TLG 0598 023 :: RHETORICA ANONYMA :: Περὶ ποιητικῶν τρόπων

RHETORICA ANONYMA Rhet.
(Varia)

Περὶ ποιητικῶν τρόπων

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 207–214.

Citation: Volume — page — (line)

3

.

207

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΠΕΡΙ ΠΟΙΗΤΙΚΩΝ ΤΡΟΠΩΝ.
3 Τούτοις ἑπομένως καὶ περὶ ποιητικῶν λεγέσθω τρόπων· ποιητικοὶ δὲ λέγονται, οὐχ ὅτι παρὰ ποιη‐
5ταῖς μόνοις γράφονται, ἀλλ’ ὅτι τὴν κοινὴν ὑπερβαί‐ νοντες συνήθειαν παρ’ αὐτοῖς μᾶλλον πλεονάζουσιν· ὡς γὰρ φιλόσοφοι πάντως καὶ μεῖζον ἔχοντες ὀνομάτων ἄλλων καὶ τοὺς αὑτῶν ἐξόχους σχήμασί τισι ποικίλλειν ἐπετήδευον, καὶ ἀπὸ τοῦ χθαμαλοῦ ἐξαίρειν ἔσπευδον.
10ὀνομάζονται μὲν οὖν οὕτω καθολικῶς ὡς ἐκ τῶν κατὰ φύσιν πραγμάτων μετακινούμενοι ἐφ’ ἕτερα, ὀνομά‐ ζονται δὲ καὶ ἰδίως οὕτως, ἀλληγορία, μεταφορά, κα‐ τάχρησις, μετάληψις, μετωνυμία, αἴνιγμα, συνεκδοχή, ὀνοματοποιΐα, σύλληψις, παραπλήρωμα, ὑπερβολή,
15ἔλλειψις, πλεονασμός, ἀντίφρασις, ἐξοχή, προσωπο‐ ποιΐα, παραβολή, ἀνταπόδοσις, παράδειγμα, ἀντονο‐ μασία καὶ εἰρωνεία.
18tαʹ. ΑΛΛΗΓΟΡΙΑ.
19Ἔστι μὲν οὖν ἀλληγορία λέξις ἕτερον μὲν λέγουσα,
20ἑτέρου δὲ ἔννοιαν παριστῶσα, ὡς τὸ πρὸς τὸν ὄφιν εἰ‐ ρημένον, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων. ἀλληγορικῶς ἐπὶ τοῦ νοητοῦ ὄφεως, τοῦ
διαβόλου, λαμβανόμενον.207

3

.

208

(1t)

βʹ. ΜΕΤΑΦΟΡΑ.
2 Μεταφορὰ δέ ἐστι μέρος λόγου ἀπὸ τοῦ κυρίως λε‐ γομένου μεταφερόμενον ἐφ’ ἕτερον ὁμοιώσεως ἢ ἐμφά‐ σεως ἕνεκα. εἴδη δὲ αὐτοῦ τέσσαρα. ἀπὸ ἐμψύχου εἰς
5ἔμψυχον, οἷον εἰ λέγομεν τὸν βασιλέα ποιμένα μεταφο‐ ρικῶς ἐκ τοῦ τῶν προβάτων ποιμένος· ὅ τε γὰρ ποιμήν, ὅ τε βασιλεὺς ἔμψυχα καὶ ἄμφω. ἀπὸ ἐμψύχου εἰς ἄψυχον, οἷον εἰ τὴν τοῦ ὄρους ἀκρώρειαν κορυφὴν λέ‐ γοιμεν ὄρους· ἐπὶ γὰρ ἀνθρώπου κυρίως λαμβάνεται
10ἡ κορυφή, ὅς ἐστιν ἔμψυχον, τὸ δ’ ὄρος ἄψυχον. ἀπὸ ἀψύχου εἰς ἄψυχον, οἷον εἰ κρύψας τις ἐν σποδιᾷ ἄν‐ θρακας πυρός, σπέρμα λέγοι πυρὸς φυλάττειν, ὃ λαμβά‐ νεται ἐπὶ σίτου καὶ τῶν ὁμοίων, ἅτινα ἄψυχά ἐστι, καὶ τὸ πῦρ ὅμοιον· ἢ εἰ λέγει, ὅτι διεχεῖτο ἡ φλόξ· τὸ γὰρ
15διαχεῖσθαι κυρίως τοῖς ὑγροῖς συμβαίνει, ἀφ’ ὧν μετα‐ φορικὰ καὶ ἐπὶ τοῦ πυρὸς λαμβάνεται. ἀπὸ δὲ ἀψύχου εἰς ἔμψυχον, οἷον εἴ τις ἀδαμάντινον λέγει τὸν ἀνδρεῖον καὶ ἀνένδοτον· ὁ γὰρ ἀδάμας ἄψυχον, ὁ δὲ ἄνθρωπος ἔμψυχος.
20tγʹ. ΚΑΤΑΧΡΗΣΙΣ.
21 Κατάχρησίς ἐστι φράσις μετενεχθεῖσα ἀπὸ τοῦ πρώ‐ τως κατονομασθέντος κυρίως, ὡς εἴ τις λέγει πυξίδα τὴν ἐκ χαλκοῦ κατεσκευασμένην· μόνη γὰρ κυρίως ἡ ἐκ πύξου μετουσιαστικῶς πύξις ὀνομάζεται. ὁμοίως λέ‐
25γομεν καὶ ἐπὶ τοῦ κεραμείου τράχηλον, καὶ γόνυ καλά‐ μου, καὶ γαστέρα νηός, καὶ γλῶσσαν ἐμβάδων, καὶ ἔτι ψηφίζειν τὸ δακτύλοις μετρεῖν. διαφέρει δὲ κατά‐ χρησις μεταφορᾶς, ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατωνομα‐ σμένου ἐπὶ κατωνομασμένον γίνεται, ἡ δὲ κατάχρησις
30ἀπὸ κατωνομασμένου ἐπὶ ἀκατονόμαστον.208

3

.

209

(1t)

δʹ. ΜΕΤΑΛΗΨΙΣ.
2 Μετάληψίς ἐστι λέξις διὰ τῆς συνωνύμου τὸ ὁμώ‐ νυμον δηλοῦσα, οἷον Τεῦκρος δὲ τόξων φειδωλός ἐστιν, εἶτ’ εἰπεῖν, ὡς ἄριστος περὶ τὸ τοξεύειν· τῇ γὰρ φει‐
5δωλίᾳ συνωνυμεῖ ἡ κατὰ δόσιν ἀκρίβεια, τῇ δὲ ὁμωνυ‐ μεῖ ἡ κατὰ τέχνην ἀκρίβεια, ἤγουν ἡ εὐστοχία.
7tεʹ. ΜΕΤΩΝΥΜΙΑ.
8 Μετωνυμία δέ ἐστι λέξις διὰ τῆς ὁμωνυμίας τὸ συνώνυμον δηλοῦσα, οἷον ὄβριμος Ἄρης, δηλονότι
10ἰσχυρὸς πολεμίοις, ὡσαύτως καὶ τὸν οἶνον Διόνυσον ἢ τὸν Διόνυσον οἶνον.
12tϛʹ. ΑΙΝΙΓΜΑ.
13 Αἴνιγμα δέ ἐστι φράσις ἐπιτετηδευμένη εἰς ἀσά‐ φειαν, ὥστε ἐπικρύπτειν τὸ νοούμενον, οἷον τὸ ζυγὸν
15μὴ ὑπέρβαινε, ἤγουν μὴ κατάλυε τὸ δίκαιον ἢ παρά‐ τρεχε· καὶ ἔτι γαμψώνυχας μὴ τρέφειν, ἤγουν μὴ σιτί‐ ζειν ἅρπαγας, καὶ μελανούρων μὴ γεύσεσθαι, ἤγουν μὴ προοίσεσθαι τὸ ψεῦδος· τοῦτο γὰρ ἔσχατον ἀμαυροῦ‐ ται, καὶ τὸν ψευδόμενον συναμαυροῖ· μαχαίρᾳ πῦρ μὴ
20σκαλεύειν, ἤγουν θυμούμενον μὴ προσερεθίζειν. δια‐ φέρει δὲ αἴνιγμα ἀλληγορίας, ὅτι ἐκείνη μὲν γίνεται προτροπῆς ἢ ἀποτροπῆς ἕνεκα ἢ καὶ διὰ σεμνότητα, τὸ αἴνιγμα δὲ χάριν ἀσαφείας ἐπιτετηδευμένης μόνης.
24tζʹ. ΣΥΝΕΚΔΟΧΗ.
25 Συνεκδοχή ἐστι φράσις ἢ λέξις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη, προσδεομένη δέ τινος ἔξωθεν, εἰσὶ δὲ ταύτης διαφοραὶ δώδεκα· ἢ μὲν γὰρ ἀπὸ ὅλου δηλοῖ τὸ μέρος, ὡς ὅταν βόας αὔας ὀνομάζω τὰς ἐκ βοείων
βυρσῶν κατεσκευασμένας ἀσπίδας· μέρος γὰρ βοὸς ἡ209

3

.

210

βύρσα. ἀπὸ μέρους τὸ ὅλον, ὡς λευκώλενος Ἥρη ἀπὸ γὰρ μέρους τοῦ τῶν χειρῶν, λέγω τῆς ἀγκάλης, τὴν ὅλην αἰνίττεται εἶναι λευκήν. ἀπὸ τῆς ὕλης τὸ ἀποτέ‐ λεσμα, ὡς τὸ χρυσὸν δ’ αὐτῆς ἔνδυνε περὶ
5χρο, ἤγουν χρυσῆν πανοπλίαν. ὕλη γὰρ ἐγένετο τῶν ὅπλων ὁ χρυσός, ἐπεὶ ἄλλως οὐκ ἦν αὐτῇ ὅπλον γυμνὸς ὁ χρυσός. ἀπὸ τοῦ συμβαίνοντος τὸ προηγούμενον, ἀρυόμενοι δὲ λεύκαινον ὕδωρ ξέστῃσιν. ἀπὸ τοῦ συμβόλου τὸ κύριον, οἷον εἴ τις τὴν βασιλείαν
10σκῆπτρον καλεῖ. ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον λῦσε δὲ παρθενικὴν ζώνην [διακορι‐ σθεῖσα]. ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον ἐναρίζειν καλεῖ τὸ σκυλεύειν· ἐν γὰρ ταῖς λείαις πολλὰ καίνειν καὶ διχάζειν συμβαίνει. ἀπὸ γένους τὸ εἶδος,
15ὡς τὸ ζῶον ἐνταῦθα οἰκονομούμενον καὶ ἀλλαχοῦ μεθι‐ στάμενον λέγων τὸν ἄνθρωπον, ὃς εἶδός ἐστι τοῦ ζώου. ἀπὸ εἴδους τὸ γένος, ἢ τοῦ ἰδίου, ὡς ὅταν γελᾶν εἴπω τινά· δῆλον γὰρ ἄνθρωπον εἶναι ἐκεῖνον· ἀνθρώπου γὰρ μόνον τὸ γελαστικόν· ἢ ἀπὸ τῶν πολλῶν τὸ ἕν, ὡς
20τὸ στήθεα μαρμαίροντα. ἀφ’ ἑνὸς τὰ πολλά, ὡς τὸ πέρσεν Ὀδυσσεὺς ἱερὸν πτολίεθρον Τροίης. ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον, ὡς τὸ πᾶσα ἡ πόλις ἐταρά‐ χθη, δηλονότι οἱ ἐν τῇ πόλει ἄνθρωποι. ἀπὸ τοῦ πε‐ ριεχομένου τὸ περιέχον, οἷον τὸ „οἶκος Ἰσραήλ,
25εὐλογήσατε τὸν Κύριον.“
26tηʹ. ΟΝΟΜΑΤΟΠΟΙΙΑ.
27 Ὀνοματοποιΐα ἐστὶ λέξις ἢ μέρος λόγου πεποιημέ‐ νον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων, ὡς κατα‐ χλευασμὸς ἡ ζέοντος λέβητος ἠχώ, καὶ ἐπὶ πυρὸς τὸ
30παφλάζειν, καὶ κότταβος ἀσπίδων καὶ πάταγος ἀνέμου,
καὶ ἦχος ἐπὶ βροντῆς καὶ τὰ τοιαῦτα.210

3

.

211

(1t)

θʹ. ΣΥΛΛΗΨΙΣ.
2 Σύλληψίς ἐστι φράσις τὸ ἄλλως πραχθὲν ἐφ’ ἕτερον ἕλκουσα, ὡς τὸ βορρᾶς καὶ Ζέφυρος, τώ τε Θρᾴκηθεν ἄητον·
5μόνος γὰρ Βορρᾶς ἀπὸ Θρᾴκης πνεῖ, ἐνέφηνε δὲ διὰ τοῦ ἀδυνάτου τὴν τότε ταραχὴν τῶν ἀνέμων καὶ τὸ ἀνώμαλον.
8tιʹ. ΠΑΡΑΠΛΗΡΩΜΑ.
9Παραπλήρωμα δέ ἐστι λέξις ἐκ περισσοῦ κειμένη
10κόσμου χάριν ἢ μέτρου, ὡς τὸ Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε. καὶ γὰρ ἐνταῦθα ἀργῶς κεῖται ὅ τε καὶ σύνδεσμος, καὶ ἡ αὐτὸς ἀντωνυμία εἰς παραπλήρωσιν κόσμου χάριν.
15tιαʹ. ΥΠΕΡΒΟΛΗ.
16 Ὑπερβολὴ δέ ἐστι λόγος ὑπεραίρων τὴν ἀλήθειαν ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα, ἐμφάσεως μέν, ὁποῖον τὸ π’ ἄκρων ἀνθερίκων θέον, οὐδὲ κατέκλων καὶ ἔτι ταχύτερος ἀνέμου καὶ λευκότερος χιόνος· ταυτὶ
20μὲν γὰρ οὐκ ἀληθῆ, ἔμφασιν δὲ ὅμως ἔχουσιν ὑπερβολῆς. ὁμοιώσεως δέ, οἷον ἀδαμάντινος ἦν τὸ σῶμα, ἀνδριὰς τὴν καρτερίαν, κιὼν τὴν εὐθύτητα τοῦ σώματος, φοῖ‐ νιξ τὸ μῆκος, ἀστὴρ τὴν αὐγὴν τοῦ κάλλους, ἅπερ οὐκ ἄλλως ἀληθῆ, εἰ μὴ μόνην ὁμοίωσιν σώζοντα πρὸς
25αὐτά.
26tιβʹ. ΕΛΛΕΙΨΙΣ.
27 Ἔλλειψις δέ ἐστι λόγος μὴ κατὰ τὸ πλῆρες ἐκφε‐ ρόμενος, παρέχων δὲ νοεῖν τὸ ἑπόμενον, ὡς τὸ ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον· τὸ γὰρ ἐστὶν ἐλλειπτικῶς νοεῖται,
30καὶ ἀναστάσεως ἡμέρα καὶ τὰ τοιαῦτα.211

3

.

212

(1t)

ιγʹ. ΠΛΕΟΝΑΣΜΟΣ.
2 Πλεονασμὸς δ’ ἐστὶν λέξις πλεονάζουσα μέν, μη‐ δὲν μέντοι σημαίνουσα πλέον, προστίθεται δὲ κόσμου ἢ μέτρου χάριν, οἷον ὁ μὲν δὴ Πέρσης καὶ τὸ ἔναντι
5καὶ ἐναντίον.
6tιδʹ. ΑΝΤΙΦΡΑΣΙΣ.
7 Ἀντίφρασις δέ ἐστι λόγος δι’ ἐναντίου τὸ ἐναντίον σημαίνων, ὡς ὅταν τις τὸν τυφλὸν βλέποντα λέγῃ.
9tιεʹ. ΕΞΟΧΗ.
10 Ἐξοχὴ δέ ἐστι λόγος ὁ μετὰ τὴν κοινὴν σημασίαν, εἰδικῶς καθ’ ὑπεροχήν τινι προσνεμόμενος, ὡς τὸ εἴ‐ πατε τοῖς μαθηταῖς μου καὶ τῷ Πέτρῳ.
13tιϛʹ. ΠΡΟΣΩΠΟΠΟΙΙΑ.
14Προσωποποιΐα δὲ ἡ τοῖς ἀψύχοις πρόσωπον προστι‐
15θεῖσα καὶ λόγους αὐτοῖς ἁρμοδίους προσάπτουσα, οἷον τὸ εὐφρανέσθωσαν οἱ οὐρανοί, καὶ τὸ οἶδεν ἡ θάλασσα, καὶ ἔφυγεν.
18tιζʹ. ΠΑΡΑΒΟΛΗ.
19Παραβολὴ δέ ἐστι λόγος δι’ ὁμοίων καὶ γινωσκομέ‐
20νων εἰς ὄψιν ἄγειν πειρώμενος τὸ νοούμενον, ὡς ἡ τοῦ κυρίου περὶ τοῦ ἀσώτου παραβολή, ἐν ᾗ δείκνυσι τὸ συμπαθὲς τῆς θεότητος καὶ τὸ τῆς αὐτοῦ ἀγαθότητος ἄπειρον, καὶ ὅπως τοὺς μετανοοῦντας προσδέχεται.
24tιηʹ. ΑΝΤΑΠΟΔΟΣΙΣ.
25 Ἀνταπόδοσις δέ ἐστιν ἡ τῶν ἐν τῇ παραβολῇ εἰρη‐ μένων προσδιασάφησις καὶ εὐκρίνεια δεικνύουσα κατὰ σύγκρισιν τόν τε σκοπὸν καὶ τὴν τῆς παραβολῆς χρείαν, καὶ ἔτι διέγερσιν καὶ μίμησιν, οἷον ἐκείνου τοῦ Σο‐
λομῶντος, μίμησαι τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία.212

3

.

213

ἐλεγκτικῶς γὰρ παροξύνει δεικνὺς ἡττώμενον τοῦ μύρ‐ μηκος καὶ πρὸς τὸν ὅμοιον ἐνάγων ζῆλον, καὶ τὸ ποιη‐ τικὸν αὐτοῦ ἀλλ’ οὐ τὴν φύσιν ζηλοῦν ἐγκελευόμενος.
4tιθʹ. ΑΝΤΟΝΟΜΑΣΙΑ.
5 Ἀντονομασία ἐστὶ λόγος δι’ ἐπιθέτων ἢ τῶν ὁμοίων αὐτὸ τὸ ὄνομα τὸ κύριον δηλῶν, ὃ ποιοῦμεν, ὅταν δύο ἢ καὶ πλειόνων ἡμῖν ἐγνωσμένων ἀνθρώπων καὶ τὰ κύρια ὀνόματα ἐχόντων τὰ αὐτὰ βουληθῶμεν ἑνὸς τούτων μνήμην ποιήσασθαι πρὸς ἕτερόν τινα, μὴ τὸ
10κύριον ὄνομα λέγωμεν διὰ τὴν ὁμωνυμίαν, ἀλλ’ ἐκ τῶν συμβεβηκότων αὐτὸν χαρακτηρίζειν πειρώμεθα, τὸν χαλκέα τυχόν, ἢ τὸν τέκτονα λέγοντες, ἢ ἀπὸ τῶν τοῦ σώματος παθῶν χωλόν, εἰ τύχῃ, ἢ φαλακρὸν λέγωμεν, ἢ ἕτερόν τι τοιοῦτον.
15tκʹ. ΕΙΡΩΝΕΙΑ.
16 Εἰρωνεία δέ ἐστιν λόγος ὑποκριτικὸς ἐκ τοῦ ἐναν‐ τίου τὸ ἐναντίον δηλῶν, τῆς δὲ εἰρωνείας εἴδη τέσσαρα. χλευασμός, μυκτηρισμός, σαρκασμὸς καὶ ἀστεϊσμός.
19tκαʹ. ΧΛΕΥΑΣΜΟΣ.
20 Χλευασμὸς μὲν οὖν ἐστι λόγος μετὰ μειδιάματος προφερόμενος, ὡς ὅταν τὸν ῥιψάσπιδα ἐπεγγελῶντες ἀνδρεῖον πολεμιστὴν εἴπωμεν.
23tκβʹ. ΜΥΚΤΗΡΙΣΜΟΣ.
24Μυκτηρισμὸς δέ ἐστι λόγος διασυρτικὸς μετὰ τῆς
25τῶν ῥινῶν μύσεως, ὡς ὅταν ἐπὶ κακῷ ἁλόντα τινὰ ὀνειδίζοντες εἴπωμεν, καλὸν ἔργον ἐποίησας καὶ φρο‐ νίμου ἀνδρός, ἐπιπνέοντες καὶ πνεῦμα διὰ τῶν ῥινῶν.
28tκγʹ. ΣΑΡΚΑΣΜΟΣ.
29Σαρκασμὸς δέ ἐστι λόγος διὰ χρηστῶν ῥημάτων τὴν213

3

.

214

ἀτιμίαν ἐμφαίνων, ὡς ὅταν τὸν ἐν προσλήψει μείζονος τιμῆς κακοῖς περιπεσόντα καὶ διὰ τούτων ἀτιμαζόμενον, καταγελῶντες [οἷον] εἴπωμεν, εἰς μεγάλην δόξαν καὶ τιμὴν ἤγαγες σεαυτόν, φίλε.
5tκδʹ. ΑΣΤΕΙΣΜΟΣ.
6 Ἀστεϊσμὸς δέ ἐστι λόγος τις διασυρτικός, εὐαρ‐ μόστως συντεταγμένος, ὡς ὅταν τῷ μηδὲν ἐπισταμένῳ λέγωμεν ἢ ἀποφαντικῶς ἢ ἐρωτηματικῶς· οἷον γὰρ εἶ, ἑταῖρε, τῶν λογίων τὸ κλέος, καὶ ὅσα τοιαῦτα, ἃ δεῖ
10καὶ σκοπεῖν ἐν τοῖς τῶν ἑτέρων συγγράμμασιν, καὶ αὐ‐ τὸν πειρᾶσθαι συντιθέναι μετὰ τῆς προσηκούσης ἁρμο‐
νίας καὶ τάξεως.214