TLG 0602 002 :: COMICA ADESPOTA (FCG) :: Fragmenta

COMICA ADESPOTA (FCG) Comic.
(Varia)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 5.1. Berlin: Reimer, 1857 (repr. Berlin: De Gruyter, 1970): cccliii, ccclix–ccclxii, ccclxiv–ccclxvi, ccclxviii, ccclxx, ccclxxiv, ccclxxvi, 118, 122–123.

Citation: Play — fragment — (line)

FCA

331

ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων.

FCA

390a

ἅτερος πρὸς τὸν ἕτερον ὑπαλείφεται τὼ χεῖρέ θ’ ὑποκονίεται.

FCA

390c

Μεγαρεῖς δὲ φεῦγε πάντας· εἰσὶ γὰρ πικροί.

FCA

390g

ὀκνεῖς λαλεῖν; οὕτω σφόδρ’ εἶ τηθαλλαδοῦς;

FCA

390h

ἡ δὲ προὐκαλεῖτό με
βαυβᾶν μετ’ αὐτῆς.

FCA

400-401

Ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων. Τόλμα τι, κινδύνευε, πρᾶττ’, ἀποτύγχανε,
ἐπίτυχε· πάντα μᾶλλον ἢ σαυτὸν προοῦ.

FCA

402

γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον.

FCA

403

τί ποτ’ ἐστὶ χλωρόν, ἀντιβολῶ, τὸ χρυσίον; Β. δέδοικ’ ἐπιβουλευόμενον ὑπὸ πάντων ἀεί.

FCA

404

αὐλεῖ Μαριανδυνοῖς καλάμοις *(θρηνῳδίαν)
κρούων ἰαστί.

FCA

425

αἰσχρὸν δὲ κρίνειν τὰ καλὰ τῷ πολλῷ ψόφῳ.

FCA

428

ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον.

FCA

429

ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν.

FCA

430

θύραζε Κᾶρες, οὐκέτ’ Ἀνθεστήρια.

FCA

431

εἶμι γάρ
ἐπ’ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου.

FCA

432

νῦν δὲ σωθείην ἵνα διδάγματ’ ᾖ μοι ταῦτα τοῦ λοιποῦ χρόνου.

FCA

433

ἡ γλῶττ’ ἀνέγνωχ’, ἡ δὲ φρὴν οὐ μανθάνει.

FCA

434

πᾶς ἐστι δούλῳ δεσπότης μονοσύλλαβος.

FCA

435

ὅστις ἐπὶ δεῖπνον ὀψὲ κληθεὶς ἔρχεται,
ἢ χωλός ἐστιν ἢ οὐ δίδωσι συμβολάς.

FCA

446

πλέον δυοῖν σοι χοινίκων ὁ δεσπότης
παρέχει.

FCA

448

οὗτος πατὴρ τοῦ παιδός· εἰ γὰρ ὤφελεν.

FCA

453-456

περὶ μεγάλων *(γὰρ) πραγμάτων σκοπουμένοις εὐνουστάτη σύμβουλος ἡ παρρησία. Παρρησίαν δὲ παντὸς ὠνοῦ χρυσίου. Ὁ *(δὲ) βίος ἔστ’ ἀλαζονείας δεόμενος.
5Φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ *(μανθάνειν).

FCA

488

χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.

FCA

32

Σικελίας αὔχημα τροφαλίς.

FCA

73

ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω.

FCA

389

Πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν.

FCA

390

Μισθοῦ γὰρ ἀνθρώπων τις ἄνθρωπον φιλεῖ.

FCA

391

Ὁ μέν τις ἀμπέλους
τρυγῶν, ὁ δ’ ἀμέργων τὰς ἐλάας.

FCA

392

Μετὰ τὴν ἀποβολὴν τοῦ Κλέωνος εὐθέως [μέγ’] ὑπερέβαλλεν ὁ κεραμεὺς Ὑπέρβολος.

FCA

393

Εἶτά μοι σκάπτων ἐρεῖ ἐφ’ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γάρ πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ.

FCA

395

Ἔχει τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο.