |
ἀδύνατον εἶναι λέγουσιν. | 310 |