TLG 0602 001 :: COMICA ADESPOTA (FCG) :: Fragmenta comicorum anonymorum COMICA ADESPOTA (FCG) Comic. Fragmenta comicorum anonymorum frr. 1–13, 15–19b, 20b–27b, 27d–29, 31–42, 43b, 47–55, 57–63, 65–67, 71–73a, 74–75, 76b–79, 83–84, 89, 92–94, 95b–98, 100–101, 103, 132, 164, 167, 172, 174–175, 179, 182–188, 194–200, 202–206, 209, 216, 219–220, 222, 228, 235–236, 239–242, 245, 247–248, 253, 264, 280–282, 284–295a, 296a–307, 309b–311, 322, 326–327, 329–336, 339–341, 343a–372, 374–377, 379–383 Citation: Play — fragment — (line) | ||
FCAtit | FRAGMENTA COMICORUM ANONYMORUM. | |
FCA1 | Πόρνους μεγάλους Τιμαρχώδεις. | |
FCA2a | Καλὸν δὲ τὸ ζῆν, ἄν τις ὡς δεῖ ζῆν μάθῃ. | 599 |
FCA2b | Δᾶος πάρεστι τί ποτ’ ἀγγελῶν ἄρα; | |
FCA3 | Οὐδ’ ὅσον ἀκαρῆ τῆς τέχνης ἐπίσταμαι. | |
Κατέπεσον ἀκαρὴς τῷ δέει. | 600 | |
FCA4 | Γήμαντος αὐτοῦ δ’ εὐθὺς ἔσομ’ ἐλεύθερος. Ὡς τοῦτο δ’ εἶδεν, εὐθὺς ἦν ἄνω κάτω. | |
FCA5 | Ἀλλὰ θῦε τοὺς κέδρους. | |
FCA6 | Καὶ περιβόητον πᾶσιν ἀνθρώποις ποιεῖ αὑτὸν ὁ Κράτης, καὶ τοῦτο δὴ τὸ λεγόμενον ἥττων ἑαυτοῦ πορνιδίῳ τρισαθλίῳ | |
ἑαυτὸν οὕτω παραδέδωκεν. | 601 | |
FCA7 | Χρηστοῦ δίδαγμ’ εὐηθίας καὶ φιλανθρώπου λογισμοῦ. | |
FCA8 | Δεῖ δ’ οἶμαι γαμεῖν τὸν ἐπιμελῆσαι δυνατόν, οἰκονομεῖν ὄχλον πλείω. τὸν ἀμελῆ μᾶλλον ἐπιθυμοῦντα δέ | |
σχολῆς, ἵν’ ἔχων οἰκονόμον ἀδεῶς περιπατῇ. | 602 | |
FCA9 | Τὴν ἀξίαν ἔδει γαμεῖν τὸν ἄξιον. | |
FCA10-11 | Ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ. Ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν. | |
FCA12 | Οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος ξένος. | 603 |
FCA13 | Ἐγώ ς’ ἔθηκα δοῦλον ὄντ’ ἐλεύθερον. | |
FCA15 | Τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς ἀναφαίνει. | |
FCA16 | Ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεούς | |
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν· τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις, | 604 | |
5 | ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν. εἰς τὴν ἰατρικήν τε χρησιμώτατον· καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται, καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφέλημ’ ἔχει, ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν | |
---|---|---|
10 | τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον εὐθυμίαν, ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν, ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ, ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων. | |
FCA17 | Ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους, στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος, | |
κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα. | 605 | |
FCA18 | Οὔτ’ ἀλφίτοισι χαίρομεν· πλήρης γὰρ ἄρτων ἡ πόλις. | |
FCA19a | Μέλη πάραυλα κἀκρότητα κύμβαλα. | |
FCA19b | Γαστέρας | |
αὐταῖσι μήτραις καὶ καλῶν ζωμῶν πλέας. | 606 | |
FCA20b | Πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανών τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός. μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών. | |
FCA21b | Γυμνὴν ἐποίησε τὴν Ἀθηνᾶν Λαχάρης οὐδὲν ἐνοχλοῦσαν. | |
FCA22-26 | Ἀγαθὸς ἀνὴρ λέγοιτ’ ἂν ὁ φέρων τἀγαθά. | |
Ἀγαθὸς ἂν εἴη χὠ φέρων καλῶς κακά. Εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε. Ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε. | 607 | |
5 | Ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη. | |
FCA27a | Ἀλλ’ Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί, ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν. | |
FCA27b | Περιφέρειν ματτύην καὶ ποδάριον, καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως. | |
FCA27d | Γλῶττάν τέ σοι | |
δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα κινήσεις λέγων. | 608 | |
FCA27e | Κᾆτ’ ἀπερρώγειν ὁ πούς. | |
FCA28 | Κυψέλην δ’ ἔχεις ἄπλατον ἐν τοῖς ὠσίν. | |
FCA29 | Ἀπόδυθι ταχέως, Πάμφιλ’, ἡμέτερος ὁ πλοῦς. | 609 |
FCA31 | Σύκῳ μὰ τὴν Δήμητρα σῦκον οὐδὲ ἕν οὕτως ὅμοιον γέγονεν | |
FCA32 | Οὐδὲν γλυκύτερόν ἐστιν ἢ πάντ’ εἰδέναι. | |
FCA33 | Ἡ δεῦρ’ ὁδός σοι τί δύναται νῦν, θεοπρόπε; | 610 |
FCA35 | Ὧν ἐστι τὸ ζῆν οὐδὲν ἄλλ’ ἢ κραιπάλη, βαλανεῖ’, ἄκρατος, ἀμίδες, ἀργία, πότος. | |
FCA36 | Μιλησία σμάραγδος, ἐμπόλημα τιμηέστατον. | |
FCA37 | Καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου. | |
FCA38 | Τὸ δ’ ὅλον οὐκ ἐπίσταμαι ἐγὼ ψιθυρίζειν, οὐδὲ κατακεκλασμένος πλάγιον ποιήσας τὸν τράχηλον περιπατεῖν, ὥσπερ ἑτέρους ὁρῶ κιναίδους ἐνθάδε | |
5 | πολλοὺς ἐν ἄστει καὶ πεπιττοκοπημένους. | 611 |
FCA40 | Ἂν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον, κἂν μηδὲν ἄλλ’ ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἂν ἀφ’ ἑσπέρας | |
ἄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινες. | 612 | |
FCA41 | Τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος εὔπιστος ἀνδρῶν, ὅστις ἐλπίζει θεούς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, | |
5 | χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε; | 613 |
FCA41-42 | Ἀφόρητός ἐστιν εὐτυχῶν μαστιγίας. | |
Βασιλεῖς ἐγένοντο χοἰ πρὶν ὄντες αἰπόλοι. | 614 | |
FCA43b | Ἀμέλει ταδί μοι πρῶτον ἀμπίσχου λαβών. | |
FCA47 | Σύγγνωθί μοι καὶ μὴ χαλεφθῇς ὦ πάτερ. | |
FCA48 | Δῆμος ἄστατον κακόν | |
καὶ θαλάττῃ πάνθ’ ὅμοιον ὑπ’ ἀνέμου ῥιπίζεται, καὶ γαληνὸς ἔντ’ ἠχῷ πρὸς πνεῦμα βραχὺ κορύσσεται, κἄν τις αἰτία γένηται τὸν πολίτην κατέπιεν. | 615 | |
FCA49 | Δέσποινα πόλεων, πότνι’ Ἀθηναίων πόλις, ὡς δὴ καλόν σου φαίνεται τὸ νεώριον, ὡς καλὸς ὁ Παρθενών, καλὸς δ’ ὁ Πειραιεύς. ἄλση δὲ τίς πω τοιάδ’ ἔσχ’ ἄλλη πόλις; | |
5 | καὶ τοὐρανοῦ γ’ ὥς φασιν ἔστιν ἐν καλῷ. | 616 |
FCA50 | Τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι νομοθεσίᾳ τά τ’ ἄλλα καὶ ταυτὶ λέγειν· ὁ παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων μήτ’ εὐδοκιμείσθω μήτε μετεχέτω λόγου | |
5 | παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακόν κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος. εἴτ’ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον, εὐημερῶν κατάπαυσον· εἴτ’ οὐκ ἐπέτυχες, μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν. | |
FCA51 | Οὑριστικὸς δ’ Εὐβουλίδης κερατίνας ἐρωτῶν καὶ ψευδαλάζοσιν λόγοις τοὺς, ῥήτορας κυλίων | |
ἀπῆλθ’ ἔχων Δημοσθένους τὴν ῥωποπερπερήθραν. | 618 | |
FCA53 | Ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος. | 619 |
FCA54-55 | Εἶτα φίλ’, ὃς ἔχεις γυναῖκα σχοινίων πωλουμένων; Πάμφιλος γαμεῖ; γαμείτω· καὶ γὰρ ἠδίκησέ με. | |
FCA57 | Ὁ δ’ ἀγοράζει κλεῖδ’ ἔχων. | |
FCA58 | Ἵνα μὴ τὸ γῆρας ἐπαναβὰν αὐτὸν λάθῃ. | 620 |
FCA59 | Ἀπεψίαν πέπονθεν ἐξ ἀπληστίας. | |
FCA60 | Ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι. | |
FCA61 | Κἂν αἰγέρων ἔφυσαν εὐγενέστεραι. | |
FCA62 | Ναστοὺς τροφαλίδας ἀμφιφῶντας ἰτρία. | |
FCA63 | Μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος. | 621 |
FCA65 | Τὸν βδόλον δ’ οὐκ ἔστιν ἥτις ῥὶς ὑποστῆναι δύναιτ’ ἄν. | |
FCA66 | Ὕδωρ δὲ πίνει τὸν δὲ Βίβλινον στυγεῖ. | |
FCA67 | Τῇ κλίμακι | |
διαστρέφονται κατὰ μέλη στρεβλούμενοι. | 622 | |
FCA71 | Ὅστις τῆς ὁδοῦ ἡγήσεταί σοι τὴν ἐπιτάξ. | |
FCA72 | Ὦ Ζεῦ γενέσθαι τῆσδέ μ’ ἐξάντην νόσου. | |
FCA73a | Κἄγωγ’ ἂν ἔζην καὶ σὺ τὸν λοιπὸν χρόνον. | |
FCA74-75 | Συνεπίνομέν τε καὶ συνεκοτταβίζομεν. | |
Τῶν κοτταβίων τὰ πολλὰ ἡμέτερα ἦν. | 623 | |
FCA76b | Ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ. | |
FCA77 | Περίθες σεαυτῷ τὸν πνιγέα. | |
FCA78 | Ἧς χωρὶς οὐδὲν σεμνὸν ἐξευρίσκεται. | |
FCA79 | Ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα. | 624 |
FCA83 | Ἐξὸν καθεύδειν τὴν ἐρωμένην ἔχων. | |
FCA84 | Μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις. | 625 |
FCA89 | Δυοῖν γυναικοῖν εἷς ἀνὴρ οὐ στέργεται. | 626 |
FCA92 | Οὗτοι δ’ ἀφεστήκασι πλεῖν ἢ δύο δόχμα. | |
FCA93-94 | Νέα δ’ ἔτ’ ἐστίν, οὐχ ὁρᾷς; καὶ γνῶμ’ ἔχει. | |
Τὸ γνῶμα γοῦν βέβληκεν ὡς οὖς’ ἑπτέτης. | 627 | |
FCA95b | Χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογί αἰγυπτιάσει. | |
FCA96 | Τὸν ἄνδρ’ ἀπωσάμην τε κἀπεγλαψάμην. | |
FCA97 | Ψελλόν ἐστι καὶ καλεῖ τὴν ἄρκτον ἄρτον, τὴν δὲ Τυρὼ τροφαλίδα, | |
τὸ δ’ ἄστυ σῦκα. | 628 | |
FCA98 | Ἕξιππα καὶ τέθριππα καὶ ξυνωρίδες. | |
FCA100 | Ἑκάβην ὀτοτύζουσαν καὶ καόμενον τὸν ἀχυρμόν. | 629 |
FCA101 | Ὃς τόνδ’ ἔχεις τὸν σηκὸν ἵλεως γενοῦ. | |
FCA103 | Εἶτα δή | |
εἰς τὴν πόλιν ἄξεις τήνδε τὴν ὀνώνιδα; | 630 | |
FCA132 | Οὐδ’ Ἰταλιώτης, οὐδ’ ἀλαζὼν οὐδαμῶς. | 638 |
FCA164 | Ἐκ τοῦ γὰρ ἐσορᾶν γίγνετ’ ἀνθρώποις ἐρᾶν. | 645 |
FCA167 | Ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων. | 646 |
FCA172 | Ἀλλ’ ἢ τρίορχος ἢ πτέρων ἢ στρουθίας. | |
FCA174 | Τίς γὰρ ἄν ἀντὶ ῥαφανῖδος ὀξυθύμι’ εἰσορῶν | |
ἔλθοι πρὸς ἡμᾶς; | 647 | |
FCA179 | Φοινικελίκτην καὶ λόγων ἀλαζόνα. | 648 |
FCA182 | Οὐδ’ Ἀμυνίαν ὁρᾶτε πτωχὸν ὄντ’ ἐφ’ ἡμῖν; | |
FCA183 | Τῶν πολιτῶν ἄνδρας ὑμῖν δημιουργοὺς ἀποφανῶ. | |
FCA184 | Θυμελικὰν ἴθι μάκαρ φιλοφρόνως εἰς ἔριν. | 649 |
FCA185 | Εὐφράνας ἡμᾶς ἀπόπεμπ’ οἴκαδ’ ἄλλον ἄλλοσε. | |
FCA186 | Ἀνάπιπτε. Β. πότερον ἀνδριάντας ἑστιᾷς; | |
FCA187 | Βδελυρὸν μὲν οὖν τὸ πρᾶγμα, κοὐκ ἂν ἐβουλόμην | |
λαχεῖν· ἐπειδὴ δ’ ἔλαχον, οὐκ ἂν ἐβουλόμην. | 650 | |
FCA188 | Ἔνθα σταθεὶς φρές μ’ ὡς τὸ μειρακύλλιον. | 651 |
FCA194 | Ἀργοὶ κάθηνταί μοι γυναῖκες τέτταρες. | |
FCA195 | Βαὺ βαὺ καὶ κυνὸς φωνὴν ἱείς. | |
FCA196 | Ἀγρὸν ἔσχ’ ἐλάττω γῆν ἔχοντ’ ἐπιστολῆς | |
Λακωνικῆς. | 652 | |
FCA197 | Τοῖς γὰρ λάλοισιν ἐξ ἄκρου ἡ γλῶττα πᾶσίν ἐστι τετρυπημένη. | |
FCA198 | Ἡ Μυῖα δ’ ἔδακνεν αὐτὸν ἄχρι τῆς καρδίας. | |
FCA199 | Ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων. | |
FCA200 | Μολυβδίνας ἔχων πέδας ἐν βορβόρῳ κάθηται. | 653 |
FCA202 | Τουτὶ μὲν ὑπομόχθηρον, ἄλλο μοι λέγε. | |
FCA203-204 | Ἤδη δὲ λέξω τὸν λόγον τοῦ δράματος. Σκῆψις εὑρεθήσεται, λόγος τις. | |
FCA205 | Ἤμην πότ’ ἤμην τῶν σφριγώντων ἐν λόγοις. | |
FCA206 | Χειμῶνος ὄντος τρεῖς σισύρας ὑφείλετο. | 654 |
FCA209 | Μουσῶν εὐκόλων ἀνθρήνιον. | 655 |
FCA216 | Τοιαῦτα μέντοι πόλλ’ ἀναγκαίως ἔχει πάσχειν, ὅταν λάγνην τὸν ὀφθαλμὸν φορῇς. | |
FCA219 | Ὦ πρόδοτι καὶ παραγωγὲ καὶ μύραινα σύ. | 657 |
FCA220 | Μήθ’ ἁλμυρὸν εἶναι μήτε μῶρον ἐς τὸ πᾶν. | |
FCA222 | Οὐκ ἂν φθάνοιμι τὴν μάχαιραν παρακονῶν. | 658 |
FCA228 | Παῦσαι μελῳδοῦς’, ἀλλὰ πεζῇ μοι φράσον. | 659 |
FCA235 | Ἤδη γάρ εἰμι μουσικώτερος τρύχνου. | 660 |
FCA236 | Τρώκτης σφόδρ’ ἐστίν, ἅμα σεσηρὼς καὶ γελῶν. | |
FCA239 | Ἀκράχολον καὶ δύσκολόν τι φθέγγεται. | |
FCA240 | Αἰσχυνόμενος δὲ περιπλέκει τὴν συμφοράν. | |
FCA241 | Θερμολουσίαις ἁπαλοί, μαλθακευνίαις ἁβροί. | |
FCA242 | Ἀνόητά γ’ εἰ τοῦτ’ ἦλθες ἐπιτάξων ἐμοί. | 661 |
FCA245 | Ἀνεβόησεν οὐράνιον ὅσον. | |
FCA247 | Αὐτόκακον ἔοικε τῷδε. | |
FCA248 | Ἀστεῖον εἰπεῖν καὶ κατερρινημένον. | 662 |
FCA253 | Ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον. | 663 |
FCA264 | Ἐλαφρὸν παραινεῖν τῷ κακῶς πεπραγότι. | 664 |
FCA280 | Χωρὶς γὰρ οἰκοῦς’ ἁρεταὶ τῶν ἡδονῶν. | |
FCA281 | Εὐδαίμων Πολίαγρος | |
οὐράνιον αἶγα πλουτοφόρον τρέφων. | 667 | |
FCA282 | Τάλαντον ἡ προίξ· μὴ λάβω; ζῆν δ’ ἔστι μοι τάλαντον ὑπεριδόντι; τεύξομαι δ’ ὕπνου προέμενος; οὐ δώσω δὲ κἀν Αἵδου δίκην ὡς ἠσεβηκὼς εἰς τάλαντον ἀργυροῦν; | |
FCA284 | Γέρων γέροντι γλῶτταν ἡδίστην ἔχει, παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τ’ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ | |
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ. | 668 | |
FCA285 | Ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε, ἂν μὴ ποιήσω πέπονα μαστιγῶν ὅλον, ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον τὸ πρόσωπον. | |
FCA286 | Ὅταν δὲ νυστάζοντά μ’ ἡ λύπη λάβῃ, ἀπόλλυμ’ ὑπὸ τῶν ἐνυπνίων. | |
FCA287 | Εἶτ’ εἰ μὲν ᾔδεις, ὅτι τοῦτον τὸν βίον, | |
ὃν οὐκ ἐβίωσε, ζῶν διευτύχησεν ἄν, ὁ θάνατος οὐκ εὔκαιρος· εἰ δ’ ἤνεγκεν ἄν οὗτος ὁ βίος τι τῶν ἀνηκέστων, ἴσως | 669 | |
5 | ὁ θάνατος αὐτὸς σοῦ γέγονεν εὐνούστερος. | |
FCA288 | Τὰ πανοῦργα ταῦτ’ ὀψάρια χὐποτρίμματα. | |
FCA289 | Ὅ τι προῖκα μόνον ἔδωκαν ἡμῖν οἱ θεοί, τὸν ὕπνον, τί τοῦτο πολυτελὲς σαυτῷ ποιεῖς; | |
FCA290 | Ἔα μ’ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει. | 670 |
FCA291 | Τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, κακὸν ὀξυδορκεῖς, τὸ δ’ ἴδιον παραβλέπεις; | |
FCA292 | Ὁ δ’ οὔτ’ ἄγαν ὀπτοῖσιν οὔθ’ ἑφθοῖς ἄγαν, οὔθ’ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου ἠρτυμένοισι χαίρων ὥστ’ ἐπαινέσαι. | |
FCA293 | Ὦ φιλτάτη κλίνη. Βακχὶς θεόν ς’ ἐνόμισεν, εὐδαῖμον λύχνε· | |
καὶ τῶν θεῶν μέγιστος, εἰ ταύτῃ δοκεῖς. | 671 | |
FCA294 | Τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ. | |
FCA295a | Στρωμνὰς ἁλουργοὺς καὶ τραπέζας πολυτελεῖς. | |
FCA296a | Σκληράν, ἄκαρπον καὶ φυτεύεσθαι κακήν. | 672 |
FCA296 | Τὰ δ’ Ἴσθμι’ ἀποδοίμην ἂν ἡδέως ὅσου ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος. | |
FCA297-298 | Οἰκειότητα δ’ ἐμβλέπων ὠλίσθανον, ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός. Ἐμφύντ’ ἀποθανεῖν κἀπιγράμματος τυχεῖν. | |
FCA299-300 | Τίς δ’ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα δέξαιτ’ ἄν; εὖ γ’ οὖν ὡς γαμεῖν ἔχεις τάλας. | |
Γαμῶ γέρων εὖ οἶδα καὶ τοῖς γείτοσιν. | 673 | |
FCA301 | Λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ. | |
FCA302 | Γερονταγωγῶν κἀναμισθαρνεῖν διδούς. | |
FCA303 | Μητίοχος μὲν γὰρ στρατηγεῖ, Μητίοχος δὲ τὰς ὁδούς, Μητίοχος δ’ ἄρτους ἐποπτᾷ, Μητίοχος δὲ τἄλφιτα, | |
Μητίοχος δὲ πάντα ποιεῖ, Μητίοχος δ’ οἰμώξεται. | 674 | |
FCA304 | Δειπνῶμεν ἵνα θύωμεν ἵνα λουώμεθα. | 675 |
FCA305 | Τί καὶ κάθῃ; πίωμεν· οὐ καὶ σιτία πάρεστιν ὦ δύστηνε; μὴ σαυτῷ φθόνει. οἱ δ’ εὐθὺς ἠλάλαξαν, ἐν δ’ ἐκίρνατο οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις· | |
5 | ὑμνεῖτο δ’ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης, ὁ Φοῖβος οὐ προσῳδά· τήν τ’ ἐναύλιον | |
ὠθῶν τις ἐξέκλαξε σύγκοιτον φίλην. | 676 | |
FCA306 | Ἐξυβρίσας πειθαρχεῖν οὐκέτι τολμᾷ, ἀλλὰ δακνάζει τὴν Εὔβοιαν καὶ ταῖς νήσοις ἐπιπηδᾷ. | |
FCA307 | Δεινὸν ... κεραυνὸν ἐν γλώττῃ φέρει. | 677 |
FCA309b | Ἀνὴρ ἄριστος τἄλλα πλὴν ἐν ἀσπίδι. | 678 |
FCA310 | Ψαιστὰ λιβανωτὸν μόνα τ’ αὐτῶν ἥσομαι· οὐ τοῖς φίλοις θύω γὰρ ἀλλὰ τοῖς θεοῖς τανῦν. | |
FCA311 | Εἰ μνημονεύεις εὖ παθὼν φιλεῖς τέ με, ἀπέχω πάλαι, Φιλῖνε, παρὰ σοῦ τὴν χάριν· | |
τούτου γὰρ αὐτὴν ἕνεκα πρὸς σὲ κατεθέμην. | 679 | |
FCA326 | Ἱμάτιον ἐφόρει μαλακὸν ἐρίων Σικελικῶν. Τὸ δὲ προσκεφάλαιόν φησιν ἅμα σοὶ βούλομαι. | |
FCA327 | Ὁ πρῶτος εἰπών „μεταβολὴ πάντων γλυκύ,“ οὐχ ὑγίαινε, δέσποτ’. ἐκ μὲν γὰρ κόπου | |
γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ, καὶ τἄλλα δὴ τὰ τοιαῦτ’· ἐὰν δ’ ἐκ πλουσίου | 683 | |
5 | πτωχὸς γένηται, μεταβολὴ μὲν ἡδὺ δ’ οὔ. ὥστ’ οὐχὶ πάντων ἡ μεταβολὴ δὴ γλυκύ. | |
FCA329 | Ἀλλ’ Ἡράκλεις αὐλεῖ τις. | |
FCA330 | Καὶ γὰρ μετὰ Κάλλα γέγονα καὶ μετ’ Αἰχμία, καὶ μετὰ Μενοίτα καὶ μετὰ Περδίκκα πάλιν, | |
καὶ ναί γε μὰ Δία τρίτον ἔτος μετὰ Κινησία. | 684 | |
FCA331 | Ἐλάνθανές με ῥᾳδιουργῶν περὶ τὴν πόλιν. | |
FCA332 | Ἡ ναῦλος ἡμῖν τῆς νεὼς ὀφείλεται. | |
FCA333 | Εἰ συγκεχρῶσθαι τοῖς νεκροῖς δυνήσεται. | 685 |
FCA334 | Εὐθὺς δὲ Φοῖνιξ γίγνομαι· τῇ μὲν δίδωμι χειρὶ τῇ δὲ λαμβάνω. | |
FCA335a | Τὸ κνῖσος ὀπτῶν ὀλλύεις τοὺς γείτονας. | |
FCA335b | Ὀλίγα τραύματ’ ἐξόπισθ’ ἔχων | |
τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους. | 686 | |
FCA336 | Ἀλλ’ ἔπεσε ταχέως· δειλινὸς γὰρ ἤρξατο. | |
FCA339 | Ἀμορφότατος τὴν ὄψιν εἰμὶ γὰρ φόβος, | |
πάντων ἐλάχιστον τοῦ καλοῦ μετέχων θεός. | 687 | |
FCA340 | Κέρδαιν’ ἑταῖρε καὶ θέρους καὶ χειμῶνος. | |
FCA341 | Βοιωτιάζειν ἔμαθες. | |
FCA343ab | Ἅπαντα τὰ καλὰ τοῦ πονοῦντος γίγνεται. | |
Ἅπανθ’ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος. | 688 | |
FCA344 | Οὐκ ἄν τις εἴπῃ πολλὰ θαυμασθήσεται, ὁ μικρὰ δ’ εἰπὼν μᾶλλον ἂν ᾖ χρήσιμα. | |
FCA345 | Ληρεῖς ἐν οὐ δέοντι καιρῷ φιλοσοφῶν. | |
FCA346 | Παραπλήσιον πρᾶγμ’ ἐστι γῆρας καὶ γάμος. τυχεῖν γὰρ αὐτῶν ἀμφοτέρων σπουδάζομεν, ὅταν δὲ τύχωμεν ὕστερον λυπούμεθα. | |
FCA347 | Τὸν τῇ φύσει οἰκεῖον οὐδεὶς καιρὸς ἀλλότριον ποιεῖ. | |
FCA348 | Γυναῖκα θάπτειν κρεῖττόν ἐστιν ἢ γαμεῖν. | |
FCA349 | Ὅταν γὰρ ἄλοχον εἰς δόμους ἄγῃ πόσις. οὐχ ὡς δοκεῖ γυναῖκα λαμβάνει μόνον, ὁμοῦ δὲ τῇδ’ ἐπεισκομίζεται λαβών | |
καὶ δαίμον’ ἤτοι χρηστὸν ἢ τοὐναντίον. | 689 | |
FCA350 | Ἐγὼ γεωργῶ τὸν ἀγρόν, οὐχ ὅπως τρέφῃ αὐτός με, παρ’ ἐμοῦ δ’ ἵνα τροφὴν προσλαμβάνῃ. σκάπτω γὰρ αὐτὸς ἐπιμελῶς σπείρω τ’ ἀεί, καὶ πάντα ποιῶ πρὸς τὸ δοῦναι καὶ λαβεῖν. | |
5 | ὁ δὲ λαμβάνει μέν, ἀποδίδωσι δ’ οὐδὲ ἕν. ἀποστερητὴν ἔλαθον ἀγοράσας ἀγρόν. ἔσπειρα μὲν κριθῶν μεδίμνους εἴκοσιν· τούτων ἀπέδωκεν οὐδ’ ὅλους τρισκαίδεκα, οἱ δ’ ἕπτ’ ἐπὶ Θήβας ἐστράτευσάν μοι δοκῶ· | |
10 | τὸ τῶν γυναικῶν σχῆμα διατηρεῖ μόνον. Β. ὀνησιφόρα γένοιτο. Α. τοῦτο γίγνεται. | |
ὃ γὰρ φέρει νῦν οὗτος, εἷς ὄνος φέρει. | 690 | |
FCA351 | Τηρεῖν μὲν ἑτέρους οἱ γέροντες δυνάμεθα, ὑμεῖς δ’ ἀπολαύειν, ὧν ἔχουσιν, οἱ νέοι. | |
FCA352-353 | Ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά. Ἔρημός ἐστ’ ἄνθρωπος ἠπορημένος. | |
FCA354 | Μηδέποτε πεῖραν τοῖς θεοῖς εὔχου λαβεῖν, Φαίδιμε, τοιούτου μηδενός, μηδ’ εἰδέναι ὡς ἔστιν ἑτέρῳ ῥᾴδιον παραινέσαι. | |
FCA355-356 | Ἅπανθ’ ὁρῶ | |
ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε. Ἀλλ’ ἐστὶν εὔστοχόν τι βουλευτήριον ταὐτόματον. | 691 | |
FCA357 | Ἐπηρεαστικόν γέ τι ταὐτόματόν ἐστι τῷ βίῳ. | |
FCA358 | Ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντ’ ἐπισκοποῦς’ ἀεί καὶ νέμους’ ἡμῶν ἑκάστῳ τὴν κατ’ ἀξίαν τύχη μερίδα. | |
FCA359 | Ὁ πολὺς χρόνος πάντ’ ἐξελέγχει Νικοφῶν. | |
FCA360 | Πᾶς ὁ καθ’ ἑαυτὸν τεχνολογῶν θαυμάζεται, διακρινόμενος δὲ πρὸς ἑτέρους ἐλέγχεται ὑποβολιμαίαν σύνεσιν ἠμφιεσμένος. | |
FCA361 | Ἐρημία μεγάλη ’στὶν ἡ μεγάλη πόλις. | 692 |
FCA362 | Εἰ δὲ πᾶν ἔχει καλῶς, τῷ παιγνίῳ δότε κρότον καὶ πάντες ὑμεῖς μετὰ χαρᾶς κτυπήσατε. | |
FCA363 | Οἶνός μ’ ἔπεισε δαιμόνων ὑπέρτατος. | 693 |
FCA364 | Χρυσί’ ἔστ’ ἄπεφθα τοῖς Παταικοῖς ἐμφερῆ. | 694 |
FCA365 | Ἀπηλλάγημεν πολυχέσου νοσήματος. | |
FCA366 | Ἀσπαζόμεσθ’ ἐρετμία καὶ σκαλμίδια. | |
FCA367 | Μυκονίων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια. | |
FCA368 | Καὶ φθειριῶσαν ὡς ὁ πρὶν Καλλισθένης. | 695 |
FCA369 | Χαλκεὺς οἷά τις γέμων καπνοῦ τε καὶ μαρίλης. | |
FCA370 | Μὴ πολλάκις πρὸς τὸν αὐτὸν δεῖ λίθον παίειν ἔχοντα καιρὸν ὁμολογούμενον. | |
FCA371 | Ἀλλ’ οὐδὲν δεῖ περὶ τὸν βωμὸν βαστάζειν τὰς ἐπινοίας. | 696 |
FCA374 | Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ. | |
FCA375 | Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα. | |
FCA376 | Εἰ μὴ δύναιο βοῦν ἐλᾶν ἔλαυν’ ὄνον. | 697 |
FCA377 | Ἐκκέκοφθ’ ἡ μουσική. | |
FCA379 | Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων σῖτον τετρύγηκας. | |
FCA380 | Γέροντι μηδὲν μηδέποτε χρηστὸν ποιεῖν. | |
FCA381 | Ἵππος με φέρει, βασιλεύς με τρέφει. | 698 |
FCA382 | Μηδέποτε μηδεὶς γένοιτο Μεγαρέων σοφώτερος. | |
FCA383 | Ἐκ τῆς αὐτῆς ψιάθου γεγονώς. | 699 |