TLG 0598 020 :: RHETORICA ANONYMA :: De synecdoche RHETORICA ANONYMA Rhet. De synecdoche Citation: Volume — page — (line) | ||
8.691(1t) | XI. | |
2t | ΑΝΩΝΥΜΟΥ | |
---|---|---|
3t | ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ. | |
3 | Πόσας ἀναφορὰς ἔχει ἡ συνεκδοχή; ιγʹ. ποίας ταύ‐ τας; Ἡ μὲν ἀπὸ ὅλου δηλοῖ τὸ μέρος· ἡ δὲ ἀπὸ μέ‐ | |
5 | ρους τὸ ὅλον· ἡ δὲ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα· ἡ δὲ, ἀπὸ τοῦ ἑπομένου συμβαίνοντος τὸ προηγούμενον· ἡ δὲ ἀπὸ τοῦ συμβόλου τὸ κύριον· ἡ δὲ ἀπὸ τοῦ προη‐ γουμένου τὸ ἀκόλουθον· ἡ δὲ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον· ἡ δὲ ἀπὸ τοῦ γένους τὸ εἶδος· ἡ δὲ ἀπὸ | |
10 | εἴδους τὸ γένος· ἡ δὲ ἀπὸ τῶν πολλῶν τὸ ἕν· ἡ δὲ ἀφ’ | 691 |
8.692 | ἑνὸς τὰ πολλά· ἡ δὲ ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμε‐ νον· ἡ δὲ ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον. Πῶς; Ἀπὸ ὅλου τὸ μέρος; ὡς τὸ, „βόας αὔας·“ ἀντὶ τοῦ, ἀσπίδας, τὰς ἐκ βοείων βυρσῶν. | |
5 | Ἀπὸ μέρους τὸ ὅλον, ὡς τὸ, λευκώλενος Ἥρη. Ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, ὡς τὸ, Χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ· ἀντὶ τοῦ, χρυσῆν πανοπλίαν. Ἀπὸ τοῦ ἑπομένου συμβαίνοντος τὸ προηγούμενον, | |
10 | ὡς τὸ, ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. Ἀπὸ τοῦ συμβόλου τὸ κύριον, ὡς τὸ σκῆπτρον τὴν βασιλείαν. Ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, ὡς τὸ, | |
15 | Λῦσε δὲ παρθενίην ζώνην. Ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, ὡς τὸ ἐνα‐ ρίζω, τὸ σκυλεύω. Ἀπὸ γένους τὸ εἶδος, ὡς τὸ, „ζῶον ἐνταῦθα οἰκονο‐ μούμενον καὶ ἀλλαχοῦ μεθιστάμενον.“ | |
20 | Ἀπὸ εἴδους τὸ γένος, ὡς τὸ ἀΐω τὸ αἰσθάνομαι. Ἀπὸ πολλῶν τὸ ἓν, ὡς τὸ, „στήθεα μαρμαρόεν‐ τα.“ Ἀφ’ ἑνὸς τὰ πολλὰ, ὡς τὸ, „πέρσεν Ὀδυσσεὺς | |
καὶ ἱερὸν Τροίης πτολίεθρον.“ | 692 | |
8.693 | Ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον, ὡς τὸ, „πᾶ‐ σα ἡ πόλις ἐταράχθη.“ Ἀπὸ τοῦ περιεχομένου τὸ περιέχον, ὡς τὸ, „οἶκος | |
Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον.“ | 693 |