TLG 0598 021 :: RHETORICA ANONYMA :: De figuris RHETORICA ANONYMA Rhet. De figuris Citation: Volume — page — (line) | ||
3.171(1t) | ΑΝΩΝΥΜΟΥ | |
2t | ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. | |
---|---|---|
3 | Σχῆμά ἐστιν ἁμάρτημα μετὰ λόγου πεποιημένον. ἔστι δὲ διπλοῦν, ἤγουν λόγου καὶ συντάξεως. εἰσὶ δὲ | |
5 | ὀκτὼ τῆς συντάξεως, πρόληψις, σύλληψις, ζεῦγμα, σύν‐ θεσις, ἀντίπτωσις, ἐπιφώνημα, πρόσθεσις, συνεκδοχή. Πρόληψίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος τῷ ὅλῳ ἐν αὐτοῦ μέρεσι διῃρημένῳ, οἷον ἀετοὶ πέτανται, οὗτος ἄνωθεν, ἐκεῖνος κάτωθεν. ἐν τῇ προλήψει ζητοῦνται εʹ. | |
10 | τὸ ὅλον, τὰ μέρη τοῦ ὅλου, ἡ ἀπόδειξις τῶν μερῶν, ἡ ἰδιότης ἤτοι τὸ ῥῆμα, καὶ ἡ τάξις. διπλῆ ἐστιν ἡ πρό‐ ληψις, ἐν νῷ καὶ ἐν γράμματι, ἤγουν σώα καὶ ἀτελής, τουτέστιν ἔν τινι σιωπῶσά τινα. καὶ σώα ἐστὶν ἤγουν ἡ ἐν νῷ καὶ ἐν γράμματι, ἐν ᾗ τὰ εʹ ζητούμενα, οἷον ὁ | |
15 | Καῖσαρ καὶ ὁ Πομπεῖος μάχονται, εἷς ὅπλοις, ἕτερος δόλῳ. ἡ ἐλλειπής ἐστιν, ἐν ᾗ σιωπῶνταί τινα, οἷον οἱ ἄνθρωποι φθονοῦσιν ἕτερος ἑτέρῳ. Σύλληψίς ἐστι συναθροισμὸς διαφόρων λέξεων ὑπὸ πληθυντικῆς ἰδιότητος. ἐν τῇ συλλήψει ζητεῖται εʹ, λέξις | |
20 | συλλαμβάνουσα, λέξις συλλαμβανομένη, ἡ ἰδιότης ῥή‐ ματος ἢ ἐπιθέτου πληθυντικοῦ ἀριθμοῦ, σύνδεσμος, ἡ ἰδιότης ἰσάζουσα μετὰ τῆς λέξεως τῆς συλλαμβανούσης. κατὰ δʹ τρόπους γίνεται ἡ σύλληψις, ἐν γένει, ἐν ἀρι‐ θμῷ, ἐν προσώπῳ, ἐν πτώσει. ἐν γένει τὸ γένος τὸ ἀρ‐ | |
25 | σενικὸν συλλαμβάνει τὸ θηλυκὸν καὶ τὸ οὐδέτερον, οἷον | 171 |
3.172 | ὁ ἔριφος καὶ ἡ αἴξ καὶ τὸ ἀρνίον μέλανες. τὸ θηλυκὸν συλλαμβάνει τὸ οὐδέτερον, οἷον ἡ ὄρνις καὶ τὸ ὑποζύ‐ γιον ἰσχυραὶ ἢ στεραιαί. ἀλλ’ ἐνίοτε μὲν συλλαμβάνεται τὸ ἀρσενικὸν καὶ τὸ θηλυκὸν διὰ τοῦ οὐδετέρου τῇ αἰ‐ | |
5 | τίᾳ τῆς μείζονος σημασίας, οἷον ὁ ἀνὴρ καὶ ἡ γυνὴ καὶ τὰ ζῶά εἰσι λευκά. ἐν ἀριθμῷ ὁ πληθυντικὸς ἀριθμὸς συλλαμβάνει ἑνικόν, οἷον οἱ στρατιῶται καὶ ὁ τριβοῦ‐ νος πολεμοῦσιν. ἐν προσώπῳ τὸ πρῶτον μὲν πρόσωπον συλλαμβάνει δεύτερον καὶ τρίτον, οἷον ἐγὼ καὶ σὺ καὶ | |
10 | ὁ Νικόλαος βουλόμεθα· τὸ δὲ δεύτερον συλλαμβάνει τὸ τρίτον, οἷον καὶ σὺ καὶ ὁ Φραγκίσκος ὑπνεῖτε. ἐν πτώ‐ σει ἡ ὀνομαστικὴ συλλαμβάνει ἑτέραν πτῶσιν μετὰ προ‐ θέσεως, οἷον ὁ ἵππος μετὰ τοῦ ὄνου τρέχουσιν. ἔστι δὲ διπλῆ ἡ σύλληψις, ὁμοία καὶ ἀνομοία. ὁμοία ἐστίν, ἥτις | |
15 | γίνεται ἐν ὁμοίαις πτώσεσιν, οἷον ἐγὼ καὶ ὁ Ἀντώνιος λέγομεν· ἡ ἀνομοία, ἥτις γίνεται ἐν ἀνομοίαις λέξεσιν, οἷον ὁ Ἀνδρέας μετ’ ἐμοῦ φεύγομεν. Ζεῦγμά ἐστιν μιᾶς ἰδιότητος ἀπόδοσις ἐν διαφόροις λέξεσιν, οὕτως, ὡς μεθ’ ἑνὸς ἐξισάζοντος, οἷον τῶν φί‐ | |
20 | λων καὶ τοῦ ῥηγὸς μαχομένου, ἢ τῶν ἀρχόντων καὶ τοῦ ῥηγὸς μαχομένου. ἐν τῷ ζεύγματι ζητεῖται δʹ. διάφορα οὐσιώδη ὀνόματα, σύνδεσμος, ἡ ἰδιότης, καὶ αὐτὴ ἡ ἰδιότης, ἰσάζουσα μετ’ ἐκείνου, ᾧτινι ὡς προτέρῳ ἀπο‐ δίδοται, καὶ ἀνισάζουσα ἀπ’ ἐκείνου, ᾧτινι ὡς ὑστέρῳ | |
25 | ἀποδίδοται. ἐν τρισὶ παρεπομένοις γίνεται τὸ ζεῦγμα, ἐν προσώπῳ, ἐν γένει, ἐν ἀριθμῷ. τριπλοῦν ἐστι τὸ ζεῦγμα, ἀπὸ τοῦ ἄνω προτέρου, ἀπὸ τοῦ μέσου, ἀπὸ τοῦ κατωτέρου. ἀπὸ τοῦ προτέρου, ἐν ᾧ ἡ ἰδιότης προτίθε‐ ται, οἷον λέγω ἐγὼ καὶ σύ· ἀπὸ τοῦ μέσου, οἷον ἐγὼ | |
30 | λέγω καὶ σύ· ἀπὸ τοῦ κατωτέρου, οἷον ἐγὼ καὶ σὺ λέγω. Σύνθεσίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος ἑνὶ ἢ πολ‐ | |
λοῖς συμπεπλεγμένοις, οὐκ αἰτίᾳ φωνῆς, ἀλλὰ τῆς ση‐ | 172 | |
3.173 | μασίας, οἷον τὸ μέρος εἰς μερίδας ἔκοπτον, καὶ ὁ Σκι‐ πίων καὶ ὁ Λαίλιος ἐθαύμαζον. τρία ζητεῖται ἐν τῇ συν‐ θέσει, ἓν ὑποκείμενον ἢ πλείονα συμπεπλεγμένα, ἡ ἰδιό‐ της, ἡ ἀπόδοσις τῆς ἰδιότητος ἰσάζουσα μετὰ τῆς ση‐ | |
5 | μασίας, καὶ ἀνισάζουσα μετὰ τῆς φωνῆς, οἷον ἡ πενία κακόν. γίνεται δὲ ἡ σύνθεσις ἐν γένει καὶ ἐν ἀριθμῷ, οἷον τὸ πλῆθος βαδίζουσιν, ὁ Σκιπίων καὶ ὁ Λαίλιος λέγουσι, καὶ ἡ πενία κακόν. Ἀντίπτωσίς ἐστιν ἀπόδοσις τῆς ἰδιότητος, πτῶσις | |
10 | ἀντὶ πτώσεως. τρία ζητεῖται ἐν ἀντιπτώσει, ἓν ὑποκεί‐ μενον, ἡ ἰδιότης, καὶ ὅτι ἡ πτῶσις ἀντὶ πτώσεως τίθε‐ ται, οἷον τὴν πόλιν ἣν βλέπω, ὑμετέρα ἐστίν. Ἐπιφώνημά ἐστιν ἀπόδοσις τῆς ἰδιότητος τινὶ πράγ‐ ματι δεικνυμένῳ διὰ τοῦ δεικνύοντος, οἷον ἐγὼ ὁ Βιρ‐ | |
15 | γίλιος ψάλλω. ἐν τῷ ἐπιφωνήματι δʹ ζητεῖται, πρᾶγμα ἐπιφωνοῦν πρώτου ἢ δευτέρου προσώπου, πρᾶγμα ἐπι‐ φωνηθέν, ἀπουσία συνδέσμου, ἡ ἰδιότης τοῦ ῥήματος πρώτου ἢ δευτέρου προσώπου. Πρόσθεσίς ἐστιν ἄμεσος σύζευξις οὐσιωδῶν, οἷον ὁ | |
20 | Καῖσαρ ἀνὴρ ἰσχυρός. ἐν τῇ προσθέσει ζητεῖται τρία, λέξις προστιθεῖσα, λέξις προστιθεμένη, ὅ ἐστιν ἀπο‐ διδομένη, ἡ ἰδιότης, οἷον ζῶον ὁ ἄνθρωπος περιπατεῖ. γίνεται δὲ ἡ πρόσθεσις ἐν τρισὶ τρόποις, πρῶτον αἰτία τοῦ γενικοῦ συνεσταλμένου, οἷον ζῶον ὁ ὄνος περιπα‐ | |
25 | τεῖ, δεύτερον τοῦ ὁμωνύμου μετατιθεμένου, οἷον ὁ κύων ἄστρον λάμπει, τρίτον τῆς ἰδιότητος ἀποδιδομέ‐ νης, οἷον ὁ Ὅμηρος ἄνθρωπος ἰσχυρός. Συνεκδοχή ἐστιν, ὅταν ἡ ἰδιότης τοῦ μέρους ἀπο‐ δοθῇ τῷ ὅλῳ, οἷον ὁ αἰθίοψ ἐστὶ λευκὸς τοὺς ὀδόντας. | |
30 | τρία ζητεῖται ἐν τῇ συνεκδοχῇ, τὸ ὅλον, τὸ μέρος, ὁποῖον πάντοτε γίνεται, ἐν αἰτιατικῇ πτώσει, ἡ ἰδιότης, οἷον ἡ | |
γυνὴ κεκομμένη τὴν χεῖρα. | 173 |