TLG 0598 022 :: RHETORICA ANONYMA :: Περὶ τῶν σχημάτων τοῦ λόγου

RHETORICA ANONYMA Rhet.
(Varia)

Περὶ τῶν σχημάτων τοῦ λόγου

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 174–188.

Citation: Volume — page — (line)

3

.

174

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΠΕΡΙ ΤΩΝ ΣΧΗΜΑΤΩΝ ΤΟΥ ΛΟΓΟΥ.
3 Τῶν τοῦ λόγου σχημάτων τὰ μέν εἰσι κατ’ ἔννοιαν, τὰ δὲ κατὰ λέξιν. τὰ μὲν δὴ κατ’ ἔννοιαν σχήματα
5ταῦτά ἐστι, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀμφιδιόρθω‐ σις, προκατάληψις, ὑπεξαίρεσις, αἰτιολογία, συναθροι‐ σμός, ἐπιμονή, λεπτολογία, ἠθοποιΐα, προσωποποιΐα, ἐπιτροχασμός, ἀποσιώπησις, παράλειψις, ἀποστροφή, διαπόρησις, ἀντεισαγωγή, μετάστασις, διασυρμός, ἐπα‐
10νάληψις, ἐπαναφορά.
11tαʹ. ΠΡΟΔΙΟΡΘΩΣΙΣ.
12 Ἐστὶ μὲν οὖν ἡ προδιόρθωσις, ἣ θεραπεύει τὸ ῥη‐ θησόμενον, πρὶν ἢ ῥηθῆναι, ὡς δυσπαράδεκτον, ὁποῖόν ἐστὶ τὸ τολμᾷ τι νεανικὸν ὁ λόγος, θεὸς θεοῖς
15ἡγούμενος καὶ γνωριζόμενος, τολμηρὸν γὰρ ἦν τοῦτο, διὸ προθεραπεύει οἰκονομικῶς.
17tβʹ. ΕΠΙΔΙΟΡΘΩΣΙΣ.
18 Ἐπιδιόρθωσις δέ ἐστι μὲν τὸ αὐτό, πλὴν ἐπάγει τὴν θεραπείαν ὕστερον, ἀλλ’ οὐ πρότερον, ὡς προδιόρθω‐
20σις· ἐμφαίνει γὰρ ἐν μὲν ἐκείνῳ ἡ πρὸ τὸ πρότερον, ἐν δὲ τούτῳ ἡ ἐπὶ τὸ ὕστερον, ὁποῖόν ἐστι τὸ αἰσθάνο‐
μαι ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου φερόμενος.174

3

.

175

πρότερον γὰρ τὴν κειμένην ἀφεὶς ὑπόθεσιν καὶ τὸ πα‐ νηγυρίζειν ἐπὶ τὸ δογματίζειν καὶ τὸ θεολογεῖν μετέπε‐ σεν, ὃ θεραπεῦσαι ἔγνω διὰ τούτου.
4tγʹ. ΑΜΦΙΔΙΟΡΘΩΣΙΣ.
5 Ἀμφιδιόρθωσις δέ ἐστι μῖξις ἀμφοῖν, ἡ γὰρ ἀμφὶ ἡ αὐτὴ οὖσα τῇ περὶ εἴληπται ἐνταῦθα τὴν κύκλῳ ση‐ μαίνουσα σχέσιν· λέγεται οὖν ἀμφιδιόρθωσις ἡ καὶ πρότερον καὶ ὕστερον θεραπεύουσα τὸ λεγόμενον, ἂν δυσπαράδεκτον ᾖ ἢ τῷ μεγέθει ἢ τῷ ἀσυνήθει.
10tδʹ. ΠΡΟΚΑΤΑΛΗΨΙΣ.
11 Προκατάληψις λέγεται ἡ προεκλύουσα τὸν τοῦ ἀν‐ τιδίκου λόγον, ὃν εἶπεν ὡς ἰσχυρόν, καὶ οἴεται μηδε‐ μίαν ἔχειν αὐτὸν ἀντιλογίαν, οἷον τίς λόγος αὐτῷ τῶν ἀφύκτων; τάχ’ ἂν ἐπὶ τόνδε καταφύγοι
15ν, ἀλλ’ οὐκ ἔστι.
16tεʹ. ΥΠΕΞΑΙΡΕΣΙΣ.
17 Ὑπεξαίρεσις δὲ γίνεται, ὅταν ὑπεξελών τις πρόσω‐ πον ἢ πρᾶγμα ὡς μέγα καὶ ὑπεροχικὸν πρὸς τὰ λοιπὰ ποιῆται τὴν σύγκρισιν, οἷον τὸ ὁ μετὰ Ἡλίαν μετάρ‐
20σιος, ὁ μετὰ Μωσέα θεόπτης, καὶ ἔτι ὁ μετὰ τὸν ἀποστάτην ἀποστάτης, καὶ τὸν διώκτην διώκτης.
23tϛʹ. ΑΙΤΙΟΛΟΓΙΑ.
24Αἰτιολογία δέ ἐστιν ἡ αἰτίαν ἀποδιδοῦσα καὶ λόγον
25τοῦ εἰρημένου, οἷον τὸ παρὰ τῷ αὐτῷ, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα, πνεῦμα διὰ τὴν χάριν, σάρκα κατὰ τὴν ἔπαρσιν· αἰτίαν γὰρ ἐκφαίνει πάντως τὸ ἐπαγόμενον καὶ οἱονεὶ θεραπείαν τοῦ λόγου,
πῶς ὁ αὐτός ἐστι καὶ πνεῦμα καὶ σάρξ.175

3

.

176

(1t)

ζʹ. ΣΥΝΑΘΡΟΙΣΜΟΣ.
2 Συναθροισμὸς δέ ἐστι συναγωγὴ πραγμάτων πλειό‐ νων εἰς κεφάλαιον ἓν δηλωτικὸν πολλῶν, εἰ καὶ ἑνικῶς λέγεται, ἢ κατ’ ἔμφασιν, οἷον συζυγίαι σχιζόμε‐
5ναι, γένη ῥηγνύμενα· ἰδοὺ γὰρ τὸ συζυγία καὶ τὸ γένος ἔοικεν ἕν τι εἶναι, τὸ δὲ ἕκαστον πολλά ἐστιν.
7tηʹ. ΕΠΙΜΟΝΗ.
8 Ἐπιμονὴ δὲ ἡ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος ἀργία καὶ ἀναστροφὴ χάριν αὐξήσεως, οἷον τὸ πόλιν
10τῆς οἰκουμένης ὀφθαλμόν, γῆς καὶ θαλάσσης ὅτι κράτιστον, ἑῴας καὶ ἑσπερίας λήξεως σύν‐ δεσμον· ἰδοὺ γὰρ ὀφθαλμὸν τῆς οἰκουμένης εἰπὼν ἐπέμεινε τῷ λόγῳ καὶ διεῖλε μὲν τὴν οἰκουμένην εἰς γῆν καὶ θάλατταν, καὶ κράτιστον ὠνόμασε κατὰ σύγκρισιν
15τὴν πόλιν, εἶτα πάλιν ἐπιδιεῖλε τοπικῶς κατὰ τὰς δύο σχέσεις, καὶ αὖθις ἐθαύμασε τὴν πόλιν, σύνδεσμον αὐ‐ τὴν εἰπὼν ἑῴας λήξεως καὶ ἑσπερίας μέγιστον εἰς θαῦμα τὸ τοσοῦτον δύνασθαι, ὡς καὶ συνδεῖν ταύτας.
19tθʹ. ΛΕΠΤΟΛΟΓΙΑ.
20 Λεπτολογία δέ ἐστιν ἡ ἕκαστον τῶν συμβαινόντων διεξιοῦσα ἀκριβῶς καὶ λεπτομερῶς, ὡς μονονοὺ δακτυ‐ λοδεικτεῖν δοκεῖν τὸ πρᾶγμα ὡς ἄρτι γινόμενον, οἷον ἀνάπτεται πῦρ, δαπανᾶται ἡ ναῦς, συνδαπα‐ νᾶται ὁ φόρτος, συναπόλλυται τὰ ἐν αὐτῇ
25πάντα, πῦρ ὕδατι μίγνυται, καὶ πυρσὸς ὑπὲρ θαλάττης αἴρεται ξένος. ἐνῆν γὰρ ἁπλῶς οὕτω φάναι, ὡς ἡ ναῦς ἔργον πυρὸς ἐγεγόνει, ἀλλ’ οὐκ ἂν ἦν οὕτω φανερὸν τὸ πάθος, διὸ διὰ τῆς ἀκριβείας οἱονεὶ νῦν ἁπτόμενον ἔδειξε τὸ πῦρ, καὶ τὴν ναῦν φλογι‐
30ζομένην, καὶ τὸν φόρτον συνδαπανώμενον, καὶ πάντα
τὰ ἐν αὐτῇ καὶ τὰ ἑξῆς.176

3

.

177

(1t)

ιʹ. ΗΘΟΠΟΙΙΑ.
2 Ἠθοποιΐα ἐστὶν ἡ λόγους ἀψύχοις περιτιθεῖσα πρά‐ γμασιν ἢ ἀλόγοις, οἷον τίνας ἂν εἴποι λόγους ναῦς ἐκ κλύδωνος καὶ τρικυμίας ἐλαυνομένη ἐς ἀπορρῶγας
5πέτρας, καὶ μέλλουσα προσαρράττεσθαί τε καὶ καταπον‐ τίζεσθαι, ἢ γῆ ῥηγνυμένη ὑπὸ σεισμῶν βίας· δεῖ γὰρ ἀκριβῶς ἀπομιμεῖσθαι τὸν πλαττόμενον τὰ πράγματα.
8tιαʹ. ΠΡΟΣΩΠΟΠΟΙΙΑ.
9Προσωποποιΐα δέ ἐστι προσώπου διάπλασις ἢ μηδέ‐
10ποτε γενομένου, ἢ γενομένου μέν, οὐκέτι δὲ νῦν ὄντος, οἷον τὸ παρὰ τῷ θεολόγῳ ἐν τῷ περὶ φιλοπτωχίας, μέμνηται μήτηρ ὠδίνων καὶ τὰ σπλάγχνα σπαράττεται, καὶ ἀνακαλεῖται, λέγουσα λίαν ἐλεεινῶς, τέκνον δυστυχές, τέκνον ἐλεεινόν,
15καὶ τὰ ἑξῆς· εἰσάγει γὰρ οὐκ οὔσας μὲν πλὴν ὡς οὔσας τὰς μητέρας, ἵνα κατολοφυρομένων ἐκείνων καὶ παθαι‐ νομένων, καὶ ἄξια ἐλέου λεγόντων δυνηθῇ τὰς τῶν ἀκουόντων καρδίας πρὸς ἔλεον ἐπισπάσασθαι, ὅπερ ἀδύνατον ἦν ἄλλως δι’ ἑαυτοῦ ποιῆσαι καὶ ἀπρεπές.
20tιβʹ. ΕΠΙΤΡΟΧΑΣΜΟΣ.
21 Ἐπιτροχασμός ἐστι σχῆμα προσκείμενον τῷ τε συν‐ αθροισμῷ καὶ τῇ ἐπιμονῇ· συναθροισμὸς γάρ ἐστιν ἕνω‐ σις πλειόνων πραγμάτων κεφαλαιώδης ἢ λόγων, ἐπι‐ μονὴ δὲ πολλαπλασιασμὸς τοῦ αὐτοῦ νοήματος δι’ ἑτέ‐
25ρων λέξεων σημαινουσῶν τὸ αὐτό· διαφέρει δὲ τού‐ των ὁ ἐπιτροχασμός, ὅτι τὰ πολὺ διεστῶτα συνάγει, οἷον ὑπεσπῶντο σύνοδοι, πρόσοδοι διηρπά‐ ζοντο· συναθροισμὸν γὰρ ἐποίησεν εἰπὼν συνόδους καὶ προσόδους πληθυντικῶς. ἐπέμεινε δὲ τῷ αὐτῷ πρά‐
30γματι, διάφορα λέγων, εἰ καὶ πρὸς ἓν τέλος ἀφορῶσιν·
ἕτερον γὰρ ὑπόσπασις συνόδων, καὶ ἕτερον ἁρπαγὴ177

3

.

178

προσόδων, καὶ ὅσα τοιαῦτα ἐπάγει ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ.
3tιγʹ. ΑΠΟΣΙΩΠΗΣΙΣ.
4Ἀποσιώπησίς ἐστι λόγος παραλείπων τὸ γινωσκό‐
5μενον καὶ σιωπῶν τὸ αἰσχρόν· δεῖ γὰρ μετὰ τῶν ἄλλων καὶ τοῦτο σκοπεῖν τὸν γράφοντα, ὥστε μὴ μολῦναι τὴν γλῶτταν ἢ τὰ γράμματα ἢ τοὺς ἀκούοντας αἰσχροῖς λό‐ γοις, ὁποῖον δή τι συμβαῖνον καὶ ὁ θεολόγος ἐνιδὼν τῷ αὑτοῦ λόγῳ παρέδραμεν οἰκονομικῶς, ἀμυδρῶς ἐμφή‐
10νας καὶ τὸ αἶσχος τῶν Ἑλληνικῶν ὕθλων καὶ τὴν νέμε‐ σιν διεκφυγών, οἷον οἶδεν Ἐλευσὶς ταῦτα καὶ οἱ τῶν σιωπωμένων καὶ σιωπῆς ὄντως ἀξίων ἐπόπται· διὰ γὰρ τοῦ εἰπεῖν σιωπῆς ὄντως ἀξίων ὡς πλείστην ὑπέφηνε τὴν ὕβριν καὶ πρεπόντως ἐστηλίτευσε.
15tιδʹ. ΠΑΡΑΛΕΙΨΙΣ.
16 Παράλειψις δὲ γίνεται, ὅταν προσποιούμενοί τι πα‐ ραλείπειν καὶ ἐᾶν ἐν τῷ συγγράμματι ἡμεῖς οὐδὲν ἧττον λέγωμεν. οἷον τὸ εἰ μὲν οὖν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον, καὶ μετὰ
20βραχύ, ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος, καὶ μετ’ ὀλίγα, πολλὰ μὲν γὰρ ὁ πόντος ἡμῖν αὐτοῦ προβλύει τὰ διηγήματα, καὶ ὅσα ἑξῆς φησιν ἐν σχήματι παραλείψεως. καὶ ἀλλαχοῦ, τὸν γὰρ Πρω‐ τέα παρίημι τοῦ μύθου, τὸν Αἰγύπτιον σο‐
25φιστήν· παραλείπειν γὰρ λέγων οὐδὲν ἧττον ἡμῖν αὐτὸν ὑπέγραψεν, ὀνομάσας Πρωτέα καὶ σοφιστὴν καὶ Αἰγύπτιον, προσθεὶς δὲ καί, ὡς πλάσμα καὶ μῦθος ὁ περὶ ἐκείνου λόγος καὶ οὐκ ἀληθής.
29tιεʹ. ΑΠΟΣΤΡΟΦΗ.
30Ἀποστροφή ἐστιν ἀφ’ ἑτέρου προσώπου πρὸς ἕτε‐178

3

.

179

ρον πρόσωπον νεῦσις καὶ μετάβασις, οἷον ὡς δὲ εἶχον αὐτῷ κατὰ νοῦν τὰ πλησίον, καὶ τὰ ἑξῆς, εἶτ’ ἐπά‐ γει, οὕτως ἤδη πειρᾶται εὐηθέστατε σὺ κατὰ τοσούτου κλήρου, καὶ ἐν τῷ περὶ τοῦ πάσχα λόγῳ·
5μετὰ γὰρ τοὺς μακροὺς καὶ λαμπροὺς λόγους ἐπιστρα‐ φεὶς πρὸς τὸ ἡμῶν ἁπάντων τῶν Χριστιανῶν ἀληθὲς πάσχα, οὗ τύποι ταῦτα, καθὼς ὁ αὐτὸς θεολόγος δι‐ δάσκει, αὐτὸν ἐρωτικῶς ἀνυμνεῖ καὶ θεοπρεπῶς, οἷον ἀλλ’ ὦ πάσχα τὸ μέγα καὶ ἱερώτατον, Χριστ,
10καὶ τὰ ἑξῆς.
11tιϛʹ. ΔΙΑΠΟΡΗΣΙΣ.
12 Διαπόρησις δέ ἐστιν ἀμφιβολία περί τινος πράγμα‐ τος, ὅταν διττὰς ἢ καὶ πλείους ἐννοίας ἔχωμεν περὶ αὐ‐ τοῦ, ἀμφιβάλλοντες, ὁποτέρα τούτων ἀληθὴς ἀναμφι‐
15βόλως, οἷόν τι τῷ αὐτῷ περὶ τοῦ φωτισμοῦ καὶ τῆς τά‐ ξεως τῶν ἀγγέλων διηπόρηται, λέγοντι, οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη τὸν φωτι‐ σμόν, εἴτε τῷ φωτισμῷ τὴν τάξιν λαμβάνουσα.
19tιζʹ. ΕΡΩΤΗΜΑ.
20 Ἐρώτημά ἐστιν, ᾧ ἐπάγεται διὰ κατανεύσεως ἢ ἀπο‐ νεύσεως σύντομος ἡ ἀπόκρισις, λέγω ναὶ ἢ οὔ, οἷον τὸ οὐ δέχῃ μετάνοιαν; ἢ οὐδὲ τὸν ἐν Κορίνθῳ δέχῃ παρανομήσαντα; ἐπαχθήσεται γὰρ ἐπιτομω‐ τάτη πάντως ἡ ἀπόκρισις ἢ διὰ συγκαταθέσεως ἢ ἀπο‐
25φάσεως.
26tιηʹ. ΠΥΣΜΑ.
27 Πύσμα δέ ἐστιν, ᾧ ἐπάγεται μὲν ἀπόκρισις μακρὰ μέντοι καὶ διὰ πλειόνων τῶν λέξεων, οἷον τὸ ἐπὶ ποίας τοίνυν ἰτέον, καὶ τίνας φυλακτέον· οὐ γάρ
30ἐστιν ἐπὶ τῶν τοιούτων ναὶ ἢ οὐ ἀποκρίνασθαι, ἀλλὰ179

3

.

180

διεξοδικῶς χρεία τὴν ἀπόκρισιν ποιήσασθαι, ἵνα γνώρι‐ μος γίνηται τῷ ἐρωτῶντι, οἷον ἐπὶ ταύτης ἰτέον μᾶλλον ἢ ἐπ’ ἐκείνης.
4tιθʹ. ΔΙΑΤΥΠΩΣΙΣ.
5 Διατύπωσις δέ ἐστι λόγος διηγηματικὸς ὑπ’ ὄψιν ἄγων καὶ οἱονεὶ ζωγραφῶν τὰ πάλαι ποτὲ γενόμενα, ὡς τέμοι μὲν τὴν ἐρυθρὰν Μωυσῆς ῥάβδ, διέλ‐ θοι δ’ ὁ Ἰσραήλ, καταποντισθείη δὲ σὺν ἱπ‐ πεῦσιν ὁ Φαρα. ἢ αὖθις, καὶ γὰρ ἦν θρηνῶν
10καὶ ὀδυρμῶν ὄντως ἄξια, πῶς δ’ οὐ τῶν με‐ γίστων, τείχη κατεσκαμμένα, πόλεις ἠφανι‐ σμέναι, καὶ τὰ ἑξῆς.
13tκʹ. ΑΝΤΕΙΣΑΓΩΓΗ.
14Ἀντεισαγωγὴ δέ ἐστιν ἡ ἀντεισάγουσα εὐαρμόστως
15ἀνθ’ ἑτέρου πράγματος ἕτερον πρᾶγμα ἢ κατὰ συμβου‐ λὴν ἢ παραμυθίαν, οἷον τὸ λυπεῖ σε τὸ τῆς δια‐ ζεύξεως, εὐφραινέτω τὸ τῆς ἐλπίδος. καὶ ἔτι ὁμοίως, δριμὺς ὁ χειμών, ἀλλὰ γλυκὺς ὁ πα‐ ράδεισος, ἀλγεινὴ ἡ πῆξις, ἀλλ’ ἡδεῖα ἡ ἀπό‐
20λαυσις· ἰδοὺ γὰρ συμβουλευτικῶς καὶ παραμυθητι‐ κῶς ἀνθ’ ἑτέρου ἕτερον παρίστησιν, ὥστε πεῖσαι μὴ ἐνδοῦναι.
23tκαʹ. ΜΕΤΑΣΤΑΣΙΣ.
24Μετάστασις δὲ γίνεται, ὅταν ἀφ’ ἑαυτῶν μεθιστῶ‐
25μεν τὴν αἰτίαν εἰς ἕτερον, οἷον οὐ τοῦ ἀμήσαντος ὁ στάχυς, ἀλλὰ τοῦ σπείραντος, οὐδὲ τῆς τεκού‐ σης ὁ παῖς, ἀλλὰ τοῦ καταβαλόντος τὸ σπέρμα. ὡς πρώτων αἰτίων ὄντων ἐκείνων τῆς ὑπάρξεως.
29tκβʹ. ΔΙΑΣΥΡΜΟΣ.
30Διασυρμός ἐστι λόγος διαβάλλων τι οὐκ ἐπὶ τῷ180

3

.

181

ἀποφαυλίσαι, ἀλλὰ μᾶλλον ὡς ἀξιόπιστον θαυμάζων, οἷον τάχα ἂν ὀνειδίσαις τὸν σταυρὸν καὶ τὸν θάνατον.
4tκγʹ. ΕΠΑΝΑΛΗΨΙΣ.
5 Ἐπανάληψις δέ ἐστιν ἀνάληψις προειρημένου τινός, μεταξυλογίας ἐμβεβλημένης, ἵνα τὴν διὰ μεσολαβησάν‐ των λόγων ἐγγενομένην λήθην λήσῃ καὶ πρὸς μνήμην ἀγάγῃ τοῦ πρότερον εἰρημένου, οἷον ἐπειδὴ φθόνῳ διαβόλου καὶ γυναικὸς ἐπηρεί, ἥ τε ἔπαθεν
10ὡς ἁπαλωτέρα καὶ ἣ προσήγαγεν ὡς πιθα‐ νωτέρα, εἶτα διὰ πλειόνων ἐλθὼν ἐπανάληψιν αὖθις ποιησάμενός φησιν, ἐπειδὴ ταῦτα δῆθεν μείζονος ἐδεῖτο βοηθήματος, μείζονος καὶ τυγχάνει.
14tκδʹ. ΕΠΑΝΑΦΟΡΑ.
15 Ἐπαναφορὰ δὲ κώλων πλειόνων ἢ ῥημάτων ἀπὸ τῆς αὐτῆς λέξεως ἀρχομένων, οἷον Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. καὶ ἀλλαχοῦ, τί λύετε τάξιν ἐπαινουμένην, τί βιάζεσθε γλῶτταν νόμῳ δουλεύουσαν. γίγνε‐
20ται δὲ καὶ ἔτι ἐπαναφορά, οἷον τὸ παρὰ τοσούτοις γὰρ οἱ ἡμέτεροι παιδευτα, παρ’ ὅσοις Ἀθῆ‐ ναι, παρὰ τοσούτοις δ’ ἡμεῖς, παρὰ ὅσοις οἱ παιδευτα. γίγνεται πάλιν ἐπαναφορά, καὶ ὅταν τῇ ἀρχούσῃ λέξει ἕτεραι ἰσοδυναμοῦσαι ληφθεῖεν ἐπὶ τῶν
25ἄλλων κώλων, οἷον ἡ ἐκ τῆς ἀρχῆς ἀρχ, τὸ ἐκ τοῦ φωτὸς φῶς. καὶ ἔτι ὁ ἀόρατος ὁρᾶται, ὁ ἀνα‐ φὴς ψηλαφᾶται. Τοσαῦτα μὲν οὖν καὶ τοιαῦτα τὰ κατ’ ἔννοιαν σχή‐ ματα, τὰ δὲ κατὰ λέξιν ταῦτά ἐστι· ταυτολογία, παλιλ‐
30λογία, ἀναδίπλωσις, ἀντιστροφή, σύνθεσις, ἐπάνοδος,
κλιμακωτόν, προδιασάφησις, ἀλλοίωσις, ἥτις γίνεται ἢ181

3

.

182

κατὰ γένος ἢ ἀριθμὸν ἢ πτῶσιν, καὶ ἔτι ἐνεργείας καὶ πάθη καὶ χρόνους· πολύπτωτον, μεταβολή, ζεῦγμα, παρήχησις, ὁμοιοτέλευτον, πάρισον, ὁμοιόπτωτον, ἀσύν‐ δετον, ἀντίθετον, σύγκρισις, ἀντεναντίωσις, προαπάν‐
5τησις, ὑπαλλαγή, περίφρασις καὶ ὑπερβατόν.
6tαʹ. ΤΑΥΤΟΛΟΓΙΑ.
7 Ταυτολογία μὲν οὖν ἐστιν ἐν ταὐτῷ λέξεων παράλ‐ ληλος θέσις, τὸ αὐτὸ σημαινουσῶν, οἷον ὀξεῖς καὶ ταχεῖς, ἀλλ’ οὐ νωθεῖς καὶ βραδεῖς· πᾶσαι γὰρ ἐν ταὐτῷ τὸ
10αὐτὸ σημαίνουσιν, ὀξεῖς μὲν καὶ ταχεῖς καταφατικῶς τὸ αὐτὸ σημαίνουσιν, νωθεῖς δὲ καὶ βραδεῖς τοὐναντίον, αἷς συνταχθὲν καὶ τὸ οὐ ἀποφατικὰς ἑαυτῶν ἐποίησε καὶ συμφώνους τοῖς προτέροις.
14tβʹ. ΠΑΛΙΛΛΟΓΙΑ.
15 Παλιλλογία ἐστὶ λέξις ἢ φράσις τοῦ μὲν προηγου‐ μένου κώλου κατάληξις, ἡ αὐτὴ δὲ τοῦ ἑπομένου γε‐ νομένη ἀρχή, οἷον τὸ πάλιν Ἰησοῦς ὁ ἐμός, καὶ πάλιν μυστήριον, μυστήριον οὐκ ἀπατηλόν, οὐδὲ ἄκοσμον. τὸ γὰρ μυστήριον κατάληξις ὂν τοῦ
20προτέρου κώλου, ἀρχὴ τοῦ δευτέρου ἐγένετο, καὶ δευ‐ τερολογίαν ἐποίησεν ἤτοι παλιλλογίαν.
22tγʹ. ΑΝΑΔΙΠΛΩΣΙΣ.
23 Ἀναδίπλωσις δέ ἐστι λέξεως τῆς αὐτῆς ἅμα ἐπάλλη‐ λος προφορά, οἷον Κύριε, Κύριε, μὴ ἀποστῇς ἀπ
25ἐμο· εἰ γίνεται ὁ αὐτὸς τύπος καὶ μεταξὺ ἐμβεβλημέ‐ νης λέξεως, οἷον οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· τὸ γὰρ ταῦτα μεσολαβοῦν οὐ καταλύει τὸ σχῆμα.
28tδʹ. ΑΝΤΙΣΤΡΟΦΗ.
29Ἀντιστροφὴ ἐναντία ἐστὶ τῇ ἐπαναφορᾷ, ὅτι εἰς τὸ182

3

.

183

αὐτὸ καταλήγει, οἷον θελῆσαι δεῖ μόνον, ὁρμῆσαι δεῖ μόνον.
3tεʹ. ΣΥΜΠΛΟΚΗ.
4Συμπλοκή ἐστι σύνθεσις ἔκ τε τῆς ἐπαναφορᾶς καὶ
5τῆς ἐπαναστροφῆς, ὧν ὡραῖοι μὲν οἱ πόδες εὐαγ‐ γελιζομένων εἰρήνην καὶ ἀγαθ, μεθ’ ὧν ἐλη‐ λύθατε, ὡραῖοι δὲ τὰ πρὸς ἡμᾶς, οἷς εἰς και‐ ρὸν ἐληλύθατε. διὰ μὲν γὰρ τῆς τοῦ ὡραῖοι προσ‐ θήκης ἐν ταῖς τῶν κώλων ἀρχαῖς ἐποίησεν ἐπαναφοράν,
10διὰ δὲ τῆς τοῦ ἐληλύθατε διπλῆς καταλήξεως τὴν ἀναστροφήν, καὶ ἐν ἑκατέρῳ γὰρ κώλῳ τὰς αὐτὰς ἔχει ἀρχάς, καὶ ἔτι τὰς αὐτὰς καταλήξεις.
13tϛʹ. ΕΠΑΝΟΔΟΣ.
14Ἐπάνοδος γίνεται, ὅταν δύο τινὰ προθέντες κεκρυμ‐
15μένας ἔτι διανοίας ἔχοντα ἐπανίωμεν εἰς αὐτὰ καὶ σαφη‐ νίζωμεν εὐκρινείας χάριν καὶ ποικιλίας, οἷον διττοῦ δὲ ὄντος λόγου παντός, καὶ τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον κα‐ θαιροῦντος καὶ ἀνατρέποντος, καὶ ἡμεῖς τὰ
20οἰκεῖα ἐκθέμενοι πρότερον οὕτω τὰ τῶν ἐναν‐ τίων ἀνατρέψαι πειρασόμεθα.
22tζʹ. ΚΛΙΜΑΚΩΤΟΝ.
23 Κλιμακωτὸν δέ ἐστιν ἄριστον καὶ πρόξενον κόσμου τοῖς συγγράμμασι, χρώμεθα δὲ ἅπαξ πρεπόντως· σπα‐
25νίως γὰρ χρῆσθαι προσήκει τοῖς ξενοπρεπέσιν, ἵνα μὴ τῇ καταχρήσει γίνωνται ὑπερκορῆ. γίνεται δὲ τὸ κλι‐ μακωτόν, ὅταν ἐπὶ τὸ πλέον μηκύνοντες τὸ προκείμενον κεφάλαιον ἕκαστον κόμμα τὸ αὐτὸ τελευτὴν καὶ ἀρχὴν ποιώμεθα. κατάληξιν μὲν πρότερον, ἀρχὴν δὲ τοῦ ἑπο‐
30μένου, οἷον τὸ ἄληπτον οὖν τὸ θεῖον, ἵνα θαυ‐183

3

.

184

μάζηται, θαυμαζόμενον δὲ ποθῆται, ποθού‐ μενον δὲ καθαίρ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται.
4tηʹ. ΠΡΟΔΙΑΣΑΦΗΣΙΣ.
5 Προδιασάφησις γίνεται, ὅταν πεπληρωμένῳ λόγῳ ἐπενεχθῇ ὄνομά τι εἰς πλείονα διασάφησιν καὶ ἐντελῆ κατάληψιν τοῦ λεγομένου, οἷον τὸ περινοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον· πλήρει γὰρ τῷ λόγῳ ἐπῆκται λέξις ἡ διάνοια εἰς ἔμφασιν μείζονα.
10tθʹ. ΑΛΛΟΙΩΣΙΣ.
11 Η ἀλλοίωσις ἤτοι ἡ ἐναλλαγὴ γίνεται κατὰ τρόπους, ὡς ἔφημεν, πλείονας· κατὰ γένος μέν, οἷον τίμιον ἡ ἀρετ, ἤτοι ὁ ἐνάρετος· διὰ γὰρ τῆς ἀρετῆς τὸν ἔχοντα τὴν ἀρετὴν ὁ λόγος δεδήλωκεν, ὅς ἐστιν ἑτερογενὴς τῇ
15ἀρετῇ· κατὰ δὲ τὸν ἀριθμόν, οἷον μέγας ὁ καθελὼν Τροίαν, ἤτοι οἱ καθελόντες· κατὰ πτῶσιν, οἷον μῆ‐ νιν ἄειδε, θε, ἣ μυρία ἄλγε’ Ἀχαιοῖς ἔθηκε. μετέβη καὶ γὰρ εἰς εὐθεῖαν ἀπὸ αἰτιατικῆς· ἐνεργείας δὲ καὶ πάθη καὶ χρόνους, ὡς τὸ οὐκέτι μιγνύντες
20ἀλλήλοις, ἤτοι μιγνύμενοι· καὶ οἱ ἐκ γένους Ἡρα‐ κλέους κατάγοντες, καὶ αὖθις, οἱ τὴν μεσόγεων κατῳκηκότες, καὶ παρέξομαι μάρτυρας, ἤτοι παρέξω, καὶ ἀπολαύσομαι ἤτοι ἀπόλαυσις, καὶ τὰ τοι‐ αῦτα.
25tιʹ. ΠΟΛΥΠΤΩΤΟΣ.
26 Πολύπτωτός ἐστι λόγος ὁ πολλῶν ἀντιλαμβανόμενος πτώσεων, οἷον τὸ ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθητα, οὓς στύλος πυρὸς καὶ νεφέλη ὡδή‐ γουν. ἐνταῦθα γὰρ ἀπὸ πτώσεως τῆς γενικῆς εἰς πτῶ‐
30σιν αἰτιατικὴν μετηνέχθη.184

3

.

185

(1t)

ιαʹ. ΜΕΤΑΒΟΛΗ.
2 Μεταβολὴ ἡ τὸ αὐτὸ ὄνομα διαφόρως ἐξαγγέλλουσα, ὡς τὸ τίνος διώκοντος ἢ συναναγκάζοντος· τί‐ νων ἱππέων ἢ ποίων κυνῶν;
5tιβʹ. ΖΕΥΓΜΑ.
6 Ζεῦγμά ἐστι λέξις διάφορα κῶλα συνδέουσα ἢ μετ’ αὐτὰ τιθεῖσα ἢ πρὸ αὐτῶν, οἷον τὸ τῶν μὲν τὸν λό‐ γον, τῶν δὲ τὴν πρᾶξιν, τῶν δὲ τὸ πρᾷον μι‐ μησάμενος.
10tιγʹ. ΠΑΡΟΝΟΜΑΣΙΑ.
11 Παρονομασία γίνεται, ὅταν τι τῶν ληφθέντων εἰς διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιήσαντες ἑτέραν κινήσωμεν ἔννοιαν, οἷον οὐδὲ τὴν ὑλακήν, ἀλλὰ τὴν φυλακήν, ὃ καὶ παρήχησις ὀνομάζεται,
15οἷον τὸ παρὰ Δημοσθένει, οὐκ αἰσχύνῃ Αἰσχίνη; καὶ παρὰ Πλάτωνι, Πῶλε λῷστε, καὶ Παυσανίου παυσαμένου, καὶ πλεῖστα τοιαῦτα.
18tιδʹ. ΟΜΟΙΟΤΕΛΕΥΤΟΝ.
19Ὁμοιοτέλευτον δὲ τὸ ὁμοιοκατάληκτον, ὅταν διά‐
20φορα κῶλα τὴν αὐτὴν ἔχωσι κατάληξιν, οἷον τὸ Χρι‐ στὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρα‐ νῶν, ἀπαντήσατε· τὸ γὰρ δοξάσατε καὶ ἀπαντήσατε ταὐτοκατάληκτα.
24tιεʹ. ΠΑΡΙΣΟΝ.
25 Τὸ δὲ πάρισον γίνεται, ὅταν δύο ἢ πλείονα κῶλα μάλιστα μὲν καὶ τὰς συλλαβὰς ἴσας ἔχῃ· εἰ δ’ οὖν ἀλλὰ καὶ τὸ γένος καὶ τὸν ἀριθμὸν καὶ ἔτι τὸν χρόνον καὶ τὸν ῥυθμόν, οἷον τὸ τίνα τῶν ἀνθρώπων κινήματα, τίνα δὲ τῶν πιθήκων ὁρμήματα. εἴ τι μὲν οὖν
30πάρισον, καὶ ὁμοιοκατάληκτον, οὐ μὴν εἴ τι ὁμοιοκα‐185

3

.

186

τάληκτον, ἤδη καὶ πάρισόν ἐστι· τὸ μὲν γὰρ μόνας τὰς τελευταίας συλλαβὰς ὁμοίας ἔχει, τὸ δὲ ἐν πάσαις ἔχει τὰς συγκρούσεις καὶ ὁμοιώσεις.
4tιϛʹ. ΟΜΟΙΟΠΤΩΤΟΝ.
5 Ὁμοιόπτωτον δέ ἐστι πτῶσις ἡ αὐτὴ κατὰ τοῦ αὐ‐ τοῦ ὑποκειμένου διαφόρως λεγομένη, οἷον ὦ περὶ μὲν ἔργων τὰ μεγάλα ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν λόγοις τόλμαν θαυμασιώτατε· τὸν γὰρ αὐτὸν καὶ ἕνα διὰ τῆς κλητικῆς περὶ λόγους μὲν θαυμαστόν,
10περὶ δὲ ἔργα ἀχρεῖον ἐνέφηνεν.
11tιζʹ. ΑΣΥΝΔΕΤΟΝ.
12 Ἀσύνδετον δέ ἐστι τὸ χωρὶς τῶν συμπλεκτικῶν συν‐ δέσμων ἴδια καθ’ ἑαυτὰ κομματικῶς ἐκφέρεσθαι τὰ κῶλα, ὁποῖον τὸ φθάνει ταχεῖς, σφάλλει συνε‐
15τούς, συστέλλει ὑψηλούς.
16tιηʹ. ΑΝΤΙΘΕΤΟΝ.
17 Τὸ ἀντίθετον κατὰ πλείονας γίνεται τρόπους, ἕνα μέν, ὅτε τὰ ἀντικείμενα ὀνόματα λαμβάνεται, οἷον τὸ τιμῶσι μᾶλλον τοὺς ἀδίκους πλουτοῦντας, ἢ
20τοὺς δικαίους πενομένους. καθ’ ἕτερον δὲ τρό‐ πον, ὅτε ἀντιδιαστέλλεται κατάφασις ἀποφάσει, οἷον σὺ μὲν ἔλαβες, ἐγὼ δὲ οὐκ ἔλαβον· τὸ μὲν γὰρ καταφαίνεταί τις, τὸ δὲ ἀποφαίνεταί τι· καὶ ἔτι πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται·
25ἐναντιότης γὰρ ἐντεῦθεν αὖθις φωτὸς πρὸς σκότος.
26tιθʹ. ΣΥΓΚΡΙΣΙΣ.
27 Σύγκρισις γίνεται, ὅταν ταῖς αὐταῖς λέξεσι χρώμεθα παραβάλλοντες πρόσωπον πρὸς πρόσωπον, ἢ πρᾶγμα πρὸς πρᾶγμα, ὁποῖον τὸ Λώτ, ὁ Σοδομίτης καὶ οὐ
30Σοδομίτης τὸν τρόπον. τὸ γὰρ Σοδομίτης τέθει‐186

3

.

187

κεν ἐνταῦθα δεικτικῶς ὡς τοπικόν, ἀλλ’ ἐπεὶ μόνος τῶν πάντων ἐσώζετο διὰ τὴν ἀρετήν, μέγιστον εἰς θαῦμα δύναται ἡ τοῦ τοπικοῦ προσθήκη, ὅσῳ μόνος ἐν τοσού‐ τοις ἀναστρεφόμενος οὐκ ἐχράνθη, ἀλλὰ πεφύλακται.
5τούτῳ τῷ σχήματι ἔοικε καὶ ἡ ἀντίθεσις καὶ ἡ ἀντιβολή, οἷον εἰ μὲν θεός, οὐ κτίσμα, εἰ δὲ κτίσμα, οὐ θεός· ἀντιτίθησι γὰρ ἑκάτερα, καὶ τὰ ἐν πρώτοις κώ‐ λοις ἄλλως τεθέντα ὑπεναντίως ἐν τοῖς δευτέροις ἐτέθη.
9tκʹ. ΑΝΤΕΝΑΝΤΙΩΣΙΣ.
10 Ἡ δ’ ἀντεναντίωσις γίνεται, ὅταν εἰπεῖν τι βουλό‐ μενοι διὰ τοῦ ἐναντίου δηλῶμεν. ἴσως οὐ τῶν πολ‐ λῶν ἐγενόμην φαυλότερος, δηλονότι καὶ μᾶλλον σπουδαιότερος. καὶ ἀλλαχοῦ, ἄληθες, καλῶς τυγχά‐ νεις διακείμενος πρὸς ἡμᾶς, ἀντὶ τοῦ κακῶς.
15tκαʹ. ΠΡΟΑΠΑΝΤΗΣΙΣ.
16 Προαπάντησις δέ, ὅταν δύο τινὰ θέντες πρὸς τὸ λεχθὲν ὑστέρως, ἀπαντήσωμεν πρότερον, οἷον τὸ κα‐ λὸν τὸ προσευχὴ καὶ νηστεία καὶ ἀγρυπνία, καὶ πειθέτω σὲ Ἰησοῦς, ἀγρυπνῶν πρὸ τοῦ
20πάθους καὶ προσευχόμενος· πρὸς γὰρ τὸ ὑστέ‐ ρως ῥηθὲν ὑπήντησε, τὴν ἀγρυπνίαν λέγω.
22tκβʹ. ΥΠΑΛΛΑΓΗ.
23 Ὑπαλλαγὴ δὲ γίνεται, ὅταν ἐπιτιμήσαντες τῷ πρώτῳ ὀνόματι ἕτερον προσλάβωμεν, οἷον εἴ τις τὸν ἐρῶντα
25φιλάνθρωπον λέγει· ἐρεῖ γάρ τις, ὡς οὐκ ἔστι τόδε φι‐ λανθρωπία, ἀλλ’ ἔρως, καὶ ἔτι οὐκ ὠργίζετο ἀλλ’ ἐμαί‐ νετο, εἴ τις τὸν ἀπόπληκτον λέγει θυμοῦσθαι.
28tκγʹ. ΠΕΡΙΦΡΑΣΙΣ.
29Περίφρασις δέ, ὅταν τὸ διὰ μιᾶς λέξεως ῥηθῆναι
30δυνάμενον διὰ πλειόνων ἐκφέρηται, ὅταν βίη Ἡρακληείη187

3

.

188

δηλονότι ἡ Ἡρακλέους ἰσχύς, καὶ μένος Ἀλκινόοιο, ἤγουν ἡ τοῦ Ἀλκινόοιο προθυμία, καὶ Θηβαίων ἄνοια, ἤγουν οἱ ἄγνωστοι Θηβαῖοι.
4tκδʹ. ΥΠΕΡΒΑΤΟΝ.
5 Ὑπερβατὸν δέ, ὅταν τῆς συνεχείας τοῦ νοήματος διακοπείσης ὑπὸ μεταξυλογίας ἐκβληθείσης ἕτερον ἀπο‐ δοθῇ τὸ λεῖπον, οἷον κατὰ ταῦρον ἐδηδώς, καὶ ἀνὰ δ’ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη· τὸ γὰρ κατὰ ὀφείλει συγκεῖσθαι τῷ ἐδηδώς, ἵνα σημαίνῃ τὸ κατα‐
10φαγεῖν τὸν ταῦρον, ἐπεὶ οὕτως τὸ ὁμοίως τῷ ταύρῳ τρώγειν ἐμφαίνει. ἐπὶ τοῦ δευτέρου ὡσαύτως ἡ ἀνά τις ἔστη ὀφείλει συγκεῖσθαι, ἵν’ ᾖ, ὅτι ἀνέστη ὁ Ὀδυσ‐ σεύς· καὶ ἔτι π’ ἐμ’ ὀλεῖς, ἤγουν ἀπολεῖς ἐμέ· καὶ ἐμοῦ πέρι, ἤγουν περὶ ἐμοῦ· καὶ ἐμοῦ μέτα, ἤγουν
15μετ’ ἐμοῦ.188