TLG 0598 019 :: RHETORICA ANONYMA :: Περὶ τῶν τοῦ λόγου σχημάτων

RHETORICA ANONYMA Rhet.
(Varia)

Περὶ τῶν τοῦ λόγου σχημάτων

Source: Spengel, L. (ed.), Rhetores Graeci, vol. 3. Leipzig: Teubner, 1856 (repr. Frankfurt am Main: Minerva, 1966): 110–160.

Citation: Volume — page — (line)

3

.

110

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΠΕΡΙ ΤΩΝ ΤΟΥ ΛΟΓΟΥ ΣΧΗΜΑΤΩΝ.
3 Πολλοὶ περὶ σχημάτων ποιησάμενοι τῶν ἀρχαίων τῶν τε λόγου καὶ τῆς διανοίας, φιλοπονώτατον τέκνον
5καὶ εὐλαβέστατε Ἰγνάτιε, ἄλλος ἄλλῃ μεθόδῳ ἐχρήσατο, ὡς ἑκάστῳ ἔδοξεν ἁρμόδιόν τε καὶ ὠφέλιμον· οὐδὲ γὰρ πάντες τὴν αὐτὴν ὁδὸν μετελθεῖν ἠβουλήθησαν, ἀλλ’ ὁ μὲν κατέλιπέ τινα τῶν σχημάτων, ὁ δὲ ἐβιάσατο καὶ μὴ ὄντα ἐπεξεργάσασθαι. ἡμεῖς δὲ σὺν θεῷ φάναι μήτε
10περιττόν τι μήτε ἐλλεῖπον γεγραφέναι βουλόμενοι τρί‐ την μέθοδον ἐπενοήσαμεν, καὶ ἴσως τοῖς ἀφθόνως κρί‐ νειν προαιρουμένοις [καὶ] λίαν ἀκίνδυνον· οὐδὲ γὰρ πολυσχιδῆ καὶ ποικίλην καὶ τῆς εὐλόγου τέχνης ἀμοι‐ ροῦσαν ἐπιζητοῦμεν, ἀλλ’ ἣν Ἑρμογένης ἔγραψε καὶ
15σοφοὶ ἠρέσθησαν, καὶ σώφρονες κατὰ τὴν γνῶσιν ἐπέ‐ κριναν· εἰ δὲ μετὰ τὴν συμπλήρωσιν τῶν παρ’ Ἑρμο‐ γένει καὶ ἕτερά τινα βουληθῶμεν προσθεῖναι, ἰδίως ταῦτα συνθέντες συγχύσεως ἀμέτοχον τὴν καθ’ ἡμᾶς πραγματείαν τηρήσομεν· ὁ γὰρ Ἑρμογένης τέσσαρσι τό‐
20μοις στοιχειώσας τὸ περὶ εὑρέσεως τῷ μὲν πρώτῳ τόμῳ διεξῆλθε περὶ τῶν προοιμίων, ἐν δὲ τῷ δευτέρῳ περὶ προκαταστάσεως, εἶτα πλάτους διηγήσεως καὶ μήκους,
καθὼς ἐν ἑτέροις ὑπομνηματίζοντες τὴν πραγματείαν110

3

.

111

διεξοδικῶς ἀπεφήναμεν· ἐν δὲ τῷ τρίτῳ τόμῳ περὶ κα‐ τασκευῆς καὶ λύσεων, εἶτα περὶ κεφαλαίων, ἐπιχειρη‐ μάτων τε καὶ εἰδῶν τῶν τῆς μεταλήψεως, ἐργασίας τε ἐπιχειρημάτων καὶ ἐνθυμημάτων, ἀλλὰ μὴν καὶ περὶ
5τοῦ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τάξεως [καὶ] ἐπιχειρημά‐ των, ὅρου τε καὶ διασκευῆς· ταῦτα τοίνυν ὁ τεχνικὸς ἐν τοῖς τρισὶ τόμοις διελθὼν ἄριστά τε καὶ σοφώτατα, καὶ ὡς οὐκ ἐνεδέχετο ἄλλως πως γενέσθαι τούτων κρείσσω καὶ βελτίονα, ἥκει ἐπὶ τῶν τοῦ λόγου σχημά‐
10των ἕκαστον τῶν προεκτεθέντων ποίῳ σχήματι ἐκφέρε‐ σθαι διδάσκων. ἡμεῖς τοίνυν οὐ σκοπὸν ἐθέμεθα εἰπεῖν, ποίῳ μὲν σχήματι δεῖ ἐκφέρειν τὰ προοίμια, ποίῳ δὲ τὰ διηγήματα, καὶ ἕκαστον τῶν ῥηθέντων ἐν τοῖς τρισὶ τόμοις, ἀλλὰ πόσων σχημάτων τοῦ λόγου μέμνηται, καὶ
15τῶν τῆς διανοίας πόσων· καὶ τοῖς φιλοπονοῦσιν οὐ χα‐ λεπὸν ἐφαρμόσαι ἕκαστον αὐτῶν τῷ προεκτιθεμένῳ ἐν τοῖς τρισὶ τόμοις.
18tΠΕΡΙ ΣΤΡΟΓΓΥΛΟΥ
19Ἄρξομαι δὲ ἀπὸ στρογγύλου σχήματος, ὅπερ καὶ ὁ
20τεχνικὸς πρῶτον ἔθηκεν ὡς ἐπιτήδειον τοῖς ἐνθυμήμα‐ σιν· πλείονα γὰρ δόξαν δριμύτητος ἀποφέρεται τὸ ἐν‐ θύμημα στρογγύλως ἐκφερόμενον, ἢ εἴ τις αὐτὸ ἐξαπλῶ‐ σαι θελήσει, οἷον ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν
25ἁλῷς, ἄλλος οὐ γράψει· διάνοια γάρ ἐστι τὸ ἐνθύ‐ μημα ἐκ μάχης λεγομένη ἐν ἀκολουθίας σχήματι, διὰ τοῦτο δεῖ στρογγύλως ἐκφέρεσθαι, ὡς συλλογισμὸς ῥη‐ τορικὸς ὑπάρχων. διαλύσομεν δὲ τὸ στρογγύλον εἰς σαφήνειαν τοῦ στρογγυλίσματος· μὴ ἐπιτρέπετε τοῖς τὰ
30παράνομα γράφουσιν· εἴπερ γὰρ ἐκωλύοντο, οὐκ ἂν ὁ
νῦν παρανομήσας τοιαῦτα γράφειν ἐτόλμησεν, ἀλλ’ οὐδὲ111

3

.

112

ἐν ὑστέροις ἄλλος γράψει τούτου δικαίως ἐν τῷ παραυ‐ τίκα ἁλόντος.
3tΠΕΡΙ ΑΝΤΙΘΕΤΟΥ ΣΧΗΜΑΤΟΣ.
4Ἀντίθετον σχῆμά ἐστι τὸ διπλασιάζον πάντα τὸν
5ὑποκείμενον ὅρον τοῦτον τὸν τρόπον, εἴ τις τοῦ κατὰ φύσιν τὸ ἐναντίον λαμβάνων καταβαίνοι εἰς τὸ ὑποκεί‐ μενον, οἷον ἡμέρας οὔσης λέγομεν οὕτως· ἐπειδὴ ἡμέρα ἐστί, δεῖ ποιῆσαι τόδε. τοῦτο τὸ ζητούμενον, τὸ δὲ ἀν‐ τίθετον αὐτοῦ, εἰ μὴ ἦν ἡμέρα, ἀλλὰ νύξ, ἴσως ἐχρῆν
10μὴ ποιεῖν· ἐπεὶ δέ ἐστιν ἡμέρα, (καταβαίνει γὰρ εἰς τὸ ἴδιον) ποιῆσαι προσῆκε. παράδειγμα μετ’ εὐφραδείας πολέμου ὄντος· εἰ μὲν ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα, καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμᾶς, καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφειστήκει παρὰ τῶν πολεμίων μηδέν, ἀδείας
15δὲ ἦμεν ἐπειλημμένοι καὶ ἐξουσίας τοῦ πράττειν, ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν, ἔδει φυλάττειν τὰ κα‐ θεστηκότα καὶ παρακινεῖν μηδὲ ἕν, μηδὲ καινοτομεῖν, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις· ἐπειδὴ δὲ πόλεμος κεκίνηται καὶ πλησίον οἱ
20πολέμιοι, καὶ ἐφέστηκε μὲν τὰ δεινὰ καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων, τίνος ἕνεκεν οὐ καινοτομήσομεν, αὐ‐ τοῦ τοῦ πολέμου ταύτην τὴν φύσιν ἔχοντος ἀφ’ ἑαυτοῦ τεχνᾶσθαι τὰ πολλά, καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ καινότερον βίον; ἄλλο παράδειγμα Σωπάτρου· εἰ
25μὲν οὖν ὄνησις ἀγωνιζομένοις ἀκολουθεῖ, καλὸν ἀπο‐ λαύειν τῆς τύχης, εἰ δὲ Τρωσίν ἐστι τὸ νικᾶν ἐκ Διός, ἡμῖν δὲ πληροῦν ἀκοντίων τὴν γῆν μόνον, ἀναχωρῆσαι συμφέρον, νεκρὸν λαβοῦσι τὸν Πάτροκλον. Σχῆμα περιοδικόν, ὃ συνίσταται ἐκ προτάσεως καὶ
30ἀποδόσεως, οἷον ὃ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα
πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ112

3

.

113

πολεμε, κἂν μήπω βάλλῃ μηδὲ τοξεύ. καὶ πάλιν, ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλέον ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν ἑαυτο, τοσούτῳ θαυ‐ μαστότερος παρὰ πᾶσιν νομίζεται· ὑμεῖς δ,
5ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε κέχρησθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε. αὕτη δὲ μακρὰ καὶ τετράκωλός ἐστιν ἐκ δύο προτάσεων καὶ δύο ἀποδόσεων.
9tΠΕΡΙ ΚΩΛΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
10 Κῶλόν ἐστιν σχῆμα λόγου τὸ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα συλλαβὰς μέχρι τοῦ ἡρωϊκοῦ προχωροῦν, ἀπαρτίζον διάνοιαν, οἷον ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖ‐ νος σφετεριζόμενος καὶ κατασκευάζων ἐπι‐ τείχισμα ἐπὶ τὴν Ἀττικήν, καθιστὰς ἐν μὲν
15Ὠρεῷ Φιλιστείδην τύραννον.
16tΠΕΡΙ ΚΟΜΜΑΤΙΚΟΥ.
17 Κόμμα δέ ἐστιν τὸ ἀπὸ τεττάρων καὶ πέντε συλλα‐ βῶν καὶ μέχρι ἓξ ἀπαρτίζον διάνοιαν, οἷον καταλαμ‐ βάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν,
20καὶ παρὰ τῷ θεολόγῳ, πάλιν τὸ σκότος λύεται, πάλιν τὸ φῶς ὑφίσταται, πάλιν Αἴγυπτος σκότῳ κολάζεται. γίνεται δὲ τὸ κόμμα καὶ μέχρι δύο συλλαβῶν, ἡνίκα ἡ διάνοια ἀπαρτίζεται, οἷον δεῖ δὲ εἰδέναι ὡς τὸ μέτρον τῶν συλλαβῶν περινενοημένον
25ὀφείλει εἶναι, ἐπεὶ οὔτε ὁ ὅρος σώζεται τοῦ κώλου οὔτε τοῦ κόμματος.
27tΠΕΡΙ ΣΧΟΙΝΟΤΕΝΟΥΣ.
28 Σχοινοτενὲς σχῆμά ἐστιν τὸ ὑπὲρ τὸ ἡρωϊκὸν μέτρον, ὅπερ χρήσιμον ἐν προοιμίοις καὶ ταῖς τῶν προοιμίων
30περιβολαῖς, οὗ παράδειγμα ὁ Ἑρμογένης οὐ τέθεικεν,113

3

.

114

ἡμεῖς δὲ εἰλήφαμεν ἐκ τοῦ Θουκυδίδου, ὅπερ ἐστὶν καὶ μεγαλοπρεπές, ὡς ἐκ περιαγωγῆς συντεθειμένον, οἷον ὁ γὰρ Ἀχελῷος ποταμός, ῥέων ἐκ τοῦ Πίνδου ὄρους διὰ Δολοπίας καὶ Ἀγριάνων καὶ Ἀμφι‐
5λόχων ἄνωθεν παρὰ Στράτον πόλιν εἰς θά‐ λασσαν ἔξεισιν παρ’ Οἰνιάδας.
7tΠΕΡΙ ΠΝΕΥΜΑΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
8 Πνευματικὰ σχήματα δύο εἰσίν, ἢ γὰρ ἓν νόημα λαβόντες καὶ τοῦτο ἐργαζόμενοι τῇ ἑρμηνείᾳ πλείοσι
10κώλοις, ὡς ἔφην, διαρκοῦμεν τὸ ἓν ἐπεκτείνοντες, ὡς τὸ ὅτε γὰρ περιϊὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλούς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατε‐ στρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγά‐ λας ἐποιεῖτο ὑφ’ ἑαυτόν, καί τινες τῶν ἐκ τῶν
15πόλεων ἐπὶ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος οὗτος λόγος οὐ πρὸς ἐμ. ἢ ὅταν πολλὰ
20πράγματα ἀθρόως ἔχοντες εἰπεῖν καθ’ ἕκαστον κῶ‐ λον πρᾶγμα ἀπαρτίζωμεν, οἷον ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, καὶ καταλαμ‐ βάνων Ὠρεόν, καὶ κατασκάπτων Πορθμόν, δι’
25ὅλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τῷ πνεύματι καὶ κῶλον.
27tΠΕΡΙ ΑΚΜΑΙΟΥ ΣΧΗΜΑΤΟΣ.
28 Ἀκμαῖος λόγος ἐστὶν σχῆμα λόγου καὶ διανοίας, καὶ σχῆμα μὲν λόγου μεταβολὴ τῶν κατὰ πνεῦμα σχημάτων,
30οἷον ὅτε γὰρ περιϊὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ
Τριβαλλούς, τινὰς δὲ καὶ τῶν ἄλλων κατε‐114

3

.

115

στρέφετο, καὶ τὰ λοιπά. ἄλλο παράδειγμα Σωπάτρου ἐν ταῖς μεταποιήσεσιν· ἐκτετραγῴδηται τῶν Ἑλ‐ λήνων διὰ τὴν τοῦ Διὸς ἐπικουρίαν ἡ τύχη, καὶ τὰ δρώμενα τῆς ῥοπῆς παρέχει τὴν αἴσθη‐
5σιν· νεκρὸς κείμενος Πάτροκλος, πολέμιοι τὴν δεξιὰν πρακτικώτεροι, πᾶσα πάντων Ἑλ‐ λήνων ἀσθενεστέρα βολ· μαθέτω τοίνυν Ἀχιλλεὺς πρῶτον κείμενον Πάτροκλον, ἀσπα‐ σώμεθα μετὰ τὴν μάχην τοὺς Ἕλληνας, ἂν πο‐
10λεμίας χειρὸς τὸν νεκρὸν ἀναστήσωμεν, καὶ δυνηθῶμεν ὑπὸ τῆς ἀχλύος ἰδεῖν τὸν Ἀχιλλεῖ συντευξόμενον. τοῦτο δὲ τὸ παράδειγμα πλέον μετέχει τῆς ἐν νοήμασι σεμνότητος ἢ τῆς ἐν λόγοις.
14tΠΕΡΙ ΚΑΤΑΦΟΡΑΣ.
15Καταφορὰ δέ ἐστιν ἡ ἐν κατηγορίᾳ τάσις, τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ’ ἀγείρας Ἀτρείδης; ἦ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; ἢ μοῦνοι φιλέους’ ἀλόχους μερόπων ἀνθρώπων;
19tΠΕΡΙ ΔΙΛΗΜΜΑΤΩΝ.
20 Διλήμματόν ἐστιν σχῆμα λόγου δριμύτητος δόξαν ἔχον καὶ ἀλήθειαν, οἷον παρῆς τούτοις λεγομέ‐ νοις καὶ συνευφραίνου, ἢ οὐ παρῆς· εἰ μὲν παρῆς, πῶς κατηγορεῖς τούτων, οἷς συνευ‐ φραίνου, εἰ δὲ οὐ παρῆς, δίκης ἄξιος εἶ τοῖς
25ἀγαθοῖς τῆς πόλεως μὴ συμπαρών.
26tΠΕΡΙ ΠΑΡΗΧΗΣΕΩΣ.
27 Παρήχησίς ἐστιν κάλλος ὁμοίων ὀνομάτων ἐν δια‐ φόρῳ γνώσει ταὐτὸν ἠχούντων, ὡς τὸ ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
30ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.115

3

.

116

καὶ παρὰ Θουκυδίδῃ, καὶ μὴν τότε Αἴγυπτος ὑπὸ βασιλεῖ ἐγένετο, πλὴν Ἀμυρταίου τοῦ ἐν τοῖς ἕλεσι βασιλέως· τοῦτον δὲ καὶ διὰ μέγεθος τοῦ ἕλους οὐκ ἠδύνατο ἑλεῖν, καὶ ἅμα μαχι‐
5μώτατοί εἰσι τῶν Αἰγυπτίων οἱ Ἕλειοι.
6tΠΕΡΙ ΚΥΚΛΟΥ.
7 Κύκλος γίνεται ὅταν ἀφ’ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος, εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν μήτε πτῶσιν ἀλ‐ λάξας μήτε σχῆμα μήτε χρόνον μήτε ἀριθμὸν μήτε ἄλλο
10τι, οἷον σοὶ γὰρ ἦν κλέπτης ὁ πατήρ, εἴπερ ἦν ὅμοιός σοι. λέγεται δὲ καὶ περιοδικῶς καὶ διηγημα‐ τικῶς, ἐκ τοῦ τῆς παραπρεσβείας ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον, ἦν. καὶ πάλιν, δέδοικα μέν, ὦ Ἀθηναῖοι, δέδοικα, καὶ πάλιν, οὐ γὰρ Αἰσχίνης
15ὑπὲρ τῆς εἰρήνης κρίνεται, ο. καὶ πάλιν, οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα, Αἰσχίνη, ο.
17tΠΕΡΙ ΕΠΙΦΩΝΗΜΑΤΟΣ.
18 Ἐπιφώνημά ἐστι σχῆμα λόγου ἐπὶ τῷ πράγματι λε‐ γόμενον ἐν τέλει τοῦ λόγου, παράδοξόν τι ἐμφαῖνον,
20ἀλλὰ μὴ πάντη ξένον τῶν προειρημένων, καὶ τὸ μὲν παρ’ Ἑρμογένει Ὁμηρικὸν πλάσμα ἐστίν· οὐ γὰρ οὕ‐ τως παρ’ Ὁμήρῳ πέπλεκται, ὡς πλαστικώτερον ἐν τῷ ὑπομνήματι τῷ περὶ εὑρέσεως δεδηλώκαμεν· ὅμως οὖν κείσθω παρ’ ἡμῶν διὰ τὸ μὴ ὅμοιον αὐτῷ κατὰ πάντα
25ῥᾳδίως εὑρίσκεσθαι, οἷον σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσε, Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων· καὶ
σὺν δὲ νεφέεσσι κάλυψε
30γαῖαν ὁμοῦ καὶ πόντον.
μέχρι τούτου ἡ διατύπωσις. εἶτα τὸ ἐπιφώνημα,116

3

.

117

ὀρώρει δ’ οὐρανόθεν νύξ. ἔστιν καὶ ἄλλο δεύτερον εἶδος ἐπιφωνήματος, ὅταν τις διὰ πολλῶν κώλων πληρώσας τὴν διατύπωσιν ἐν τῷ τέ‐ λει θῇ κῶλον ἓν τὴν δύναμιν ἐμφαῖνον· τῆς ὅλης δια‐
5τυπώσεως, ὡς ἐν ἀρχῇ τοῦ π Ἰλιάδος Ὁμήρου ἐνέφηνεν ἐπὶ τοῦ Αἴαντος ὁ ποιητής· διασκευάσας γὰρ τὰ τῆς τοῦ Αἴαντος βίας ὑπὸ τῶν Τρώων αὐτῷ γεγενημένα λίαν ἐμφανῶς, ὡς θαυμάζεσθαι τὸ χωρίον πλεῖον ζωγραφίας, καὶ δείξας τὰ πεπραγμένα ἐπὶ τέλει τέθεικε τὸ ἐπιφώ‐
10νημα, ἐν ἑνὶ κώλῳ πάντα παλιλλογήσας, οἷον Αἴας δ’ οὐκ ἔτ’ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ βάλλοντες, ἕως τὸ οὐδέπη ἀμπνεῦσαι εἶχεν· εἶτα τὸ ἐπιφώνημα,
15 πάντη δὲ κακὸν κακῷ ἐστήρικτο· κόσμος γάρ ἐστιν τοῦ λόγου τὸ ἐπιφώνημα ἐοικός, ὥς τις τῶν σοφῶν ἔφη, τοῖς τῶν πλουσίων γείσοις καὶ πορ‐ φύραις πλατείαις.
19tΠΕΡΙ ΤΡΙΤΟΥ ΕΙΔΟΥΣ ΤΩΝ ΕΠΙΦΩΝΗΜΑΤΩΝ.
20 Τρίτον εἶδος ἐπιφωνήματος, τὰ ἀπὸ τῶν τρόπων ἑλκόμενα λοιπὸν εἰς τὸ πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζο‐ μένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν, τὸ δὲ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰ προειρηκέναι, οἷον ἐν χειμῶνι καὶ νῦν
25ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύε‐ ται τὰ καθεστηκότα καὶ δεῖται τοῦ κυβερνήσοντος αὐτά.
27tΠΕΡΙ ΣΕΜΝΟΥ ΛΟΓΟΥ.
28 Σεμνὸς λόγος ἐστίν, ὅταν αἰσχρὸς ὢν ὁ λόγος ὑπὸ τοῦ ῥήτορος σεμνῶς ἐξαγγέλληται, ὄνομα ἀντ’ ὀνόματος
30ἀμείβοντος, ὡς Μένανδρος πυθόμενον κόρης τινὸς δι‐
εφθαρμένης σεμνῶς ἐξηγήσατο· φησὶ γάρ· Διονυσίων117

3

.

118

ἦν πομπή, ὁ δέ με ἠκολούθησε μέχρι τοῦ πρὸς τὴν θύ‐ ραν· ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με. ἢ οὐδ’ ὅλως μέμνηται τοῦ πράγματος, ἀλλὰ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτό, ὡς ἐν τῇ λʹ τῆς Ὀδυσσείας,
5λῦσε δὲ παρθενίην ζώνην, ἐν δ’ ὕπνον ἔχευεν, ἣ δ’ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα.
7tΠΕΡΙ ΚΑΚΟΖΗΛΟΥ.
8 Κακόζηλον σχῆμά ἐστιν ἐξαγγελλόμενον ἢ κατὰ τὸ ἀδύνατον ἢ ἀνακόλουθον, ἢ κατὰ τὸ αἰσχρόν, ἢ κατὰ
10τὸ ἀσεβές, ἢ κατὰ τὸ ἄδικον, ἢ κατὰ τὸ φύσει πολέ‐ μιον, καθ’ οὓς τρόπους ἀνασκευάζονται τὰ διηγήματα, ὡς ἄπιστα, ὡς παρ’ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος, ἧκε δ’ ἀπορρήξας κεφαλὴν ὄρεος μεγάλοιο. ὅπερ προεθεράπευσεν, ἵνα μὴ γυμνὸν ὂν ἐλεγχθῇ κακό‐
15ζηλον.
16tΠΕΡΙ ΣΧΗΜΑΤΙΣΜΟΥ.
17 Ἐσχηματισμένος λόγος, ὅταν τὸ ἐναντίον οὗ λέγομεν κατασκευάζωμεν, ἢ ὅταν μετὰ τοῦ ἐναντίου καὶ ἄλλο τι περάνῃ ὁ λόγος; ἢ ὅταν τι λέγειν μὴ δυνάμενοι διὰ τὸ
20κεκωλύσθαι καὶ παρρησίαν μὴ ἔχειν ἐπὶ σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν σύνθεσιν τοῦ λόγου, καὶ τὸ οὐκ ἐξὸν εἰρῆσθαι, ὡς εἶναί τε νοῆσαι τοῖς ἀκού‐ ουσι καὶ μὴ ἐπιλήψιμον εἶναι τῷ λέγοντι. τοῦ μὲν πρώ‐ του καὶ δευτέρου παράδειγμα· ἐκδιδόμενος ὁ Περικλῆς
25τοῖς Λακεδαιμονίοις παρὰ Ἀθηναίων φησὶ σχηματιζόμε‐ νος· οὐ δεῖ ἐχθροῖς ἐπιτάττουσι πείθεσθαι· δεινὸν γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον, εἴ τις χαριεῖται κελεύου‐ σιν ἐχθροῖς· φίλοις γὰρ ἐπιτάττουσι δεῖ πείθεσθαι καὶ οὐχὶ πολεμίοις, καὶ ὅτι οὐδὲ οἱ πατέρες ἡμῶν ὑπήκου‐
30σαν μηδενί, μήτε Ξέρξῃ, μήτε Μαρδονίῳ, μήτε ἄλλῳ
τινί, καὶ ὅτι μηδὲ ἡμεῖς μήτε Λακεδαιμονίοις πολλὰ ἐπι‐118

3

.

119

τάττουσι περὶ Ποτιδαιατῶν καὶ περὶ Αἰγινητῶν καὶ Μεγαρέων. Ἄλλως. Ἄλλος μὲν οὖν ἂν εἶπέ τις μὴ πέμπεσθαι κελεύων αὐτὸν Λακεδαιμονίοις, ὡς οὐ χρὴ πολεμίοις
5ἐπιτάττουσι πείθεσθαι· δεινὸν γὰρ εἶναι τὸ πρᾶγμα καὶ ἠλίθιον, καὶ μήτε τοὺς πατέρας μήτε ἡμᾶς ποτε τοιοῦ‐ τον πεπραχέναι. Ἄλλως. Ἐγὼ μέν, εἰ μὲν ἄκοντά μέ τις ἠξίου βια‐ ζόμενος ἀπελθεῖν πρὸς Λακεδαιμονίους, εἶπον ἄν, ὡς
10οὐ δεῖ λόγοις ἐχθρῶν πείθεσθαι· τὸ γὰρ ἐκείνοις λυσι‐ τελὲς ἡμῖν οὐ καθέστηκε σύμφορον, ἐπεὶ δὲ ἐγὼ τὸ δο‐ κοῦν ὑμῖν προθύμως ὑφίσταμαι, ὑμῖν καταλείπω μὴ κατολιγωρῆσαι τοῦ συμφέροντος.
14tΠΑΡΑΔΕΙΓΜΑ ΤΟΥ ΤΡΙΤΟΥ, ΗΤΟΙ ΤΟΥ ΚΑΤ’
15tΕΜΦΑΣΙΝ.
16 Φήμη ἦν ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί· ἔγκυος ἐγένετο ἡ γυνή, ἔχρησεν ὁ θεὸς τὸ γεννηθησό‐ μενον φονέα ἔσεσθαι τοῦ πατρός. οὐ βούλεται ἐκτιθέ‐ ναι τὸ γεννηθὲν ὁ παῖς, καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύτ‐
20τεται. λέγει τοίνυν ὁ υἱὸς πρὸς τὸν πατέρα· σὸν εἶναι λόγισαι, πάτερ, τὸ παιδίον, οὐκ ἐμόν, ἐκτίθης ὃ ἐγέν‐ νησας· ῥίπτεις παιδίον, οὗ γέγονας πατήρ. τῆς μὲν οὖν ἀποκηρύξεως ταύτης ἔλαττον ἐμοὶ μέλει, λυποῦμαι δὲ ὑπὸ τοῦ πατρός, εἰ μετὰ τοσαύτην εὐθηνίαν γένους
25μόνῃ συνέσται τῇ θυγατρὶ καὶ συζήσεται. εὐπρεπῆ δὲ τὸν λόγον ἐποίησε τὸ συνέσται διὰ τὸ διττὸν εἶναι τὴν σημασίαν ἐπί τε τῆς συνουσίας καὶ τοῦ ἁπλῶς συνοικεῖν.
28tΠΕΡΙ ΣΥΓΚΡΙΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
29Ὅτι ὁ Ἑρμογένης οὐ δέδωκε μελέτην παραδειγματι‐
30κήν, διὸ ἡμεῖς ἐκ τοῦ Σωπάτρου παρειλήφαμεν. τοῦ
Διὸς βοηθοῦντος τοῖς Τρωσὶ καὶ ἧττον μνηστευομένου119

3

.

120

τοῖς Ἕλλησιν, οὐκ οἶδα τῶν ὑπαρχόντων κακῶν τυγχά‐ νειν τι χαλεπώτερον· δεινὸν ἀποτυγχάνειν βάλλοντας Ἕλληνας, ἀλλὰ τὸ τραυματίας γενέσθαι χαλεπώτερον· λυπηρὸν ὑπ’ ἀριστέως τιτρώσκεσθαι, ἀλλ’ ἔτι δεινό‐
5τερον τὸ καὶ τοὺς ἀσθενεῖς καθ’ ἡμῶν ἐντρυφᾶν· ἀνια‐ ρὸν ἐπαίρεσθαι τῇ νίκῃ τοῦ βαρβάρου, καὶ τί δ’ ἂν ἡμῖν γένοιτο δυσχερέστερον τοῦ κρηπῖδα τοῖς ἐχθροῖς εἶναι τῶν τροπαίων τὸν κρείττονα. ἀναλαμβάνειν τὸν Πάτρο‐ κλον τῶν συμβάντων ἡμῖν αἱρετώτερον, προτιμότερον
10τοῦ μάτην πονεῖν τὸ ἐν καιρῷ σῶσαι τὸ στράτευμα. Ἰστέον ὡς μέλλοντες περὶ Ἑρμογένους ἰδεῶν τὰ σχή‐ ματα τοῦ λόγου διεξιέναι κατὰ τάξιν αὐτὰ ἐκθησόμεθα, ὡς ἂν καὶ τὰ σχήματα δοίημεν καὶ τὰς ιζʹ ἰδέας καὶ διὰ ποίων σχημάτων ἐξάγονται.
15tΠΕΡΙ ΤΟΥ ΚΑΤ’ ΟΡΘΟΤΗΤΑ ΣΧΗΜΑΤΟΣ.
16 Σχῆμά ἐστι τὸ κατ’ ὀρθότητα τὸ δι’ εὐθείας προαγό‐ μενον, οἷον Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Ἀθηναίων καὶ Λακεδαιμο‐ νίων ὡς ἐπολέμησαν ἑκάτεροι, καὶ Κροῖσος ἦν
20Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττου, καὶ ἑξῆς. καθαρὸν δὲ τῇ ἐπιμονῇ τοῦτο, ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι, Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνος.
24tΠΕΡΙ ΤΟΥ ΚΑΤ’ ΑΘΡΟΙΣΜΑ ΣΧΗΜΑΤΟΣ ΟΠΕΡ ΜΕΡΙ‐
25tΖΕΤΑΙ ΕΙΣ ΜΕΡΙΣΜΟΝ ΚΑΙ ΑΠΑΡΙΘΜΗΣΙΝ.
26 Μερισμὸς τοίνυν ἐστὶν ὅταν προταγέντος τοῦ μὲν ἐπάγηται ὁ δ, οἷον τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερε. καὶ πάλιν, ὑμᾶς μὲν εἰσπράττων τοὺς τριηράρ‐
30χους, ἐκείνοις δὲ εἶναι περὶ αὐτῶν εἰς τοὺς
ἔχοντας ἀναφοράν· ὡς καὶ Ὅμηρος,120

3

.

121

καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, πᾶν δ’ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι.
5tΠΕΡΙ ΑΠΑΡΙΘΜΗΣΕΩΣ.
6 Ἀπαρίθμησίς ἐστιν, ὅταν εἰπὼν τὴν ποσότητα ἐπάγῃ τὰ κατὰ μέρος, οἷον δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων· Ἥρη τ’ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη·
10καὶ πάλιν, ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες· Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη.
13tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΟΤΑΝ ΤΙΣ ΕΑΥΤΟΝ ΕΡΩΤΑι.
14Ἐρωτᾷ τις ἑαυτόν, ἵνα τὸν λόγον εὐκρινῆ ποιήσῃ·
15τίνος οὖν ἕνεκα ταῦτα λέγω; ἑνὸς μέν, ὦ Ἀθη‐ ναῖοι, μάλιστα καὶ πρώτου, ἵνα μηδεὶς ἡμῶν, ἐπειδάν τι λέγοντος ἀκούῃ μου, θαυμάζ· καὶ πάλιν, ἦν τότε, ἦν, ὦ Ἀθηναῖοι, ἐν ταῖς τῶν πολλῶν διανοίαις ὃ νῦν οὐκ ἔστιν, ὃ καὶ τοῦ
20Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἤγαγε τὴν Ἑλλάδα καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς ἡττᾶτο· νῦν δ’ ἀπόλωλε πάντα καὶ λε‐ λύμανται καὶ ἄνω καὶ κάτω πεποίηκε τὰ τῶν Ἑλλήνων πράγματα· τί οὖν ἦν τοῦτο; τῶν
25παρὰ τῶν ἄρχειν ἀεὶ βουλομένων ἢ καὶ δια‐ φθείρειν τὴν Ἑλλάδα.
27tΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ ΤΗΣ ΕΠΟΜΕΝΗΣ ΤΗι
28tΕΡΩΤΗΣΕΙ.
29Πρῶτον μὲν οὖν καὶ μάλιστα, οὗπερ ἕνεκα
30ταῦτα διεξῆλθον, δευτέρου δὲ τίνος; καὶ οὐ‐
δὲν ἐλάττονος, ἢ τούτου.121

3

.

122

(1t)

ΠΕΡΙ ΕΠΙΚΡΙΣΕΩΣ.
2 Ἐπίκρισίς ἐστιν τοῦ λέγοντος περὶ τῶν προρρηθέν‐ των· οὗτοι πάντες οἱ νόμοι κεῖνται πολὺν ἤδη χρόνον, ὦ ἄνδρες, καὶ πεῖραν αὐτῶν πολλά‐
5κις δεδώκασιν, ὅτι συμφέροντες ἡμῖν εἰσι καὶ οὐδεὶς πώποτε ἀντεῖπε, μὴ οὐ καλῶς ἔχειν αὐτούς· εἰκότως. τὸ εἰκότως ἐστὶν ἡ ἐπίκρισις. καὶ ἐκ τοῦ κατὰ Μειδίου, ἐπειδὰν χρηματίσωσιν οἱ πρόεδροι περὶ ὧν διῴκηκεν ὁ ἄρχων, χρη‐
10ματίζειν κελεύει καὶ περὶ ὧν ἄν τις ἠδικηκὼς ᾖ τι ἐπὶ τὴν ἑορτήν, ἢ παρανενομηκώς· εἶτα ἡ ἐπίκρισις, καλῶς, ὦ θεο, καὶ συμφερόντως ἔχων ὁ νόμος, ὡς τὸ πρᾶγμα αὐτὸ μαρτυρε.
14tΠΕΡΙ ΤΟΥ ΕΙΣ ΤΗΝ ΕΑΥΤΟΥ ΓΝΩΜΗΝ ΑΝΑΦΕΡΕΙΝ
15tΤΙ ΤΩΝ ΡΗΘΗΣΟΜΕΝΩΝ.
16 Ἐκ τῆς ἐπιστολῆς Φιλίππου, καὶ λογίζεσθε, ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μα‐ ρωνείτας ἀναγκάσαι περὶ Στρύμης διακρι‐ θῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ δια‐
20λύσασθαι περὶ ὧν ἀμφισβητοῦσι τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γινώσκοντας, ὅτι νικη‐ θέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ’ ἡμῖν ὄντα. πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι. καὶ παρὰ Θου‐
25κυδίδῃ, Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυ‐ νάμει προὔχων. καὶ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ἄξιον ἀποδέχεσθαι, ὦ Ἀθηναῖοι, σφόδρα τῶν τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις διακελευομένων ἐμμένειν, εἴπερ αὐτὸ πεπει‐
30σμένοι ποιοῦσιν· οἶμαι γὰρ οὐδὲν οὕτως τοῖς δημοκρατουμένοις πρέπειν, ὡς περὶ τὸ δί‐
καιον σπουδάζειν.122

3

.

123

(1t)

ΠΕΡΙ ΠΡΟΣΤΑΚΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
2 Τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέν‐ τες ἐγκαλύψασθε. καὶ ὁ Νέστωρ, κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον.
5καὶ ἡ Ἀθήνη, ἀλλ’ ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν, μηδ’ ἔτ’ ἐρώει· καὶ ἄλλο, δαιμόνι’ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε.
9tΠΕΡΙ ΤΟΥ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΕΛΕΓΚΤΙΚΟΥ.
10 Εἶτα Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προ‐ ορᾶν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐχὶ φυλάξεσθε. ἄλλως, οὐχ ὁρᾶτε ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι. καὶ ὁ ποιητής,
15οὕτω δὴ οἶκόνδε φίλην εἰς πατρίδα γαῖαν φεύξεσθ’ ἐν νήεσσιν ἕως τῆς πατρίδος αἴης.
17tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΑΠΟΣΤΡΟΦΗΝ ΣΧΗΜΑΤΟΣ.
18 Ἀλλὰ τί ἐχρῆν, Αἰσχίνη, ποιεῖν τὴν πόλιν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν
20ἑαυτῷ κατασκευαζόμενον Φίλιππον; πότερον ἐχρῆν, Αἰσχίνη, αὐτὴν τὸ φρόνημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν ἑαυτῆς ἐν τῇ Θετταλῶν καὶ Δολόπων τάξει συγκατακτᾶσθαι Φιλίππῳ τὴν Ἑλλήνων ἀρχὴν καὶ τὰ τῶν προγόνων καλὰ
25καὶ δίκαια ἀναιρεῖν. καὶ τὸ Ἀτρείδη κύδιστε, φιλοκτεανώτατε πάντων, πῶς γάρ τοι δώσουσι γέρας; καὶ πάλιν, ὤ μοι ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον.
30πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν;123

3

.

124

ἀλλά σοι, ὦ μέγ’ ἀναιδές, ἅμ’ ἑσπόμεθ’, ὄφρα
σὺ χαίρῃς· καὶ πλήρης αὐτοῦ ἡ ῥαψῳδία τοῦ τοιούτου σχήματος.
4tΠΕΡΙ ΤΟΥ ΚΑΤ’ ΕΡΩΤΗΣΙΝ ΣΧΗΜΑΤΟΣ.
5 πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται Ἀχαιῶν; καὶ πάλιν, τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; καὶ χωρὶς κλητικῆς,
τί δὲ λαὸν ἤγαγεν ἐνθάδ’ ἀγείρας,
10 ἢ οὐχ Ἑλένης ἕνεκ’ ἠϋκόμοιο; καὶ ὁ ῥήτωρ ἐκ τῆς ἐπιστολῆς Φιλίππου, τί δ’ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέ‐ σβεων κατηγορε; καὶ κατὰ κόμμα, ποῦ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδα; πότεροι οὖν
15τοὺς ἅλας παρέβαινον καὶ τὰς σπονδάς, Αἰσχίνη; οἱ προδιδόντες καὶ οἱ παραπρε‐ σβεύοντες καὶ οἱ δωροδοκοῦντες ἢ οἱ κατη‐ γοροῦντες; τοῦτο μετὰ ἀποστροφῆς ἔχει τὴν ἐρώτησιν.
20tΠΕΡΙ ΤΟΥ ΔΕΙΚΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
21 Οὐ μὴν ἀλλ’ ἔγωγε οἶμαί μοι προσήκειν ἀμφότερ’ ὑμῖν ἀποδεῖξαι καὶ ὅτι ψεύσεται ταῦτα ἐὰν λέγ, καὶ τὴν δικαίαν, ἥτις ἐστίν, ἀπολογίαν φεύξεται· ἡ μὲν τοίνυν δικαία
25καὶ ἁπλ, καὶ ὡς πέπρακται τὰ κατηγορη‐ μένα δεῖξαι ἢ ὡς πεπραγμένα τῇ πόλει συμ‐ φέρει, τούτων δὲ οὐδέτερον δύναιτ’ ἂν οὗ‐ τος ποιῆσαι. καὶ πάλιν, χρήματα οὗτοι μὲν ἔχουσιν ὑφ’ ὑμῶν, ἐγὼ δὲ οὐκ ἠθέλησα λα‐
30βεῖν. ἄλλο περὶ Αἰσχίνου. οὑτοσὶ κατηγορεῖ124

3

.

125

ταῦτ’ ἐμο, ὧν αὐτὸς κοινωνὸς γέγονε, καὶ χρήματα εἰληφέναι φησὶν ἐμὲ αὐτὸς εἰλη‐ φώς. ἄλλως. βουλομένου μου τὰ δίκαια, ὥσπερ ἐπρέσβευσα δίς, οὕτω καὶ λόγον ὑμῖν
5δοῦναι δίς, προσελθὼν Αἰσχίνης οὑτοσὶ τοῖς λογισταῖς ἔχων μάρτυρας πολλοὺς ἀπα‐ γορεύει, μὴ καλεῖν ἐμὲ εἰς τὸ δικαστήριον, ὡς δεδωκότα εὐθύνας καὶ οὐκ ὄντα ὑπεύ‐ θυνον, καὶ τὸ πρᾶγμα ἦν ὑπεργέλοιον. καὶ
10ὁ ποιητής, οὗτος δ’ Αἴας ἐστὶ πελώριος, ἕρκος Ἀχαιῶν. ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων.
13tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΑΝΑΙΡΕΣΕΩΣ.
14Οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίν‐
15θοις ἐγ, ἀλλὰ τὸν ἐμὸν τειχισμόν, ἐὰν βούλῃ σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις καὶ συμμάχους. οὐ γὰρ ῥητόρων οὐδὲ λό‐ γων κρίσιν ὑμᾶς τήμερον, εἴπερ φρονεῖτε, προσήκειν ποιεῖν. καὶ ὁ ποιητής,
20 οὔ τι μοι αἴτιός ἐσσι, θεοί νύ μοι αἴτιοί εἰσι· καὶ πάλιν, οὔτοι ἀπόβλητ’ ἐστὶ θεῶν ἐρικυδέα δῶρα.
23tΠΕΡΙ ΤΗΣ ΑΠΟΣΤΑΣΕΩΣ ΣΧΗΜΑΤΟΣ.
24Αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων
25ἀρχὴ καὶ κατάστασις πρώτη, τοῦτο τὸν πρότε‐ ρον ἐπιστάντα πόλεμον παρελθεῖν ἐποίη‐ σεν, ὥσπερ νέφος. καὶ ἁπλῶς τὰ ἀσυνδέτως εἰσα‐ γόμενα, Ὅμηρος· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
30ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ’ ἀνδρῶν.
ἄλλως,125

3

.

126

ᾠχόμεθ’ εἰς Θήβην ἱερὴν πόλιν Ἠετίωνος· τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε.
3tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΠΡΟΤΙΜΗΣΙΝ ΣΧΗΜΑΤΟΣ.
4Ὅπερ καταχρηστικῶς λέγεται κατὰ ἀπαρίθμησιν,
5οἷον, ἐγὼ δὲ ὑμῖν, ὦ Ἀθηναῖοι, βούλομαι πρῶτον μέν, περὶ ὧν Φίλιππος ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν, ὕστερον δὲ περὶ ὧν οἱ πρέσβεις λέγουσι, καὶ ἡμεῖς λέξομεν. καὶ πάλιν, κεκρατήκασιν οἱ δι’ ἐκείνου τὰς
10πόλεις ποιούμενοι πᾶσιν, ὅσοις πράγματα πράττεται πρώτῳ μὲν πάντων καὶ πλείστῳ τῷ τοὺς βουλομένους χρήματα λαμβάνειν ἔχειν τὸν δώσοντα ὑπὲρ αὐτῶν, δευτέρῳ δὲ καὶ οὐδὲν ἐλάττονι τούτου τῷ δύναμιν
15τὴν καταστρεψαμένην τοὺς ἐναντιουμένους αὐτοῖς, ἐν οἷς ἂν αἰτήσωσι χρόνοις παρεῖ‐ ναι. καὶ πάλιν ἐν τῷ προοιμίῳ τῷ περὶ τοῦ στεφάνου, πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχο‐ μαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων
20διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοι‐ αύτην ὑπάρξαι μοι παρ’ ὑμῖν εἰς τουτονὶ τὸν ἀγῶνα· ἔπειθ’ ὅπερ ἐστὶ μάλισθ’ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας εὐσεβείας. πάντων τούτων παράδειγμα· σκέψασθε παρ’ ὑμῖν, ὦ δι‐
25καστα, καὶ λογίσασθε, τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν, πρῶ‐ τον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατε αὐτ, μετὰ ταῦτα τῶν χρόνων, ἐφ’ ἅπασι δὲ τού‐
30τοις εἰ ἀδωροδοκήτως ἢ μὴ ταῦτα πάντα
πέπρακται.126

3

.

127

(1t)

ΠΕΡΙ ΤΟΥ ΚΑΘ’ ΥΠΟΘΕΣΙΝ ΣΧΗΜΑΤΟΣ.
2 Ὅταν τὸ μὴ ὂν πλάττηται, οἷον εἰ μὲν γὰρ ἐν‐ ταῦθα ἦν ἤδη τὰ πράγματα, Αἰσχίνη, ὥστε μηδ’ αἰσθανομένοις τοῖς Θηβαίοις πλέον
5εἶναι μηδέν, τί οὐ γέγονε; καὶ πάλιν, εἰ μὲν τοίνυν πᾶσι ψηφιούμεθα ταῦτα, λήσομεν, ὡς ἔοικε, μισθοφόρων ἔργων ἀνθρώπων ποιοῦντες τὴν ἑκάστου σωτηρίαν τούτων δορυφοροῦντες. καὶ παρ’ Ὁμήρῳ,
10 εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν· ἄλλως, εἴπερ γάρ κ’ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε.
13tΠΕΡΙ ΠΛΑΓΙΑΣΜΟΥ.
14Πολλῶν ὄντων καὶ μεγάλων ἃ τὴν ῥη‐
15τορικὴν ποιε, ἀλλὰ τοῦτο ταχὺ περιέκοψε τὸν πλα‐ γιασμὸν μεταβολὴν παθὸν τῆς γενικῆς πρὸς εὐθεῖαν. ἄλλο κυριώτερον ἐν τῷ τῆς παραπρεσβείας, οὐκοῦν, ὦ Ἀθηναῖοι, μενόντων μὲν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λα‐
20κεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπά‐ την, οὐδενὸς ἄλλου παρόντος τῶν Ἀμ‐ φικτυόνων, πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημοτάτων ἀνθρώπων, τούτοις παρα‐ δοῦναι γέγραφε τὸ ἱερόν.
25tΠΕΡΙ ΕΠΙΤΡΕΧΟΝΤΟΣ ΣΧΗΜΑΤΟΣ.
26 Ἐπιτρέχον σχῆμά ἐστι τὸ τὰ διεστηκότα συνάγειν καὶ συνάπτειν ἕτερα ἑτέροις προειρημένοις. ἐκ τοῦ πα‐ ραπρεσβείας, ἐπειδὴ γὰρ δωροδοκεῖν ἤρξαντό
τινες καὶ δι’ ἀβελτερίαν οἱ πολλο, μᾶλλον127

3

.

128

δὲ διὰ δυστυχίαν τούτους πιστοτέρους ἡγή‐ σαντο τῶν ὑπὲρ αὐτῶν λεγόντων. ἄλλο ὑποκατιών, ἐπειδὴ οὕτως ταῦτα προ‐ ήγετο καὶ τὸ δωροδοκεῖν ἐκράτησε, χιλίους
5μὲν ἱππέας κεκτημένοι, πλείους δὲ ὄντες ἢ μύριοι, πάντας δὲ τοὺς περιχώρους ἔχον‐ τες συμμάχους, μυρίοις δὲ ξένοις καὶ τριή‐ ρεσιν ἡμῶν βοηθησάντων αὐτοῖς, καὶ ἔτι τῶν πολιτῶν τετρακισχιλίοις, οὐδὲν αὐ‐
10τοὺς τούτων ἠδυνήθη σῶσαι.
11tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΥΠΟΣΤΑΣΕΩΣ.
12 Ὑπόστασίς ἐστι λόγου αὔξησις καὶ ἑρμηνεία κατὰ τὸ δεύτερον κόμμα ἢ κῶλον. ἐξήλεγξα τὸν Φίλιπ‐ πον φανερῶς οὕτως ὥστε τοὺς ἐκείνου συμ‐
15μάχους αὐτοὺς ἀνισταμένους ὁμολογεῖν. καὶ πάλιν, οὕτως δὲ ἀθλίως διέκειτο, ὥστε οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προϊόντος ῥῆξαι φωνὴν πρὶν διασκευασά‐ μενοι πρὸς τὰ τείχη προσῄεσαν οἱ πολέ‐
20μιοι. ἐκ τῆς Φιλίππου ἐπιστολῆς, τέλος εἰς τοῦτο ἦλθεν παρανομίας, ὥστ’ Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλ‐ λαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπε‐ λύτρωσε ταλάντων ἐννέα. ἄλλο, Μεγαρέων
25γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτο ἐλήλυθεν ὁ δῆμος, ὥστε μυστηρίων μὲν εἴργειν αὐτούς, ὑπομνήματα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν.
29tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΕΠΙΜΕΡΙΣΜΟΥ.
30Ἐπιμεριζόμενόν ἐστι τὸ διὰ τοῦ μὲν καὶ τοῦ δὲ με‐128

3

.

129

ρίζον τὴν ἔννοιαν, οἷον ἃ μὲν οὖν πρὸ τοῦ πολι‐ τεύεσθαι καὶ δημηγορεῖν ἐμὲ προλαβὼν κατέσχε Φίλιππος, ἐάσω· ἃ δὲ ἀφ’ ἧς ἡμέ‐ ρας καὶ ἑξῆς. γίνεται δὲ κατὰ συζυγίαν, ὅταν [δὲ]
5δύο κῶλα προηγούμενα δύο κῶλα ἔχωσιν ἑπόμενα, οἷον παρὰ μὲν γὰρ τὰς τῶν χορηγῶν δαπάνας μικρὸν ἡμέρας μέρος ἡ χάρις τοῖς θεωμέ‐ νοις γίνεται, παρὰ δὲ τὰς τῶν εἰς τὸν πό‐ λεμον παρασκευῶν ἀφθονίας πάντα τὸν
10χρόνον ἡ σωτηρία τῇ πόλει.
11tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΑΡΣΙΝ ΚΑΙ ΘΕΣΙΝ ΣΧΗΜΑΤΟΣ.
12 Ὅπερ συνίσταται ἐκ τῆς οὐ καὶ τῆς ἐναντίας αὐτῇ, καὶ μάλιστα τοῦ ἀλλὰ συνδέσμου, εἰ καὶ πλεῖστοι ἕτεροι εὑρίσκονται, οἷον οὐχ ὡς ἀποδωσομένου τὰ
15ὑμέτερα, ἀλλ’ ὡς τῶν φυλαξάντων τοὺς ἀλ‐ λοτρίους. καὶ πάλιν ἕτερον, ὅπερ καὶ πλείστας ἄρ‐ σεις ἔχει, ἡμεῖς οὔτε χρήματα εἰσφέρειν βου‐ λόμεθα, οὔτε αὐτοὶ στρατεύεσθαι τολμῶ‐ μεν, οὔτε τῶν κοινῶν ἀπέχεσθαι δυνάμεθα,
20οὔτε τὰς συντάξεις Διοπείθει δίδομεν, οὔτε ὅσα ἂν αὐτὸς αὐτῷ πορίσηται ἐπαινοῦμεν, ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν τί μέλλει ποιεῖν· [ἄλλο] οὔτε ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερα αὐτῶν πράττειν ἔχωμεν,
25ἀλλ’ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξια ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔρ‐ γοις τοῖς ἐναντιουμένοις τούτοις συναγω‐ νιζόμεθα. οὐ μόνον δεῖ ταῦτα γινώσκειν, οὔτε τοῖς ἔργοις ἐκείνων ἀμύνεσθαι τοῖς
30τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ καὶ τῇ
διανοί. καὶ παρ’ Ὁμήρῳ,129

3

.

130

οὔτι μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν. ἄλλως, οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή· ἀλλ’ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
5ἄλλο, οὔτε βίας Τρώων ὑποδείδισαν, οὔτε ἰωκάς, ἄλλ’ ἔμενον νεφέλῃσιν.
8tΠΕΡΙ ΤΟΥ ΕΞ ΑΝΑΙΡΕΣΕΩΣ.
9Ἐξ ἀναιρέσεώς ἐστι σχῆμα τὸ περὶ οὕστινας καὶ
10προφέρον νόημα, οἷον οὐ μόνον τάδε, ἀλλὰ καὶ τάδε· οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτο ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω. καὶ ἐκ τοῦ περὶ τῆς ἀτελείας, οὐ γὰρ μόνον διὰ
15τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίνεται, ἀλλὰ καὶ διὰ τὸ κύριον ὄντα τὸν Λεύκωνα τοῖς ἄγουσιν αὐτῷ σῖτον Ἀθή‐ ναζε ἀτέλειαν δεδωκέναι· καὶ ὑποκατιών, οὐ τοίνυν, ὦ Ἀθηναῖοι, μὴ Λεύκων ἀδικηθ,
20δεῖ σκοπεῖν μόνον, ᾧ φιλοτιμίας ἕνεκα ἡ περὶ τῆς δωρεᾶς σπουδὴ γένοιτ’ ἄν, οὐ χρείας, ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίη‐ σεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέ‐ γονεν αὐτ.
25tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΣΥΣΤΡΟΦΗΝ ΣΧΗΜΑΤΟΣ.
26 Τοῦτο δέ ἐστι τὸ συστρέφειν τὸν λόγον καὶ ἐπεμ‐ βάλλειν μέσον τι παραλλαγὴν ἔχον προσώπου ἢ πτώ‐ σεως, οἷον ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ
30πολεμε, κἂν μήπω βάλλῃ μηδὲ τοξεύ. ἀρ‐130

3

.

131

ξάμενος γὰρ ἀπὸ τοῦ ἄρθρου εὐθείας, καὶ μὴ περαιώ‐ σας φθάσας τὸ ὄνομα ἢ τὴν μετοχήν, οὗ τὸ ἄρθρον, παρενεῖρεν ἄλλην πτῶσιν καὶ ἕτερά τινα, τό τε ἂν καὶ τὸ ἐγὼ ληφθείην, εἶθ’ ὑπερέγραψεν εἰς τὴν
5εὐθεῖαν τοσαῦτα πράττων καὶ κατασκευαζό‐ μενος. καὶ πάλιν, τοῦ τ’ ἐκεῖνον ὅπερ καὶ ἀληθὲς ὑπάρχει φαῦλον φαίνεσθαι, τοῦτο καὶ ὑπερβατὸν λέγεται καὶ παρένθεσις.
9tΠΕΡΙ ΠΑΡΙΣΟΥ ΣΧΗΜΑΤΟΣ.
10 Ἰστέον ὡς τῆς ἐπιτετηδευμένης καὶ φανερᾶς παρι‐ σώσεως εἴδη εἰσὶ δʹ. ἢ γὰρ κατὰ τὴν συλλαβήν ἐστι παρίσωσις, πολλάκις δὲ οὐδὲ τελείας, ἢ κατὰ τέλειον μέρος λόγου, καὶ τούτων μέρος ἕκαστον ἢ κατὰ τὴν ἀρ‐ χὴν τοῦ λόγου, ἢ κατὰ τὸ τέλος. αʹ. καὶ παρίσωσις
15μὲν γίνεται κατὰ συλλαβήν, ὡς τὸ προσήκει προθύμως. ἡ μὲν γὰρ πρώτη λέξις ἔχει τὴν πρός, ἡ δὲ δευτέρα τὴν πρό, καὶ Παυσανίου δὲ παυσαμένου. κατὰ δὲ τὸ τέλειον μέρος λόγου ἐπαναφορά,
20 εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω· εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν. εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, καὶ μέχρι τούτου Λασθένης φίλος ὠνομά‐ ζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον,
25μέχρι τούτου Τιμόλαος, ἕως ἀπώλεσε Θή‐ βας. καὶ προσιὼν μὲν τῇ βουλ, προσιὼν δὲ τῷ δήμ. ἱδρώσει μέν τ’ εὖ τελαμὼν ἀμφὶ στήθεσσιν ἀσπίδος ἀμφιβρότης, περὶ δ’ ἔγχει χεῖρα παρεῖται.
30τοῦτο δὲ ὀνομάζεται κατὰ κῶλον ἐπαναφορά. κατὰ δὲ
τὸ τέλος παρίσωσις ὡσαύτως, κατὰ μὲν συλλαβήν,131

3

.

132

εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ’ ἀσπίδα θέσθω. ὁμοιοτέλευτον· τῇ τε πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὐτῶν λαβεῖν. κατὰ δὲ τέλειον μέρος λόγου, ὅπερ καὶ ἀντιστροφὴ λέγεται οὕτως· ἂν
5μὲν γὰρ ὅσα ἄν τις λάβ, καὶ σώσ, μεγά‐ λην ἔχει τῇ τύχῃ τὴν χάριν, ἂν δὲ ἀναλώ‐ σας λάθ, συνανάλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν. καὶ πάλιν, πράττεταί τι τῶν ὑμῖν δοκούντων συμφέρειν, ἄφωνος
10Αἰσχίνης· ἀντέκρουσέ τι καὶ γέγονεν, οἷον οὐκ ἔδει, πάρεστιν Αἰσχίνης. καὶ πάλιν, πρὸς μὲν τὸ τὰ τοῦ πολέμου ταχὺ καὶ κατὰ καιρὸν πράττεσθαι πολλῷ προέχει, πρὸς δὲ τὰς καταλλαγὰς ἃς ἐκεῖνος ποιήσαιτο ἄσμε‐
15νος πρὸς Ὀλυνθίους ἐναντίως ἔχει. καὶ κατὰ κόμμα, ταξιάρχους παρ’ ὑμῶν, ἱππάρχους παρ’ ὑμῶν.
18tΠΕΡΙ ΠΑΡΙΣΩΣΕΩΣ ΚΑΘ’ ΟΛΟΝ ΚΩΛΟΝ.
19Τοῦτο δὲ γίνεται, ὅταν ἐξ ἴσων συλλαβῶν κῶλα γί‐
20νηται ἐννέα συλλαβῶν· τὸ λαβεῖν οὖν τὰ διδό‐ μενα ἐννέα συλλαβῶν. ὁμολογῶν ἔννομον εἶναι, ἐννέα συλλαβῶν· τὸ χάριν τούτων ἀποδοῦναι, κόμμα, τῶν παρανόμων γράφῃ.
24tΠΕΡΙ ΠΑΡΙΣΩΣΕΩΣ ΕΞ ΕΠΕΜΒΟΛΗΣ.
25 Ὅπερ ἐπιτηδεύεται ὁ Δημοσθένης διὰ τὸ ἀνύποπτον· γίνεται γὰρ ἐπεμβολή, ὅταν ἐπεμβάλλῃ ἐν τῷ μέσῳ τινὰ ἀμβλύνοντα τὴν ἐνάργειαν τῆς παρισώσεως, οἷον τὸ γὰρ πολλὰ ἀπολωλεκέναι κατὰ τὸν πόλε‐ μον τῆς ἡμετέρας ἀμελείας ἄν τις θείη δι‐
30καίως, τὸ δὲ μήτε πάλαι τοῦτο πεπονθέναι132

3

.

133

πεφηνέναι τέ τινα ἡμῖν συμμαχίαν τούτων ἀντίρροπον, ἂν βουλώμεθα χρῆσθαι. εἶτα τὸ ἴσον τῷ ἐξ ἀρχῆς κώλῳ ἀπέδωκε τῷ ἐπαγαγεῖν, τῆς παρ’ ἐκείνων εὐνοίας εὐεργέτημα ἂν ἔγωγε
5θείην.
6tΠΕΡΙ ΤΗΣ ΚΑΤ’ ΕΝΑΛΛΑΓΗΝ ΠΑΡΙΣΩΣΕΩΣ.
7 Ὅπερ ἐπιτηδεύεται καὶ αὐτὸ Δημοσθένης· τοῦτο δὲ γίνεται, ὅταν ἀλλάττηται ὁ τόπος τῆς λέξεως τῆς ποιού‐ σης τὴν παρίσωσιν, τὸ μὲν τοίνυν ἐν τῇ πρε‐
10σβείᾳ πρῶτον κλέμμα μὲν Φιλίππου, δω‐ ροδόκημα δὲ τῶν ἀδικούντων τοιοῦτον ἐγένετο. τὸ κλέμμα γὰρ καὶ δωροδόκημα ὤφειλεν ἐν τέλει ταγῆναι, εἴγε παρίσωσιν ἐν ἀρχῇ ποιεῖν ἔμελλε λέγων οὕτως, Φιλίππου μὲν τὸ κλέμμα, τῶν ἀδικούν‐
15των δὲ δωροδόκημα, ἀλλὰ θέλων διαλαθεῖν ὡς μὴ ἐπι‐ τηδεύων παρίσωσιν καὶ ἐπετήδευσε καὶ ὑπέκρυψεν ὡς ἀλλάξας τὸν τόπον, ὅπως ζητουμένης ἐκεῖσε τῆς λέξεως καὶ μὴ εὑρισκομένης μὴ δοκεῖν εἶναι παρίσωσιν, καὶ τοῦτό ἐστι δεινότητος οὔσης καὶ μὴ φαινομένης.
20tΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ ΤΟΥ ΣΧΗΜΑΤΟΣ.
21 Ἀναστροφή ἐστιν, ὅταν τὸ τέλος τοῦ κώλου ἀρχὴ τοῦ ἑπομένου κώλου γίνηται, οἷον οὐ γὰρ δήπου Κτησιφῶντα μὲν δύναιτ’ ἂν διώκειν δι’ ἐμ, ἐμὲ δὲ εἴπερ ἐνόμιζεν αὐτὸν ἐξελέγ‐
25χειν, οὐκ ἂν ἐγράψατο, καὶ τὸ Σαμία μία, καὶ αὐτίκα βοὴ ἦν, παρὰ Θουκυδίδῃ.
27tΠΕΡΙ ΚΛΙΜΑΚΩΤΟΥ ΣΧΗΜΑΤΟΣ.
28Κλιμακωτόν ἐστι σχῆμα, ὅταν ἡ ἐπαναστροφὴ πολ‐
λάκις γένηται τῷ λόγῳ. οὐκ εἶπον μὲν ταῦτα,133

3

.

134

οὐκ ἔγραψα δ, οὐδὲ ἔγραψα μέν, οὐκ ἐπρέ‐ σβευσα δ. τὸ γὰρ ἔγραψα ἔστι τέλος τοῦ πρώτου κώλου, ἀρχὴ δὲ τοῦ δευτέρου· εἶτα ἐπρέσβευσα μέν, οὐκ ἔπεισα δ. ὡραῖον κλιμακωτὸν παρ’ Ὁμήρῳ,
5
τὸ μὲν Ἥφαιστος κάμε τεύχων, Ἥφαιστος δὲ δῶκε Διῒ Κρονίωνι ἄνακτι· ἀλλάξας τὴν λέξιν εἶπεν ἑτέραν τὸ αὐτὸ σημαίνουσαν, αὐτὰρ ἄρα Ζεὺς δῶκε διάκτορι Ἀργειφόντῃ· ὁ γὰρ Κρονίων Ζεύς ἐστιν·
10 Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ’ Ἀτρεΐ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπεν πολύαρνι Θυέστῃ· ὧδε γὰρ τὸ αὖ τέθεικεν ἀντὶ τοῦ· ὁ αὖτε Θυέστ’ Ἀγαμέμνονι λεῖπε φωρῆναι·
15λέγεται δὲ τοῦτο ἀντονομασία. ἀντονομασία δὲ λέγεται ὅταν ἑτέρα λέξις ἀνθ’ ἑτέρας τεθείη ἰσοδυναμοῦσα αὐτῇ ὡς τὸ Κρονίων Ζεὺς καὶ Ἀργειφόντης Ἑρμείας καὶ Ἀτρείδης ἀντὶ Ἀγαμέμνονος, καὶ τὸ ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
20 Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. ἀλλ’ ἐπειδὴ δύο Ἀτρεῖδαι ἦσαν, Ἀγαμέμνων καὶ Μενέ‐ λαος, προσέθηκεν ἄναξ ἀνδρῶν πρὸς ἀντιδιαστολὴν τοῦ Μενελάου. ὅμοιον τούτῳ καὶ ὁ θεολόγος ἐχρήσατο εἰς τὸν ἐπιτάφιον τοῦ ἁγίου Βασιλείου· κατὰ παραλλαγὴν
25γὰρ λέξεως πεποίηκε τὸ κλιμακωτόν, ὡς ἂν μὴ σαφὴς ἡ πρὸς κάλλος ἐπιβουλὴ γένοιτο, μιμούμενος τὸν Δη‐ μοσθένην ἐν ταῖς παρισώσεσιν. ἐκεῖνος μὲν γὰρ τοὺς τόπους ἀλλάσσει, ὁ δὲ θεολόγος τὰς λέξεις ἄλλας ἀντ’ ἄλλων τιθεὶς τὰ αὐτὰ σημαινούσας, ὡς ἂν λάθοι καλ‐
30λωπίζων. ρ’ οὖν προτεθύμηται μὲν οὕτως, ἠγώνισται δὲ τῆς προθυμίας ἔλαττον, ἢ
διαγωνίζεται μὲν ἀνδρικῶς, ἀσυνέτως δ,134

3

.

135

ἢ πεπαιδευμένως (ἀντὶ τοῦ συνετῶς, ἀλλ’ ἐξέ‐ φυγε τὸ φανερὸν τῆς ταυτολεξίας) ἀκινδύνως δ, ἢ πάντα μὲν ταῦτα τελείως καὶ ὑπὲρ λόγον, ὑπελείπετο δέ τι τῆς μικροψυχίας ἐν ἑαυ‐
5τῷ λείψανον; κλιμακωτὸν φανερὸν ἐν τῇ πρὸς Κλη‐ δόνιον, ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν· ὃ δὲ οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλ‐ μησεν· ὃ δὲ παρέβη, καὶ σωτηρίας ἐδεῖτο
10μάλιστα· ὃ δὲ σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη. καὶ ἐν τῷ εἰς τὰ φῶτα λόγῳ, οὗ δὲ φόβος, ἐντολῶν τήρησις, οὗ δὲ ἐντολῶν τή‐ ρησις, σαρκὸς κάθαρσις, καὶ ἑξῆς. καὶ πάλιν, ὅσον ἂν καθαιρώμεθα, φανταζόμενον, καὶ
15ὅσον ἂν φανταζώμεθα, ἀγαπώμενον, καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον. τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὰς πράξεις, μαθόντες γὰρ ἂν αὐτὴν ἀπεστράφησαν, ἀποστραφέν‐ τες δὲ οὐκ ἂν ἤκουσαν, μὴ ἀκούσαντες δὲ
20ἔμειναν ἐπὶ τῆς πλάνης τῆς προτέρας. τοῦ αὐτοῦ, ὁρᾷς πῶς πρόεισι τὸ κακόν, ἡ πικρία τὸν θυμὸν ἔτικτεν, ὁ θυμὸς τὴν ὀργήν, ἡ ὀργὴ τὴν κραυγήν, ἡ κραυγὴ τὴν βλασφη‐ μίαν, ἡ βλασφημία τὰς πληγάς, αἱ πληγαὶ
25τὰ τραύματα, τὰ δὲ τραύματα θάνατον. τοῦ αὐτοῦ, ἵνα αἰδέσιμοι ὄντες μᾶλλον αὐτοῖς ὦσι περισπούδαστοι, περισπούδαστοι δὲ ὄντες αὐτοὺς ἐφέλκωνται, ἐφελκόμενοι δὲ προσηλῶσι τῇ λατρεί, προσηλοῦντες δὲ τῇ
30λατρείᾳ εἰς μείζονα ἄγωσιν ἀρετήν, δι’ ἣν πάντα γίνονται. τοῦ ἁγίου Πέτρου, ἐπιχορη‐
γήσατε ἐπὶ τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν135

3

.

136

δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, καὶ τὰ ἑξῆς.
3tΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ.
4Τούτου δὲ εἴδη δύο· τὸ μὲν γάρ ἐστιν καθ’ ὑπέρ‐
5θεσιν, τὸ δὲ κατὰ παρένθεσιν· καὶ τὸ μὲν καθ’ ὑπέρ‐ θεσιν [τ’] ἐστίν, ὅταν λέξις τεθῇ ἐν τέλει ὀφείλουσα πρὸ δύο ἢ τριῶν λέξεων τεθῆναι, οἷον ἀλλ’ ὁ μὲν δόξης ἐπιθυμεῖ καὶ τοῦτο ἐζήλωκε καὶ προ‐ ῄρηται πράττων καὶ κινδυνεύων, ἂν συμ‐
10βῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦθ’ ἃ μηδεὶς πώποτε ἄλλος βασιλεὺς Μακεδό‐ νων δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος, ἀντὶ τοῦ δόξαν ᾑρημένος ἀντὶ τοῦ ζῆν ἀσφαλῶς. καὶ Ὅμηρος,
15 ὁ δ’ ἄρ’ ἔκθορε φαίδιμος Ἕκτωρ, ἀντὶ τοῦ ὁ δὲ φαίδιμος Ἕκτωρ ἔκθορε. καὶ ὑποκατιών, κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ’ ὅμιλον τεῖχος ὑπερβαίνειν. καὶ ἐν ζʹ Θουκυδίδου οἱ ἐκ τοῦ πρώτου τείχους ἁλόντος
20διαφυγόντες. Τὸ δὲ κατὰ παρένθεσίν ἐστιν, ὅταν ἐν τῷ μέσῳ παρεμβληθῇ κῶλον ἢ κόμμα διακόπτον τὴν ἀρχὴν ἐκ τοῦ τέλους, οἷον τὸ δὲ πάντα ὅσα ποτὲ ἔπραξε διεξιόντα ἐφ’ ἅπασι τούτοις ἐλέγχειν καὶ
25βραχέος λόγου συμβαίνει δεῖσθαι, καὶ δυοῖν ἕνεκα ἡγοῦμαι συμφέρειν εἰρῆσθαι, τοῦ τ’ ἐκεῖνον, ὅπερ καὶ ἀληθὲς ὑπάρχει. ἐχώρισε τὴν ἀρχὴν τοῦ λόγου ἐκ τοῦ τέλους, καὶ ἐποίησε τὸ σχῆμα ὑπερβατὸν κατὰ παρένθεσιν. καὶ τρίτῳ Ὀλυν‐
30θιακῶν, οὐ γάρ ἐστι δίκαιον τὴν μὲν χάριν,
ἣ πᾶσαν ἔβλαψε τὴν πόλιν, τῆς τότε ἴσην136

3

.

137

ὑπάρχειν. παρενεβλήθη γὰρ τὸ ἣ πᾶσαν ἔβλαψε τὴν πόλιν. καὶ πάλιν, τὴν δὲ ἀπέχθειαν, δι’ ἧς ἂν ἅπαντες ἄμεινον πράξαιμεν, τῷ νῦν τὰ βέλτιστα εἰπόντι ζημίαν γενέσθαι. ἐνταῦθα
5παρενέβαλε τὸ δι’ ἧς ἂν ἅπαντα ἄμεινον πράξαιμεν. καὶ πάλιν πρώτῳ κατὰ Φιλίππου, εἰ μὲν περὶ και‐ νοῦ τινος πράγματος προὐτίθετο, ὦ Ἀθη‐ ναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν
10ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἂν ἦγον ἀντὶ τοῦ ἐπισχὼν ἂν ἡσυχίαν ἦγον, ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφή‐ ναντο, εἰ ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων· ποι‐ κίλον δέ ἐστι τοῦτο τὸ ὑπερβατόν, καὶ τὸ πρὸ τῆς ἐπι‐
15φορᾶς τοῦδε πάλιν ἐπενεγκεῖν μὲν καὶ ποιῆσαι διπλοῦν μερισμόν, ἢ μᾶλλον, ὡς ἔνιοί φασι, μερισμόν τε καὶ ὑπομερισμόν, καὶ διὰ τοῦτο προτάξαι τὰς κατασκευὰς καὶ ἐπαγαγεῖν τὰς προτάσεις. πρότασις μὲν γάρ ἐστιν ὅτι καὶ νέον τινὰ ὄντα προφέρει τὴν βουλὴν τοῦ συμ‐
20φέροντος φροντίζοντα. καὶ ἡ κατασκευὴ ἤτοι ἡ αἰτία, ἐπειδὴ μηδὲν τῶν δεόντων οἱ εἰωθότες λέγειν, ἤτοι οἱ πρεσβύτεροι ἀπεφήναντο. καὶ πάλιν, ἴσως δὲ ταῦτα μὲν ὀρθῶς ἡγεῖσθε λέγεσθαι, τὸ δὲ τῶν χρημάτων, πόσα καὶ πόθεν ἔσται, μάλιστα
25ποθεῖτε ἀκοῦσαι, πόσα καὶ πόθεν ἔσται. καὶ ὁ ποιητής, αὐτὰρ ὁ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην, υἱέας Ἀντιμάχοιο δαΐφρονος· εἶθ’ οὕτως,
30 ὅς ῥα μάλιστα χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα,
οὐκ εἴασχ’ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ.137

3

.

138

(1t)

ΠΕΡΙ ΚΑΙΝΟΠΡΕΠΟΥΣ ΣΧΗΜΑΤΟΣ.
2 Καινοπρεπές ἐστι τὸ μὴ παρὰ πολλοῖς εὑρισκόμενον, ἀλλὰ παρ’ ὀλίγοις τοῖς ἐν τῷ λόγῳ τὸ ἀξιόπιστον λίαν κεκτημένοις, οἷον ὡς παρὰ τῷ ῥήτορι, οἷον εἰ καὶ μη‐
5δὲν ἄλλο, ἀντὶ τοῦ εἰ καὶ μηδὲν ἄλλο· καὶ πάλιν, Θετταλοὶ δὲ οὐδένα πώποτε ὅν τινα ο, καὶ ὁ Θουκυδίδης, ἐπειδὴ μέντοι ἀντιπαραπλέοντάς τε ἑώρων αὐτοὺς παρὰ γῆν σφῶν κομιζομέ‐ νων, καὶ ἐκ Πατρῶν τῆς Ἀχαΐας πρὸς τὴν ἀν‐
10τιπέρας ἤπειρον διαβαλλόντων ἐπ’ Ἀκαρνα‐ νίας κατεῖδον τοὺς Ἀθηναίους ἀπὸ τῆς Χαλ‐ κίδος καὶ τοῦ Εὐήνου ποταμοῦ προσπλέοντας σφίσι, καὶ οὐκ ἔλαθον νυκτὸς ὑφορμισάμε‐ νοι, οὕτω δὴ ἀναγκάζονται ὑφορμεῖν. καὶ πά‐
15λιν, βοηθησάντων δὲ ὑμῶν προθύμως πόλιν προσλήψεσθε ναυτικὸν ἔχουσα μέγα. τῇ δὲ ὑστεραίᾳ ἐπὶ μὲν τὴν πόλιν οὐδὲν μᾶλλον ἐπέ‐ πλεον καίπερ ἐν πολλῇ ταραχῇ καὶ φόβῳ ὄν‐ τας, ἀντὶ τοῦ οὖσαν, ἠκολούθησε γὰρ τῇ σημασία. καὶ
20ὁ Ἀρριανός, καὶ ἐπὶ τῷδε ἐπαινῶ τοὺς σοφι‐ στὰς τῶν Ἰνδῶν ὧν λέγουσιν, ἔστιν οὖν κα‐ ταληφθέντας ὑπ’ Ἀλεξάνδρου. καὶ Ξενοφῶν, ἐπεὶ δὲ καὶ ἐνταῦθα ἐχώρουν οἱ Ἕλληνες, λείπουσι δὲ τὸν λόφον οἱ ἱππεῖς, οὐ μὴν ἔτι οἱ
25ἄλλοι ἄλλοθεν, τότε ὁ λόφος τῶν ἱππέων. καὶ ἐν τῇ ηʹ Θουκυδίδου, καὶ ὀλίγον ἐπράσσετο οὐδέν, καὶ ἐν τῇ ζʹ, οὐδὲν ὀλίγον ἐς οὐδὲν κακοπαθή‐ σαντες. καὶ πάλιν, ὀλίγον οὐδὲν ἐς οὐδὲν ἐπε‐ νόουν.
30tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΠΟΛΥΠΤΩΤΟΥ.
31Πολύπτωτον δὲ τὸ τοῦ αὐτοῦ ὀνόματος ἢ τῆς αὐτῆς138

3

.

139

ἀντωνυμίας κατὰ κῶλον ἄλλην πτῶσιν ἢ ἄλλο γένος ἐκ‐ φέρεσθαι, οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη. εἶτα τοῦτο τὸ ψήφισμα τὸν τότε ἐπιστάντα τῇ πό‐
5λει κίνδυνον παρελθεῖν ἐποίησε, ὥσπερ νέ‐ φος. καὶ πάλιν, οὗτοι γὰρ ἡγοῦνται. εἶτα δο‐ τική, τούτοις πείθεσθε. εἶτα γενική, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε.
9tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΤΟΥ ΚΑΘ’ ΥΠΟΣΤΡΟΦΗΝ.
10 Ὅπερ ἐν τῷ μέσῳ δεχόμενον ἐπεμβολὴν ἔρχεται πά‐ λιν ἐπὶ τὴν ἀφήγησιν, ὅπερ Οὐλπιανὸς ἐπιδρομὴν κα‐ λεῖ, οἷον ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν. εἰπὼν γάρ,
15ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φί‐ λιππον, ἐπενέβαλε τὸ ὡς τότε δημηγορῶν ἔφη. καὶ πά‐ λιν ἐπὶ τὴν κατάλληλον ἀφήγησιν τοῦ λόγου ὑπέστρεψεν εἰς τὸν ἐπιβουλεύοντα τοῖς Ἕλλησι. τοῦτο δὲ τὸ σχῆμα καὶ κατ’ ἐπιπλοκὴν λέγεται. καὶ πάλιν ἐν τῇ ἀρχῇ τοῦ
20περὶ τοῦ στεφάνου, τοῦ γὰρ Φωκικοῦ συστάν‐ τος πολέμου, οὐ δι’ ἐμ, οὐ γὰρ ἔγωγε ἐπολι‐ τευόμην πω πότε, πρῶτον μὲν ὑμεῖς οὕτω διέ‐ κεισθε, ὥστε Φωκέας μὲν ἐβούλεσθε, καὶ ἑξῆς.
24tΠΕΡΙ ΤΜΗΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
25 Τμητικὸν δέ ἐστι τὸ τέμνον τὸν λόγον καὶ μεταβαῖ‐ νον ἀπὸ προσώπου εἰς πρόσωπον, ἢ ἀπὸ πράγματος εἰς πρᾶγμα· δεῖ δὲ εἰδέναι, ὅτι πολλάκις ἐστὶ τμητικός, ποτὲ δὲ καὶ ἔστι καὶ φαίνεται. τοῦ τοίνυν σχήματος τούτου εἴδη εἰσὶ ταῦτα, πρῶτον τὸ ἀσύνδετον κομματικόν, οἷον
30προσῆλθε τῇ βουλ, προβούλευμα ἔγραψε.139

3

.

140

δεύτερον τὸ κατ’ ὄνομα τεμνόμενον, Ἀμφίπολιν, Πο‐ τίδαιαν, Μεθώνην, Παγασάς. τρίτον καὶ αἱ δι’ ἐλαχίστου ἐξαλλαγαί, οἷον τὸ Ἀμφίπολιν λαβεῖν, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Με‐
5θώνην αὖθις, εἶτα Θεσσαλίας ἐπέβη. τέταρτον τέμνουσι καὶ οἱ δι’ ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ ἀγγέλ‐ λων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατεί‐ ληπται. πέμπτον τὸ κατ’ ἐπαναφορὰν κομματικόν,
10ταξιάρχους παρ’ ὑμῶν, ἱππάρχους παρ’ ὑμῶν. ἕκτον αἱ ταχεῖαι καὶ δι’ ἐλαχίστου συμπλοκαί, καὶ σπου‐ δαῖα νομίζω καὶ ἀναγκαῖα τῇ πόλει, ὦ Ἀθη‐ ναῖοι, περὶ ὧν βουλεύεσθε, ἐφ’ ἃ παρελήλυθα. καὶ ταῦτα μὲν τὰ παραδείγματα τυγχάνουσιν τοῦ φαι‐
15νομένου τέμνειν καὶ μὴ τέμνοντος, καὶ τοῦ τέμνοντος καὶ φαινομένου· τοῦ δὲ τέμνοντος καὶ μὴ δοκοῦντος τέμνειν τὸ ἐκ πλαγίων σχῆμα τὸ κατὰ συστροφήν, ὡς τὸ πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων καθ’ ἑκάστην ἐκκλησίαν, τοῦτο ἐκ πλαγιασμοῦ. τὸ δὲ
20κατὰ συστροφήν, ὁ γὰρ Μεσσήνην ἀφιέναι Λακε‐ δαιμονίους κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο; πολλὰ γὰρ ἐν ἀμφοτέροις δι’ ὀλίγων εἴρηται καὶ οὐ
25φαίνεται τεμνόμενα.
26tΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ.
27 Εἰρωνεία ἐστὶν ἔμφασις κακίας δι’ εὐφήμων ῥημά‐ των, ὡς ὁ ποιητὴς ἐν τῷ ἐννάτῳ περὶ τοῦ Ἀγαμέμνονος, λέγοντος Ἀχιλλέως πρὸς τὸν Ὀδυσσέα,
30ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
καὶ δὴ τεῖχος ἔδειμε καὶ ἤλασε·140

3

.

141

καὶ δεικνὺς τὸ ἀχρεῖον τοῦ τείχους φησίν, ἀλλ’ οὐδ’ ὣς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο ἴσχειν, εἰπὼν μάλα πονήσατο νόσφιν ἐμεῖο, ἐπηύξησε τὰς πρά‐
5ξεις τοῦ Ἀγαμέμνονος· ἐν γὰρ ταῖς εἰρωνείαις, ὧν κα‐ ταφρονοῦμεν, ταῦτα αὐξάνομεν. τινὲς καὶ τὸ ἐπαγό‐ μενον εἰρωνικόν φασιν, ἑαυτὸν εὐτελίζοντος διὰ τὸ ὑπὸ Ἀγαμέμνονος ἀτιμασθῆναι, οἷον
νῦν δ’ ἐπεὶ οὐκ ἐθέλω,
10ἀντὶ τοῦ οὐ δύναμαι, πρὸς τὴν ὑπόληψιν ἣν ἔχει περὶ ἐμοῦ ὁ Ἀγαμέμνων· φεῦγε μάλ’, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ ς’ ἔγωγε, καὶ ἑξῆς, ὧν μεμνημένος ὁ Ἀχιλλεὺς ἔφη, ἀλλ’ Ὀδυσεῦ, σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι·
15καὶ πάλιν, αὔριον ἱρὰ Διῒ ῥέξαι καὶ πᾶσι θεοῖσιν· νηήσας εὖ νῆας, ἐπὴν ἅλαδε προερύσσω· ὄψεαι, αἴκ’ ἐθέλησθα· αἰνιττόμενος μὴ σχολὴν ἄγειν, μένειν αὐτῷ ταῦτα ἐκ
20τῆς ἐπιθέσεως τῶν πρώτων. καὶ ὁ ῥήτωρ ἐν τῷ περὶ Ἁλοννήσου, Φεραίων μὲν ἀφῄρηται τὴν πόλιν καὶ φρουρὰν ἐν τῇ ἀκροπόλει κατέστησεν, ἵνα δὴ αὐτόνομοι ὦσιν. οἱ γὰρ παρ’ αὐτοῦ φρου‐ ρὰν δεξάμενοι καὶ τὴν ἐλευθερίαν ἀφῄρηνται. ἄλλο
25κατὰ συνέχειαν, ἐπὶ δὲ Ἀμβρακίαν στρατεύεται, τὰς δὲ ἐν Κασσωπίῳ τρεῖς πόλεις, Πανδοσίαν καὶ Βούχεταν καὶ Ἐλάτειαν, Ἠλείων ἀποι‐ κίας, κατακαύσας τὴν χώραν καὶ εἰς τὰς πό‐ λεις βιασάμενος παρέδωκεν Ἀλεξάνδρῳ τῷ
30ἑαυτοῦ κηδεστῇ δουλεύειν. εἶτα εἰρωνικῶς, σφό‐ δρα γε βούλεται τοὺς Ἕλληνας ἐλευθέρους
εἶναι καὶ αὐτονόμους, ὡς δηλοῖ τὰ ἔργα. ἄλ‐141

3

.

142

λως, οὕτως ὑβριστικῶς ὑμῖν κέχρηται ὥστε φησίν, ἐὰν μὴ θέλωσι δικάσασθαι οἱ Καρ‐ διανοὶ αὐτὸν ἀναγκάσειν, ὡς ὑμῶν γε οὐκ ἂν δυναμένων οὐδὲ ἀναγκάσαι Καρδιανοὺς ὑμῖν
5ποιῆσαι τὰ δίκαια, ἐπειδὴ δὲ ὑμεῖς οὐ δύνα‐ σθε, αὐτός φησιν τοῦτο ἀναγκάσειν αὐτοὺς ποιῆσαι. εἶτα τὸ εἰρωνικόν, ἆρα οὐ μεγάλα ὑμᾶς φαίνεται εὐεργετῶν.
9tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΑΠΟΣΙΩΠΗΣΙΝ.
10 Σχήματα ἐκ τοῦ Ἀριστογείτονος, βουλοίμην δ’ ἄνωθεν πρὸ τοῦ περὶ τῶν ἰδίων ἐμὲ τῶν του‐ τουῒ λέγειν σπουδάσαντας ὑμᾶς ἐξετάσαι διὰ βραχέων, εἰς ὅσην αἰσχύνην καὶ ἀδοξίαν προ‐ ῆχε τὴν πόλιν δημοσίᾳ πάντα τὰ τοιαῦτα θη‐
15ρία, ὧν μέσος καὶ τελευταῖος καὶ πρῶτός ἐστιν οὗτος· καὶ τὰ μὲν ἄλλα ἐάσω. καὶ πάλιν, ὅσα μὲν οὖν τοὺς χορευτὰς ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας ἠνώχλησεν, ἢ προ‐ βαλλόμενος καὶ κελεύων ἑαυτὸν εἰς Διονύσια
20χειροτονεῖν ἐπιμελητήν, ἢ τἄλλα πάντα, ὅσα τοιαῦτα, ἐάσω.
22tΠΕΡΙ ΤΟΥ ΤΗΣ ΕΠΙΔΙΟΡΘΩΣΕΩΣ ΣΧΗΜΑΤΟΣ.
23 Ὅταν μὴ ἀρκούμενός τις εἰς μίαν λέξιν προστιθῇ ἢ τὴν αὐτὴν ἢ ἐκδηλοτέραν, οἷον ὀψὲ γὰρ λέγω, ὀψ.
25ἐπιτατικωτέραν δὲ ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων. εἰπὼν γὰρ τῶν αἰσχρῶν ὄνομα πρωτότυπον προσέθηκε παράγωγον ὑπερθετικὸν ὄνομα
τὸ αἰσχίστων.142

3

.

143

(1t)

ΤΟΥ ΑΥΤΟΥ
2tΠΕΡΙ ΤΩΝ ΤΗΣ ΔΙΑΝΟΙΑΣ ΣΧΗΜΑΤΩΝ ΚΑΘ’
3tΕΡΜΟΓΕΝΗ.
4Τὴν περὶ τῶν τῆς λέξεως σχημάτων περάναντες σὺν
5θεῷ φάναι πραγματείαν ἐπὶ τὰ τῆς διανοίας μετελθεῖν ᾠήθημεν, ὡς ἂν μὴ ἐλλιπῆ αὐτὴν τοῖς μεθ’ ἡμᾶς ἐά‐ σαντες γραφὴν ὀλιγωρίας ἀποίσομεν· οὐ γὰρ μέμψεως ἀμοιρήσομέν τινος ἀπαρξάμενοι μὴ ἐπὶ τὸ τέλος καταν‐ τῆσαι σὺν προθυμίᾳ· ἵνα μὴ ἀφορμὴν καθ’ ἡμῶν δῶ‐
10μεν τοῖς φιλοσκώμμοσιν ἄλλου ἄλλο τι ἀναπλάττοντος, ἀλλὰ καὶ σὲ τῆς ὠφελείας ὁλοσχερῶς ἀπόνασθαι, καθα‐ ρὰν δὲ καὶ σαφῆ τὴν διδασκαλίαν γενέσθαι σπουδάζον‐ τες ἐκ καθαρότητος ἀρξόμεθα.
14tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΑΠΟ ΨΙΛΟΥ ΤΟΥ ΠΡΑΓΜΑΤΟΣ
15tΑΡΧΟΜΕΝΟΥ.
16 Ἀπὸ ψιλοῦ τοῦ πράγματος ἄρχεται, ὅταν μηδὲν ἔξωθεν συνεφέλκηται, οἷον γένος εἴδει προσλαβόν, ἢ ὅλον μέρει ἢ ἀόριστον ὡρισμένῳ ἢ δικαστῶν κρίσιν ἢ ποιότητα πράγματος, ἢ πρὸς ἕτερον διαφοράν, οἷον
20 οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο· καὶ τὸ ᾠχόμεθ’ ἐς Θήβην.
23tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΦΥΣΙΝ ΤΩΝ ΠΡΑΓΜΑΤΩΝ ΧΡΗΣΘΑΙ
24tΤΩι ΛΟΓΩι.
25 Τουτέστι τὰ πρῶτα τιθέναι πρῶτα, τὰ δὲ δεύτερα δεύτερα, καὶ ἑξῆς κατὰ τὰς ἀντιθέσεις πρὸς τὸν λόγον, οἷον τὸν θεὸν φοβοῦ, τοὺς γονεῖς τίμα, καὶ τοὺς φίλους αἰσχύνου. ἡ δὲ ἀντίθεσις πρὸ τῆς λύσεως· τοῦ γὰρ Μειδίου λέγοντος, Δημοσθένην ὕβρισα ἐχθρὸν ἐμόν,
30ὅπερ οὐκ ἔστι δημόσιον ἔγκλημα, ἐπιλύεται· ἀλλὰ χορη‐
γὸς ἦν ὁ Δημοσθένης, ὁ δὲ χορηγὸς τῆς πόλεώς ἐστιν.143

3

.

144

ἡ ἀντίθεσις, πρόεδροι καὶ θεσμοθέται πληγὰς λαβόν‐ τες οὐκ ἐπεξῆλθον δημοσίᾳ. συγγνώμης ἄξιοι ἦσαν οἱ τυπτήσαντες ἐκείνους· ἐκεῖνοι γὰρ ἀπὸ θυμοῦ τι ἔδρα‐ σαν, σὺ δὲ ἀπὸ προνοίας προέχων τὴν ἔχθραν ἐν ἑαυτῷ
5κατὰ Δημοσθένους.
6tΠΕΡΙ ΤΟΥ ΕΞ ΑΦΗΓΗΣΕΩΣ ΚΑΤΑ ΑΠΟΦΑΣΙΝ
7tΣΧΗΜΑΤΟΣ.
8 Κατὰ ἀπόφασιν σχῆμα ἐξ ἀφηγήσεώς ἐστιν, ὅταν τις ἀποφαίνηται μὴ ἔχων ἐνδοιασμὸν τὸ οἶμαι ἢ τὸ
10εἴτε, ὡς ὁ ῥήτωρ ἐν τῷ παραπρεσβείας, ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φί‐ λιππον, ὡς τότε δημηγορῶν, καὶ ἑξῆς.
13tΠΕΡΙ ΑΛΛΗΓΟΡΙΚΟΥ ΚΑΙ ΔΙΟΡΚΟΥΝΤΟΣ.
14Ὡς παρὰ Πλάτωνι, ὁ μέντοι μέγας ἐν οὐρανῷ
15Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται. καὶ παρὰ τῷ ποιητῇ, ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετ’ αἰγίδα θυσσανόεσσαν· ἕως τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους·
20καὶ ὑποκατιών, μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτόν. ἕως τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων· καὶ ἑξῆς, καὶ ἐν τῇ ἐνάτῃ,
25 εἰ δ’ ἄγε πειρήσεσθε, θεοὶ ἵνα εἴδετε πάντες· καὶ ἑξῆς.
27tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΤΟΥ ΔΙ’ ΕΜΦΑΣΕΩΣ ΜΥΣΤΙΚΩΣ
28tΛΕΓΟΜΕΝΟΥ.
29Ὡς παρὰ Πλάτωνι, ὡς ὅταν λέγῃ, τὸ ὄντως ὄν,
30καὶ ἀγαθὸς ἦν, καὶ ἀναπτύξας ἔφη, τόδε τι εὑρεῖν144

3

.

145

τε καὶ εὑρόντα εἰς πάντας λέγειν ἀδύνατον, καὶ οἷον τὸ Πυθαγορικόν, εἰς ἱερὸν ἀπιὼν προσκυνῆσαι μηδὲν ἄλλο μεταξὺ βιωτικὸν μήτε λέγε μήτε πρᾶττε. καὶ πάλιν, ἀνυπόδητος θῦε καὶ προσκύνει κοσμίως καὶ
5μετρίως καὶ μὴ ὑπερσχὼν τῆς ἐν τῇ γῇ τάξεως· σχεδὸν ὅμοιον τὸ λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστ. καὶ πάλιν, περὶ θεοῦ μηδὲν θαυμαστὸν ἀπίστει μηδὲ περὶ θείων δογμάτων.
10tΠΕΡΙ ΤΟΥ ΑΠΑΡΑΚΑΛΥΠΤΩΣ ΕΙΣΑΓΕΣΘΑΙ ΤΗΝ ΤΡΑ‐
11tΧΥΤΗΤΑ ΣΧΗΜΑΤΟΣ.
12 Τοῦτο δὲ γίνεται, ὅταν μὴ συμπλακῇ ἑτέρῳ τινὶ λεαίνοντι, οἷον τὸ τὸν ἐγκέφαλον ἐν τοῖς κροτά‐ φοις, ἀλλὰ μὴ ἐν ταῖς πτέρναις καταπεπατη‐
15μένον φορεῖτε. καὶ τὸ ἀλλὰ μανδραγόραν ἤτοι φάρμακον ἄλλο πεπωκόσιν ἐοίκατε ἀνθρώ‐ ποις. τὸ δὲ οὔτε σωφρόνων οὔτε γενναίων ἀν‐ δρῶν, ἐλλείποντάς τι δι’ ἔνδειαν χρημάτων τῶν τοῦ πολέμου εὐχερῶς τὰ τοιαῦτα ὀνείδη
20φέρειν, λειότερον γέγονε τῷ σχήματι· ἐν γὰρ τῷ κα‐ θαρῷ εἴρηται καὶ οὐχ ἁπλῶς ἐπετίμησεν.
22tΠΕΡΙ ΤΟΥ ΠΡΟΗΓΟΥΜΕΝΩΣ ΕΙΣΑΓΟΝΤΟΣ ΤΑΣ ΕΝ‐
23tΝΟΙΑΣ ΣΧΗΜΑΤΟΣ ΚΑΙ ΑΔΙΑΚΟΠΤΩΣ.
24Τοῦτο δὲ γίνεται, ὅταν ὡς θαρρῶν προηγουμένως
25ἀφηγῇ, ἀλλὰ μὴ ἐπεισάγῃς ἕτερόν τι διακόπτον τὴν ἀφή‐ γησιν, οἷον αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγ‐ μάτων ἀρχὴ καὶ κατάστασις πρώτη, τοῦτο δὲ τὸ ψήφισμα τὸν τότε τῇ πόλει περιστάντα κίν‐ δυνον, καὶ ἑξῆς· διακόπτεται δὲ οὕτως, αὕτη τῶν περὶ
30Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη,
τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν145

3

.

146

πόλεων ὑπηγμένων· ὑπὸ τούτων τοῦτο τὸ ψήφισμα τοῦ τότε τῇ πόλει.
3tΠΕΡΙ ΤΟΥ ΤΑ ΕΝΔΟΞΑ ΕΝΔΟΞΟΤΕΡΩΣ ΛΕΓΕΙΝ.
4Ἔνδοξοι γεγόνασιν οἱ Μαραθῶνι προκινδυνεύσαν‐
5τες ὑπὲρ τῆς πατρίδος, ὁ δὲ Δημοσθένης διὰ τοῦ σχή‐ ματος πλέον αὐτοὺς ἐδόξασεν ὅρκον αὐτοὺς ποιησάμε‐ νος· τὰ γὰρ σεπτὰ ὄμνυνται καὶ τοῖς σεπτοῖς ὁρκίζον‐ ται, ὅθεν ἔφη, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προ‐ κινδυνεύσαντας καὶ τοὺς ἐν Σαλαμῖνι παρα‐
10ταξαμένους.
11tΠΕΡΙ ΤΟΥ ΑΝΤΙΣΤΡΕΦΕΙΝ ΤΑ ΠΡΑΓΜΑΤΑ ΚΑΙ ΤΑ
12tΔΕΥΤΕΡΑ ΠΡΩΤΑ ΛΕΓΕΙΝ, ΕΙΤΑ ΕΠΕΜΒΑΛΛΕΙΝ
13tΤΑ ΠΡΩΤΑ.
14Οἷον ἀλλ’ ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρε‐
15σβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους, ἧσπερ εἰσὶν αἱ νῦν εὐθῦναι, οὔτε μικρὸν οὔτε μέγα οὐδ’ ὁτιοῦν εὑρημένοι τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖ‐ σθε λεχθέντων καὶ προσδοκηθέντων, ἀλλὰ πάντα ἐξηπατημένοι, καὶ τούτων ἕτερα αὖ‐
20θις πεπραχότων καὶ παρ’ αὐτὸ τὸ ψήφισμα, προσῇμεν τῇ βουλ. καὶ ταυτὶ πολλοὶ συνί‐ σασιν, ἃ μέλλω λέγειν· τὸ γὰρ βουλευτή‐ ριον μεστὸν ἦν ἰδιωτῶν. εἰπὼν τὰ δεύτερα πρῶτα ἐπενέβαλε τὰ πρῶτα εἰπών, οὔτε μικρὸν οὔτε μέγα,
25οὐδ’ ὁτιοῦν εὑρημένοι, ἕως τοῦ προσῇμιν τῇ βουλῇ. καὶ πάλιν κατὰ ἐπισυναφήν, ἀλλ’ ἐπὶ τῷ πανδο‐ κείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴτις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδεν ὃ λέγω) ἐνταῦθα ἐγέ‐
νοντο οἱ ὅρκοι.146

3

.

147

(1t)

ΠΕΡΙ ΤΟΥ ΤΑΣ ΚΑΤΑΣΚΕΥΑΣ ΤΩΝ ΠΡΟΤΑΣΕΩΝ ΚΑΙ
2tΤΑΣ ΠΙΣΤΕΙΣ ΠΡΩΤΑΣ ΠΡΟΤΙΘΕΝΑΙ ΤΩΝ ΠΡΟ‐
3tΤΑΣΕΩΝ.
4Οἷον ὁρῶν τὸ ναυτικὸν ὑμῶν καταλυόμε‐
5νον καὶ τοὺς μὲν πλουσίους ἀτελεῖς ἀπὸ μι‐ κρῶν ἀναλωμάτων γινομένους, τοὺς δὲ μέτρια καὶ μικρὰ κεκτημένους τῶν πολιτῶν τὰ ὄντα ἀπολλύντας, ἔτι δὲ ὑστερίζουσαν ἐκ τούτων τὴν πόλιν τῶν καιρῶν ἔθηκα νόμους. καὶ πά‐
10λιν, εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐ‐ τίθετο λέγειν, ὦ Ἀθηναῖοι, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφή‐ ναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ὑπὸ τούτων ῥηθέντων, ἡσυχίαν ἦγον· εἰ δὲ μ, τότε ἂν
15αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν. ἡ μὲν γὰρ πρότασίς ἐστιν, ὅτι δεῖ καὶ νεωτέρου ὄντος πρώ‐ του λέγοντος ἀνέχεσθαι, ἡ δὲ κατασκευή, ὅτι μηδὲν οἱ πρεσβύτεροι τῶν δεόντων εἰρήκασιν.
19tΠΕΡΙ ΕΠΙΜΟΝΗΣ.
20 Σχῆμά ἐστιν ἐπιμονῆς, ὅταν ἐφ’ ὧν ἰσχύωμεν πραγ‐ μάτων χρώμεθα αὐτῇ, οἷον οὔτε καιρὸς οὔτε φι‐ λανθρωπία λόγων οὔτ’ ἐπαγγελιῶν μέγεθος οὔτ’ ἐλπὶς οὔτε φόβος οὔτ’ ἄλλο οὐδὲν ἐπῆρεν, οὐδὲ προηγάγετο ὦν ἔκρινα δικαίων καὶ συμ‐
25φερόντων τῇ πατρίδι οὐδὲν προδοῦναι. καὶ πρὸ τούτου, πότερον ἐχρῆν, Αἰσχίνη, τὸ φρό‐ νημα ἀφεῖσαν καὶ τὴν ἀξίαν τὴν αὐτῆς, καὶ ἑξῆς.
28tΠΕΡΙ ΓΟΡΓΟΥ ΣΧΗΜΑΤΟΣ.
29Γοργὸν σχῆμα λέγεται, ὅταν ταῖς ἀπαντήσεσι τα‐
30χείαις καὶ βραχείαις χρώμεθα καὶ ταῖς ἀντιθέσεσιν, οἷον
τί βουλευόμενοι μετεπέμπεσθε αὐτοὺς ἐν147

3

.

148

τούτῳ τῷ καιρ; ἐπὶ τὴν εἰρήνην; ἀλλ’ ὑπῆρ‐ χεν ἅπασιν. ἀλλ’ ἐπὶ τὸν πόλεμον; ἀλλ’ αὐ‐ τοὶ περὶ εἰρήνης ἐβουλεύεσθε. καὶ πάλιν, κακο‐ δαιμονοῦσι Βυζάντιοι. σφόδρα γε, ἀλλ’ ὅμως
5αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει.
6tΠΕΡΙ ΤΟΥ ΚΑΤ ΕΥΤΕΛΕΙΑΝ ΣΧΗΜΑΤΟΣ.
7 Κατ’ εὐτέλειάν ἐστι σχῆμα τὸ πλεονάζον τοῖς κατὰ μέρος, οἷον εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς νομέας καὶ τοὺς ποιμέ‐
10νας. ἔστι καὶ ἄλλο εἶδος τὸ δι’ ὅρκων πιστοῦσθαι, ἀλλὰ μὴ διὰ πραγμάτων, ὡς ὁ ῥήτωρ, καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας καὶ τὸν Ἀπόλλωνα τὸν Πύ‐ θιον. καὶ Ὅμηρος, ναὶ μὰ τόδε σκῆπτρον τὸ μὲν οὔποτε φύλλα καὶ ὄζους·
15ἀλλὰ καὶ ὁρκίζειν κριτὰς ἢ διάδικον.
16tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΕΠΙΕΙΚΟΥΣ.
17 Ἐπιεικὲς σχῆμά ἐστιν, ὅταν τὰ ἑαυτοῦ καλὰ ἐλαττοῖ, τὰ δὲ τοῦ ἐναντίου ἢ τὰ καλὰ ἐπαίρῃ ἢ τὰ κακὰ μειοῖ. καὶ τοῦ μὲν πρώτου, τῆς μέντοι διακονίας τῆς ἐφ
20ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖ‐ ναί φημι. ἐκεῖνος μὲν γὰρ καὶ ἐβούλευσεν, ἀλλὰ τα‐ πεινώσας αὐτοῦ τὸ κατόρθωμα μετεῖναί φησι. τοῦ δὲ μειοῦντος τὰ τοῦ ἀντιδίκου κακὰ ἢ ἐνδεικνυμένου τοῦ λέγοντος, ὡς τὸ μηδὲν ὀργισθῇς, οὐδὲν γὰρ ἐρῶ
25φλαῦρον. καὶ πάλιν, τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα ἔγωγε οὐκ οἶδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω πολὺ τούτου κεχωρισμένον. τοῦ δὲ μὴ ἐνδεικνυμένου, τίνος οὖν ἕνεκεν, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι,
30τὴν αὐτὴν ἀτιμίαν ὑμῶν τε κατέγνω κἀκεί‐
νων; ἐκείνους μὲν γὰρ ἠτίμασε ἀφελὼν αὐ‐148

3

.

149

τοὺς τὴν ἀτέλειαν, ὑμᾶς δὲ κατηυτέλησε τῷ στερῆσαι ὑμᾶς τῆς ἐξουσίας τοῦ διδόναι ἀτέ‐ λειαν, ᾧ τινι βούλεσθε.
4tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΠΑΡΑΛΕΙΠΤΙΚΟΥ.
5 Κατὰ δεινότητα δὲ ἐμφαίνοντες τὰ δοκοῦντα παρα‐ λείπεσθαι, οἷον καὶ οὐδὲν ἂν εἴποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεκδέδωκα. καὶ πάλιν, Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ
10Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐ.
12tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΠΟΙΗΤΙΚΟΥ ΑΡΧΙΚΟΥ.
13 Ἀρχικὸν μὲν σχῆμα ποιήσεως τὸ μὴ παρ’ ἑαυτῶν λέ‐ γειν, ἀλλ’ αἰτεῖσθαι τὰς κατ’ αὐτοὺς Μούσας ἀπάρχε‐
15σθαι τοῦ λόγου, οἷον μῆνιν ἄειδε, καὶ Μοῦσαι Πιερίηθεν, καί·
Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ’.
εἰπὲ θεὰ κρυφίων ἐπιμάρτυρα λύχνον ἐρώτων. καὶ ἐκ Διὸς ἀρχώμεσθα. καὶ ταῦτα μὲν τῶν παρ’
20Ἑρμογένει σχημάτων, εἰσὶ δέ τινα ἕτερα σχήματα παρ’ Ὁμήρῳ, ἅπερ ἰδίως ποιησόμεθα.
22tΠΕΡΙ ΚΑΙΝΟΠΡΕΠΩΝ ΣΧΗΜΑΤΩΝ ΤΗΣ Α.
23 καὶ λίην σε πάρος γ’ οὔτ’ εἴρομαι οὔτε μεταλλῶ. πῶς τὸ πάρος ἐπίρρημα σημαῖνον καιρὸν παρῳχηκότα,
25ῥήματι συνετάγη χρόνῳ ἐνεστῶτι; οὐδεὶς γὰρ σωφρο‐ νῶν φησι, πέρυσιν οὐκ ἐρωτῶ, οὐδὲ πρότερον ἐπιζητῶ, μήτι γε ὁ σοφώτατος Ὅμηρος. καί φαμεν, ὡς οὐ κατ’ εὐθὺ δεῖ συντάσσειν τὸ κῶλον, ἀλλὰ κατὰ ὑστερολογίαν ἐκδέχεσθαι τὸ πρότερον, οἷον οὐδὲ πάνυ ἐρωτῶ σε,
30οὐδὲ ἐπιζητῶ, οὐδὲ τὸ πρότερον. ἄλλως. εἰπόντος τοῦ149

3

.

150

Διὸς πρὸς τὴν Ἥραν, ἀλλ’ ὃν μὲν ἐπιεικὲς ἀκουέ‐ μεν ἕως μήτι σὺ ταῦτα ἕκαστα διείρεο, μηδὲ μετάλλα, ἐπεὶ περὶ καθολικῶν βουλευμάτων αὐτῇ προσεῖπε, τῶν
5μὲν ποιεῖσθαι ζήτησιν, ὅσα αὐτὸς κρύπτειν βούλοιτο, περὶ δὲ τῶν φανερῶν αὐτὴν προτιμητέον ἡγεῖται· ἀπε‐ κρίθη αὐτῷ, ἐμοὶ ἑνός, ὦ ἄνερ, μέλει, περὶ ὧν ἡ Θέτις ἐζήτησε παρά σου τῶν γονάτων ἐπειλημμένη, τὰ δὲ πρό‐ τερον γεγονότα καὶ λίαν οὐκ ἐρωτῶ, οὐδὲ ἐπιζητῶ· ἵνα
10τὸ πάρος μὴ εἴη πρὸς τὸ ἐπιζητῶ, ἀλλὰ πρὸς τὰ γεγο‐ νότα τῷ παρεληλυθότι. ἄλλο ὑποκατιών φησι μὴ νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ, ἕως τὸ ἀάπτους χεῖρας ἐφείω. τινὲς αὐτῷ ἀντι‐ πίπτουσιν ὡς δοτικῇ χρησαμένου τοῦ ποιητοῦ ἀντὶ γε‐
15νικῆς, ἵνα ᾖ οὕτως, μή ποτε, ὅσοι θεοί εἰσιν ἐν τῷ Ὀλύμπῳ, οὐ βοηθήσουσί σοι ἐμοῦ ἐγγὺς ἐλθόντος, ὅταν σοι τὰς ἀπροσπελάστους ἐπιβάλλω χεῖρας, ἀντὶ τοῦ ἰόν‐ τος ἰόντι φαμένου. ἔστι δὲ μᾶλλον εἰπεῖν, ὡς τοῦ ποιη‐ τοῦ εἰς δύο τάξεις μερίζοντος τοὺς παρ’ αὐτῶν σεβομέ‐
20νους θεούς, οὐρανίους καὶ καταχθονίους, (καὶ γὰρ κατὰ τὴν Πυθαγορικὴν δόξαν) τὸ ἆσσον ἰόνθ’ οὐκ ἔστιν, ὡς δοκεῖ τοῖς πολλοῖς, πτώσεως δοτικῆς ἀλλ’ εὐθείας τῶν δυϊκῶν ἀντὶ τοῦ ἰόντε, ἵν’ ᾖ τὸ συναγόμενον τῆς συν‐ τάξεως οὕτως, μήπως, ὅταν σοι τὰς ἀπροσπελάστους
25χεῖρας ἐπιβάλλω, οἱ οὐράνιοι καὶ καταχθόνιοι θεοὶ ἐγγὺς ἐλθόντες οὐ βοηθήσωσί σοι. καὶ τούτου ὅμοιον δείξομεν ἐν τῆ γʹ παρὰ πόδας τοῦ λόγου. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν περὶ τῆς τοιαύτης συντάξεως δοτικῆς οὔ‐ σης τῆς ἆσσον ἰόνθ’ ἀντὶ τοῦ ἰόντι· τὸ χραισμῶ σημαί‐
30νει τὸ βοηθῶ καὶ τὸ ἀνθίσταμαι ἐκ τοῦ παρεπομένου· ὁ γὰρ βοηθῶν τινὶ τῶν ἀντιδίκων ἀνθίσταται. ἔστιν
οὖν καὶ τὰ νῦν εἰπεῖν περὶ τῆς τοιαύτης συντάξεως δο‐150

3

.

151

τικῆς οὔσης τῆς ἆσσον, μήπως ὅταν σοι τὰς ἀπροσπε‐ λάστους χεῖρας ἐπιβάλλω ἐγγὺς ἐλθόντι οὐκ ἀντιστή‐ σονται ὅσοι θεοί εἰσιν ἐν τῷ Ὀλύμπῳ. καιρὸς ἂν εἴη καὶ τὴν ὑπόσχεσιν ἐκπληρῶσαι τῆς ἀποδείξεως τῆς Ὁμη‐
5ρικῆς δόξης, εἰς δύο ἀφοριζούσης τοὺς παρ’ αὐτῆς οὐ‐ ρανίους καὶ ἐπιγείους κατὰ τὴν αἴτησιν Ἀγαμέμνονος περὶ μονομαχίας Ἀλεξάνδρου καὶ Μενελάου καὶ ὁπο‐ τέρου τῶν μερῶν παραβασίαν, Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
10 Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις. καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίννυσθον. εἰπὼν γὰρ Δία καὶ θεοὺς τοὺς οὐρανίους ᾐνίξατο, πο‐ ταμοὺς καὶ γῆν καὶ τοὺς ὑπένερθεν τοὺς ὑπὸ γῆν ἐδή‐
15λωσε, ὅθεν καὶ ῥῆμα δυϊκὸν ἐπήγαγε, καμόντας ἀνθρώ‐ πους τίννυσθον ἀντὶ τοῦ τιμωρήσατε, βʹ πρόσωπον δυϊ‐ κὸν προστακτικῆς ἐγκλίσεως. τάχα δὲ τοῦτο καὶ ἑτέρως θεραπεύεται. μάρτυρα μὲν γὰρ ἐπεισήγαγε τὸ καμόν‐ τας ἀνθρώπους τίννυσθον· ἀναγνωστέον οὖν τελείας
20τιθεμένης μετὰ τὸ γαῖαν οὕτως, Ζεὺς ἠέλιός τε καὶ πο‐ ταμοὶ καὶ γαῖα· εἶτα στιγμήν, καὶ εἶθ’ οὕτως· καὶ οἳ ὑπένερθεν καμόντας ἀνθρώπους τίννυσθον· ἵν’ ᾖ τὸ πλῆρες οὕτως, Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε,
25Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα, ὑμεῖς μάρτυρες ἔστε, φυλάσσετε δ’ ὅρκια πιστά· καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίννυσθον ὅτις κ’ ἐπίορκον ὀμόσσῃ.
30ἄλλο ἀντιπτωτικὸν τῆς βʹ, φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα,
ἕως τοῦ151

3

.

152

ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων, ἀντὶ τοῦ ἀστράπτοντος· προειπὼν γὰρ γενικὴν κατα‐ νεῦσαι ὑπερμενέα Κρονίωνα ἀστράπτων ἐπήνεγκεν εὐ‐ θύς. καὶ Ἐυριπίδης·
5
πάλαι δή ς’ ἐξερωτῆσαι θέλων
σχολή μ’ ἀπεῖργεν, ἀντὶ τοῦ θέλοντος ἐρωτῆσαι. ἐν δὲ τῇ γʹ ἀντὶ γενικῆς Ὅμηρος ἐποίησεν εὐθεῖαν, οἷον ἄμφω δ’ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς,
10ἀντὶ τοῦ καθεζομένων. καὶ ἐν τῇ κʹ, σύν τε δ’ ἐρ‐ χομένω. Περὶ δὲ Μενελάου καὶ Νέστορος καὶ Ὀδυσσέως μνή‐ μην ποιούμενος τοὺς τρεῖς τρόπους τῆς ῥητορικῆς καθ’ ἕκαστον πρόσωπον ἔδειξεν, τό τε ἀπολελυμένον καὶ
15πυκνὸν καὶ πιθανόν. περὶ μὲν τοῦ Μενελάου ὡς ἅτε νέου ὄντος φησίν, ὅτι ἐπιτροχάδην ἀγόρευε, τὰ μὲν πολλὰ καὶ ἔνδειξιν ἔχοντα παρατρέχων, (ἴδιον γὰρ τοῦτο νεότητος διὰ τὸ ἄπειρον τῶν ἱστοριῶν) τῶν ἀναγκαίων δὲ μόνων μνήμην ποιούμενος, ὁποῖον ὑπογράφουσιν οἱ
20παλαιοὶ ῥήτορες τὸν Λυσίαν· περὶ δὲ τοῦ Ὀδυσσέως φησίν, ἔπεα νιφάδεσιν ἐοικότα χειμερίῃσιν οἱ λόγοι αὐ‐ τοῦ, αἰνιττόμενος τὸ πλῆθος τοῦ λόγου ὑψηλόν τε καὶ πυκνὸν καὶ καταπληκτικόν, καὶ τὸ μεστὸν τῶν ἐνθυ‐ μημάτων καὶ τούτων ἀθρόως λεγομένων, ὁποῖός τίς
25ἐστιν ὁ Δημοσθένης. ἐπεισάγει δὲ τὸν Νέστορα χα‐ ρακτηρίζοντα τὸν Ἰσοκράτη· ἔχει γὰρ τὸ πιθανὸν ἐκ τῆς ἡδύτητος τοῦ λόγου, καὶ τὸ ἀξιόπιστον ἐκ τῆς πλαγιότη‐ τος καὶ πείρας τῶν ἱστοριῶν· πλήρης γὰρ δογμάτων καὶ Ἰσοκράτης κεκαλλωπισμένος τὸν λόγον εἴπερ τις ἄλλος,
30ὅθεν καὶ οἱ τεχνικοὶ τὰ παραδείγματα τῶν παρίσων καὶ ἰσοκώλων καὶ ἐπαναφορῶν καὶ ἐπαναστροφῶν καὶ πάν‐
των τῶν σχημάτων τῶν λόγον καλλωπιζόντων ἐξ αὐτοῦ152

3

.

153

παρειλήφασιν. ἃ δὲ περὶ τοῦ Νέστορος ὁ ποιητὴς ἐπι‐ μαρτύρεται λέγων,
τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής.
5 τοῦ καὶ ἀπὸ γλώσσης. ὅθεν καὶ Ἀγαμέμνων θαυμάζων αὐτὸν ἐγκωμιάζει δη‐ μοσίᾳ, ἦ μὴν αὖτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν. ἀμέλει καὶ εἰς εὐχὴν τρέπεται, τοιούτους πλείστους ἔχειν
10γλιχόμενος, αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθήνη τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· καὶ ἑτέρωθεν, ὦ γέρον, εἴθ’ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισι
15 ὥς τοι γούναθ’ ἕποιτο· Τὰ πληθυντικὰ ὀνόματα τῶν οὐδετέρων ἑνικοῖς ῥή‐ μασι συντάσσεται παρὰ τοῖς Ἀττικοῖς, ὅθεν σοφώτατος ὢν ὁ ποιητὴς ἐν ἑνὶ στοίχῳ δυσὶ διαλέκτοις ἐχρήσατο, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται.
20καινοπρεπὲς
ὥς φασαν ἡ πληθύς· καὶ ἐν τῇ οʹ,
αὐτὰρ ὀπίσσω ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο,
25πρὸς τὴν σημασίαν ἐποιήσατο τὴν ἐπαγωγὴν τοῦ ῥήμα‐ τος· οὕτως καὶ τὸ πᾶσα ἡ γῆ προσκυνησάτωσαν, καὶ ἐν τῇ ἐξόδῳ, φοβηθέντες δὲ ὁ λαὸς ἔστησαν μακρόθεν. Ἄλλο. ὁ δὲ ἀγλαΐῃφι πεποιθώς, ἀντὶ τοῦ τοῦ δὲ
30ἀγλαΐῃφι πεποιθότος ῥίμφα ἑ γοῦνα φέρει, ἐπεὶ προη‐ γουμένως εὐθυμίαν εἰ μὴ ἀρχαϊκῇ συνηθείᾳ εἴπωμεν
αὐτῷ συντετάχθαι, σολοικισμὸς λογισθήσεται. συν‐153

3

.

154

τακτέον οὖν οὕτως, ὁ δὲ τῇ ἀγλαΐᾳ θαρρῶν ταχέως φέρει τὰ κατ’ αὐτὸν γόνατα, ἵνα τὰ γοῦνα εἴη πτῶσις αἰτιατική, καὶ μὴ εὐθεῖα. τινὲς δὲ τῶν ἀρχαίων βιαζόμενοι καὶ παρ‐ αλλαγὴν ἐμποιοῦντές φασιν, ὁ δ’ ἀγλαΐῃφι πεποιθὼς
5ῥίμφα ἑ γοῦνα φέρει, ἤγουν τὰ ἑαυτοῦ γόνατα. ἔστι καὶ ἕτερος τρόπος, ὃς πολυσχιδής ἐστι καὶ ποικίλος, οἷον ἄνδρ’ ὁρόω κρατερώ· ὁ μὲν τόξων εὖ εἰδώς, Πάνδαρος, υἱὸς δ’ αὖτε Λυκάονος εὔχεται εἶναι. προειπὼν αἰτιατικήν, ἄνδρας ὁρῶ κρατεροὺς ἐπήνεγκεν
10εὐθὺς ὁ μὲν τόξων εὖ εἰδὼς ἀντὶ τοῦ, τὸν μὲν τόξων εὖ εἰδότα, Πάνδαρον υἱὸν Λυκάονος εὐχόμενον εἶναι, Αἰνείαν δ’ υἱὸν μεγαλήτορος Ἀγχίσαο·
Ἄλλο ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
15 ἔχθιστος δέ μοί ἐσσι θεῶν τὸν Ὄλυμπον ἐχόντων. καὶ ἔστι καὶ ἕτερον εἶδος παρ’ αὐτῷ σχήματος τὸ λεγό‐ μενον προεπίζευξις· προθεὶς γὰρ ὄνομα ἑνικὸν ἓν ἐπάγει δυϊκὸν ῥῆμα ἢ πληθυντικόν, εἶθ’ οὕτως ἐπάγει ἕτερον ὄνομα, οἷον
20 ᾗχι ῥοὰς Σιμόεις συμβάλλεται ἠδὲ Σκάμανδρος· ὤφειλε γὰρ κατὰ τὴν ἀκολουθίαν τῆς συντάξεως εἰπεῖν, ᾗχι ῥοὰς Σιμόεις συμβάλλεται, ᾗ δὲ Σκάμανδρος. ἄλλο εἶδος προτάττει ῥῆμα ἑνικοῦ ἀριθμοῦ καὶ ἐπάγει δύο πρόσωπα,
25 ἦρχε δ’ ἄρα σφιν Ἄρης καὶ πότνι’ Ἐνυώ. ἄλλως, αἰτιατικὴ ἀντὶ γενικῆς Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδ’ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν ὧδε βίην τ’ ἀγαθὸν καὶ Ἰλίου ἶφι ἀνάσσειν.
30καί ποτέ τις εἴπῃ πατρὸς δ’ ὅδε πολλὸν ἀρείων. ἐκ πολέμου ἀνιόντα·
ἀντὶ τοῦ ἀνιόντος.154

3

.

155

(1t)

ΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΙΣΟΚΩΛΟΥ.
2 Ἰσόκωλόν ἐστι φράσις δύο ἢ καὶ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν, οἷον
5 αἴδεσθεν μὲν ἀνήνασθαι δεῖσαν δ’ ὑποδέχθαι. καὶ ἄλλως χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
8tΠΕΡΙ ΕΛΛΕΙΠΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
9γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν,
10ἀντὶ τοῦ, γνωτὸν δὲ τοῦτο τῷ καὶ πάνυ νηπίῳ. δύο γὰρ σχήματα ἔχει ἔλλειψιν τοῦ τοῦτο, καὶ ἀλλαγὴν τῆς δοτι‐ κῆς εἰς εὐθεῖαν, ὃς μάλα νήπιός ἐστιν. Ἄλλο εἶδος ἀντιπτώσεως ἀντὶ δοτικῆς χρησαμένου τοῦ ποιητοῦ γενικῇ.
15 οὐ γάρ τις φειδὼ νεκύων κατατεθνειώτων γίνετ’, ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. ἀντὶ οὐ γάρ τις φειδὼ γίνεται τοῖς τεθνεῶσι νέκυσι χαρί‐ ζεσθαι· παρὰ γὰρ τὸ μέλι, ἐπεὶ γλυκεῖα ἡ χάρις. οὕτως ἔχει καὶ τό, μηδέτι μοι αἰδόμενος μελίσσεο, ἀντὶ τοῦ
20χαρίζου. Ἄλλο καινοπρεπές· δʹ ὄντων προσώπων δυϊκὸν ῥῆμα προσήγαγεν· ὁ Ἕκτωρ ἐστὶν ὁ λέγων πρὸς τοὺς οἰκείους ἵππους, Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε,
25 νῦν μοι τὴν κομιδὴν ἀποτίνετον. ὅταν δὲ εἴπῃ, ὅτι μήποτε αἱ δύο ὀνομασίαι εἰσὶν ἐπί‐ θετα, καὶ αἱ δύο ἕτεραι ὀνόματα ἵππων κύρια, ἀλλ’ ἡ συνθήκη τοῦτο νοεῖν οὐ συγχωρεῖ· ἑκάστῳ γὰρ ὀνόματι σύνδεσμος ἕπεται συμπλεκτικός. καὶ ἡνίκα μέν εἰσι δύο
30ὀνόματα συνδέσμου δίχα, δύναται τὸ μὲν εἶναι κύριον
ἢ προσηγορικόν, τὸ ἄλλο δὲ ἐπίθετον, ὡς τὸ δῖος155

3

.

156

Ὀδυσσεὺς ἐπίθετον καὶ κύριον ἄνευ συνδέσμου, καὶ ἀγαθὸν Διομήδην, καὶ τὰ τοιαῦτα. ἡνίκα δὲ μεταξὺ σύνδεσμος εἴη, ἢ ἄμφω κύρια ἢ ἄμφω προσηγορικὰ ἦσαν· τοῖς γὰρ ὁμοίοις ἐφευρίσκονται οἱ σύνδεσμοι, προσηγο‐
5ρικὰ μὲν θεοί τε καὶ ἀνέρες, κύρια δὲ Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεύς. ἐπεὶ οὖν ἑκάστῳ ὀνόματι σύνδεσμος ἐφήρμοσται, οἱ δὲ συμπλεκτι‐ κοὶ σύνδεσμοι ἐν τοῖς ὁμοίοις εὑρίσκονται ὡς ἂν χωρί‐ ζωσιν αὐτὰ ἐξ ἀλλήλων καὶ μὴ λογίζωνται ἓν τὰ δύο,
10τέσσαρες ἵπποι εἰσὶ καὶ οὐ δύο. ἀλλά φαμεν, ὅτι δύο μέν εἰσιν ἐν τῷ ζυγῷ ἵπποι, δύο παρῄοροι, καὶ διεῖλεν εἰς δύο συζυγίας τὴν τετρακτὺν τῶν ἵππων, καὶ πρὸς ἑκάστην συζυγίαν ἐπήνεγκε τὸ ῥῆμα, νῦν μοὶ τὴν κομι‐ δὴν ἀποτίνετον, πρὸς τὴν μίαν συζυγίαν λέγων, ἀπότινε,
15καὶ πρὸς τὴν ἑτέραν, ἀπότινε, καὶ πρὸς τὰς δύο, ἀπο‐ τίνετον, οὐ καθ’ ἓν πρόσωπον ἁρμόζων τὴν προτροπήν, ἀλλὰ καθ’ ἑκάστην συζυγίαν. πρῶτος δὲ Ἕκτωρ ὡς εὐ‐ μοιρήσας καλλίστων ἵππων τῶν ἐκ τοῦ Τρωὸς τεθρίπ‐ πων ἐπέβη, ἄλλως τε καὶ θρασὺν ἡνίοχον αὐτὸν ὠνόμα‐
20σεν. εἰκὸς τοίνυν ὡς θρασὺν τεθρίππῳ χρήσασθαι. φασὶ δέ τινες περὶ τοῦ δυϊκοῦ ῥήματος καὶ ὡς δύο εἰσὶν ὑποζύγιοι καὶ δύο παρῄοροι, καὶ τὸ ὅλον βάρος τῆς ἡνιοχείας καὶ οἱ ἑλκυσμοὶ τοῦ δίφρου οἱ ὑποζύγιοι φέ‐ ρουσιν, ἀμέθεκτοι δὲ βάρους τυγχάνουσιν οἱ παρῄοροι,
25μηδεμιᾶς αὐτῶν οὔσης χρείας ἐρρωμένων τῶν ὑποζυ‐ γίων· εἰ δέ τι συμβῇ ἐκ Τρωὸς τοῖς ὑποζυγίοις, τὸ τη‐ νικάδε χρεία καθίσταται τῶν παρῃόρων ἀντ’ αὐτῶν ὑπεισιόντων τῷ ζυγῷ. πρὸς οὖν τοὺς τὸ βάρος ἅπαν φέροντας τοῦ δίφρου τὸ ῥῆμα μετήνεγκε, νῦν μοι τὴν
30κομιδὴν ἀποτίνετον. περὶ δὲ τοῦ οἶνόν τ’ ἐγκεράσασα πιεῖν ὅτε θυμὸς ἀνώγοι,
ὡς γυνὴ λίαν φίλανδρος διὰ τὸ παρεῖναι τὸν πόλεμον156

3

.

157

τῇ ὑπερβολῇ τῆς ἐπιμελείας χρῆται τοῖς ἵπποις κεκρα‐ μένῳ οἴνῳ ὕδωρ ἐπικομίζουσα αὐτοῖς. ὅτι δὲ πρὸς τοὺς ὑποζυγίους μόνους κέχρηται τῷ ἀποτίνετον, δηλοῦσι καὶ τὰ ἑξῆς δυϊκὰ τῶν ῥημάτων, ἀλλ’ ἐφομαρτεῖτον
5καὶ σπεύδετον. πῶς γὰρ ἂν δύναιντο σπεύδειν οἱ παρῄοροι, εἰ μὴ ἕλκουσιν οἱ ὑποζύγιοι. μᾶλλον δὲ ἔστω ὑπερβατόν, ἵνα μὴ εἰς κακόζηλον ἐμπέσῃ τὸ περὶ τοῦ οἴ‐ νου, ἵν’ ᾖ οὕτως, προτέροις ὑμῖν πυρὸν ἔθηκεν ἢ ἐμοὶ πυρὸν καὶ οἶνον ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι.
10tΠΕΡΙ ΕΛΛΕΙΠΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ ΗΝΙΚΑ ΛΕΙΠΕΙ
11tΛΕΞΙΣ.
12
εἰ δὲ καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλαις εἰς πατρίδα γαίαν· ὅμοιον σχεδὸν τῷ
15 ἀλλ’ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμόν. ἐνταῦθα τὸ εὖ καὶ καλῶς ὅπερ ὀνομάζουσιν ἀνανταπό‐ δοσιν, ὅτι χωρὶς ἀποδόσεως τῆς ἀπαρτιζούσης τοῦ μὲν τὴν ἀκολουθίαν ἤρξατο κώλου ἔχοντος καὶ τὸν καὶ σύν‐
20δεσμον. ἕτεροι δέ φασι περὶ τοῦ εἰ παρακελεύσεως ἐπίρ‐ ρημα εἶναι ἀντὶ τοῦ, εἰ δὲ ἄγε καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλην, ὡς τὸ σὺ δέ με ἄκουσον, καὶ τὸ ἀλλ’ εἴτε καλέσειεν, ὁμοίως καὶ τὸ εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε. οὕ‐ τως οὖν καὶ τὸ εἰ δὲ καὶ αὐτοί. ὅμοιον τῆς χʹ
25 εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι, ἀντὶ τοῦ ἄγε. Ἄλλο καινοπρεπές·
ὅς ῥα μάλιστα χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος, ἀγλαὰ δῶρα.
30πρὸς γὰρ τὴν σημασίαν καὶ οὐ τὸν χαρακτῆρα ἀπήντησε,
τὸν χρυσὸν εἰπὼν ἀγλαὰ δῶρα.157

3

.

158

(1t)

ΠΕΡΙ ΠΡΟΛΗΠΤΙΚΟΥ ΣΧΗΜΑΤΟΣ.
2 Ὅταν ἐν μέσῳ τοῦ διηγήματος μνησθῇ τις τοῦ τέλους ὡς ἐν ἀρχῇ τῆς ωʹ. μήπω γὰρ ὁ ποιητὴς διηγησάμενος τὸν θάνατον Ἕκτορος μηδὲ τὴν διαλλαγὴν Ἀχιλλέως τὸν
5μετὰ τὴν πόρθησιν Ἰλίου ἀφανισμὸν λέγει τοῦ τείχους, οἷον αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι.
8tΠΕΡΙ ΣΧΗΜΑΤΟΣ ΣΥΛΛΗΠΤΙΚΟΥ.
9Συλληπτικόν ἐστι σχῆμα ὅταν περί τινων δύο προ‐
10σώπων τὸ διήγημα γένηται διαφερόντων κατά τι, καὶ περὶ τῶν διαφερόντων γένηται ἡ διήγησις ὡς κοινή, οἱ δ’ ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι· οἰκία ποιήσονται ὁδῷ ἐπὶ παιπαλοέσσῃ, οὐδ’ ἀπολείπουσιν κοῖλον δόμον.
15ταῦτα κοινά, εἶτα
ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων ἐπήνεγκε καὶ τοῦτο κοινόν, τὸ δὲ οὐκ ἔστιν ἀλλὰ μόνον τῶν σφηκῶν· μέλισσαι μὲν γὰρ μάχονται ὑπὲρ τοῦ μέ‐
20λιτος, σφῆκες δὲ ὑπὲρ τῶν τέκνων· κοινὸν οὖν γεγονὸς ἐποίησε σχῆμα συλληπτικόν, συλλαβομένων τῶν μελισ‐ σῶν μετὰ τῶν σφηκῶν.
23tΠΕΡΙ ΚΡΕΜΑΜΕΝΟΥ ΣΧΗΜΑΤΟΣ.
24ὣς Ἕκτωρ εἵως μὲν ἀπείλει μέχρι θαλάσσης
25 ῥέα διελεύσεσθαι. εἰπὼν γὰρ εἵως οὐκ εἶπεν ἀπόδοσιν αὐτοῦ, ἀλλ’ ἐποι‐ ήσατο ἑτέραν ἀρχήν, ἀλλ’ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξιν.
ἔστιν οὖν εἰπεῖν ἐλλειπτικὸν εἶναι τρόπον λείποντος τοῦ158

3

.

159

τινός, ἵν’ ᾖ τὸ πλῆρες οὕτως· ὣς Ἕκτωρ, ἕως μέν τινος ἠπείλει μέχρι θαλάσσης, καὶ ἑξῆς. Ἄλλο εἶδος καινοπρεποῦς σχήματος, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται,
5τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον.
6tΠΕΡΙ ΩΡΑΙΑΣ ΠΑΡΙΣΩΣΕΩΣ.
7 ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι· τὸ πάρισον, μεγάλα στενάχουσι ῥέουσαι, καὶ μεγάλα στενάχουσι θέουσαι.
10 Καινοπρεπὲς εἶδος ἄλλο ἐν τῇ πʹ
δύνασαι δὲ σὺ παντὸς ἀκούειν ἀνέρι κηδομένῳ. εἰπὼν γενικὴν τὸ παντὸς ἐπήνεγκε τὸ ἀνέρι κηδο‐ μέν. κρεῖσσον δέ ἐστι τὸ παντὸς μὴ εἶναι γενικήν,
15ἀλλ’ ἐπίρρημα πάντοσε καὶ ἐν ἀκριβεστέροις εὕρομεν. Ἄλλως, ὅτι τὸ εἶπεν ὡς λειπούσης τῆς πρὸς αἰτια‐ τικῇ συνέταξε, καὶ τότ’ ἄρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων.
19tΕΙΔΟΣ ΣΥΝΤΑΞΕΩΣ ΓΕΝΙΚΗΣ ΕΝΙΚΗΣ.
20 Ἐπιμεριζομένου ὀνόματος ὀνόματα προηγουμένου ἐπήνεγκε γενικὴν πληθυντικοῦ ἐν τῇ ψʹ
πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων. Ἄλλο καινοπρεπὲς τῆς βʹ
25 τῶν δ’ ὥστ’ ὀρνίθων πετεηνῶν ἔθνεα πολλά, ἕως τοῦ ἀγαλλόμεναι πτερύγεσσιν· εἰπὼν ὀρνίθων ἔθνεα ἐπήνεγκεν ἀγαλλόμεναι θηλυκὸν ὄνομα, οὐ πρὸς τὸ ἐκ‐ φαινόμενον, οἱονεὶ τὰ ἔθνεα, ἀλλὰ πρὸς τὸ νοούμενον τὸ ὀρνίθων· τὰ γὰρ ἔθνεα ὄρνεις εἰσίν, ὡς τὸ κίνη‐
30θεν δὲ φάλαγγες, ἐλπόμενοι παρὰ ναῦφι·159

3

.

160

αἱ γὰρ φάλαγγες εἰ καὶ θηλυκοῦ γένους εἰσὶ κατὰ τὸ ἐκφωνούμενον, ἀλλὰ κατὰ τὸ νοούμενον ἀρσενικοῦ γένους εἰσίν· αἱ γὰρ στρατιωτικαὶ τάξεις ἀνδρῶν εἰσιν, οὐ γυναικῶν.
5 Ἄλλο τῆς βʹ φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ, ἕως τὸ ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα φαίνων.
10εἴπομεν ἐν τοῖς ἔμπροσθεν δόξαν τὴν τῶν πρὸ ἡμῶν περὶ τῆς τοιαύτης συντάξεως ὡς εὐθείᾳ ἀντὶ αἰτιατικῆς ἐχρή‐ σατο ὁ ποιητής· εἰπὼν γὰρ ὑπερμενέα Κρονίωνα κατα‐ νεῦσαι ἀστράπτων ἀντὶ τοῦ ἀστράπτοντα. κρεῖσσον οὖν φάναι ὡς δεῖ τοῦτο τιθέναι πρὸ τοῦ ἀστράπτων, ἵν’
15ᾖ τὸ λεγόμενον οὕτως, φησὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ ὅτε νηυσὶν ἐπ’ ὠκυπόροισιν ἔβαινον Ἀργεῖοι, Τρώεσσι φόνον καὶ κῆρα φέροντες. τελεία. εἶτα ὡς ἐπανάληψιν ποιήσασθαι τοῦ Διὸς ἐπὶ
20συστάσει προσώπου ὁ ἀπαστράπτων ἐπιδεξίως καὶ ἐπίση‐ μα τέρατα καὶ σημεῖα φαίνων· καὶ ἔστι τοῦτο ἑρμηνεία τοῦ Διὸς ἢ μᾶλλον ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς τὸ ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, Αἰθίοπας τοὶ διχθὰ δεδαίαται·
25ἐπανελάβετο γὰρ τὸ Αἰθίοπας ὄνομα, ἵνα δείξῃ δύο ἔθνη Αἰθιόπων· οὕτω καὶ ἐνταῦθα φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα, ὁ Κρονίων ὁ ἀστράπτων ἐπιδέξια ἐναίσιμα σήματα φαί‐ νων. ἀλλ’ ἐσιώπησε τὸ Κρονίων μὴ ἀναδιπλασιάσαι αὐ‐
30τό, διόπερ τινὸς ἐρωτήσαντος, ποῖος Κρονίων κατένευ‐ σεν, ὁ ἀστράπτων ἐπιδέξι’ ἐναίσιμα σήματα. κρεῖσσον δὲ τὸ πρῴην ὡς ἐν τῇ πέμπτῃ, ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, ἶν’ ἀπέλεθρον ἔχοντας, ὁ μὲν τόξων εὖ εἰδὼς
35Πάνδαρος, ὁ δ’ αὖτε Λυκάονος εὔχεται εἶναι.
Τέλος· τῷ θεῷ δόξα εἰς τοὺς αἰῶνας Ἀμήν.160