TLG 0598 017 :: RHETORICA ANONYMA :: Expositio artis rhetoricae

RHETORICA ANONYMA Rhet.
(Varia)

Expositio artis rhetoricae

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 3. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 725–748.

Citation: Volume — page — (line)

3

.

725

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΕΚΘΕΣΙΣ ΡΗΤΟΡΙΚΗΣ.
3 Πρὸ τῆς ἀκριβοῦς ἐκθέσεως τῶν κατὰ μέρος ὀφει‐ λόντων ἐν τῷ παρόντι θεωρηθῆναι πονήματι ζήτημά τι
5βούλομαι προεκθέσθαι δυνάμενον οὐκ ὀλίγον συμβαλέ‐ σθαι πρὸς τὴν εὐσέβειαν. ἔστι δὲ τοιοῦτον. Ζητοῦσί τινες τῶν τῆς ἔξω παιδείας εἰ ἐκ θεοῦ τοῖς ἀνθρώποις δέδοται ἡ ῥητορική. Ἕλληνες μὲν οὖν ἐκ θεοῦ τὴν ταύ‐ της λέγοντες γένεσιν μυθικῇ τινι χρῶνται μαρτυρίᾳ πρὸς
10τὴν ἀπόδειξιν· αὕτη δ’ ἐστὶν, ὡς ἄρα οἱ θεοὶ μετὰ τὴν τοῦ κόσμου τούτου δημιουργίαν προσετάχθησαν ὑπὸ τοῦ Διὸς ἄλλος ἄλλο τι προσαγαγεῖν καὶ διακοσμῆσαι τόδε τὸ πᾶν. οἱ μὲν οὖν ἄλλοι προσέφερον ἕκαστος ὅ τι ἂν δύναιτο, ὁ δὲ Ἑρμῆς τὴν ῥητορικὴν ἐχαρίσατο. οὕτω μὲν
15οὖν Ἑλλήνων παῖδες μυθεύονται· οἱ δὲ καθ’ ἡμᾶς ἐκ θεοῦ ταύτην δεδόσθαι τοῖς ἀνθρώποις λέγοντες καὶ συλ‐ λογισμῷ τινι χρῶνται πρὸς τὴν ἀπόδειξιν. ἐκ θεοῦ πάν‐ τα τὰ ἀγαθά· τῶν ἀγαθῶν δέ τι καὶ ἡ ῥητορική· ἐκ
θεοῦ ἄρα ἐστὶν ἡ ῥητορική. Ὅτι δὲ καὶ ἐν τῷ θεῷ ἡ725

3

.

726

ῥητορικὴ, Ἕλληνες μὲν καὶ πάλιν μυθικαῖς χρῶνται ταῖς ἀποδείξεσιν· ποτὲ μὲν δικαζομένους αὐτοὺς τοὺς θεοὺς παρεισάγοντες, ὡς Ἄρην καὶ Ἀθηνᾶν ἐν Ἀρείῳ πάγῳ τῆς Ἀττικῆς, καὶ Ἄρην πάλιν καὶ Ποσειδῶνα ὑπὲρ Ἁλιῤ‐
5ῥοθίου, Εὐμενίδας τε καὶ Ὀρέστην ὑπὲρ τῆς μητροφονίας. ποτὲ δὲ καὶ βουλευομένους περὶ Ἰλίου, καθά φησιν Ὅμη‐ ρος. ποτὲ δὲ τοὺς μὲν τῶν ἀνθρώπων ἐγκωμιάζοντας, τοὺς δὲ διαβάλλοντας· ἡμεῖς δὲ κἀνταῦθα τῶν μύθων ἀφειμένοι τῆς ἀληθείας φροντίσωμεν, δεικνύντες καὶ τοῖς
10τρισὶν εἴδεσι τῆς τέχνης τὸν θεὸν χρησάμενον· τῷ μὲν συμβουλευτικῷ δι’ ὧν λέγει, „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν·“ τῷ δὲ δικανικῷ δι’ ὧν τῷ παραβάντι δικάζει, καὶ δι’ ὧν ὁ αὐτὸς ὁμοῦ δικαστὴς καὶ κατήγορος γίνεται· αὐτὸς γὰρ ἦν ὁ νομο‐
15θετήσας ἅμα καὶ ἀδικούμενος· τῷ δὲ πανηγυρικῷ δι’ ἐκείνων, „καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ
καλὰ λίαν.“726

3

.

727

(12)

Ὡς ἂν δὲ κατὰ τὸν ἀκριβῆ λόγον, τίνα τὰ τῆς ῥητορι‐ κῆς εἴδη καὶ μέρη, συνίδωμεν, ἄνωθέν ποθεν τῆς διαιρέ‐ σεως ἀρξώμεθα. ἡ ποιότης ἔστι καὶ αὐτὴ γενικώτατον
15γένος· ὑπὸ δὲ ταύτην ἐστὶν ἕξις καὶ διάθεσις· ὑπὸ δὲ τὴν ἕξιν ἐπιστήμη καὶ ἀρετή· ὑπὸ δὲ τὴν ἐπιστήμην τέχνη, ὁμωνύμως τῷ γένει καὶ αὐτὴ καλουμένη ἐπιστήμη· ὑπὸ δὲ τὴν τέχνην λογικὴ τέχνη καὶ πρακτική· ἡ οὖν λογικὴ τέχνη ἢ περὶ λόγους καὶ πράγματα καταγίνεται καὶ
20τοιαῦτά τινα, καὶ ποιεῖ τὴν γραμματικήν· ἢ περὶ πολι‐ τικὰ πράγματα, καὶ ποιεῖ τὴν ῥητορικήν· ἢ περὶ πάντα
ἐπίσης, καὶ ποιεῖ τὴν διαλεκτικήν. Διαιρεῖται δὲ κ. τ. λ.727

3

.

728

(4)

Ἔλθωμεν δὲ καὶ ἐπὶ τὴν τῶν πολυθρυλλήτων κεφα‐
5λαίων ζήτησιν, ὀκτὼ τὸν ἀριθμὸν, ὥς φασι, τυγχανόν‐ των. ἔστι δὲ ταῦτα· ὁ σκοπὸς, τὸ χρήσιμον, τὸ γνήσιον, ἡ τάξις τῆς ἀναγνώσεως, ἡ αἰτία τῆς ἐπιγραφῆς, ἡ εἰς τὰ μέρη διαίρεσις, ὁ διδασκαλικὸς τρόπος καὶ ἡ ὑπό τι μέρος ἀναφορά. Σκοπὸς τοίνυν ἐστὶ τῶν προγυμνασμά‐
10των προασκῆσαι καὶ προεθίσαι ἡμᾶς εἰς τὰ κατὰ ῥητορι‐ κὴν εἴδη καὶ μέρη, καὶ ἔτι εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. τὸ χρήσιμον ἀπὸ τοῦ σκοποῦ φανερόν· χρησιμεύει γὰρ ἡμῖν εἰς τὰ κατὰ ῥητορικὴν εἴδη καὶ μέρη. τὸ γνή‐ σιον ἀπὸ τοῦ ἐπιφερομένου παλαιοῦ ἐπιγράμματος εἰς
15αὐτόν ἐστι κατάδηλον. λέγει γάρ· Εἴ σοι ῥητορικῆς φίλος πόθος ἔμπεσε θυμῷ,
Μή σε γυμνασίη Ἀφθονίοιο λάθῃ.
Ἡ δὲ τάξις, ὅτι δικαίως προετάγη τὸ παρὸν βιβλίον τῶν ἄλλων τῶν περὶ ῥητορικῆς, διὰ τὸ εἶναι εἰσαγωγὴν, καὶ
20δέον τὰς εἰσαγωγὰς τῶν πρὸς ἃ εἰσάγουσι προτερεύειν. Ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς ἔστι κατάδηλος ἐκ τῶν εἰρη‐ μένων. Ἡ δὲ εἰς τὰ κεφάλαια διαίρεσις δῆλον ὅτι τέμνει τὸ βιβλίον εἴς τε τὰς πρὸς τὸ συμβουλευτικὸν εἶδος γυμνα‐ ζούσας ἡμᾶς γυμνασίας, καὶ εἰς τὰ λοιπὰ τῆς ῥητορικῆς
25εἴδη. Ὁ διδασκαλικὸς τρόπος, φασὶν, ὅτι τεσσάρων ὄν‐ των διδασκαλικῶν τρόπων, διαιρετικοῦ, ὁριστικοῦ, ἀπο‐ δεικτικοῦ καὶ ἀναλυτικοῦ τῷ μὲν ὁριστικῷ χρῆται, ἡνίκα ὁρίζεται τὰ γυμνάσματα, τὸν μὲν μῦθον λέγων εἶναι λό‐ γον ψευδῆ ἀλήθειαν εἰκονίζοντα, τὸ δὲ διήγημα ἔκθεσιν
30πράγματος γεγονότος ἢ ὡς γεγονότος· τῷ δὲ διαιρετικῷ, ἡνίκα διαιρεῖ τῶν συγγραμμάτων ἕκαστον λέγων, ὅτι τοῦ μύθου τὸ μέν ἐστι λογικὸν, τὸ δὲ ἠθικὸν, τὸ δὲ μικτόν.
τούτοις μὲν οὖν τοῖς δυσὶν ἐνεργείᾳ κέχρηται· φασὶ δὲ728

3

.

729

καὶ αὐτὸν τῷ ἀναλυτικῷ χρήσασθαι τρόπῳ, ἐν τῷ λέγειν τοῦ μύθου τὸ γένος· ἀπὸ γὰρ τῶν κάτω καὶ ὑστέρων πρόεισιν ἐπὶ τὰ ἄνω καὶ πρῶτα, ἤτοι ἀπὸ τοῦ μύθου ἐπὶ τὰ ἐξ ὧν ἔσχε τὴν γένεσιν. τοῦτο δέ ἐστιν ἴδιον
5τοῦ ἀναλυτικοῦ τρόπου, τὸ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἔρχεσθαι. τὴν δὲ ὑπὸ τὸ μέρος ἀναφορὰν ἐπὶ τοῦ παρόντος βιβλίου ζητήσαντές τινες ἀναφέρεσθαί φασιν αὐτὸ οὔτε εἰς τὸ θεωρητικὸν, ἐπεὶ μηδὲ φυσιολογεῖ, ἢ θεολογεῖ ἢ μαθηματικεύεται· ἀλλ’ οὐδὲ εἰς τὸ πρακτι‐
10κὸν, οὐδὲ γὰρ διδάσκει, πῶς δεῖ κοσμεῖν τὰ ἤθη, ἀλλ’ εἰς τὸ μέσον τούτων, τὸ μεθοδικὸν καὶ ὀργανικὸν, ἔστι δὲ τοῦτο τὸ λογικὸν, κανόνας γὰρ καὶ μεθόδους δι‐ δάσκει. Τινὲς δὲ καὶ τὸν χαρακτῆρα ζητοῦσι τοῦ παρόντος
15βιβλίου. χαρακτῆρες δέ εἰσι τρεῖς· ἁδρὸς, ταπεινὸς, μέ‐ σος· ἁδρὸς μὲν οὖν ἐστιν ὁ κομπηρὰς ἔχων λέξεις, νοῦν δὲ ταπεινὸν, ὡς ἔχει τὰ τοῦ Λυκόφρονος, ὃν καὶ μὴ οὖ‐ σαν καὶ φαινομένην ἔχειν φασὶ τὴν δεινότητα. ταπει‐ νὸς δὲ ὁ μήτε νοῦν ἔχων ὑψηλὸν, λέξεις δὲ συνήθεις
20τε καὶ τετριμμένας, ὡς τὰ τοῦ θεολόγου συγγράμματα, ὃν καὶ οὖσαν καὶ φαινομένην ἔχειν φασὶ τὴν δεινότητα. μέσος δὲ ὁ μήτε νοῦν ἔχων ὑψηλὸν, μήτε λέξεις κομπη‐ ρὰς, ἀλλ’ ἀμφότερα μέτρια· οἷά ἐστιν ὡς ἐπὶ τὸ πλεῖ‐ στον τὰ τοῦ Χρυσοστόμου, ὃν καὶ οὖσαν καὶ μὴ φαινο‐
25μένην ἔχειν φασὶ τὴν δεινότητα. Χρῆται οὖν Ἀφθό‐729

3

.

730

νιος ἐνταῦθα καὶ τοῖς τρισὶ χαρακτῆρσι· τῷ μὲν ἁδρῷ, ὡς ἐν τῇ ἠθοποιΐᾳ· τῷ δὲ ἀνειμένῳ καὶ ταπεινῷ, ὡς ἐν τῇ ἐκφράσει, καθάπερ καὶ αὐτὸς ἐκεῖσε λέγει δεῖν τὸν χαρακτῆρα ἀνειμένον ἐκφέρειν, τῷ δὲ μέσῳ, ὡς ἔν τισι
5τῶν ἄλλων.730

3

.

731

(9)

οἱ γὰρ
10γύπες ἀσυνδυάστως τίκτουσιν, ὃ καὶ παρατηρεῖν φησι δεῖν ὁ μέγας Βασίλειος πρὸς τοὺς γελῶντας ἡμῶν τὸ μυστήριον, ὁπόταν ἀκούωσι θεοτόκον παρθένον γεννή‐ σασαν, καὶ πάλιν ἐν παρθενίᾳ διαμείνασαν. ἐπὶ τῆς ἐπαγωγῆς οὖν οὐκ ἔστιν ἀναγκαῖον τὸ συναγόμενον, διό‐
15τι τὰ μὲν καθόλου τῶν μερικῶν διϊκνεῖται, τὰ δὲ μερικὰ οὐ πάντως τῶν καθόλου. Ἐνθύμημα δὲ κ. τ. λ.
23 Καὶ καθόλου γε ἐρεῖν, ῥητορικῆς μέν εἰσιν ὄργανα τὸ κεφάλαιον, τὸ ἐπι‐
25χείρημα, ἡ ἐργασία, τὸ ἐνθύμημα καὶ τὸ παράδειγμα· διαλεκτικῆς δὲ ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή. Παραδεί‐ γματα τῶν εἰρημένων. συνεχῶς κατατρέχοντος Φιλίππου Χεῤῥόνησον, γράφει Δημοσθένης διορύξαι τὸν Ἰσθμόν. κεφάλαιον, χαλεπὸν διορύξαι Χεῤῥόνησον. ἡ λύσις αὐτοῦ
30κατὰ ἔνστασιν, ὅτι οὐ χαλεπὸν τὸ διορύξαι, εἶτα ἐπιχεί‐
ρημα ἀπὸ τοῦ πράγματος· γῆν γὰρ ὀρύξομεν, παιδιὰ731

3

.

732

δὲ τὸ ὀρύσσειν· εἶτα ἐργασία ἀπὸ παραδείγματος, ὅτι καὶ βασιλεὺς τῶν Περσῶν δεηθείς ποτε διώρυξε τὸν Ἄθω. εἶτα ἐνθύμημα εἰς τοῦτο· καί τοι ἐκεῖνος μὲν διώρυξεν ὄρος, ἡμεῖς δὲ γῆν ὀρύξομεν. Παραβολὴ δέ ἐστιν, εἴ τις
5εἴποι, δεῖν τοὺς γονέας τιμᾷν, εἶτα ἐργασίαν θείη ἐκ τῆς παραβολῆς· καὶ γὰρ θηρίων ἔστιν ἃ τοῦτο ποιεῖ. Ἔτι διαφέρει ῥητορικὴ καὶ διαλεκτικὴ, ὅτι ἡ μὲν κ. τ. λ.
15 πεῖρα γάρ ἐστιν ἑνὸς ἢ καὶ πλέον τοῦ ἑνὸς ἐπιστασία καὶ γνῶσις πράγμα‐ τος, χωρὶς τοῦ καὶ τὴν αἰτίαν καὶ τὸν κανόνα ἀποδοῦ‐ ναι τοῦ γινωσκομένου· ὥσπερ εἴ τις ἰατρὸς πυρέξαντι πιεῖν ὕδωρ δοὺς ἐξάντη τῆς νόσου πεποίηκεν· εἶτα τοῦθ’
20ἕτερος ἰδὼν καὶ μὴ διακρίνας τὴν ἕξιν τοῦ πάσχοντος, δοὺς ἑτέρῳ ἀπέκτεινεν. δῆλον γὰρ, ὡς οὐκ ᾔδει τῶν πα‐ θῶν τὴν αἰτίαν, ὅτι τὸ μὲν ἦν ἐκ φλέγματος καὶ χολῆς μελαίνης, (καὶ) διὰ τοῦτο ἀπέκτεινε, τὸ δὲ ἐξ ἄκρας ξη‐ ρότητος καὶ θερμότητος καὶ διὰ τοῦτο ἔσωσεν, κατὰ τὸν
25κανόνα τὸν λέγοντα, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. ὡς ἐπὶ τὸ πλεῖστον οὖν οἱ ἔμπειροι τῆς ἀληθείας ἀπο‐ τυγχάνουσι, καὶ μάλιστα ἐν τοῖς καιρίοις· καθάπερ οἱ ἀστρολόγοι, ὅτι αὐτοὶ ἐνιαυτοῖς τὰς ἐπὶ τῶν ἄστρων θέσεις ὑπέστησαν· ἡ δὲ τέχνη ἐν μὲν τοῖς λόγοις καὶ
30κανόσιν κ. τ. λ.732

3

.

733

σθένης ἐν ἑνὶ μὲν τῶν Φιλιππικῶν κατασκευάζει τὸ φυ‐ λάξαι τἀγαθὰ τοῦ κτήσασθαι χαλεπώτερον, ἐν ἑτέ‐ ρῳ δὲ τὸ κτήσασθαι τοῦ φυλάξαι· ὅπερ καὶ Ἀριστείδης ἐν τῷ τέλει τοῦ ὑπὲρ ῥητορικῆς λόγου ἐπισημαίνεται.
5αὐτὸς δὲ Ἀριστείδης τἀναντία μελετῶν αὐτὸς ἑαυτῷ δια‐ δείκνυται νῦν μὲν ἐν τοῖς Λευκτρικοῖς αὐτοῦ λόγοις, νῦν δὲ ἐν τοῖς Σικελικοῖς· οὐκοῦν οὐκ ἐπιστήμη ἡ ῥητορικὴ, ἀλλὰ τέχνη. ἔσται ἄρα ῥητορικὴ μέθοδος λογικὴ εἰση‐ γουμένη τὸ δέον μετὰ πειθοῦς πρός γε τὸ παρεστὸς χρή‐
10σιμον.
20Ἐπεὶ οὖν οὕτω ταῦτα, ζητητέον, περὶ ποίου λόγου δύ‐ ναμιν ὁρᾶται ἡ ῥητορικὴ, καὶ ἀπὸ ποίου λόγου λογικὴ τέχνη αὕτη λέγεται. ἰστέον τοίνυν, ὡς ὁ λόγος ὁμώ‐ νυμός ἐστι φωνὴ, καὶ ἔστι διττὸς, ὅ τε δημιουργικὸς καὶ ὁ καθ’ ἡμᾶς. ἀλλὰ περὶ μὲν τοῦ δημιουργικοῦ λόγος
25οὐδεὶς ἡμῖν ἐν τῷ παρόντι. καλῶς γὰρ ὑπό τινος εἴρηται τῶν ἔξω σοφῶν, ὅτι θεὸν νοῆσαι μὲν χαλεπὸν, φράσαι δὲ ἀδύνατον. ὃν ἀποδεχόμενος ὁ πολὺς ἐν θεολογίᾳ Γρη‐ γόριος οὕτω φησὶν, ἵνα καὶ δόξῃ κατειληφέναι τῷ χαλε‐ πὸν εἰπεῖν, καὶ διαφύγῃ τῷ ἀνεκφράστῳ τὸν ἔλεγχον.
30καὶ πάλιν τί μέν ἐστι τὸ θεῖον οὐκ ἴσμεν, τί δὲ οὐκ ἔ‐ στιν, ἐπιστάμεθα· ἐξ ἀποφάσεως γὰρ, οὐκ ἐκ καταφά‐ σεως τὰ τοῦ θείου γινώσκομεν. Ὁ δὲ καθ’ ἡμᾶς λόγος
διττός ἐστιν, ὅ τε ἐνδιάθετος, καθ’ ὃν βουλευόμεθα, καὶ733

3

.

734

ὁ προφορικὸς, καθ’ ὃν φθεγγόμεθα. ὁρίζονται δὲ τὸ μὲν ἐνδιάθετον ἔννοιαν ἀνθρωπίνην, καθ’ ἣν ἡμῖν πε‐ ριγίνεται τὸ, τί χρὴ λέγειν καὶ τί χρὴ πράττειν· τὴν μὲν ἔννοιαν ἀντὶ γένους λαμβάνοντες, τὰ δὲ λοιπὰ ἀντὶ
5διαφορῶν. τινὲς δὲ καὶ οὕτως αὐτὸν ὁρίζονται· ἐνδιά‐ θετός ἐστι λόγος ἕξις ψυχῆς ἀνθρώπου, καθ’ ἣν λογι‐ κοί ἐσμεν· τὴν μὲν ἕξιν ὡς γένος τιθέντες· ἔχει γὰρ πάντα τὰ ζῶα ἕξιν τινὰ φυσικήν· ἐπειδὴ δέ ἐστι σώμα‐ τος ἕξις ἢ ἰσχύος ἢ εἴδους ἤ τινος τοιούτου, προσέθηκαν
10τὸ ψυχῆς· αὖθις δὲ ἀποδιϊστῶντες τὴν τοιαύτην ψυχι‐ κὴν ἕξιν τῶν ἀλόγων ζώων· κἀκεῖνα γὰρ ἔχει ψυχικὴν ἕξιν, ὡς θυμικὸς μὲν ὁ λέων, νωθρὸς δὲ ὁ ὄνος· προσ‐ έθηκεν καθ’ ἣν λογικοί ἐσμεν, τὸ ἴδιον τοῦ ἀνθρώπου διοριζόμενοι. λογικοὶ γὰρ λεγόμεθα, μὴ μόνον καθ’ ὃ
15λόγῳ χρώμεθα, διδόντες τοῦτον ἀλλήλοις καὶ ἀντιλαμ‐ βάνοντες ἐν μέρει, καὶ διὰ τούτου τὰς βουλὰς τῶν καρ‐ διῶν, ὅ φησιν ὁ μέγας Βασίλειος, ἀποκαλύπτοντες· ἀλ‐ λὰ καὶ καθ’ ὃ βουλευόμεθα περὶ τῶν πρακτέων ἢ μή, καὶ τὸ μεῖζον ἁπάντων καὶ τιμιώτερον καὶ πρότερον τῇ
20φύσει καὶ προγινωσκόμενον, καθ’ ὃ θεὸν ὁμολογοῦμεν εἶναι τοῦδε τοῦ παντὸς ποιητήν τε καὶ συνοχέα καὶ προ‐ νοητὴν καὶ δεσπότην, καὶ τούτῳ εὐγνωμόνως ἡμᾶς αὐ‐ τοὺς ὑποτάττομεν. Τὸν δὲ προφορικὸν ὁρίζονται οὕτως· προφορικός ἐστι λόγος δήλωσις ἐννοίας ἀνθρώπου διὰ
25φωνῆς ἐνάρθρου· τὴν μὲν δήλωσιν γένος ἡγούμενοι, ἐπει‐ δὴ δὲ καὶ πραγμάτων ἐστὶ δήλωσις, ὡς καπνὸς τοῦ πυ‐ ρὸς, προστιθέντες τὸ ἐννοίας ἀνθρώπου· καὶ ἐπεὶ δυνα‐ τόν ἐστι πάλιν αὐτοῦ ἔννοιαν καὶ δι’ ὀρχήσεως δηλω‐ θῆναι τουτέστιν ὅτι χαίρει καὶ ἀγαλλιᾷ, προσέθηκαν τὸ
30διὰ φωνῆς· ἀλλ’ ἐπεὶ καὶ στενάζων τις καὶ καγχάζων δηλοῖ τὴν ἑαυτοῦ ἔννοιαν διὰ φωνῆς, ἀλλ’ ἀνάρθρου καὶ ἀσημάντου, προσέθηκαν τὸ ἐνάρθρου. Ἔστι δὲ καὶ
πρῶτος τῇ φύσει ὁ ἐνδιάθετος τοῦ προφορικοῦ, ἐπεὶ καὶ734

3

.

735

συναναιρεῖ μὲν αὐτὸν, οὐ συναναιρεῖται δὲ, ἀλλὰ καὶ πάντες ἄνθρωποι λογικοὶ λεγόμεθα κατὰ τὸν ἐνδιάθε‐ τον· εἴγε καὶ καθεύδοντες καὶ σιωπῶντες λογικοὶ λεγό‐ μεθα, καὶ ὁ Πυθαγόρας δὲ λογικὸς ἐλέγετο, τοσοῦτον
5χρόνον σιωπὴν ἀσκήσας. Τοσούτων τοίνυν τῶν σημαινομένων ὄντων τοῦ λό‐ γου, φασὶν, ὅτι ἡ ῥητορικὴ ἑκατέρωθεν λέγεται τέχνη, ἀπό τε τοῦ προφορικοῦ καὶ τοῦ ἐνδιαθέτου· ἀπὸ μὲν τοῦ ἐνδιαθέτου, καθ’ ὃ κοσμεῖ αὐτὸν κατὰ τὴν εὕρεσιν τῶν
10ἐπιχειρημάτων καὶ τῶν νοημάτων· ἀπὸ δὲ τοῦ προφορι‐ κοῦ, καθ’ ὃ καὶ αὐτὸν κοσμεῖ χαριζομένη τὸ εὐφραδῶς καὶ εὐρύθμως λέγειν, εἴπερ καὶ αὐτὸς τὴν τῶν λέξεων συνθήκην καὶ εὐρυθμίαν ἐκύρωσεν. κοσμεῖ δὲ καὶ ἡ γραμματικὴ, τὸ ἄπταιστον αὐτῷ παρέχουσα, δι’ ἧς τοὺς
15βαρβαρισμοὺς καὶ σολοικισμοὺς ἐκφεύγομεν. Ἐπεὶ δὲ πειθοῦς δημιουργὸν τὴν ῥητορικὴν εἶναι λέγομεν, ζητητέον τί ἐστι τὸ ἀληθὲς, καὶ τί τὸ πιθα‐ νὸν, καὶ τίνι διαφέρουσιν ἀλλήλων. Ἔστι τοίνυν ἀληθὲς μὲν τὸ ἀφ’ ἑαυτοῦ κεκτημένον τὴν τοῦ ὅ ἐστι μαρτυ‐
20ρίαν, ἀλλ’ οὐχὶ δεόμενόν τινος πρὸς παράστασιν τῆς ἑαυτοῦ ἰδιότητος· ἢ ἵνα σαφέστερον εἴπω, τὸ δι’ ἑαυτὸ ὂν ὅπερ ἐστὶ λεγόμενον ἀεὶ, ἀλλὰ μὴ δι’ ἕτερον· ὡς τὸ τὸν ἥλιον εἶναι λαμπρὸν, τὸ πῦρ θερμὸν, τὴν ἡμέραν φαεινὴν, τὴν δὲ νύκτα σκοτεινήν· ταῦτα γὰρ καὶ τὰ
25τούτοις ὅμοια, οἴκοθεν ἔχοντα τὴν τοῦ ὅ εἰσι μαρτυρίαν, οὐδενὸς δέονται τῶν ἔξωθεν πρὸς παράστασιν τῆς ἑαυ‐ τῶν ἰδιότητος, καὶ ἁπλῶς εἰπεῖν, ἐφ’ ὧν μὴ ἐγχωρεῖ λό‐ γον εἰπεῖν ἐναντίον· ἢ ὑπεναντίον ἢ ὁπωσοῦν ἀντικείμε‐ νον· τὸ γὰρ τὸν θεὸν ἀγαθὸν εἶναι καὶ δημιουργὸν καὶ
30προνοητὴν καὶ κηδεμόνα τοῦδε τοῦ παντὸς, οὐχ ἁπλῶς735

3

.

736

ἐστιν ἀληθὲς, ἀλλ’ ὑπὲρ πᾶσαν ἀλήθειαν, καὶ πολλῷ μᾶλλον πιστεύεσθαι δικαιότερον, ἢ εἴ τις ἐν καθαρᾷ μεσημβρίᾳ πρὸς τὸν ἥλιον ἀποβλέπων, ὁμολογεῖ τοῦτον εἶναι φανότατον· ἀλλ’ ἐπεὶ τὸ ἀληθὲς ἡμῖν ἐνταῦθα
5ὑπόκειται, ᾧ μηδαμῶς ἔτυχε τὸ ψεῦδος ἐπηρεάσαν, ἐν‐ ταῦθα δὲ πολλοὶ τῶν ἀσεβῶν τε καὶ αἱρετικῶν τὴν αὐ‐ τοῦ δόξαν διέβαλον, καθάπερ ὁ Μαρκίων καὶ ὁ Μάνης, καὶ πρὸ τούτων Ἕλληνες, ὁ μὲν οὐκ ἀγαθὸν εἶναι εἰ‐ πὼν τὸν τὸ πᾶν τοῦτο συστησάμενον, τῶν δὲ οἱ μὲν
10μηδὲ εἶναι τὸ παράπαν θεὸν δογματίσαντες, οἱ δὲ τὴν τοῦ παντὸς δημιουργίαν ἀναθέντες τοῖς δαίμοσι· διὰ τοῦτο καὶ ἡμεῖς ἔῤῥειν ἐκείνους ἀφέντες, καθ’ ὑπεροχὴν ἀσύγκριτον καὶ ἀπαράμιλλον ἐπὶ θεοῦ τὴν τοῦ ὅ ἐστιν ἀλήθειαν εἶναι φαμὲν κατὰ τὸ κρύφιον τῆς αὐτοῦ θεί‐
15ας οὐσίας καὶ πάσῃ φύσει οὐρανίᾳ τε καὶ ἐπιγείῳ παν‐ τάπασιν ἄγνωστον, καθάπερ αὐτὸν ὑπερούσιον εἶναι πι‐ στεύομεν, ὑπέρθεον, ὑπεράγαθον, καὶ ἁπλῶς ἃ ἐπὶ θε‐ οῦ λέγεται καὶ σημαίνουσιν αὐτὸν εἶναι ὑπὲρ πᾶν ὄνομα οὐσίας ἢ ἐνεργείας ἢ τοιούτου τινὸς δηλωτικοῦ. Ἔστι
20μὲν οὖν ἡ ἀλήθεια στάσις καὶ ἑδραίωσις καὶ οἷον ἀκινη‐ σία· ὅθεν τὰ παρὰ ταύτην ὡς ἐπὶ πολὺ καὶ ἐπ’ ἔλαττον καὶ μᾶλλον καὶ ἧττον ἐγκλινόμενα τῆς κατὰ τὸν ὅρον ἀκριβείας τοῦ ἀληθοῦς ἐκπίπτουσιν. αὐτίκα γὰρ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ γινόμενον καὶ μὴ πανταχοῦ ἀληθεῦον, μετ‐
25έχον μέντοι μᾶλλον ἀληθείας ἢ ψεύδους, πιθανόν ἐστι· τὸ δὲ ἐπ’ ἔλαττον μετέχον τῆς ἀληθείας ἀπίθανον· τὸ δὲ ἐπίσης οὐ πιθανὸν, ἀλλ’ ἀμφιβαλλόμενον. τὰ δὲ παραδείγματα σαφέστερον ποιήσουσι τὸ λεγόμενον· τοι‐ οῦτός ἐστιν ἕκαστος οἷσπερ ἥδεται ξυνών· τοῦτο πι‐
30θανόν ἐστιν ὡς ἐπὶ τὸ πλεῖστον γινόμενον, καὶ κατὰ
τοῦτο πλέον ἀληθείας ἢ ψεύδους μετέχει· ὁρῶμεν γὰρ,736

3

.

737

ὅτι ὡς ἐπὶ τὸ πολὺ τοιοῦτοί εἰσιν οἱ ἄνθρωποι, οἷοι τυγ‐ χάνουσιν ὄντες ἐκεῖνοι, ὧν ταῖς ὁμιλίαις καὶ ταῖς δια‐ τριβαῖς χαίρουσιν. ἀλλ’ ἔστιν ὅπου καὶ διαψεύδεται· βασιλεῖς γὰρ πολλάκις ἥδονται τεχνίταις τισὶν, οὐ τοι‐
5οῦτοι τὸν τρόπον ὄντες, οὔτε τἄλλα τῶν ἐπιτηδευμάτων ἔχοντες. καὶ Ἡρώδης ὁ τετράρχης, ὡς τὸ ἱερόν φησιν εὐαγγέλιον, ἀκούων Ἰωάννου τοῦ βαπτιστοῦ πολλὰ ἐποί‐ ει καὶ ἡδέως αὐτοῦ ἤκουεν· ἀλλ’ ἦν φονεὺς καὶ παρά‐ νομος. πάλιν πολλοὶ παρὰ Χριστιανοῖς ὄντες βάρβαροι,
10οἷσπερ ἥδονται Χριστιανοὶ, μὴ τοιοῦτοι τυγχάνοντες. πάλιν ἐνδέχεταί τινα ἀσθενῆ συνόντα τισὶ ῥωμαλέοις συγγενέσιν ἥδεσθαι μὲν αὐτοῖς τοιούτοις οὖσιν, οὐ μὴν καὶ αὐτὸν ῥωμαλέον εἶναι. ἢ πάλιν ἐνδέχεταί τινα πα‐ τέρα γηραιὸν, μηδαμῶς περὶ λόγους ἐσπουδακότα, ἥδε‐
15σθαι μὲν τοῖς υἱοῖς φιλοσοφοῦσιν, οὐ μὴν καὶ αὐτὸν φιλόσοφον εἶναι. καὶ ἄλλως δὲ εἰκός τινα κατά τι συν‐ ηδόμενόν τινι κατ’ ἄλλο διαφέρεσθαι πάλιν καὶ ἄχθε‐ σθαι· καὶ οὐ τοῖς πράγμασι μόνον διοριστέον αὐτὸ, ἀλ‐ λὰ καὶ τοῖς καιροῖς· νῦν μὲν γὰρ ἥδεταί τις, νῦν δὲ πά‐
20λιν ἄχθεται· καὶ οὐ τοιοῦτός ἐστιν ἀεὶ, ἀλλὰ καὶ δι’ ἡντιναοῦν πολλάκις αἰτίαν ἥδεται. τὸ γοῦν ἀληθεῦον ἐν καιρῷ καὶ δι’ ὡρισμένας τινὰς αἰτίας πιθανὸν οὐκ ἀ‐ ληθές. τὸ δὲ ἀεὶ καὶ ἐπὶ πάντων καιρῶν καὶ πραγμάτων καὶ διὰ πᾶσαν αἰτίαν οὕτω συμβαῖνον ἀληθές. ἔτι καὶ
25τοῦτο ἀληθές ἐστιν, ὡς ἐπὶ τὸ πολὺ μὲν, οὐκ ἀεὶ δὲ γι‐ νόμενον· οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ τῶν μικρῶν ἀποτυγχάνουσιν. εἰ γὰρ ἀναγκαῖον ἦν ταῦτα οὕτως ἔχειν, οὐκ ἂν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ πρὸ ἐκείνου Κῦρος ὁ Πέρσης, καὶ ἔτι μετ’ αὐτοὺς Αὔγουστος ὁ Ῥωμαίων
30ἀπὸ μικρῶν ἀρξάμενοι καὶ φιλοπονήσαντες τῆς ὅλης οἰ‐ κουμένης ἐκράτησαν· οὕτω μὲν οὖν διαφέρει τὸ πιθανὸν τοῦ ἀληθοῦς, καθ’ ὃ τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ γινόμενον,
ἔστι δ’ ὅτε καὶ μὴ γινόμενόν ἐστιν ἐκ τοῦ παραδόξου·737

3

.

738

τὸ δὲ ἀληθὲς ἀεὶ καὶ ἐπὶ πάντων πραγμάτων καὶ διὰ πᾶσαν αἰτίαν οὕτω συμβαῖνον. Ἀλλὰ κἀκ τοῦ ὁρισμοῦ τοῦ ἐναντίου, τοῦ ἀπιθάνου, ἔκδηλον ἂν αὐτὸ γένοιτο. ἀπίθανον γὰρ ἐκεῖνό φασιν, τὸ μὴ ὡς ἐπὶ τὸ πολὺ γι‐
5νόμενον, ἀλλὰ σπανίως καὶ ἐκ τοῦ παραδόξου· οἷον ἐπεί‐ περ ὑπόληψίς ἐστι περὶ τῶν μητέρων, ὅτι φιλόπαιδές εἰ‐ σι, καὶ παντὸς μᾶλλον τὰ οἰκεῖα στέργουσι τέκνα, κατὰ τὸν ἐρωτηθέντα σοφὸν περὶ τούτου τὸ διὰ τί, καὶ ἀπο‐ κρινάμενον, ὅτι αἱ μὲν μητέρες πιστεύουσιν ἀναμφιβόλως
10εἶναι τὰ γεννώμενα ἐξ αὐτῶν, οἱ δέ γε ἄνδρες οἴονται, ὁ λέγων περὶ τῆς Μηδείας, ὅτι τὰ οἰκεῖα τέκνα ἀπέσφα‐ ξεν, ἀπίθανα λέγειν δοκεῖ. πάλιν ὑπόληψίς ἐστι περὶ τῶν ἐν συμφοραῖς ὄντων, ὅτι ἀλγοῦσι καὶ ὀδύρονται, ἀλλ’ οὐκ ᾄδουσι, οὐδὲ τέρπονται ταῖς ᾠδαῖς· ὁ γοῦν λέγων
15τὸν Ἀρίονα ἐν κακοῖς ὄντα ᾆσαι ἀπίθανα λέγειν δοκεῖ. καὶ πάλιν εἴ τις λέγοι, τοὺς κρείττονας ἐρᾷν τοῦ χείρο‐ νος, ἀπίθανα φησίν. πλὴν ἔστιν ὅτε καὶ ταῦτα γίνεται ἐκ τοῦ παραδόξου. Τὰ οὖν πιθανὰ καὶ προτάσεις ἐνδό‐ ξους οἱ διαλεκτικοὶ νομίζουσιν· ἀληθῆ μὲν γάρ εἰσιν, ὡς
20εἴρηται, καὶ πρῶτα, τὰ μὴ δι’ ἑτέρων, ἀλλὰ δι’ αὐτῶν ἔχοντα τὴν πίστιν, ὥσπερ καὶ Ἀριστοτέλει δοκεῖ· ἔνδοξα δὲ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. καὶ τούτοις ἢ τοῖς πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλι‐ στα γνωρίμοις καὶ ἐνδόξοις· τὸ δὲ πᾶσιν ἐνταῦθα κατὰ
25δύο σημαινόμενα λέγεσθαι νομιστέον· ἢ γὰρ τὰ πᾶσιν ἀνθρώποις ἁπλῶς τε καὶ ἀπολύτως δοκοῦντα φησὶν ὁ φιλόσοφος ἔνδοξα, καθάπερ ἅπασι δοκεῖ, ὅτι ἀγαθὸς ὁ θεὸς, ἡ ὑγεία, ἡ ζωὴ καὶ ὁ πλοῦτος αἱρετὰ καὶ ὠφέλιμα ἢ τὸ πᾶσι τοῖς πρὸς οὕς ἐστιν ἡμῖν ὁ λόγος δηλονότι,
30ἵν’ ᾖ μετὰ προσδιορισμοῦ τὸ λεγόμενον τοιοῦτον, ἔνδο‐ ξα δὲ τὰ δοκοῦντα πᾶσιν, ἡμῖν τε δηλονότι τοῖς ὀρθο‐ δόξοις κἀκείνοις πρὸς οὓς διαλεγόμεθα, οἷον φέρε εἰπεῖν
Ἰουδαίοις ἢ αἱρετικοῖς ἢ Λατίνοις. τούτοις γὰρ ἐν μέρει738

3

.

739

διαλεγόμενοι ἐκ τῶν ἅπασιν ἡμῖν ὁμοτίμως δοκούντων, δηλαδὴ τῶν θείων γραφῶν, ποιούμεθα τὴν διάλεξιν, μεταφέροντες κατ’ αὐτῶν, ὅ τι ἂν μὴ καλῶς φαίνωνται λέγειν ἡμῖν. τοῖς δὲ τοῦ Μωάμεδ θιασώταις διαλεγόμε‐
5νοι, ἐνδόξους μὲν καὶ πρὸς ἐκείνους ποιησόμεθα τοὺς συλλογισμοὺς, πλὴν οὐκ ἐκ τῶν ἡμῖν τε καὶ ἐκείνοις δο‐ κούντων· οὐδὲ γὰρ ἔχουσί τι κοινὸν οἱ μικρώτατοι πρὸς τὰς θείας γραφὰς, ἀλλ’ ἐκ τῶν ἅπασι τούτοις δοκούν‐ των ποιησόμεθα τὴν διάλεξιν, προτιθέντες εἰς τὸ μέ‐
10σον τὰ δόγματα τοῦ Μωάμεδ, καὶ ταῦτα ἀνασκευάζον‐ τες ἔκ τε τῶν φυσικῶν ἐννοιῶν καὶ ἐκ τῶν αὐτοῖς πᾶσι δοκούντων, ὡς ψευδῆ καὶ ἀπίθανα καὶ γραϊδίων κωθω‐ νιζομένων ἢ παιδαρίων κορυζώντων ληρήματα, μᾶλλον δὲ εἰπεῖν οἰκειότερον κατὰ τὴν θείαν φωνὴν, δαιμόνων εὑ‐
15ρέματα σκοτεινὰ καὶ διανοίας κακοδαίμονος ἀναπλάσμα‐ τα· ταῦτα μὲν οὖν ἡ φωνὴ τοῦ πᾶσιν ἔχει τὰ σημαι‐ νόμενα· πάλιν οὖν ἐπαναλαβόντες λέγωμεν· ἔνδοξά εἰσι τὰ δοκοῦντα πᾶσι καὶ σοφοῖς καὶ χυδαίοις, οἷον ὅτι ὁ θεὸς ἀγαθὸς, καὶ τὸ ἀγαθὸν ὠφέλιμον, ἢ ὅτι ἡ ὑγεία
20καὶ ὁ πλοῦτος καὶ ἡ ζωὴ αἱρετά· ἢ τοῖς πλείστοις δηλο‐ νότι τῶν σοφῶν καὶ χυδαίων, οἷον ὅτι ἡ ψυχὴ τιμιωτέρα τοῦ σώματος, καὶ ἡ φρόνησις πλούτου τιμιωτέρα· ἢ τὰ δοκοῦντα τοῖς σοφοῖς, καὶ τούτων ἢ τὰ πᾶσι δοκοῦντα, καθάπερ ἅπαντες ἐδόξασαν οἱ σοφοὶ, τὰ ψυχικὰ ἀγα‐
25θὰ τῶν σωματικῶν αἱρετώτερα εἶναι, ἢ τὰ δοκοῦντα τοῖς πλείστοις αὐτῶν, καθάπερ ἐδόξασαν οἱ πλεῖστοι, ὡς ἡ ἀρετὴ δι’ ἑαυτήν ἐστιν αἱρετόν· οἱ γὰρ Ἐπικούρειοι διὰ τὴν ἡδονὴν αὐτὴν ἔφασαν αἱρεῖσθαι, ὥσπερ αὖ ἕτεροι διὰ τὴν ἐξ αὐτῆς ἐπακολουθοῦσαν τιμὴν ἢ τὰ χρήματα·
30ἢ δὴ ἔνδοξα λεκτέον τὰ δοκοῦντα τοῖς μάλιστα γνωρί‐ μοις, ἐπὶ σοφίᾳ δηλονότι, καθάπερ τὸ εἶναι τὴν ψυχὴν ἀθάνατον, ὡς Πλάτωνι καὶ ἄλλοις δοκεῖ, καὶ Ἡράκλει‐
τος δέ φησιν, ὡς πάντα κινοῦνται, καὶ Ἀριστοτέλης δέ739

3

.

740

φησι, τῶν ὄντων ἁπάντων δέκα εἶναι τὰ γένη, καὶ τῶν φυσικῶν ἁπάντων εἶναι ἀρχὰς τὴν ὕλην, τὸ εἶδος καὶ τὴν στέρησιν. περὶ γὰρ τῶν φαινομένων ἐνδόξων, μὴ ὄντων δὲ, λόγος ἡμῖν οὐδεὶς ἐν τῷ παρόντι· παραχρῆμα
5γὰρ καὶ ὡς ἐπὶ τὸ πολὺ τοῖς καὶ μικρὰ συνορᾷν δυνα‐ μένοις κατάδηλος αὐτοῖς ἡ τοῦ ψεύδους ἐστὶ φύσις. οὐ τοίνυν πᾶσαν πρότασιν, οὐδὲ πᾶν πρόβλημα διαλεκτικὸν θετέον· οὐδεὶς γὰρ ἂν προτείνειε νοῦν ἔχων τὸ μηδενὶ δοκοῦν· ὅπερ ἐστὶν, εἰ χρήσιμόν ἐστι τὸ ὑγιαίνειν ἢ μή·
10ἀλλ’ οὐδὲ τὸ πᾶσι φανερὸν ἢ τοῖς πλείστοις· τίς γὰρ οὕτως ἠλίθιος, ὡς ζητεῖν, εἰ τὸ μέλι γλυκὺ τοῖς κατὰ φύσιν διακειμένοις ἐστί. τὰ μὲν γὰρ πᾶσι δοκοῦντα λό‐ γων ἀπορίαν ἡμῖν οὐ παρέχεται· τὰ δὲ μηδενὶ δοκοῦντα τίς ἂν ὁμολογήσειεν; ἔστιν οὖν πρότασις διαλεκτικὴ ἐρώ‐
15τησις ἔνδοξος ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς· καὶ τούτων ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνω‐ ρίμοις μὴ παράδοξος· θείη γὰρ ἄν τις τὸ δοκοῦν τοῖς σοφοῖς, ἐὰν μὴ ἐναντίον ταῖς τῶν πολλῶν δόξαις ᾖ, κα‐ θάπερ ὁ τοῦ Ζήνωνος λόγος, ὅτι οὐκ ἔστιν ἐν τοῖς οὖσι
20κίνησις· ἢ ὡς Ἀντισθένης ἔλεγεν, ὅτι οὐκ ἔστιν ἀντιλέ‐ γειν· ἢ κατὰ τὸν Ἡρακλείτου λόγον, τὰ ἐναντία ταὐτά· τοιοῦτον καὶ τὸ Παρμενίδου δόγμα, ὅτι τὸ ὂν ἓν καὶ ἀκίνητον. ταῦτα γὰρ παράδοξα ὄντα καὶ ταῖς τῶν πολ‐ λῶν ἐναντιούμενα δόξαις, οὐδεὶς ἂν ὁμολογήσειεν. εἰσὶ δὲ
25προτάσεις διαλεκτικαὶ καὶ τὰ τοῖς ἐνδόξοις ὅμοια· εἰ γὰρ ἔνδοξον τὸ τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἐπιστήμην· ὑγιεινῶν γὰρ καὶ νοσερῶν ἐστιν ἡ αὐτὴ ἐπιστήμη, ἰατρι‐ κὴ δηλαδὴ καὶ ἀριθμητικὴ ἀρτίου καὶ περιττοῦ, καὶ μου‐ σικὴ ἐμμελῶν καὶ ἐκμελῶν, καὶ γυμναστικὴ εὐεκτικῶν τε
30καὶ μή· καὶ τὸ αἴσθησιν τὴν αὐτὴν εἶναι τῶν ἐναντίων ἔνδοξον ἂν φανείη· τὸ γὰρ ὅμοιον αὐταῖς ἐστι κατὰ ἀνα‐ λογίαν, εἴγε καὶ ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη ὑπὸ τὴν ἕξιν
τυγχάνουσιν, ἥτις ἐστὶν εἶδος ποιότητος. καὶ μὴν καὶ ἡ740

3

.

741

αἴσθησις, ὡς προείρηται, τῶν ἐναντίων ἐστὶ κριτική· ἥ τε γὰρ ἁφὴ θερμοῦ καὶ ψυχροῦ καὶ ἡ ὅρασις ὁμοίως. τοῦ δ’ αὐτοῦ λόγον θετέον καὶ τὴν ἐπιστήμην μὴ πλα‐ νᾶσθαι περὶ τὰ ἐπιστητὰ, καὶ τὴν αἴσθησιν περὶ τὰ
5αἰσθητά· ἑκάτερα γὰρ τούτων ὑπὸ τὴν ἕξιν τελεῖ. καὶ εἰ μίαν ἀριθμῷ γραμματικὴν εἶναι, καὶ αὐλητικὴν μίαν· εἰ δὲ πλείους γραμματικὰς, καὶ αὐλητικὰς πλείους· πάντα γὰρ ὅμοια καὶ συγγενῆ ταῦτα ἔοικεν εἶναι· ὁμοίως δὲ καὶ τὰ τοῖς ἐνδόξοις ἐναντία κατὰ ἀντίφασιν προτεινόμενα
10ἔνδοξα φανεῖται· εἰ γὰρ ἔνδοξον, ὅτι δεῖ τοὺς φίλους εὖ ποιεῖν, ἔστι δὲ τούτῳ ἐναντίον μὲν, ὅτι δεῖ κακῶς ποιεῖν αὐτοὺς, κατὰ ἀντίφασιν δὲ, ὅτι μὴ δεῖ κακῶς ποιεῖν τοὺς φίλους, καὶ τοῦτ’ ἂν εἴη ὁμοίως ἔνδοξον. ἔνδοξον δὲ κα ἐν παραβολῇ φανεῖται καὶ τὸ ἐναντίον περὶ τοῦ ἐναντίου·
15οἷον εἰ δεῖ τοὺς φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κα‐ κῶς. δῆλον δὲ, ὅτι καὶ ὅσαι δόξαι κατὰ τέχνας εἰσὶ, δια‐ λεκτικαὶ προτάσεις εἰσί. συγχωρήσειε γὰρ ἄν τις τὰ δο‐ κοῦντα τοῖς ὑπὲρ τούτων ἐπεσκεμμένοις, οἷον περὶ μὲν τῶν ἐν ἰατρικῇ ὡς ὁ ἰατρὸς, περὶ δὲ τῶν ἐν γεωμετρίᾳ
20ὡς ὁ γεωμέτρης, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. αὐτίκα γάρ τις περὶ μὲν τῶν ἐν ἰατρικῇ συγχωρήσειε τῇ Ἱπποκράτους δόξῃ, λέγοντος, αἱ ὑγραὶ δίαιται σύμφοροι τοῖς πυρέτ‐ τουσιν· ὅπερ ἤρτηται τοῦ κοινοῦ ἀξιώματος ἐκείνου, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα· εἰ γὰρ ὁ πυρετὸς ξηραίνει,
25δῆλον ὅτι τὸ ἐναντίον ἡ ὑγρότης ὑγρανεῖ· καὶ εἰ τὸ ἄπεπτον νόσον γεννᾷ καὶ ἀσθενῆ τὴν φύσιν ποιεῖ, τὸ ἤδη πεπεμμένον δηλοῖ ῥωσθῆναι τὴν φύσιν· καὶ διὰ τοῦτο δεῖ τότε τὰ πρὸς θεραπείαν προσάγειν. Περὶ δὲ τῶν ἐν γεωμετρίᾳ θείη τις ἂν, ὡς ὁ γεωμέτρης φησὶν,
30ὅτι τὰ ἀπὸ μειζόνων γωνιῶν ὁρώμενα καὶ μείζονα ὁρᾶ‐ ται, τὰ δὲ ἀπὸ ἐλαττόνων ἐλάττονα. πρόβλημα δέ ἐστι διαλεκτικὸν θεώρημα τὸ συντεῖνον ἢ πρὸς αἵρεσιν καὶ
φυγὴν, ἢ πρὸς ἀλήθειαν καὶ γνῶσιν, ἢ αὐτὸ, ἢ ὡς συν‐741

3

.

742

εργὸν πρός τι ἕτερον τῶν τοιούτων. καὶ πρὸς αἵρεσιν μὲν καὶ φυγήν ἐστι συντεῖνον τοῦτο, πότερον ἡ ἡδονὴ αἱρετὸν ἢ οὒ, καὶ πότερον ὁ πλοῦτος ἀγαθόν ἐστιν ἢ κακόν· ταῦτα γὰρ τῶν ἠθικῶν ὑπάρχοντα, καὶ ὅσα
5τούτοις ὅμοια, οὐ δι’ ἄλλο τι ζητεῖται παρ’ ἡμῶν, ἢ ἵνα τὸ μὲν ἀγαθὸν ἑλώμεθα, τὸ δὲ κακὸν ἐκφύγωμεν. πρὸς ἀλήθειαν δὲ καὶ γνῶσιν συντείνοντα εἰσὶ θεωρή‐ ματα τὰ φυσικά· ἐν γὰρ τούτοις οὐ τοῦ ἑλέσθαι καὶ φυγεῖν ἕνεκεν, ἀλλὰ τοῦ γνῶναι τὴν ἀλήθειαν μόνον
10ἐστὶν ἡ ζήτησις· οἷον πότερος ὁ κόσμος ἀΐδιος ἢ οὔ. πότερον ἡ ψυχὴ ἀθάνατος, ἢ οὔ. καὶ ταῦτα μὲν δι’ ἑαυτὰ ζητεῖται παρ’ ἡμῶν, ἵνα γινώσκηται· τὰ δὲ λογικὰ προβλήματα οὐ δι’ ἑαυτὰ, ἀλλ’ ὡς πρὸς ἕτερόν τι συν‐ τείνοντα. τὸ γὰρ ζητεῖν, πῶς αἱ προτάσεις ἀντιστρέφονται,
15καὶ ποσαχῶς ἀντίκειται τὰ ἀντικείμενα, καὶ εἰ τρία σχήμα‐ τά εἰσι, καὶ εἰ ἐν ἑνὶ τῶν τριῶν σχημάτων πᾶς συλλογισμὸς γίνεται· ταῦτα πάντα τὰ λογικά τε καὶ ὀργανικὰ καλού‐ μενα, ἃ διὰ τὴν ἀποδεικτικὴν καὶ διαλεκτικὴν καὶ σοφι‐ στικὴν μέθοδον παρ’ ἡμῶν ἐξετάζεται, κατὰ τὸ αὐτὸ
20σημαινόμενον λέγεται, καὶ ἡ λογικὴ πραγματεία Ἀριστο‐ τέλους, ὡς διδάσκουσα περὶ ἀποδείξεως καὶ ἄλλων τινῶν συμβαλλομένων πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν καὶ πρὸς πᾶσαν φιλοσοφίαν. ἔστιν οὖν, ὡς εἴρηται, τὸ διαλεκτι‐ κὸν πρόβλημα τοιοῦτον. ἔτι πρὸς τοῖς εἰρημένοις διαλεκτι‐
25κόν ἐστι πρόβλημα, περὶ οὗ ἢ οὐδετέρως οἱ ἄνθρωποι δοξάζουσι, καθάπερ περὶ τῶν ἀστέρων, εἴτε περιττοί εἰ‐ σιν εἴτε ἄρτιοι· ἢ καὶ ἐναντίως οἱ πολλοὶ τοῖς σοφοῖς, καὶ τὸ ἀνάπαλιν ἢ ἑκάτεροι αὐτοὶ ἑαυτοῖς· τὸ μὲν γὰρ εἶναι τὴν εὐτυχίαν τῆς εὐβουλίας αἱρετώτερον οἱ πολλοὶ δοξά‐
30ζουσι, τὸ δὲ ἐναντίον οἱ σοφοί. ἔτι οἱ μὲν πολλοὶ τὴν ὑγείαν τῆς ἀρετῆς αἱρετώτερον ἐδόξασαν εἶναι, οἱ δὲ σο‐ φοὶ τὴν ἀρετήν. τὸ γοῦν πότερον ἡ ὑγεία τῆς ἀρετῆς αἱ‐
ρετώτερον, διαλεκτικόν ἐστι πρόβλημα. ἐναντίως δὲ δοξά‐742

3

.

743

ζουσιν οἵ τε σοφοὶ ἑαυτοῖς καὶ οἱ πολλοὶ κατὰ ταῦτα. οἱ μὲν γὰρ τῶν σοφῶν λέγουσιν εἶναι εἱμαρμένην καὶ ἐξ ἀνάγκης πάντα γίνεσθαι, οἱ δὲ οὔ· καὶ οἱ μὲν λέγουσι τὴν ψυχὴν εἶναι θνητὴν, οἱ δὲ ἀθάνατον. ὡσαύτως δὲ
5καὶ τῶν πολλῶν οἱ μὲν τὴν ὑγείαν αἱρετωτέραν τοῦ πλού‐ του ἐδόξασαν, οἱ δὲ τὸ ἀνάπαλιν· καὶ οἱ μὲν ἰσχὺν τοῦ κάλλους, οἱ δὲ τοὐναντίον. ἔστι δὲ προβλήματα διαλεκτι‐ κὰ καὶ ὧν εἰσιν ἐναντίοι συλλογισμοί· ἀπορίαν γὰρ ἔχει, πότερον οὕτως ἔχει ἢ οὐχ οὕτως, διὰ τὸ περὶ ἀμφοτέρων
10εἶναι λόγους πιθανούς. τὴν γὰρ ἡδονήν ἐστι καὶ ὡς ἀγα‐ θὸν συλλογίσασθαι, καὶ ὡς κακὸν, καὶ ἀμφότερα διὰ λόγων πιθανῶν· ὅθεν ἀπορεῖν ἐστι, ποτέρῳ ἄν τις προσ‐ τιθείη. καὶ κατασκευάζεται μὲν, ὡς ἀγαθόν ἐστιν, οὕτω. τῆς ἡδονῆς πάντα ἐφίεται· οὗ δὲ πάντα ἐφίεται, ἀγα‐
15θόν· ἡ ἡδονὴ ἄρα ἀγαθόν. πάλιν ἐστὶ δεῖξαι, ὡς οὐκ ἀγαθὸν, οὕτως· τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ· ἡ ἡδονὴ ἀ‐ γαθοὺς οὐ ποιεῖ· ἡ ἡδονὴ ἄρα οὐκ ἀγαθόν· ἀλλὰ καὶ περὶ ὧν λόγον οὐκ ἔχομεν ἀποδοῦναι ὡς ὄντων μεγά‐ λων, χαλεπὸν ἐν τούτοις εὑρεῖν ἡγούμενοι τὸ διὰ τί κα‐
20θάπερ ἐπὶ τῶν ἀστέρων λέγω, πότερόν εἰσιν ἄρτιοι ἢ περιττοὶ, καὶ τῆς μαγνήτιδος λίθου, πῶς ἕλκει τὸν σίδη‐ ρον, καὶ ἔτι πότερον ὁ κόσμος ἀΐδιος ἢ οὔ. καὶ ταῦτα διαλεκτικὰ προβλήματα θετέον. ἐπεὶ καὶ τὰ τοιαῦτα ζη‐ τήσειεν ἄν τις· ἐξεταστικὴ γὰρ οὖσα ἡ διαλεκτικὴ, πρὸς
25τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχει· καὶ γὰρ οὖν οὐδὲ τοῦτο παροπτέον ἐν τῷ παρόντι, ὅτι πρὸς τρία ταῦτα χρήσιμος ἡ διαλεκτικὴ, πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας· ὅτι μὲν οὖν πρὸς γυμνασίαν χρήσιμος, καταφανὲς ἐξ αὐτῶν·
30μέθοδον γὰρ ἔχοντες ῥᾷον περὶ τοῦ προτεθέντος εἰπεῖν δυνησόμεθα. πρὸς δὲ τὰς ἐντεύξεις, διότι τὰς τῶν πολ‐ λῶν κατηριθμημένοι δόξας οὐκ ἐκ τῶν ἀλλοτρίων, ἀλλ’
ἐκ τῶν οἰκείων δογμάτων ὁμιλήσομεν πρὸς αὐτοὺς μετα‐743

3

.

744

βιβάζοντες ὅ τι ἂν μὴ καλῶς λέγειν ἡμῖν φαίνωνται· πρὸς δὲ τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας, διότι δυνάμε‐ νοι πρὸς ἀμφότερα διαπορεῖσθαι, ῥᾷον ἐν ἑκάστοις κα‐ τοψόμεθα τὸ ἀληθές τε καὶ μή. ἔτι δὲ πρὸς τὰ πρῶτα
5τῶν περὶ ἑκάστην ἐπιστήμην ἀρχῶν· ἐκ μὲν γὰρ τῶν οἰ‐ κείων τῶν κατὰ τὴν προτεθεῖσαν ἐπιστήμην ἀρχῶν ἀδύ‐ νατον εἰπεῖν τι περὶ αὐτῶν, ἐπειδὴ πρῶται ἀρχαὶ ἁπάν‐ των εἰσὶν, διὰ δὲ τῶν περὶ ἕκαστα ἐνδόξων ἀνάγκη περὶ αὐτῶν διελθεῖν. αὐτίκα γὰρ περὶ τῶν γεωμετρικῶν ἀρχῶν,
10ἤγουν τοῦ σημείου τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας οὔτε ὁ γεωμέτρης δύναται ταύτας ἀποδεῖξαι· πῶς γὰρ εἴη ἐκ προτέρων ἀποδεῖξαι τὰ πρῶτα; πασῶν γὰρ ἐπιστημῶν αἱ ἀρχαὶ ἀναπόδεικτοι· οὔτε μὴν ὁ διαλεκτικὸς ἐκ τῶν κατὰ γεωμετρίαν ἀρχῶν δυνηθείη ἂν αὐτὰς ἀποδεῖξαι,
15ἐπεὶ μήτε γεωμέτρης ἐστὶν ὡρισμένος, καὶ ἅμα τοῦτο ἀδύνατον, διὰ δὲ τῶν περὶ ταῦτα ἐνδόξων ποιήσεται τὸν λόγον. ἐρεῖ γὰρ, ὅτι πᾶν τὸ περατοῦν τοῦ περατουμένου λείπεται μιᾷ διαστάσει· οἷον πέρας ἐστὶ παντὸς σώματος ἡ ἐπιφάνεια. εἰ τοίνυν πᾶν σῶμα τρεῖς ἔχει τὰς διαστά‐
20σεις, μῆκος, βάθος τε καὶ πλάτος, τὸ περατοῦν αὐτὸ, δηλονότι ἡ ἐπιφάνεια, διχῆ διαστατὸν ἔσται, μῆκος μό‐ νον ἔχουσα καὶ πλάτος· πάλιν τῆς ἐπιφανείας πέρας ἐστὶν ἡ γραμμή· οὐκοῦν μίαν ἔχει μόνον τὴν κατὰ μῆκος διάστασιν. τῆς δὲ γραμμῆς πέρας ἐστὶν ἡ στιγμή· ὥστε,
25μηδενὸς ὑπολειπομένου, ἔσται ἡ στιγμὴ ἀδιάστατος, εἴ‐ τουν ἀμερής. ὁμοίως δὲ καὶ περὶ τῶν τῆς ἀριθμητικῆς ἀρχῶν ποιούμενος τὸν λόγον ἀποδείξει, ὅτι ἀμερής ἐστιν ἡ μονὰς, οὕτως. ᾧ καταμετρεῖται πᾶς ἀριθμὸς, ἐκεῖνο ἐλάχιστόν ἐστιν ἐν ἀριθμῷ· μονάδι δὲ καταμετρεῖται πᾶς
30ἀριθμός· ἐλάχιστον ἄρα ἐν ἀριθμῷ ἡ μονὰς, καὶ ἀμερὴς ἄρα· ἢ καὶ οὕτως. ὃ ἐν ἀριθμῷ ὂν μὴ ἐστὶν ἀριθμὸς, τοῦτο ἀδιαίρετόν ἐστι· τοιοῦτον δὲ ἡ μονάς· οὐκοῦν ἀδι‐
αίρετον. οὕτω μὲν οὖν ἐκ τῶν περὶ ἕκαστα ἐνδόξων ἡ744

3

.

745

διαλεκτικὴ ποιεῖται τὸν λόγον, καὶ περὶ τῶν καθ’ ἑκά‐ στην ἐπιστήμην ἀρχῶν. οὐ δεῖ δὲ πᾶν πρόβλημα οὐδὲ πᾶ‐ σαν θέσιν ἐπισκοπεῖν, ἄλλ’ ἣν ἀπορήσειεν ἄν τις τῶν λό‐ γου δεομένων, καὶ μὴ κολάσεως ἢ αἰσθήσεως· οἱ μὲν γὰρ
5ἀποροῦντες, πότερον δεῖ τὸν θεὸν τιμᾷν καὶ τοὺς γο‐ νέας ἀγαπᾷν, ἢ οὒ, κολάσεως δέονται· οἱ δὲ, πότερον ἡ χιὼν λευκὴ ἢ οὒ, αἰσθήσεως. οὐδὲ δὴ οὖν σύνεγγυς ἡ ἀπόδειξις, οὐδὲ τῶν λίαν πόῤῥω. τὰ μὲν γὰρ προφανῆ καὶ γνώριμον ἔχει τὴν ἀπόδειξιν, οἷον διὰ τί ὁ ἄνθρωπός
10ἐστι ζῶον, καὶ διὰ τοῦτο οὐδεμίαν ἀπορίαν ἔχει τὸ ζητού‐ μενον. τὰ δὲ διὰ πολλῶν ἀποδεικνύμενα λόγων, καὶ διὰ τοῦτο ἀσαφῆ τε ὄντα καὶ δύσγνωστα, πλείονα τὴν ζήτη‐ σιν ἔχουσιν, ἢ κατὰ γυμνασίαν τῆς διαλεκτικῆς. ἕξομεν δὲ τελέως τὴν μέθοδον, ὅταν ὁμοίως ἔχωμεν, ὥσπερ ἐπὶ
15ῥητορικῆς καὶ ἰατρικῆς καὶ τῶν τοιούτων δυνάμεων. οὔτε γὰρ ὁ ῥητορικὸς ἐκ παντὸς τρόπου πείσει, οὔτε ὁ ἰατρι‐ κὸς ὑγιάσει· ἀλλ’ ἐὰν τῶν ἐνδεχομένων μηδὲν παραλίπῃ, ἱκανῶς αὐτὸν ἔχειν τὴν ἐπιστήμην φήσομεν. ἐπὶ μὲν γὰρ τῶν ποιητικῶν τεχνῶν, οἰκοδομικῆς φημι καὶ χαλκευτικῆς
20καὶ τεκτονικῆς οὐχ οἷόν τε ἀποτυχεῖν τοῦ σκοποῦ, πλὴν εἰ μὴ κατά τινα τύχην, καὶ τοῦτο σπανίως, διὰ τὸ τὴν ὕλην ὑποκεῖσθαι τῷ θελήματι τοῦ τεχνίτου, καὶ μὴ ἀντι‐ πράττειν ὁπωσοῦν, ἄψυχον οὖσαν καὶ ἀπροαίρετον. ἐπὶ δὲ τῶν στοχαστικῶν δυνάμεων, ῥητορικῆς φημι καὶ δια‐
25λεκτικῆς καὶ τῶν ἄλλων, ὅσαι τὰ ἀντικείμενα δύνανται, οὐ πανταχοῦ τὸ κράτος ἐπακολουθεῖ, ἀλλ’ ἔστιν ὅτε καὶ γίνεται τοῦ τέλους ἀποτυχία. καὶ τὸ αἴτιον ἡ φύσις τῶν ὑποκειμένων· τό τε γὰρ σῶμα τρεπτὸν καὶ ἀλλοιωτὸν κατὰ φύσιν ὑπάρχον, οὐχ ὑπείκει ταῖς κατὰ τὴν τέχνην
30θεραπείαις πολλάκις, ἀλλὰ μοχθηρίας περιουσίᾳ πρὸς
τὴν τέχνην ἀντιπράττει, νικωμένου τοῦ κρείττονος ὑπὸ745

3

.

746

τοῦ χείρονος, καὶ ἡ τῶν ἀνθρώπων προαίρεσις, μωρίας δεχομένη μεταβολὰς, καὶ πρᾶγμα οὖσα, καθά φησι Δη‐ μοσθένης, ἀσταθμητότατον πάντων καὶ ἀσυνετώτα‐ τον, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον, ὅταν τύχῃ
5κινούμενον, οὐ δύναται παρακολουθεῖν πολύν τινα χρόνον τοῖς ἐκ λογισμοῦ λεγομένοις ἢ φαινομένοις εἶναι καλοῖς, ὥστε οὐ παρὰ τὸν λέγοντα ἢ ὑγιάζοντα ἡ ἀποτυχία, ἀλ‐ λὰ παρὰ τὴν φύσιν τῶν ὑποκειμένων ταῖς τοιαύταις δυ‐ νάμεσιν. ἀπαιτούμεθα δ’ οὖν ὅμως τὰ παρ’ ἑαυτῶν
10ἅπαντα εἰσφέρειν. διαφέρει δὲ τὸ πρόβλημα καὶ ἡ πρό‐ τασις τῷ τρόπῳ. οὕτω μὲν γὰρ ῥηθέντος, ἆρά γε τὸ ζῶον πεζὸν δίπουν ὁρισμός ἐστιν ἀνθρώπου, ἢ οὔ; καὶ πότερον τὸ ζῶον γένος ἐστὶν αὐτοῦ, ἢ οὔ; πρόβλημα γί‐ νεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. πᾶσα γὰρ πρότασις
15καὶ πᾶν πρόβλημα ἢ ἴδιον ἢ γένος ἢ ὅρον ἢ συμβεβηκὸς δηλοῖ· καὶ γὰρ καὶ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ γένει τακτέον. ὥστε εἰκότως ἴσα τῷ ἀριθμῷ τὰ προ‐ βλήματα καὶ αἱ προτάσεις εἰσίν· ἀπὸ πάσης γὰρ προτά‐ σεως πρόβλημα ποιήσεις μεταβαλὼν τῷ τρόπῳ. οὕτως
20μὲν οὖν καὶ περὶ διαλεκτικῆς τὰ πρόσφορα τῇ ὑποθέσει ἀποδεδώκαμεν, ἀρχὴν ποιησάμενοι τῶν ὑπὲρ αὐτῆς λόγων τὸ ταὐτὸν τοῦ πιθανοῦ πρὸς τὰς ἐνδόξους προτάσεις· καὶ οἶμαι τοῖς φιλομαθέσι καὶ φιλοκάλοις μὴ περιττὸν ἡμῶν δόξειν τὸ σπούδασμα. Ἐπεὶ τοίνυν ἀποδέδεικται ἡμῖν
25διὰ πλειόνων λόγων, τί τέ ἐστι τὸ πιθανὸν, καὶ τί τὸ ἀληθὲς, καὶ ὅτι ταὐτόν ἐστι τὸ πιθανὸν ταῖς ἐνδόξοις προτάσεσιν, ἔνδοξα δέ εἰσι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτων μάλιστα τοῖς ἐπὶ σοφίᾳ γνωριμωτέροις, γνωριμώτατοι δὲ πάντων ἐπὶ σοφίᾳ
30τῇ τε θεωρητικῇ καὶ πρακτικῇ τυγχάνουσιν ὄντες οἱ τῆς
αὐτοσοφίας τε καὶ αὐτοαληθείας Ἰησοῦ Χριστοῦ, τοῦ746

3

.

747

μόνου ἀληθινοῦ θεοῦ, μαθηταὶ, καὶ τῶν προσεχῶς αὐ‐ τὸν διαδεξαμένων ἀποστόλων διάδοχοί τε καὶ ὀπαδοὶ καὶ ὁμότροποι, Βασίλειος, Γρηγόριος καὶ Ἰωάννης, καὶ οἱ λοιποὶ πάντες, ὅσοι τοῦ αὐτοῦ μετεσχήκασι πνεύματος.
5τούτους ἄρα κυρίως ὁμολογητέον χρήσασθαι τῷ πιθανῷ μετὰ ἀληθείας ἐν τοῖς οἰκείοις συγγράμμασι, καὶ τοὺς αὐτῶν λόγους μὴ πειθώ τινα ἔχειν ἁπλῶς, ἀλλὰ πειθα‐ νάγκην ἄῤῥητόν τε καὶ ἀνεκδιήγητον, καὶ φατέον καὶ πιστευτέον, καὶ ὅ φησί τις τῶν ἁγίων περὶ τοῦ Χρυσο‐
10στόμου πατρὸς, τοῦτο κατὰ κοινὸν περὶ πάντων εὔκαιρον ἀποφήνασθαι, ὡς τὰ θεῖα τούτων συγγράμματα ἐν μί‐ ξει τοῦ ἀληθοῦς τε καὶ τοῦ πιθανοῦ μεμεσουργημένα τυγχάνουσιν.
32ἔφη ὁ Τισίας,
διλημμάτῳ χρησάμενος πρὸς τὸν οἰκεῖον διδάσκαλον· δι‐747

3

.

748

κάζομαί σοι περὶ τῶν μισθῶν· καὶ, εἰ μὲν πείσω μὴ δοῦ‐ ναί με μισθοὺς, ὡς πείσας οὐκ ἂν δώσω· εἰ δὲ μὴ ἰσχύ‐ σω πεῖσαι, πάλιν οὐκ ἂν δώσω· οὐ γὰρ ἐδιδάχθην παρὰ σοῦ τὸ πείθειν· ὁ δὲ Κόραξ ἀντέστρεψεν αὐτόν· δικά‐
5ζομαί σοι κἀγώ· καὶ εἰ μὲν πείσω λαβεῖν με μισθοὺς, ὡς πείσας λήψομαι· εἰ δὲ μὴ πείσω, καὶ οὕτως ὀφείλω λαβεῖν, ὅτι τηλικούτους ἐξέθρεψα μαθητὰς, ὥστε τῶν διδασκάλων ἐπικρατεῖν· ὅθεν ἀπορήσαντες οἱ δικασταὶ ἀνεβόησαν. κακοῦ κόρακος κακὸν ὠὸν, ἤγουν δεινοῦ δι‐
10δασκάλου δεινότερος ὁ μαθητής. Ὅτι κατὰ φύσιν προτάττεται τὸ συμβουλευτικὸν τῶν λοιπῶν δύο εἰδῶν, δείκνυται καὶ ἐκ τῆς τοῦ παντὸς ἀρχαιογονίας· καθὸ θεὸς πρῶτον βουλευσάμενος, θεο‐ πρεπῶς δὲ τοῦτο νοητέον, ἐπὶ τὴν δημιουργίαν ἦλθε τοῦ
15τιμιωτάτου κτίσματος, δηλονότι τοῦ ἀνθρώπου· εἶθ’ οὕτως ἐπὶ τοὺς τῶν δημιουργημάτων ἐπαίνους· εἶδε γὰρ, φησὶν, ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. ἄλλως τε καὶ τὸν νόμον πρῶτον δεδωκὼς τῷ Ἀδὰμ, ὅπερ ἐστὶ τῆς κατὰ νόμου εἰσφορὰν πραγματικῆς ἴδιον, ἥτις
20ὑπὸ τὸ συμβουλευτικὸν εἶδος ἀνάγεται. ὕστερον ἐπὶ τὴν τοῦ παρανομήσαντος ἦλθε δίκην, ὅπερ ἐστὶ τοῦ δικα‐
νικοῦ.748