TLG 0598 024 :: RHETORICA ANONYMA :: Declamatio Paridis ad senatum Troianum RHETORICA ANONYMA Rhet. Declamatio Paridis ad senatum Troianum Citation: Page — (line) | ||
279(1t) | 〈Anonymi Declamatio Paridis ad Senatum Troianum〉 | |
1 | Εἰ μὲν ἡγούμην, ὦ Τρῶες, τοὺς ἐκ τῶν πρέσβεων τῶνδε λόγους ὡς ἔδει γε‐ 〈γε〉νημένους ὑπὲρ ὧν ἀφίκοντο, οὐδεμιᾶς ἂν ἐδεόμην πρὸς αὐτοὺς ἀπολο‐ γίας· ἐπεὶ δ’ ἐν σχήματι πρεσβείας τὰ μὲν καὶ πάνυ με φαίνονται διαβε‐ βληκότες, πολλὰ δὲ καὶ τῶν πραγμάτων πρὸς ὑμᾶς ἀπήγγειλαν οὐχ ὡς | |
---|---|---|
5 | ἔχουσιν, εἰκότως οἷμαι τυγχάνειν συγγνώμης ἂν ἐξ ὑμῶν εἰ περὶ ὧν εἰρήκασιν ἀνέστην ἀπολογησόμενος, ἄλλως τε καὶ περὶ πραγμάτων οὐ γενομένων ἐνθάδε ποιησαμένων τοὺς λόγους· ἐφ’ οἷς ὑμεῖς εἰ μὴ σκοπήσετε τἀληθές, δέδοικα μή τι τῶν οὐ προσηκόντων ὑπὲρ αὐτῶν ὑπολάβητε. εἰ μὲν γὰρ τῶν πεπραγμένων εἴχετε πεῖραν ἐφ’ οἷς κατηγόρημαι | |
10 | παρὰ τούτων πρὸς ὑμᾶς, οὐδενὸς ἂν ἴσως ἔδει μοι λόγου, ἀλλ’ εἴων ὑμᾶς ὑπὲρ τῶν ἐγνωσμένων ὅπως ἂν δόξοι βουλεύεσθαι· ἐπεὶ δὲ πολὺ τῆς Τροίας ἡ Λακεδαίμων—ὅπου μέ φασιν ἠδικηκέναι—διέστηκε, τῆς δὲ περὶ τούτου πρεσβείας οἱ λόγοι ἐνταῦθα γίνονται παρ’ ὑμῖν, καὶ τὴν πρὸς ὑμᾶς περὶ τούτων ἀπολογίαν οὐχ ἧττον ἐμοὶ προσήκουσαν ὑπολαμβάνω τῶν ἄλλων· | |
15 | οὐδεὶς γάρ, οἶμαι, τῶν ἐκεῖ γεγενημένων μᾶλλον ἐμοῦ καθέστηκεν ἔμπειρος· ὥστε εἰκότως ἂν ἔχοιμι τῶν ἄλλων ἀκριβέστερόν τι καὶ πρὸς τὴν τούτων πρέσβευσιν λέγειν καὶ πρὸς ἃ κατ’ ἐμοῦ ἐγκλήματα διεξῆλθον. Τὸ μὲν οὖν τὴν πάλαι τῶν βαρβάρων διαφορὰν πρὸς τοὺς Ἕλληνας καὶ ὅσα δι’ αὐτὴν πρὸς ἀλλήλους γεγόνασιν ἀφηγεῖσθαι, καὶ δι’ αὐτῶν ἀποδεικνύναι μηδεμίαν | |
20 | αἰτίαν προσεῖναι τοῖς πεπραγμένοις ἐάσω, καίτοι μὴ πολλῆς τινος δυσχερείας δεόμενον· ἐκ γάρ τοι ὧν πολλῷ χαλεπωτέρων πρὸς ἄλλους τοὺς ἡμῖν ὁμοφύλους ἔδρασαν, ἔμαθον ἂν μετρίων παρ’ ἡμῶν τετυχηκότες αὐτοί· ἀλλ’ ἵνα μὴ διατριβὴ τῷ λόγῳ γένηται (νομίζω γάρ μου σαφέστερον εἰδέναι | |
ταῦτα πάντας ὑμᾶς) παραλείψω· μικρὰ δὲ τῶν προγενομένων ὑμᾶς | 279 | |
280 | ἀναμνήσας, οὕτως ἤδη καὶ πρὸς τὸ λοιπὸν τοῦ λόγου χωρήσω· ταῦτα γὰρ ἀκούσαντες, ῥᾴδιον αὐτίκα περὶ τῶν ἄλλων ἐγνωκότες ἔσεσθε. Ἀφίκοντο εἰς Ἴδην Ἀθηνᾶ τε καὶ Ἥρα σὺν Ἀφροδίτῃ περὶ κάλλους ἅμιλλαν ἔχουσαι πρὸς ἀλλήλας, καί με καταλαβοῦσαι πεμφθῆναί τε ἔφασαν παρὰ τοῦ Διὸς | |
5 | ὅπως ἐγὼ ψηφίσωμαι τίς αὐτῶν εἴη καλλίστη, καὶ ἐπὶ τούτοις ὑπισχνεῖτο ἑκάστη δῶρα, εἰ κάλλει κριθείη παρὰ τὰς ἄλλας· Ἥρα μὲν ἀρχήν μοι τὴν μεγίστην τῶν ἐπὶ γῆς ἐγχειρίσασθαι, Ἀθηνᾶ δὲ τὸ περὶ φρόνησίν τε καὶ σοφίαν καὶ ὅπλα παρὰ πάντας θαυμάζεσθαι, ἡ τρίτη δὲ τὴν καλλίστην γενομένην τῶν ἐπὶ γῆς καὶ μόνην ὡς ἐν φύσει θνητῇ κάλλος ἀθάνατον | |
10 | σῴζουσαν. ἐδόκει δὴ τὰ τῆς Κύπριδος αἱρετώτερα· ἑώρων γάρ μοι χαριζομένην ὑπὲρ ὧν καὶ πρὸς τὰς ἄλλας αὐτὴ καὶ πρὸς αὐτὴν αἱ ἄλλαι τῶν θεῶν ἐδικάζοντο· οὕτως οὖν ἐπὶ δωροδοκίαις καλλίσταις κάλλει τὰς ἄλλας παρενεγκοῦσα θεὰς ἀπῄει φέρουσα τὴν νικῶσαν. Μετὰ ταῦτα δὲ χρόνου περι〈ι〉όντος, ὦ Τρῶες, ἐδόκει μικρὸν ἀποδημῆσαί μοι τῆς πατρίδος, καὶ τῆς | |
15 | Ἑλλάδος—ἣν ἐπυνθανόμην πόλεις τε ἔχειν εὐνομουμένας ἀγῶσί τε δημοσίοις καὶ ἀρετῶν παντοίων θαλλούσας ἀσκήσεσιν—αὐτόπτην με γεγονέναι κατέσχεν ἔρως. ὄντων δὲ πάντων ἡμῖν ἑτοίμων μετὰ παρασκευῆς ἀξίας τῶν πρὸς τὸν πλοῦν, ἀναβάντες ἐπλέομεν μετὰ ῥᾳστώνης οὐ φαύλης, πόλεις τε παραμειβόμενοι παρακτίας καὶ νήσους, ὧν οὐδὲν τοῖς πλέουσιν ἥδιον, | |
20 | ἄλλως 〈τε〉 κἂν μήπω τύχωσιν ἐπὶ νεὼς ἀποδημήσαντες. τέλος δὲ κατεπλεύσαμεν εἰς τὴν Λακωνικήν, καὶ χρόνον ἐκεῖ διατρίψαντες—ταύτην γὰρ ἐπεπύσ〈με〉θα παρὰ τὰς ἄλλας ἀγῶσί τε χαίρειν ἀνδρίας καὶ γυμνασίοις ἐννόμοις χρωμένην—ἐμέλλομεν ἤδη πρὸς τὴν τῶν ἄλλων θεωρίαν στέλλεσθαι· παρελθὼν δὲ Μενέλαος οὑτοσὶ μετέπεμπε τότε πρὸς τὴν οἰκίαν | |
25 | τὴν ἑαυτοῦ καὶ φιλοφρόνως ἐξένιζε καὶ πολυτελῶς· καθ’ ὃν ὑπ’ ἐμοῦ φησιν ἠδικῆσθαι χρόνον, ὡς μήτε Δία ξένιον αἰδεσθέντος παρά τε τὸν τοῦ δικαίου λόγον αἰσχρὰ τετολμηκότος εἰς ἣν ἐξενίσθην οἰκίαν, καὶ τέλος—ὡς ἄρτι λέγοντος ἠκούετε—τὴν αὐτοῦ γυναῖκα βιασάμενον ἐπισπάσασθαι κατηγόρει μου· ἐνταῦθα τὸ μέγιστον αὐτοῦ τῶν λόγων τεκμήριον ἄξιον | |
30 | ἐξετάσαι. Εἰ μὲν γὰρ ᾔσθετό με κἂν μόνοις ὄμμασιν ἠσχημονηκότα μὴ πρὸς τὰς εὐγενεῖς τε καὶ ἐλευθέρας μόνον τῶν πολιτῶν, ἀλλὰ πρὸς οἱανδήποτε τὴν τυχοῦσαν, ἢ τὸν πρὸ τοῦ χρόνον ἢ τὸν μεθ’ ὃν εἰσῆλθον εἰς τὴν οἰκίαν αὐτοῦ, ὁμολογῶ κάκιστός τε καὶ πάντων ἀσελγέστατος γεγονέναι· λέγει δέ με ταῦτα πράττειν ἴσως ὑποκρινόμενον. ἐγὼ δὲ νομίζω μεγίστην μὲν | |
35 | ὑπόκρισιν τὸ τὸν προσποιούμενον ἀπέχειν ὧν ἐπιθυμεῖ μὴ διατρίβειν μηδὲ | 280 |
281 | συνεῖναι τούτοις ὅθεν αὐτῷ τις ὑποψία γενήσοιτο, εἰ μέλλοι τὴν ἐναντίαν καταλιπεῖν τοῖς ἔξωθεν δόξαν περὶ αὑτοῦ· ὅπερ εἰκὸς ἦν κἀμὲ τότε μελετῶντα τοιαῦτα προγνῶναι τε καὶ φυλάξασθαι, εἰ δὲ καὶ ταῦτά με φήσει ποιεῖν ἐπίτηδες ἵνα ὡς ἥκιστα δῆλος εἴην. ἐγὼ δὲ τὴν ἐρωτικὴν δυναστείαν | |
5 | ἀκατάσχετον ἡγοῦμαι τῇ τοῦ πυρὸς παραπλήσιον· δῆλον δὲ ὡς, ταῦτα ἐγὼ σοφιζόμενος πάντα καὶ ἀφανέσι κινδύνοις ἐμαυτὸν ἐπιρρίπτων ἔρωτι κατειλημμένος, ὑπὸ τῆς ἐκείνου βίας ἠγωνιζόμην ἀναγκαζόμενος· ἣν οὐκ ἂν ἠδυνάμην πολὺν ἤδη κρύπτεσθαι χρόνον, ἄλλως τε καὶ γενόμενος ὁμωρόφιος μεθ’ ἧς ἂν ὑπωπτευόμην τοιαῦτα πάσχειν· ἀλλ’ οὐδὲν ᾔσθετο | |
10 | τοιοῦτον, ὡς αὐτὸς ἐμαρτύρει περὶ ἐμέ, οὔτε λόγον οὔτ’ ἔργον οἷα πολλοὺς ἐκκαλύπτειν ἀναγκάζει τὸν οἰκεῖον ἔρωτα· καίτοι καὶ ταῦτα εἰκότως ἂν ἐν ὑποκρίσεως γίνοιτο μέρει· ὁ γὰρ διὰ τῶν προδηλοτάτων ἔργων ἡγούμενος κρύπτεσθαι, ποίαν ὑποψίαν ἐκ τῶν τυχόντων λόγων τε καὶ πραγμάτων δέχοιτο; Ὡς μὲν οὖν οὐκ ἐγώ ποτε μετὰ τοιαύτης εἰσῆλθον γνώμης εἰς τὴν | |
15 | οἰκίαν τὴν σεαυτοῦ, ἱκανῶς ἀποδεῖξαι νομίζω. ἐπεὶ δὲ καὶ μηδέν τί μέ φησι τῶν προσηκόντων λαβεῖν καὶ διὰ τοῦτ’ ἀποδοῦναι κελεύει, ταῦτα λέγειν ἔχω καὶ περὶ τούτων. εἰ μὲν τὴν περὶ χρημάτων λέγεις ἀπόδοσιν ὡς μὴ προσηκόντων μοι γίνεσθαι δεῖν, δικαίως τέ μοι λέγειν δοκεῖς καὶ ἄσμενος ἀποδώσω· [ὅτου δή ποτε εἰληφότος] ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, κἄν τε | |
20 | παρ’ ἐμοῦ κἄν τε παρ’ ἄλλ〈ου〉 ληφθείη, εὐλόγως ἂν λέγοιτο εἰλημμένα· εἰ δὲ καὶ περὶ τῆς γυναικὸς τὴν αὐτὴν ἔχεις γνώμην ὡς τὸν αὐτὸν τρόπον ληφθείσης ὅνπερ καὶ τὰ χρήματα, καὶ διὰ τοῦτο κελεύεις ἀποδοθῆναί σοι, πολὺ τοῦ προσήκοντος ἀφέστηκας, οἶμαι, λόγου· τίς γὰρ οὐκ οἶδεν ὡς οὐχὶ λῆψις ἐφ’ ἅπασιν ὁμοίως ἂν λέγοιτο, ἀλλὰ χρήματα μὲν καὶ 〈τῶν〉 ἄλλων | |
25 | ὅσα ταῖς ἡμετέραις χερσὶν ἕξομεν, λαβεῖν λέγομεν; τοῦτο δέ, πῶς ἂν οἰκείως ἐπ’ ἀνθρώπων κτήσεως λέγοιτο; σὺ δέ, τῇ Κύπριδι μὴ δυνάμενος ἐγκαλεῖν ὅτι τὰς πρὸς ἡμᾶς ὑποσχέσεις ἐπλήρωσεν, οὕτω πρὸς ἡμῶν κατηγορίαν σαυτὸν ἔτρεψας· ἐγὼ μὲν οὖν παρ’ αὐτῆς ὁμολογῶ τῶν δικαίων τυγχάνειν καὶ χάριν ὑπὲρ τούτων ὀφείλειν αὐτῇ, φιλῶν τε καὶ στέργων εἰκότως τὴν | |
30 | παρ’ ἐκείνης δοθεῖσάν μοι καὶ μηδὲν τῶν ὄντων αὐτῆς ἡγούμενος περ πλείονος, καὶ ἐξαμαρτάνειν οὐδέν μοι δοκῶ περὶ ταῦτα, οὐ μᾶλλον ἢ εἰ καὶ παρὰ τῶν τοῦ Πυθίου χρησμῶν ἐπὶ τούτοις ὑπήκουσα κελευθείς. εἴτε δὲ ταύτης ἄξιος εἴτε καὶ μὴ προσήκων παρά τε ταύτης αὐτῆς ἔξεστί σοι μανθάνειν τῆς Κύπριδος ἥτις οὕτως ἔχειν ἔταξε ταῦτα παρά τε τῆς γυναικὸς | |
35 | ἥτις προθύμως ὑπήκουσε τῇ θεῷ. ὅλως δέ, οὐκ ἂν ἔγωγε ψέγειν ἔχοιμι οὔτε | |
θεῶν βουλεύματα οὔτε τοὺς ἑπομένους ἐκείνοις· οἶμαι δὲ ὡς οὐδὲ τῶν | 281 | |
282 | πάντων οὐδεὶς εἰκότως. εἰ δέ σοι δοκεῖ παρ’ αὐτῶν ἀδικεῖσθαι οἷς οὕτω περὶ τούτων ἔδοξε, παρ’ αὐτῶν σε τὸν ὑπὲρ τούτου λόγον ἔοικεν ἀπαιτεῖν· ἐγὼ δέ, ὃ καὶ τῶν ἄλλων ἕκαστος ἂν ἐποίησεν ᾧ περὶ τῶν αὑτοῦ σωφρόνως βουλεύεσθαι μέλοι, τοῦτο πεποίηκα καὶ αὐτός, τοῦ μὲν βιάζεσθαί τινα ἢ | |
5 | ἀδικεῖν ἑκὼν εἶναι παντάπασιν ἀπεχόμενος, τοῖς δὲ ἄλλως συμβαίνουσιν ὡς συμφέροι χρῆσθαι μηδὲν ἡγούμενος ἄτοπον. Ὑμεῖς τε, ὦ Τρῶες, εἰ ἄλλα παρὰ ταῦτα ἐγνωκότες ἔσεσθε—ἐγὼ μὲν ἔτι οὐχ ὁρῶ διόπερ ὑμῖν ταῦτ’ οὐκ ὀρθῶς ἔχειν δόξει· εἰ μὲν γὰρ ἐβιασάμην ἢ καὶ λόγοις ἔπεισα, εἰ τὴν τῶν προφάσεων ἐλαχίστην ὁρμηθεῖσαν εὕροιτε παρ’ ἐμοῦ, αὐτίκα περὶ τῆς ἐμῆς | |
10 | βουλεύεσθε κολάσεως, ὡς ἂν γένοιτο χαλεπωτάτη μάλιστα· εἰ δὲ ἥν—ἐκ πολλῶν ὡς ἀπέδειξα τρόπων—εὐλόγως ἐδεξάμην καὶ στέργω, τίς ἀδικίαν ταῦτα νομίσοι; καὶ πόλεις δὲ ὁρᾶν ἔστιν ἀφισταμένας, μὴ συμμαχίας παρούσης μηδὲ σπονδῶν τῷ κεκτημένῳ ταύτας πρὸς ὃν ἂν τράποιντο, ἀλλ’ οὐκ ἀποπεμπομένας. ἀλλ’ εἰ μὲν ἄλλως ὁ δεξάμενος χαρίζεσθαι βουληθείη | |
15 | τῷ πρότερον ἄρχοντι τούτων, τῆς αὐτῆς τούτῳ γνώμης καὶ προαιρέσεως ἐχόμενος [δὲ] εἰκότως ἂν οἰκείους ἡγοῖτο, ἄλλως τε κἂν μηδέν τι πρὸς τὴν ἀπόστασιν συμβάλλοιτο παρ’ αὑτοῦ. οὕτω μὲν ἔγωγε ἐμαυτὸν μηδέν τι τῶν ἀτόπων πρᾶξαι πείθω· εἰ δ’ ὑμεῖς, ὦ Τρῶες, τἀναντία ψηφίσεσθε, πρῶτον μὲν τὴν Ἀσίαν τῆς Εὐρώπης ὑπήκοον ἀποδείξετε, καὶ τὰ κατὰ τῶν | |
20 | βαρβάρων προγε〈γε〉νημένα τοῖς Ἕλλησιν ὀρθῶς τε καὶ μετὰ δικαίου λόγου πεπρᾶχθαι—καίτοι πολλῷ γεγονότα τουτωνὶ χαλεπώτερα—πρόφασίν τε τοῖς Ἕλλησι δώσετε ἐφ’ ἅπασιν ὁμοίως ἡμῖν ἐπιτάττειν, εἰ τοῖς παροῦσιν ὑπακούσομεν. καὶ τὸ μέγιστον, δόξομεν καταπλαγέντες αὐτῶν τὸ στρατόπεδον, ὃ καὶ πολλάκις οἷον ἡμῖν ἀπειλοῦντες προὐβάλλοντο, ταῦθ’ | |
25 | ὑπομένειν· μὴ γὰρ αὐτῶν ἡγεῖσθε τὸ μέτριον, ἀλλ’ ὅ τι βούλεσθε λέγειν. ὀλίγα τε πρὸς τοῖς εἰρημένοις ἔτι προσθεὶς καταπαύσω τὸν λόγον. Τὸ γὰρ στρατόπεδον αὐτῶν ἥκιστα πάντων φοβεῖσθαι προσήκει· πρῶτον μὲν γὰρ πολὺ τῆς ἑαυτῶν ἄπεισι καὶ τῶν ἀναγκαίων οὐχ ἕξουσιν εὐπορίαν· τίς γὰρ αὐτοῖς τῶν ἐπιχωρίων φίλος ἢ σύμμαχος γένοιτο; ἔπειτα δὲ καὶ χρημάτων, | |
30 | ὧν τοῖς πολεμοῦσι μάλιστα δεῖ, οὐκ ἔστιν αὐτοῖς ἀφθονία· πρὸς πάντα γὰρ 〈αὐ〉τοῖς σχεδὸν χρημάτων δεήσει· οἱ δὲ οὐδὲ οἴκοι πάνυ τοι κέχρηνται | |
πλούτῳ, οὐδὲ περὶ τὴν τούτου κτῆσιν σπουδάζουσιν· ἐνταῦθα οὖν οὐκ ἔνεστι | 282 | |
283 | διατρίβειν αὐτοὺς ἐπὶ τῆς ἀλλοτρίας ἄνευ χρημάτων ἀποροῦντας τῶν ἀναγκαίων· πρὸς δὲ γεωργίαν εἰ τράποιντο, οὐχ ἕξουσιν ὅπως ἂν ὅλῳ χρήσαιντο τῷ στρατοπέδῳ πρὸς τὸν πόλεμον, ὥστε ἀνάγκη αὐτοὺς σκεδασθέντας πολλῷ ἂν ἀσθενεστέρους αὑτῶν γενέσθαι. ἡμεῖς δὲ καὶ χωρὶς | |
5 | συμμαχίας ἱκανοὶ καὶ πρὸς ἅπαν αὐτῶν ἀντιπαρατάττεσθαι τὸ στρατόπεδον. συμμαχίας δὲ ποίας ἂν ἀπορήσαιμεν τῶν περιοικούντων; πολλοὶ δὲ ἡμῖν καὶ τῶν ἀπὸ Θρᾴκης τε καὶ τῆς ἄλλης βαρβάρου προσγενήσονται. Κεφάλαιον δὲ τῶν πάντων, ἡγεῖσθαι 〈προ〉σήκει νῦν ὑπὲρ τῆς ἡμῶν ἀγωνίζεσθαι δόξης τε καὶ πατρίδος πρὸς ἄνδρας οἳ μεθ’ ὅπλων εἰς | |
10 | τὴν ἡμετέραν στρατοπεδεῦσαι τολμήσαντες πρεσβείαν κελεύουσι πέμψαντες αὐτοῖς ἡμᾶς ὑπακούειν. τήν τε τοῦ θείου βοήθειαν καὶ μεθ’ ἡμῶν ἂν γενέσθαι νομίζετε· ἡμεῖς μὲν γὰρ ἀμυνόμεθα τούτους εἰς τὴν ἡμετέραν ἀφικομένους ἐπὶ τῷ ταύτην καταδουλώσασθαι. εἶτ’ αὐτοὶ μὲν ὑπὲρ γυναικὸς τοσοῦτον ἀθροίσαντες στόλον ἀπῆραν πολὺ τῆς ἑαυτῶν, ἡμεῖς δ’ ὑπὲρ ἡμῶν | |
15 | αὐτῶν καὶ τῶν ἡμετέρων πρὸς τοὺς ἐπιστρατευσαμένους οὐκ ἀγωνισόμεθα; καίτοι χρῆν αὐτούς, εἰ μὲν φαύλην ὑπειλήφασι τὴν γυναῖκα, μηδένα λόγον ὑπὲρ τῆς τοιαύτης ποι[ποι]εῖσθαι, εἰ δὲ χρηστήν, μὴ μέμφεσαι τὰ παρ’ αὐτῆς γεγενημένα ὥσπερ οὖν καὶ προσήκει, πρὸς ταῦτα πειθομένης τοῖς κρείττοσι. τί δέ; εἰ καὶ τοῖς τοῦ Λοξίου μαντεύμασι πειθαρχοῦσαν ἑώρων, | |
20 | ἐμέμφοντο; ἐγὼ μὲν γὰρ ἐνταῦθα τὸ διάφορον οὐχ ὁρῶ· Διὸς γὰρ ἀμφότεροι. τοὺς οὖν θεοῖς τε καὶ τοῖς ἐκείνων βουλεύμασιν εἴκοντας εἰκός, οἶμαι, [μαι] σύμμαχον ἔχειν καὶ τὴν ἐκείνων βοήθειαν. Ἐπὶ τούτοις ἃ προσήκει γνόντες, ὦ Τρῶες, τούς τε λόγους δέχεσθε καὶ βουλεύεσθε περὶ τῶν λοιπῶν ὅπως | |
μηδὲν ἔσεσθε τῆς τοῦ Πριάμου τυραννίδος ἐγνωκότες ἀνάξιον. | 283 |