TLG 0605 002 :: POLYBIUS :: De barbarismo et soloecismo POLYBIUS Rhet. De barbarismo et soloecismo Citation: Page — (line) | ||
283 | Τῶν περὶ τὰς λέξεις ἁμαρτημάτων ἃ μὲν περὶ μίαν λέξιν γίνε‐ ται, ὡς ὁ βαρβαρισμός, ἃ δὲ περὶ λόγον, ὡς ὁ σολοικισμός, ἃ δὲ περὶ ἐναλλαγὴν λέξεως ἐν συντάξει, ὡς ἡ ἀκυρολογία. βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν μιᾷ λέξει περὶ τὴν παρ’ | |
5 | ἑκάστοις συνήθειαν. γίνεται δὲ κατὰ τρόπους τέσσαρας· ἔνδειαν, πλεονασμόν, μετάθεσιν, ἐναλλαγήν, ἥτις καὶ ἀντίθεσις καλεῖται. κατὰ μὲν οὖν ἔνδειαν, εἴ τις λέγοι Δημοσθένε χωρὶς τοῦ α, καὶ | |
---|---|---|
γέγραφαν καὶ πεποίηκαν ἀντὶ τοῦ γεγράφασι καὶ πεποιήκασι· περὶ | 283 | |
284 | δὲ πλεονασμόν, εἴ τις λέγοι Αἰσχίνηα σὺν τῷ α, καὶ ἐλέγοσαν καὶ ἐφέροσαν ἀντὶ τοῦ ἔλεγον καὶ ἔφερον, καὶ κοιμᾶσαι καὶ στεφανοῦ‐ σαι τὸ δεύτερον παθητικὸν δέον κοιμᾷ καὶ στεφανοῖ, ἢ εἴ τις διαι‐ ροίη μὴ καλῶς, ὡς τὸ κοῖλον κόιλον· περὶ δὲ μετάθεσιν, εἴ τις φαίη | |
5 | κότραφον τὸν κρόταφον καὶ δρίφον τὸν δίφρον. περὶ δ’ ἐναλλαγὴν γίνεται βαρβαρισμὸς περὶ τὰς προσῳδίας, καὶ ὅταν ἕτερα ἀνθ’ ἑτέ‐ ρων λαμβάνηται γράμματα, οἷον εἴ τις λέγοι φιέλην τὴν φιάλην καὶ ὕελον τὴν ὕαλον Αἰνεία τε καὶ Λυσία τὴν γενικὴν δέον Αἰνείου καὶ Λυσίου, καὶ πετάμενος δέον πετόμενος, καὶ εἱλάμην ἀλλὰ οὐχ εἱ‐ | |
10 | λόμην· περὶ δὲ τὰς προσῳδίας περὶ μὲν τοὺς τόνους, εἴ τις λέγοι | 284 |
285 | ὀξυτόνως μὲν φιλός, βαρέως δὲ σόφος, καὶ περισπωμένως σανιδῶν, βαρέως δὲ Θρᾴκων· περὶ δὲ τοὺς χρόνους, εἴ τις τὸν μὲν μὴ ἐργα‐ ζόμενον συνεσταλμένως ἀργὸν λέγοι, τὴν δὲ πόλιν ἐκτεταμένως Ἄργος. γίνεται δὲ καὶ ἐν γραφῇ μόνῃ βαρβαρισμός, ὅταν τις μὴ | |
5 | κατὰ τὸν τῆς ὀρθογραφίας λόγον γράφῃ, διὰ μὲν τῆς ει διφθόγγου τὴν νείκην, διὰ δὲ μόνου τοῦ ι τὸ νῖκος, ἢ τὸ ἐνκέφαλος διὰ τοῦ ν ἀλλ’ οὐ διὰ τοῦ γ. βαρβαρίζουσι δὲ καὶ οἱ ὅλως ἐκφύλοις ταῖς λέξεσιν ἢ καθόλου ὑπηλλαγμέναις χρώμενοι καὶ λέγοντες στίλλον μὲν τὸ γραφεῖον καὶ κράββατον τὸν σκίμποδα. | |
10 | σολοικισμός ἐστιν ἡμαρτημένη λέξεων σύνθεσις παρὰ τὴν παρ’ ἑκάστοις συνήθειαν. ὡσπερεὶ δὲ ὁ βαρβαρισμὸς παρὰ τοὺς βαρβάρους εἴρηται, οὕτω καὶ ὁ σολοικισμὸς παρὰ τοὺς σολοίκους· καὶ γὰρ οὕτω τινὲς προσηγόρευσαν τοὺς βαρβάρους· ἢ κατὰ τὸ ἔτυμον, σολοικισμός ἐστι σώου λόγου αἰκισμός. γίνεται δὲ κατὰ | |
15 | τρόπους τέσσαρας· κατὰ ἔνδειαν, ὡς ἐν τῷ ἔρχονται πεδίοιο, ἐνδεῖ γὰρ ἡ διὰ πρόθεσις· κατὰ πλεονασμόν· | |
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες· | 285 | |
286 | πλεονάζει γὰρ ἡ ἐξ. κατὰ δὲ ἐναλλαγὴν γίνεται σολοικισμὸς ἤτοι ὅταν μέρος λόγου ἀνθ’ ἑτέρου τεθῇ, οἷον, εἰ οὕτω τύχοι, ὄνομα ἀντὶ ῥήματος· ὅν τις ὀιστεύσας ἔβαλεν τόξων εὖ εἰδώς, | |
5 | ἀντὶ τοῦ τοξεύειν· ἢ ὄνομα ἀντὶ ἐπιρρήματος· νέον δ’ ἐσαγείρατο θυμόν, ἀντὶ τοῦ νεωστί· ἢ μετοχὴ ἀντὶ ῥήματος· αἰνῶς ἀκτί‐ νεσσιν ἐοικότες, ἀντὶ τοῦ ἐοίκασιν· ἢ ἄρθρον ἀντὶ ἀντωνυμίας· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν· ἔδει γὰρ τούτῳ· ἢ ἄρθρον ἀντὶ ἐπιρ‐ ρήματος· τῷ τοι προφρονέως ἐρέω, ἀντὶ τοῦ διό· ἢ ἐπίρρημα | |
10 | ἀντὶ προθέσεως· ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον, ἀντὶ τοῦ εἰς ἱλὸς κόλπον· ἢ ὅταν τὰ συμβεβηκότα τοῖς τοῦ λόγου μέρεσιν εἰς ἄλληλα ἐναλλάσσηται, εἶδος, γένος, ἀριθμός· ἢ ὅταν αἱ | |
15 | διαφοραὶ τῶν ἐπιρρημάτων ἢ αἱ προθέσεις ἢ οἱ σύνδεσμοι ἢ αἱ τάξεις τῶν συνδέσμων ἐναλλάσσωνται. εἶδος ἐν μὲν ὀνόμασι· δῖα γυναικῶν ἀντὶ ὑπερθετικοῦ διοτάτη, καὶ μελάντερον ἠύτε πίσ‐ σα ἀντὶ ἀπολύτου τοῦ μέλαν ὡς πίσσα· ἐν δὲ ἀντωνυμίαις εἶδος, ὡς Ζηνόδοτος γράφει μνῆσαι πατρὸς σεῖο ἀντὶ τῆς σοῖο κτητι‐ | |
20 | κῆς· ἐν δὲ ἄρθροις εἶδος· καὶ θώρηχ’, ὁ γὰρ ἦν οἱ, ἀντὶ τοῦ | 286 |
287 | ὃς γὰρ ἦν οἱ· καὶ μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω ἀντὶ τοῦ ὁ μὲν νῦν. γένος δὲ ἐν μὲν ὀνόμασιν· Αἴθη θῆλυς ἐοῦσα ἀντὶ τοῦ θήλεια, καὶ ἡδὺς ἀυτμὴ ἀντὶ τοῦ ἡδεῖα· ἐν δὲ μετοχαῖς | |
5 | γένος· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ἀντὶ τοῦ πληγεῖσαι δυϊκῶς. ἀριθμὸς δὲ ἐν μὲν ὀνόμασι· Θέσπειαν Γραῖάν τε ἀντὶ τοῦ Θεσπείας· καὶ μειδιόων βλοσυροῖσι προσ‐ ώπασιν ἀντὶ τοῦ προσώπῳ· καὶ | |
10 | ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ· τὸ γὰρ ἀμφότερον ἐπὶ δύο καὶ οὐκ ἐπὶ πλειόνων τάσσεται. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τοῦ λόγου μέρεσιν εἰ ἐναλλάσσοιντο οἱ ἀριθμοί. περὶ δὲ σχῆμα, ὡς ἐν ἀντωνυμίαις· ζωγρεῖτ’, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι, ἀντὶ τοῦ ἐμαυτὸν συνθέτου. πτῶσις δὲ ἐν μὲν ὀνόμασιν· | |
15 | Νεστορίδα δ’ ὁ μὲν οὔτασεν ἀντὶ τοῦ Νεστοριδῶν· καὶ Τρω‐ | |
σὶν μὲν προμάχιζεν ἀντὶ τοῦ Τρώων, καὶ μητίετα Ζεὺς ἀντὶ | 287 | |
288 | τοῦ μητιέτης. ἐν δὲ μετοχαῖς πτῶσις· ἀστράπτων ἐπιδέξι’, ἐναίσιμα σήματα φαίνων ἀντὶ τοῦ ἀστράπτοντα καὶ φαίνοντα. ἐν δὲ ἀντωνυμίαις πτῶσις· ἡμῖν δ’ αὖτε κατεκλάσθη φίλον ἦτορ ἀντὶ τοῦ ἡμῶν. ἐν δὲ | |
5 | ἄρθροις πτῶσις· δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους ἐξ ὁμόθεν πεφυῶτας, ὁ μὲν φυλίης, ὁ δ’ ἐλαίης, ἀντὶ τοῦ τὸν μὲν φυλίης, τὸν δὲ ἐλαίης. περὶ δὲ τὰς ἐγκλίσεις· ἵνα εἴδομεν ἄμφω ἀντὶ τοῦ εἰδῶμεν, καὶ μὴ ἴομεν Δανοῖσι | |
10 | μαχησόμενοι ἀντὶ τοῦ μὴ ἴωμεν. διαθέσεις ἐν ῥήμασιν· ὀφθαλ‐ μοῖσιν ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ. διαθέσεις ἐν μετοχαῖς· πόλεις εὖ ναιεταώσας ἀντὶ τοῦ εὖ ναιομένας, καὶ κρέα πολλὰ δαιόμε‐ νος ἀντὶ τοῦ δαίων καὶ μερίζων. πρόσωπα ἐν ῥήμασιν· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ, | |
15 | σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος, ἀντὶ τοῦ ἐπιπειθόμεθα καὶ δεδμήμεθα. πρόσωπα ἐν ἀντωνυμίαις· δεῦτε δὴ ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι, | |
ἀντὶ τοῦ ὑμέτερον. χρόνοι ἐν ῥήμασιν· ἐγὼ δέ κ’ ἄγω Βρισηίδα | 288 | |
289 | ἀντὶ τοῦ ἄξω. ἐν δὲ μετοχαῖς χρόνοι· τοῖσι δ’ ἀνιστάμενος μετ‐ έφη ἀντὶ τοῦ ἀναστάς. ἐν δὲ ἐπιρρήμασι γίνεται σολοικισμὸς οὕτως· καὶ εἴσω δόρπον ἐκόσμει ἀντὶ τοῦ ἔνδον, καὶ ἐγγύθεν ἱστα‐ μένη ἀντὶ τοῦ ἐγγύς. ἐν δὲ προθέσεσιν· εἰς Ἀγαμέμνονα δῖον | |
5 | ἀντὶ τοῦ πρὸς Ἀγαμέμνονα, καὶ ὑπὸ Ἴλιον ἦλθον ἀντὶ τοῦ ἐπὶ Ἴλιον. ἐν δὲ συνδέσμοις· αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, ἀλλ’ ἕταρον πέμπω, ἀντὶ τοῦ ἑταῖρον δέ, καὶ | |
10 | ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλεν, ἀντὶ τοῦ κρατερὸν γάρ. περὶ δὲ τὴν ἐναλλαγὴν τῆς συντάξεως τῶν συνδέσμων γίνεται σολοικισμὸς οὕτως ὡς παρὰ Μενάνδρῳ· θυγάτριον, ἡ νῦν ἡμέρα δίδωσί μοι ἢ δόξαν ἤτοι διαβολήν. | |
15 | ἐχρῆν γὰρ ἤτοι δόξαν ἢ διαβολήν. ταῦτα δὲ πάντα παρὰ τοῖς μὲν ποιηταῖς σχήματα, καθ’ ὑπόθεσιν δὲ ἐν χώρᾳ σολοικισμῶν παρεί‐ | |
ληπται. | 289 |