TLG 0609 001 :: TRYPHON I :: Περὶ τρόπων TRYPHON I Gramm. Περὶ τρόπων Citation: Page — (line) | ||
191(1t) | ΤΡΥΦΩΝΟΣ | |
2t | ΠΕΡΙ ΤΡΟΠΩΝ. | |
---|---|---|
3 | Φράσις ἐστὶ λόγος ἐγκατάσκευος, ἢ λόγος κατά τινα δήλωσιν περισσοτέραν ἐκφερόμενος, τῆς δὲ φράσεως | |
5 | εἴδη εἰσὶ δύο, κυριολογία τε καὶ τρόπος. κυριολογία μὲν οὖν ἐστιν ἡ διὰ τῆς πρώτης θέσεως τῶν ὀνομάτων τὰ πράγματα σημαίνουσα, οἷον πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Φαίνοπος υἱόν· Ἀγκαῖον δὲ πάλην Πλευρώνιον, ὅς μοι ἀνέστη. | |
10 | Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἔοντα· δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. τρόπος δέ ἐστι λόγος κατὰ παρατροπὴν τοῦ κυρίου λεγό‐ μενος κατά τινα δήλωσιν κοσμιωτέραν ἢ κατὰ τὸ ἀναγ‐ καῖον. τρόποι δέ εἰσιν οἱ γενικωτάτην ἐμφαίνοντες | |
15 | στάσιν τέσσαρες καὶ δέκα, μεταφορά, κατάχρησις, ἀλ‐ ληγορία, αἴνιγμα, μετάληψις, μετωνυμία, συνεκδοχή, ὀνοματοποιΐα, περίφρασις, ἀναστροφή, ὑπερβατόν, πλεο‐ νασμός, ἔλλειψις, παραπλήρωμα. τούτους δὲ ποιητι‐ κοὺς καλοῦσιν, ἐπεὶ κατά γε τὸ πλεῖστον ἡ τούτων χρῆ‐ | |
20 | σις παρὰ ποιηταῖς, καὶ ὅτι τούτοις οἱ γραμματικοὶ χρῶν‐ ται ἐξηγούμενοι τὰ κυρίως ἢ τροπικῶς τοῖς ποιηταῖς εἰρημένα. | |
23t | αʹ. ΠΕΡΙ ΜΕΤΑΦΟΡΑΣ. | |
24 | Μεταφορά ἐστι λέξις μεταφερομένη ἀπὸ τοῦ κυρίου | 191 |
192 | ἐπὶ τὸ μὴ κύριον ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα, ἐμφά‐ σεως μέν, οἷον αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. ἡ γὰρ μαιμώωσα λέξις, ὅπερ ἐστὶ προθυμουμένη, | |
5 | ἰδίως ἐπὶ ἐμψύχου τασσομένη νῦν ἐπὶ ἀψύχου τοῦ δόρα‐ τος τέτακται· ὁμοιώσεως δὲ πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· καὶ οὔρεος ἐν κορυφῇσι. | |
10 | πόδες γὰρ καὶ κορυφαὶ ἐπ’ ἀνθρώπων ῥηθεῖεν ἄν, ἐπὶ δὲ ὄρους ὑπώρειαι καὶ ἀκρώρειαι. γίνεται δὲ ἡ μεταφορὰ τετραχῶς, ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, ἄμφω γὰρ ἔμψυχα. ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων. ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, οἷον | |
15 | ἐν γαίῃ ἵστατο λιλαιομένη χροὸς ἆσαι· καὶ κυλίνδετο λᾶας ἀναιδής· ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον ἄσβεστος δ’ ἀνῶρτο γέλως μακάρεσσι θεοῖσι. | |
20t | βʹ. ΠΕΡΙ ΚΑΤΑΧΡΗΣΕΩΣ. | |
21 | Κατάχρησίς ἐστι λέξις μετενηνεγμένη ἀπὸ τοῦ πρώ‐ του κατονομασθέντος κυρίως τε καὶ ἐτύμως ἐφ’ ἕτερον ἀκατονόμαστον κατὰ τὸ οἰκεῖον, οἷον γόνυ καλάμου, καὶ ὀφθαλμὸς ἀμπέλου, καὶ χεῖλος κεραμίου καὶ τράχηλος | |
25 | ὄρους· κυρίως γὰρ ταῦτα ἐπὶ ἀνθρώπου λέγονται, καὶ πάλιν πυξὶς μὲν λέγεται ἡ ἐκ πύξου κατεσκευασμένη, καταχρηστικῶς δὲ καὶ ἡ χαλκῆ καὶ ἡ ἐξ οἵας δήποτε πε‐ ποιημένη ὕλης. τῷ αὐτῷ σχήματι ἀνδριὰς κυρίως μὲν τὸ τοῦ ἀνδρὸς ἀπεικόνισμα, καταχρηστικῶς δὲ καὶ γυ‐ | |
30 | ναικός, καὶ ἀνδροφόνος κυρίως ὁ ἄνδρα φονεύσας, κα‐ | |
ταχρηστικῶς δὲ καὶ ὁ γυναῖκα. ἔτι τριήραρχος κυρίως | 192 | |
193 | ὁ τριήρους ἄρχων, καταχρηστικῶς δὲ καὶ ὁ πεντήρους καὶ ἑξήρους, καὶ τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ δακτύλοις ἀριθμεῖν. διαφέρει δὲ μεταφορὰ καὶ κατάχρησις, ὅτι ἡ μὲν μετα‐ | |
5 | φορὰ ἀπὸ κατωνομασμένου ἐπὶ κατωνομασμένον γίνε‐ ται, ἡ δὲ κατάχρησις ἀπὸ κατονομαζομένου ἐπὶ ἀκατο‐ νόμαστον, ὅθεν καὶ κατάχρησις λέγεται. | |
8t | γʹ. ΠΕΡΙ ΑΛΛΗΓΟΡΙΑΣ. | |
9 | Ἀλληγορία ἐστὶ λόγος ἕτερον μέν τι κυρίως δηλῶν, | |
10 | ἑτέρου δὲ ἔννοιαν παριστάνων καθ’ ὁμοίωσιν ἐπὶ τὸ πλεῖστον, οἷον ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν. | |
13t | δʹ. ΠΕΡΙ ΑΙΝΙΓΜΑΤΟΣ. | |
14 | Αἴνιγμά ἐστι φράσις ἐπιτετηδευμένη κακοσχόλως | |
15 | εἰς ἀσάφειαν ἀποκρύπτουσα τὸ νοούμενον, ἢ ἀδύνατόν τι καὶ ἀμήχανον παριστάνουσα· διαφέρει δὲ ἀλληγο‐ ρίας, ὅτι ἡ μὲν ἀμαυροῦται ἢ λέξει ἢ διανοίᾳ, τὸ δὲ καθ’ ἑκάτερον, οἷον Ἥσσων ἀλγήσας παῖδα τὸν ἐκ Θέ‐ τιδος ἀνέθρεψε· ἥσσων γὰρ ὁ χείρων, ἀλγήσας πονή‐ | |
20 | σας· ἐστὶ δὲ ὅτι Χείρων ὁ Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα· καὶ πάλιν, γῆς ἔθανε καταδέσμου ὅτ’ ἀγγείων ἀφάμαρτεν· ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας γίνεται, δεσμοῦ Τελαμῶνος, | |
25 | ἀγγείων δὲ τῶν ὅπλων. καὶ εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μὲν μία τίκτει τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε τεκνοῦται. ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ’ ὅμοιον, κατ’ ἐναντίον, κατὰ | |
30 | συμβεβηκός, καθ’ ἱστορίαν, καθ’ ὁμωνυμίαν, κατὰ | |
γλῶτταν. κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθα‐ | 193 | |
194 | γορικὸς ἔλεγε, ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ τὸ δί‐ καιον μὴ παραβαίνειν, γαμψώνυχας μὴ τρέφειν ἀντὶ τοῦ ἅρπαγας φεύγειν, μελάνουρον μὴ ἐσθίειν ἀντὶ τοῦ ψευδῆ λόγον μὴ προΐεσθαι· τὸ γὰρ ψεῦδος ἐν τοῖς ἐσχά‐ | |
5 | τοις μέρεσι μελαίνεται καὶ ἀμαυροῦται. ἐπὶ χοίνικος μὴ καθίζειν, τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τρο‐ φῇ, ἀλλὰ προεισφέρειν. μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, τουτέστι τὸν θυμούμενον λόγοις μὴ ἐρεθίζειν. καὶ τὸ Ἡσιόδειον | |
10 | μηδ’ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα ἔσθειν· τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτου‐ | |
15 | σιν οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ’ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου κισσήρει βεβληκότος | |
20 | νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· κα‐ θημένην καὶ οὐ καθημένην διὰ τὸ ἀνεπιστρόφως κρέ‐ | |
25 | μασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέ‐ μενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς τὸ εἰσίν μοι δύο κασίγνητοι, οἱ δύο μοῦνοι· ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι, | |
30 | αὐτὰρ ἐπεί κε θάνωσι καὶ ἀνδρῶν χεῖρας ἵκωνται, ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι μάχονται. | |
περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν, | 194 | |
195 | οἷον Τριτογένεια. κατὰ δὲ ὁμωνυμίαν, ὡς ἔχει ὁ δεδο‐ μένος χρησμὸς Ἀλεξάνδρῳ τῷ Μολοσσῷ, φυλάξασθαι τὸν ΚΗΡΟΕΝΤΑ. ὁ μὲν γὰρ ᾤετο τὸν ἐν Ἰταλίᾳ πο‐ ταμόν, ἦν δὲ ἕτερον· προσδοθέντος γὰρ αὐτῷ πινακι‐ | |
5 | δίου κεκηρωμένου, τοῦτο ἀναγινώσκων ἐδολοφονήθη. κατὰ δὲ γλῶτταν ὅταν τὴν μὲν θάλατταν εὐρυγάστορα λέγῃ, τὴν δὲ Ἀθηναίαν μαρμαρῶπιν, τὸν δὲ μῦν δο‐ λιχοῦρον. | |
9t | εʹ. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ. | |
10 | Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι. τὸ γὰρ θοὸν καὶ ὀξὺ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους διὰ τὸ σχῆμα μεταληπτικῶς | |
15 | θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ ἔρρε κακὴ γλήνη, καὶ Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ, ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας. εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ. | |
19t | ϛʹ. ΠΕΡΙ ΜΕΤΩΝΓΜΙΑΣ. | |
20 | Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώ‐ νυμον δηλοῦσα, οἷον σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν εὑρόντων τὰ εὑρήματα, | |
25 | ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον οἶνός μ’ ἔπεισε, δαιμόνων ὑπέρτατος. | |
27t | ζʹ. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ. | |
28 | Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενη‐ | |
νεγμένη, προσδεομένη δέ τινος ἔξωθεν ἀκολουθίας. | 195 | |
196 | τῶν δὲ συνεκδοχῶν εἰσι διαφοραὶ πλείους· αἱ μὲν γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῦσιν, ὡς ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, οἷον χάλ‐ κεον ἔγχος· οὐ γὰρ ὅλον, ἀλλὰ μέρος· καὶ βόας αὔας τὰς | |
5 | βύρσας· ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, ἀντὶ τοῦ χρυσέην πανοπλίαν. ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον πολλὰς δ’ ἰφθίμους ψυχάς· | |
10 | ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι. | |
12t | ηʹ. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ. | |
13 | Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ κα‐ θωμιλημένου ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα | |
15 | ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ παρο‐ νομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαί‐ ρεσιν, κατὰ πεποιημένον. κατὰ μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σο‐ φοκλεῖ | |
20 | γερονταγωγῶ κἀναπαιδεύω πάλιν· ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ’ Αἰσχύλῳ μελλώ· χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν. | |
25 | κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νε‐ φεληγερέτα Ζεύς. κατ’ ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέ‐ των ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ Σοφοκλεῖ, οἱ γὰρ γύνανδροι, καὶ λέγειν ἠσκηκότες, | |
30 | ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ | |
σύνθετον καταδιέλοι, ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν | 196 | |
197 | πόλιν ἄκρην. πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελα‐ ρύζει, καὶ λάψοντες γλώσσῃσι. | |
3t | θʹ. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ. | |
4 | Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστά‐ | |
5 | νουσα μετ’ αὐξήσεως τὸ ὑποκείμενον πρᾶγμα, οἷον Πο‐ σειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡρα‐ κληείη, καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ. | |
9t | ιʹ. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ. | |
10 | Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευ‐ τέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέ‐ σεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα Ἀτρείδης. | |
15 | τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον ᾧ ἔπι πόλλ’ ἐμόγησα. ἀντὶ τοῦ ἐφ’ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς. | |
19t | ιαʹ. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ. | |
20 | Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον ὣς ἔφατ’. Ἀργεῖοι δὲ μέγ’ ἴαχον, ἀμφὶ δὲ νῆες | |
25 | σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο. διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα | |
ἀνάγει. | 197 | |
198(1t) | ιβʹ. ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ. | |
2 | Πλεονασμός ἐστι λέξις ἢ καθάπαξ ἢ μέρεσί τισι πλεονάζουσα, εἴδη δέ εἰσι τοῦ πλεονασμοῦ τρία, παρά‐ γωγον, ἔκτασις, παραπλήρωμα. παράγωγον μὲν οὖν | |
5 | ἐστι λέξις ἐν αὑτῇ τὸ πλεονάζον ἔχουσα, οἷον κελαινε‐ φὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. ὁμοίως καὶ τὸ χθο‐ νὸς εὐρυοδείης παρῆκται· οὐ γὰρ ἔγκειται ἡ ὁδός. ἔκτα‐ σις δέ ἐστι λέξις ἐκτεινομένη παρὰ τὸ σύνηθες, οἷον κα‐ λῆσι, θέλησι, δῶσι. παραπλήρωμα δέ ἐστι λέξις ἐκ | |
10 | περισσοῦ παραλαμβανομένη, οἷον Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν· ὁ γὰρ καὶ σύνδεσμος ἐνθάδε πλεονάζει· καὶ ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας, πλεονάζει ἡ πρό. | |
15t | ιγʹ. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ. | |
16 | Ἔλλειψίς ἐστι λέξις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, γίνεται δὲ κατ’ ἀρχήν, κατὰ μέσον, κατὰ τέλος, οἷον ἀφαίρεσις, συγκοπὴ καὶ ἀποκοπή. κατ’ ἀρχὴν μέν, οἷον λείβειν εἴβειν, κατὰ μέσον, οἷον μονώνυχας μώνυχας, | |
20 | κατὰ δὲ τὸ τέλος, δῶμα δῶ. Τρόποι μὲν οὖν οὗτοι τῆς γραμματικῆς τὴν κοινὴν συνήθειαν παραβαίνοντες, λοιποὶ δὲ τῆς φράσεώς εἰσιν κζʹ, ὑπερβολή, ἔμφασις, ἐνέργεια, παρασιώπησις, ὁμοί‐ ωσις, εἰκών, παράδειγμα, παραβολή, χαρακτηρισμός, | |
25 | εἰκασμός, συντομία, βραχύτης, σύλληψις, ἐπανάλη‐ ψις, προαναφώνησις, παρέκβασις, ἀμφιβολία, ἀντίφρα‐ σις, μετατύπωσις, ἀντονομασία, εἰρωνεία, σαρκασμός, ἀστεϊσμός, μυκτηρισμός, χαριεντισμός, ἐπικερτόμησις, παροιμία. | |
30t | αʹ. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ. | |
31 | Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν | |
αὐξήσεως ἢ μειώσεως χάριν· αὐξήσεως μέν, οἷον | 198 | |
199 | ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς· καὶ λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι· καὶ | |
5 | μελάντερον ἠΰτε πίσσα, καὶ κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι· καὶ τὰ ἑξῆς. μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰ‐ | |
10 | σχρᾶς γυναικός, ἣν ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· παρ’ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ’ οὕτως, ὥστε καὶ ποιεῖν σκότος. | |
14t | βʹ. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ. | |
15 | Ἔμφασίς ἐστι λέξις δι’ ὑπονοίας αὐξάνουσα τὸ δη‐ λούμενον, οἷον αὐτὰρ ὅτ’ εἰς ἵππον κατεβαίνομεν· ἐν γὰρ τῷ κατεβαίνομεν δηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν ἱππόθεν ἐκχυμένοι· τὴν γὰρ | |
20 | ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε λέξεως. | |
21t | γʹ. ΠΕΡΙ ΕΝΕΡΓΕΙΑΣ. | |
22 | Ἐνέργειά ἐστι φράσις ὑπ’ ὄψιν ἄγουσα τὸ νοούμε‐ νον, οἷον μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν· | |
25 | ἔχονται δὲ τῆς ἐνεργείας καὶ αἱ τοῦ Ὁμήρου παραβολαί. | |
26t | δʹ. ΠΕΡΙ ΠΑΡΑΣΙΩΠΗΣΕΩΣ. | |
27 | Παρασιώπησίς ἐστι λόγος, ἐν ᾧ δύο ὀφειλόντων πραγμάτων κατὰ τὸ πλῆρες λέγεσθαι, τοῦ μὲν ἑνός ἐστιν ἀπαγγελία, τοῦ δ’ ἑτέρου παρασιώπησις κατὰ τὸ ἀνά‐ | |
30 | λογον νοουμένη, οἷον | 199 |
200 | αὐτὰρ ὁ Διογενὴς δόρυ μὲν λίπεν. ὡς μὲν γὰρ ἔθηκεν, εἶπεν, ὡς δὲ ἀνέλαβεν, οὔ. | |
3t | εʹ. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ. | |
4 | Ὁμοίωσίς ἐστι ῥῆσις, καθ’ ἣν ἕτερον ἑτέρῳ παρα‐ | |
5 | βάλλομεν, εἴδη δὲ αὐτῆς εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώ‐ μενος διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβά‐ νεται, οἷον ἠΰτε βοῦς ἀγέλῃφι μέγ’ ἔξοχος ἔπλετο πάντων. | |
10 | παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονί‐ ζεται δὲ ἤτοι ὅλα πρὸς ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι· σχῆμα δὲ πρὸς σχῆμα, οἷον | |
15 | ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων· χρῶμα δὲ πρὸς χρῶμα, οἷον ὥς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. μέγεθος δὲ πρὸς μέγεθος, οἷον Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ | |
20 | ὡς ἱστὸς νηὸς ἐεικοσόροιο· παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρέν‐ θεσις καθ’ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραί‐ νεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον | |
25 | οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα; ἀποτροπῆς δέ, οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος | |
30 | δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε· | |
διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παρά‐ | 200 | |
201 | δειγμα ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι. [Κόμμα ἐστὶ φράσις βραχύ τι νόημα ἔχουσα, οἷον δεῖ δὲ χρημάτων· κῶλον δὲ μέρος νοήματος, οἷον | |
5 | ἄλλως τε κἂν Ὅμηρον ἔχωσιν. Χαρακτῆρες ῥητορικοὶ τρεῖς, τουτέστιν εἴδη φρά‐ σεων· αὐστηρόν, μέσον, ἰσχνόν· καὶ τὸν μὲν αὐστηρὸν ὁ Θουκυδίδης ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ τούτου διδάσκαλος, τὸν δὲ μέσον Δημοσθένης, Ὑπερί‐ | |
10 | δης, Δείναρχος, Λυκοῦργος, τὸν δὲ ἰσχνὸν Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος.] Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγ‐ ματος τὸ ὑποκείμενον μετ’ ἐνεργείας παριστάνων, οἷον κινήθη δ’ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης | |
15 | πόντου Ἰκαρίοιο· γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πά‐ θει ἢ διαθέσεως διαθέσει ἢ φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει, ὡς δ’ ὅταν ἀσπασίως· | |
20 | διαθέσεως δὲ διαθέσει, ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, ὣς αὖθις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων. φύσεως δὲ φύσει, οἷον οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν. | |
25 | πράξεως δὲ πράξει, οἱ δ’ ὡς ἀμητῆρες ἐναντίοι ἀλλήλοισι. | |
27t | ϛʹ. ΠΕΡΙ ΧΑΡΑΚΤΗΡΙΣΜΟΥ. | |
28 | Χαρακτηρισμός ἐστι λόγος τῶν περὶ τὸ σῶμα ἰδιω‐ μάτων ἀπαγγελτικός, ὃν καί τινες εἰκονισμὸν λέγουσιν, | |
30 | οἷον | |
γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος. | 201 | |
202(1t) | ζʹ. ΠΕΡΙ ΕΙΚΑΣΜΟΥ. | |
2 | Εἰκασμός ἐστιν ὁμοιότης εἴδους, περισπῶσα τὴν φαντασίαν πρὸς τὸ γελοιότερον, ὃ δὴ ὑπό τινων σκῶμ‐ μα καλεῖται· διαφέρει δὲ τῆς εἰκόνος, ὡς γένος εἴδους· | |
5 | ἡ μὲν γὰρ εἰκὼν οὐκ εὐθέως εἰκασμός, ὁ δὲ εἰκασμὸς πάντως εἰκών. | |
7t | ηʹ. ΠΕΡΙ ΣΥΝΤΟΜΙΑΣ. | |
8 | Συντομία ἐστὶ φράσις αὐτὰ τὰ ἀναγκαῖα τοῦ δηλου‐ μένου ἔχουσα, οἷον | |
10 | κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ καὶ σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια, ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμπεσε δίνῃ· | |
15 | ταὶ δ’ ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεύς. | |
16t | θʹ. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ. | |
17 | Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νο‐ ούμενον ἔχουσα, οἷά ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύ‐ | |
20 | τητα δὲ ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον ἐτυράννει. | |
24t | ιʹ. ΠΕΡΙ ΣΥΛΛΗΨΕΩΣ. | |
25 | Σύλληψίς ἐστι φράσις τὸ ἰδίᾳ τινὶ συμβὰν κατὰ δύο τιθεῖσα, οἷον Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον. καὶ τὼ δὲ δύω σκάζοντε βάτην· | |
30 | καὶ φὰν δ’ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσει‐ | |
δάωνος. | 202 | |
203(1t) | ιαʹ. ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ. | |
2 | Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ’ ἐόντας, | |
5 | Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. πλεονάκις δέ, Νιρεὺς αὖ Σύμηθεν ἄγεν τρεῖς νῆας ἐΐσας, Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ’ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε. | |
10 | γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαι‐ ρεῖται κατὰ μέρος. [Νιρεὺς δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ.] | |
14t | ιβʹ. ΠΕΡΙ ΠΡΟΑΝΑΦΩΝΗΣΕΩΣ. | |
15 | Προαναφώνησίς ἐστι λέξις περὶ τῶν μελλόντων προαναφωνουμένη μεταξὺ τῆς συνεχούσης διηγήσεως, αἶψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἴσος Ἄρηϊ· κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή. | |
20t | ιγʹ. ΠΕΡΙ ΠΑΡΕΚΒΑΣΕΩΣ. | |
21 | Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὥσπερ ἅ φησιν ὁ Φοῖνιξ περὶ Κουρήτων. | |
24t | ιδʹ. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ. | |
25 | Ἀμφιβολία ἐστὶ λέξις ἢ λόγος δύο καὶ πλείονα πράγματα δηλοῦσα· λέξις μὲν γὰρ εἴρηται, ὅτι αἱ ὁμω‐ νυμίαι ἀμφίβολοί εἰσιν, οἷον Αἴας, ἄδηλον γάρ, πό‐ τερον τῶν Αἰάντων δηλοῖ. λόγος δέ, ἐπεὶ καὶ ἐν λόγῳ ἀμφιβολίαι εἰσίν, οἷον | |
30 | ἅρματα δ’ ἔγκλιναν πρὸς ἐνώπια παμφανόωντα· | 203 |
204 | καὶ δός δέ τέ μ’ ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν. | |
3t | ιεʹ. ΠΕΡΙ ΑΝΤΙΦΡΑΣΕΩΣ. | |
4 | Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου ἢ παρακει‐ | |
5 | μένου τὸ ἐναντίον παριστῶσα χωρὶς ὑποκρίσεως, πρόσ‐ κειται δὲ χωρὶς ὑποκρίσεως διὰ τὴν εἰρωνείαν. διὰ μὲν τοῦ ἐναντίου τὸ ἐναντίον ἀντιφράζεται οὕτως, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν· ἀλλ’ ὁ ἄριστος δηλονότι. καὶ | |
10 | οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς· ἀλλὰ συνεχύθη καὶ ἐλυπήθη. ἐνίοτε καὶ αὐτὸ προτίθε‐ ται τὸ ἐκ τοῦ ἐναντίου, οἷον οὐχ ὁ κάκιστος, ἀλλ’ ὁ ἄριστος. διὰ δὲ τοῦ παρακειμένου, τὰ κατ’ εὐφημι‐ σμὸν λεγόμενα καὶ τὴν κακίαν περιστέλλοντα, ὡς ὅταν | |
15 | τὴν χολὴν ἡδεῖαν λέγωμεν, καὶ τὰς Ἐριννύας Εὐμενί‐ δας, καὶ ἄχαριν τὸν λύπης ποιητικόν, καὶ τὸν δυσειδῆ πίθηκον κάλλιστον, καὶ τὴν σκαιὰν εὐώνυμον, καὶ τοὺς ἅλας ἡδυντῆρας. | |
19t | ιϛʹ. ΠΕΡΙ ΜΕΤΑΤΥΠΩΣΕΩΣ. | |
20 | Μετατύπωσίς ἐστι λέξις ἐνηλλαγμένα στοχεῖα ἔχου‐ σα, οἷον ὑπαὶ πόδα ἀντὶ τοῦ ὑπὸ πόδα, καὶ τὸ Βορέης Βορέας, καὶ τὸ Ἕως Ἠώς. | |
23t | ιηʹ. ΠΕΡΙ ΑΝΤΟΝΟΜΑΣΙΑΣ. | |
24 | Ἀντονομασία ἐστὶ λέξις ἢ φράσις διὰ συνωνύμων | |
25 | ὀνομάτων τὸ κύριον παριστῶσα· λέξις μὲν Φοῖβε ἀντὶ τοῦ Ἄπολλον, καὶ Ἐννοσίγαιε ἀντὶ τοῦ Πόσειδον, καὶ ὄφρα ἴδῃ γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται· ἀντὶ τοῦ Ἀθηνᾶ. φράσις δὲ Λητοῦς καὶ Διὸς υἱός, ἀντὶ τοῦ Ἀπόλλων. ἔνιοι δὲ τὴν ἔλλειψιν καὶ τὴν ἀντονομα‐ | |
30 | σίαν ὑποτάττουσι τῇ συνεκδοχῇ. | 204 |
205(1t) | ιθʹ. ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ. | |
2 | Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως δηλῶν, ὡς παρ’ Εὐριπί‐ δῃ ἡ Μήδεια τὸν πολλὰ ἠδικηκότα Ἰάσονα μακαρίαν | |
5 | αὐτήν φησι πεποιηκέναι, ὁμοίως δὲ καὶ Τηλέμαχος πρὸς ἕνα τῶν μνηστήρων φησὶν Ἀντίνο’ ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος. οὐ γὰρ ὁ Ἀντίνοος ὡς πατὴρ ἐφρόντιζεν αὐτοῦ. τοὐναν‐ τίον μὲν οὖν καὶ ἐβούλετο ἀποκτεῖναι αὐτόν. καὶ ὅταν | |
10 | ὁ Ὀρέστης φησὶ Τυνδαρέῳ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ· ὁ τὰς κακίστας φύσας. τῆς δὲ εἰρωνείας τὸ μὲν ἐπὶ τῶν πέλας λέγεται, τὸ δὲ ἐφ’ ἡμῶν αὐτῶν· τὸ μὲν οὖν ἐπὶ τῶν πέλας καλεῖται μυκτηρισμὸς καὶ χλευασμός, τὸ δὲ | |
15 | ἐφ’ ἡμῶν ἀστεϊσμός. | |
16t | κʹ. ΠΕΡΙ ΣΑΡΚΑΣΜΟΥ. | |
17 | Σαρκασμός ἐστι μέχρι τοῦ σεσηρέναι τοὺς ὀδόντας παραφαίνειν, ὅπερ ἦν εἰκὸς ποιῆσαι τὸν Ἀχιλλέα λέ‐ γοντα· | |
20 | τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο. | |
22t | καʹ. ΠΕΡΙ ΜΥΚΤΗΡΙΣΜΟΥ. | |
23 | Μυκτηρισμός ἐστι τὸ μετὰ ποιᾶς κινήσεως καὶ συνα‐ γωγῆς τῶν μυκτήρων γινόμενον, ὥσπερ καὶ Μένανδρός | |
25 | φησιν, οἱ δὲ πάλιν ἐμυκτήρισαν, καὶ τὸ ἐπέμυξάν τινες οὕτως εἰλήφασι. | |
27t | κβʹ. ΠΕΡΙ ΧΑΡΙΕΝΤΙΣΜΟΥ. | |
28 | Χαριεντισμός ἐστι λόγος εὐτράπελος, ἐν ᾧ διαχεῖ‐ ται ὅ τε λέγων καὶ ὁ ἀκούων, | |
30 | ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα | 205 |
206 | Τρωσὶν ἅμ’ ἑσπέσθαι, τοὺς νῦν ἔκπαγλ’ ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων, πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν. | |
4t | κγʹ. ΠΕΡΙ ΕΠΙΚΕΡΤΟΜΗΣΕΩΣ. | |
5 | Ἐπικερτόμησίς ἐστιν ἀλληγορία μετὰ χλευασμοῦ ἐκ‐ φερομένη ἐφ’ ἡδονῇ τοῖς κατορθωθεῖσιν ὑπ’ αὐτῆς, οἷον τῷ δ’ ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ | |
10 | ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασι. | |
11t | κδʹ. ΠΕΡΙ ΑΣΤΕΙΣΜΟΥ. | |
12 | Ἀστεϊσμός ἐστι λόγος ἀφ’ ἑαυτοῦ διασυρτικὸς γενό‐ μενος, ὡς εἴ τις πλουτῶν λέγει, ἐγὼ δέ εἰμι πάντων πε‐ νέστατος, καὶ ὁ πάντας καταπαλαίων λέγει ὑπὸ πάντων | |
15 | πίπτειν. παρὰ δὲ Καλλιμάχῳ ἀστεϊζομένη ἡ ἐλαία φη‐ σίν, ἐγὼ φαύλη πάντων τῶν δένδρων εἰμί. καλεῖται δὲ τοῦτο καὶ προσποίησις. | |
18t | κεʹ. ΠΕΡΙ ΠΑΡΟΙΜΙΑΣ. | |
19 | Παροιμία ἐστὶ λόγος εἰρημένος ἐν ἀρχῇ πρὸς ἕτερον, | |
20 | λεγόμενος δὲ ὑφ’ ἡμῶν κατὰ ἀνακύκλησιν πρός τινα τῶν ὁμοηθῶν, ὡς παρὰ Σαπφοῖ, μήτ’ ἐμοὶ μέλι, | |
μήτε μέλιττα. | 206 |