TLG 0598 018 :: RHETORICA ANONYMA :: Problemata rhetorica in status

RHETORICA ANONYMA Rhet.
(Varia)

Problemata rhetorica in status

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 8. Stuttgart: Cotta, 1835 (repr. Osnabrück: Zeller, 1968): 402–413.

Citation: Volume — page — (line)

8

.

402

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΠΡΟΒΛΗΜΑΤΑ ΡΗΤΟΡΙΚΑ ΕΙΣ ΣΤΑΣΕΙΣ.
3 1. Νόμος ἐκέλευε τὴν ὀρφανὴν μήτε τὸν ἐπίτρο‐ πον αὐτῆς μήτε τὸν ἐπιτρόπου παῖδα εἰς γάμον ἄγειν·
5ἀποκηρυχθεὶς ἐπιτρόπου παῖς ἐβιάσατο τὴν ἐπιτροπευο‐ μένην, καὶ πάλιν ὁ πατὴρ ἀνέλαβε τὸν υἱόν. καὶ κρίνε‐ ται ὡς κατασοφισάμενος τὸν νόμον. 2. Νόμος ἐκέλευε τὸν ἀριστεύσαντα ἐν πολέμῳ λα‐ βεῖν, ὅπερ ἂν αἰτήσηται· ἀριστεύσας τις ᾔτησε γυναῖ‐
10κα πολίτου· ἀντῄτησεν ὁ ἀνὴρ, ἄλλας πέντε ἡμέρας κα‐ τασχεῖν αὐτήν· κατέλαβεν ἐν ταύταις ταῖς πέντε ἡμέραις μοιχὸν τὸν ἀριστέα μετὰ τῆς γυναικὸς αὐτοῦ, καὶ ἀνε‐ λὼν αὐτὸν κατὰ τὸν νόμον κρίνεται φόνου. 3. Νόμος ἐκέλευε τὸν ἄπαιδα μὴ στρατηγεῖν·
15στρατηγός τις, ἔχων τρεῖς παῖδας μετ’ αὐτοῦ στρατευο‐ μένους, ἀπώλεσεν, ἀναιρεθέντας ὑπὸ τῶν πολεμίων ἐν τῇ συμβολῇ, καὶ κωλύεται ὡς ἄπαις, στρατηγεῖν. 4. Δύο ἀδελφοὶ ἐξῆλθον λαθραίως κατὰ τυράννου ὅπως ἀνέλωσιν αὐτόν· καὶ φωραθέντες ἐκρατήθησαν.
20καί τις φίλος τοῦ τυράννου ῥήτωρ παρὼν πείθει τὸν
τύραννον, ἵνα μονομαχήσωσι κατ’ ἀλλήλων ὁπλισθέντες402

8

.

403

οἱ ἀδελφοί· οἱ δὲ ἐξελθόντες ἐπὶ μονομαχίᾳ ἐπέδρα‐ μον ἐξαίφνης, καὶ ἀπέκτειναν τὸν τύραννον, καὶ αἰτοῦσι παρὰ τῆς πόλεως δωρεὰν, ἵνα ἀποθάνῃ ὁ ῥήτωρ· ὁ δὲ ἀντιλέγει.
5 5. Τύραννος εἰπὼν παρὰ τοῦ ἰατροῦ αὐτοῦ φάρμα‐ κον εἰληφέναι ἤνεγκεν ἕτερον ἰατρὸν, ἵνα δῷ ἐκείνῳ ἀν‐ τιφάρμακον, καὶ λαβὼν τὸ φάρμακον ἀπέθανε, καὶ οἱ ἰατροὶ περὶ τῆς δωρεᾶς ἀμφισβητοῦσι. 6. Δύο τις ἔχων παῖδας τὸν ἕτερον ἀπεκήρυξεν· εἰρ‐
10γάζετο ὁ ἀποκήρυκτος ἔν τινι χωρίῳ· ὁ πατὴρ ἀπελθὼν καὶ ἰδὼν αὐτὸν ἐδάκρυσε· καὶ ἐπανελθὼν ἀπὸ τοῦ χω‐ ρίου ὁ πατὴρ εὕρηται πεφονευμένος ἐν τῇ ὁδῷ. καὶ ἀντεγ‐ καλοῦσιν ἀλλήλοις ὅ τε ἀποκήρυκτος καὶ ὁ ἐν τῇ οἰκίᾳ. 7. Μνηστευομένου τινὸς κόρην, ἡ μήτηρ ἔφη τῆς
15κόρης, ὅτι πρὸ τοῦ γάμου ἡ παῖς τελευτήσει, ἢ ἐκείνῳ συνοικήσει· καὶ εὑρέθη ἡ παῖς ἐπὶ σημείοις φαρμάκων ἀποθανοῦσα· καὶ κρίνεται φόνου ἡ μήτηρ. 8. Εἶχέ τις ἰατρὸς μητρυιάν· τοῦ δὲ παιδὸς αὐτῆς ἀσθενοῦντος ᾔτησε παρὰ τοῦ προγόνου βοήθημα, καὶ
20ἔλαβε· μετὰ δὲ δύο ἡμέρας ἀπέστρεψε τὸ βοήθημα, εἰποῦσα τῷ προγόνῳ, θανάσιμόν ἐστι. λαβὼν δὲ ὁ πρό‐ γονος αὐτῆς ἔμπροσθεν, ἔπιεν αὐτὸ, καὶ παραυτίκα ἀπέ‐ θανε, καὶ κρίνεται ἡ μητρυιὰ φαρμακείας. 9. Ἐξῆλθέ τις, ἵνα ἀποκτείνῃ τὸν τύραννον· ἐκεῖ‐
25νον μὴ εὑρὼν ἀνεῖλε τὰ τέκνα αὐτοῦ· εἶτα ὕστερον ὁ τύραννος ἐλθὼν καὶ εὑρὼν τοὺς παῖδας ἑαυτοῦ τεθνη‐ κότας, ἀνεῖλεν ἑαυτόν· ὁ δὲ ἀποκτείνας αὐτὰ αἰτεῖ παρὰ
τῆς πόλεως δωρεάν.403

8

.

404

10. Ἐχθρόν τις ἔχων ἀπέκτεινε λάθρα καὶ ἔκρυψε. μετὰ δύο ἡμέρας ἀνεῖλεν ὁ αὐτὸς τύραννον, καὶ αἰτεῖ παρὰ τῆς πόλεως τὴν ἀναίρεσιν τοῦ πεφονευμένου. δί‐ δωσιν ἡ πόλις· εὕρηται ὁ πεφονευμένος ὑπὸ τῆς γυναικὸς
5καὶ τῶν παίδων, ἀποκρυπτόμενος ὑπὸ τῶν θεραπόντων τοῦ προπεφονευκότος αὐτόν τε καὶ τὸν τύραννον κατ’ αὐτὴν τὴν ἡμέραν, καὶ φεύγει ὁ ἀνελὼν αὐτὸν φόνου. 11. Ἀπέστειλεν εἰς πόλιν πολεμουμένην ὁ βασιλεὺς
10δύο στρατηγοὺς, βοηθείας ἕνεκα· τὸν μὲν ἕνα φυλάττειν τὰ τείχη διαταξάμενος, τὸν δὲ ἕτερον ἔξω πολεμεῖν· ἡττήθη πολεμῶν ὁ ἔξω· καὶ κατέφυγε πρὸς τὴν πόλιν· ὁ ἔσω στρατηγὸς οὐκ ἤνοιξεν, ἀλλ’ εἶπε, πολέμησον· βιασθεὶς ὁ ἔξω στρατηγὸς ἐπολέμησε πάλιν καὶ ἐνί‐
15κησε· καὶ ἀμφισβητοῦσι περὶ τῆς νίκης οἱ δύο. 12. Νόμος ἐκέλευε, τὸν μὴ ὄντα ὁλόκληρον μὴ ἰα‐ τρεύειν· ἕξ τις ἔχων δακτύλους κωλύεται ἰατρεύειν. 13. Νόμος ἐκέλευε, τὸν ἐξόριστον αὐτοβούλως ὑπο‐ στρέφοντα εἰς τὴν ἰδίαν πατρίδα θνήσκειν· ἐξόριστός τις
20αὐτοβούλως ἐπανελθὼν μυστήρια μεγάλα ὑπὲρ τῆς πό‐ λεως ἔλεγε λέξειν. ὁ δὲ στρατηγὸς λαβὼν αὐτὸν ἀνεῖλε. καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 14. Τελευτῶν τις κατέλιπε τὴν ἑαυτοῦ γυναῖκα ἔγ‐ κυον, εἰπών· εἰ μὲν εἴη τὸ τεχθησόμενον ἐξ αὐτῆς ἄῤῥεν,
25τὸν ὑπόντα αὐτῷ ὑπηρέτην δουλεῦσαι τῷ τεχθέντι τριε‐ τίαν· εἰ δὲ θῆλυ, τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ· μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἔτεκεν ἡ γυνὴ ἅμα ἄῤ‐
ῥεν τε καὶ θῆλυ· καὶ ἡ μὲν λέγει δοῦλον ἑαυτῆς εἶναι404

8

.

405

εἰς τὸ διηνεκὲς, ὁ δὲ λέγει, τριετίαν δουλεῦσαι, καὶ ἀπο‐ λυθῆναι τὸν δοῦλον. 15. Νόμος ἐκέλευε τὸν τύραννον ἀναιρεῖν· ἄλλος ἐκέ‐ λευε, τὸν ἐν ἱερῷ καταφυγόντα μὴ ἀποθνήσκειν· τύ‐
5ραννον ἐν ἱερῷ τις καταλαβὼν φεύγοντα ἀπέκτεινε, καὶ κρίνεται ὡς ἀσεβής. 16. Πολεμοῦντες Ἀθηναῖοι καὶ Πελοποννήσιοι πρὸς ἀλλήλους, ἔπεμψαν πρέσβεις πρὸς Ξέρξην ἑκάτεροι περὶ συμμαχίας οἰκείας· ὁ δὲ ὑπέσχετο δώσειν τῷ προσκυνή‐
10σοντι. Ἀθηναῖοι προσκυνήσαντες ἔλαβον, τῶν Πελοπον‐ νησίων μήτε προσκυνησάντων μήτε λαβόντων, ὡς ἐνίκη‐ σαν, ὕστερον κρίνονται ὡς παρανομήσαντες. 17. Πλούσιος εἰς πένητος οἶκον εἰσελθὼν ἠρίστα· ἡ θυγάτηρ τοῦ πένητος ὡραία οὖσα ὑπηρέτει· ἠρώτησεν
15ὁ πλούσιος περὶ αὐτῆς, εἰ δούλη ἐστὶν, ἢ ἐλευθέρα· ὁ πατὴρ αἰδεσθεὶς εἶπεν, ὅτι δούλη· ἐβιάσατο ὁ πλούσιος τὴν παῖδα. νόμου κελεύοντος τὸν μὲν ἐλευθέραν βιασά‐ μενον ἀποθνήσκειν, τὸν δὲ δούλην ἑκατὸν διδόναι τά‐ λαντα, ὁ μὲν πλούσιος δίδωσι τὰ ἑκατὸν τάλαντα,
20ὁ δὲ πατὴρ τῆς κόρης θάνατον αἰτεῖ. 18. Ἐκρίνετό τις ἐπὶ τῷ ἀδελφῷ φόνου δύο ἐφε‐ ξῆς ἡμέρας, καὶ ἔξαρνος ἦν· τῇ τρίτῃ ἡμέρᾳ εἰσήγαγε τὸν ἑαυτοῦ πατέρα λέγοντα, ὅτι ἐγὼ αὐτῷ ἐπέτρεψα, ἵνα φονεύσῃ τὸν ἀδελφὸν αὐτοῦ. καὶ κρίνεται ὁ κρι‐
25νόμενος ὡς μὴ προομολογήσας φόνου. 19. Ἀριστεὺς ᾔτησεν εἰς τὴν δωρεὰν ἰατροῦ γυναῖκα, καὶ ἔλαβε· νοσούσης μετὰ ταῦτα τῆς γυναικὸς, ἐκή‐
ρυξεν ὁ ἀριστεὺς, τῷ ἰασαμένῳ αὐτὴν δοῦναι, ὅπερ405

8

.

406

ἂν αἰτήσηται· εἰσελθὼν ὁ πρῶτος αὐτῆς ἀνὴρ, μετὰ τὸ εἰσελθεῖν ἄλλους πρότερον καὶ μηδὲν ὠφελῆσαι, ἰά‐ σατο αὐτὴν, καὶ αἰτεῖ αὐτὴν εἰς μισθόν· ὁ δὲ ἀριστεὺς ἀντιλέγει.
5 20. Τὸν μοιχὸν χρήματα διδόναι, ἢ παραυτίκα ἀπο‐ θνήσκειν· εὑρών τις μοιχὸν ἐπὶ τῇ γυναικὶ αὐτοῦ ἀπέ‐ λυσε συνθέμενος δοῦναι χρήματα· εἶτα ὕστερον μὴ δι‐ δόντα ἀπέκτεινε, καὶ φόνου φεύγει. 21. Δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας. ἐτύπτησέ
10τίς τινα· ὁ δὲ εἰσήγαγεν αὐτὸν εἰς τὸ κριτήριον, καὶ κρι‐ νομένων αὐτῶν πάλιν αὐτὸν ἐτύπτησεν· εἶτα ἐνίκησε τὴν δίκην ὁ τύψας· ὁ δὲ τυφθεὶς ἀξιοῖ κρίνεσθαι αὐτὸν διὰ τὴν δευτέραν ὕβριν· ὁ δὲ ἀντιλέγει. 22. Τύραννος τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος,
15ἐκήρυξε δωρεὰν δώσειν τοῖς μάλιστα τιμήσειν αὐτὸν ἐθέ‐ λουσι· δύο πόλεων ἡ μὲν ἐτίμησεν, ἡ δὲ ὡς θεὸν ἐτίμησε· καὶ ἀμφισβητοῦσι περὶ τῆς δωρεᾶς. 23. Πολλῶν ὄντων ἀποκηρύκτων πολλαὶ λῃστεῖαι ἐγίνοντο· καὶ γράφει τις, μηκέτι ἀποκηρύσσειν. καὶ
20πάλιν τοὺς γονεῖς οἱ παῖδες ἀτιμάζουσιν. 24. Ἀνὴρ μοιχευθεῖσαν τὴν γυναῖκα κατὰ τὸν νόμον ἤγαγε πωλῆσαι· οὐδενὸς δὲ ὠνουμένου αὐτὴν, χρῆ‐ ται αὐτῇ, ὡς κακούργῳ ἀνδραπόδῳ· οἱ δὲ τῆς γυναι‐ κὸς συγγενεῖς ἀντιλέγουσιν.
25 25. Τὴν ἐπὶ θανάτῳ καταδικασθεῖσαν, ἔγκυον οὖ‐ σαν, μὴ ἀναιρεῖν, ἕως ἂν τέκῃ· κύειν δοκοῦσαν γυναῖ‐
κα ὁ στρατηγὸς ἐφύλαττε· μετὰ χρόνον μαθὼν, ὅτι οὐκ406

8

.

407

ἦν ἔγκυος τότε, ἀλλὰ νῦν ἐστιν, ἀπέκτεινε· καὶ φόνου φεύγει. 26. Ἐτάχθη τις, ἵνα ἐξέλθῃ εἰς πόλεμον· ὁ δὲ ἐρῶν κόρης ἔμεινεν οἴκοι· ἀπελθούσης τῆς πρώτης τά‐
5ξεως, ἠρίστευσεν ὕστερον μετὰ τῶν γερόντων ἐξελθὼν, καὶ κρίνεται λειποστρατείας. 27. Νόμος ἐκέλευε νύκτωρ ὅπλα μὴ φορεῖν· δέκα νέοι ἧκον ἐπὶ τὴν τοῦ στρατηγοῦ οἰκίαν ἑσπέρας τυραν‐ νίδα μηνύοντες, καὶ ἀξιοῦντες ὅπλα παρ’ αὐτοῦ λαβεῖν·
10κατὰ τὸν νόμον ὁ στρατηγὸς οὐ δέδωκεν· ἐγένετο ἡ τυραννίς· ὑπεξῆλθον οἱ νέοι καὶ καθεῖλον τὸν τύραν‐ νον· καὶ μετὰ τὴν καθαίρεσιν αὐτοῦ ἐπανελθόντες κρί‐ νουσι τὸν στρατηγὸν συνειδότος. 28. Ῥήτωρ συγγραψάμενος ἐγκώμιον θανάτου, καὶ
15ἀναγνοὺς αὐτὸ ἐν τῷ δήμῳ ἔπεισε πολλοὺς ἀνελεῖν ἑαυ‐ τούς· καὶ κρίνεται δημοσίων ἀδικημάτων. 29. Ἀριστεῖ τὴν χεῖρα ἀφῃρημένῳ ἔδωκεν ὁ δῆμος χειραγωγόν· καταλαβὼν ὁ ἀριστεὺς μοιχὸν ἐπέταξε τῷ ὁδηγῷ, πατάξαι τὸν μοιχόν· πεισθεὶς ἐκεῖνος ἀπέ‐
20κτεινε· καὶ κρίνεται φόνου ὁ χειραγωγός. 30. Ζωγράφος τὰς ἐν Ἅιδου καταδίκας γράψας ἀνέ‐ θηκεν ἐν τῇ ὁδῷ, ἐν ᾗ ὁ τύραννος ὥδευεν· ὁ δὲ τύραν‐ νος ἐντυχὼν ἑαυτὸν ἀνεῖλε, καὶ ὁ ζωγράφος ὡς τυραν‐ νοκτόνος τὴν δωρεὰν αἰτεῖ· ἡ δὲ πόλις ἀντιλέγει.
25 31. Στρατηγὸς ἐπὶ πόλεμον ἐξιὼν ἐκήρυξεν, ἁπάν‐ των τῶν ληφθησομένων πολεμίων τὰς δεξιὰς ἐκκόπτειν χεῖρας· λαβόντες οἱ πολέμιοι τὰ αὐτὰ πεποιήκασι· καὶ
κρίνεται ὁ στρατηγὸς ὑπὸ τοῦ δήμου.407

8

.

408

32. Ῥήτορι πάντα νικῶντι ἐψηφίσατο ἡ πόλις σιω‐ πᾷν· ὁ δὲ παιδεύειν ἤρξατο τῇ αὐτοῦ τέχνῃ πολλοὺς, καὶ κρίνεται ὡς τὸ τῆς πόλεως ψήφισμα παραβαίνων. 33. Νόμος ἐκέλευε τὸν τρισαριστέα μὴ στρατεύε‐
5σθαι· τρισαριστέως γυναῖκα ἥρπασαν οἱ πολέμιοι· ψη‐ φισαμένης ἐξιέναι τῆς πόλεως, καὶ αὐτοῦ συστρατεύειν μετ’ αὐτῶν βουλομένου, κωλύεται. 34. Ἔχων τις κληρονόμον ἐτελεύτα· καί φησιν, οἱ δοῦλοί μου ἐλευθερούσθωσαν· τινὲς ἀπὸ δρασμοῦ ἀνελ‐
10θόντες ἐλεύθεροι εἶναι ἀξιοῦσιν, ὁ δὲ κληρονόμος ἀν‐ τιλέγει. 35. Ἔκρινέ τις στρατηγὸν προδοσίας· καὶ οὐκ ἔπει‐ σεν ἐν πόλει πολεμουμένῃ· μετὰ ταῦτα ἀποκτείνας αὐ‐ τὸν πρὸ τῶν πυλῶν ἔθηκεν· οἱ πολέμιοι ἀνεχώρησαν,
15καὶ κρίνεται ἐκεῖνος προδοσίας ἅμα καὶ φόνου. 36. Χρησμὸς ἐδόθη, ὅτι νικήσουσιν οἱ Ἀθηναῖοι τὸν πολέμιον. ὁ δὲ στρατηγὸς ἐξήγγειλε τῷ λαῷ, καὶ συνέβη ἀκοῦσαι τοὺς πολεμίους καὶ ἀναχωρῆσαι· ὁ δὲ στρατηγὸς κρίνεται ὡς προδότης.
20 37. Τυφλὸς ὁδηγούμενος ὑπὸ τῆς ἑαυτοῦ παιδὸς, ἁρπασθείσης τῆς παιδὸς καὶ βιαζομένης ὑπό τινος, κα‐ τὰ κρημνοῦ ἐνεχθεὶς, ἀπέθανε. νόμου κελεύοντος τὸν μὲν βιασάμενον χρυσὸν πολὺν διδόναι, τὸν δὲ αἴτιον γε‐ νόμενον θανάτου ἀποθνήσκειν, ὁ μὲν τὸ χρυσίον λέγει
25διδόναι· οἱ δὲ τοῦ τυφλοῦ φίλοι λέγουσιν ἵνα ἀναιρεθῇ. 38. Νόμος ἐκέλευε τὴν μεμοιχευμένην πωλεῖσθαι· μεμοιχευμένην τις τὴν ἑαυτοῦ μητέρα ὠνήσατο καὶ ἠλευθέρωσε, καὶ ἀποκηρύσσεται ὑπὸ τοῦ πατρός. 39. Παρθένου ἁλούσης ὑπὸ λῃστῶν, ὁ πατὴρ αὐ‐
30τῆς ἐκήρυξε δώσειν αὐτὴν εἰς γάμον τῷ λυθρωσομένῳ408

8

.

409

αὐτὴν ἐκ τῶν λῃστῶν· ἐξελθών τις καὶ λυτρωσάμενος αὐτὴν ἐβιάσατο, καὶ κρίνει αὐτὸν ὁ πατὴρ τῆς κόρης. 40. Νόμος ἐκέλευε τὸν λιπόντα τὴν τάξιν ἐν πολέμῳ ὑπὸ τοῦ στρατηγοῦ ἀναιρεῖσθαι, καὶ ἄλλος νόμος τὸν
5καταλαβόντα μοιχὸν ἐπὶ τῇ γυναικὶ αὐτοῦ ἀποκτεῖναι. στρατηγός τις ἐκλιπόντα τὴν τάξιν τὸν ἴδιον πατέρα ἀνεῖλεν· ἕτερος πάλιν μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ αὑτοῦ τὸν ἴδιον πατέρα ἀνεῖλε. λοιμὸς κατέσχε τὴν πόλιν. ἦλ‐ θε δὲ χρησμὸς, ὅτι παύσεται ὁ λοιμὸς, ἐὰν ὁ ἀδίκως
10φονεύσας τὸν ἑαυτοῦ πατέρα ἀποθάνῃ, καὶ ἀμφιβάλλου‐ σιν ὅ τε στρατηγὸς καὶ ὁ ἄλλος, τίς ἄρα ἀδίκως ἐφό‐ νευσεν. 41. Ῥήτωρ ἔπεισε τὴν πόλιν, ἐκδιωχθῆναι τὰς ἑταί‐ ρας· μοιχειῶν πολλῶν γινομένων ψηφίζεται πάλιν, ἀνα‐
15κομισθῆναι αὐτὰς, καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 42. Φιλόσοφος στασιάζοντα τὸν δῆμον ἔπαυσε, καὶ αἰτεῖ εἰς τὴν δωρεὰν, τοὺς ῥήτορας σιωπᾷν· οἱ δὲ ἀντιλέγουσιν. 43. Νόμου κελεύοντος, τὸν νέον νόμον εἴσω τριά‐
20κοντα ἡμερῶν ἀκυροῦσθαι, εἰ δὲ μὴ, βέβαιον εἶναι, πλούσιος ἔχων ἐχθρὸν πένητα καὶ ἐξερχόμενον εἰς πρεσβείαν τῆς πόλεως ἔγραψε νόμον, ἵνα ὁ μὴ εὐ‐ πορῶν πέντε τάλαντα ἀνέρχηται εἰς κριτήριον. ἐπανελθὼν ὁ πένης μετὰ τὰς τριάκοντα ἡμέρας, ἀφ’ οὗ ἐτέθη ὁ
25νόμος, κωλύει τὸν ὑπὸ τοῦ πλουσίου τεθέντα νόμον· ὁ δὲ ἀντιλέγει.
44. Ὁ καταναλώσας τὴν πατρῴαν οὐσίαν ἄτιμος409

8

.

410

ἔστω· ἐδαπάνησέ τις εἰς τὰ τῶν φίλων τιμήματα τὴν πα‐ τρῴαν οὐσίαν, καὶ ὑπάγεται τῷ νόμῳ. 45. Δύο τις ἔχων παῖδας, σώφρονα καὶ ἄσωτον, εἰς τρία διένειμε τὴν οὐσίαν, καὶ τὰ μὲν δύο τοῖς παισὶν
5ἔδωκε, τὸ δὲ τρίτον συγκατέσκαψεν· ὁ παῖς ὁ ἄσω‐ τος καταφαγὼν τὴν ἑαυτοῦ οὐσίαν ἀνέῳξε τὸν τάφον τοῦ πατρὸς, καὶ ὑφεῖλε τὸ χρυσίον. ἐγράψατο αὐτὸν ὁ ἕτερος τυμβωρύχον καὶ οὐχ εἷλε, καὶ ἀξιοῖ ὡς πατρῷα διανέμεσθαι.
10 46. Ἐν λιμῷ καὶ πολιορκίᾳ ἔγραψέ τις τὴν ἄχρη‐ στον ἡλικίαν ἀποκτεῖναι· εὕρηται αὐτὸς μὴ ἔχων γένος, καὶ κρίνεται δημοσίων ἀδικημάτων. 47. Ποθῶν τις κόρην ἔδωκεν αὐτῇ φίλτρον καὶ ἔπιε· μαθὼν τοῦτο ὁ πατὴρ τῆς κόρης ἀπέκλεισεν αὐ‐
15τήν· ἡ δὲ αὑτὴν ἀνεῖλε· καὶ κρίνουσιν ἀλλήλους ὁ ἐραστὴς καὶ ὁ πατὴρ αἰτίας θανάτου. 48. Μνηστευομένῳ μάγῳ θυγατέρα τινὸς οὐ δίδω‐ σιν ὁ πατήρ· ἠράσθη εἰδώλου ἡ παῖς, καὶ κρίνει φαρ‐ μακείας τὸν μάγον ὁ πατήρ.
20 49. Δύο πένητες ἐγράψαντο πλούσιον· ὁ εἷς αὐτῶν εὕρηται νεκρὸς ἀσκύλευτος, ὁ λοιπὸς ἐσιώπησε τὴν γρα‐ φὴν, καὶ κρίνεται ὑπὸ τοῦ πλουσίου δημοσίων ἀδι‐ κημάτων. 50. Ἀστρατεία ἐδόθη τοῖς ἐν Μαραθῶνι πολεμή‐
25σασιν· ἀγγέλλεται ὁ Ξέρξης ἐπιὼν, καὶ αὐτοὶ ἀξιοῦσι στρατεύεσθαι. ἡ δὲ πόλις ἀντιλέγει. 51. Γεωργὸς ἀριστεύσας ᾐτήσατο εἰς δωρεὰν τὰς ἱερὰς βοῦς· οἱ δὲ ἱερεῖς αὐτῷ ἀσεβείας ἔγκλημα ἐπιφέ‐
ρουσιν.410

8

.

411

52. Ῥήτωρ ἐπὶ τῷ πάντα νικᾷν ἐκελεύσθη σιω‐ πᾷν διὰ ψηφίσματος. Ἐκδίδωσι τοῖς κρινομένοις λό‐ γους, καὶ εὐθύνεται ὡς παραβαίνων τὸν νόμον. 53. Νόμος ἦν ὁ κωλύων, στρατηγὸν μὴ ἀνοίγειν
5νύκτωρ τὰς πύλας· αἰχμάλωτοι ῥήξαντες τὰ δεσμὰ νυ‐ κτὸς ἦλθον εἰς τὴν πόλιν, ἀξιοῦντες εἰσελθεῖν· ὁ δὲ στρατηγὸς εἴασεν αὐτοὺς ἔξω, μὴ ἀνοίξας. Προσπεσόν‐ τες οἱ πολέμιοι κατέκοψαν αὐτοὺς, καὶ κρίνεται ὁ στρα‐ τηγὸς δημοσίων ἀδικημάτων.
10 54. Τὸν ἐλάττονα ταλάντου οὐσίαν ἔχοντα μὴ λέγειν ἐν δικαστηρίῳ. ἄσωτος τὴν οὐσίαν καταναλώσας τάλαν‐ τον ἑαυτῷ ὑπελείπετο, καὶ κωλύεται λέγειν. 55. Ἀποκήρυκτος ἐφωράθη τρίβων φάρμακον, καὶ ἐρωτηθεὶς ἔφη, ἐφ’ ἑαυτῷ τρίβειν· ἀναγκαζόμενος ἐξ
15αὐτοῦ πιεῖν οὐκ ἤθελε, καὶ κρίνεται ἐπιβουλῆς τοῦ πατρός. 56. Πηρῷ ἔχρησεν ὁ θεὸς, ἂν φονεύσῃ τινὰ, ἀνα‐ βλέψαι. Παραυτίκα ἐξαίφνης ἀνέβλεψε, καὶ κρίνεται φόνου. 57. Νόμος ἐκέλευε, τὸν τύψαντα αὐτοῦ τὸν πατέ‐
20ρα λιθοβολεῖσθαι ὑπὸ τοῦ δήμου ἀκρίτως· γέρων τις τυπτόμενος ὑπὸ τοῦ νεανίσκου ἀνεβόησε, διὰ τί τὸν πα‐ τέρα σου τύπτεις· οἱ παρεστῶτες ἀκούσαντες ἐλιθοβόλη‐ σαν τὸν παῖδα· εὑρέθη ὕστερον μὴ ὢν πατὴρ τοῦ νε‐ ανίσκου ὁ γέρων, καὶ κρίνεται αἰτίας θανάτου.
25 58. Νόμος ἐκέλευε τὸν μοιχὸν καταλαμβανόμενον τυφλοῦσθαι ἀκρίτως· μοιχὸν τυφλὸν εὑρὼν τῆς μοιχευο‐ μένης ὁ ἀνὴρ τοὺς ὀδόντας αὐτοῦ ἐξέβαλε, καὶ κρίνεται.
59. Νόμος ἐκέλευεν, ἕως ἂν συνίστηται ὁ πόλεμος,411

8

.

412

μηδένα ἔχειν ἐξουσίαν, τύπτειν τὸν δοῦλον, εἰ δὲ μὴ, ἵνα ἐλευθεροῦται ὁ δοῦλος. ἔτυψέ τις ἐν καιρῷ πολέμου με‐ θυσθέντα τὸν ἴδιον δοῦλον καὶ εἰπόντα, αὔριον φεύξο‐ μαι εἰς τοὺς πολεμίους, ἡ πόλις κελεύει αὐτὸν ἐλευθε‐
5ρωθῆναι· ὁ δὲ δεσπότης ἀντιλέγει. 60. Πλούσιος ἀριστεύσας ᾔτησε δωρεὰν, ἵνα, ὅστις ἁμαρτήσας εἰς τὸν αὐτοῦ ἀνδριάντα καταφύγῃ, ἀπολύ‐ ηται τοῦ ἐγκλήματος, καὶ ἔλαβεν· ἀριστεύσας ὁ αὐτὸς πάλιν ᾔτησεν εἰς ἀναίρεσιν ἐχθρὸν πένητα. ὁ δὲ
10πένης ἀκούσας κατέφυγεν ἐπὶ τὸν ἀνδριάντα· καὶ ὁ πλούσιος βιάζεται ἀποσπᾶσαι αὐτόν· καὶ ἡ πόλις ἀν‐ τιλέγει. 61. Ἐν μακρᾷ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς, ἵνα ἐξέλθωσι καὶ πολεμήσωσιν, οὐκ ἔπειθε· λαθὼν κα‐
15θεῖλε μέρος τι τοῦ τείχους· καὶ ἐξελθόντες ἐνίκησαν, καὶ κρίνεται ὁ στρατηγὸς ὡς προδότης. 62. Πλούσιος εἰσελθὼν εἰς οἰκίαν πένητος εὗρεν ὑπὸ τῆς κλίνης τοῦ πένητος τὸ ἑαυτοῦ ἱμάτιον· καὶ ὡς κλέπτην πρὸς αὐτὸν δικάζεται· ὁ δὲ πένης ὡς μοιχὸν τὸν
20πλούσιον κατέχει. 63. Καταλιπών τις δύο υἱοὺς τὸν μὲν φιλόσοφον, τὸν δὲ ῥήτορα, ἔγραψεν ἐν ταῖς διαθήκαις, τῷ βελτίονι καὶ σοφωτέρῳ καταλείπω τὴν οὐσίαν μου, καὶ δικάζονται. 64. Καταλαβών τις δειλὸς ἀριστέα ἐπὶ τῇ γυναικὶ
25αὐτοῦ μοιχεύοντα, καὶ μὴ δυνάμενος αὐτὸν ἀνελεῖν ἐν‐ έπρησε τὴν οἰκίαν καὶ συνέκαυσε καὶ ἄλλας οἰκίας· καὶ κρίνεται ὡς τὴν πόλιν ἀδικήσας. 65. Νόμος ἐκέλευεν, ὅστις εἴποι καλὴν βουλὴν,
καὶ δέξεται αὐτὴν ἡ πόλις, ἵνα λαμβάνῃ δῶρον· ὑπὸ πο‐412

8

.

413

λέμου καὶ λιμοῦ καταπονουμένης πόλεως, συνεβούλευ‐ σέ τις ἀποκτεῖναι τὴν ἄχρηστον ἡλικίαν· καὶ ὑπηκού‐ σθη· καὶ αἰτεῖ τὴν δωρεὰν, τοὺς παῖδας σωθῆναι· ἡ δὲ πόλις ἀντιλέγει.
5 66. Τύραννος μοιχεύων γυναῖκα τινὸς ἀνῃρέθη ὑπ’ αὐτῆς· νόμου κελεύοντος τὸν μὲν ἀνελόντα τύραννον τι‐ μᾶσθαι δημοσίᾳ, τὴν δὲ μοιχευθεῖσαν ἀποθνή‐ σκειν, ὁ μὲν ἀνὴρ αὐτῆς λέγει, ἀναιρεθῆναι αὐτὴν, ἡ δὲ πόλις λέγει αὐτὴν τιμηθῆναι.
10 67. Δέκα τινὲς συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσι τύραννον· ὁ εἷς ἐξ αὐτῶν ἐμήνυσε, καὶ οἱ μὲν ἐννέα ἐσταυρώθησαν, ὁ δὲ λοιπὸς γέγονε φίλος τοῦ τυράν‐ νου· καὶ μετὰ τοῦτο ἀνεῖλε τὸν τύραννον· καὶ αἰτεῖ τὴν δωρεάν· οἱ δὲ παῖδες τῶν θανόντων ἀντιλέγουσιν.
15 68. Τύραννος ἐπ’ ἀμνηστίᾳ καταλιπὼν τὴν τυραν‐ νίδα καὶ συνεχῶς εἰς τὴν ἀκρόπολιν ἀφορῶν καὶ δακρύ‐ ων κρίνεται τυραννίδος ἐπιθέσεως. 69. Φιλόσοφος μοιχὸν εὑρὼν ἐπὶ τῇ γυναικὶ συνῴκισεν αὐτῷ τὴν γυναῖκα, καὶ κρίνεται παρα‐
20νομίας.413