TLG 0612 002 :: DIO CHRYSOSTOMUS :: Encomium comae DIO CHRYSOSTOMUS Soph., vel Dio Cocceianus Cf. et DIONIS EPISTULAE (1327) Encomium comae Citation: (Line) | ||
1 | Ἀναστὰς ἕωθεν καὶ τοὺς θεοὺς προσειπὼν ὅπερ εἴωθα, ἐπε‐ μελούμην τῆς κόμης· καὶ γὰρ ἐτύγχανον μαλακώτερον τὸ σῶμα ἔχων· ἡ δὲ ἠμέλητο ἐκ πλείονος. πάνυ γοῦν συνέστραπτο καὶ συνε‐ πέπλεκτο τὰ πολλὰ αὐτῆς, οἷον τῶν οἰῶν τὰ περὶ τοῖς σκέλεσιν | |
---|---|---|
5 | αἰωρούμενα· πολὺ δὲ ταῦτα σκληρότερα ὡς ἂν ἐκ λεπτοτέρων συμ‐ πεπλεγμένα τῶν τριχῶν. ἦν οὖν ὀφθῆναί τε ἀγρία ἡ κόμη καὶ βαρεῖα, μόλις δὲ διελύετο καὶ τὰ πολλὰ αὐτῆς ἀπεσπᾶτο καὶ διε‐ τείνετο. οὐκοῦν ἐπῄει μοι τοὺς φιλοκόμους ἐπαινεῖν, οἳ φιλόκαλοι ὄντες καὶ τὰς κόμας περὶ πλείστου ποιούμενοι ἐπιμελοῦνται οὐ | |
10 | ῥᾳθύμως, ἀλλὰ κάλαμόν τινα ἔχουσιν ἀεὶ ἐν αὐτῇ τῇ κόμῃ, ᾧ ξαί‐ νουσιν αὐτήν, ὅταν σχολὴν ἄγωσι, καὶ τοῦτο δὴ τὸ χαλεπώτατον, χαμαὶ κοιμώμενοι φυλάττουσιν ὅπως μηδέποτε ἅψωνται τῆς γῆς, ὑπερείδοντες ὑπὸ τὴν κεφαλὴν μικρὸν ξύλον, ὅπως ἀπέχῃ τῆς γῆς ὡς πλεῖστον, καὶ μᾶλλον φροντίζουσι τοῦ καθαρὰν φέρειν τὴν | |
15 | κόμην ἢ τοῦ ἡδέως καθεύδειν· ἡ μὲν γὰρ καλούς τε καὶ φοβεροὺς ἔοικε ποιεῖν, ὁ δὲ ὕπνος, κἂν πάνυ ἡδὺς ᾖ, βραδεῖς τε καὶ ἀφυ‐ λάκτους. δοκοῦσι δέ μοι καὶ Λακεδαιμόνιοι μὴ ἀμελεῖν τοῦ τοιού‐ του πράγματος, οἳ τότε ἥκοντες πρὸ τῆς μάχης τῆς μεγάλης τε καὶ δεινῆς, ὅτε μόνοι τῶν Ἑλλήνων ἔμελλον δέχεσθαι βασιλέα, | |
20 | τριακόσιοι τὸν ἀριθμὸν ὄντες, ἐκάθηντο ἀσκοῦντες τὰς κόμας. δοκεῖ δέ μοι καὶ Ὅμηρος πλείστης ἐπιμελείας ἀξιοῦν τὸ τοιοῦτον. ἀπό γε μὲν ὀφθαλμῶν οὐ πολλάκις ἐπαινεῖ τοὺς καλούς, οὐδὲ ἀπὸ τού‐ | |
του μάλιστα ἡγεῖται τὸ κάλλος ἐπιδείξειν. οὐδενὸς οὖν τῶν ἡρώων ὀφθαλμοὺς ἐγκωμιάζει ἢ Ἀγαμέμνονος, ὥσπερ καὶ τὸ ἄλλο σῶμα | 307 | |
25 | ἐπαινεῖ αὐτοῦ· καὶ οὐ μόνον τοὺς Ἕλληνας ἑλίκωπας καλεῖ· ἀλλ’ οὐδὲν ἧττον καὶ τὸν Ἀγαμέμνονα τὸ κοινὸν ἐπὶ τοῖς Ἕλλησιν· ἀπὸ δὲ τῆς κόμης πάντας· πρῶτον μὲν Ἀχιλλέα, —ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα· ἔπειτα Μενέλαον ξανθὸν ἐπονομάζων ἀπὸ τῆς κόμης· τῆς δὲ Ἕκτο‐ | |
30 | ρος χαίτης μέμνηται, —ἀμφὶ δὲ χαῖται κυάνεαι πεφόρηντο. Εὐφόρβου γε μὴν τοῦ καλλίστου τῶν Τρώων ἀποθανόντος οὐδὲν ἄλλο ὠδύρετο λέγων, | |
35 | αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι, πλοχμοί θ’ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο· καὶ τὸν Ὀδυσσέα ὅταν ἐθέλῃ καλὸν γεγονότα ὑπὸ τῆς Ἀθηνᾶς ἐπιδεῖξαι· φησὶ γοῦν, κυάνεαι δ’ ἐγένοντο ἔθειραι. | |
40 | πάλιν δ’ ἐπὶ τοῦ αὐτοῦ, —καδδὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. καὶ πρέπειν γε μᾶλλον τοῖς ἀνδράσι φαίνεται καθ’ Ὅμηρον ὁ κόσμος ὁ τῶν τριχῶν ἢ ταῖς γυναιξί. γυναικῶν γοῦν περὶ κάλλους | |
45 | διεξιὼν οὐ τοσαυτάκις φαίνεται κόμης μεμνημένος· ἐπεί τοι καὶ τῶν θεῶν τὰς μὲν θηλείας ἄλλως ἐπαινεῖ. χρυσῆν γὰρ Ἀφροδίτην καὶ βοῶπιν Ἥραν καὶ Θέτιν ἀργυρόπεζαν. τοῦ Διὸς δὲ μάλιστα ἐπαινεῖ τὰς χαίτας· | |
ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος. | 308 |