TLG 0598 016 :: RHETORICA ANONYMA :: Epitome artis rhetoricae

RHETORICA ANONYMA Rhet.
(Varia)

Epitome artis rhetoricae

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 3. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 617–669.

Citation: Volume — page — (line)

3

.

617

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΕΠΙΤΟΜΗ ΡΗΤΟΡΙΚΗΣ.
2 Πολιτικὰ ζητήματα λέγονται γὰρ αἱ στάσεις, ἐξόχως δὲ πολιτικὰ καλοῦνται τὰ ῥητόρων, ὡς πολιτείαις χρειώδη ζητούμενα συχνάκις,
5οὐ μὴν σπανίως καί ποτε κατὰ τῶν φιλοσόφων. Σημείωσαι τὸν κάλλιστον ἐν πανηγύρει λόγον. ὡς ἡδονὴν καὶ μέγεθος καὶ τὸ σαφὲς καὶ κάλλος ἔχειν χρεὼν καὶ μίμησιν σὺν τούτῳ τῶν προσώπων. καὶ ὅσα ἥ τε ποίησις καὶ ἡ λογογραφία
10ἔχουσι πλεονάζοντα σὺν ἱστοριογράφοις. τὸ ζήτημα καὶ πρόβλημα καὶ ὅρος δὲ καλεῖται μελέτη καὶ ὑπόθεσις καὶ γύμνασμα καὶ πλάσμα. ἐπείπερ ἡ διάγνωσις τῶν στάσεων ἐγράφη, καὶ κοινωνίαν στάσεων ἤδη σοι παραδώσω.
15ἐν πᾶσι τοῖς ζητήμασι τρία ὁρᾶται ταῦτα· οὐσία, ἰδιότης τε καὶ σὺν αὐταῖς ποιότης. οὐσία μὲν ὁ πράξας τε ὑπάρχει καὶ τὸ πρᾶγμα· ἡ ἰδιότης δέ ἐστι τοῦ πράγματος ἡ κλῆσις. ἡ δὲ ποιότης τὸ ποιὸν τοῦ πράγματος ὑπάρχει,
20δίκαιον εἴτουν ἄδικον, ἀσύμφορον, συμφέρον, τριῶν ἐν τοῖς ζητήμασι τούτων καθορωμένων ἓν τούτων ἀφανές ἐστι, τὰ δύο φανερὰ δέ. ἡ ζήτησις συνίσταται περὶ τοῦ ἀφανοῦς δέ·
κἂν ἡ οὐσία ἀφανὴς, ἡ στάσις στοχασμὸς μέν.617

3

.

618

εἰ δ’ ἰδιότης ἀφανὴς, ὅρος ἐστὶν ἡ στάσις. εἰ δ’ ἡ ποιότης ἀφανὴς, εὕρῃς τὰς ἄλλας στάσεις· αὕτη πασῶν τῶν στάσεων κοινότης, ἑτερότης· τῷ ἀφανεῖ γὰρ σύμπασαι ἑκάστῃ κοινωνοῦσιν.
5ὅμως καὶ διαφέρουσιν, ὡς εἴπομεν, ἀλλήλων, τῷ στοχασμῷ μὲν ἀφανῆ τυγχάνειν τὴν οὐσίαν, ὅροις τὴν ἰδιότητα, ποιότητα ταῖς ἄλλαις.
8tΔιάγνωσις τῶν στάσεων σαφὴς ἠκριβωμένη.
9Πᾶν πρᾶγμα τὸ προκείμενον εἰς ἔτασιν καὶ κρίσιν
10ἢ ἀφανὲς καὶ στοχασμὸς πάντως ἐστὶν ἡ στάσις. ἢ φανερὸν καὶ τοῦτό γε διχῆ διαιρετέον· ἢ ἀτελὲς, καὶ γίνωσκε τότε τὴν στάσιν ὅρον, ἢ τέλειον, [καὶ] κάλει μοι ποιότητα τὴν κλῆσιν· ἡ δὲ ποιότης αὕτη μὲν ἔχει τὰς συζυγίας.
15ἢ περὶ πρᾶγμα καὶ ποιεῖ τὰς λογικὰς τὰς στάσεις ἡ περὶ πρᾶγμα ζήτησις διχῆ διαιρουμένη στάσεις ποιεῖ πραγματικὰς, ἄνπερ ζητῇ τὸ μέλλον, ἂν δ’ ἤδη τι προγεγονὸς, τὴν δικαιολογίαν. ἢ πάντως περὶ τὰ ῥητὰ, τὰς νομικὰς ποιεῖ δέ.
20ἡ νομικὴ ποιεῖ γε δὲ περὶ ῥητὸν ποιότητα διαιρουμένη τε τριχῶς τάσδε ποιεῖ τὰς στάσεις. ῥητὸν μὲν καὶ διάνοιαν ἥ τι ῥητὸν ζητοῦσα. εἰ τῷ ῥητῷ δ’ ἀμφισβητεῖ κατὰ τὸ πρόσωπον. ἀμφιβολία τε ποιεῖ τὴν δωδεκάτην στάσιν·
25συλλογισμὸν δὲ τῷ ῥητῷ συνάγουσά τι πρᾶγμα, ἄγραφος ἰσοδύναμος δείκνυται τῇ ἐγγράφῳ. ἀντιτιθεῖσα νόμους δὲ ποιεῖ ἀντινομίαν. ἡ δικαιολογία δὲ διχῆ διαιρουμένη ἄνπερ ζητῇ τι γεγονὸς, πλὴν μὴ κεκωλυμένον,
30ἀντίληψιν ἐργάζεται τὴν στάσιν τὴν τετάρτην.618

3

.

619

ἂν δέ τι κωλυόμενον, ποιεῖ τὰς ἀντιθέσεις. ἀντιτιθείς τις εἰς αὐτὸν δεχόμενος τὸ πρᾶγμα, στάσις ἀντίστασιν ποιεῖ, πέμπτην λαχοῦσα τάξιν. ἂν δ’ εἰς ἀνεύθυνον, ποιεῖ τὴν στάσιν τὴν συγγνώμην.
5ἄνπερ δ’ εἴς τι τῶν ἔξωθεν ἀντιτιθῇ τοὺς λόγους, εἰς τὸν παθόντα μὲν ποιεῖ ἀντέγκλημα τὴν στάσιν. εἰς ἄλλο δ’ ἂν ὑπεύθυνον μετάστασις ἡ στάσις. τῆς δέ γε μεταλήψεως διάγνωσις ἑτέρα· ἄνπερ ζητῶμεν εἰσελθεῖν εἰς δέον τὸν ἀγῶνα,
10παραγραφὴ γὰρ φαίνεται διχῆ διαιρουμένη. εἰς ἄγραφον ἀπὸ ῥητοῦ καταρχουμένη πάντων. περὶ τὴν περίστασιν δὲ ζήτησιν κεκτημένην. καὶ σὺν αὐτῇ πρὸς ἔγγραφον παραγραφὴν τελείαν ἀπὸ ῥητοῦ περὶ ῥητὰ ζήτησιν κεκτημένην.
15αʹ. στοχασμός. βʹ. ὅρος. γʹ. πραγματική. δʹ ἀντίληψις. εʹ. ἀντίστασις. ϛʹ. ἀντέγκλημα. ζʹ. μετάστασις. ηʹ. συγ‐ γνώμη. θʹ. ῥητὸν καὶ διάνοια. ιʹ. συλλογισμός. ιαʹ. ἀν‐ τινομία. ιβʹ. ἀμφιβολία. ιγʹ. μετάληψις.
19tἩ τάξις τῆς ἀναγνώσεως.
20 Τῶν στάσεων βιβλίον δὲ πρόκειται τῶν ἑτέρων· εὑρέσεων καὶ ἰδεῶν, δεινότητος μεθόδου, ὅτι τὸ περὶ στάσεων ἀναλογεῖ βιβλίον ἐμψύχῳ ζώῳ φέροντι καὶ μόρια καὶ μέρη, σὺν τούτοις ἅμα καὶ μορφήν· σὺν τῇ μορφῇ καὶ τρόπους.
25χρὴ δὲ διδάσκειν πρότερον περὶ τοῦ ὅλου ζώου, οὗπερ εἰκὼν, ὡς ἔφημεν, τὸ στάσεων βιβλίον, διδάσκων εἶναι τέσσαρα μέρη τελείου λόγου, προοίμιον, διηγήσεις, ἀγώνων ἐπιλόγους, καὶ τούτων πάλιν μέρη δὲ, ἃ μόρια τοῦ ὅλου
30τοῦ προοιμίου τέσσαρα, ὧνπερ αἱ κλήσεις αἵδε·
πρότασις καὶ κατασκευὴ, ἀξίωσις καὶ βάσις,619

3

.

620

τρία τῆς διηγήσεως, ἅπερ καλοῦμεν τρόπους, ἁπλοῦν καὶ ἐγκατάσκευον καὶ τῶν ἐνδιασκεύων. μέρη δὲ τὰ κεφάλαια τυγχάνει τῶν ἀγώνων, αἱ τούτων δὲ εἰσαγωγαὶ ὁμοίως δὲ καὶ λύσεις.
5τῶν ἐπιλόγων μέρη δὲ κατ’ ἴσον ἐστὶ τούτοις, ἡ ἀνακεφαλαίωσις τῶν λυσιτελεστάτων· οὕτω μὲν οὕτω πρόκειται τῶν στάσεων ἡ βίβλος, οἷά περ οὖσα μίμημα σώματος ὁλοκλήρου. ἡ δὲ περὶ εὑρέσεων εὐθέως δευτερεύει,
10ὡς μέρη καὶ τὰ μόρια διδάσκουσα τοῦ ὅλου. τὴν τρίτην τάξιν φέρει δὲ τῶν ἰδεῶν ἡ βίβλος, οἷα μορφὰς διδάσκουσα καὶ κάλλη τὰ τοῦ λόγου. τὸ δὲ περὶ δεινότητος μεθόδου τελευταῖον, ὡς ὂν ἠθῶν εἰκόνισμα καὶ τρόπων ῥητορείας.
15τὸ ὅλον σῶμα λέγεις γὰρ, εἶτα τὰ μέρη τούτου. τρίτην δὲ γράψεις τὴν μορφήν· τετάρτην τε τοὺς τρόπους.
17tΤὰ ἐξεταζόμενα πρόσωπα.
18 αʹ. τὰ ὡρισμένα καὶ κύρια, οἷον Περικλῆς. βʹ. τὰ πρός τι, πατὴρ, υἱὸς, δεσπότης, δοῦλος. γʹ. διαβεβλημένα, οἷον
20ἄσωτοι, μοιχοί. δʹ. τὰ ἠθικὰ, οἷον γεωργοὶ, λίχνοι. εʹ. τὰ κατὰ συμπλοκὴν πρόσωπα καὶ πράγματα, οἷον μειράκιον καλλωπιζόμενον. ϛʹ. τὰ ἁπλᾶ προσηγορικὰ, οἷον στρατη‐ γὸς, ῥήτωρ.
24tΤὰ πράγματα.
25 αʹ. εἰς ἅ τις αὐτὸς ἐποίησε κρίνεται. βʹ. εἰς ἃ ἕτεροι ἐποίησαν, ἀντικρὺς δὲ ἀναφέρεται πρὸς ἑτέρους. γʹ. εἰς ἃ ἕτεροι ἐποίησαν, ἐξ ὑπονοίας δὲ ἀναφέρεται πρὸς ἕτερον. Ἑκάστην στάσιν διαιρεῖ γ’ ὅλον τι πεφυκυῖαν εἰς μέρη τὰ κεφάλαια τὰ προσφυῆ ἑκάστῃ,
30ἅπερ καὶ κυριώτατα κεφάλαια ἐκλήθη,
ἢ ἃ ἠτυμολόγηνται κεφάλαια καλεῖσθαι620

3

.

621

ἐξ ἐτύμου τῆς κεφαλῆς τοῦ μέρους τοῦ τιμίου. ὡς περιέχει γὰρ αὐτὴ τὰς πέντε τὰς αἰσθήσεις, οὕτω καθ’ ἓν κεφάλαιον τὰ πέντε περιέχει ἐπιχειρήματα ὁμοῦ καὶ ἐργασίας τούτων,
5αὐτά τε ἐνθυμήματα μετ’ ἐπενθυμημάτων· καὶ τὸ πλαστὸν δὲ σὺν αὐτοῖς, εἰ μὴ γὰρ πάντα σχοίη, οὐδὲ κεφάλαιόν ἐστι καλούμενον κυρίως. ἀλλὰ ψευδοκεφάλαιον ὡς τὰ προγυμνάσματα· κεφάλαια δὲ λέγονται οἱ τόποι τῶν ἀγώνων.
10ὥσπερ ἀποδεικνύουσι κατασκευαῖς τὸ πρᾶγμα. τὸ δὲ ἐκ τῶν εὑρέσεων γίνονται αἱ προτάσεις. τοιοῦτον κέκτηνται τὸν νοῦν καθ’ ἡμετέραν γνώμην· πρῶτον εὗρεν ἁρμόδιον πάντων τὰς ὑπολήψεις, προσώπων καὶ πραγμάτων τε καὶ τῶν λοιπῶν ὁμοίως.
15καὶ πρὸς ἐκείνοις πρότασιν ποιεῖ τῶν προοιμίων, εἰτ’ οὖν ἐξ ὑπολήψεως εἴτε καὶ ἀπὸ χρόνου. τὸ γὰρ ἐκ διαιρέσεως καὶ ἐκ περιουσίας πάντως ἐξ ὑπολήψεως οὐχ ἕτερα τυγχάνει. φησὶ γοῦν πρὸς τὴν εὕρεσιν ποιοῦ καὶ τὰς προτάσεις,
20καὶ μὴ μακρόθι τοῦ σκοποῦ τοῦ προκειμένου λέγε. παράληρα, ἀλλόκοτα καὶ πόῤῥω τῆς ἐννοίας. δριμύτης προοιμίου γὰρ ἡ πρότασις ὑπάρχει. τοῦτο μὲν τεχνικώτατον προοίμιον ὑπάρχει. οὗ πρότασις ἐφάψεται συμπάσης τῆς ἐννοίας,
25κἀκ τῆς ἀρχῆς κατάδηλον ἀκροαταῖς ποιήσει· ὡς Γρηγορίου ταῖς γραφαῖς· „τί δαὶ οἱ Μακκαβαῖοι, τούτων γὰρ ἡ παροῦσα νῦν πανήγυρις ὑπάρχει.“ ἀπὸ καιροῦ προοίμιον τυγχάνει πως τοιοῦτον,
τὸ ἔχον πρᾶγμα προπραχθὲν, ὅ τις ζητεῖ γενέσθαι,621

3

.

622

ὡς ἔχει τὸ προοίμιον Παύλου τοῦ ἀποστόλου· θεὸν τοῖς Ἀθηναίοις γὰρ ἐκεῖθεν καταγγέλλων ὡς εὗρεν ἕν τινι ναῷ ἐκεῖσε γεγραμμένον, „βωμὸς καθιερώθη μὲν οὗτος θεῷ ἀγνώστῳ,“
5ποιεῖται τὸ προοίμιον πρὸς Ἀθηναίους λέγων· ἄνδρες, ἐγὼ νῦν τὸ δοκεῖν θεὸν ὑμῖν ἀγγέλλω, τῇ δ’ ἀληθείᾳ δ’ ὑφ’ ὑμῶν ὑμῖν αὐτοῖς ἠγγέλθη, ὁπότε τὸ ἐπίγραμμα ἐν τῷ βωμῷ ἐγράφη. βωμὸς καθιερώθη μὲν οὗτος θεῷ ἀγνώστῳ.
10τοῦτον τὸν ἄγνωστον θεὸν σέβεσθαι τοιγαροῦν μοι αὐτὸν ὑμῖν οὐχ ἕτερον, ἐγὼ γὰρ καταγγέλλω. εὔθικτα καὶ δριμέα μέν ἐστιν ἐφευρημένα τὰ ἐκ τῆς διαιρέσεως προοίμια· εἰπέ σοι τινὶ τῶν ὑποθέσεων τεθέντα καταλλήλως.
15ἠκονημένα καὶ λαμπρὰ καὶ τμητικὰ τυγχάνει. τοῦτ’ ἔστιν ἐναργέστατα καὶ τῶν δραστικωτάτων, ἢ μεταχείρισιν καλὴν καὶ θίξιν κεκτημένα, ὀξύτατον τὸν ῥήτορα καὶ δεξιὸν δεικνύντα. τῷ δὲ ἰῶτα εὔθικτα πρέπει καὶ τὸ δριμέα,
20τὰ ἐκ τῆς διαιρέσεως προοίμια τοιαῦτα, πλὴν τῶν ἐξ ὑπολήψεως φέρει τὰ δευτερεῖα. τῶν γὰρ ἐξ ὑπολήψεως ἡ ἐπιτηδειότης ἐν πᾶσι τοῖς ζητήμασιν ἐμφαίνεται συνοῦσα καὶ σύμπασι τοῖς εἴδεσι τῶν πάντων προοιμίων,
25τῶν ἐκ τῆς διαιρέσεως, τῶν ἐκ περιουσίας. σὺν τούτοις καὶ τοῖς ἐκ καιροῦ φαίνεται προοιμίοις τὰ δ’ ἐκ τῆς διαιρέσεως φαίνεται σπανιάκις. καλεῖται τὸ προοίμιον ἀπὸ περιουσίας, ὅτι κατὰ περίσσειαν ἐπιχειρεῖ ὁ λέγων,
30καὶ εὐπορίαν κέκτηται καὶ πλατυσμὸν τοῦ λόγου.
ὁ σθένων τὸν φονέα γὰρ εἶναι καὶ δήμου βλάβην622

3

.

623

παρεὶς τὴν [τοῦ] δήμου βλάβην καὶ μόνον ὡς φονέα ἔλκων ποιεῖ προοίμιον ἀπὸ περιουσίας.
3tΔιαφορὰ τῶν διαιρέσεων καὶ περιουσίας
4tπροοιμίων.
5 Ἐκ μὲν τῆς διαιρέσεως προοίμιον ποιῶν τις τὰ δύο ἀδικήματα ὁμοῦ περιλαμβάνει. τοῖς ἐκ περιουσίας δὲ τὸ ἓν περιλιμπάνει. δύο μὲν ἐκ τοῦ πράγματος προοίμια ποιεῖ τις, ἢ γὰρ καλὸν ἢ γὰρ κακὸν πάντως ἐστὶ τὸ πρᾶγμα.
10ἐκ τοῦ προσώπου δὲ πολλὰ προοίμια ποιεῖ τις. πολλαὶ καὶ γὰρ ὑπάρχουσι προσώπων ὑπολήψεις. ἐν τοῖς δικαστηρίοις γὰρ φροντὶς ἦν συντομίας καὶ τοῦ τὰ καίρια εἰπεῖν· ἔλεγον γὰρ πρὸς ὕδωρ. ἐν δὲ ταῖς πανηγύρεσιν οὔ τις φειδὼ πλατύνειν.
15 Σύγκειται πᾶν προοίμιον· τῶν πανηγυρικῶν δὲ πολλὰ τῶν προοιμίων δὲ τυγχάνει τῶν ἑτέρων. ἄλλα μὲν ἐκ προτάσεων μόνον συντεθειμένα, ἄλλα δ’ ἀπὸ προτάσεως κατασκευῆς τε μόνης, τινὰ δὲ καὶ ἀπόδοσιν σὺν ταῖς δυσὶ λαμβάνει.
20τὰ δέ γε πανηγυρικὰ τέσσαρα φέρει μέρη· πρότασιν καὶ κατασκευὴν, ἀπόδοσιν καὶ βάσιν. διώνυμον δ’ ἀπόδοσις ἔλαχε κλῆσιν φέρειν. καλεῖται γὰρ ἀπόδοσις ἅμα σὺν ἀξιώσει. ὅταν οὖν λέγῃ τις θαῤῥῶν, ἀπόδοσις καλεῖται.
25ἀξίωσις δὲ λέγεται, ὅταν τις ἱκετεύῃ. ταύτην φασὶ διαφορὰν εἶναι τῶν δύο τούτων· καὶ μέμφονται τῷ τεχνικῷ ὡς ἓν δοκοῦντι ταύτας. οὐ λέγει τὴν ἀπόδοσιν ἀξίωσιν ὑπάρχειν. τὸ πρᾶγμα δ’ ὅ τις βούλεται καὶ ἀξιοῖ γενέσθαι·
30ὅσα, φασὶ, προοίμια δικανικὰ τυγχάνει, σχοινοτενέσι καὶ μακροῖς ταῦτα χρὴ κώλοις λέγειν.
τὰ γὰρ σχοινοτενῆ κῶλα διὰ τὴν ἀστιξίαν623

3

.

624

συντόμως μᾶλλον λέγονται τῶν κομματικωτάτων. τὰ γὰρ κομματικὰ κῶλα στιγμῆς τι συνέχοντα, ποιοῦσι τὴν ἀνάγνωσιν τοῦ λόγου βραδυτέραν. πρεσβύτερα καὶ χρήσιμά εἰσι τῇ ὑποθέσει.
5ἂν μὲν κατηγορῇς τινος, τὰ προπραχθέντα φαῦλα. ἂν δ’ ὑπερηγορῇς τινος, χρηστὰ τὰ προπραχθέντα. καὶ ὡρισμένον πρόσωπον εἴη τὸ κρίσιν ἔχον. ἐν πάσαις ὑποθέσεσιν ἔχομεν ἱστορίαν, ἤγουν ἔθνος πατρίδα τε προγόνους καὶ πατέρα,
10κἄν τε τὴν προδιήγησιν ποιήσομεν τῷ τότε, ἀπὸ τοῦ φθάσαντος βίου αὐτοῦ παραλαβόντες, ὁπόσα χρησιμεύοντα καθέστηκεν ἐκ τούτου τῇ προκειμένῃ συμβουλῇ· εἴτε μὴν καὶ τῇ κρίσει. ἂν δὲ [τὸ] πρόσωπόν ἐστι τῶν ἀορισταινόντων
15μὴ κεκτημένον προφανῆ καὶ δήλην ἱστορίαν, ποιοῦντες προδιήγησιν ἢ στοχαστικωτέρως τὰ χρήσιμα προσλάβωμεν τοῦ προλαβόντος βίου. ἢ σχήματι χρησόμεθα παραλειπτικωτέρῳ. τουτέστιν παραλείψομεν τὸν προλαβόντα βίον·
20οἷον ἐῶ τὸν πρότερον τούτου νῦν λέγειν βίον. ὡς οὖν ἐν τοῖς προσώποις μέν εἰσι τοῖς ὡρισμένοις αἱ ἱστορίαι προφανεῖς καὶ πράξεις αἱ πραχθεῖσαι. καὶ δρῶμεν προδιήγησιν ἐν τοῖς τοιούτοις πᾶσιν, λαβόντες πᾶν τὸ χρήσιμον τοῦ προλαβόντος βίου,
25ἢ τῷ κατὰ παράλειψιν σχήματι κεχρημένοι, οὕτω κἀν τοῖς προβλήμασι χρὴ δρᾷν τοῖς δημοσίοις. καὶ τοῖς ἰδιωτέροις δὲ κατ’ ἴσον τοῖς ῥηθεῖσι. πρόβλημα [μὲν] δημόσιον πόλεως ὅλης δίκη, ἢ ἔθνους ἢ καὶ δήμου δὲ, εἴτε τινὸς χωρίου.
30πρόβλημα δ’ ἐστὶν ἰδικὸν ἑνὸς ἀνθρώπου δίκη. εἴτε τριῶν τεττάρων τε εἴτε μὴν καὶ πλεόνων. δεῖ γοῦν τὴν προδιήγησιν ἐν μὲν τοῖς δημοσίοις
ποιεῖν, ὡς προειρήκαμεν, προσώποις ὡρισμένοις.624

3

.

625

ἔχεις ἐν τούτοις πράξεις γὰρ δήλας καὶ ἱστορίας, ἐν δ’ ἰδικοῖς ζητήμασιν, ὡς ἐν τοῖς ὡρισμένοις, εἴτουν στοχαστικὴν τελεῖ, εἴτε καὶ παραλείψει. Τὸ ἀπ’ ἀρχῆς εἰς τελεσμὸν οὐδὲν ἄλλο τυγχάνει,
5ἢ σύντομος ἀφήγησις πράγματος ἠὲ λόγου, δι’ οὗ τὸ δικαστήριον κρίσις τε συνέστηκε. αἱ δὲ τῶν νόμων εἰσφοραὶ καὶ λύσεις αἱ τῶν νόμων αἱ μετὰ περιστάσεως ἤγουν αἱ γυμνασίαι, τουτέστιν αἱ πραγματικαὶ, ταύτας καλεῖ γὰρ οὕτω.
10τίς δὲ περίστασίς ἐστιν οἶδας ἀκριβέστατα, καὶ τίνι διαφέρουσι πραγματικὴ καὶ θέσις. ἡ μὲν τελεῖ γὰρ γύμνασμα καὶ στάσιν τῶν τελείων, ἡ θέσις δὲ προγύμνασμα καὶ τῶν ἀτελεστάτων. αἱ δὲ τῶν νόμων εἰσφοραὶ, καλῶς οὕτως εἰρήκει·
15ποτὲ καὶ γὰρ εἰσφέρομεν καὶ ἀκυροῦμεν ἅμα τὶ μέρος νόμου φέροντες, τι δὲ καὶ ἀκυροῦντες. οἷον φονεύειν τοὺς μοιχοὺς ἐπ’ αὐτοφώρῳ νόμος, εἰσφέρομεν τῷ νόμῳ γὰρ τότε συνηγορίαν, καλλίστως ἔχει, λέγοντες, κτεῖναι μοιχοὺς κελεύων.
20ἐκφέρομεν τοῦ νόμου δὲ τούτου καὶ ἀκυροῦμεν τὸ τοὺς μοιχοὺς φονεύεσθαι καὶ παρὰ τοῦ τυχόντος. τὰς κρίσεις δὲ μὴ γίνεσθαι παρὰ τῶν δικαζόντων. Πέντε δὲ διηγήσεως τῶν πλατυσμῶν οἱ τρόποι· πράγματα τὰ πραττόμενα, αἰτίαι πραττομένων
25καὶ τὰ παραλειπόμενα καὶ αἱ αἰτίαι τούτων. καὶ σὺν αὐτοῖς οἱ λογισμοὶ, ἕκαστον δὲ τῶν πέντε περιγραφαῖς πλατύνεται καὶ ἐν ταῖς ἑρμηνείαις. περιγραφὴ ταὐτὸν δ’ ἐστὶν ὁμοῦ καὶ ἑρμηνείᾳ, ἐννοίας μεταποίησις ἐν πλείοσι τοῖς κώλοις.
30εἰ γὰρ τρισὶ καὶ τέτρασι καὶ πλείοσι τοῖς κώλοις625

3

.

626

τῶν πέντε τούτων ἕκαστός τις πλατυνεῖ συγγράφων, εἰς ὅσον ἡ διήγησις παρεκταθῇ τὸ μῆκος. τινὲς καὶ ἐκ τῶν σὺν αὐτοῖς ἄλλον διδοῦσι τρόπον, πλατύνοντα διήγησιν, τὰς λογισμῶν αἰτίας.
5 Παρατηρητέον καὶ τὰ πραττόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς καὶ πάντα ἐν πολ‐ λοῖς κώλοις καὶ ποικίλοις λέγειν δυνάμεθα. Εἰ δὲ τρόπος ἐν διηγήσει τῶν πεπραγμένων πλατύ‐
10νοιτο, διασκευάζεται τὸ πρόβλημα καὶ οὐχ ἁπλῶς διη‐ γεῖται. Εἰ τρόπος δὲ πλατύνοιτο πραγμάτων διηγήσει, τοιοῦτός τίς ἐστιν ὁ νοῦς ῥητοῦ τοῦ προκειμένου. εἰ πλάτος ἡ διήγησις οἷς ἔφημεν προλάβοι,
15τοῖς τε παραλειφθεῖσί τε καὶ τούτων ταῖς αἰτίαις, καὶ λογισμοῖς καὶ λογισμῶν ὁμοίως ταῖς αἰτίαις, καὶ πᾶσα δὲ περίστασις αἰτίαις πλατυνθεῖσα, καὶ τοῖς παραλειφθεῖσί τε καὶ λογισμῶν αἰτίαις ἁπλῆν ποιεῖ διήγησιν οὐ τῶν ἐνδιασκεύων.
20εἰ πλατυνθῇ τοῖς τρόποις δὲ, τουτέστιν πῶς ἐπράχθη, τότε ποιεῖ διήγησιν ἐκ τῶν ἐνδιασκεύων, τουτέστιν προδεικνύουσαν ἐκφράζουσαν τὸ πρᾶγμα, ἣ ποιηταῖς ἁρμόδιός ἐστιν καὶ πανηγύρει. ἁπλῆν τὴν ἐγκατάσκευον διήγησιν νῦν λέγει,
25ἣ καὶ προσθήκης ἄνευθε διήγησις καλεῖται ὡς ὄντως καὶ κυρίως τε καὶ ῥητορικωτάταις κατασκευαῖς τῶν αἰτιῶν ἃ λέγει τὸ πρακτέον. Κείμενον. Ὅταν μὲν οὖν ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν
30δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει. οὐ δεῖται γὰρ ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχυρὸν πρᾶγμα. Αἰτία μὲν κατασκευάζει διήγησιν· τρόπος δὲ διασκευ‐
άζει· οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τὸν λόγον ὁ ῥήτωρ, ἢ626

3

.

627

τὰ πράγματα λέγων αὐτὰ ψιλὰ, ἃ ἔπραττον ἐκεῖνοι· γυ‐ μνὰ γάρ τοι λεγόμενα πλέον ἰσχὺν ἔλαβεν ἢ εἴτις αὐτὰ ἐκόσμει λόγοις. Ἀγῶνα νῦν ὁ τεχνικὸς προθέμενος διδάξαι
5οὐ μάτην προκατασκευὴν διδάσκει καὶ τυχαίως, ἀλλ’ ὥσπερ πρὶν διήγησιν παραδιδόναι μέλλων περὶ προδιηγήσεως ἐδίδαξεν ἐντέχνως, οὕτως καὶ νῦν κατασκευὰς ἢ νῦν ἀγῶνας γράφων τὰς προκατασκευὰς αὐτῶν πρῶτον εὐθέως λέγει,
10καὶ ὅτι τὰ κεφάλαια, ὥσπερ ὁ Τζέτζης λέγει, σχήματα τῆς προκατασκευῆς τίθησί πως διδάξειν. ποῖα φασὶν κεφάλαια πολλοῖς διηπορήθη οἱ μέν φασι τῶν στάσεων οἱ δ’ ἕτεροι τοιαῦτα, ἐγὼ δὲ νῦν κεφάλαιον λέγω καλεῖσθαι πάντα,
15ἅπερ ὁ λέγων κέκτηται σκοπῶν ἀναδιδάξαι, εἴτε τινὸς τῶν στάσεων ἢ πράγματος ἑτέρου. κεφάλαια γὰρ λέγονται οἱ τόποι τῶν ἀγώνων, ἅπερ ἀποδεικνύουσι κατασκευαῖς τὸ πρᾶγμα. τρεῖς ἁπασῶν τῶν λύσεων τοὺς τρόπους εἶναι νόει,
20ἐνστάσεις ἅμα σὺν αὐταῖς τὰς ἀντιπαραστάσεις, καὶ τρίτον δὲ τὸ βίαιον ἰσχύον ὑπὲρ ταύτας. τεθὲν ἐχθρὸν κεφάλαιον λύσεις γὰρ πρῶτον δέον εἴτουν ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσει, εἴτε κατὰ τὸ βίαιον ἢ πᾶσιν ἅμα τούτοις.
25ὁ περὶ Ἁλοννήσου μὲν λόγος τοῦ Δημοσθένους τοιοῦτον κέκτηται τὸν νοῦν· Ἁλόννησον τὴν νῆσον λῃσταὶ κατεῖχον πρότερον οὖσαν τῶν Ἀθηναίων. οὓς ἐκβαλὼν ὁ Φίλιππος τοῖς Ἀττικοῖς ἐδίδου. ὡς οὖσαν πάντως ἑαυτοῦ, ἐπιστολήν τε γράφει,
30πρὸς ἣν ὁ ῥήτωρ ἔγραψεν ἐπιστολὴν τὸν λόγον,
μὴ δοῦναι δὲ τὸν Φίλιππον, ἀλλ’ ἀποδοῦναι μόνον.627

3

.

628

δοῦναι γὰρ τὸ χαρίσασθαι, ὅ τίς ποτε οὐκ εἶχεν, τὸ ἀποδοῦναι δὲ δηλοῖ τὸ προληφθὲν ἐκστῆσαι. τοῦτο κατασκευάζει γοῦν ὁ ῥήτωρ Δημοσθένης, καὶ λύει τὸ κεφάλαιον τὸ προτεθὲν Φιλίππῳ
5προτάσει καὶ ὑποφορᾷ, ἀντιπροτάσει, λύσει. λύσις τῆς ἀντιθέσεως ἔναντι παραστατεῖ. οὔσης γὰρ τῆς ὑποφορᾶς τοῦ λόγου τοῦ Φιλίππου, ὅτι λῃστάς πως ἐξελὼν ἐκτήσατο τὴν νῆσον, ὁ Δημοσθένης συνδραμὼν τῷ ἐκ λῃστῶν ἑλέσθαι
10λύει ἀντιπαράστασιν τοιαύτην ἐπιφέρων. Οἷον ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς κ. τ. λ.
13 Λύειν δὲ τὰ κεφάλαια χρεὼν τῶν ἀντιδίκων προτάσει καὶ ὑποφορᾷ, ἀντιπροτάσει, λύσει.
15τῇ λύσει δ’ ἐπιχείρημα ἐπάγομεν εὐθέως. τῷ δὲ ἐπιχειρήματι φέρομεν ἐργασίαν, τῇ δ’ ἐργασίᾳ προσλαβεῖν ἐνθύμημά πως δέον, τῷ δέ γε ἐνθυμήματι δέον ἐπάγειν πάλιν ὁμοῦ τε ἐπενθύμημα καὶ τὸ πλαστὸν σὺν τούτοις.
20παντὸς δὲ οἵας δή τινος στάσεως κεφαλαίου ἓξ τρόπους εἶναι γίνωσκε τῶν ἐπιχειρημάτων, πρόσωπον, πρᾶγμα, χρόνον τε, τρόπον, τόπον, αἰτίαν. ἕκαστον δ’ ἐπιχείρημα ἓξ ἐργασίας ἔχει· ἐξ ἴσου, ἐναντίου τε, μείζονος, μικροτέρου,
25παραβολῆς σὺν τούτοις τε καὶ τῶν παραδειγμάτων, ἑκάστη ἐργασία δὲ ἓξ ἐνθυμήματ’ ἔχει, συγκριτικῷ τῷ σχήματι παραλαμβανομένη, ἐκ τόπων περιστατικῶν ἓξ τῶν προλελεγμένων, προσώπου, χρόνου, πράγματος, αἰτίας, τόπου, τρόπου.
30οὕτω μὲν τὰ κεφάλαια λύομεν ἀντιδίκων, οὕτω καὶ τὰ ἡμέτερα εἰσάγομεν ὁμοίως, ἄνευ μὲν τῆς προτάσεως καὶ τῆς ὑποφορᾶς δὲ,
καὶ τῆς ἀντιπροτάσεως καὶ λύσεως σύναμα628

3

.

629

ἁπλῇ κατασκευάζοντες τῇ θέσει καὶ πιστοῦντες ἐξ ἐπιχειρημάτων τε καὶ τούτων ἐργασίας καὶ τῶν ἐνθυμημάτων γε τῶν ταύτας κρατυνόντων. πόθεν ἐπιχειρήματα ἐκλήθησαν αἱ πίστεις,
5αἱ ἀπὸ περιστάσεων πιστούμεναι τὸ πρᾶγμα; ἀπὸ τῆς χειρὸς, καὶ ἰσχὺς ὄντως ἡμῖν ὑπάρχει κατασκευαῖς καὶ λύσεσιν αὐταῖς τῶν κεφαλαίων. ἐν λόγοις τε καὶ πράγμασι, δίκαις καὶ ὑποθέσει, ἐν τοῖς τρισὶ τοῖς εἴδεσι τοῖς κατὰ ῥητορίαν
10μήτηρ ἐστὶ περίστασις τῶν ἐπιχειρημάτων. ἐν λόγοις ἐγκωμίων μὲν, τουτέστιν πανηγύρει, πράγμασι συμβουλευτικοῖς δίκαις δικανικαῖς δὲ, ἁπλῶς ἐν ὑποθέσει δὲ πᾶσι παντὶ τῷ βίῳ τὰ περιστατικά εἰσι τὸ κράτος κεκτημένα.
15ἔξω γὰρ τούτων τι πραχθὲν εἴτε λεχθὲν οὐ χαίροις. λέγουσι δ’ οἱ φιλόσοφοι καὶ ἕβδομον τὴν ὕλην. ὕλην δ’ ἐγὼ τὸ ὄργανον λέγω, μεθ’ οὗ καὶ δρᾷ τι, ξύλον, ξίφος ἢ ῥόπαλον ἢ φάρμακον ἢ βρόχον. εἴτε τι τοιουτότροπον ὀργάνων τῶν μυρίων.
20ὕλη δ’ ἑτέροις ἔδοξε τὰ παρακολουθοῦντα. καὶ τῶν προσώπων ὕλη μὲν καὶ παρακολουθοῦντα γένος, γονεῖς, ἀνατροφὴ, τὸ κράτιστον αἱ πράξεις. χρόνου δὲ ὕλη νύξ ἐστιν ὄρθρος ἢ μεσημβρία. τόπου δὲ ἡ ἀκρόπολις ἢ ἱερὸν ἢ ἄλσος.
25εἰσάγεις κατὰ θέσιν μὲν τὸ σὸν κατασκευάζων, τὸ τῶν ἐχθρῶν κεφάλαιον λύεις κατ’ ἀντιθέσεις. τῶν παλαιῶν δὲ γίνωσκε δύνασθαι μαρτυρίας ἐργασιῶν οὐκ ἔλαττον ἀλλ’ ἰσοσθενεστάτως. Ἰστέον ὅτι μετὰ τὸ κεφάλαιον ἐμπίπτει τὸ ἐπιχείρη‐
30μα, μετὰ δὲ τὸ ἐπιχείρημα ἡ ἐργασία, μετὰ δὲ τὴν ἐργασίαν τὸ ἐνθύμημα. Ἔστι δὲ ἐνθύμημα λύσις μετ’ ἐπιχειρη‐ μάτων καὶ εἰς ἐργασίαν πίπτον.
Ὡς πρὸς τὸ ἐπιχείρημα συγκρίνον ἐργασίαν.629

3

.

630

τῷ δὲ ἐπιχειρήματι τὸ πλέον ἀπονέμον. τίς δὲ ἡ γένεσις αὐτοῦ καὶ εὕρεσις ὑπάρχει· ἔνστασιν ἅμα σὺν αὐτῇ τῇ ἀντιπαραστάσει. ἡμεῖς, ἀντιπαράστασις, ἔνστασις, ἐναντίον,
5βίαιον, ἀντιστατικὸν, παραδοξολογία ἐν τίνι διαφέρουσι, γράψωμεν σαφέστερον. ἡ μὲν ἀντιπαράστασις ἴσως τῇ μεταλήψει τὸν λόγον ἢ καὶ τὸ πραχθὲν φαίνεται συγχωροῦσα, εἶναι τυχὸν οὐ χαλεπὸν ἢ τοὐναντίον ῥᾷον.
10διὰ τινὰ περίστασις προτρέπει δὲ γενέσθαι· οἷον κἂν χαλεπόν ἐστιν γενέσθαι διὰ τόδε· κἂν ῥᾷον, ἐατέον οὖν δι’ αἰτίαν τοιήνδε· ἡ μὲν ἀντιπαράστασις οὕτως ἐστὶ συγγνώμων συγχώρησιν τοῦ πράγματος ἢ συνδρομὴν ποιοῦσα.
15ἡ δ’ ἔνστασις ὑπάρχουσα ταὐτὸν τῷ ἐναντίῳ οὐ συγχωρεῖ ἀλλ’ ἀναιρεῖ· λέγει γὰρ ἀσυγγνώστως τὸ χαλεπὸν οὐ χαλεπὸν, τὸ ῥᾴδιον οὐ ῥᾷον· τὸ βίαιον δὲ χρῆται μὲν πρῶτον τῇ ἀναιρέσει. εἶτα βιαίως καταντᾷ καὶ πρὸς τὸ ἐναντίον·
20τὸ χαλεπὸν οὐ χαλεπὸν, ἀλλὰ καὶ ῥᾷον λέγων· τὸ ἀντιστατικὸν πάλιν ἐπ’ ἴσης μεταλήψει· καὶ ἀντιπαραστατικόν τι συγχωρεῖ τυγχάνον· δείκνυσι μέντοι δι’ αὐτοῦ μεῖζόν τι πεπραγμένον διὰ βραχείας βλάβης μὲν τῆς ἐκκοπῆς τοῦ τείχους.
25νίκην λαμπρὸς τῆς πόλεως, ἧτταν τῶν πολεμίων. διὰ μικροῦ τε ἀγαθοῦ βλάβην τυχὸν μεγάλην· παραδοξολογία δὲ βιαίου ἐναντίον ἐν τούτῳ διαφέρουσα καθέστηκε τῷ τρόπῳ· τὸ ἐναντίον ἀναιρεῖ ἐπίσης τῇ ἐνστάσει,
30τὸ χαλεπὸν οὐ χαλεπὸν λέγων, ὡς ἔφην πρώην.
τὸ βίαιον δὲ χρῆται μὲν πρῶτον τῇ ἀναιρέσει.630

3

.

631

εἶτα βιαίως καταντᾷ καὶ πρὸς τὸ ἐναντίον. τὸ χαλεπὸν οὐ χαλεπὸν, ἀλλὰ καὶ ῥᾷον λέγων, παραδοξολογία δὲ βιαίου πλέον φέρει. μίγνυσι γὰρ τὰ ἀμιγῆ, ἑνοῖ τὰ ἐναντία.
5φαῦλον χρηστόν τι λέγουσα, λυπρὸν ἡδὺ τυγχάνον, ὁ τραγικὸς Αἰσχύλος σοι παράδειγμα χρησάτω. „οὗτος γὰρ οὐ τέθνηκεν οὐδέπερ θανών.“ πρότασιν καὶ κατασκευὴν κεφάλαιον πᾶν ἔχει. τὰ ἀπ’ ἀρχῆς εἰς τέλος τε ὁμοίως τούτοις ἔχει.
10ἐπίσης δὲ προτάσεσι κατασκευαῖς τε ταῦτα κλῆσιν φέρειν εἰλήχασι τὴν ἀπ’ ἀρχῆς εἰς τέλος. ὅτε γοῦν ἐν ταῖς στάσεσιν ὁ τεχνικός που λέγει γίνεσθαί τε καὶ αὔξεσθαι τὰ ἀπ’ ἀρχῆς εἰς τέλος, ἀφ’ ὧν καὶ ἡ ἀπαίτησις γίνεται τῶν ἐλέγχων·
15νῦν δέ σοι τὴν κατασκευὴν τῶν ἀπ’ ἀρχῆς εἰς τέλος διδάσκων λέγει γίνεσθαι τῇ ὑποδιαιρέσει. καὶ πρόσχες τῇ προτάσει τε καὶ τῇ κατασκευῇ δέ. ἐφόνευσε, παρίστατο θάπτων ἐν ἐρημίαις. τοῦτό ἐστι νῦν πρότασις τῶν ἀπ’ ἀρχῆς εἰς τέλος.
20τὸ θάπτων πρᾶγμα ἔχουσα, τὸ ἐρημίαις τόπον. εἰ δέ γε μὴ παρίστασο, ἀλλὰ ὠδύρου τοῦτον· εἰ γὰρ μὴ ἔθαπτες αὐτὸν, ἀλλ’ ἐφεστὼς ἑώρας· εἰ γὰρ μὴ ἔρημος οὐκ ἦν, ἀλλ’ οἰκητὸς ὁ τόπος, οὐκ ἂν εἷλκον καὶ τότε σε δίκας τοῦ φόνου δοῦναι.
25τοῦτο δὲ ἡ κατασκευὴ τῶν ἀπ’ ἀρχῆς εἰς τέλος ἐξ ὑποδιαιρέσεως ἐγκατεσκευασμένη. Ἐπεὶ δύναται καὶ ὡς πνεῦμα ἀποταθῆναι κατὰ τὸ τοῦ ἀντιθέτου σχῆμα, καὶ μετὰ τὸ πληρωθῆναι τὸ πνεῦ‐ μα. Ἕκαστον ἐθέλεις κατὰ περιόδους λαμβάνειν. τὰ δὲ
30πλαστὰ χώραν ἔχει μετὰ τὴν ἀθρόαν εἰσβολὴν τῶν ἀπ’
ἀρχῆς ἄχρι τέλους. Ἔστι δὲ ὑποδιαίρεσις ἡ εἰς λεπτὸν631

3

.

632

τομὴ τοῦ ἀθρόου πράγματος· οἷον εἰ μὴ τόδε ἐποίησαν, ἀλλὰ μετριώτερον· εἰ γὰρ μὴ τοσαῦτα ἐποίησεν, ἀλλὰ ἐλάττονα. Ἔχει δὲ χώραν ἔτι καὶ τὰ πλαστὰ, ὡς ἐν ταῖς ἐργασίαις τῶν ἀπὸ παραδείγματος. Ἡδίων ἐστὶ τοῖς ἀ‐
5κούουσιν ὁ ἀπὸ τῶν ἀποδεικτικῶν ἐπὶ τὰ πανηγυρικὰ χωρῶν, οὐχ ὁ ἀπὸ τῶν πανηγυρικῶν ἐπὶ τὰ ἀποδεικτικά. Καὶ τὸ πλαστεπιχείρημα τοῖς ἀπ’ ἀρχῆς εἰς τέλος ἐπὶ τῷ τέλει πρόκειται ὥσπερ κεχωρισμένον. οἴου μὲν τὴν κατασκευὴν τῶν ἀπ’ ἀρχῆς εἰς τέλος
10ἐξ ὑποδιαιρέσεως κατασκευαζομένην. νῦν δὲ τούτοις ἀπένειμα καὶ τὸ πλαστὸν ἐν τέλει. ἐπεὶ δ’ ὑποδιαίρεσις πλαστόν ἐστιν ἑκάστη, ὡς τὸ εἰ μὴ παρίστασο, ἀλλὰ ὠδύρου τοῦτον, εἰ τόδε οὐκ εἰργάζου μὲν, οὐ διεπράττοντο δὲ
15δεικνὺς πλαστὸν τὴν μερικὴν μὴ λέγον διαιρέσεις, ἀλλ’ ἄλλο τελεώτερον ὅλον τι πρᾶττον πρᾶγμα, κείμενον ἐν τῷ τέλει δὲ τῶν ἀπ’ ἀρχῆς εἰς τέλος. νῦν παραδείγματι δέ σοι καὶ τοῦτο σαφεστάτως. ἐπὶ τῶν τῆς κατ’ αἴτησιν δωτίνης ζητημάτων
20καὶ οἷς φυγὴ καὶ δίωξις ὑπάρχει προκειμένη. Οἷον εἰ δὲ πρὶν ἢ ποιῆσαι τὸ ἀγαθὸν ἤτουν τὴν δω‐ ρεὰν, οὐκ ἄν μοι ἐδώκατε, οὐκ ἂν ἐψηφίσασθε ἐπαγγελ‐ λομένῳ ποιήσειν. Δυσχερεστάτην ἔχουσιν λύσιν, ὁ ῥήτωρ λέγει,
25στάσεων τῶν πραγματικῶν τὰ ἀπ’ ἀρχῆς εἰς τέλος.
26tἈπορία.
27Ποῖα δὲ ταῖς πραγματικαῖς τὰ ἀπ’ ἀρχῆς εἰς τέλος;
28tΛύσις.
29Τὰ αἴτια, διάπερ τις τόδε τι συμβουλεύει.
30οἷον τοῖς Καταναίοις τις βουλεύει μετοικίαν
διὰ αἰτίαν, ὅτι ῥεῖ τὸ πῦρ ἀπὸ τῆς Αἴτνης.632

3

.

633

καὶ πῶς τὴν λύσιν δυσχερῆ τούτων ὁ ῥήτωρ λέγει; ὅτι ὡς διαφέρουσα τῶν ἄλλων κεφαλαίων ὑπῆρχεν ἡ κατασκευὴ τῶν ἀπ’ ἀρχῆς εἰς τέλος. τὰ μὲν κατεσκευάζοντο καὶ γὰρ τῇ περιστάσει,
5ὡς ὄπισθεν πλατύτερον εἴπομεν περὶ τούτου. τῇ ὑποδιαιρέσει δὶ τὰ ἀπ’ ἀρχῆς εἰς τέλος, οὕτω καὶ τῆς πραγματικῆς τῆς ἀπ’ ἀρχῆς εἰς τέλος ἡ λύσις δυσχερεστέρα τῶν ἄλλων κεφαλαίων. ἡ λύσις τῶν ἑτέρων γὰρ γίνεται κεφαλαίων
10εἴτουν ἐκ τῆς ἐνστάσεως ἢ ἀντιπαραστάσεως. εἴτε κατὰ τὸ βίαιον, ἢ πᾶσιν ἅμα τούτοις. τῶν ἀπ’ ἀρχῆς εἰς τέλος οὖν πραγματικὴ ἡ λύσις πᾶσι πασῶν τῶν στάσεων γίνεται κεφαλαίοις. καλῶς οὖν ἔφη δυσχερῆ τούτων τὴν λύσιν εἶναι.
15πολλῶν τῶν πάντων ὄντων γὰρ, ὡς οἶδας, κεφαλαίων, ἄδηλον, ποῖον προσφυῶς τούτων τεθῆναι δέον. εἰς λύσιν τῆς πραγματικῆς τὴν ἀπ’ ἀρχῆς εἰς τέλος, ἐν τῷδε τῷ πραγματικῷ ζητήματι καὶ τῷδε. πολλὰ γὰρ καὶ ζητήματα πραγματικὰ τυγχάνει.
20μακρὰ τὰ κῶλα πέφυκε τὰ κατασκευάζοντα. τῶν διασκευαζόντων δὲ σύμμετρα καὶ βραχέα. Τῶν προσωποποιῶν ἡ εὐπορία ἐξ ὑποδιαιρέσεως γίνεται. Τὸν ὅρον, τὸν ἀνθορισμὸν, συλλογισμὸν καὶ λύσιν τέσσαρα λέγει κλήσεσι, τοῖς πράγμασι δὲ δύο.
25ὅρος γὰρ καὶ συλλογισμὸς ἀπὸ τῶν πεπραγμένων. καὶ πάλιν τὸν ἀνθορισμὸν συλλογισμοῦ τε λύσιν κατασκευάζει τοῖς αὐτοῖς ἀπὸ τῶν παρειμένων. ὅρος, λύσις συλλογισμοῦ ἐστι μὲν τῶν φευγόντων. ἀνθορισμὸς, συλλογισμὸς πάλιν τῶν κατηγόρων.
30ἐπὶ δὲ τῶν κατ’ αἰτίαν ὅρων σοι δειγματίζει, ὡς ἔχει τὸ, μαινόμενος τύραννον ἀνῃρήκει.
καὶ σωφρονήσας δωρεὰν αἰτεῖ τυραννοκτόνου.633

3

.

634

ἐπί τινων δὲ καὶ φυγὴ καὶ δίωξις ὑπάρχει. οἷον σὺ ἱερόσυλος, οὐ μὴν κλέπτης ὑπάρχεις. ἢ ἐκ τῶν παρειμένων μὲν ἐργάζονται καὶ ἄμφω, ὁ ὅρος καὶ συλλογισμὸς, ἢ ὡς αὐτὸς σὺ λέγεις,
5ὁ ὅρος παρειμένων μὲν συλλογισμὸς πραχθεῖσι. δείκνυσιν ὡς διασκευὴ πολλοὺς ἔχει τοὺς τόπους· πίπτει τῇ διηγήσει γὰρ, πίπτει καὶ τοῖς ἀγῶσι. τὰ ἀπ’ ἀρχῆς εἰς τέλος γὰρ ὑπάρχουσιν ἀγῶνες. καὶ ἐν τοῖς ἐπιλόγοις δὲ πίπτον ὁμοίως σθένει.
10τὰ ἀπ’ ἀρχῆς εἰς τέλος δὲ τῇ ὑποδιαιρέσει τότε κατασκευάζονται, ὅτε καὶ μελετῶμεν. τὰ ἀπ’ ἀρχῆς κεφάλαια τιθέμενοι οἰκεῖον· οὔκουν ὁπόταν λύωμεν ὡς ἀντιθέτου τοῦτο. τοῖς ἐσχηματισμένοις γὰρ προβλήμασιν ἁρμόζει.
15ὑποφορῶν κατασκευὴ καὶ τῶν ἀντιτεθούντων. ταὐτὸν ὁ ὑπομερισμὸς διασκευαῖς ἰσχύει. καὶ γὰρ διασκευάζοντες δεικνύομεν τόδε τι. οἷον ἐρήμοις ἵστασο, ἄρα φονεὺς ὑπάρχεις. οὕτως ὑπομερίζοντες δεικνύομεν ὁμοίως.
20εἰ μὴ ἐρήμοις ἵστασο, ἀλλὰ ἐν πολιτείᾳ, εἰ μηδὲ θάπτων ἵστασο, ἀλλ’ ἀφεώρας μόνον. ἡ διατύπωσίς ἐστιν ἔκφασις τῶν πραγμάτων. ἡ εἰς λεπτὸν ἐξήγησις ἡ ὥσπερ ζωγραφοῦσα τόποις τισὶν εἰκονικοῖς, ὃ ἀπαγγέλλει λόγοις.
25εἰ ἔχεις διηγήματα κατὰ τοὺς τρεῖς τοὺς χρόνους. τὰ παρεληλυθότα μὲν ἐνδιασκεύως λέγε. ἁπλῶς δὲ τὰ ἐνεστῶτα, γνώριμα γὰρ καὶ δῆλα. καὶ ἄλλως δὲ περίεργος καὶ μακρήγορος δόξεις. εἴπερ κατὰ τοὺς τρεῖς χρόνους ἐνδιασκεύως γράφεις.
30εἰ δὲ τὸ πρᾶγμα ἄξιον διασκευῆς ὑπάρχει. εἰ δὲ κατὰ τοὺς τρεῖς χρόνους διήγησιν ἐφεύροις,
χρῄζουσαν τῆς διασκευῆς, οὕτω μοι τότε γράφε.634

3

.

635

τοῦ ἐνεστῶτος πράγματος ποιούμενος τὴν γνώμην, ἐγκατασκεύως μὲν αὐτὸ λέγε μοι ταῖς αἰτίαις. τὸ παρελθὸν καὶ μέλλον δὲ λέγε μοι μετὰ τρόπου. τουτέστι ταῦτα λέγε δὲ ἐνδιασκεύως μόνα.
5ἂν δὲ πρὸς διατύπωσιν ἄπορον ᾖ τὸ πρᾶγμα. ἄνπερ αἰσχρὸν καὶ βδελυρὸν ὑπάρχει δὲ τὸ πρᾶγμα, ὅπερ οὐ χρὴ πλατύνοντα λέγειν ἐνδιασκεύως, χρηστῆς μεταχειρίσεως οἰκονομίᾳ χρῆσαι, αὕτη δὲ μεταχείρισις καὶ ἡ οἰκονομία.
10ἐν μὲν τοῖς ἄλλοις λέγοντες τὰ ἀπ’ ἀρχῆς εἰς τέλος. λέγομεν πρῶτον πρότασιν τοῦ πράγματος ἀθρόου. εἶτα καὶ τῆς προτάσεως ἑνὸς ἑκάστου λόγου δρῶμεν ὑποδιαίρεσιν λεπτομεροῦντες τούτους. οἷον τρεῖς ἔκτεινεν υἱοὺς, πρότασις ἔστω τοῦτο
15τοῦ ὁλοκλήρου πράγματος, τουτέστιν τοῦ ἀθρόου. εἶτα ὑποδιαίρεσις ἡ καὶ λεπτοτομία. εἰ γὰρ μὴ τρεῖς ἀπέκτεινεν, ἀλλὰ ἐλάττους τούτων, εἰ μὴ ἀπέκτεινεν αὐτοὺς ἀλλ’ ἀπεκήρυξέ πως· εἰ μὴ υἱοὺς, ὀθνείους δὲ, καὶ τῶν οὐ προσηκόντων,
20οὕτω τοῖς ἄλλοις λέγοντες τὰ ἀπ’ ἀρχῆς εἰς τέλος. τίθεμεν πρῶτον πρότασιν· εἶθ’ ὑποδιαιροῦμεν. καὶ τέλος πάντων τίθεμεν, ὅπερ πλαστὸν καλοῦμεν. ἐν τοῖς αἰσχροῖς δὲ πράγμασι, φησὶν ὁ τεχνογράφος, τὰ ἀπ’ ἀρχῆς εἰς τέλος μοι λέγε προτάσει μόνῃ.
25εἶτα πλαστὸν ἐπίφερε τὸ πίπτον τελευταῖον· αἰσχροῖς δ’ ὑποδιαίρεσιν μηδόλως μοι ποιοίης. ἐν τοῖς ἀγῶσι τοῖς αὐτῶν τοῖς ἀπ’ ἀρχῆς εἰς τέλος. τὴν δὲ ὑποδιαίρεσιν τήρει τοῖς ἐπιλόγοις. καὶ πρὸς ὀργὴν τοὺς δικαστὰς παρακίνει καὶ πάθος.
30καὶ περιόδων ἔξωθεν λέγε τοὺς ἐπιλόγους. σὺν τούτοις χρὴ καὶ ἀφαιρεῖν ἅμα τὰς περιόδους, αἷσπερ κατασκευάζομεν τὰ ἀπ’ ἀρχῆς εἰς τέλος.
ἀλλότριον περίοδός ἐστιν διασκευῆς γάρ.635

3

.

636

τοὺς ἐπιλόγους πρέπει δὲ λέγειν ἐνδιασκεύως. ταυτολογεῖ διασκευὴ καὶ ἀγωγὴ χωρίων. ὁ ὑπομερισμός ἐστι διασκευῇ ταὐτόν τι. καὶ ἡ διασκευὴ ταὐτὸν τῇ ἀγωγῇ χωρίων.
5ὥσπερ γὰρ ἡ διασκευὴ ἀθρόον πρᾶγμα λέγει. οἷον ἐρήμοις ἵστασο, φονεὺς ὑπάρχεις ἄρα. εἶτα λαβὼν ὁ μερισμὸς ὑπομερίζει τοῦτο. εἰ δὲ μὴ θάπτων ἵστασο, εἴπερ μὴ τὸ καὶ τόδε. εἶτα πάλιν ἐπανελθὼν ἀθρόως τοῦτο λέγει.
10ἐπεὶ δὲ θάπτων ἵστασο, φονεὺς εἶ τοῦ κειμένου· οὕτω χωρίων ἀγωγῇ ταυτολογεῖν ὁμοίως, καὶ γὰρ κἀν ταύτῃ λέγομεν ταὐτὰ ταυτολογοῦντες. ἀθρόον γὰρ τὸ πρᾶγμά τις εἰπὼν ἐνδιασκεύως, τριακοσίους τοῖς βωμοῖς ὠμῶς καὶ ἀπανθρώπως,
15ὡς σφάγια ἐθύσατε, καθάπερ ἱερεῖα. οἰκτρῶς ἐν στεφανώμασιν, οἰκτρῶς δεδακρυμένους· θρηνοῦντας, παραβάλλοντας ἐν ὀλοφυρμοῖς ἀλλήλους, ἐπάγει παραδείγματα, ἃ ἀγωγαὶ χωρίων. καθ’ ἓν δὲ τούτων πρὸς αὐτὸ τὸ πρᾶγμα μεταβαίνει,
20ὥσπερ τοῖς ὑπομερισμοῖς, ὥσπερ καὶ πρώην εἶπον. τριακοσίους τοῖς βωμοῖς ἐθύσατε ὡς ἄρνας· εἶτα δὲ καὶ παράδειγμα πρὸς τοὺς τριακοσίους· ὃν ἐπαινεῖτε ἀριθμὸν δὲ τῶν τριακοσίων. εἶτα καὶ ἡ μετάβασις ὡς πρὸς αὐτὸ τὸ πρᾶγμα.
25ὦ Λάκωνες, ἐφθείρατε τῇ τελευτῇ τῇ τούτων. εἶτα πάλιν παράδειγμα μετὰ τὸ πρᾶγμα ἄλλο. ἔθανον τριακόσιοι ἡμῶν ἐν τῇ Θυραίᾳ, ἀλλ’ ὥσπερ ἄνδρες μαχηταὶ, ἀλλὰ πολέμου νόμῳ. εἶτα πάλιν μετάβασις ὡς πρὸς αὐτὸ τὸ πρᾶγμα.
30ὑμεῖς δὲ κατεσφάξατε τούτους θυμάτων νόμῳ. καὶ πάλιν δὲ παράδειγμα καὶ ἀγωγὴ χωρίου. καὶ βασιλεὺς ἀπέκτεινεν ὑμῶν τριακοσίους.
ὧν εἷς καὶ Λεωνίδης ἦν ἐν τῷ Ἀρτεμησίῳ.636

3

.

637

ἀλλ’ οὐ κατέθυσεν αὐτοὺς, αἰδέσθη γὰρ τὴν φύσιν· εἶτα καὶ ἐπανάληψις πάλιν ὡς πρὸς τὸ πρᾶγμα. ὑμεῖς δὲ παρεστήσασθε θεοῖς τοῖς ὑμετέροις τριακοσίους τοῖς βωμοῖς καθάπερ ἱερεῖα,
5κατὰ δὲ ἐπανάκαμψιν ἑκάστην πρὸς τὸ πρᾶγμα ἔξεστιν τὰ τοῦ πράγματος ἐνδιασκεύως λέγειν· καὶ πάλιν τι παράδειγμα τιθέναι μετὰ ταῦτα. περίοδος ὑπάρχει δὲ, καθότι ἄρθρον ἔχει ἐν τῇ προτάσει κείμενον, ἐν δὲ τῇ ἀποδόσει
10ἀντωνυμία κέκληται, ὅπερ φασὶν οἱ ἄλλοι, ἕτεροι δὲ περίοδον, καλεῖται κατὰ τούτων ὡς ὅλη περικλείουσα τὸν νοῦν ἐν τῇ προτάσει, διπλασιάζων πάντα νοῦν, ὃ λέγει γὰρ προτάσει, καὶ ἐν τῇ ἀποδόσει δὲ πάλιν λαμβάνων λέγει.
15οἷον ἡμέρα νῦν ἐστι, δέον ποιῆσαι τόδε. τοῦτο μὲν πρώτη πρότασις, ὅρα δὲ καὶ δευτέραν, ἢν γὰρ μὴ ἦν ἡμέρα νῦν, νὺξ δ’, οὐκ ἐχρῆν ποιῆσαι, εἶτα καὶ ἡ ἀπόδοσις ταυτολογεῖ προτάσει. ἐπεὶ δ’ ἡμέρα νῦν ἐστι, δέον ποιῆσαι τόδε.
20ἄλλαττε δὲ τὰ σχήματα, φησὶν ὁ τεχνογράφος, μὴ ἡ ὑποδιαίρεσις τῶν ἀτερπῶν φανείη, ἑνὶ ταὐτῷ τε σχήματι ἀεὶ εἰσαγομένη, ἣν τῷ σχήματί ποτε ἐλεγκτικῷ μοι λέγε, ἄλλοτε δ’ ἀποφαντικῷ σχήματι πάλιν λέγε.
25οἷον οὐκ ἔδει δοῦναί σε τοιάνδε τιμωρίαν· οἷον ἐχρῆν ἐν τούτῳ σε πάντως τιμωρηθῆναι. ἔστι δὲ μεταχείρισις τοῦδε καλλίων ἄλλη, τῶν ἀπ’ ἀρχῆς εἰς τέλος σοι κατασκευὴν καλλίω τῆς ὑποδιαιρέσεως τήνδε τυγχάνειν λέγει
30ποτὲ μὲν ἐκ τοῦ πράγματος ἀρχόμενον τοῦ λέγειν. λέγειν πρὸς τὴν ἀξίωσιν ἤγουν τὴν τιμωρίαν· ποτὲ δὲ καταρχόμενος ἀπὸ τῆς τιμωρίας
λέγειν πρὸς τὸ προκείμενον ἐν τῇ ζητήσει πρᾶγμα.637

3

.

638

οἷον ἐν παραδείγματι τοῦτο σαφηνιστέον. οὐκ ἔδει πράξαντι τοδὶ δοῦναί σε τιμωρίαν. ὁ τιμωρίας ἄξιος ἦν εἰργασμένος τόδε. καὶ ἀντιστρόφως πάλιν δὲ ἀπὸ τῆς τιμωρίας.
5
Διατί τινες τὴν περίοδον ἐνθύμημα καλοῦσιν. Ὥσπερ γὰρ τὸ ἐνθύμημα συνάγει καὶ συγκλείει αὐτὸ τὸ ἐνθύμημα καί γε τὴν ἐργασίαν, οὕτω καὶ ἡ ἀληθινὴ περίοδος συγκλείει νοῦν τοῦ ἐπιχειρήματος, ὅπερ αὐτὴ ἐκφέρει.
10ἢ ὅτι τὸ ἐνθύμημα τέως ἐπὶ τὸ πλεῖστον ἐκφέροντες εἰώθαμεν ἐκφέρειν περιόδῳ. κυρίως δὲ καὶ ἀληθῶς περίοδος ὑπάρχει ἡ ἅπαν τὸ ἐνθύμημα συγκλείουσα τῷ κώλῳ.
14tΤρίγωνον Τρίκωλον.
15 Ὧν μὲν οὖν ἐκεῖνος ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πολιτευομένοις
χάριν, ἡμῖν δὲ δίκην προσῆκεν λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν. Ἰστέον δ’ ὡς ἰσοσκελεῖς καὶ ἰσοπλεύρους δέον
20τὰς περιόδους γίνεσθαι ἢ καὶ συντομωτέρας κατά γε τὴν ἀπόδειξιν, οὐ μὴν καὶ τοὐναντίον. Τὰ μὲν ποιητικὰ τῶν ἐπιχειρημάτων ἐν σχήμασιν ἐκ‐ φέρομεν στρογγύλοις ἐσφιγμένοις, τουτέστι κατ’ ἀντί‐ θετα καὶ κατὰ περιόδους· τὰ δὲ πανηγυρικὰ οὐκ ἐκφέ‐
25ρομεν στρογγύλοις ἐσφιγμένοις· ἀλλά γε δὴ πνευματι‐ κοῖς μακροῖς καὶ ἀκμαίοις. Ἐνταῦθα καὶ αἱ ἀποδόσεις προτάσεις γίνονται, καὶ αἱ προτάσεις ἀποδόσεις, καθὼς βούλει ἀντιστρέφεις. Χιασμὸς δὲ οὐδαμῶς γίνεται ἀλλ’ ἢ ἀντιστροφαί. Ὀφείλει δὲ ἡ περίοδος συγκεῖσθαι, ἢ ἐκ
30μιᾶς προτάσεως καὶ ἀποδόσεως μιᾶς, ἢ ἐκ δύο προτάσεων καὶ ἀποδόσεων δύο, ἢ ἐκ δύο προτάσεων μιᾷ ἐπ’ ἀποδόσει. Οὐ μὴν καὶ τοὐναντίον δὲ, ἀδύνατον γὰρ τούτοις
τὸ ἀποδόσεις ἀγαγεῖν δύο μιᾷ προτάσει.638

3

.

639

(1t)

Περίοδος. Τετράγωνον Τετράκωλον.
2 Ἐν μὲν γὰρ τῷ γράψαι μηδένα εἶναι ἀτελῆ, τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν· ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ἡμῖν,
5τὸ δοῦναι ὑμῖν ἐξεῖναι. τὸ παρὰ τὴν ἀξίαν γὰρ εὖ πράττειν ἐν τῷ βίῳ τοῖς ἀνοήτοις γίνεται κακοφροσύνης τρόπῳ.

3

639,8-9

ὁ μὲν γὰρ Φίλιππος ὅσῳ ὑπὲρ τὴν αὐτοῦ ἀξίαν ποιεῖ τοσοῦτο θαυμαστό‐ τερος πᾶσι.

3

639,10-11

ἡμεῖς δὲ, ὦ Ἀθηναῖοι, ὅσῳ χεῖρον ἢ προσῆκε τοῖς πράγμασι κέχρησθε τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε.

3

639,12-13

ὁ μὲν γὰρ βίον καὶ λόγον κατωρθωκὼς ἀξίως παρὰ πᾶσι θαυμά‐ ζεται

3

639,14-15

ὁ δὲ βίου μόνου καὶ λόγου ἀξιωθεὶς οὗτος θαυμαστότατος παρὰ πᾶσι φαίνεται.

3

.

639

(16)

Ἐνταῦθα ἀμφότεραι αἱ ἀποδόσεις ἀμφοτέραις ἁρμό‐ ζουσι ταῖς προτάσεσι. Παθητικός ἐστι καὶ χαρᾶς καὶ λύπης ὁ πανηγυρίζων, ἤ περιχαρῶς λέγων ἢ ἐλεεινολογούμενος, ὡς τὸ, ἀκούσατε
20ὄρη καὶ πᾶς ἄλλος κόσμος· ἢ χαίρομαι, φησὶ, Χριστὸς γεννᾶται, Χριστὸς ἐξ οὐρανῶν. διπλασιάζει τὸ ὄνομα καὶ τὸ κῶλον. Ἡ μεταποίησις, φησὶν, ἐν πάσαις περιό‐ δοις· ἐν τετρακώλοις, μᾶλλον δὲ ταῖς ἀναστρεφομέναις· καὶ ἐπὶ ταῖς χιάζεσθαι γεγενημέναις πλέον ἐκπλήττει
25τοὺς ἀκροατὰς ὑπαλλαγαῖς συντόμοις. Πνεῦμά ἐστι σύν‐ θεσις λόγου, διάνοιαν ἀπαρτίζον ἐν κώλοις καὶ κόμμασι μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος. Ἰστέον δὲ, ὅτι δεῖ καὶ κῶλον καὶ κόμμα ἀπαρτίζειν τὴν διάνοιαν.
30Τὰ κῶλα τὰ σχοινοτενῆ χρήσιμα προοιμίοις,
τοῖς ποίοις προοιμίοις δὲ χρήσιμα ταῦτα λέγει,639

3

.

640

τοῦτο σαφὲς καὶ πρόδηλον τοῖς δικανικωτάτοις· ταῦτα γὰρ ἑρμηνεύονται σχοινοτενέσι κώλοις. τὰ δ’ ἠθικὰ παθητικὰ χαρμόσυνα βραχέσι. ἓν μὲν τὸ μίαν ἔννοιαν πλείστοις δηλοῦν ἐν κώλοις.
5 Οἷον ὅτε γὰρ περιϊὼν Φίλιππος Ἰλλυριοὺς καὶ Τρι‐ βαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφ’ ἑαυτὸν, καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βα‐ δίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν Αἰσχίνης,
10τότε δὴ τότε πάντες, ἐφ’ οὓς ταῦτα παρεσκεύαζεν, ἐπο‐ λεμοῦντο. εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ· τοῦτο γὰρ σύμπαν ἓν ἐπινόημα τὸ ἑρμηνεία τοῦ ὅτι πάλαι Φίλιππος τοῖς Ἕλλησιν ἐπεβούλευε. Ἄλλο δὲ τὸ ἀπαρτίζον νοῦν πράγματος κατὰ κῶλον
15οἷον· ἀλλ’ ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, καὶ κατα‐ σκευάζων περιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ καταλαμ‐ βάνων Ὠρεὸν καὶ Μεγάροις ἐπιχειρῶν καὶ κατασκάπτων Πορθμὸν, καὶ διόλου τοῦτο τὸ πνεῦμα συναπαρτίζει τοῖς πράγμασι καὶ τὸ κῶλον· καὶ παρὰ ταῦτα οὐκ ἔστιν
20ἄλλο εἶδος πνεύματος. Σχήματα δὲ πνευμάτων, ὅσα καὶ λόγων. Ἔξεστι γὰρ καὶ κατὰ ἀποφάνσεις λέγειν, καὶ κατ’ ἐρώτησιν καὶ κατὰ τὸ ἐλεγκτικὸν καὶ δεικτικὸν ὡς ἀρνητικὸν καὶ ἁπλῶς λέγειν· ὅτῳ δ’ ἂν ἐπιμείνῃς, πνεῦμα ποιεῖς.
25tΠερὶ τάσεως.
26Τάσις ἐστὶν, ὅταν κ. τ. λ.640

3

.

641

(1t)

Διαφορὰ κατὰ φορὰν καὶ ἐπιφοράν.
2 Λόγοι σφοδροὶ ἢ καὶ τραχεῖς, ὑβριστικοὶ καὶ ἄμφω. ἀλλὰ πρὸ ἀποδείξεως τῇ μὲν ἡ λοιδορία ὡς ἔστι τὸ οἰνοβαρὲς ὄμματα κυνός τ’ ἔχων.
5ἐπιφορὰ δὲ λοιδορεῖ μετὰ τὰς ἀποδείξεις. ὡς τὸν Θερσίτην Ὀδυσσεὺς τῇ βῆτα ῥαψῳδίᾳ. οἷον πότερον παρῆς καὶ συνευφραίρου τούτοις ἢ οὔ. ἑκάστη ἀποδόσεως δεδέηται οἰκείας. τοῦ γὰρ παρῆς ἀπόδοσις, πῶς νῦν κατηγορεῖς δέ;
10τοῦ δ’ οὐ παρῆς τὸ ἄξιος ὑπάρχεις τιμωρίας. Γίνεται δὲ τὰ διλήμματα ἤτοι τῶν δύο ἐρωτήσεων δι’ ἓν πέρας ἐρωτωμένων. οἷον εἴτε καλὴν ἔγημας εἴτε αἰ‐ σχρὰν, οὐκ ἔδει σε γῆμαι. ἓν γὰρ πέρας συνάγεται ἀμ‐ φοτέρωθεν τὸ μὴ δεῖν γῆμαι· διὰ μὲν τοῦ καλὴν κοινὴν,
15διὰ δὲ τοῦ αἰσχρὰν ποινήν· ἢ ὅταν τῶν ἐρωτήσεων ἑκά‐ στη ἰδίας ἀποδόσεως δεδέηται· καὶ τὰ μὲν κοινὰ διλήμ‐ ματα ταῦτα. Τοῦτο δὲ τὸ διλήμματον σεσόφισται καὶ Δημοσθενικόν ἐστι. Τοῦτο δὲ τὸ διλήμματον, ὅπερ σοι νῦν εἰρήκειν
20ἑκάστην πρὸς ἐρώτησιν ἀπόδοσιν κεκτῆσθαι, σχῆμα σοφιστικώτατόν ἐστιν τοῦ Δημοσθένους. τὸ παραλογιζόμενον σοφιστικὸν νῦν λέγει. τὰς ἐρωτήσεις δὲ χρεὼν ὑπάρχειν ἐναντίας. ἀμοιβὰς ἐναντίας δέ φησιν οὐχὶ ἐμμένειν.
25παροίχομαι παροίχησις οὐδὲν γὰρ δύσνουν ἔχει. θήσω δέ σοι παροίχησιν ἐπῶν Ἐμπεδοκλείων, ἐπὶ ἀρίστῳ ἰατρῷ Ἄκρωνι Ἄκρου τέκνῳ, ἐπ’ ἄκρῳ τε Ἀκράγαντος τῷ λόγῳ τεθαμμένῳ. Ἄκρον ἰατρὸν Ἄκρων’ Ἀκραγαντίνου πα‐
30τρὸς Ἄκρου
Κρύπτει κρημνὸς ἀὴρ πατρίδος ἀκροτάτης.641

3

.

642

τῆς ἑρμηνείας σχῆμα μὲν, ἥτις ἐστὶν ἡ φράσις, καλῶς τὰ νῦν ὁ τεχνικὸς εἶναι τὸν κύκλον λέγει. τούτων χωρίων διαιρῶν σχημάτων τὰς ἐννοίας καὶ ἐννοιῶν καὶ λέξεων σχήματα γὰρ ὑπάρχει·
5τῶν ἐννοιῶν μὲν σχήματα αἵ τε ἐπιτιμήσεις. σὺν ταύταις ἐπιείκειαι καὶ τὸ δεδισταγμένον, τὸ ἀδιστάκτως λέγειν τε καὶ ἕτερα μυρία. φράσεως δὲ καὶ λέξεως σχήματα πάλιν ἄλλα· παροίχησις καὶ πάρισον, κλιμακωτὸν, διπλώσεις,
10ἐπιμοναὶ καὶ κύκλοι τε καὶ ἀντιστροφαὶ δέ. ἀναστροφαὶ σὺν τούτοις δὲ καὶ ἕτερα μυρία. Κύκλος δέ ἐστι σχῆμα λόγου καὶ αὐτὸ ἑρμηνείας, ἴδιον κάλλος ἐμπεριέχον.
14tΚύκλος περιοδικός.
15Σοὶ μὲν γὰρ ὁ πατὴρ κλέπτης ἦν, εἴπερ ἦν ὅμοιός σοι. Ὅρος ὁρίζων κυκλικῶς τοῦτο τοῦ κύκλου ὅρος. Βοῤῥᾶς κυλίνδει κύματα, ὁ Νόθος ἀνωθεῖ δὲ, ὅτι Βοῤῥᾶς ἀφ’ ὑψηλῶν τῶν τόπων ἐπιπνέων ἐπὶ τὸ χθαμαλώτερον τὰ κύματα κυλίει.
20ὁ Νότος δ’ ἐκ τῶν χθαμαλῶν καὶ πρὸς ἄναντα πνέων βίᾳ πολλῇ τὸν [ ] πρὸς ὕψος ἀναφέρει. Τὸ ἴδιον τοῦ λόγου δὲ ἐμπεριέχον κάλλος δηλοῖ κάλλος διάφορον κεκτῆσθαι τῶν ἑτέρων. σχημάτων ἅπερ φράσεως προσείπομεν ὑπάρχειν.
25ὁ μὲν Ἑρμογένης φησὶ μὴ ἐκφέρεσθαι σχῆμα ἑτέροις σχήμασι, πρὸς ὃν ὁ Τζέτζης ἀντιλέγει, δεικνύων ὅτι ἐκφέρεται. ἐκφέρεται πᾶν σχῆμα μὲν ἐν σχήμασιν ἑτέροις, οἷον τὸν κύκλον δεικτικῶς τῷ σχήματι νῦν βλέπεις.
30τὸ σὺ γὰρ οὗ τὸ καὶ ἐγὼ τῶν δεικτικῶν ὑπάρχει ποιήσω καὶ κατ’ ἄθροισιν καὶ μερισμόν σοι κύκλον. οἱ δύο ἐλευσόμεθα ἐγὼ καὶ σὺ, οἱ δύο.
βλέπε καὶ κατὰ ἄρνησιν καὶ ἔνστασιν καὶ ἄρσιν.642

3

.

643

οὔκουν μὰ τὸν Ἀπόλλωνα τοῦτο ὑπάρχει, οὔκουν. ἐλεγκτικὸν δὲ βλέπε μοι καὶ κατὰ θέσιν κύκλου. ἑνὶ μὰ τὸν Ἀπόλλωνα τοῦτο τὸ πρᾶγμα ἑνὶ καὶ ἄλλοις δὲ κεκλήσεαι σχήμασιν, εἴπερ θέλεις·
5ὁ τεχνικὸς δ’ ἠπάτησεν οὐκ οἶδα πῶς τοὺς ἄνδρας. σχῆμα γὰρ μὴ ἐκφέρεται σχήμασιν ἄλλοις, λέγει. Ἐπιφώνημά ἐστι κ. τ. λ.
9Εἴδη σοι τρία δείκνυσι τῶν ἐπιφωνημάτων.
10Τὸ παρὰ φύσιν τολμηρῶς πλὴν συνᾳδόντως λέγειν, καὶ τῶν νεφῶν τὴν πύκνωσιν ἐξ οὐρανόθεν νύκτα. καὶ τὸ συλληπτικώτερον πάντα παλιλλογῆσαι ἑνὶ κώλῳ τὰ πρότερον πλατέως λελεγμένα. τὰς τροπὰς δὲ τῶν λέξεων εἶδός φησι τὸ τρίτον,
15οὐδὲν διαφερούσας τι τοῦ εἴδους τοῦ προτέρου. ὥσπερ ὁ Τζέτζης βούλεται καὶ διαβεβαιῶσαι.
17tΠερὶ τροπῆς.
18 Τροπὴ δέ ἐστι τὸ μὴ ἐξ ὑποκειμένου πράγματος ἀλ‐ λοτρίου δὲ σημαντικὸν ὄνομα θεῖναι κοινὴν εἶναι δύνα‐
20μιν καὶ τοῦ ὑποκειμένου καὶ τοῦ ἔξωθεν ἐμφαινομένου, ὃ καλεῖται καὶ μεταφορὰ παρὰ τοῖς γραμματικοῖς. Κατὰ γραμματικοὺς τετραχῶς ἡ μεταφορὰ, ἀψύχων ἐπὶ ἔμψυ‐ χα, οἷον Ἑλλήνιον ἕρκος, ἐμψύχων ἐπὶ ἄψυχα· ῥόδα σκιρτᾷ καλίκων· ἐμψύχων ἐπὶ ἔμψυχα· ποιμὴν λαῶν ὁ
25ἄναξ· ἀψύχων ἐπὶ ἄψυχα· σπέρμα πυρός τις κρύπτων. Σεμνὸν δὲ κ. τ. λ.
28Οὐδὲν σεμνότερόν ἐστιν ἢ πᾶσι τοῦτο λόγος „σιγᾷν ὅπου χρὴ καὶ λέγειν ἵν’ ἀσφαλές.“
30κατὰ γὰρ τὸν Ἡσίοδον ἐκεῖνον τὸν Ἀσκραῖον643

3

.

644

„γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.“
3tΠερὶ κακοζήλου.
4Τὸ δὲ κακόζηλον γίνεται κ. τ. λ.
6Σημειωτέον τοῦτο δὲ κάλλιστον ὂν εἰς γνῶσιν, ὡς τότε μόνον λέγομεν ἐν σχήματι τὸν λόγον, ὅταν τι δυσχερέστερον πρᾶγμα ζητεῖν δοκῶμεν. τοῦ ὅπερ λέγουσιν ἡμᾶς ἄξιοι πεπονθέναι.
10οἷον τυχὸν καὶ τοὺς Λυδοὺς ὁ Κῦρος ἐκπορθήσας θῆλυν ἐκέλευσε στολὴν ἀτίμως ἐνδεδύσθαι. οἱ δὲ θανεῖν ἠξίωσαν σφᾶς ἑαυτοὺς τῷ τότε. ἐν μόνοις τούτοις σχήμασι προάγομεν τὸν λόγον. τοῖς ἄλλοις δὲ ζητήμασι πᾶσιν ἀσχηματίστως.
15κἂν ἔλαττόν τι δυσχερὲς αἰτῶμεν οὐχὶ μεῖζον. ἀντὶ θανάτου μάστιγας εἴτε φυγὴν πατρίδος. κἂν ἀγαθὸν κἂν φαῦλόν τί τισι τῶν ἐναντίων. συγκριτικὰ προβλήματα ὁ τεχνικὸς νῦν λέγει ὁπόσαπερ ὑπάρχουσι διπλᾶ τῶν ζητημάτων
20στοχαστικὰ καὶ ὁρικὰ καὶ τῆς πραγματικῆς δέ. συγκριτικὰ δὲ λέγονται, ὅτι κατὰ συγκρίσεις εἰώθασί πως γίνεσθαι αἱ τούτων διαιρέσεις ἀντίθετα κεφάλαια, πίπτει γὰρ κεφαλαίοις αὐταῖς δὲ ταῖς συγκρίσεσι καὶ τοῖς συγκριτικοῖς δὲ
25ἢ ὅτι καὶ συγκριτικῶς εἰσάγομεν τὸν λόγον. ἰδία λόγου πέφυκε ποιότης ἁρμοδία προσώποις τε καὶ πράγμασι τοῖς ὑποτιθεμένοις κατ’ ἔννοιαν καὶ τάξιν δὲ πλεῖον δὲ ἁρμονίας. Εἰ γὰρ ταὐτὸ στοχασμὸς ἢ ὅρος ἢ συλλογισμὸς περι‐
30πέσοι, ῥᾳδίαν ἔχει καὶ τὴν διαίρεσιν· διπλῶς δὲ χρώμε‐
θα· οἷον ἐμὲ μὲν οὐκ εἰκὸς, σὲ δὲ εἰκός.644

3

.

645

Χρήσιμον δὲ τὸ σύγγραμμα λόγους ποιεῖν καὶ κρίνειν. σκοπὸς μὲν νῦν, ὡς ἔφαμεν, τῷ τεχνικῷ τυγχάνει, διδάξαι τὰς ἰδέας σοι καὶ μόρια τὰ τούτων ποίαις ἰδέαις χρήσεται δικανικῷ τῷ εἴδει
5ποίαις συμβουλευόμενος, ποίαις πανηγυρίζων. καὶ κοινωνίας ἰδεῶν διαφοράς τε δεῖξαι, ἐν αἷς κατὰ τί τῶν ὀκτὼ μορίων κοινωνοῦσι, καὶ κατὰ τί διάφοροι γίνονται πρὸς ἀλλήλας. καὶ περὶ χαρακτήρων δὲ λόγου σοφῶν διδάξαι
10ῥητόρων φιλοσόφων τε καὶ σοφιστῶν σὺν τούτοις, καὶ ποιητῶν ἱστορικῶν ὁμοῦ καὶ συγγραφέων. περὶ ἰδεῶν καὶ οὐχὶ περὶ τῷν χαρακτήρων ἐπιγραφὴν τὸ σύνταγμα τοῦτο πρεπόντως φέρει. ὁ Σικελὸς Φοιβάμμων δὲ λέγων ἐκφέρει τάδε,
15ὅτε λέγειν αὐτῷ σκοπὸς οὐ περὶ τῶν ποιούντων, περὶ τῶν ποιουμένων δὲ, ὅθεν καλῶς ἐγράφη. ποιοῦσι χαρακτῆρες δὲ, ποιοῦνται δὲ ἰδέαι. ὁ χαρακτὴρ γὰρ, ὥς φασιν, ἰδέας περιέχει. Δοξόπατρος δ’ ἐπιγραφὴν κεῖσθαι καλῶς νῦν λέγει·
20ἐκ τούτων γὰρ γινώσκομεν ἰδέας τὰς τοῦ λόγου διαφορὰν δὲ ἰδεῶν καὶ χαρακτήρων λέγει. τὰ μὲν πρωτότυπά φασιν ἰδέας τινὰς εἶναι, ἃ δὲ πρὸς τὰ πρωτότυπα γίνονται χαρακτῆρες. κἀγὼ μακρηγορέω δὲ καθώσπερ οὗτοι μάτην.
25ποῦ γὰρ εἰς τέχνην συντελὲς τοῦτο ῥητορευόντων καλῶς περὶ τῶν ἰδεῶν ἐπιγραφὴν νῦν θεῖναι. περὶ γὰρ διαγνώσεως τῶν ἰδεῶν διδάσκει. ὁποίαις μὲν χρησαίμεθα δικανικῷ τῷ εἴδει, ποίαις δὲ συμβουλεύοντες, ποίαις ἐν πανηγύρει.
30 Εἰσὶν αἱ τεμνόμεναι εἰς εἴδη ἰδέαι σαφήνεια, μέγε‐ θος, ἦθος· εἰδικώτατα δὲ κάλλος, γοργότης, ἀλήθεια,
δεινότης.645

3

.

646

Διαφοράς μοι μάνθανε λοιπὰς πρὸς ἐπὶ τούτοις, εἴδους, ἰδέας καὶ μορφῆς, ὁμοῦ καὶ χαρακτῆρος. τὸ εἶδος περιέχει μὲν μιᾶς οὐσίας φύσιν· ἄνθρωπος ἀνθρωπότητα, ἱππότητα δὲ ἵππος·
5ἰδέα σώματός ἐστιν ἡ ὁρωμένη θέα. μορφὴ ἡ ὡραιότης δὲ καὶ τὸ καλλύνον ἅπαν· ὁ χαρακτὴρ δὲ σφράγισμα καὶ σφράγισμα σαφές τι· οἷον στρεβλόῤῥιν ἢ γρυπὸς εἴτε φοξὸς ψεδνόθριξ τὰ τρία γοῦν ῥητορικῆς ἅπερ προέφην εἴδη,
10ἡ συμβουλὴ, πανήγυρις, καὶ τὸ δικανικὸν δὲ ἔχουσι καὶ ἰδέας μέν τινας ἐπεγκειμένας, σαφήνειαν ἢ μέγεθος ἢ τῶν ἑτέρων ἄλλων· μορφὴν δὲ τὴν ἐκ λέξεων ὁμοῦ καὶ τῶν σχημάτων καὶ λόγοι τίνες ἄτεχνοι καὶ τῶν ἀῤῥητορεύτων
15ἰδέας ἔχουσί τινας καί γε μορφὰς τοιαύτας. ἐγχάραγμα καὶ γνώρισμα σαφὲς δικανικοῦ δὲ ἁδρὸν ἅπερ καὶ σύντομον τὸ τῶν ἐγκατασκεύων. τῆς συμβουλῆς δὲ χαρακτὴρ καὶ γνώρισμα γενναῖον τὸ μέσως ταῖς κατασκευαῖς μὴ κατακόρως χρῆσθαι.
20τῆς δέ γε πανηγύρεως ὁ χαρακτὴρ ὁ τρίτος. ὁ χαλαρὸς καὶ ταπεινὸς ὁ τῶν ἀκατασκεύων. καὶ γὰρ τῷ νῷ καὶ λέξεσι μᾶλλον λαμπρὸς τυγχάνει. τῷ μὴ ἐγκατασκεύῳ δὲ ὁ τῶν ἐναγωνίων ὕπτιός τε καὶ ταπεινὸς εἴληχε κλῆσιν φέρειν.
25Ποιητικαὶ μεγέθους μὲν αὗταί εἰσιν ἰδέαι.

3

646,col1

(26)

Σεμνότης, ᾗ ἀντίθετον ἀφέλεια ὑπάρχει. Τραχύτης, ᾗ ἀντίθετον ἐπιεικὲς, γλυκύτης.
30Ἀκμή τε, ᾗ ἀντίθετον ἐπιεικὲς, γλυκύτης, καὶ σὺν αὐταῖς καὶ μετ’ αὐ‐ τῶν ὁμοῦ καὶ ἡ γοργότης.

3

646,col2

(26)

Περιβολὴ, ἀντίθετον ᾗ‐ περ ἡ καθαρότης. Λαμπρότης, ᾗ ἀντίθετον καθέστηκε γοργότης.
30Σφοδρότης, ᾗ ἀντίθετον
καθέστηκε γοργότης.646

3

.

647

Οὐκ ἔστιν ἡ ἀσάφεια παντὸς λόγου κακία. ἀλλ’ ὅταν ἐκ συγχύσεως, φασὶ, καὶ ἀτεχνίας, τότε καὶ λόγου νόσημα τυγχάνει καὶ κακία· ὅταν δὲ τέχνῃ ῥήτορος γίνηται καὶ μεθόδου,
5τότε καὶ μᾶλλον ἀρετῆς τὸ ἀσαφὲς ὑπάρχει. οἷον ἐν τοῖς αἰνίγμασι καὶ γρίφοις καὶ θεσφάτοις, καὶ ἐσχηματισμένοις δὲ ζητήμασιν ὁμοίως· μετὰ δὲ τὴν σαφήνειαν περὶ μεγέθους γράφει· δεῖ τῷ σαφεῖ μεγέθους γὰρ, ὥσπερ αὐτὸς διδάσκει.
10ἂν μέγεθος οὐκ ἔχει δὲ, πρὸς εὐτελὲς ἐκτρέχει. μέθοδοι δὲ τυγχάνουσιν αἱ τῆς καθαρότητος τὸ ἐκ τοῦ πράγματος ψιλοῦ τὴν καταρχὴν ποιεῖσθαι. καὶ μὴ μιγνύναι ἔξωθέν τι τῶν περιβαλόντων. καὶ τὸ, κἂν ἐμπερίβολος ἡ ἔννοια ὑπάρχει,
15ὅμως ἀπὸ τοῦ πράγματος τὴν καταρχὴν ποιεῖσθαι. τρίτον τὸ κατ’ ἀφήγησιν τὸν λόγον παρεισάγειν.
17tΠερὶ ἤθους.
18Ἐργαστικαὶ τοῦ ἤθους μὲν αὗταί εἰσιν ἰδέαι,
ἐπιείκεια [ ] βαρύτης.
20
ἀφέλεια [ ] ἀλήθεια ὧν ἡ βαρύτης καθ’ αὐτὴν οὐ θεωρεῖται μόνη. ἐκ τῆς ἐπιεικείας γὰρ ἔστιν καὶ ἀφέλεια. ἀφέλειαν ποιοῦσι δὲ γλυκύτης καὶ δριμύτης. Τὸ ἦθος τὸ πολιτικὸν δύο σημαίνει νόει,
25ὃ τοῖς ὑποκειμένοις μὲν προσήρμοσται προσώποις, λίχνοις, ἀγρόταις καὶ λοιποῖς καὶ ἦθος τὴν ἰδέαν· ἢ ὅπερ ἦθος δείκνυσι τοῦ λέγοντος τὸν λόγον, ἢ τὸ τῶν μιμουμένων δὲ πάντων ἀνθρώπων ἦθος. λίχνων, ῥητόρων, στρατηγῶν, δειλῶν ἢ φιλαργύρων,
30ὅτ’ αὔξομεν ὑπερβολαῖς, τότε καὶ δρῶμεν πάντως647

3

.

648

τὸ ἐνδιάθετον αὐτὸ καὶ ἀληθὲς τοῦ λόγου· οἷον τοιοῦτον, ἥλιε καὶ ἀρεταὶ καὶ λόγοι, τῶν ἀφυῶν ἀνδράριον ἡμῖν ἀντιφερίζεις· ἢ εὐτελέσι πράγμασι τοὺς λόγους ἐξισοῦμεν·
5ποιοῦμεν δὲ ἀφέλειαν ὥσπερ ὁ Ἀνακρέων, Σαπφώ τε καὶ Θεόκριτος βουκολικοῖς ἐν λόγοις. ἐκ τῶν τριῶν δὲ ἰδεῶν τῶν εἰρημένων τούτων ἐπιεικοῦς καὶ ἀληθοῦς μετὰ τῆς ἀφελείας ἥ τε γλυκύτης γίνεται καὶ σὺν αὐτῇ βαρύτης.
10αὐξήσει ἀφελείας γὰρ γλυκύτητα ποιοῦμεν. αὔξῃ ἐπιεικείας δὲ βαρύτητα ποιοῦμεν. καὶ αὔξῃ ἀφελείας δὲ βαρύτητα ὁμοίως. ἡ γὰρ βαρύτης καθ’ αὑτὴν ὑπόστασιν οὐκ ἔχει. οὐδὲ πρὸς τὴν ἀνάπλησιν συμβάλλεται τοῦ ἤθους.
15tΠερὶ κάλλους.
16 Κυρίως κάλλος λέγεται τοῦ λόγου πεφυκέναι ἡ μίξις ἡ εὐάρμοστος ἡ τῶν μερῶν τοῦ λόγου ἐννοίας καὶ μεθόδου δὲ λέξεως καὶ τῶν ἄλλων. ἡ μίξις τοῦ τῶν ἰδεῶν αἵπερ ποιοῦσι κάλλος
20τοῦτο τοῦ λόγου κάλλος μὲν ὑπάρχει τοῦ κυρίως· ἐπεὶ δ’ ἐστὶ καὶ ἕτερον κομμωτικόν τι κάλλος. τὸ τῆς δοκούσης ἡδονῆς τῆς περισσολεκτούσης καὶ τῆς ἰσοκατάληκτα ἐχούσης καὶ τοιαῦτα, δέον καὶ περὶ τούτου με τοῦ κάλλους ἐκδιδάσκειν
25καὶ περὶ τὰ ἑπόμενα περὶ τὴν λέξιν τάδε, σχήματα, κῶλα, σύνθεσιν, ἀνάπαυσιν, ῥυθμόν τε. Μέρη τοῦ λόγου παντὸς ἰδέαι εἰσὶν ὀκτώ. ἔννοια, μέθοδος, λέξις, σχῆμα, κῶλα, σύνθεσις, ἀνάπαυσις, ῥυθμός.
30tΠερὶ εὐκρινείας.
31Ἡ μὲν ἰδέα αὕτη γοῦν εὐκρίνεια καλεῖται648

3

.

649

ἡ εὖ διαχωρίζουσα καὶ κρίνουσα τοὺς λόγους· μετὰ δὲ καθαρότητα πρεπόντως κατετάχθη. καὶ γὰρ τῆς καθαρότητος ἀνόρθωσιν ποιεῖται εἴπερ γὰρ εἰς ἀσάφειαν τὸ καθαρὸν ἐμπέσοι
5περιβολαῖς τε συγχυθὲν καὶ πλήθει τῷ τῶν λόγων ἀλλ’ οὖν γε καὶ εὐκρίνεια πάλιν καθαίρει τοῦτο· χρᾶται γὰρ ἀναλήψεσι καὶ διορθοῦται τοῦτο, καὶ τῇ προκαταστάσει δὲ καί γε τῇ ἀποθέσει καὶ ταῖς προδιορθώσεσι καὶ τῇ ἐπιδιορθώσει.
10πάλιν γενέσθαι καθαρὸν τὸν λόγον μεθοδεύει. τί πρῶτον καὶ τί δεύτερον, καὶ τάξιν τῶν πραγμάτων. ἐν εἴδει πανηγύρεως τὸ πεπηγὸς τηροῦσιν. ὥσπερ φησὶν ὁ Σικελὸς, εἰσὶν γὰρ τεταγμένα, τί πρῶτον καὶ τί δεύτερον κεφάλαιον καὶ τἄλλα·
15τίνες γονεῖς, ἀνατροφὴ, πράξεις τε καὶ συγκρίσεις ἐν εἴδει δὲ τῆς συμβουλῆς καὶ τῷ δικανικῷ δὲ τὴν τάξιν ἀνατρέπομεν αὐτὴν τὴν τῶν πραγμάτων, τιθέντες ὡς βουλόμεθα ταῦτα πρὸς τὸ συμφέρον, οὕτω φησὶν ὁ Σικελὸς, Συριανὸς δὲ λέγει.
20δεινότης ἐστὶ ῥήτορος τάξιν τηρεῖν πραγμάτων. ἀδύνατον συγχέαι δὲ τάξιν ἐν πανηγύρει. εἰσὶ γὰρ τὰ κεφάλαια τῇ φύσει τεταγμένα. τί πρῶτον καὶ τί δεύτερον καὶ καθεξῆς ὁμοίως. ὡσαύτως κἀν τῇ συμβουλῇ ἀσύγχυτος ἡ τάξις.
25χρὴ γὰρ τὸν συμβουλεύοντα πρῶτον ποιεῖσθαι λόγους περὶ τοῦ κατεπείγοντος, ἔπειτα καὶ τῶν ἄλλων, ἐν εἴδει δὲ δικανικῷ μόνῳ τῶν ἄλλων δύο ἡ τάξις ἀνατρέπεται πολλάκις τῶν πραγμάτων. πρὸς τὴν βουλὴν καὶ τὸ δεινὸν τῆς τέχνης Ἑρμογένης
30δείκνυσι δεινότητα μεθόδου. ἐννοίας τῆς σεμνότητος εἰς τέσσαρας διεῖλε
εἰς πρώτην τὴν ἐπὶ θεῶν ἐνθέως λεγομένην649

3

.

650

ὡς ἂν διαναπαύωνται αἱ ἔννοιαι συντόμως, ἀλλὰ μὴ μυθικώτερον ἀνθρωποπαθεστέρως. Σεμνὰς ἐννοίας λέγει δὲ δεύτερον πεφυκέναι, ὅσαι ζητήσεις ἔχουσι τῶν φυσικῶν πραγμάτων.
5τρίτην δὲ τάξιν ἔνειμε σεμνότητα κεκτῆσθαι, ὁπόσαις καθεστήκασι λόγοι καὶ συζητήσεις. περὶ ψυχῆς καὶ ἀρετῆς καὶ βίου τῶν ἀνθρώπων. τετάρτης καταλέγει δὲ τάξεως πεφυκέναι ὁπόσαισπερ ἀφήγησις πραγμάτων λαμπροτάτων.
10θεῖον θεοῦ τε ἔλαττον κρεῖττον δὲ τῶν ἀνθρώπων. τὰ γὰρ εἴθ’ ἥρωες ἦσαν εἴτε θεοὶ σεμνὸν ὂν πλέον ἔχει τοῦ ποτε καὶ πιθανοῦ κατὰ τὴν ἐνδοίασιν. Καὶ μὴν καὶ αἱ ἀλληγορικαὶ μέθοδοι ὅτε διαρκοῖεν, σεμνὸν ποιοῦσι τὸν λόγον· καὶ ἐν τῷ ὁ μὲν δὴ μέγας
15Ζεὺς ἡγεμὼν ἐν οὐρανῷ πτηνὸν ἅρμα ἐλαύνων φέρεται καὶ τὰ ἑξῆς.
18 Αἱ μέντοι λέξεις τροπικαὶ σεμνότητα ποιοῦσι. καὶ ἔγγιστά που πράγματος ὑπάρχουσιν ὡς τοῦτο·
20προβαλλόμενοι τὴν χρηστὴν ἥνπερ φησὶν ἐλπίδα. ἂν πόῤῥω δὲ λαμβάνωνται, ὥσπερ ποιεῖ Χοιρίλλος, καλῶν τοὺς λίθους γῆς ὀστ, τοὺς ποταμοὺς
γῆς φλέβα
ς,
ὡς τὴν σελήνην οὐρανοῦ πάλιν Αἰσχρίων σίγμα.650

3

.

651

Οὕτω γὰρ λέξεσιν αὐταῖς αὐτὸ Αἰσχρίων λέγει·
Μήνη τὸ καλὸν οὐρανοῦ νέον σίγμα. τὸν λόγον ἐκτραχύνουσι, σκληρύνουσι δὲ πλέον, ἢ μᾶλλον εἰς ψυχρότητα σύρουσι γελαστέαν.
5 Κυριολεξίαν λέγομεν, ὡς Ὅμηρος·
Πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Ἤνοπος υἱόν.
ἢ Ἀγκαῖον δὲ ὑπερέβαλον δουρί. σχήματα δὲ τῆς σεμνότητος ἃ καὶ καθαροτάτων ὀρθότης καὶ ἐρώτησις καὶ μερισμὸς, ἀθροίσεις
10καὶ σὺν αὐτοῖς ἐπίκρισις ἐκ τῶν ἀνενδοιάστων· αἷς γάρ ἐστιν ἐνδοιασμὸς τοῦ ἤθους ἐπίκρισις.
12tΠερὶ τραχύτητος.
13 Λέξεις τραχύτητος οἷον τὸ καταπεπατημένον φορεῖτε, καὶ τὸ ἐκλέλυσθε, καὶ τὸ ἀναπεπωκότες κάθησθε καὶ τὸ
15ἐκνενευρισμένοι καὶ αἱ τοιαῦται. Σχήματα δὲ πρῶτον μὲν προτακτικὰ μάλιστα, οἷον τῆς Ἀριστογείτονος κρί‐ σεως ἀναμνησθέντες ἐγκαλύψασθε· ἔπειτα τὰ κατὰ ἐρώ‐ τησιν ἐλεγκτικά· οἷον εἶτ’ Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλ‐ λον προορᾷν, ὑμεῖς δ’ ὄντες Ἀθηναῖοι ταὐτὸ τοῦτο οὐ‐
20χὶ φυλάξεσθε. Κείμενον. Ἡ δὲ σφοδρότης κ. τ. λ.651

3

.

652

Τραχύτητος καὶ σφοδρότητος πρώτη διαφορὰ, ὅτι ἡ μὲν τραχύτης κατὰ μειζόνων λέγεται, ἡ δὲ σφοδρότης κατ’ ἴσων καὶ ἐλαττόνων· δευτέρα δὲ μετὰ ταύτην, ὅτι ἡ μὲν τραχύτης οὐκ ἐπιδέχεται τὰ μείζονα πρόσωπα, ἡ
5δὲ σφοδρότης ἐπιδέχεται ταῦτα, ἤγουν τὰ ἐν κοινοῖς τό‐ ποις λεγόμενα, οἷον μοιχοὺς, φονεῖς, τυραννικοὺς καὶ ἱεροσυλοῦντας. Πλατεῖα λέξις δέ ἐστι διὰ τοῦ ω καὶ α. τὸ στόμα διανοίγει γὰρ ἡ λέξις ἡ τοιαύτη.
10 Μᾶλλον δὲ τὸ α καὶ τὸ ω διαίρουσι καὶ διογκοῦσι τὸν λόγον, εἰ κατὰ τὰς τελευταίας εἴη τῶν λέξεων συλλαβάς· καταπεπατημένον φορεῖτε, καὶ τὸ, ἀλλὰ μανδραγόραν πεπωκόσιν ἐοίκατε. Γίνεται τοίνυν λόγος λαμπρὸς κατὰ ἔννοιαν μὲν, ὅταν
15πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων ἐφ’ οἷς ἂν λέγῃ διὰ τὸ ἔν‐ δοξα εἶναι, ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ. ἢ διὰ τὸ χαίρειν τοὺς ἀκούοντας ἢ διὰ ταῦτα πάντα. Μεθοδεύ‐ σεις δὲ λαμπρῶς, ὅταν προηγουμένως εἰσάγῃς τὰς ἐν‐ νοίας. ὅταν δὲ θαῤῥῶν μετὰ ἀξιώματος, ἀλλὰ μὴ ἐνδοι‐
20άζων, ὅταν ἀφηγούμενος καὶ μὴ διακόπτων τὰς ἀφη‐ γήσεις. Γοργότητος διακοπὴ καὶ τὸ κομματικὸν γὰρ λαμπρότητος ὑπάρχει δὲ λόγου μακροκωλία. τὸ ἀσυνδέτως λέγειν γὰρ ἴδιον λαμπροτήτων·
25καὶ ὁ πλαγιασμός [ἐστιν] ἴδιον λαμπρότητος. πολλήν τινα πεποίηται ἀκμῆς τὴν κοινωνίαν, ὡς πρός γε τὴν τραχύτητα καὶ τὴν σφοδρότητά γε, καὶ πρός γε τὴν λαμπρότητα σὺν ταῖς ῥηθείσαις ταύταις. καὶ γὰρ κατὰ τὴν ἔννοιαν καὶ μέθοδον ὁμοίως
30σφοδρότητι, τραχύτητι πέφυκε κοινωνοῦσα. κατὰ δὲ λέξιν ταῖς τρισὶν ὑπάρχει κοινωνοῦσα. κώλοις, συνθήκαις, βάσεσι καὶ τοῖς ῥυθμοῖς δὲ πᾶσι
συγκοινωνὸς καθέστηκε λαμπρότητος καὶ μόνης.652

3

.

653

ὡς οὖν πῆ πέφυκεν αὐταῖς κατά τι κοινωνοῦσα. πῆ δὲ καὶ διαφέρουσα ἴδιον ἔχει τόπον. λέξεις ἀκμῆς, τραχύτητος ὁμοῦ καὶ σφοδροτήτων, αἱ τροπικαί τε καὶ σκληραὶ ἀφ’ ἑαυτῶν καὶ φύσει.
5λαμπραὶ δὲ λέξεις αἱ σκληραὶ καὶ διογκοῦσαι στόμα. ὃ μὲν ἀκμαῖον καὶ τραχὺ ἢ καὶ σφοδρὸν ὑπάρχει, ἢ καὶ λαμπρὸν ἢ καὶ φαιδρὸν ἢ καὶ τραχὺ σύναμα. οὐ μὴν ὃ πάντως περ τραχὺ, τοῦτό γε καὶ ἀκμαῖον. οὐδ’ ὃ σφοδρὸν οὐδ’ ὃ λαμπρὸν, πάντως ἂν καὶ ἀκμαῖον.
10πλαγιασμὸν ἐνταῦθα νῦν ὁ ῥήτωρ ὀνομάζει οὐ σχῆμα τὸ δι’ ἐμὲ ὅπερ καλεῖται δρόμος. ἐπεμβολὴ, ἐπιδρομὴ καὶ ἐπιτρέχον σχῆμα. οὐ τοῦτο νῦν πλαγιασμὸν ἐκάλεσεν ὁ ῥήτωρ. ὥσπερ τινὲς ἐνόμισαν τῶν ἐπεξηγουμένων.
15 Τοῦτο δὲ ὅπερ γενικῆς πτώσεως καὶ πλαγίας, οἷον τὸ τοῦ Φωκικοῦ συστάντος πολέμου. Μεθόδου τὴν ἐπιμονὴν τεχνικωτάτως λέγει· χρώμεθα γὰρ ἐπιμοναῖς πραγμάτων τοῖς ἐνδόξοις· ἐκ τῶν αἰσχρῶν δ’ ἐκτρέχομεν, οὐκ ἐνεργοῦμεν τούτοις.
20ἐν οἷσπερ δὴ ἰσχύομεν, ὥσπερ ὁ ῥήτωρ λέγει. ἐπιμονὴ δὲ καταρχὴ ἐκ τοῦ αὐτοῦ πολλάκις. ὡς καὶ ὁ Διονύσιος περιηγήσει γράφει· „Ἴλιον ἠνεμόεσσαν ὑπὸ πλευρῇσιν ἔχουσαν.“ „Ἴλιον, ἣν ἀλάπαξαν Ἀθήνα τε καὶ Ἥρα.“
25ἐπιμονὴν ὁ τεχνικὸς λέγει δὲ πεφυκέναι, ὅταν τις πλείω ῥήματα ἀλλήλοις ἐπιβάλλῃ, συκοφαντεῖς, διώκεις τε καὶ ἄγχεις καὶ ἐλαύνεις· τὸ καρτεροῦν ἐν ταῖς αὐταῖς ἐννοίαις τε καὶ λόγοις. ὁ σοφιστὴς Τιβέριος ἐπιμονὴν δὲ λέγει,
30καὶ ταύτην σχῆμα λέξεως βούλεται πεφυκέναι.
Σχήματα δὲ λαμπρὰ, ὅσα καὶ εὐειδῆ· οἷον αἱ ἀναι‐653

3

.

654

ρέσεις καὶ τό· οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις, οὐ μή. Ἐν τῷ περὶ τραχύτητος εἶπε διδάσκων λόγῳ, ὡς θεωρεῖται καθ’ αὑτὴν τραχύτης καὶ λαμπρότης.
5καὶ τῆς ἀκμῆς ἐργαστικαὶ τυγχάνουσι καὶ ἄμφω.
8 Τὸ μέρος περιέχεται, τὸ μέλος περιέχει, μέλος γὰρ οἷον κεφαλὴ, μέρος δὲ ταύτης ὦτα.
10ὑποστροφὴ τυγχάνει δὲ μεσεμβολή τις λόγου. οἷον ταυτὶ ἐπράχθησαν οὐ δι’ ἐμὲ δὲ πάντως. ἀποστροφὴ πρὸς πρόσωπον ἀπὸ προσώπου λόγος, ἂν λέγεις πρός τι πρόσωπον, εἶτα πρὸς ἄλλο στρέψεις.
14tΠερὶ κάλλους.
15Ἐπειδὴ δὲ καθόλου τὸ κάλλος κ. τ. λ.
17 Εἰ ἔστι τὸ πολύπτωτον σύντομον κάλλους ἔνι εἰ δὲ μακρὸν πολύπτωτον λαμπρότητος ὑπάρχει. παράδειγμα πολύπτωτον ἐκ τοῦ περὶ στεφάνου.
20οὗτοι ἤγουν οἱ ῥήτορες ἡμῶν κυριαρχοῦσι. τούτοις ὑμεῖς δὲ πείθεσθε, ὦ ἄνδρες Ἀθηναῖοι. δέος μὴ ὑπὸ τούτων δὲ δεινῶς ἀπατηθῆτε. εἰ τὸ γοργὸν εἰς ἀφελὲς καὶ ὕπτιον τραπείη· ὀρθοῦν τοῦτο πεφύκασιν ἐκ τῶν ὑπτιασμῶν
25σχῆμα τὸ τῆς ὑποστροφῆς καὶ ἐπιτρέχον σχῆμα. ἐπαναδίπλωσίς ἐστι διπλασιάσαι κῶλον, ἄνευ μεσεμβολήματος, οἷον τὸ ταῦτα, ταῦτα. ἢ τόδε· σοφὴ, σοφὴ καὶ κατθανεῖν ὅμως σε χρή. τίσι προσώποις προσφυὲς ποῖον τυγχάνει εἶδος.
30μεθόδου τῆς δεινότητος ἤμελλε συνδιδάσκειν ὡς στρατηγῷ καὶ πρεσβευτῇ σεμνότης ἁρμοδία.
τὸ ἀφελὲς δὲ συμπρεπές ἐστι τοῖς ἰδιώταις.654

3

.

655

αἱ ἀφελεῖς ἁρμόττουσιν ἔννοιαι πολιτείᾳ. ὅταν παισὶ συνηγορῇς ἢ γεωργοῖς ἢ δούλοις. τῆς ἀφελείας σχῆμα μὲν ὑπάρχει ἡ ὀρθότης· τὸ σχῆμα τὸ ἀσύνδετον τῶν ἠθικῶν ὑπάρχει,
5τουτέστιν ἀνειμένον τε καὶ πρέπον ἀφελείᾳ. Ἁρμόζει διηγήσει δὲ τῇ ἐμφραστικωτάτῃ· καὶ τῇ κινούσῃ πάθη δὲ, οἷον ὁρᾷν ἦν τότε πόλεις, οἰκίας, τὰ λοιπὰ μετὰ τῆς ἐρημίας, καὶ ὅταν ὀργιζώμεθα ὡς ἐπὶ σφοδρότητος·
10ὡς ὁ λοιμὸς, ὁ φαρμακὸς, ὃν οἰωνίσαιτό τις. τῶν ἐννοιῶν γλυκύτητος εἴδη τυγχάνει τρία· αἱ μυθικαὶ καὶ δεκτικαὶ αἱ τῶν διηγημάτων. αἱ ἔγγιστα τυγχάνουσαι μύθου καὶ μυθευμάτων. τρίτον αἱ κοινωνοῦσαί τι πλὴν πρὸς βραχὺ τῷ μύθῳ.
15 Τὸ δὲ τρίτον εἶδος ἄλλοτε ἄλλην ἔχει δύναμιν· τοῦτο γὰρ πολλάκις καὶ τὰ μυθικὰ κ. τ. λ.
18 Τὸ σχῆμα τῆς ὀρθότητος καὶ ἡ γλυκύτης ἔχει· ἔχει καὶ παρισότης δὲ ἐν σχήματι τοῦ κάλλους.
20ἕτερον παρὰ ταῦτα δὲ εἶδός ἐστιν ἡδύνον, ἐρωτικὴ ἀφήγησις, ἐγκώμια, ἐκφράσεις. Ἴσως οὖν τοῦτο οὐδὲ ἔννοια, μέθοδος δέ τίς ἐστι, τὸ μὴ περινενοημένως λέγειν. διὸ καὶ ἴδιον ἀφελείας τοῦτο τὸ τῆς τοιαύτης μεθόδου.
25 Ἡ ποιοῦσα τὴν δριμύτητα αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν ἔχει δριμύτητος. εἶτ’ ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται· ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν· ἡ γὰρ σεμνὴ λέξις ἀεί ποτε σεμνή ἐστι, καὶ εἰ μή τις σεμνὴν ἔννοιαν δι’ αὐτῆς φράζοι.
30 Ταὐτόν ἐστι καὶ ἔννοια καὶ μέθοδος, ὦ ῥῆτορ, ἔννοια μὲν ἐπιεικὴς τὸ ταπεινῶς τε λέγειν,
ἑκόντως λέγειν ταπεινῶς, ἐπιεικῶς μεθόδῳ.655

3

.

656

(1t)

Περὶ ἀληθινοῦ λόγου.
2 Ὁ λόγος ὁ κατὰ ψυχὴν ὁ τῶν ἐνδιαθέτων οὕτω τὴν κλῆσιν ἔσχηκεν ἀληθινὸς καλεῖσθαι. ὅτι ὁποῖα ἂν τελῇ τὰ ψυχικὰ τὰ πάθη,
5τοιαῦτα ταῦτα καὶ αὐτὸς ἐμφαίνει καὶ δεικνύει. ἐνδιαθέτου κλῆσιν μὲν πάλιν πλουτεῖ τοιῶσδε, ὅτι γε διατίθεται τοιῶσδε πρός τι πρᾶγμα. εἴτουν ὡς ὀργιζόμενος εἴτε καὶ ὡς οἰκτείρων, εἴτε τι τοιουτότροπον ἦθος πενθῶν καὶ χαίρων.
10tΚείμενον.
11 Ὁ ἐνδιάθετος καὶ ἀληθὴς λόγος καὶ οἷον ἔμψυχος τὸ μὲν πλεῖστον κ. τ. λ.
14Τὸ πλεῖστον περὶ μέθοδον ἔχει καὶ περὶ σχῆμα.
15αὐτὰ καὶ γὰρ τὰ πράγματα ψιλά πως ἐφηγεῖται· μηδὲν αὐτοῖς τῶν ἔξωθεν ὄντων ἐπισυμπλέκων. ὥσπερ καὶ ἡ ἀφέλεια ὁ καθαρός τε λόγος. τοῦτο χρεὼν εἰδέναι δὲ, ὅτι περ τῇ ἐννοίᾳ ἀκόλουθος ἡ μέθοδος οὐκ ἄλλο τι τυγχάνει.
20τῇ λέξει δὲ τὰ σχήματα κῶλά τε καὶ συνθήκη καὶ ἀναπαύσεις καὶ ῥυθμοὶ αὐτῇ γὰρ θεωροῦνται. αὐτὸς ὢν, οἶμαι, θαυματὸς, ὦ Ζεῦ, ἐν στρατιώταις, ἐν τῷ παραπρεσβείας μὲν πρὸς τὸν Αἰσχίνην λέγει. ὡρμήθη τοῦτο, λέγει δὲ τοιουτοτρόπῳ τρόπῳ·
25ἐν τῇ περὶ Χαιρώνειαν ὁ ῥήτωρ ποτὲ μάχῃ δειλὸς καὶ τῶν ἀνάνδρων δὲ καὶ ῥίψασπις ἐφάνη· ῥίψας ἀσπίδα τοῖς χρυσοῖς γράμμασιν γεγραμμένην· ὡς εἶπον ἐν ταῖς στάσεσιν, ὃν κωμῳδεῖ Αἰσχίνης· ὡς τὴν ἀσπίδα ῥίψαντα καὶ πόλεως τὴν τύχην·
30ΧΡΗΣΤΗ γὰρ ΤΥΧΗ ΠΟΛΕΩΣ εἶχεν ἐγγεγραμμένον. πρὸς γοῦν αὐτὸ δεικνύμενος ὁ ῥήτωρ Δημοσθένης, φησὶν, διεκωμῴδησεν ἡμᾶς ὡς ἀστρατεύτους,
αὐτὸς ὢν οἶμαι θαυμαστὸς, ὦ Ζεῦ, ἐν στρατιώταις·656

3

.

657

Σχεδὸν μία μέθοδός ἐστιν ἐνδιαθέτου λόγου παντὸς, τὸ μὴ προλέγειν κ. τ. λ.
4Τὸ σχεδὸν μία μέθοδός ἐστιν ἐνδιαθέτου·
5τὸ μὴ προλέγειν μηδαμοῦ, ὅτι τυχὸν ὀμόσει. ἤγουν ὅτι θαυμάσειεν ἢ ηὔξηται ἢ ἄλλο ἀλλ’ αἰφνιδίως λέγειν τι κἀκ τοῦ αὐτοσχεδίου. τὸ δὲ σχεδὸν δὲ ἄῤῥητον, καὶ τὸ σχεδὸν δὲ μία, πάνυ τῶν ἀδιστάκτων τε καὶ διδασκάλου τρόπου.
10τρεῖς μέθοδοι εὑρέσεων, οὗτος ὁ νοῦς τοῦ λόγου. μέθοδον δὲ δεινότητος εἶναι καὶ τοῦτο νόει, τὸ ὅπου χρὴ καὶ ὅτι χρὴ καὶ λέξεσι κεχρῆσθαι ἢ ἐθνικαῖς ἢ τεχνικαῖς ἢ μουσικαῖς ἢ νόμων, καὶ ἀστρολογικαῖς μάντεων καὶ μηχανουργούντων.
15καὶ ποδισμοὺς, προποδισμοὺς καὶ πήξεις καὶ κολλήσεις, οἰκίσκους τε τῶν μάντεων παρθένων σπλαγχνοτόμους, Ὁμολόγημα μὲν τῆς τόλμης, ὡς ἐν τῷ κατὰ Τιμοκρά‐ τους, καὶ γὰρ εἰ φορτικὸς ὁ λόγος, ἀλλ’ ὅμως ἐρῶ· ἀποκτείνατε αὐτὸν, ἵνα τοῖς ἀσεβέσιν ἐν Ἅιδου φῇ τοῦ‐
20τον τὸν νόμον. Βραχεῖα δὲ προσθήκη οὕτως· ὁ μὲν οὖν παρὼν και‐ ρὸς, ὦ Ἀθηναῖοι, μονονουχὶ φωνὴν φησὶν ἀφιεὶς, ὅτι τῶν πραγμάτων ἡμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν. Καὶ Πλάτων ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι ποτίμῳ
25λόγῳ. Παράλειψις, ἂν λέγῃ τις σιγῆς ἐν προσποιήσει, ἀποσιώπησις δ’ ἐστὶ παραλιπεῖν ὃ πρέπει. περιπλοκὴ τὸ ἀσαφῶς περί τινών τι λέγειν, εἴτουν ὡς αἰσχυνόμενοι, εἴτε μὴν ὡς μισοῦντες,
30ὡς ὁ Αἰσχίνης ἔδρασεν ἐν τῷ κατὰ Τιμάρχου·
θέλων εἰπεῖν τὸν ἄνδρα γὰρ ἔνοχον τῇ πορνείᾳ657

3

.

658

ἔνοχον οἷς ἠκούσατε τῷ γράμματι προεῖπε. Ἡ ἐπανάληψις κατὰ τρόπους τρεῖς γίνεται, ἐπὶ πρά‐ γματος διδασκαλίᾳ, ἐπὶ προσώπου συστάσει ἢ διαβολῇ, ἐπὶ ἤθους βεβαιώσει. Ἐπὶ πράγματος διδασκαλίᾳ, ὡς
5παρ’ Ὁμήρῳ· Ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ’ ἐόντας, Αἰθίοπας τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. Ἐπὶ προσώπου συστάσεως· οἷον Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας,
10 Νιρεὺς Ἀγλαΐης υἱὸς καὶ τὰ ἑξῆς. Ἐπὶ δὲ διαβολῇ. Ἆρες, Ἄρες βροτόλοιγε, μιαιφόνε, καὶ τὰ ἑξῆς. Ἐπὶ ἤθους βεβαιώσει· τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε.
15εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ. νῦν δ’ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν· ἐς δ’ ἐρέτας ἐπίτηδες ἀγείρομεν, ἐς δ’ ἑκατόμβην θείομεν, ἂν δ’ αὐτὴν Χρυσηΐδα καλλιπάρειον βήσομεν.
20 Τέσσαρα· ἐρύσομεν· ἀγείρομεν· θείομεν· βήσομεν. Ὑπερβατῶν καθέστηκε δύο, φησὶν, τὰ εἴδη· καὶ τὸ καθ’ ὑπέρθεσιν εἶναι τοῦ κάλλους λέγει τὸ ἔχον τὴν αἰτίαν δὲ μέσην ἐκτεθειμένην. ὅπερ κατὰ παρένθεσιν ἔλαχε κλῆσιν φέρειν.
25οἱ μὲν πολλοὶ νομίζουσι περίοδον τοῦ κάλλους. τοῦτο δὲ τῆς γοργότητός ἐστι καὶ σαφηνείας. ἂν ἡ αἰτία δεῖται δὲ μέσης αἰτίας ἄλλης. μακρόν ἐστιν ὑπερβατὸν, περιβολὴν ποιεῖ δέ. ὦ γέρον οὐχ ἑκὰς ἀνὴρ τάχα δεῖ καὶ σὲ αὐτόν.
30ὑπερβατὸν ὁ Τζέτζης σοι εἶναι καὶ τοῦτο λέγει,658

3

.

659

οὐχὶ κατὰ παρένθεσιν ἔχον αἰτίαν μέσην. ἀλλὰ κατὰ ὑπέρθεσιν καὶ ἄνευθεν αἰτίας πῶς ἑαυτὸν αἰνέσει τις, μὴ φορτικὸς δὲ δόξει. ὁ Ἑρμογένης τρεῖς φησιν ὑπάρχειν τὰς μεθόδους·
5λόγον κοινὸν καθολικὸν, προσποίησιν ἀνίας, παραγωγὴν προσώπου τε, ἥνπερ κακῶς νῦν λέγει. κοινότης λόγου μέν ἐστιν, οἷον ὑπάρχων σώφρων. μακάριοι οἱ σώφρονες εἰπὼν οὖν κοινοτέρως αὐτὸς αὐτὸν ἐπαινέσας μὴ φορτικὸς δοκείσθω
10προσποίησις ἀνίας δὲ, ὅταν περ οὕτως εἴπῃς· σοῦ ταῦτα λέγοντος ἐμοὶ καιρὸς λοιπὸν χωρεῖν με. λέγειν προγόνους καὶ τροφὰς καὶ τὰς ἐμὰς τὰς πράξεις. προσώπου δὲ ὑπαλλαγὴ, ὥσπερ ὁ Παῦλος λέγει. εἶδον πρὸ χρόνων ἄνθρωπον εἰς οὐρανοὺς ἀρθέντα·
15καὶ ὁ μαθητὴς δὲ, φησὶν, ὃν Ἰησοῦς ἠγάπα. τοιαῦτα μὲν ὑπαλλαγὴ τυγχάνει τοῖς προσώποις. κόλλησις μὲν τὸ προσφυὲς ἔπος πεζῷ τῷ λόγῳ. ὡς ἐξ αὐτοῦ τοῦ λέγοντος οὐκ ἐκ τοῦ ποιητοῦ δέ. οἷον ἐνάγων κατ’ ἀνδρὸς φθορέως εἴπερ εἴπω·
20ἄνδρες, ὃ λέγω, δικασταὶ, κατὰ ἀνδρὸς νῦν τοῦτο· παρθένον ἐξήρπαξεν, ἀναινομένην τ’ ἐδάμασσεν. ἂν δὲ κατὰ διάστασιν ὡς ποιητὴ λεχθείη, οὐκ ἔστι τοῦτο κόλλησις, οὕτω δὲ τότε κάλει, ἐπιφορὰν, ἐπαγωγὴν, ἐπένθεσιν καὶ χρῆσιν.
25μαθὼν ἤδη τὴν κόλλησιν μάθε τὴν παρῳδίαν. ἣν λέγε καὶ παράφρασιν παραγραμματισμόν τε· ὡς εἴπερ τὸ Ὁμήρειον παρατροπῇ προφέρεις· „ἀφραίνεις Μενέλαε διοτρεφὲς, οὐδέ τί σε χρή.“ ἐννάτην πρὸς ταῖς εἴκοσι μέθοδον εἶναι λέγει,
30μὴ ἀντιτείνειν πάθεσιν, ὀργαῖς φημι καὶ λύπαις·659

3

.

660

πρῶτον δὲ κατατίθεσθαι τοῖς τούτοις κρατουμένοις, ἔπειτα θεραπεύσαντα λέγειν ἃ μέλλεις λέγειν. καὶ Ὀδυσσεὺς ἐποίησεν ἐκ χολῆς λυπουμένοις· „ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι.“
5τοιαῦτα γοῦν ἐπαγαγών φησιν· ἀλλὰ καὶ οὕτως τλῆτε μικρὸν καὶ μείνατε, ὄφρα δαῶμεν, φίλοι, εἰ ἐτεὸν μαντεύεται εἴτε καὶ μὴ ὁ Κάλχας. τοιοῦτο καὶ Ἰώσηπος εἴρηκεν ἢ δέδρακε Καππαδοκῶν ἀνάσσοντα Ἀρχέλαον Ἡρώδην·
10τριακοστῷ δὲ σὺν τούτοις συγκατατάττω τόπῳ ἀδίκημα τὸ γνώριμον πῶς πρέπει θεραπεύειν· γίνεται δὲ τοῦ δράσαντος ὁμολογοῦντος τοῦτο, καὶ ἑαυτῷ προσάπτοντος κατηγορίαν, μέμψιν. ὥσπερ Ἑλένη φέρεται ποιοῦσα παρ’ Ὁμήρῳ.
15ταὐτὸν ὁ Τζέτζης λέγει δὲ καὶ τούτῳ τῷ προτέρῳ. ὃς γὰρ, φησὶν, ὁμολογεῖ ἀδίκημα, ὃ πράξει, οὐκ ἀντιτείνει πάθεσι τοῖς προκεκρατημένοις. τῷ φερομένῳ κατ’ αὐτοῦ θυμῷ τε καὶ τῷ μίσει. ὁμολογία λύει δὲ ταῦτα καὶ ἐλεεῖται.
20τριακοστῇ καὶ πρώτῃ δὲ μεθόδῳ κατατάττει. τὸ κατὰ τέχνην τραγικῶς εἰδέναι γεγραφέναι, ἢ τὰ μείζονα λυπηρὰ βραχυλογοῦντα γράφειν· τῇ συντομίᾳ μᾶλλον γὰρ τὸ μέγεθος τηρεῖται. τὰ δὲ μικρὰ καὶ εὐτελῆ περιβολῇ τῶν λόγων
25μέγεθος προσλαμβάνουσιν, ὡς εὕρῃς παρ’ Ὁμήρῳ· „ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει. τέκνα δέ τ’ ἄλλοι ἄγουσιν ἐϋζώνους τε γυναῖκασ“· οὕτως ἐν ἔπεσι δυσὶν ἐκτραγῳδεῖ καὶ γράφει ἅλωσιν πάσης πόλεως, καὶ ἀλλαχόσε πάλιν
30κεῖται, φησὶν, ὁ Πάτροκλος βραχυλογῶν τὸ μέγα.660

3

.

661

ἂν δ’ ἀποθάνῃ βάρβαρος, ἂν εἴτις ἐκ τῶν Τρώων, πλατύνει λόγους καὶ ποιεῖ μέγα δοκεῖν τὸ φαῦλον. οὐ γὰρ λυπεῖ τὸν Ἕλληνα, μᾶλλον δὲ τέρπει τοῦτον· ὥσπερ, φησὶ, δὲ τρέφει τις ἔρνος ἀνὴρ ἐλαίης
5χώρῳ ἐν λειμῶνι τερπνῷ, οὗ κελαρύζει ὕδωρ, ἔρνος τερπνὸν ἐριθηλὲς καὶ τῶν εὐσκιοφύλλων· ὅπερ ἀνέμων μὲν πνοιαὶ δονέουσι παντοίων. βρύει δὲ ἄνθει λευκῷ· πνεύσασα δ’ αἴφνης λαίλαψ πρόῤῥιζον ἀνασπάσασα τῇ γῇ προσεδαφίζει.
10οὕτω τὸν Πανθόου υἱὸν τὸν ἄριστον ἐν μάχαι κατακτανὼν Μενέλαος ἐγύμνωσε τῶν ὅπλων. τετάρτην πρὸς τριακοστῇ μέθοδον εἶναι λέγει τὸ κωμικῶς πλὴν τεχνικῶς εἰδέναι γεγραφέναι. τοῦτο τριχῶς δὲ γίνεται σχήμασι παρῳδίας.
15σὺν τούτῳ δὲ τῷ σχήματι τῷ παρὰ προσδοκίαν καὶ τῇ ἐναντιώσει δὲ σὺν τούτοις τῶν εἰκόνων. ὁ μὲν παραγραμματισμὸς καλεῖται παρῳδία, ὣς ὅταν ἀντὶ κόρακος κόλακος εἴπῃς παίζων. τὸ παρὰ προσδοκίαν δὲ τὸ παρ’ ἐλπίδα λέγειν·
20ἀκούσειν γὰρ πιστότατε φίλιστε προσεδόκα· ἤκουσε δὲ κλεπτίστατε παρὰ τὴν προσδοκίαν. εἰκόνων δ’ ἐναντίωσις, ἄνπερ ἀντιτιθῶμεν μικρὸν μεγάλῳ πράγματι καὶ τῷ μικρῷ δὲ μέγα· οἷον Ἕκτωρ καὶ Αἴας μὲν ὡς ὄρτυγες συνῆψαν·
25ὄρτυγες δ’ ἐμαχέσαντο, ὡς Ἀχιλεὺς καὶ Ἕκτωρ. Σημείωσαι ὅτι τοῦ πολιτικοῦ λόγου μέρη εἰσὶ τέσσαρα· προοίμια, διηγήσεις, πίστεις, ἐπίλογοι. ἅπερ μεθοδεύονται ἀπὸ τῶν τοῦ πράγματος καὶ ἀπ’ αὐ‐ τῶν τῶν ἐν τῷ πράγματι καὶ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα.
30καὶ λέγονται προαγῶνες καὶ ἀγῶνες καὶ μετὰ τῶν ἀγώ‐
νων, καὶ πάλιν ὀνομάζονται τὰ πρὸ τῶν ὑποθέσεων, καὶ661

3

.

662

τὰ ἐν αὐτῇ τῇ ὑποθέσει, καὶ μετὰ τὴν ὑπόθεσιν. Ἐπὶ τούτοις δὲ καὶ τῶν ἐπικαίρων αἱ πίστεις τὸ κράτος εἰλή‐ φασι. Πᾶν κεφάλαιον ἐκ τῶν περιστατικῶν κατασκευάζεται·
5τὰ δὲ περιστατικὰ δι’ ἐργασιῶν κατασκευάζεται. αἱ δὲ ἐργασίαι δι’ ἐνθυμημάτων καὶ ἐπενθυμημάτων κατα‐ σκευάζονται· τὰ δὲ ἐνθυμήματα ἐκ περιστάσεώς εἰσι, κα‐ τὰ σύγκρισιν ἐκφερόμενα. Σημείωσαι, ὅτι δύο σκοποὶ ἐν τοῖς προοιμίοις πρῶ‐
10τον τὰς καθολικὰς ἐννοίας καὶ μερικὰς, εἶτα τὰς μερι‐ κωτέρας καὶ μὴ γενικὰς, καὶ ὅτι αἱ καθολικαὶ ἁρμόζου‐ σι ταῖς μερικαῖς· οὐ μὴν τὸ ἀνάπαλιν.
13tΠερὶ προοιμίων.
14Τί ἐστι προοίμιον; λόγος παρασκευάζων τὸν ἀκροα‐
15τὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· κυρίως δὲ ἔλεγον προ‐ οίμια οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρῳδῶν ἐν ἀρχῇ λε‐ γόμενα· τέλος δὲ προοιμίου τὸ παρασχεῖν εὐήκοον πρὸς τὰ λοιπὰ τὸν ἀκροατήν· τὰ προοίμια γίνονται ἀπὸ τῶν δικαζόντων, οἵ τινές εἰσιν οἱ κριταὶ, ἀπὸ τῶν κατηγόρων,
20οἵ τινές εἰσιν οἱ διώκοντες καὶ δι’ ἐντολὴν λαλοῦντες· ἀπὸ τῶν ἀπολογουμένων, οἵ τινές εἰσιν οἱ φεύγοντες καὶ οἱ ἐντολεῖς οἱ βοηθοῦντες τοῖς φεύγουσιν· ἀπὸ τῶν ἐχόν‐ των αὐτὰ τὰ πράγματα, τῶν ἀντιδίκων. Χρὴ γινώσκειν, ὅτι καὶ ἀπὸ τῶν ϛʹ περιστάσεων γίνεται προοίμιον. τὸ ἓν οὖν
25εἰπών σοι νοεῖν τὰ ἄλλα κατέλιπεν· εἴρηται δὲ προοί‐ μιον παρὰ τὸ οἶμος, ὅ ἐστιν ὁδός· ὁδὸς δὲ τοῦ λόγου οἱ ἀγῶνες καὶ αἱ πράξεις· τρία εἴδη προοιμίων εἰσίν· ἐκ στάσεως τοῦ προσώπου, ἐκ προσοχῆς τῶν ἀκροατῶν, καὶ ἐκ διαβολῆς τῶν ἐναντίων· ὅμοια τῶν τριῶν τούτων
30προσώπων· πρῶτον μὲν ἀφ’ οὗ ὁ λόγος. δεύτερον, πρὸς ὃν ὁ λόγος· τρίτον περὶ οὗ ὁ λόγος. Μόρια προοιμίων
τρία· πρότασις, κατασκευὴ, συμπέρασμα· ἰστέον δὲ, ὅτι662

3

.

663

εἴδη τῶν προοιμίων τρία τὰ κεφαλαιωδέστατα. ἓν μὲν τὸ κατὰ τὴν κατηγορίαν τῶν ἐναντίων λαμβανόμενον· δεύτερον δὲ τὸ κατὰ θεραπείαν τῶν δικαστῶν· τρίτον τὸ ἕνεκεν τοῦ προσώπου τοῦ λέγοντος· εἰ δέ τις ἀκριβῶς
5ζητήσει ὅτι καὶ τρία εὑρήσει τοῦ ἰδίου προσώπου τοῦ λέγοντος γίνεται. Πολλὰ προοίμια καὶ μακρὰ κατὰ τρεῖς γίνεται τρόπους.

3

663,co11

(9)

Ὅταν μὴ σφόδρα
10πέποιθεν ὁ ῥήτωρ, οἷα λέγει, τῷ μὴ δίκαια λέγειν.

3

663,co12

(9)

ὅταν πάθει προ‐
10κατειλημμένοι εἰ‐ σὶν οἱ ἀκροαταί.

3

663,co13

(9)

ὅταν ἐπικίνδυνα
10ᾖ τὰ πράγματα τῷ λέγοντι πα‐ ραχρῆμα τοῦ κιν‐ δύνου προσδοκω‐ μένου.

3

.

663

(15t)

Ἡ διήγησις πενταχῶς γυμνάζεται.
16 Κατὰ τὸ ὀρθὸν, κατὰ τὸ ἐγκεκλιμένον, κατὰ τὸ ἐλεγ‐ κτικὸν, κατὰ τὸ συγκριτικὸν, κατὰ τὸ ἀσύνδετον. Ἑστὶ δὲ καὶ ἄλλη ἀκμὴ λόγου ἐκ νοημάτων γινομένη·
δηλονότι ὅταν πολλὰ νοήματα κώλοις πολλοῖς πλατύνῃς,663

3

.

664

ἀπὸ ἑνὸς πρὸς ἕτερον νόημα μεταπίπτων. ἢ ὅταν σχή‐ ματι ἑνὶ κώλοις συχνοῖς πλατύνων ἓν καὶ ταὐτό τι νόη‐ μα τὸ σχῆμα μεταλλάξῃς, καὶ τούτῳ δὲ τῷ σχήματι πά‐ λιν πλατύνῃς τοῦτο κώλοις ὁπόσοις δυνηθῇς.
5 Ἀκμὴ δὲ διηγήσεως τριχῶς γίνεται ἢ τοιούτου πρά‐ γματος αὐτοῦ, ἢ τῆς ἀξιώσεως, ἢ τῆς αἰτίας τῆς ἀξιώ‐ σεως, συνεχῶς διαφόροις κώλοις καὶ ποικίλοις λεγομένης· ἢ καὶ τῶν δύο ἢ καὶ τῶν τριῶν πολλάκις ὁμοίως παρα‐ λαμβανομένων· οὕτω γὰρ μείζων ἡ ἀκμὴ γενήσεται καὶ
10ποικίλη μᾶλλον, ἐὰν τὸ πρᾶγμα τρισὶ κώλοις ἢ τετράσιν εἴπωμεν· ἐπὶ τέλει δὲ καὶ τὴν ἀξίωσιν καὶ τὴν αἰτίαν τῆς ἀξιώσεως· οἷον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τὸν υἱὸν κατὰ τὸν τῶν ἀκρίτων νόμον· ἐξέθανεν ἡ μήτηρ, καὶ κρίνεται ὁ πατὴρ αἰτίας θανάτου· καὶ συλλαβὼν τὸν
15υἱὸν ἔτυπτεν, ἐτίτρωσκεν, ἐφόνευεν ὁμοῦ τῇ γυναικί· καὶ ἀλλοτρίους ὡς ἐχθροὺς ὡς ἔκ τινος τῶν πολεμίων γεγονότας· τὸ πρᾶγμα τοῦτο· εἶτα ἡ ἀξίωσις· τίς οὐ καταγανακτεῖ, τίς οὐκ ὀργίζεται, τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις, τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν τιμω‐
20ρίαν; εἶτα ἡ αἰτία τῆς ἀξιώσεως, δι’ ὧν πεπλήρωται μιασμάτων ἡ οἰκία, δι’ ὧν ἄθεσμοι φόνοι, δι’ ὧν ἀσε‐ βεῖς σφαγαὶ, δι’ ὧν γένος ὅλον ἔῤῥιπται πεφονευμένον, παρ’ οὗ ἥκιστά τις ἂν προσεδόκησεν. Διήγησίς ἐστιν ἔκθεσις πράγματος γεγονότος ἢ ὡς
25γεγονότος· παρέπεται δὲ τῷ διηγήματι ζʹ· τὸ πρᾶξαν πρόσωπον, τὸ πραχθὲν πρᾶγμα, χρόνος, καθ’ ὅν· τόπος, ἐν ᾧ· τρόπος, ὅπως. αἰτία δι’ ἥν· ὕλη, ξύλον ἢ ξίφος. οἷον Ὀδυσσεὺς πόλιν Ἀσίας ξυλίνῳ ἵππῳ δι’ Ἑλένην πολιορκήσας ἐνέπρησε μετὰ τὴν τῶν νεῶν ἀναχώρησιν.
30πρόσωπον Ὀδυσσεύς· τὸ πραχθὲν πρᾶγμα, ἐνέπρησε· χρόνος, μετὰ τὴν τῶν νηῶν ἀναχώρησιν· τρόπος, διὰ τοῦ δουρείου ἵππου· αἰτία, διὰ τὴν Ἑλένην· ὕλη, πυρί.
Ποσαχῶς ἐγγυμναζόμεθα τῇ διηγήσει, καὶ ποσαχῶς664

3

.

665

διηγητέον; πενταχῶς. κατὰ τὸ ὀρθὸν, κατὰ τὸ ἐγκεκλι‐ μένον, κατὰ τὸ ἐλεγκτικὸν, κατὰ τὸ συγκριτικὸν, καὶ κατὰ τὸ ἀσύνδετον. Κατὰ τὸ ὀρθὸν, οἷον Φαέθων, ἡλίου παῖς, ἐράσας τοῦ ἅρματος τοῦ ἰδίου πατρὸς καὶ
5τὰ ἑξῆς. Κατὰ τὸ ἐγκεκλιμένον· οἷον Φαέθοντα ἡλίου παῖδά φασιν ἐρασθῆναι τοῦ ἅρματος τοῦ ἰδίου πατρός· καὶ τὸν πατέρα πείσαντα ἐπιβῆναι τοῦ ἅρματος· κατὰ τὸ ἐλεγκτικὸν, ὅταν ὡς ἐλέγχοντες λέγωμεν· τί δαὶ, οὐκ ἠράσθη Φαέθων ἡλίου παῖς τοῦ πατρικοῦ ἅρματος; οὐκ
10ἔπεισε τὸν πατέρα, οὐκ ἐπέβη τοῦ ἅρματος; Κατὰ τὸ συγκριτικὸν, ὅταν λέγωμεν· ἀντὶ τοῦ σωφρονεῖν ἠράσθη ἀτόπου, ἀντὶ δὲ τοῦ κρατῆσαι τοῦ ἔρωτος, ἐπέβη τῶν ἵππων, ἐδέξατο τὰς ἡνίας· κατὰ δὲ τὸ ἀσύνδετον· ἐπέβη τῶν ἵππων, ἐδέξατο τὰς ἡνίας, οὐχ ὑπεῖξε λέγοντι τῷ
15πατρί. καὶ πῶς χρησιμεύει ἕκαστον. Τὸ μὲν ὀρθὸν ἐν τοῖς ἱστορικοῖς, καὶ ὅπου δεόμεθα σαφηνείας· τὸ δὲ ἐγ‐ κεκλιμένον καὶ ἐλεγκτικὸν ἐν τοῖς ἀγῶσι, τὸ δὲ ἀσύνδε‐ τον ἐν τοῖς ἐπιλόγοις· τὸ δὲ κατὰ τὸ συγκριτικὸν, ὅπου ὁ καιρὸς δίδωσι, πανταχοῦ καὶ ἐν ἅπασι τοῖς τῆς ῥη‐
20τορείας εἴδεσι καὶ τοῖς τοῦ πολιτικοῦ λόγου μέρεσιν αὐ‐ τῷ χρώμεθα. Ἀρεταὶ δὲ διηγήσεως δʹ· σαφήνεια, συν‐ τομία, πιθανότης καὶ ὁ τῶν ὀνομάτων ἑλληνισμὸς, πρὸς ἃ δεῖ τὴν ἑαυτοῦ ἐπιφέρειν ἰσχύν· ἡ δὲ φρόνησις ἀπο‐ σεμνύνει τὸν λόγον, παιδαγωγοῦσα τὸν ἐκ τῆς ἀλογίας
25ἐπιγενόμενον ἑσμὸν τῶν παθῶν. ἡ δὲ σωφροσύνη κατα‐ δεσμεῖ τὰς ἀτάκτους ἐπαναστάσεις, αἳ ταῖς ἀνθρωπίναις ἀεὶ εἰώθασιν ἐναποτίθεσθαι διανοίαις διὰ τὸ τὸν χοῦν πρὸς τὰ γεώδη διηνεκῶς ὁρᾷν τε καὶ φέρεσθαι· ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα τοῖς ὁμοειδέσι φυλάττει· τριῶν
30δὲ μερῶν ὄντων τῆς ψυχῆς δεῖ ἕκαστον ἀρετῇ κεκοσμῆ‐
σθαι· τὸ μὲν λογικὸν τῇ φρονήσει, ὁ δὲ θυμὸς τῇ ἀν‐665

3

.

666

δρείᾳ, ἡ δὲ ἐπιθυμία τῇ σωφροσύνῃ· καὶ ἐπειδὴ οὐ μό‐ νον δεῖ ἕκαστον τῶν μερῶν ἰδίᾳ ἀρετῇ κεκοσμῆσθαι, ἀλ‐ λὰ καὶ τὴν πρὸς ἄλληλα ἁρμονίαν καὶ εὐταξίαν φυλάτ‐ τειν, τούτου χάριν ἡ δικαιοσύνη διὰ πάντων πεφοίτηκεν,
5ἵνα μὴ ἐν ἑνὶ μέρει μόνῳ, καὶ ἐν πᾶσι θεωρουμένη τοῖς μέρεσιν ἁρμονίαν καὶ εὐταξίαν φυλάξῃ.
7tΤὸ τριμερὲς τῆς ψυχῆς.
8Λογιστικόν. [ ] ἐπιθυμητικόν. [ ] θυμικόν.
φρόνησις. [ ] σωφροσύνη. [ ] ἀνδρεία.
10
σύνεσις. [ ] ἀγάπη. [ ] ὑπομονή.
σοφία. [ ] ἐγκράτεια. Τριμεροῦς δὲ τῆς λογιστικῆς ἡμῶν ψυχῆς οὔσης, ὅταν ἐν τῷ λογιστικῷ μέρει τῆς ψυχῆς γένηται ἡμῶν ἡ ἀρε‐ τὴ, καλεῖται φρόνησις καὶ σύνεσις καὶ σοφία. ὅταν δὲ
15ἐν τῷ ἐπιθυμητικῷ, σωφροσύνη καὶ ἀγάπη καὶ ἐγκρά‐ τεια. ὅταν δὲ ἐν τῷ θυμικῷ, ἀνδρεία καὶ ὑπομονή· ἐν ὅλῃ δὲ τῇ ψυχῇ δικαιοσύνη. καὶ φρονήσεως μὲν ἔργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ τὰς κακίας παρατάσ‐
20σεσθαι· τὰ δὲ μέσα πρὸς τοὺς καιροὺς διοικεῖται· συνέ‐ σεως δὲ τὸ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως οἰκονομεῖν· σοφίας δὲ τὸ θεωρεῖν λόγους σω‐ μάτων καὶ ἀσωμάτων. σωφροσύνης δὲ ἔργον τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα, τὰ κινοῦντα ἐν ἡμῖν φαντασίας
25ἀλόγους· ἀγάπης δὲ τὸ πάσῃ εἰκόνι τοῦ θεοῦ τοιαύτην ἑαυτὴν ἐμπαρέχειν, οἷον καὶ τῷ πρωτοτύπῳ σχεδόν· κἂν μὴ ἐνῆν, αὐτὴν ἐπιχειρῶσιν οἱ δαίμονες. ἐγκρατείας δὲ τὸ πᾶσαν ἡδονὴν τοῦ φάρυγγος ἀποσείεσθαι, μὴ δε‐ διέναι δὲ τοὺς πολέμους καὶ προθύμως ἐγκαρτερεῖν τοῖς
30δεινοῖς τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας. δικαιοσύνης δὲ τὸ συμφωνίαν τινὰ καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς μερῶν
κατεργάζεσθαι.666

3

.

667

(1t)

Μελέτη τῶν τριῶν τόμων Ἑρμογένους τῶν
2tεὑρέσεων.
3 Πρότασις· Ἥκω, ὦ ἄνδρες, τὴν ὑπὲρ τῶν συμφε‐ ρόντων βουλὴν ὑμῖν ἐπαγόμενος, καὶ τῆς ἀνιώσης συμ‐
5φορᾶς τὴν ἀποφυγὴν προτρεπόμενος. Κατασκευή· καὶ γὰρ εὔνους ἐγὼ πρὸς ὑμᾶς καὶ πρὸς τὴν πόλιν εἶναι ἠγώνισμαι. Ἀξίωσις· οὗ κατήκοοι γενόμενοι μηδαμῶς ἀπαρνήσασθαι βουληθῆτε. Βάσις· τοῖς γὰρ ἐπ’ ἀγα‐ θῷ συμβουλεύουσιν οὐκ ἀγαθὸν τὸ ἀνθίστασθαι. Προ‐
10διήγησις· ἄνωθεν οὖν τῶν γεγενημένων τε καὶ ἐφ’ ἡμᾶς ἐπερχομένων δεινῶν τὸ σφοδρὸν καὶ λυπηρὸν τοῦ προδεῖξαι ἀπάρχομαι. Διήγησις· βασιλεὺς Περσῶν βάρβαρος, ὦ Ἀθηναῖοι, ἐφ’ ἡμᾶς ὁπλοφόρος παρέστη‐ κεν· οὐ λαῷ ἀγεννεῖ γαυρούμενος, οὐχ ἱππόταις καὶ το‐
15ξόταις ἐναβρυνόμενος μόνον, ἀλλὰ καὶ ναυσὶ καὶ τριήρεσι καὶ παντοίοις τοῦ πολιορκεῖν μηχανήμασιν ἐπαιρόμενος καὶ τὸν καθ’ ἡμῶν θάνατον ὀρεγόμενος. Ἡ προκατα‐ σκευὴ τῶν κεφαλαίων (ἢ λόγων)· τί οὖν χρὴ πρὸς ταῦτα δὲ πρᾶξαι. Σχῆμα ἀπαριθμήσεως· τί οὖν χρὴ πρὸς
20μὲν στρατὸν ἀγεῖραι, εἶτα ναῦς ὁπλίσαι, ἔπειτα καὶ τὰ τείχη κρατῦναι. Τὸ κύριον· ἐπὶ πᾶσι τούτοις τὸ Χεῤ‐ ῥόνησον διορύξαι, περὶ ἧς δὴ καὶ συμβουλεύων ἐφέστηκα. Κατασκευὴ πραγματικὴ ἀπὸ τοῦ προσώπου· συμφέρον γὰρ τοῦτο καὶ δίκαιον· μάλιστά γε Ἀθηναίων
25ὄντων ἡμῶν, οἳ ἀεὶ τοῦ συμφέροντος εὑρετικοὶ καθεστή‐ κασι. Χρόνος· καὶ ὁ χρόνος συνεργὸς, οὐδὲν γὰρ ἔχει τῶν ἐπαχθῶν. Τόπος· καὶ ὁ τῆς Χεῤῥονήσου τόπος εὐχερής. Τρόπος· καὶ τὸ ἐπ’ ὤμων φέρειν γῆν οὐδὲν τῶν εἰς μάθησιν ἀνιαρῶν ἔχει. Αἰτία· μάλιστα εἰ γνῶ‐
30μεν, ὡς διὰ ταύτης νῦν τῆς ἐργασίας ἡ τῶν πολεμίων γίνεται ἀποτροπή. Πρᾶξις· καὶ ἡ πρᾶξις ἡμῖν μὲν
μικρὰ ἐπιφορὰ, τοῖς δὲ πολεμίοις ἡ μεγίστη συμφορά.667

3

.

668

Ἀντίθεσις· ἀλλά τις ἐρεῖ τὸ διορύττειν χαλεπὸν εἶναι Χεῤῥόνησον, χρόνον αἰτιώμενος καὶ τρόπον καὶ τόπον. Λύσις ἀντιθέσεως κατὰ ἔνστασιν· ἀλλ’ ἔστω ὡς οὐ χαλεπὸν ἀληθῶς τοῦτο. Ἐπιχείρημα ἀπὸ τοῦ πρά‐
5γματος· γῆν γὰρ τὸ βραχύτατον μετακομίζομεν. Κατὰ ἀντιπαράστασιν· εἰ δὲ καὶ χαλεπὸν, ἀλλ’ ὑπὲρ σωτη‐ ρίας καὶ ἐλευθερίας χαλεπὸν οὐδέν. Ἐργασία ἀπὸ παρα‐ δείγματος· ὁρᾶτε Ξέρξην ὄρος διορύσσοντα τὸν Ἄθων. ὁρᾶτε Λακεδαιμονίους, οἳ περὶ Λακεδαίμονα πονοῦσιν.
10ὁρᾶτε τῶν ὑπεναντίων ὅπως οὐ καθεύδει τὰ φῦλα. Ἐν‐ θύμημα ἀπὸ προσώπου· καίτοι Ξέρξης βάρβαρος ἀλόγιστος. καὶ Λακεδαιμόνιοι οὐδεμίαν τὴν ὑπὲρ ἡμᾶς ἰσχὺν κέκτηνται. καὶ εἰ ὁ βάρβαρος καὶ ἀλόγιστος Ξέρ‐ ξης καὶ οἱ ἀνίσχυροι Λακεδαιμόνιοι τοιαῦτα δρᾷν οὐκ
15ἀπαναίνονται, ἡμεῖς τὸ διορύξαι Χεῤῥόνησον κατοκνή‐ σομεν; οὐ γὰρ καιρὸς χειμῶνος, οὐ δύσβατος τόπος· εἰ γὰρ καὶ μὴ Ἀθηναῖοι, ἡμῶν γοῦν καὶ φήμη πάντων ἢ πλάτος, εἰ μὴ πρὸς Ξέρξην ἡμῖν ἡ μάχη, μηδὲ πρὸς Περσῶν στρατὸν τὸν πολεμικώτατον· τῆς ἑαυτῶν οὐκ
20ἔδει ἀσφαλείας ἕνεκα Χεῤῥόνησον διορύξαι. ἐπεὶ δὲ ταῦ‐ τα, πόσῳ μᾶλλον διορύσσειν· ἔστω δὲ καὶ νῦν μὴ πρὸς
ἡμᾶς τοὺς πολεμίους. ἧξαι· ἔστω, τί αὐτοῖς καθυπαν‐668

3

.

669

τῆσαι δυσχερές· ἔστω τὸν καιρὸν ἀνεπιτήδειον εἶναι· ἄρ’ ἡμεῖς οὐ τὴν ἀσφάλειαν αὐτῶν ἀλώβητον ποιησό‐ μεθα, διορύξομεν οὖν χαίροντες, ἀνδριζόμενοι, εὐπρό‐ θυμοι· συμφέρον γὰρ καὶ νόμιμον καὶ δίκαιον· ὅθεν
5καὶ εἰ ἀγωνισόμεθα, χαρισόμεθα, χεῖρας κροτοῦντες, ποσὶν ὀρχούμενοι· ἑορταῖς καὶ πανηγύρεσιν ἐναμβρυ‐ νόμενοι, καὶ τῇ γαλήνῃ καὶ εἰρήνῃ εἰς ἀεὶ νῦν βιοτεύ‐
οντες.669