TLG 0598 015 :: RHETORICA ANONYMA :: Epitome artis rhetoricae (e cod. Ven. 444) RHETORICA ANONYMA Rhet. Epitome artis rhetoricae (e cod. Ven. 444) Citation: Volume — page — (line) | ||
3.610(1t) | ΑΝΩΝΥΜΟΥ | |
2t | ΕΠΙΤΟΜΗ ΡΗΤΟΡΙΚΗΣ. | |
---|---|---|
3t | ΠΕΡΙ ΣΤΑΣΕΩΝ ΚΑΙ ΕΥΡΕΣΕΩΣ ΒΙΒΛΙΟΝ ΤΗΣ ΡΗΤΟ‐ | |
4t | ΡΙΚΗΣ ΠΡΩΤΟΝ. | |
5 | Τῇ ῥητορικῇ πρῶτος ἐν Σικελίᾳ ὁ Συῤῥακούσιος Κόραξ ἐχρήσατο, προοίμιά τε τοῦ λέγειν ἐφευρὼν, καὶ ἀγῶνας καὶ ἐπιλόγους· ἐκεῖθεν δὲ ὕστερον διὰ Γοργίου καὶ εἰς Ἀθήνας ἀφίκετο. Πέντε ἐγένοντο ῥητορικαὶ, μία μὲν, ἡ πρώτη καὶ | |
10 | κυριωτάτη, ἡ ἀντίστροφος τῇ φιλοσοφίᾳ, ᾗ ἐχρήσατο Πυθαγόρας καὶ Πλάτων· πειθοῖ γάρ τινι καὶ οὗτοι κε‐ χρημένοι τοὺς λόγους ἐποιοῦντο τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων· δευτέρα ἡ ἀντίστροφος τῇ πολιτικῇ, ἧς ἡγήσα‐ το Μιλτιάδης καὶ Κίμων καὶ Θεμιστοκλῆς· τρίτη ἡ ἀν‐ | |
15 | τίστροφος τῇ διαλεκτικῇ, ἧς ἡγήσατο Δημοσθένης καὶ Λυκοῦργος, ἣν καὶ ἡμεῖς σὺν θεῷ μετερχόμεθα· τετάρ‐ τη, ἡ ἀντίστροφος τῇ συκοφαντικῇ, ἧς ἡγήσατο Ἀριστο‐ γείτων καὶ Ἡγήμων· πέμπτη ἡ κολακευτικὴ, ἧς ἡγήσα‐ το Δημάδης καὶ Ἀριστόβουλος· διαφέρει δὲ ῥητορικὴ δια‐ | |
20 | λεκτικῆς, ὅτι ἡ μὲν κατὰ πεῦσιν καὶ ἀπόκρισιν ποιεῖ‐ ται τὴν ζήτησιν, ἡ ῥητορικὴ δὲ διεξοδικῶς περὶ τῶν | |
πολιτικῶν πραγμάτων. | 610 | |
3.611(1t) | ΟΡΟΣ ΡΗΤΟΡΙΚΗΣ. | |
2 | Ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πρά‐ γματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. ἢ κατὰ τὸν Διονύσιον, ῥητορική ἐστι δύ‐ | |
5 | ναμις τεχνικὴ πιθανοῦ λόγου ἐν πράγματι πολιτικῷ, τέ‐ λος ἔχουσα τὸ εὖ λέγειν· ἢ κατὰ τὸν Ἀριστοτέλην, ῥη‐ τορική ἐστι δύναμις τεχνικὴ τοῦ περὶ ἕκαστον ἐνδεχομέ‐ νου πιθανοῦ λόγου, ὃς ἡμάρτηται κατὰ τὸ ἐλλεῖπον, μὴ ἔχον προστεθειμένον τὸ πολιτικοῦ· συμπεριλαμβάνει | |
10 | γὰρ ἐντεῦθεν καὶ τὴν διαλεκτικὴν, ἢ κατὰ τὸν Κόρα‐ κα, ῥητορική ἐστι πειθοῦς δημιουργός. | |
11t | ΠΟΙΑ ΤΗΣ ΡΗΤΟΡΙΚΗΣ ΕΡΓΑ. | |
12 | Ἔργα τῆς ῥητορικῆς προοιμιάσασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πίστιν, ἀγωνίσασθαι πρὸς ἀπόδειξιν, ἀνακεφαλαιώσασθαι πρὸς ἀνάμνησιν· τέλος δὲ αὐτῆς οὐ | |
15 | τὸ πεῖσαι, ἀλλὰ τὸ πιθαναῖς χρήσασθαι μεθόδοις, ὥσ‐ περ καὶ ἰατρικῆς οὐ τὸ ὑγιάσαι, ἀλλὰ τὸ ὑγιαστικοῖς χρήσασθαι φαρμάκοις, καὶ φιλοσοφίας, οὐ τὸ πάντας ποιῆσαι καλοὺς κἀγαθοὺς, ἀλλὰ τὸ καλὰ κἀγαθὰ συμ‐ βουλεῦσαι. Sequuntur tituli: περὶ τῶν εἰδῶν τῆς ῥητορι‐ | |
20 | κῆς. περὶ τῶν ἀσυστάτων ζητημάτων· περὶ τῶν ἐγγὺς ἀσυστάτων ζητημάτων· περὶ τῶν συνεστώτων ζητημάτων· περὶ διαιρέσεως τῶν στάσεων, καὶ ὅπως ἐντεῦθεν εὑρί‐ σκονται. Στοχασμός· ὅρος· πραγματική. etc. etc. Caput ultimum περὶ ἐπιλόγων. | |
25 | Fol. 54. b. Liber secundus. περὶ ἰδεῶν. Incipit: ὥσπερ τῆς ῥητορικῆς τρία εἰσὶν εἴδη, ὡς ἔ‐ φαμεν, τὸ δικανικὸν, τὸ συμβουλευτικὸν καὶ τὸ πανηγυ‐ ρικὸν, οὕτως αὖ πάλιν καὶ τούτων ἰδέαι εἰσὶν ἑπτὰ, αἵ‐ τινές εἰσι· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, | |
30 | ἀλήθεια, δεινότης. etc. | |
Caput ultimum: Περὶ τοῦ πῶς δεῖ ἀναγινώσκειν ῥητο‐ | 611 | |
3.612 | ρικὰς βίβλους. quod est c. XVI. in Jos. Rhacendytae συνό‐ ψει ῥητορικῆς. Fol. 77. b. Lib. III. Περὶ μεθόδου δεινότητος. Incipit: Τουτὶ τὸ βιβλίον δοκεῖ μὲν ἔλλειμμα εἶναι τῆς | |
5 | ῥηθείσης περὶ δεινότητος ἰδέας· ἐκεῖ γὰρ περὶ τῆς με‐ θόδου ταῦτα ἀκριβῶς οὐκ εἴρηται· ἔστι δὲ μάλιστα μέ‐ θοδος δεινότητος παντὸς ἀξιωματικοῦ πολιτικοῦ λόγου. διδάσκει γὰρ περὶ τοῦ πῶς ἂν τεχνικῶς μεθοδεύσαιμεν ἐν λόγῳ ἕκαστον ὧν χρῄζομεν, εἴτε τῶν σχημάτων, εἴτε | |
10 | τῶν κατ’ ἄλλο τι χρησίμων εἰς ῥητορείαν, ἢ τίσιν ἂν λέξεσι καὶ λόγου σχήμασι δεόντως καὶ κατὰ καιρὸν χρη‐ σάμενοι δεινὸν, ἤτοι φρόνιμον καὶ δεξιὸν καὶ κατὰ πάντ’ ἐπιτήδειον τὸν λόγον ἐργασαίμεθα. εἰσὶ δὲ ταῦτα. Δεινὸν ποιοῦσι τὸν λόγον αἱ πολυσήμαντοι λέξεις, | |
15 | ἐὰν ἑκάστη τῶν σημασιῶν αὐτῶν εἰς δέον ληφθείη καὶ κατὰ καιρόν. κ. τ. λ. Caput ultimum περὶ ῥυθμοῦ concluditur his verbis: Ἰστέον καὶ τοῦτο, ὅτι ὁ μὲν μέγας Γρηγόριος ὁ Θεο‐ λόγος ἐννοίαις χρῆται μικταῖς ἀπὸ φιλοσόφων καὶ ῥητό‐ | |
20 | ρων, λέξεσι καθαραῖς καὶ σχήμασιν ἐκ πάντων μεμιγμέ‐ νοις, καὶ τοῖς λοιποῖς ὁμοίως ποῦ λόγου μέρεσιν· ὡσαύ‐ τως καὶ ὁ μέγας Βασίλειος· ὁ δὲ Νύσσης Γρηγόριος τοῖς πᾶσι χρῆται μικτοῖς, καὶ ἐννοίαις καὶ λέξεσιν· ὁ δὲ Χρυ‐ σόστομος ἐννοίαις μὲν χρῆται ῥητορικαῖς, καὶ μάλιστα | |
25 | ἐν τοῖς ἠθικοῖς· λέξεσι δὲ καθαραῖς, καὶ σχήμασιν ἁ‐ πλοῖς ἐπὶ τὸ πλεῖστον, καὶ τοῖς λοιποῖς· τὸν αὐτὸν δὲ | |
τρόπον καὶ ὁ Μεταφραστής. | 612 |