TLG 0598 014 :: RHETORICA ANONYMA :: Περὶ τῶν ὀκτὼ μερῶν τοῦ ῥητορικοῦ λόγου (e cod. Paris. 2918)

RHETORICA ANONYMA Rhet.
(Varia)

Περὶ τῶν ὀκτὼ μερῶν τοῦ ῥητορικοῦ λόγου (e cod. Paris. 2918)

Source: Walz, C. (ed.), Rhetores Graeci, vol. 3. Stuttgart: Cotta, 1834 (repr. Osnabrück: Zeller, 1968): 588–609.

Citation: Volume — page — (line)

3

.

588

(1t)

ΑΝΩΝΥΜΟΥ
2tΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΜΕΡΩΝ ΤΟΥ
3tΡΗΤΟΡΙΚΟΥ ΛΟΓΟΥ.
4tCap. I.
4Πᾶσα γραφὴ ἡ ῥητορικὴ, κἂν μείζων κἂν ἐλάττων,
5ἐκ μερῶν ὀκτὼ συνίσταται, ἅτινά εἰσι ταῦτα· ἔννοια, λέξις, σχῆμα, μέθοδος, κῶλον, συνθήκη, ἀνάπαυσις καὶ ῥυθμός. Ἔννοιά ἐστιν ἡ μὲν σοφὴ καὶ ὑψηλὴ, ἡ περὶ θεοῦ δηλαδὴ, ἢ περὶ φύσεως ἀνθρώπου, ἢ περὶ στοι‐ χείων, ἤ τινος τοιούτου· ἡ δὲ σαφὴς καὶ ταπεινὴ, ἢ
10περὶ πραγμάτων κοινῶν, οἷον περὶ πολέμου, περὶ πανη‐ γύρεως καὶ τῶν ὁμοίων, ἡ δὲ μέση τούτων· ταύτην ζή‐ λωσον μάλιστα, ἢ κίρνα τὰς σοφὰς μετὰ τῶν σοφῶν εὐκαίρως, ἂν εὐπορῇς. Λέξις ἡ μὲν σκληρὰ καὶ ἁδρὰ καὶ ἐπηρμένη· οἷον τὸ ἀναῤῥιχῶμαι, ἀτραπὸς, σμαραγὴ
15καὶ τὰ τοιαῦτα· ἡ δὲ λεπτὴ καὶ ταπεινὴ, οἷον τὸ κύριε ἐλέησον καὶ σῶσον ἡμᾶς· ἡ δὲ μέση τούτων· ταύτην καὶ ζήλωσον μάλιστα. Σχῆμά ἐστι τὸ μὲν ὀρθὸν καὶ κα‐ θαρὸν καὶ σαφὲς, τὸ δὲ πλάγιον καὶ συνεστραμμένον καὶ περιβεβλημένον· καὶ ὀρθὸν μέν ἐστι τὸ ἔχον ῥήματα
20ἀποδοτικὰ ἐν συντόμοις· οἷον Χριστὸς γεννᾶται, δοξά‐
σατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ588

3

.

589

γῆς, ὑψώθητε· ὁρᾷς τὰ ἀποδοτικὰ ῥήματα συντόμως καὶ εὐθὺς ἐπαγόμενα, καὶ ταχὺ πληροῦντα τὴν ἔννοιαν, καὶ διὰ τοῦτο σαφῆ ποιοῦντα τὸν λόγον· πλάγιον δὲ σχῆμα τὸ διὰ γενικῆς ἐκφερόμενον πτώσεως, οἷον φίλου
5μοι θανόντος καὶ κρυβέντος τῷ λίθῳ καὶ ὑπὸ χοῦν ἀφα‐ νισθέντος, αὐτὸς μισῶ καὶ τὸν ἥλιον· καὶ ἁπλῶς πᾶν σχῆμα· τὸ μὴ ἀπαρτίζον τὸν λόγον καὶ τὴν ἔννοιαν συν‐ τόμως, ἀλλὰ ὑποδιαστέλλον καὶ ἐκκρεμῶν, πλάγιον καὶ ἐμπερίβολον ἐστί τε καὶ λέγεται· οἷόν ἐστι καὶ τὸ, ἐπεὶ
10γέγονε τόδε καὶ τόδε, καὶ τόδε καὶ τόδε, ἀποβήσεται τόδε. Ἐν τοίνυν τοῖς πανηγυρικοῖς καὶ χαρίεσι λόγοις χρῶ μᾶλ‐ λον τοῖς ἀπολύτοις καὶ καθαροῖς σχήμασιν, ἐν δὲ τοῖς ἀγωνιστικοῖς χρῶ πλεῖόν τι τοῖς περιβεβλημένοις. Μέ‐ θοδός ἐστιν ἡ εἰσαγωγὴ καὶ ἡ οἰκονομία τῆς ἐννοίας καὶ
15ἀπάρτησις, ἤγουν τὸ ἀπὸ στιγμῆς εἰς στιγμὴν, ὡς εἴπω σαφέστερον· καὶ τὰ μὲν τῶν κώλων εἰσὶ μακρὰ, ἃ καὶ λαμπρὰ, τὰ δὲ μικρὰ, ἃ καὶ ὡραῖα· ποῦ ποτε δὲ ἕκαστον ἁρμόζει, μαθήσῃ κατὰ καιρόν· τέως τοῖς μικροτέροις χρῶ, σπουδάζονται γὰρ τοῖς πλείοσι τῶν ῥητόρων, ἀλλὰ
20καὶ ὡς γοργὰ ταῦτα ῥητορικώτερα· εἰσὶ δέ τινα καὶ μέσα τῶν τε μικρῶν καὶ τῶν μακρῶν, καὶ μηδὲ ταῦτα ἀποδο‐ κίμαζε· συνθήκη ἐστὶν ἐν τῷ λόγῳ ἡ σύνθεσις τῶν λέ‐ ξεων· ἡ δὲ καλλίστη σύνθεσις τούτων ἡ μὴ ἔχουσα χα‐ σμῳδίας ἐστὶ, καὶ ἡ τιθεῖσα τὰς ὀξυτόνους λέξεις εἰς πα‐
25ροξυτόνους, καὶ τὰς λοιπὰς ἐμμελῶς. Ἀνάπαυσίς ἐστιν ἡ κατάληξις τοῦ κώλου, ἔνθα καὶ στίζομεν, καὶ ὀφείλει καὶ αὕτη ποτὲ μὲν εἶναι μακρὰ, ἤγουν διὰ μακρᾶς συλ‐ λαβῆς ἢ γράμματος ἐκφερομένη· ῥυθμὸς δέ ἐστιν ἡ ἀπή‐ χησις τοῦ λόγου, εἴτε εὔηχος, εἴτε δύσηχος· γίνεται δὲ ὁ
30ῥυθμὸς ἀπό τε τῆς συνθήκης, καὶ τῆς ἀναπαύσεως, περὶ
ὧν ἐγράψαμεν· καὶ εἰ μὲν ἐκεῖναι καλῶς ἔχουσιν, εὔ‐589

3

.

590

ρυθμος γίνεται ὁ ῥυθμὸς, εἰ δὲ οὐ καλῶς ἔχουσιν ἐκεῖναι, καὶ ὁ ῥυθμὸς δύσηχος ἀποτελεῖται. Περὶ τῆς εὐκαίρου δὲ χρήσεως καὶ ἀκριβεστέρας ἑκάστου τῶν ἄνωθεν ἤδη σοι γραφέντων μάθῃς τελειούμενος τὰ ῥητορικά. τῷ τέως
5γὰρ ἀρκεῖ τὰ λεχθέντα σοι. Ἀλλὰ, φίλε, καὶ περὶ αὐτῶν τῶν χρειωδεστέρων προ‐ γυμνασμάτων μάνθανε.
8tCap. II.
8 Μῦθός ἔστι λόγος ψευδὴς μὲν φύσει, εἰκονίζων δὲ ἀλήθειαν ἤτοι δοκῶν εἶναί πως ἀληθής. Ὁ τοίνυν ῥη‐
10τορικὸς μῦθος τριπλοῦς ἐστιν, ὁ μὲν λογικὸς, ὁ δὲ ἠθι‐ κὸς, ὁ δὲ μικτός· καὶ λογικὸς μὲν, ἐν ᾧ τι ποιῶν ἄνθρω‐ πος πλάττεται, λογικὸν γὰρ ζῶον ὁ ἄνθρωπος, καὶ διὰ τοῦτο καὶ ὁ τοιοῦτος μῦθος λέγεται λογικός· ἠθικὸς δὲ ὁ τὸ ἦθος τῶν ἀλόγων ζώων ἀπομιμούμενος, ἀπὸ γὰρ
15τοῦ ἤθους ἐκείνων λέγεται ἠθικὸς, οἷον ἐὰν μιμεῖται τὸ δόλιον τῆς ἀλώπεκος, ἢ τὸ εὔηθες τῶν προβάτων καὶ τὰ τοιαῦτα· μικτὸς δὲ ὁ ἐξ ἀμφοτέρων, ἀλόγου καὶ λο‐ γικοῦ, οἷον ἐὰν ἄνθρωπος καὶ ζῶον ἄλογον διομιλῶν‐ ται, ἢ καὶ πράττουσί τι· πᾶν δὲ εἶδος τοιοῦτον ἐν τοῖς
20Αἰσωπείοις μύθοις εὑρήσεις· ὀφείλει δὲ ἅπας ῥητορικὸς μῦθος γράφεσθαι πιθανῶς· ἐὰν γὰρ τὸν κόρακα βορὸν καὶ ἁρπακτικὸν παραγάγῃς, τὴν δὲ ἀλώπεκα πονηρὰν καὶ θωπευτικὴν, καὶ τὰ πρόβατα μὲν εὐήθη, τοὺς δὲ λύκους ἐπιβούλους αὐτοῖς, πιθανὸν τὸν μῦθον ἐποίησας, ἐὰν δὲ
25τἀναντία γράψῃς, ἀπίθανον· συντελεῖ δὲ τοῖς λογογρα‐
φοῦσιν ὁ μῦθος καὶ εἰς γλυκύτητα λόγου· δύνασαι δὲ590

3

.

591

καὶ ἀρχαίους μὲν μύθους παραλαμβάνειν ἐν τῷ λόγῳ, πλάττειν δὲ καὶ νέους ἀφ’ ἑαυτοῦ· ἀλλὰ καὶ οἱ ποιητικοὶ μῦθοι κατὰ τὸν αὐτὸν τρόπον σοι τῷ ῥήτορι χρήσιμοι, ἤγουν τὸν τῆς γλυκύτητος· ὁ δὲ χαρακτὴρ τῆς τοῦ μύ‐
5θου φράσεως ἔστω διηγηματικός· διήγημα γάρ ἐστι σχε‐ δὸν καὶ ὁ μῦθος. Περὶ δὲ διηγήματος καὶ τῆς τούτου γραφῆς μάθῃς εὐθύς.
8tCap. III.
8tΠΕΡΙ ΔΙΗΓΗΜΑΤΟΣ.
9Διήγημά ἐστιν ἔκθεσις καὶ ἀπαγγελία πράξεώς τινος·
10ἔστι δὲ τὸ μὲν διήγημα δραματικὸν, τὸ δὲ ἱστορικὸν, τὸ δὲ πολιτικόν· καὶ δρᾶμα μέν ἐστι τὸ πεπλασμένον, οἷά εἰσι τὰ πλείονα τῶν ποιητῶν, τὰ μυθώδη καὶ τὰ μὴ πε‐ φυκότα ὅλως γενέσθαι, ὁποῖον καὶ τὸ τῆς βαφῆς τοῦ ῥόδου, ὅτι ἐκ τοῦ αἵματος τῆς Ἀφροδίτης ποδὸς τρω‐
15θέντος ταῖς ἀκάνθαις ἐβάφη τὸ ῥόδον· πῶς γὰρ ἦν δυνατὸν, θεὰν αἷμα βλύζειν καὶ σάρκα ἔχειν; ἢ πῶς ἂν ἐξ αἵματος εἰς ἀναπόνιπτον καθάπαξ ἐβάφη; Τοιοῦτόν ἐστι διήγημα, δραματικὸν δηλονότι καὶ πεπλασμένον, καὶ τὸ κατὰ Δάφνην τὸ δένδρον, ὅτι κόρη ἦν καὶ ἐδιώκετο
20ὑπὸ τοῦ Ἀπόλλωνος ἐρασθέντος αὐτῆς, καὶ ἡ γῆ διασχι‐ σθεῖσα ταύτην ἐδέξατο, καὶ ἀντ’ αὐτῆς ἀνέδωκε τὸ φυ‐ τὸν τὴν δάφνην· πῶς γὰρ ἂν θεὸς ἠράσθη τῆς ἀνθρώ‐ που; καὶ πῶς ἡ ἄψυχος γῆ τὴν διωκομένην ἠλέησε; καὶ πῶς ἀντ’ ἀνθρώπου φυτὸν εὐθὺς ἀντέφυσε; ὥστε πεπλα‐
25σμένα καὶ ψευδῆ ταῦτα καὶ τὰ τοιαῦτα. ἱστορικὸν δὲ
διήγημα τὸ παλαιὰν καὶ ἀρχαίαν ἔχον διήγησιν, καὶ πε‐591

3

.

592

φυκὸς γενέσθαι καὶ μὴ ἀδύνατον, οἷον τὸ κατὰ τὴν ἁρ‐ παγὴν τῆς Ἑλένης τὴν παρὰ Ἀλεξάνδρου, ὅτι παρα‐ πλεύσας εἰς Ἑλλάδα καὶ ἰδὼν ὡραίαν ταύτην ἠράσθη αὐ‐ τῆς καὶ ἀντηράσθη παρ’ αὐτῆς ὡς ὡραῖος, καὶ ἥρπασε
5καὶ ἀπήγαγεν εἰς Τροίαν, καὶ ἐκίνησε τοὺς Ἕλληνας καὶ τοὺς αὐτῶν βασιλεῖς καθ’ αὑτοῦ· ὁρᾷς ὅπως πέφυκε ταῦ‐ τα πάντα γενέσθαι. καὶ οὐδὲν τῶν λεχθέντων παρὰ φύ‐ σιν ἐστὶ καὶ ἀδύνατον. Πολιτικὸν δέ ἐστι διήγημα, ᾧπερ οἱ ῥήτορες χρῶνται ἐν δικαστηρίοις ἢ καὶ ἐγκω‐
10μιαστικοῖς λόγοις καὶ τοιούτοις· οἷον ἐάν τις ῥήτωρ κατη‐ γορῶν τινος ὡς κλέπτου διηγεῖται, πῶς καὶ πότε εἰσῆλ‐ θεν εἰς τὴν οἰκίαν, καὶ τίνα ἀφείλετο πράγματα, ἢ ἐὰν ἐγκωμιάζει ὁ ῥήτωρ τινὰ καὶ ἐπαινεῖ καὶ διηγεῖται πρᾶξιν ἢ πράξεις αὐτοῦ. Εὑρίσκονται δὲ ἐν τῷ διηγήματι ἐξ
15ἀνάγκης ἓξ ταῦτα τὰ λεγόμενα περιστατικὰ, πρόσωπον, πρᾶγμα, χρόνος, τρόπος, τόπος, αἰτία· καὶ πρόσωπον μέν ἐστιν αὐτὸς ὁ ἄνθρωπος ὁ πράξας τόδε τι· πρᾶγμα δὲ αὐτὸ τὸ ἔργον, τὸ πραχθὲν ὑπ’ αὐτοῦ· χρόνος ὁ και‐ ρὸς δηλονότι, καθ’ ὃν ἐπράχθη τὸ ἔργον, ἢ νὺξ, ἢ ἡμέ‐
20ρα, ἢ χειμὼν ἢ ἔαρ· τόπος ἐν ᾧ ἐπράχθη τὸ ἔργον, οἷον ἀγρὸς ἢ πόλις ἢ ὄρος ἢ πεδιάς· τρόπος ἡ τοιάδε μετα‐ χείρισις τοῦ πραχθέντος, οἷον πῶς ἥρπασε τὴν Ἑλένην ὁ Ἀλέξανδρος, τοιῶσδε καὶ τοιῶσδε, καὶ διὰ μέσων τινῶν καὶ κρύφα, καὶ εἰς πλοῖον εἰσαγαγὼν ταύτην ἀπέπλευσαν·
25αἰτία δὲ διηγήματός ἐστι τὸ αἴτιον καὶ ἡ ἀφορμὴ, δι’ ἣν τὸ πραχθὲν ἐπράχθη, οἷον διατί ἥρπασε τὴν Ἑλένην ὁ Ἀλέξανδρος; ἵνα μίγνυται ταύτῃ, ἐκπληροῖ τοὺς αὐτοῦ ἔρωτας. Πᾶν δὲ διήγημα γραφόμενον ῥητορικῶς καὶ ἀξιολόγως ὀφείλει ἔχειν σαφήνειαν καὶ ἀπὸ τῆς ἐννοίας
30καὶ ἀπὸ τῆς λέξεως, ὡς μήτε τὰς ἐν αὐτῷ ἐννοίας βα‐592

3

.

593

θείας εἶναι καὶ δυσγνώστους, μήτε τὰς λέξεις καινοτέρας, ἢ τραχυτέρας· ὀφείλει ἔχειν καὶ μικροκωλίαν καὶ τὴν ἄλ‐ λην συντομίαν τὸ τοιοῦτο διήγημα· καὶ σύνδετα τὰ πλείω κῶλα, σχήματα καθαρὰ μᾶλλον καὶ ὀρθὰ, οὐ πλάγια
5καὶ περιβεβλημένα, ποτὲ δέ τινα βραχὺν πλαγιασμὸν καὶ περιβολὴν μετρίαν, ἵνα μὴ τοῖς ὀρθοῖς καθόλου σχήμα‐ σιν ὑπτιάζῃ ὁ λόγος· τοιαύτην εἶναι χρὴ καὶ τὴν τοῦ μύθου γραφὴν, περὶ οὗ προεδιδάχθης· ἀλλὰ καὶ τὰ ἓξ περιστατικὰ τὰ ἐν τῷ διηγήματι ἐμπίπτουσί πως καὶ ἐν
10τῷ μύθῳ, οἱονεὶ γάρ τι διήγημα καὶ ὁ μῦθος, ὡς εἴ‐ πομεν.
12tCap. IV.
12tΠΕΡΙ ΗΘΟΠΟΙΙΑΣ.
13 Ἠθοποιΐα ἐστὶ μίμησις ἤθους ὑποκειμένου προσώ‐ που· διαφοραὶ δέ εἰσι τρεῖς· εἰδωλοποιΐα, προσωπο‐
15ποιΐα καὶ ἠθοποιΐα· καὶ ἠθοποιΐα μὲν ἡ γνώριμον ἔχου‐ σα πρόσωπον καὶ ζῶν, πλαττομένη δὲ μόνον τὸ ἦθος, ὅθεν καὶ ἠθοποιΐα προσαγορεύεται· οἷον τίνας ἂν εἴπῃ λόγους Ἡρακλῆς, Εὐρυσθέως ἐπιτάσσοντος· ἐνταῦθα ὁ μὲν Ἡρακλῆς ἔγνωσται καὶ ζῶν λαμβάνεται· τούτου δὲ
20τὸ ἦθος πλαττόμεθα· εἰδωλοποιΐα δὲ ἡ πρόσωπον ἔχουσα γνώριμον, τεθνεὸς δὲ καὶ τοῦ λέγειν παυσάμενον, οἷον εἴ τις πλάττει τὸν Αἴαντα λέγοντα ἐν Ἅιδου, ἰδόντα τὸν Ὀδυσσέα ἐκεῖθεν· ὅθεν καὶ εἰδωλοποιΐα προσαγορεύεται, ἐκ τοῦ ποιεῖσθαι ἐν αὐτῇ καὶ πλάττεσθαι εἴδωλον οἱονεὶ
25τοῦ τεθνεῶτος λαλοῦν· προσωποποιΐα δὲ, ὅταν ἅπαντα πλάττηται, καὶ πρόσωπον καὶ ἦθος, ὡς Ἀριστοφάνης ὁ κωμικὸς τὸν πλοῦτον ἔπλασεν ὡς πρόσωπον καὶ ἄνθρω‐ πον λαλοῦντα, καὶ τὴν πενίαν ὁμοίως· πράγματα γὰρ
ταῦτα, οὐ πρόσωπα, ὅμως ποιοῦνται καὶ πλάττονται,593

3

.

594

διὸ καὶ προσωποποιΐα τὸ τοιοῦτον· τῶν δὲ ἠθοποιϊῶν αἱ μέν εἰσι παθητικαὶ, αἱ δὲ ἠθικαὶ, αἱ δὲ μικταί· καὶ παθητικαὶ μὲν αἱ κατὰ πάντα πάθος ἔχουσαι, οἷον τί‐ νας ἂν εἴπῃ λόγους Ἑκάβη αἰχμαλωτισθεῖσα μετὰ
5τὴν ἅλωσιν τῆς Τροίας· ἠθικαὶ δὲ αἱ μόνον ἦθος ἐμ‐ φαίνουσαι, οἷον τίνας ἂν εἴπῃ λόγους ἠπειρώτης ἀνὴρ πρῶτος θεασάμενος θάλασσαν· μιμούμεθα γὰρ αὐτοῦ τὸ ἦθος, ἤγουν τὴν ἔκπληξιν καὶ τὸν θαυμασμὸν, οὐ πάθος δὲ καὶ ὀδύνην καὶ ὀδυρμούς· μικταὶ δὲ ἠθοποιΐαι
10αἱ ἔχουσαι ὁμοῦ καὶ ἦθος καὶ πάθος, οἷον τίνας ἂν εἴ‐ πῃ λόγους Ἀχιλλεὺς ἐπὶ τῷ φίλῳ Πατρόκλῳ ἀναιρε‐ θέντι, βουλευόμενος πολεμεῖν πρὸς Τρῶας· ἦθος μὲν γὰρ ἡ βουλὴ καὶ σκέψις, πάθος δὲ ὁ θάνατος τοῦ φί‐ λου. Πᾶσα δὲ ἠθοποιΐα ἐπιδέχεται τοὺς τρεῖς χρόνους,
15τὸν ἐνεστῶτα, τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα· καὶ ὁ γράφων ὀφείλει μὲν ἄρξασθαι ἀπὸ τοῦ ἐνεστῶτος, τυχὸν οὕτω· ὢ τί τὸ παρὸν, ὁποῖον τὸ βλεπόμενόν μοι, τίς ἡ συμφορὰ αὕτη· ἀπὸ δὲ τοῦ ἐνεστῶτος χωρήσει εἰς τὸν παρεληλυθότα, οἷον ἀλλὰ χθὲς καὶ πρῴην οὐχ οὕ‐
20τως εἶχε τὰ καθ’ ἡμᾶς· ἐχαίρομεν γὰρ καὶ ἐσκιρτῶμεν καὶ τόδε καὶ τόδε χαρμόσυνον εἴχομεν· νῦν δὲ οὐχ οὕ‐ τω· δεῖ γὰρ ἐπανελθεῖν πάλιν ἐκ τοῦ παρεληλυθότος εἰς τὸν ἐνεστῶτα· ὕστερον δὲ τακτέον τὸν μέλλοντα καὶ λε‐ κτέον οὕτω· τί δὲ ἄρα ποιήσομεν; πόθεν παραμυθίαν
25ἕξομεν; καὶ ὡς τόδε καὶ τόδε συμβήσεται ἡμῖν, χρὴ δὲ τὸν γράφοντα τὴν ἠθοποιΐαν μιμεῖσθαι πρὸς ἀκρίβειαν τὸ ὑποκείμενον πρόσωπον· καὶ εἰ μὲν ἄγροικόν ἐστι τοῦ‐ το καὶ ἄλλως δημοτικὸν, ἀφελεστέρας ἐννοίας προσά‐ πτειν αὐτῷ, εἰ δὲ ἀρχικὸν τὸ πρόσωπον, σεμνοτέρας, εἰ
30δὲ σοφὸν, σοφωτέρας. ὁ δὲ χαρακτὴρ τῆς ἠθοποιΐας
ὀφείλει σύντομος εἶναι, ὡς ὁ τεχνικὸς λέγει, ἤτοι δι’ ἐν‐594

3

.

595

νοιῶν βραχυτέρων συμπληρούμενος, καὶ μὴ εἰς μακρο‐ λογίαν ἐκβαίνων, καὶ κῶλα μικρότερα ἔχων καὶ λέξεις ὁμοίας, καὶ ἁπλῶς τὰ τῆς γοργότητος. Ὀφείλει δὲ εἶναι καὶ καθαρὸς ὁ χαρακτὴρ καὶ ἡ φράσις καὶ μὴ συνδέσμοις
5τὰ πολλὰ χρώμενος μηδὲ πλοκαῖς καὶ περιβολαῖς καὶ πλα‐ γίαις συντάξεσιν, ἀλλὰ σχήμασι μᾶλλον τοῖς εὐθυτέροις καὶ τάχιον ἀποδιδομένοις, ὡς εἶναι ἀφοριστικὰ καὶ κομ‐ ματικὰ τὰ λεγόμενα. Καὶ τοιαύτη μὲν ἡ κατὰ τέχνην ἠθοποιΐα· τινὲς δ’ οὐ μόνον συντόμῳ χαρακτῆρι ἐν ταύ‐
10τῃ ἐχρήσαντο, ἀλλὰ καὶ πάνυ τι ἐξετάθησαν εἰς ἐπίδει‐ ξιν ἀφορῶντες καὶ ἐπιβολῶν εὐπορίαν· ἀλλ’ οὐδὲ καθα‐ ρὰν τὴν φράσιν ἐτήρησαν φλεγμαίνοντες τὰ πολλὰ καὶ τραχυνόμενοι τῇ λέξει. καὶ τοῦτο δὲ δι’ ἐπίδειξιν, ὅμως οὐκ ἐμέμφθησαν τοῖς πολλοῖς διὰ τὸ φιλότιμον τοῦ
15λόγου καὶ πόριμον, ἴσως δὲ καὶ ἡμεῖς ζηλώσομεν τούτους κατὰ καιρόν.
17tCap. V.
17tΠΕΡΙ ΕΚΦΡΑΣΕΩΣ.
18 Ἔκφρασίς ἐστι λόγος κατὰ λεπτὸν ἐκτιθεὶς τὸ προ‐ κεχειρισμένον καὶ εἰς ὀφθαλμοὺς ἄγων ἄντικρυς, καὶ
20καθ’ ἓν ἕκαστον τῶν τοῦ προκειμένου ἀπαγγέλλων, καὶ τὰ μικρὰ καὶ τὰ μείζω διαγράφων. Ἐκφράζονται δὲ πρόσωπα ἤγουν ἄνθρωποι, οἷον ὁ Ἀχιλλεύς· ὅτι τὴν ἡλικίαν εἶχε τοιάνδε, ὅτι τὴν κεφαλὴν τοιάνδε, τὴν κό‐ μην, τὰς ὀφρῦς, τοὺς ὀφθαλμοὺς, τὴν ῥῖνα, τὸν πώ‐
25γωνα, τὰς παρειὰς, τοιάδε τινὰ, τὸν τράχηλον, τοὺς ὤμους, τὰς χεῖρας, τὸ στέρνον, τὴν πᾶσαν ὁλομέλειαν
τοιάνδε· καὶ χρὴ ἐν ταῖς τοιαύταις τῶν προσώπων ἐκ‐595

3

.

596

φράσεσιν ἀπὸ τῶν ἄνω καὶ ἐκ τῆς κεφαλῆς ἄρχεσθαι καὶ χωρεῖν διὰ τοῦ προσώπου, εἶτα διὰ τῶν ὑποβεβηκό‐ των μέχρι καὶ τῶν ἐσχάτων μελῶν καὶ μερῶν. Ἐκφρά‐ ζονται πράγματα, οἷον πανήγυρις, πόλεμος καὶ τὰ τοι‐
5αῦτα, καὶ χρὴ ἐν τούτοις ἄρχεσθαι ἀπὸ τῶν προηγου‐ μένων καὶ τῶν πρὸ τοῦ πράγματος· οἷον εἰ πόλεμος εἰς ἔκφρασιν πρόκειται, λέγειν τὰ πρὸ αὐτοῦ, οἷον τὴν πα‐ ρασκευὴν, τὸ συγκίνημα, τὴν ὁδοιπορίαν. εἶτα λέγειν τὰ ἐν αὐτῷ τῷ πολέμῳ· τὴν παράταξιν, τὴν ἀντιπαράταξιν,
10τοὺς ἵππους, τοὺς ἱππέας, τὴν ὁπλενδυσίαν, τὰ στίλβοντα κράνη, τοὺς ἁλυσιδωτοὺς θώρακας, τὰς νεοθηγεῖς σπά‐ θας, τὰ δόρατα, τὴν σύῤῥηξιν, τὰ πτώματα, τὰς καρα‐ τομήσεις, τοὺς ἀκρωτηριασμοὺς τῶν χειρῶν ἢ τῶν ποδῶν, τὰς κατὰ τῶν στέρνων ἢ τῶν σπλάγχνων διαδορατίσεις,
15τὰς τῶν αἱμάτων πλημμύρας, τοὺς δρασμοὺς, τὰς ἐπι‐ διώξεις, τὰς κατασχέσεις καὶ τὰ τοιαῦτα. ἔπειτα λέγειν τὰ μετὰ τὸν πόλεμον· ἤτοι τὰς διαρπαγὰς τῶν σκηνῶν καὶ τοῦ στρατοπέδου, ἢ τὰς ἀναστατώσεις τῶν πολισμά‐ των, τὰς αἰχμαλωσίας, τὰς λαφυραγωγίας καὶ τὰ τοι‐
20αῦτα· ἐκφράζονται καιροὶ, οἷον χειμὼν, ἔαρ καὶ τὰ τοι‐ αῦτα, καὶ χρὴ ἐν τούτοις ἄρχεσθαι ἀπὸ τῶν προηγουμέ‐ νων, καὶ διέρχεσθαι διὰ τῶν ἑξῆς πάντων· οἷον ἐπὶ ἔα‐ ρος, ὅτι ὁ χειμέριος μὲν ζόφος ἐδιώχθη, τοῦ ἡλίου ἀνα‐ βαίνοντος ὑψηλότερον· αἰθμάζουσα δὲ ἡ ἡμέρα παντα‐
25χοῦ, καὶ ὁ οὐρανὸς τοιόσδε, καὶ οἱ ἀστέρες τοιοίδε· ταῦ‐ τα γὰρ προλεκτέον, εἶτα περὶ τοῦ ἀέρος, ὅτι τοιόσδε· καὶ μετ’ αὐτὸν περὶ τῆς γῆς καὶ τῶν ἐξ αὐτῆς ἀνθέων, δένδρων, λειμώνων, ὅλων τῶν πτηνῶν, ἀλλὰ καὶ τῶν τοιούτων· ἔπειτα ῥητέον περὶ τῆς θαλάσσης καὶ τῶν ἐν
30αὐτῇ, τῶν ἁλιέων, τῶν ναυσιπλοούντων καὶ τῶν τοιού‐
των· ἐκφράζονται δὲ τόποι, οἷον λιμὴν ἢ ἀγρὸς, καὶ596

3

.

597

χρὴ ἐν τούτοις ἐκ τῶν περιεχόντων ἔξωθεν ἄρχεσθαι, οἷον ἐπὶ τοῦ ἀγροῦ ἐκ τῆς κατὰ τόπον θέσεως, ἐκ τῆς περιγραφῆς αὐτοῦ καὶ τῆς ἐκεῖ τοῦ ἀέρος κράσεως· εἶτα εἰσχωρεῖν εἰς τὰ ἔνδον, εἴτε δένδρα, εἴτε σκηναί εἰσι καὶ
5οἰκήσεις· ἢ καὶ τὰ τοιαῦτα ἕτερα ἐκφράζονται, ἄλογα ζῶα, οἷον ἵππος, βοῦς, ἀετὸς, πέρδιξ, καὶ χρὴ καὶ ἐπὶ τούτων ἄρχεσθαι ἀπὸ τῆς κεφαλῆς· ὡς ἐπὶ τοῦ ἀνθρώ‐ που εἴπομεν, καὶ προχωρεῖν διὰ τῶν ἑξῆς μέχρι καὶ τῶν τελευταίων· ἐκφράζονται καὶ φυτὰ, οἷον ἄμπελος, ἐλαία,
10συκῆ, καὶ χρὴ καὶ ἐπὶ τούτων ἄρχεσθαι ἀπὸ τῆς κεφα‐ λῆς ἤγουν τῆς ῥίζης, αὕτη γὰρ οἱονεὶ κεφαλὴ δένδρου, δι’ ἧς καὶ τρέφεται καὶ αὔξει· ὅθεν καὶ κατωκάρα λέ‐ γονται βεβλῆσθαι τὰ δένδρα· καὶ ἀπὸ τῆς ῥίζης προ‐ χωρήσεις διὰ τῶν μεταξὺ μέχρι καὶ εἰς τὴν λεγομένην κο‐
15ρυφήν· λέγων ὅταν ἐλαίαν τυχὸν ἐκφράζῃς, ἐῤῥίζωται εἰς βάθος καὶ παγίως ὡς μὴ ἀνέμῳ τινάσσεσθαι· μετὰ τὴν ῥίζαν ἀναβαίνει φιτρὸς ὄρθιος καὶ ἁδρὸς, οὐκ εὔ‐ θραστος· στελέχη διαδέχονται τὸν φιτρὸν ἐξ αὐτοῦ σχι‐ ζόμενα καὶ ἀντιδιαιρούμενα· τῶν στελέχων ἐκφύονται
20κλάδοι πυκνοί· ἐν τοῖς κλάδοις λάσιος ἡ φυλλὰς, χλοώ‐ δης τὴν χροιὰν ἡ φυλλὰς, καίτοι γλαυκίζουσα, καὶ ὅτι τὰ φύλλα τοιάδε τῷ μήκει· ὁ καρπὸς τῷ μεγέθει τοιόσ‐ δε, τῷ ποσῷ τοσόσδε· ἴσως καὶ εἴποις καὶ τὸ ποιὸν, καὶ ὅτι σκιὰ ὑπὸ τῷ δένδρῳ ἀνθρώπῳ μεσημβρίας ἡδίστη
25κατάκλισις καὶ τὰ ὅμοια. Χρὴ δὲ τὸν ἐκφράζοντα τη‐ ρεῖν ἐν ἅπασι καὶ τὸ πρέπον οὕτω παρὰ τοῖς ῥήτορσι καλούμενον· οἷον ἐὰν λειμῶνα ἐκφράζῃ πρέπουσαν καὶ ἁρμόζουσαν τῷ προτεθειμένῳ τὴν λέξιν ἕξει καὶ τὴν φρά‐ σιν· δηλονότι λείαν καὶ ἀνθηρὰν καὶ χαρίεσσαν, καὶ μι‐
30μουμένην τὸ κάλλος τῶν φυτῶν, καὶ τὸν ἐπιπνέοντα
τούτοις ἁπαλὸν Ζέφυρον, καὶ τὸ περὶ ταῦτα πρᾷον ἀν‐597

3

.

598

τικελαρύζον ὕδωρ· ἐὰν πόλεμον ἐκφράζῃ, τραχυτέραν ἐξ‐ ενέγκῃ τὴν λέξιν καὶ τὴν φράσιν, καὶ μιμουμένην τοὺς ἐκεῖ δούπους, τὴν σμαραγὴν, τὴν ἐν ταῖς φαρέτραις κλαγγὴν τῶν ὀϊστῶν, τοὺς χρεμετισμοὺς τῶν ἵππων, τὰς
5κραυγὰς τῶν πολεμιστῶν, τοὺς παντοδαποὺς ἐξελιγμοὺς, καὶ ἁπλῶς τὴν πᾶσαν τραχύτητα τῆς συῤῥήξεως· οὕτω καὶ ἐν πᾶσι τοῖς ἄλλοις ὁ ῥήτωρ τὴν πρέπουσαν καὶ προσφυῆ τῷ ὑποκειμένῳ λέξιν καὶ φράσιν τηρῶν εὐδο‐ κιμήσει· τοῦτο γάρ ἐστιν ὅπερ ἄνωθεν εἴπομεν πρέπον.
10tCap. VI.
10tΠΕΡΙ ΕΓΚΩΜΙΟΥ ΚΑΙ ΨΟΓΟΥ.
11 Ἐγκώμιόν ἐστι λόγος ἐκθετικὸς εἴτουν ἀφηγηματικὸς τῶν προσόντων τινὶ καλῶν· ἐγκωμιάζονται δὲ πρόσωπα, ὡς Θουκυδίδης ἢ Δημοσθένης· πράγματα, ὡς δικαιοσύ‐ νη ἢ σωφροσύνη· καιροὶ, ὡς ἔαρ ἢ θέρος· τόποι, ὡς λι‐
15μένες καὶ κῆποι· ἄλογα, ὡς ἵππος ἢ βοῦς, καὶ φυτὰ ὡς ἄμπελος ἢ ἐλαία· ἐργάζεται δὲ τὸ ἐγκώμιον τοῖσδε τοῖς κεφαλαίοις· προοιμιάσῃ πρῶτον πρὸς τὴν οὖσαν ὑπόθε‐ σιν, οἷον εἰ Δημοσθένην ἐγκωμιάζεις, ἔσται σοι τὸ προ‐ οίμιον τοιοῦτον· ἀποδοτέον τοὺς λόγους τῷ ῥήτορι· ὑπ’,
20αὐτοῦ γὰρ κοσμηθέντες δικαίως τοῦτον ἀντικοσμήσουσι καὶ τὰ τοιαῦτα· ἂν φυτὸν ἐπαινεῖς, τυχὸν προοιμιάσῃ προσφυῶς τῇ ὑποθέσει οὕτω· τῷ καλλίστῳ τῶν φυτῶν, τῇ ἀμπέλῳ, τὸ παρ’ ἡμῖν κάλλιστον, τοὺς λόγους, ἀπο‐ δοτέον· δεινὸν γὰρ, ἡ μὲν νέκταρι σχεδὸν καὶ ἀμβροσίᾳ
25δεξιοῦται, ἡμεῖς δὲ πρὸς μὲν τὴν τρυφὴν τὸ στόμα πλα‐ τὺ διαστέλλωμεν, πρὸς δὲ τοὺς δικαίους ἐπαίνους συγκλεί‐
ωμεν· ταῦτα τὰ προοίμια, ὡς ὁρᾷς, οἰκεῖα ταῖς ὑπο‐598

3

.

599

θέσεσιν· εἶτα θήσεις τὸ ἄψυχον γένος τοῦ ἐγκωμιαζομέ‐ νου, ἤγουν τὴν χώραν, ὅτι τυχὸν ἐξ Ἑλλάδος, καὶ ἐπαινέ‐ σεις τὴν πατρίδα, ὅτι ἐξ Ἀθηνῶν· μετὰ τοῦτο τὸ ἔμ‐ ψυχον γένος, προγόνους δηλαδὴ πρῶτον, εἶτα πατέρας
5καὶ καθεξῆς ἐκθήσεις εἴτι ἀξιόλογον ἔχει ἐπὶ τῇ γεννή‐ σει αὐτοῦ, ἐνύπνια τυχὸν ἢ προῤῥήσεις τινὰς, ἢ ἕτερόν τι θαύματος ἄξιον· ἐπὶ τούτοις ἐκδιηγήσῃ τὴν ἀνατρο‐ φὴν καὶ τὰ κατ’ αὐτὴν ἐπιτηδεύματα, καὶ τὰς ἀσκήσεις, ἢ λογισμῷ τεχνῶν ἢ πολιτικῶν καὶ στρατιωτικῶν, καὶ
10τὴν ἐν ἀτελεῖ ἡλικίας παιδείαν καὶ σύνεσιν· εἶτα ἐπενέγ‐ κῃς τὸ μέγιστον τῶν ἐγκωμίων κεφάλαιον, τὰς πράξεις τοῦ ἐγκωμιαζομένου, ἃς διαιρήσεις εἰς τὰ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τύχην· κατὰ ψυχὴν μὲν φρό‐ νησις, πρᾳότης, ἀνδρεία καὶ τὰ τοιαῦτα· κατὰ δὲ σῶμα
15κάλλος, τάχος δρόμου, ῥωμαλαιότης καὶ τὰ τοιαῦτα· κατὰ τύχην δὲ πλοῦτος, ἀξίωμα φίλων καὶ τὰ τοιαῦτα. Ἕκαστα δὲ τῶν ἐξαιρέτων τοῦ ἀνδρὸς συγκρίνεις, εἰ θέ‐ λεις, πρὸς τὰ παρόμοια τῶν ἀρχαίων καὶ ἐπισήμων· ἐπὶ πᾶσι δὲ θήσεις ὕστερον τὴν περιεκτικὴν καὶ καθολικὴν
20σύγκρισιν καὶ ἀντιβάλῃς τὸν ἐγκωμιαζόμενον, Δημοσθέ‐ νην τυχὸν ὁλικῶς τῷ Θουκυδίδῃ ὡς ὁμοίῳ ῥήτορι, ἢ τὸν Ἕκτορα τῷ Ἀχιλλεῖ, ὁμοίως στρατιώτῃ καὶ στρατηγῷ, ἢ βασιλέα ἡμέτερον τῷ Δαβὶδ, ὡς βασιλεῖ καὶ αὐτῷ, ἢ τῷ Μωσεῖ, ἢ τῷ Ἰησοῦ τῷ Ναυῆ ὡς στρατηγοῖς, καὶ τὸν
25πατριάρχην τῷ Ἀαρὼν ὡς ἀρχιερεῖ, ἢ καὶ αὐτῷ τῷ Μω‐ σεῖ ὡς δημαγωγῷ καὶ παραστάτῃ θεοῦ. Πρὸς παρομοίους γὰρ ὀφείλεις ποιεῖσθαι τὴν σύγκρισιν καὶ δεικνύναι τὸν ἐγκωμιαζόμενον μείζονα, ὡς ἐπὶ πολὺ κατασκευάζων τοῦ‐ το πιθανῶς καὶ ῥητορικῶς· τελευταῖον πάντων ἐπαγά‐
30γῃς ἐπίλογον εὐχῇ μᾶλλον προσήκοντα, λέγων· ζῴης καὶ
διαμένοις εἰς μακρὸν τηλικοῦτον καλὸν εἰς κοινὸν ἀν‐599

3

.

600

θρώποις ὄφελος καὶ τὰ τοιαῦτα· ἴσθι δὲ καὶ τοῦτο, ὅτι οὐ πάντα τὰ ἀναγεγραμμένα τοῦ ἐγκωμίου κεφάλαια πάντοτε τιθέαμεν ἐν τοῖς λόγοις, ἀλλὰ πολλάκις σιωπῶ‐ μέν τινα, οἷον ἔθνος ἢ πατρίδα, ἐὰν ὦσι δυσγενῆ· ἢ
5προγόνους ἢ πατέρας, ἐὰν καὶ αὐτοὶ τῶν ἀσήμων ὦσιν, καίτοι ἕτερον κεφάλαιον παρατρέχομεν, εἰ ἐπαίνων ὕλην μὲν χορηγεῖ· πολλάκις δὲ καὶ ἀξιέπαινον πατρίδα καὶ γο‐ νεῖς ἑκόντες παρερχόμεθα καί τινα κεφάλαια ἕτερα· ἐρ‐ γαζόμεθα δὲ τὸν λόγον ἀπὸ τῶν πράξεων μόνον τοῦ ἐγ‐
10κωμιαζομένου, καὶ τούτων σπερματικῶν ταύτην ἢ ἐκείνην παραλαμβάνοντες, καὶ τὴν χθὲς ἢ τὴν πέρυσι καὶ ταύ‐ τας οὐ κατὰ τάξιν, ἀλλὰ πρωθυστέρους, εἰ τύχοι, καὶ τὰς ἑτέρας παραλιμπάνομεν, καὶ καλεῖται τὸ τοιοῦτον παρὰ τοῖς ῥήτορσι λαλιαὶ, ἤγουν ἐγκωμιαστικὴ προσφώ‐
15νησις· τῷ τοιούτῳ δὲ εἴδει τοῦ λόγου χρώμεθα ὡς ἐπι‐ τόμῳ, ὅτε καιρὸς κατεπείγει, ἢ ὁ ἐγκωμιαζόμενος βασι‐ λεὺς ὢν τυχὸν καὶ μακροῖς τοῖς λόγοις τὰς ἀκοὰς μὴ προσχολῶν· ἢ καὶ ὅταν αἱ πράξεις τοῦ ἐγκωμιαζομένου μεγάλαι καὶ πολλαὶ οὖσαι ἀρκοῦσιν εἰς ἐγκώμιον, καὶ
20μηδὲν ἕτερον θέλουσιν ἐπικόσμημα ἀπὸ πατρίδος ἢ προ‐ γόνων ἢ τοιούτου τινός· ἡ δὲ γραφὴ τοῦ ἐγκωμίου ὀφεί‐ λει καθαρωτέρα εἶναι καὶ ἀνθηροτέρα· πανήγυρις γάρ ἐστι, καὶ μὴ τραχυλεξίαις χρῆσθαι, καὶ ἁδρύνεσθαι ὑπερ‐ μέτρως ὡς ἐν κατηγορίᾳ· καὶ σχήματα δὲ οὐχ ἕξει ἐμ‐
25περίβολα καὶ συνεστραμμένα, εἰ μὴ σπανίως ἴσως ποτέ· ἐναγώνια γὰρ καὶ ταῦτα καὶ δικανικὰ, οὐ πανηγυρικὰ καὶ χαρίεντα. Ἀντίθετον δέ ἐστι τῷ ἐγκωμίῳ ὁ ψόγος, ἐργάζεται δὲ τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ κεφαλαίοις πρὸς τὸ ἐναντίον·
30ὡς γὰρ ἐκεῖ ἐπαινεῖς ἀπὸ πατρίδος, ἀπὸ γεννητόρων,
ἀπὸ τῶν πράξεων, ἀπὸ τῶν λοιπῶν· ἐνταῦθα ψέγεις ἀπὸ600

3

.

601

τῶν αὐτῶν. καὶ συγκρίνων τὸν ψεγόμενον δεικνύεις μεί‐ ζονα εἰς κακίαν τοῦ πρὸς ὃν συγκρίνεται, καὶ τὸν ἐπί‐ λογον ὡς ἀρὰν σχηματίζεις· ἀφαντωθείη λέγων τοσοῦ‐ τον κακὸν, καὶ μηδὲ ὄνομα αὐτοῦ παραμένοι. ἐνταῦθα
5δὲ ἐν τῷ ψόγῳ καὶ ἡ τραχυλεξία πολλάκις χρήσιμος, διὰ τὸ ὀργήν τινα ὑποφαίνειν τὸν γράφοντα, κἂν οὐχ ὁποίαν ἐν τοῖς δικανικοῖς.
8tCap. VII.
8tΠΕΡΙ ΚΑΤΑΣΚΕΥΗΣ ΚΕΦΑΛΑΙΩΝ ΚΑΙ ΑΝΑΣΚΕΥΗΣ,
9tΗΓΟΥΝ ΠΕΡΙ ΕΠΙΧΕΙΡΗΜΑΤΩΝ, ΕΡΓΑΣΙΩΝ, ΕΝ‐
10tΘΥΜΗΜΑΤΩΝ ΚΑΙ ΤΟΙΟΥΤΩΝ.
11 Διδάξομέν σε κατὰ τὸ ἐγχωροῦν καὶ περὶ κατασκευῆς κεφαλαίου· παραλαμβάνομεν δὲ τοῦτο ἐνταῦθα ἀντὶ τῆς προγυμναστικῆς χρείας καὶ γνώμης· ὡς κεφάλαιον γὰρ ἐκεῖναι μελετῶνται, πλὴν τῆς ἐκείνων κατασκευῆς
15τελειοτέρα ἡ τοῦ ἐνταῦθα κεφαλαίου. Κεφάλαιον δέ ἐστιν ἐν συμβουλῇ τυχὸν πρός τινα καὶ παραινέσει τοῦτο, ὅτι καλὸν ἡ παρθενία· τὸ τοιοῦτον κεφάλαιον λέγεται, κατασκευάζεται δὲ, ὅτι καλὸν ἡ παρθενία δηλαδὴ, ἐξ ἐπιχειρημάτων εὑρισκομένων ἐκ τῶν ἓξ περιστατικῶν,
20προσώπου, πράγματος, χρόνου, τόπου, τρόπου καὶ αἰ‐ τίας, περὶ ὧν ἐδιδάχθης καὶ ἐν τῷ διηγήματι οἷον λέ‐ γων σὺ πρὸς τὸν ἀκούοντα τῆς συμβουλῆς σου, ὅτι κα‐ λὸν ἡ παρθενία, ἐπενέγκῃς ἐπιχείρημα. ἐκ τοῦ πράγμα‐
τος τυχὸν πρῶτον, ὅτι θεῖον τὸ χρῆμα τοῦτο καὶ σεμνὸν,601

3

.

602

καὶ ἀΰλοις φύσεσι καὶ ἀγγέλοις καθομοιοῦν, καὶ οὐ τῶν χαμαὶ συρομένων καὶ γεηρῶν. Ἐκ τοῦ προσώπου ἐπιχεί‐ ρημα, ὅταν ἐὰν ὁ δεχόμενος τὴν συμβουλὴν τῶν τῷ θεῷ καθιερωμένων ἴσως εἴη, ὅτι ἁρμόζει σοι τῷ ἱερῷ τὸ ἱερὸν
5χρῆμα, τῷ τοῖς ἁγνοῖς πλησιάζοντι τὸ ἁγνὸν, τῷ ἐπαγ‐ γελλομένῳ βίον θεοφιλῆ ἡ οὐρανὸς ἀρετή. Ἀπὸ τοῦ τόπου ἐπιχείρημα, ὅτι ἐν ναῷ θεοῦ ἀναστρέφῃ, καὶ ἐν τῷ πανάγνῳ θυσιαστηρίῳ, ἢ καὶ ἐν πόλει, ἀρχῆθεν ἐκ προγόνων ἐπιμεληθείσῃ σωφροσύνης. Ἀπὸ τοῦ χρόνου,
10ὅτι κατὰ τὴν νῦν ἡμέραν σπουδαστέα ἡ τοιαύτη ἀρετὴ μᾶλλον τοῖς νοῦν ἔχουσιν, ὅτε διὰ τὰς τῶν πολλῶν ἀσελ‐ γείας θεὸς ἐξοργίζεται καὶ ἀπειλεῖται τὰ πάνδεινα, ἂν μή τινας ὅλως εὑρήσει σωφρονοῦντας καὶ τὰ αὐτῷ φίλα μεταδιώκοντας. Ἀπὸ τοῦ τρόπου, οἷον τίνι τρόπῳ καὶ
15οἰκονομίᾳ κατορθώσεις τὴν ἀρετὴν ταύτην, τὴν παρθε‐ νίαν, ἐὰν τοὺς ὀφθαλμοὺς ἀπαγάγῃ τῶν ὡραίων προσώ‐ πων, τῶν τῆς πορνείας ὑπεκκαυμάτων, ἐὰν τὴν ἀκοὴν τῶν ἀκολάστων ἀκουσμάτων, ἐὰν τὴν γεῦσιν τῆς τρο‐ φῆς τῆς ὑποφλεγούσης τὴν φύσιν, ἐὰν καὶ τὸν νοῦν
20πρὸ πάντων αὐτῶν τῶν τῆς ἁμαρτίας ἐνθυμήσεων. Ἀπὸ αἰτίας ἐπιχείρημα, οἷον δι’ ἣν αἰτίαν μετέρχεσθαι δέον τὴν παρθενίαν; διὰ τὸ μέλλειν γὰρ διὰ ταύτης καὶ ἐκεῖ σώζεσθαι τῆς κολάσεως, καὶ ἐνταῦθα βίον ἀτύρ‐ βαστον ζῇν, καὶ ἔξω τῶν τῆς συζυγίας πολυφροντισμά‐
25των, ἢ τῶν τῆς πορνείας μιασμάτων. Εἶτα κατασκευά‐ ζεις τὸν λόγον καὶ ἐκ τοῦ ἐναντίου· ἤγουν καὶ ἐκ τῆς ἀκολασίας· ἐναντίον γὰρ αὕτη τῇ παρθενίᾳ· καὶ λέγεις οὕτως· ἐπεὶ καὶ ἡ ἀκολασία κακὸν καὶ ὀλέθριον, καὶ κόλασιν ἡμῖν ἐκεῖ προξενοῦν, πάντως ἡ ἀντικαθισταμένη
30ταύτῃ παρθενία καλὸν, ἐπεὶ καὶ σωτήριον· αὐξήσεις τὸν λόγον καὶ καθεξῆς καὶ ἀπὸ ἐργασίας, ἤτοι παραβολῆς, ἥτις ἐκλαμβάνεται ἐκ τῶν παρ’ ἡμῖν καθ’ ἡμέραν γινομένων,
οἷον γηπονιῶν ἢ ἁλιευτικῶν, ἢ ἐξ ὀρνέων, ἢ ἀπὸ φυτῶν,602

3

.

603

ἢ ὑλῶν σιδήρου, καὶ ἀπὸ τοιούτων. Ποιήσεις γοῦν πα‐ ραβολὴν ἐν τῷ περὶ παρθενίας λόγῳ, ἀπὸ ὕλης τυχὸν τοιαύτης· ὅτι ὥσπερ ὁ χρυσὸς ἀνεπίδεκτος ὢν ἰοῦ στίλ‐ βει πάντοτε, καὶ οὐδὲ μειοῦται ἢ δαπανᾶται, ὁ δὲ σί‐
5δηρος τῷ ἰῷ καὶ ἀμαυροῦται καὶ διαβιβρώσκεται, οὕτω καὶ ὁ παρθενεύων μὲν ἀεὶ φαιδρὸς καὶ σῶμα καὶ ψυχὴν ἀδαπάνητος, ὁ δὲ ἀκόλαστος καὶ πόρνος τοὐναντίον ἅ‐ παν, καὶ εὐθὺς ἐπενέγκῃς τὰ λεγόμενα ἐνθυμήματα, ἅτινα καὶ κατὰ σύγκρισίν τινα τὴν πρὸς τὸ παραβληθὲν
10ἐκφέρονται· οὕτω δηλονότι. καὶ μὴν καὶ ὁ σίδηρος, κἂν ἀμαυρωθῇ κἂν δαπανηθῇ, οὐδὲν πρᾶγμα, φθαρτὴ γὰρ καὶ τῶν κατὰ σῶμα φερομένων ἡ ὕλη· ψυχὴν δὲ ἀν‐ θρώπου, χρῆμα θεῖον καὶ ἀθάνατον, ἀμαυρωθῆναι τῇ ἁμαρτίᾳ παγχάλεπον· καὶ χρυσὸς μὲν στίλβων καὶ ἀνί‐
15ωτος περιδεῤῥέοις ἢ στεφανίσκοις ἀνθρωπίνοις ἐφήρμο‐ σεν, ἄνθρωπος δὲ στίλβων τῇ παρθενίᾳ τὴν ἄνω καλ‐ λωπίσει ἐκκλησίαν τῶν πρωτοτόκων. Αὐξήσεις τὸ κε‐ φάλαιον ἐφεξῆς καὶ ἐξ ἑτέρας ἐργασίας τῆς ἀπὸ παρα‐ δείγματος, ἥπερ λαμβάνεται ἀπὸ τῶν ἀνέκαθεν πρα‐
20χθέντων ἀνθρώποις, καὶ οὐκ ἀπὸ τῶν σήμερον, ὡς ἡ παραβολή. οἷον ὅρα καὶ τὸν Ἰωσὴφ ἀκολασίαν φυγόντα, καὶ τοὺς παρανόμους ἔρωτας τῆς δεσποίνης ἐγκρατευσά‐ μενον, καὶ μεγάλων ἐκ θεοῦ τυχόντα τῶν ἀμοιβῶν, καὶ βασιλείας ἐνταῦθά τε καὶ ἐκεῖ. Ἀκολούθως οὖν εὐθὺς
25τῷ παραδείγματι ἐπιφέρεις πάλιν τὰ ἐνθυμήματα κατὰ σύγκρισίν τινα τὴν πρὸς τὸ παράδειγμα τεθέντα, οὕτω δηλαδή. Εἰ τοίνυν Ἰωσὴφ οὔπω νόμον ὁρῶν τεθειμέ‐ νον περὶ σωφροσύνης ἐσωφρόνησε, σὺ ὁ μετὰ νόμον, ὁ μετὰ τὰς κυριακὰς ἐντολὰς οὐ σωφρονήσεις; ἐὰν ἐκεῖνος
30μὴ καθιερώμενος τῷ θεῷ ὁσίως διεβίω, σὺ ὁ καθοσιώ‐ μενος ἀλογήσεις; ἂν ἐκεῖνος καὶ ἑλκόμενος εἰς τὴν ἡδο‐ νὴν ἀπεπήδησε, σὺ οὐκ ἂν αἰδεσθείης, ἑκὼν σεαυτὸν
ἐπιῤῥίπτων τῷ δεινῷ; Τὰ μετὰ τὸ πρῶτον δὲ ἐνθύμημα603

3

.

604

ἐπαγόμενα, ὡς ὁρᾷς ἐνταῦθα, ἐπενθυμήματα λέγονται. Ἔχεις ἐπιφέρειν καὶ μαρτυρίας παλαιῶν οὕτω καλουμέ‐ νας, ἤγουν ῥήσεις παλαιῶν καὶ γνωμικὰ τῶν καθ’ ἡμᾶς, ἢ καὶ τῶν ἔξωθεν, ὑπερηγορούντων τῆς παρθενίας, ἤ
5τινος ἑτέρου κεφαλαίου προκεχειρισμένου σοι· τῇ τοιαύτῃ τοῦ λόγου ἀγωγῇ χρᾶσθαι δύνασαι καὶ ἐν πάσῃ ἑτέρᾳ λογογραφίᾳ πρὸς τὸ καλοῦν, καὶ ἐγκωμίῳ, οἷον ὁ βα‐ σιλεὺς τυχὸν ἐγκωμιαζόμενος παρθενεύει· ἐλθὼν εἰς τὸν τόπον τοῦτον τὸν περὶ παρθενίας εἴποις ἐκ τοῦ προσώ‐
10που ἐπιχείρημα· ὦ θαῦμα, βασιλεὺς σωφρονεῖ καὶ παρ‐ θενεύει, δεσπότης πάντων, ὑπὸ χεῖρα πᾶσαν ἔχων ἀφορ‐ μὴν ἡδονῆς, καὶ ταῖς ὕλαις τῆς τροφῆς περιῤῥεόμενος πάντοθεν, ὅμως ἐγκρατεύεται. Ἀπὸ τοῦ τόπου· ἐν τοῖς βασιλείοις διάγων ἢ ἐν πόλει ἢ ἐν χώρᾳ, ὅπου γυναικωνί‐
15τιδες ὅλαι καὶ κάλλη ἀμήχανα καὶ πολλὰ τῆς ἡδονῆς ὑπεκκαύματα. Ἀπὸ αἰτίας, ἵνα θεῷ ἐξομοιῷτο, ὥσπερ κατὰ τὸ ἀρχικὸν, οὕτω καὶ κατ’ αὐτὸ τὸ ἀπαθὲς καὶ φιλάνθρωπον. ὁμοίως δὲ καὶ ἐκ τῶν λοιπῶν περιστα‐ τικῶν ἐπιχειρήσεις· εἶτα ἐπενέγκῃς παραβολὴν οἰκείαν τῷ
20πράγματι καὶ τὰ ὑπ’ αὐτὴν ἐνθυμήματα· εἶτα παρά‐ δειγμα καὶ τὰ μετ’ αὐτὸ ἐνθυμήματα αὐτὸν συγκρίνων τὸν βασιλέα τῷ παραδειγματιζομένῳ σοι σώφρονι, καὶ δεικνὺς ὑπερβάλλοντα, εἰ ἐγχωρεῖ. Μαθὲ δὲ καὶ τοῦτο, ὅτι οὐκ ἔχουσι ταῦτα τάξιν
25ὡρισμένην, οὐδὲ πρῶτον μὲν τὸ ἐκ τοῦ προσώπου τυχὸν ἐπιχείρημα, δεύτερον δὲ τὸ ἐκ τοῦ τόπου, ἤ τινος ἑτέρου, ἀλλ’ ὡς διακρίνει ὁ γράφων, οὕτω καὶ τίθεται. Ἀλλ’
οὐδὲ ἅπαντα τίθενται ἐξ ἀνάγκης, ἀλλά ποτε καί τινα,604

3

.

605

ὅσα δηλαδὴ εὑρίσκονται, καὶ ὅσα δοκιμάζει ὁ γράφων. Ὀφείλεις μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τῶν ἀσθενεστέρων ἐπιχειρημάτων ἐπὶ τὰ ἰσχυρότερα προχωρεῖν, ὡς ἂν ἀ‐ κμάζοι ὁ λόγος, τῶν δέ γε μετὰ τὰ ἐπιχειρήματα, ἤ‐
5γουν τοῦ ἐναντίου τῆς παραβολῆς καὶ τῶν λοιπῶν τάξις ἔστω σοι αὕτη, ἣν καὶ ὑπετυπώσαμεν· δύνασαι δὲ καὶ μιᾷ χρῆσθαι παραβολῇ καὶ πλείοσι, καὶ ἑνὶ ἐνθυμήμα‐ τι καὶ πλείοσιν, ὅπου δὲ καλεῖ, καὶ μιᾷ μαρτυρίᾳ πα‐ λαιῶν καὶ πλείοσιν, ἀλλ’ οὐδὲ πᾶσι τοῖς τοιούτοις ἀπα‐
10ραιτήτως εἰς τὴν τοῦ κεφαλαίου χρήσῃ κατασκευήν· ἔστι δὲ ὅτε καὶ τούτων τι παραλείψεις, ὡς ἄρα διακρινεῖς· ὅμως τὸ γινώσκειν γε πᾶσαν ὕλην καὶ εὐπορεῖν παντα‐ χόθεν ἀναγκαῖον νενομίκαμεν· ἡ ἀγωγὴ δὲ αὕτη τοῦ λόγου, ἡ ἐπὶ τῇ τοῦ κεφαλαίου κατασκευῇ ἁρμόζειν
15φανεῖσα καὶ ἐπὶ τῷ ἐπαίνῳ, ἁρμόσει αὕτη καὶ ἐπὶ κεφα‐ λαίου ἀνασκευῇ, καὶ ἐπὶ ψόγῳ· ἀπὸ τῶν αὐτῶν γὰρ περι‐ στατικῶν ἐπιχειρήσεις, ἀνατρέπων ἢ αὔξων ἐν τῷ ψέ‐ γειν τὸ κακὸν, καὶ ἀπὸ τῶν λοιπῶν τόπων τῶν ἐκτε‐ θέντων σοι.
20 Ἔτι μαθὲ καὶ ταῦτα· παντὶ διηγήματι ἐνυπάρχουσι τὰ λεγόμενα ἓξ περιστατικὰ, τὸ πρᾶξαν δηλαδὴ πρόσω‐ πον, τὸ πραχθὲν πρᾶγμα, χρόνος καθ’ ὃν, τόπος ἐν ᾧ, τρόπος ὅπως, αἰτία δι’ ἣν, οἷον ἐν τῷ τοῦ Αἴαντος διη‐ γήματι πρόσωπον τὸ πρᾶξαν ὁ Αἴας, πραχθὲν πρᾶγμα
25κείσθω τέως ὁ φόνος τῶν ἀλόγων, χρόνος ἡ νὺξ, τόπος ἡ ἔπαυλις, ἢ ὁ ναύσταθμος, ἔνθα τὸ Ἑλληνικὸν στρα‐
τόπεδον· τρόπος ἡ ξιφηφορία. λέγεται δὲ καὶ ὄργανον,605

3

.

606

τὸ ξίφος, αἰτία, ἡ ἄμυνα τῶν ἀδικησάντων· τοῖς τοιού‐ τοις περιστατικοῖς παρέπονται ὕλαι, οἷον τῷ Αἴαντι τὸ μεγαλόσωμον, τὸ ἀνδρεῖον, τὸ σακεσφόρον, τῇ νυκτὶ ἡ σελήνη, οἱ ἀστέρες, τῷ τόπῳ τῆς ἐπαύλεως τὸ στενὸν,
5τὸ συγκεκλεισμένον, καὶ τοῖς ἄλλοις τὰ ἐοικότα. Ἐκ δὲ τῶν τοιούτων περιστατικῶν καὶ τῶν παρ’ αὐτοῖς ὑλῶν χορηγοῦνται τοῖς γράφουσι τὰ οὕτω ταχέως καλούμενα παρὰ τῶν πολλῶν ἐνθυμήματα, καὶ πρόσχες τοῖς λεγο‐ μένοις καὶ μίμησαι· μέγας ὁ Αἴας καὶ ἀπέκτεινε πρόβα‐
10τα καὶ βόας, τὴν λείαν τῶν Ἑλλήνων. Τὰ ἐνθυμήματα οὕτως· ὁ ἡρωϊκὸς, ὁ πελώριος, κατὰ τῶν ταλαιπώρων κτηνῶν καὶ τῶν καματηρῶν βοῶν, λέων ὡς πρὸς μύρμη‐ κας, ὡς πρὸς κώνωπας, καὶ εἴτις που φύσις χθαμαλω‐ τέρα· ξιφηφόρος κατὰ τῶν ἀόπλων ἐκ φύσεως, κατὰ τῶν
15ἀπαλάμνων ὁ τὴν χεῖρα βριθὺς μάχαιραν ὀξύνει· δυσγε‐ νῶς κατὰ τῶν τετραπόδων ὡς μάγειρος· καὶ τὸ δήπου λεχθὲν, εἷς οὗτος μυριάδας προβάτων οὐ δέδοικεν, δευ‐ τέραν ἐληΐσατο ταύτην λείαν πανώλεθρον· ὢ καινῆς μάχης κατὰ τῶν βοσκημάτων ἀνδρὸς καὶ τούτου σακε‐
20σφόρου καὶ ἥρωος, καὶ ἐπιβουλὴ καὶ νυκτομαχία, ὡς κατ’ ἐχθρῶν γενικῶν· καὶ πάλιν ὅτι τὰ κτήνη φονεύων ἐνόμιζε τοὺς βασιλεῖς κτείνειν καὶ τὸν Ὀδυσσέα, καί τινα τυχὸν ἀγελάρχην κριὸν εἰς τὸν κρατοῦντα παρεφαντά‐ ζετο· τῆς μανίας, τοῦ γέλωτος, καὶ τὸ κέρας εἰς κόρυ‐
25θα καὶ λόφον τὴν ἵππουριν, καὶ τὸν τραγικὸν πώγω‐ να, καὶ ὡς αὐτὸν διεκέντει, ὑπὸ προβάτῳ τὸν φονέα διέφυγεν Ἰθακήσιος, ὡς ὕστερον ἐν τῷ σπηλαίῳ τὸν Κύκλωπα, ὅσα δὲ καὶ ὑπ’ ἀρνακίδι κλαπεὶς λύκος οὗτος σπαράκτης τοὺς ποιμένας παρέδραμε, καὶ πάλιν ὅτι
30ἐν ἐπαύλει ὁ ἥρως καὶ κατασφάττει τὰ τετράποδα, ἐστε‐606

3

.

607

νοχώρει μάνδρα τὸν μέγαν, τὸν γιγαντόσωμον, ὃν οὐκ ἐχώρει πεδία τὰ Τρωϊκὰ κατὰ τῶν ἐχθρῶν ἁπανταχοῦ διαλλόμενον· ὁ προβατεὼν εἶχε τὸν ὁπλίτην, οὐ τὸ στρα‐ τόπεδον, τὰ μὴ φόνον ἐργαζόμενα τὸν ἀνδροφόνον
5ἐχθροῖς· καινὸς βοηλάτης ὁ ἱππηλάτης, καινὸς προβατο‐ κόμος ἀνθρωποκόμος καὶ στρατηγὸς, καὶ ἡ καλαῦροψ ξένη μετὰ χεῖρας τούτῳ, ὅτι καὶ σιδηρᾶ καὶ τῶν ζώων πατάκτρια, καὶ λωβητὴς λύκος ὁ ἄνθρωπος, εἰς εὐή‐ θειαν τῶν κτεινομένων ἐξεπεπτώκει, καὶ ἀρνοκτασία τού‐
10τῳ παίζεται ὡς ἀνδροκτασία· Ἄρεϊ θύματα ταῦτα ἢ μανιάσι καὶ Ἐριννῦσι καὶ βακχευτικοῖς τισι δαίμοσι· πάλιν ὅτι νὺξ καὶ σελήνη, καὶ ἡ Ἄρτεμις ἐφ’ ὑψηλοῦ θεατὴς τῆς ὀργῆς Ἀθηνᾶς, καὶ τῆς δραματουργίας τῆς ἐν πάθει τραγικῷ κωμικῆς, καὶ τοῦ παντὸς καταγέλω‐
15τος, καὶ ἀπήγγειλε τῷ γεννήτορι τὴν καινοτομίαν τῆς ἀδελφῆς, καὶ μυκτὴρ ἐκ θεῶν κατὰ τοῦ ὑψαύχενος καὶ περιφρονητοῦ τοῦ αὐτῶν ἀξιώματος. Πάλιν ἐνθύμημα ἀπὸ τῆς μανίας καὶ τοῦ παρεπομένου προσώπου τοῦ Ὀδυσσέως· κατὰ παράδειγμα. Μανία ποτὲ καὶ τῶν ἐξ
20Ἰθάκης ἐν κτήνεσιν, ἀλλὰ σκηνικὴ διεπλάττετο, καὶ βοῦς καὶ ἵππος ἐζεύγνυντο, τὰ ἀσύζευκτα, καὶ ἀροτὴρ ὁ σει‐ ραφόρος παρελαμβάνετο. Αἴαντι μανία κατὰ τῶν τε‐ τραπόδων, ἀλλ’ ἐναργὴς, καὶ τὸ ἄλογον ὡς ἔλλογον πα‐ ρεβλέπετο. Τοσαῦτά σοι πρὸς ὑπόδειγμα, πλὴν ῥητορι‐
25κά· ἂν δὲ καὶ δύνασαι καὶ βούλει καὶ φιλοσοφήσεις ἐν τοῖς τοιούτοις, καὶ φυσικεύσῃ, καὶ ὅπως ἐρῶ· οἶσθα τὴν ὑπόθεσιν, ὡς ἐπὶ τῇ ἀδικίᾳ τῶν Ἀτρειδῶν θυμοῦται ὁ Αἴας, καὶ ἐκ τοῦ θυμοῦ μαίνεται· ἐρεῖς γοῦν ἐμφιλοσό‐ φως· ἀδικοῦσιν οἱ βασιλεῖς τὸν γενναῖον, καὶ πατοῦσι
30θέμιν τὴν βασίλειον ἀρετὴν, καὶ πρὸς ἑταίρους καλὸν,
πρὸς ὑπηκόους ἐξάρχοντα· καὶ τὰ τῆς δικαιοσύνης ζυγὰ607

3

.

608

παραπρυτανεύουσι, καὶ τὴν ἰσονομίαν καὶ τὸ διανεμητι‐ κὸν τοῦ ἐπιπρεποῦς, καὶ οὐκ ἐν ἰσότητι τηροῦσι τὰ τά‐ λαντα τοῦ δωρήματος τοῦ λαβόντος ὅπλα τὰ ἀνδρικὰ μὴ ἐπικληροῦντες τῷ ἀνδρικῷ, ἀλλ’ ἀνίσῳ τῷ κούφῳ
5μέρει τῆς ἀνδρίας τοῦ Ὀδυσσέως, τὴν ὀγκηρὰν πλάστιγ‐ γα τοῦ δωρήματος προσεπιῤῥέποντες· ἐντεῦθεν τῷ ἀδι‐ κουμένῳ θυμὸς, καὶ ζέσις αἵματος τοῦ περικαρδίου, καὶ τοῦ ὑποστερνίου λέβητος καχλασμὸς, καὶ εἰς ἀντιλύπησιν τῶν παροξυνόντων ἐκκίνησις, καὶ ἐκ τῆς τοῦ αἵματος
10ἀναζέσεως λαβροτέρα ἐκχόλωσις καὶ ἀναδρομὴ πρὸς τὴν κεφαλήν· λεπτότερον γὰρ τὸ θερμότερον, τὸ λεπτότερον δὲ κουφότερον, τὸ δὲ κουφότερον ῥᾷον ἀνέδραμε, καὶ τῶν ἐγκεφάλου κοιλιῶν πλήρωσις καὶ δακνηρὸν τὸ χολῶ‐ δες, καὶ κεντεῖ τὸν ἐγκέφαλον, ὡς εὐπαθῆ, καὶ τὰς παρ’
15ἑκάτερον μήνιγγας, καὶ τὸ λογιστικὸν τῷ Τελαμωνίῳ πα‐ ρατιτρώσκεται, καὶ παραθεωρεῖ τοὺς ἄρνας ὡς ἄνδρας, καὶ τούτοις ἐπιπηδᾷ λυσσωδέστερον, παραγούσης μάλι‐ στα τὸν νοῦν καὶ τῆς θεᾶς Ἀθηνᾶς· ἔχοι τις καὶ ἐν τῷ περὶ τῆς θεᾶς καθεξῆς φιλοσοφεῖν, ὅμως ἡμεῖς παρεῶ‐
20μεν, ἀρκοῦντα πρὸς ὑπόδειγμα τὰ λεχθέντα νομίζοντες· τυχὸν τοῦ δέοντος καὶ πλατύτερον τὸν τύπον διὰ τοῦτον τοῦ διηγήματος ἔχεις μεθέλκειν. καὶ εἰς ἐγκώμια καὶ ψό‐ γους καὶ τοιαῦτα, ἐν οἷς καὶ τὰ ἓξ τῶν περιστατικῶν ἐπιχειρήματα χρήσιμα, καὶ ἀπὸ τῶν παραβολῶν καὶ τῶν
25παραδειγμάτων καὶ τῶν ὁμοίων ἐργασίας καὶ αὐξήσεις, καὶ τὰ ἑξῆς ἐνθυμήματα, περὶ ὧν ὡς τελειοτέρως προσβαίνοντά σε τοῖς ῥητορικοῖς ἐκδιδάξομεν· νῦν δὲ ἄκαιρον λέγειν περὶ αὐτῶν, καὶ τοσαῦτα μέν σοι περὶ
ἐννοίας τε καὶ ἐνθυμημάτων, ὡς ἐν εἰσαγωγῇ. τὸ δὲ608

3

.

609

περὶ λέξεως καὶ ἀττικισμοῦ ἐροῦμεν ὄπισθεν· σημείωσαι δὲ καὶ τοῦτο, ὅτι ἐπὰν ἐγκωμιάζῃς τινὰ, καὶ τὰ κατορ‐ θωθέντα τούτῳ κατὰ μέρος διέρχῃ, χρὴ ποιεῖσθαί σε καθ’ ἕκαστον αὐτῶν σύγκρισιν πρὸς τὰ ὅμοια τὰ παρὰ
5τῶν ἀρχαίων κατορθώματα, καὶ ἐπὶ τέλει πάλιν τοῦ ὅλου λόγου τὴν καθολικὴν ἐπιφέρειν σύγκρισιν, δεῖ δέ σε γινώσκειν καὶ τοῦτο, ὡς ἐν τῷ πανηγυρικῷ ἅμα τίθενται οἱ ἀγῶνες τῇ διηγήσει, καὶ οὐ χωρὶς, ὡς ἐν τῷ δικανι‐
κῷ καὶ τῷ συμβουλευτικῷ.609