TLG 0598 013 :: RHETORICA ANONYMA :: Περὶ τῶν τεσσάρων μερῶν τοῦ τελείου λόγου (e cod. Paris. gr. 2918) RHETORICA ANONYMA Rhet. Περὶ τῶν τεσσάρων μερῶν τοῦ τελείου λόγου (e cod. Paris. gr. 2918) Citation: Volume — page — (line) | ||
3.570(1t) | ΑΝΩΝΥΜΟΥ | |
2t | ΠΕΡΙ ΤΩΝ ΤΕΣΣΑΡΩΝ ΜΕΡΩΝ ΤΟΥ | |
---|---|---|
3t | ΤΕΛΕΙΟΥ ΛΟΓΟΥ. | |
4 | Ὁ τέλειος ἐγκωμιαστικὸς ῥητορικὸς λόγος σύγκειται | |
5 | ἀπὸ κεφαλαίων ὧν καὶ ὁ Ἀφθόνιος ἐν τοῖς προγυμνάσμα‐ σι διδάσκει· ταῦτα γοῦν τηρεῖν τὸν γράφοντα ἀναγκαῖον· ἕξει δὲ ὁ τοιοῦτος λόγος τὰ τέσσαρα μέρη· προοίμια, διηγήσεις, ἀγῶνας καὶ ἐπιλόγους. Προοίμια μὲν οὖν καὶ δύο καὶ τρία ποτὲ θήσεις, ὅτε δηλαδὴ μέγας ὁ ὅλος συν‐ | |
10 | τεθῇ λόγος· πρὸς γὰρ τὸ σῶμα καὶ ἡ κεφαλὴ ἔσται. ἀρε‐ τὴ δὲ προοιμίου τὸ εἰς τὴν προκειμένην ὑπόθεσιν βά‐ πτειν· οἷον τὸ θεολογικὸν ἐκεῖνο. ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασί‐ λειος, ἐφιλοτιμεῖτο γὰρ τοῖς ἐμοῖς λόγοις, ἑαυτὸν νῦν | |
15 | προθήσειν ὑπόθεσιν μεγίστην· ὁρᾷς ὅπως περιέλαβε τὸν τῆς ὑποθέσεως σκοπὸν, λέγων μονονοὺ τοῦτο, ὡς φίλος ὢν τῷ μεγάλῳ Βασιλείῳ καὶ ἐπαινετὸν σχὼν ἐκεῖνον ἐν πολλοῖς νῦν ἀμείβομαι τοῖς ἴσοις, μέγιστον ἄνδρα ἐγκω‐ μιάζων, καὶ τὰ ἑξῆς δὲ τοῦ προοιμίου ἀκόλουθα. Ἀλλὰ | |
20 | καὶ προοιμίου δριμύτης, φασὶ, πρότασις, ἐὰν εὐθὺς περιστᾷ τὸν τοῦ λόγου σκοπὸν, οἷα τὰ θεολογικά· Ἀθα‐ | |
νάσιον ἐπαινῶν ἀρετὴν ἐπαινέσαιμι, ἀναστάσεως ἡμέρα | 570 | |
3.571 | καὶ ἀρχὴ δεξιὰ, Χριστὸς γεννᾶται, δοξάσατε, πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ τὰ τοιαῦτα· οὕτω καὶ σὺ ποίει καὶ μὴ πλανῶ πόῤῥω τῆς ὑποθέσεως καὶ εὐδοκιμήσεις· πολ‐ λάκις δέ τινες τῶν νεωτέρων ἀλλὰ καὶ τῶν παλαιῶν οὐκ | |
5 | ἀπ’ αὐτῆς τῆς ὑποθέσεως ποιοῦνται τὴν πρότασιν καὶ τὸ προοίμιον ἀλλ’ ἔξωθεν διὰ ἱστορίας τυχὸν ἤ τινος τοιούτου, οἷόν ἐστιν ἐκεῖνο· Ἀρχέλαος, ἦν δὲ ἐκεῖνος ἀνὴρ τοιόσδε, ἐποίησε τόδε καὶ τόδε ἐπὶ τῷ δεῖνι, ἐγὼ δὲ τόδε ποιήσω ἐπὶ σοί. Τὰ τοιαῦτα προοίμια μετέχουσι μὲν γλυ‐ | |
10 | κύτητος τὸ διὰ ἱστοριῶδες ἢ μυθῶδες καὶ τὸ ἀφηγηματι‐ κὸν, οὐκ εἰσὶ δὲ δριμέα, ὡς ἐκεῖνα, οὐδὲ τοσοῦτον ἐπαινετά· ὡς τὰ παραδείγματα γὰρ εἰσάγονται, τῶν ἀγώνων δὲ, οὐ τῶν προοιμίων τὰ παραδείγματα· οἶμαι δὲ, ὡς τὰ τοι‐ αῦτα προοίμια παρεισέδυσαν τὴν ἀρχὴν ἐν τοῖς λογογρα‐ | |
15 | φήμασιν, ἀπὸ τῶν παρὰ τοῖς παλαιοῖς ῥήτορσι πραγμά‐ των ἐν τοῖς αὐτῶν λόγοις ἱστορικοῖς, πρὸς τὴν ὑποκει‐ μένην μὲν ὑπόθεσιν προᾳδομένοις, ὅμως διεζευγμένου τοῦ ἐγκωμιαστικοῦ λόγου καὶ ἀπειλημμένοις ἰδίᾳ, ὁποῖα εὑρήσεις ἐν τοῖς τοῦ Προκοπίου Γάζης, τοῦ Χορικίου | |
20 | καὶ λοιπῶν· τὰ γὰρ παρ’ ἐκείνων διεξευγμένα ἑνώσαντές τινες, ὡς ἔοικεν, τοῖς ἐγκωμίοις, εἰς προοίμιον ἔταξαν· ἀλλὰ σὺ μᾶλλον ζήλου τὰ ἄνω ῥηθέντα δριμέα προοίμια, τὰ εὐθὺς εἰς τὴν ὑπόθεσιν βάπτοντα, καὶ μᾶλλον ἐν τοῖς βασιλικοῖς, οὐ γὰρ πρέπον τὴν βασιλικὴν ἀκοὴν ἐξωτερικοῖς | |
25 | καὶ εἰκαίοις προασχολεῖν· ὅτε μηδὲ τοῖς ἀναγκαίοις τυχὸν σχοίη τις αὐτὴν ὑπακούουσαν. Τηρητέον δὲ καὶ εἰς τέσ‐ σαρα μέρη τοῦ προοιμίου μετὰ τῆς προτάσεως κατα‐ σκευὴν, ἀξίωσιν καὶ βάσιν· μετὰ τὰ προοίμια αἱ διηγή‐ σεις ἐν τοῖς ἐγκωμιαστικοῖς, ἤγουν τὰ περὶ τῶν προγό‐ | |
30 | νων καὶ τῆς πατρίδος, καὶ αἱ πράξεις τοῦ ἐγκωμιαζομέ‐ | |
νου· συνημμένοι δὲ ταῖς διηγήσεσιν οἱ ἀγῶνες, ἤγουν αἱ | 571 | |
3.572 | αὐξήσεις τῶν διηγουμένων ἐξαιρέτων, κἂν ἐν τοῖς δικανι‐ κοῖς καὶ τοῖς ἄλλοις ἰδίᾳ αἱ διηγήσεις καὶ οἱ ἀγῶνες ἰδίᾳ· ἔξεστι δέ σοι ἐν τοῖς ἐγκωμιαστικοῖς ἀγῶσιν ἑκάστην ἀρε‐ τὴν τοῦ ἐπαινουμένου αὔξειν, καὶ διὰ παραδειγμάτων κα‐ | |
5 | τὰ σύγκρισιν εἰσαγομένων· ἰδίᾳ δὲ πάλιν πρὸς τῷ τέλει τηρήσεις τὴν καθολικὴν σύγκρισιν. Οἱ ἐπίλογοι γραφήσονταί σοι εὐκτικοὶ, ὡς οἶδας· πλὴν ἀκμάσουσι δι’ ἐνθυμημάτων καὶ γλαφυρότητος, ὡς ἂν ὁ λόγος προκόπτῃ καὶ μᾶλλον ἢ παύειν ἐναπολίπῃ | |
10 | ταῖς ἀκοαῖς τῶν παρόντων ἀξιόλογόν τι καὶ θαυμαζό‐ μενον· τῷ μήκει δὲ ἀνάλογοι ἔσονται πρὸς τὸ ὅλον τοῦ λόγου μέγεθος βραχεῖς πρὸς βραχὺ, μείζους πρὸς μεῖζον· τοιοῦτος ὁ τέλειος ἐγκωμιαστικὸς λόγος· γράφοντες δέ τι‐ να οὐκ ἐγκώμια μὲν, ἐγκωμιαστικὰ δὲ, καὶ λέγονται τὰ | |
15 | τοιαῦτα λαλιαὶ, ὅτε οὐκ ἐκ πατρίδος καὶ προγόνων καὶ τῶν τοιούτων, οὐδὲ ἀπὸ πασῶν τῶν πράξεων ἐπαινεῖς, ἀλλ’ ἔκ τινων πράξεων καὶ τούτων σπερματικῶς ποτὲ μὲν τὰ πρόσφατα καὶ ἐνεστῶτα ἐκτιθεὶς τοῦ ἐπαινουμένου, ποτὲ δὲ τὰ παροιχόμενα, καὶ ἔμπαλιν αὖ. οἱ τοιοῦτοι δὲ | |
20 | λόγοι γράφονται, ὅταν ἴσως χρονικὴ στενότης οὐ συγχω‐ ρεῖ τὸν ῥήτορα πλατύνεσθαι, τυχὸν δὲ καὶ ἄλλοτε· ποτὲ δὲ ὁ γράφων κρινεῖ· περὶ λαλιᾶς δὲ καὶ τῶν τοιούτων μά‐ θῃς πλατύτερον ἐν τοῖς τοῦ Μενάνδρου, ἃ ἐπιγράφον‐ ται Μενάνδρου ῥήτορος περὶ τέχνης ῥητορικῆς. | |
25 | Ἐν τοῖς πανηγυρικοῖς κείσθω σοι πρὸ πάντων εἰς ἀρχέτυπον ὁ μέγας Γρηγόριος ὁ θεολόγος, ὁ Νύσσης, ὁ Βασίλειος, ἐν οἷς ὀλίγοις τοιούτοις ἔγραψεν, ὁ Παναθη‐ ναϊκὸς λόγος τοῦ Ἀριστείδου, ὁ Θεμίστιος, ὁ Προκόπιος Γάζης, ὁ Χορίκιος, ὁ Ψελλὸς τὰ μάλιστα, καὶ εἴ τις τοι‐ | |
30 | οῦτος ἔν τε τοῖς παλαιοῖς καὶ νεωτέροις ἢ καθ’ ἡμᾶς· | 572 |
3.573 | ἐν τοῖς συμβουλευτικοῖς ὁ Χρυσόστομος, ὁ μέγας Βασί‐ λειος, ὁ Ἀριστείδης, ὁ Ἰσοκράτης, ὁ Δημοσθένης, ὁ Λι‐ βάνιος, ὁ Χορίκιος καὶ εἴ τις τοιοῦτος· ὁ μέντοι μέγας Γρηγόριος ὁ θεολόγος, εἰ χρὴ πρὸς ἀκρίβειαν εἰπεῖν, εἰς | |
5 | οὐδὲν εἶδος τῆς ῥητορικῆς, οὐδὲ εἰς ἰδέαν τινὰ ἀσυν‐ είσφορος εὑρεθήσεταί σοι, ἐὰν ἐπιστατικώτερον τοὺς αὐ‐ τοῦ λόγους ἀναγινώσκῃς, ἀλλὰ δὴ καὶ τὰ ἔπη καὶ τοὺς ἰάμβους· χρήσιμος ἐν πᾶσι καὶ ὁ σοφώτατος Ψελλός. Ἐν ταῖς ἐπιστολαῖς χρήσιμα τὰ γνωματεύματα τῶν | |
10 | σοφῶν, καὶ τὰ οὕτω καλούμενα ἀποφθέγματα, καὶ τὰ παροιμιώδη, πολλάκις καὶ τὰ μυθικώτερα καὶ γλυκύτερα καὶ τὰ ἀφελέστερα· χρήσιμά ποτε καὶ αἱ κολλήσεις, οἷον ἐὰν ἔπος Ὁμηρικὸν ἀποβαλὼν ἢ ἔπους τεμάχιον προσά‐ ψῃς, καὶ χρὴ μὲν τὸ λογογραφικὸν εἶδος καὶ ἐγκατάσκευον | |
15 | φεύγειν ἐν ταῖς ἐπιστολαῖς, μεταδιώκειν δὲ τὸ ἀφηγη‐ ματικόν· ἐπαγγελία γάρ ἐστι καὶ ὁμιλία φίλου πρὸς φίλον ἡ ἐπιστολὴ, ἀλλ’ οἱ καθ’ ἡμᾶς καὶ νεώτεροι οὐκ ἐφείσαντο λογοειδεῖς ὅλας ἐπιστολὰς συντιθέντες. ἀνάγκη γοῦν καὶ σὲ τούτους παραζηλοῦν, μετρίως γε μήν· ἡ | |
20 | μέντοι λέξις καθαρωτέρα σοι ἔστω καὶ σχήματα οὐδέποτε ἐμπερίβολα. Ἔχεις ἀρχέτυπα εἰς ἐπιστολὰς τὸν μέγαν Γρηγόριον, μάλιστα τὸν μέγαν Βασίλειον, τὸν Νύσσης, κομψότερον ὄντα καί τι νεώτερον, τὸν Συνέσιον μάλι‐ στα, τὸν Λιβάνιον τὸν σοφώτατον Ψελλὸν καὶ εἴτις | |
25 | τοιοῦτος. Τὰ ἡρῷα ἐπαινοῦνται μᾶλλον, ἐὰν ὦσι δακτυλικὰ καὶ ἀπὸ διαλέκτων ἔχωσι τὴν λέξιν παντοδαπὴν, μάλι‐ στα τὴν Ἰωνικήν. Χρήσιμος ἐν τούτοις καὶ ἡ τῶν φω‐ νηέντων σύγκρουσις, ἤγουν ἡ χασμῳδία, διὰ τὸ ἐμποιεῖν | |
30 | ὄγκων τῷ λόγῳ καὶ ἀξίωμα· καὶ ἁπλῶς ἄριστα τὰ Ὁμη‐ | 573 |
3.574 | ρικά. Μεῖζον οὖν πάντων ἐν τοῖς τοιούτοις ἀρχέτυπον ἔχεις τὸν Ὅμηρον, εἶτα τὸν Ὀππιανὸν καὶ τὸν Περιηγη‐ τὴν, τὸν Τρυφιόδωρον ἐν τῇ ἁλώσει τῆς Τροίας, τὸν Μουσαῖον καὶ εἴτις τοιοῦτος. | |
5t | ΕΙΣΑΓΩΓΙΚΟΝ ΤΟΙΣ ΜΕΛΛΟΥΣΙ ΓΡΑΦΕΙΝ | |
6t | ΡΗΤΟΡΙΚΩΣ. | |
7 | Τοῖς ἀναγινώσκουσιν, ὥστε κατορθῶσαι τὸ λογο‐ γραφεῖν, τέχνη καὶ ὕλη τὸ σπουδαζόμενον. Τίνα ταῦτα σαφῶς ὡς ἐξὸν καὶ συντόμως διδάξω σέ. Τέχνη ἐστὶ τὸ | |
10 | μαθεῖν, τί ἐστιν, ἐγκώμιον τυχὸν, καὶ ἐκ τίνων κεφα‐ λαίων συγκροτεῖται, καὶ τί ψόγος, καὶ ἀπὸ τίνων καὶ αὐτὸς σύγκειται, ἢ τί ἐστι συμβουλευτικὸς λόγος, τί δι‐ κανικὸς, τί πανηγυρικὸς, καὶ τίς ἀξιωματικὸς καὶ ἐπηρ‐ μένος, καὶ τίς ὁ καθαρὸς καὶ σαφὴς καὶ τὰ τοιαῦτα, | |
15 | περὶ ὧν ἡ ῥητορικὴ κατὰ λεπτὸν ἐκδιδάσκει σε· ὕλη δέ ἐστι τῷ ῥήτορι ἡ χορηγία τῶν ἐννοιῶν, τῶν τε ἄλλων καὶ τῶν κατὰ τὰς παραβολὰς καὶ τὰ παραδείγματα, καὶ ἡ τῆς παντοδαπῆς λέξεως εὐπορία· δύνασαι γοῦν ἐκ τῶν ποιητῶν καὶ τοιούτων ἐρανίζεσθαι καὶ ὕλην μὲν μάλιστα, | |
20 | ἀλλὰ δὴ καὶ τέχνης πολλὰς ἀφορμάς· ὕλην μὲν ἔννοιαν λέγω καὶ λέξεις· ἱστορίαν συλλέγων ἐκ ποιητῶν ἢ συγγρα‐ φέων, καὶ ὅσα φυσικὰ ἐν τούτοις νοήματα καὶ γνωμο‐ λογικὰ καὶ τοιαῦτα, ἔννοιαν συλλέγεις. καὶ γὰρ καὶ ἡ ἱστορία χρησιμωτάτη τῷ λογογράφῳ, ἐκ ταύτης ποιου‐ | |
25 | μένῳ τὰ παραδείγματα, οἷον ὡς ὁ Ἀχιλλεὺς ἠνδρίσατο, ὡς ὁ Ἀλέξανδρος ἐστρατήγησεν, οὕτω καὶ σὺ, βασιλεῦ. λέξιν δὲ συνάγεις τὴν ποιητικὴν μὲν οὐ πᾶσαν, οὐ γὰρ τὴν πάνυ τραχεῖαν καὶ τροπικὴν καὶ τολμηροτέραν τοῦ δέοντος, ἀλλ’ ὅση εὔμουσός τε καὶ εὐφραδὴς καὶ ἀκίνδυ‐ | |
30 | νος, ἡ δὲ τῶν συγγραφέων τῶν εὐδοκίμων καὶ λοιπῶν | |
ῥητόρων λέξις καὶ φράσις σχεδόν σοι χρήσιμος ἅπασα· | 574 | |
3.575 | σπούδαζε γοῦν ἐναποτίθεσθαι κατὰ τὸ ἐγχωροῦν ταύτην τῇ σῇ διανοίᾳ, οὐ μὴν ἀλλὰ καὶ τέχνης, ὡς εἶπον, μέ‐ ρη πολλὰ συλλέξεις ἐναργῶς ἐκ ποιητῶν καὶ τοιούτων· οἷον ἐγκωμιάζει ὅδε τις ποιητὴς ἢ ῥήτωρ, ἢ ψέγειν ἢ | |
5 | ἠθοποιΐαν ῥητορεύειν προσχοίης τῇ οἰκονομίᾳ τοῦ λόγου καὶ ταῖς μεθόδοις, καὶ τὸ ἐν τούτοις σοφὸν φιλοκρινή‐ σεις, καὶ ἀνθολογήσεις καὶ ἀποταμιεύσεις τῷ λογισμῷ, καὶ ὅλον μὲν τὸν λόγον ἢ τὸ σύγγραμμα ἐκπεραίνων, κα‐ τανοήσεις μάλιστα τὸ τοῦ γράφοντος εὔτεχνον καὶ εὐμέ‐ | |
10 | θοδον, καὶ τέχνην, ὡς εἶπον, ἐντεῦθεν κερδανεῖς· ὕλην δὲ τὴν κατά τε ἔννοιαν καὶ λέξιν θέλων ἀναλαμβάνειν, ποίει, καθά σοι νῦν ὑποθήσομαι· ἀναγινώσκων μὴ κατά‐ τεμνε τὸν λόγον εἰς πάνυ μικρὰ, καὶ τοῦτ’ αὐτὸ κόμμα‐ τα, ἀλλὰ χωρίον ἐκπέραινε καὶ ὑπόθεσιν ὅλην, καὶ πρῶ‐ | |
15 | τον ἀνεξέταζε τὴν ἔννοιαν τοῦ χωρίου, καὶ εἰ μὲν κατὰ τὴν σήν ἐστι γνῶσιν etc. eadem quae Rhacend. p. 563. v. 2. habet in capite: πῶς δεῖ ἀναγινώσκειν ῥητορικὰς βίβλους usque ad verba: σαυτὸν βελτιώσεις τὰς διαμαρτίας ἐπανορθούμε‐ νος· tum pergit: ἐκ ποιητῶν δὲ καὶ μᾶλλον ἐξ Ὁμήρου | |
20 | εἰς φράσιν ἂν ὠφεληθείης, εἰ μεταβάλλεις τὰ αὐτῶν καὶ παραφράζεις παραλαμβάνων κατὰ καιρὸν εἰς οἰκείαν γραφήν· Ὁμηρικὸν μὲν ἐκεῖνο τυχὸν τὸ τοῦ Ἀγαμέμνο‐ νος πρὸς τὸν Ἀχιλλέα, μὴ Κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις· | |
25 | οὕτω μὴ παράκλεπτέ με τῷ νῷ, μὴ παρασύλα ῥᾳδιουρ‐ γοῖς ἐπινοίαις, ἐπεὶ οὐ παρελεύσῃ οὐδὲ φύγῃς με οὐδὲ πείσεις, καὶ τὸ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀγαμέμνονα· Ἀναιδείην ἐπιειμένε κερδαλεόφρων, Πῶς τίς τοι πρόφρων ἔπεσι πείθηται, | |
30 | οὕτως ἐνδεδυμένε ἀναίδειαν, ὡς καταστολὴν καὶ ἱμάτιον | |
ἀναβεβλημένε τὸ θράσος, καὶ κέρδη φρονῶν τε καὶ ἐν‐ | 575 | |
3.576 | θυμούμενε, πῶς τίς τοι φίλα φρονῶν τοῖς σοῖς λόγοις πεισθήσεται· τὸ τοῦ Ὀππιανοῦ δὲ ἐκεῖνο, Ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας Παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης, | |
5 | Ἐξερέω γαίης, ὕπατον κράτος Ἀντωνῖνε, οὕτως· ἔθνη μάχιμα κατ’ ἀλλήλων παντοδαπὰ καὶ πο‐ λυσπερεῖς φάλαγγας καὶ πανταχοῦ τοῦ πελάγους ἐκκεχυ‐ μένας, νηκτὸν γένος θαλάττιον ἐξείπω σε, μέγιστε Ἀν‐ τωνῖνε, κράτος πάσης τῆς γῆς· καὶ τὰ τοιαῦτα ἡρῷα. | |
10 | Ἀλλὰ δὴ καὶ τὰ τῶν τραγικῶν καὶ τὰ λοιπὰ ποιητικώτερον μεταβάλῃς καὶ τὸ φράσεως κάλλος διαβλέπων προσοικει‐ οῦν ἕξεις τῇ οἰκείᾳ φράσει ἐκ παραφράσεως πρὸς τὴν προκειμένην ὑπόθεσιν. Ἀλλὰ φέρε καὶ αὐτοὶ μικρόν τι συνεισενέγκωμέν σοι καὶ εἰς ἔννοιαν καὶ εἰς φράσιν, ἀλ‐ | |
15 | λὰ δὴ καὶ εἰς τέχνην, περὶ διηγήματος ἀναγκαίως γρά‐ ψαντες πλατύτερον καὶ σαφέστερον, ἐπεὶ τὸ διήγημα πολύχρηστόν ἐστι τοῖς ῥήτορσι καὶ ἀναγκαιότατον ἐν ἐπαινετοῖς, ἐν ψεκτοῖς, ἐν ἐπιστολιμαίοις, ἐν μέτροις καὶ ἐν ἁπάσαις σχεδὸν ὑποθέσεσι λογογραφούμενον, κἂν ἄρα | |
20 | κατορθώσεις τὸ καλῶς διηγεῖσθαι, μέγα μέρος αὐχήσεις ῥητορικῆς. Ἡ τοῦ διηγήματος γραφὴ τριπλῆ ἐστιν, ἁπλῆ, ἐνδιάσκευος καὶ ἐγκατάσκευος· καὶ ἁπλῆ μέν ἐστιν ἡ αὐτὸ μόνον τὸ πρᾶγμα γυμνὸν ἀπαγγέλλουσα, καὶ ὡς φανερὸν ξηρόν· ἐνδιάσκευος δὲ ἡ ἐκφραστικὴ καὶ λεπτο‐ | |
25 | λογοῦσα τὸ καθέκαστον, καὶ εἰς ὄψιν μονονοὺ παρά‐ γουσα τὰ πραχθέντα· ἐγκατάσκευος δὲ ἡ τὰς αἰτίας τῶν πραχθέντων ἀποδιδοῦσα, καὶ τῶν συμπεσόντων ἕκαστον αἰτιολογοῦσα· καὶ ὁ ζωγράφος ἑκάστῃ τούτων χρήσεται πάντως κατὰ καιρὸν, τῇ μὲν ἁπλῇ ἐν καιρῷ ἀφελείας | |
30 | καὶ ἀληθείας, τῇ δὲ ἐνδιασκεύῳ ἐν ἀγῶσί τε καὶ αὐξή‐ σεσι τῶν προτεθειμένων· δύνασαι δὲ καὶ μιγνύειν μετὰ τῆς ἐνδιασκεύου τὴν ἐγκατάσκευον, ὁπηνίκα καὶ ὑπ’ ὄψιν | |
θέλεις ἄγειν τὸ πρᾶγμα καὶ αὔξειν· ἡ δὲ ἁπλῆ τούτοις | 576 | |
3.577 | ἀσύγκρατος, οὐδὲ ἐξὸν εἶναι τὸ αὐτὸ καὶ ἁπλοῦν ὁμοῦ καὶ ποικίλον· τὸ μέντοι προγυμναστικὸν διήγημα ἁπλοῦν τὰ πολλὰ γράφεσθαι οἱ τεχνικοὶ διορίζονται, ὅμως οὐκ ἀπεικὸς καὶ ποικίλλεσθαί ποτε τοῦτο καὶ πλατύνεσθαι | |
5 | πρὸς ἄσκησιν φιλοτιμοτέραν ῥητορικῆς· φέρε δὲ ὡς ἐν παραδείγματι παραθήσομέν σοι διήγημα κατὰ τὸ ῥηθὲν τριπλοῦν εἶδος, ἔστω δὲ τοῦτο τὸ κατὰ τὴν μανίαν τοῦ Αἴαντος. Ἁπλοῦν· Αἴας ἐπὶ τοῖς ὅπλοις παρευδοκιμηθεὶς | |
10 | κατὰ τοῦ λαβόντος ὀργίζεται Ὀδυσσέως, κατὰ τῶν ψηφι‐ σαμένων τῶν Ἀτρειδῶν ἄμυναν σκέπτεται· νύκτα ὡς ἐπ’ ἐκείνους ξιφηφόρος χωρεῖ, ἀλλ’ Ἀθηνᾶ καὶ νοῦν καὶ ὄψιν ἐσκότωσεν, καὶ ὁ ἥρως εἰσπίπτει τοῖς κτήνεσι, καὶ τὰ μὲν ὡς ἄνδρας κεντᾷ, τὰ δ’ ἐλαύνει πρὸς τὴν σκηνὴν, | |
15 | καὶ μετὰ πολλὴν τὴν μάστιγα κτείνει· τέλος τὴν μα‐ νίαν ἀνενεγκὼν αὐτοχειρίαν ἑαυτοῦ κατεδίκασεν. Ἐνδιάσκευον· Αἴας ἐπὶ τοῖς ὅπλοις παρευδοκιμη‐ θεὶς κατὰ τῶν δικασάντων τὴν κρίσιν τοῦ Ἰθακησίου, τῶν Ἀτρειδῶν πίμπραται τὴν καρδίαν θυμῷ, τῷ ἀγριωπῷ | |
20 | μηνύει τὴν ἔνδον διάθεσιν, καὶ τῇ ἀναιδήσει καὶ τῷ ὑφαίμῳ τοῦ ὀφθαλμοῦ, τῷ τε τοῦ ἄσθματος πυκνῷ καὶ βαρεῖ νυκτὸς ὡς ἐπ’ ἐκείνους στρατεύει, τὸ ξίφος ἐν ταῖν χεροῖν, εὔθηκτον τὸ ξίφος, στίλβον τὸ ξίφος, ἀνταυγά‐ ζον πρὸς τὸ σκότιον τῆς νυκτός· τὸ κίνημα πῆ μὲν ἠρε‐ | |
25 | μαῖον δολίως, πῆ δὲ καὶ ἅλλεται θυμικῶς, μακρὸν τὸ βῆμα τοῦ γιγαντιαίου τοῦ ἥρωος, ἀλλὰ παράγει καὶ νοῦν καὶ ὀφθαλμοὺς Ἀθηνᾶς, σκότος ἅμα τοῖν βλεφάροιν, τῷ ἐνδομύχῳ τῷ ἐξωτίκῳ· εἰσπίπτει τῇ μάνδρᾳ τῆς λείας ὁ νυκτίλοχος, καὶ ὡς ἄνδρας κατατέμνει τὰ ἄλογα, τὸ μὲν | |
30 | κατεῤῥάχισε, τὸ δὲ διεκέντησε, τοῦ δὲ τὴν κεφαλὴν τοῦ λοιποῦ σώματος ἐξετίναξεν ἑτέρῳ κατὰ γαστρὸς τὸ ξίφος | |
ἐμβάπτεται· ἐνταῦθα κρουνὸς αἵματος, ἐκεῖσε σπλάγχνα | 577 | |
3.578 | ἐκκεχυμένα, ἐπάλληλα τὰ πτώματα πανταχοῦ, ὧδε τῶν ἔτι πνεόντων ἅλματα πρὸς φυγὴν, ἀλλὰ τὸν δεσμὸν ἐπ‐ έσχεν ἡ ἔπαυλις, ὁ λύκος ἐντὸς, οἱ φύλακες κύνες ὑπνοῦ‐ σι τὸν χάλκεον, ἐξεπράχθησαν μικρὸν καὶ ὁ ἥρως ἀν‐ | |
5 | ενεγκὼν τοῦ οἰκείου ξίφους ἔργον καὶ αὐτὸς πίπτει. Ἐγκατάσκευον. Αἴας ἐπὶ τοῖς ὅπλοις παρευδοκι‐ μηθεὶς τὴν κρίσιν Ἀτρειδῶν δικαζόντων κατ’ αὐτοῦ ἐξοργίζεται, μισεῖ τὸν λαβόντα τὸν Ἰθακήσιον, ἀδικούμε‐ νος γὰρ ἅπας κατὰ τοῦ ἀδικοῦντος φλεγμαίνει θυμῷ· ὁ | |
10 | σακεσφόρος ἄμυναν σκέπτεται, ὅτι καὶ ὀργῆς αὕτη φάρ‐ μακον, νυκτὸς ἐπ’ ἐκείνους ὁπλίζεται, μὴ δεχομένου τὸν δόλον φωτὸς, ἀλλ’ Ἀθηνᾶ τούτῳ καὶ νοῦν καὶ βλέμμα παρήνεγκεν, τὸ μὲν τοῦ Ἑλληνικοῦ προνοοῦσα, τὸ δὲ φιλοῦσα τὸν τοῦ Λαέρτου, τὸ δὲ μισοῦσα τοῦ τύφου | |
15 | τὸν Τελαμώνιον. καὶ ὃς οὐκ εἰς τοὺς ἄνδρας ἀλλ’ εἰς τοὺς ἄρνας ἐξέκλινεν, καὶ νὺξ καὶ μανία τούτῳ προσίστανται, καὶ εἰσφθαρεὶς κεραΐζει τὰ ἄλογα, ἐπεὶ μὴ φειδὼ μηδε‐ μία τῷ ἐν ὀργῇ κρατήσαντι· κἂν τὸ δοκεῖν τὸν ἐχθρὸν βραχὺ, καὶ ἀνένηψε τῆς παρακοπῆς, δούσης τοῦτο τῆς | |
20 | θεᾶς καὶ τῆς φύσεως εἰς κακὸν μεῖζον τῷ ἥρωϊ, τὰ μὲν γὰρ αἰδούμενος τὸν ὁμόφυλον διὰ τὸ τοῦ δράματος εὔη‐ θες, τὰ δὲ πτοούμενος δίκην ἀντίποινον ἑαυτὸν διεργά‐ ζεται, τῆς ἐπονειδίστου ζωῆς ἢ τοῦ παρ’ ἑτέρων φόνου τὴν αὐτοχειρίαν βέλτιον θέμενος. Ὁρᾷς τὸ τριπλοῦν εἶ‐ | |
25 | δος τοῦ διηγήματος· χρήσῃ γοῦν ἑκάστῳ τούτων πρὸς τὸ καλοῦν, ἢ καὶ συλλαμβάνων ἐκ τούτων τὰ πεφυκότα μί‐ | |
γνυσθαι κιρνᾷν ἕξεις κατὰ καιρόν. | 578 | |
3.579 | Φέρε δὴ καὶ περὶ λέξεως εἴπωμεν, ὡς ἀναγκαιοτάτης καὶ αὐτῆς οὔσης. Λέξιν τῶν νεωτέρων καὶ καθ’ ἡμᾶς πολλοὶ ζηλοῦσιν ἐν πᾶσι σχεδὸν διηγηματικοῖς, ἐγκωμια‐ στικοῖς καὶ λοιποῖς τὴν ὀγκηρὰν καὶ ἁδρὰν, ὁποία ἐκεί‐ | |
5 | νη ἀναῤῥιχᾶται καὶ ἀναστέλλεται· καὶ ἀνέστακεν ἐκεῖνος ἀντὶ τοῦ ἀνέστηκε, καὶ ἀποδιδράσκω ἀντὶ τοῦ ἀποδιδράσκω, καὶ κρυπτάζομαι ἀντὶ τοῦ κρύπτομαι, καὶ ἀφάντωσις ἀν‐ τὶ τοῦ ἀφάνισις, καὶ λογάριον ἀντὶ τοῦ λογίδριον· καὶ ζυγὰς ἀντὶ τοῦ δυάς· καὶ τὸ εὐρυχανὲς ἀντὶ τοῦ πλατὺ, | |
10 | καὶ τὸ φρύκτωρον ἀντὶ τῆς λαμπηδόνος, καὶ τὸ αἱ συρ‐ μάδες ἀντὶ τοῦ τῶν ἀκτίνων, καὶ τὸ ἀποπάλλονται ἀντὶ τοῦ ἐκπέμπονται, καὶ τὸ διαυλωνίζονται καὶ ἀτραπὸς ἔμαρψε καὶ ἐρίγδουπος. τοιαῦτα ὀγκηρὰ, ὁποῖα πολλὰ ἔχει τις ἐκλέγειν ἐκ ποιητῶν καὶ ῥητόρων καὶ μᾶλλον | |
15 | τῶν νεωτέρων. σὺ δὲ λέξιν ἀγάπησον τὴν ἁρμόζουσαν τῷ προτεθειμένῳ· τὸ τοιοῦτον πρέπον φασὶν οἱ παλαιοὶ τεχνικοὶ ἤτοι φράσιν καὶ λέξιν ἐπιπρέπουσαν τῷ ὑποκει‐ μένῳ· ἐὰν γὰρ περὶ λειμῶνος ὁ λόγος, ἀνθηρῶς ἀπαγ‐ γείλῃς καὶ λειοτέρως, οἷον τὰ πέταλα τῶν δένδρων τῷ | |
20 | ζεφύρῳ τρυφᾷ, καὶ ὑποψιθυρίζουσιν ἠρέμα διακινούμε‐ να· οἱ ὄρνις ἐπορχοῦνται ταῖς κλάδοις, καὶ χορὸν ἐστή‐ σαντο μουσικὸν, ᾄδουσι καὶ οἱ τέττιγες καὶ συνηχοῦσιν ὁμοῦ καὶ δένδρα καὶ ὄρνις καὶ τέττιγες καὶ ἁρμονία μία τούτοις ὑπὸ φθόγγου πολυμμιγοῦς. καὶ ὁ διηχὴς | |
25 | ἀὴρ ἐκεῖθεν πρᾴως ὑποβομβεῖ καὶ πληροῖ τὴν ἀκοὴν μου‐ σικῆς· ἡ πόα ὑπέστρωται μαλακὴ καὶ χλοάζουσα, κλίνη τις σχέδιος· δυσώπησις ἁφῆς, βλεφάρων τρυφὴ, ὕδωρ διὰ μέσων ἧκον τῶν φυτῶν κελαρύζει καὶ διψᾷν ὑπο‐ μιμνήσκει τὸν βλέποντα ἢ τὸν ἀκούοντα. Ἐὰν περὶ πο‐ | |
30 | λέμου ὁ λόγος, τότε ἡ ἁδροτέρα λέξις εὔχρηστος διὰ τὰς | |
ἐκεῖσε τραχύτητας, καὶ τὴν τῶν δρωμένων ἀνωμαλίαν, | 579 | |
3.580 | οἷόν ἐστι τὸ σύῤῥηξις, τῶν ἐφίππων κατάῤῥαξις, δοῦπος ἀκόντων καὶ πάταγος, βόμβος, κόναβος, σμαραγὴ, ὀϊστῶν κλαγγὴ, γῆς καναχὴ, ἵππων χρεμετισμοὶ καὶ φρυάγματα καὶ ἐμβοαὶ μαχητῶν καὶ ἀντεμβοαὶ καὶ σαλπισμοὶ καὶ | |
5 | ἀλαλαγμοὶ, καὶ βυκάνης ἦχος βροντόεις καὶ χωστρίδες καὶ ὀρυκτίδες καὶ πυργοσεῖσται, κριοὶ, καὶ θεμέθλων τινακτοὶ καὶ ὁπλιτευόντων πυῤῥίχη, καὶ ἐξελίξεις πολύ‐ στροφοι. Ἄρης τειχεσιπλήτης καὶ βροτολοιγὸς, καὶ φευ‐ γόντων προτροπάδην πτερὰ καὶ διωκόντων ἐπιπετάσμα‐ | |
10 | τα καὶ ἐπεγκελεύσεις καὶ ὁμοκλαί· πλὴν καὶ ἐνταῦθα τῶν ἁδροτέρων ἡ χρῆσις μετρείσθω· τοιοῦτον τὸ πρέπον, ὥστε καὶ αἰτιῶνται οἱ τεχνικοὶ τὸν εἰπόντα οὕτως· ὁ ποταμὸς πολὺς ῥεῖ· οὐδὲ γὰρ ἐτήρησε, φασὶ, τὸ πρέπον, τὸ πο‐ λύῤῥοον τοῦ ποταμοῦ συστείλας διὰ τῆς βραχυλεξίας· | |
15 | ἔδει γὰρ εἰπεῖν, ὁ ποταμὸς πολὺς σύρεται, ὡς ἂν ἡ μα‐ κροτέρα λέξις τὴν φύσιν τοῦ πράγματος ἐμιμήσατο· ἀλ‐ λὰ καὶ τῷ σφοδρυνομένῳ καὶ τραχυνομένῳ κατά τινος τὸ τραχυλεκτεῖν εὔκαιρον, ὡς ὁ Δημοσθένης κατὰ τοῦ Αἰσχίνου· γραμματοκύφων καὶ ἰαμβειοφάγος καὶ τριτα‐ | |
20 | γωνιστὴς καὶ ὁ θεολόγος κατὰ τοῦ Ἰουλιανοῦ, εἰδω‐ λιανὸς καὶ καυσίταυρος καὶ τὰ λοιπά, Ἐν ἅπασι τοινῦν ἡ φράσις καὶ ἡ λέξις ἔστω πρέπουσα, καὶ ἐν παθητοῖς περιπαθὴς, καὶ ἐν πανηγύρει χαρίεσσα, καὶ ἐν τοῖς ἄλ‐ λοις κατάλληλος. Πάλιν τῆς λέξεως ἡ μέν ἐστι κομψὴ, | |
25 | ἡ δὲ φυσική. Κομψὴ μὲν, οἷον καπηρὸν ἀνεκάγχασε, φυσικὴ δὲ τὸ διακεχυμένον ἐγέλασεν· ὁ γέλως γὰρ τὰ γυῖα λύει· ὥστε διὰ τοῦ εἰπεῖν διακεχυμένον τὴν φύσιν τοῦ γέλωτος ἐδηλώσαμεν, καὶ λοιπὸν φυσική ἐστιν ἡ λέξις· πάλιν κομψὴ μὲν τὸ εἰς ἄνδρας παρήγγειλε, τὸν | |
30 | παῖδα παρήμειψεν, εἰς οὐδὲν γήρως κατέλυσε· φυσικὴ | |
δὲ τὸ ἀνδρικῶς ἐνακμάζει· ἡ ἀκμὴ γὰρ κυρία λέξις ἐν‐ | 580 | |
3.581 | ταῦθα· τὸν παῖδα καὶ τὸν ἀντίπαιδα ὑπερανέβη· κυρία λέξις καὶ φυσικὴ ὁ ἀντίπαις, ὅς ἐστιν ὁ δωδεκαετὴς, καὶ τὸ ἀνέβη· ἀναβαίνει γάρ τις τὰς ἡλικίας μέχρι τῆς ἀν‐ δρικῆς ὡς ἐν κλίμακι· εἶτα καταβαίνει. διὰ τοῦ ὠμογέ‐ | |
5 | ροντος μέχρι καὶ τοῦ πεμπέλου καὶ τὰ τοιαῦτα. Χορη‐ γεῖ μὲν τὴν φυσικὴν καὶ κυρίαν λέξιν ἡ φιλοσοφία μᾶλ‐ λον καὶ τὰ ταύτης μαθήματα, τὴν δὲ κομψὴν καὶ τρο‐ πικὴν ἡ ῥητορικὴ μᾶλλον καὶ οἱ κατ’ αὐτὴν γράφοντες· σὺ γοῦν εὐκαίρως παραλάμβανε καὶ τὰ κομψὰ καὶ τὰ | |
10 | φυσικά· κρεῖττον δὲ εἰ πλεονάζεις τοῖς φυσικοῖς καὶ κυ‐ ρίοις, κἂν τοῖς πολλοῖς τὸ ἐναντίον ἀρέσκῃ. πάλιν ἢ πλεονάζει ταῖς λέξεσιν ὁ γράφων καὶ ἐπιστοιβάζει πολλὰς ἐπὶ μιᾶς ἐννοίας, καὶ ἐμφαίνει μὲν τοῦτο πλουτισμὸν γλώττης· νεώτερον δέ ἐστι καὶ γυμναζομένων μᾶλλον οὐ | |
15 | γυμνασθέντων καὶ βεβηκότων· ἢ τῇ κυρίᾳ καὶ ἀναγκαίᾳ χρώμενος λέξεις ἀρκεῖται· παράδειγμα τοῦ πρώτου, χαίρω καὶ γέγηθα, καὶ ἡ καρδία μου διακέχυται, καὶ πολὺς ἐν‐ έστακταί μοι τῆς ἡδονῆς ὁ γάργαλος εἰς ψυχὴν, καὶ πά‐ σης αὕτη συνοχῆς ἀπολέλυται· παράδειγμα τοῦ δευτέρου | |
20 | τὸ γέγηθα μόνον ἢ ἀγάλλομαι ἢ διακέχυμαι καὶ τὰ ὅ‐ μοια· καλὸν γὰρ τὸ τὴν ἔννοιαν πλεονάζειν ἢ τὴν λέξιν, σὺ δὲ τὴν μεσότητα ζήλωσον, μήτε πολλὰς ἐπιστοιβάζων, μήτε πενίαν ἐμφαίνων κατὰ τὴν λέξιν· τότε δὲ μᾶλλον πλεόναζε, ὅταν ἢ ἐξαπλοῦν ἀναγκάζῃ τὸ πρᾶγμα, καὶ | |
25 | εἰς ἔκθετον πᾶσιν ἀπαγγέλλειν ἢ αὔξειν ἢ ἐφερμηνεύειν τὸ φθάσαν. ἴσθι ἀσαφὲς, ὡς ὁ Δημοσθένης ἐποίησεν, εἰπὼν ἐκνενευρισμένοι, καὶ ἐπενεγκὼν εἰς σαφή‐ νειαν, καὶ περιῃρημένοι χρήματα καὶ συμμά‐ χους· ὑπὸ γὰρ τοῦ ἀπορεῖν χρημάτων καὶ συμμάχων | |
30 | ἐξενευρίσθησαν καὶ ἐξησθένησαν οἱ Ἀθηναῖοι· ἢ ὅταν | |
ἐλλάμπῃ τῷ λεγομένῳ· τότε γὰρ καὶ διὰ πλειόνων λέ‐ | 581 | |
3.582 | ξεων, ἀλλὰ δὴ καὶ κώλων ἀπαγγείλῃς αὐτό· τὸ γὰρ συ‐ στεῖλαι διὰ βραχέων οὐ τεχνικόν. Χρησιμώτατον τοῖς γράφουσι καὶ ἡ περίφρασις· ἡ δέ ἐστιν εἰπεῖν βία Ἡρα‐ κλέους ἀντὶ τοῦ Ἡρακλῆς, καὶ τὸ διαποθῶ σε, διὰ στορ‐ | |
5 | γῆς ἄγω σε ἀντὶ τοῦ ἀγαπῶ σε, καὶ τὸ διαῤῥέει λόγος ἀντὶ τοῦ διαλέγεται καὶ τὰ τοιαῦτα· χρήσῃ δὲ τῇ περι‐ φράσει οὐχ ἁπλῶς καὶ ἀλόγως, ἀλλ’ ὅτε ζητῶν τὴν κυ‐ ρίαν οὐχ εὑρίσκεις ἴσως, ἢ εὑρίσκων διαγινώσκεις μηδὲν σοφὸν ἢ κομψὸν ἢ ῥητορικὸν ἔχειν ταύτην· οἷον τὸ πο‐ | |
10 | θῶ, ἀγαπῶ, στέργω κοινά εἰσιν· ἀντὶ τούτων κομψεύσῃ τῇ φράσει, εἰπὼν πρὸς θυμοῦ τόδε μοί ἐστι· περικαλ‐ λῆ τρέφω τὰ φίλτρα, προσπαθῶς ἔχω πρός σε καὶ τὰ τοιαῦτα· ὅτε δὲ μὴ τὴν κυρίαν εὑρίσκεις τυχὸν ἐπὶ τῆς κοινολογουμένης σέλλας, ὅτι ἐφεστρὶς λέγεται, εἴπῃς· | |
15 | ἡ τοῖς τοῦ ἵππου νώτοις ἔποχος ἐκ ξύλου καθέδρα, καὶ τὸν ἀναβάτην ὀχοῦσα, καὶ ὅστις τὸ δημολογούμενον ὀρ‐ τάριον εἶπεν ἐξ ἐρίου ἐμβάδα, καὶ τὸ βαμβάκιον γήϊνον ἔριον καὶ σπέρματος ἄνθος ἐριῶδες καὶ τὰ τοιαῦτα. Παράγγελμα ῥητορικόν ἐστι τὸ τὰ ταπεινὰ ὑψηλῶς | |
20 | ἀπαγγέλλειν καὶ ἔμπαλιν τὰ ὑψηλὰ ταπεινῶς, οἷον ἐὰν περὶ θεοῦ μέλλῃς λέγειν, ὑψηλὴ ἔννοια τοῦτο· ἀπαγ‐ γείλῃς οὖν ταύτην διὰ φράσεως καὶ λέξεως ταπεινῆς, ἤτοι καθαρᾶς καὶ σαφοῦς, τοῦτο γὰρ ἐνταῦθα τὸ ταπεινὸν, ὡς ὁ θεολόγος ἐποίησε· θεὸς ἦν μὲν ἀεὶ καὶ | |
25 | ἔστιν καὶ ἔσται· μᾶλλον δὲ τὸ μὲν ἦν καὶ ἔσται τοῦ καθ’ ἡμᾶς χρόνου τμήματα καὶ τὰ ἑξῆς· ὁρᾷς ὅπως καθαρά ἐστιν ἡ φράσις· ἐὰν δὲ ταπεινοτέρα σοι πρόκει‐ ται ἔννοια, τυχὸν ὅτι γυναῖκα ὁ βασιλεὺς ἔγημεν ἐπὶ τῷ τεκνοποιῆσαι, ἀπαγγείλῃς ὑψηλῶς καὶ σεμνῶς εἰπών· πάν‐ | |
30 | των ὁ ἄναξ κρατῶν θείοις νόμοις δουλεύει καὶ σωφροσύ‐ | 582 |
3.583 | νην ἀσπάζεται, καὶ συζυγίαν συναγομένην θεῷ, ὡς καὶ διαδόχους γνησίους τῷ κράτει χαρίσηται καὶ τὰ ὅμοια· ἐνταῦθα δὲ καὶ ἡ ἁδροτέρα λέξις ἁρμόζει, ἡ μὲν γὰρ ὑψηλὴ ἔννοια καὶ βαθυτέρα, ἐὰν ὑψηλῶς ἀπαγγελθῇ, δύσ‐ | |
5 | γνωστος ἔσται· ἡ δὲ ταπεινὴ, ἐὰν ταπεινῶς ἑρμηνευθῇ, ἀχρεία· διὰ ταῦτα σπεῦδε ποιεῖν τὸ παράγγελμα. Ἀλ‐ λὰ καὶ ἡ Ἀττικὴ φράσις σπουδαστέα τοῖς ῥήτορσι, διὸ καὶ περὶ ταύτης εἴπωμέν σοί τινα· ταύτης ἐστὶ καὶ πε‐ ριττολογία καὶ ἔλλειψις· περιττολογία μὲν ὡς τὸ λέγω | |
10 | λόγον, τρέχω δρόμον, γράφω γραφὴν, καὶ τὸ οἷς ὅτι ἀντὶ τοῦ διότι, καὶ ὅτι οὕνεκα τὸ αὐτὸ, καὶ αὖ πάλιν καὶ ἑκὼν εἶναι οὐ σιωπήσομαι· τὸ γὰρ εἶναι περισσὸν ἐνταῦθα, ὡς καὶ Θουκυδίδης· τὸ μὲν ἐπ’ ἐκείνοις εἶναι ἄκριτοι ἀποθνήσκουσι, καὶ τὰ τοιαῦτα· ἔλλειψις δὲ τὸ | |
15 | ἐς Ἅιδου κατέβη καὶ Περσεφόνης, εἰς μυσταγωγοῦ ὥρ‐ μησε, καὶ τὸ τρέχειν τὸν περὶ τῆς ψυχῆς, δρόμον δηλο‐ νότι, καὶ κινδυνεύω τὸν περὶ ψυχῆς, κίνδυνον δηλονότι, καὶ τὸ θαυμάζω σε σοφίας, τὸ ἕνεκα γὰρ ἔξωθεν, καὶ τὸ τοῦ θράσους, τῆς ἀναιδείας, λείπει γὰρ τὸ φεῦ, καὶ | |
20 | τὸ ἐν βραχεῖ ἀπαγγείλας, λόγῳ δηλαδὴ ἢ καιρῷ, καὶ τὸ ὀμνύει μὰ τὸν, καὶ παραλιμπάνει τὸ θεὸν ἢ τὸ δεῖνα· ἀλλὰ καὶ ἐλλείψεις τῶν προθέσεων, ὡς τὸ νύκτα καὶ ἡμέραν ἀλγῶ, ἀντὶ τοῦ κατὰ νύκτα καὶ καθ’ ἡμέραν, καὶ ὧν ἔπαθεν ὀργὴν ἔχει, ἀντὶ τοῦ ὑπὲρ ὧν, καὶ τὸ | |
25 | τῆς πατρίδος μετασκηνῶ, ἀντὶ τοῦ ἀπὸ τῆς πατρίδος τῆς οἰκείας μεταίρω, καὶ ταῦτ’ ἄρα ἀντὶ τοῦ διὰ ταῦτα, καὶ τὰ τοιαῦτα. Ἀττικὴ καὶ ἡ ἔλλειψις τῶν ἄρθρων, ὡς τὸ, θεὸς ἦν μὲν ἀεὶ, ὁ θεὸς γὰρ ἡ κοινὴ λέγει διά‐ λεκτος, καὶ τὸ ἧκεν ἔαρ, χειμὼν ᾤχετο, καὶ τὰ τῶν ἑτέ‐ | |
30 | ρων πτώσεων ἄρθρα, ἑνικῶν τε καὶ πληθυντικῶν, ὡς τὸ ἐξώρμησαν Ἕλληνες κατὰ Τρώων καὶ τὰ τοιαῦτα· καὶ ἡ ἔλλειψις τοῦ ὑπαρκτικοῦ ῥήματος, ὡς τὸ, σὺ μὲν λόγιος, | |
ἐγὼ δὲ ἀμαθής· ἔξωθεν γὰρ τὸ ὑπάρχεις καὶ τὸ ὑπάρ‐ | 583 | |
3.584 | χειν· καὶ τὸ ἀπὸ κοινοῦ λαμβάνειν ῥῆμα ἢ ὄνομα, ὡς ἔχει τὸ, σοὶ μὲν περισπούδαστός ἐστιν ὁ πλοῦτος, καὶ τοιόσδε καὶ τοιόσδε, καὶ μετὰ πολλὰ, ἐμοὶ δὲ οὐκ ἀσπα‐ στός· τὸ γὰρ πλοῦτος ὄνομα ἐνταῦθα ἀπὸ κοινοῦ | |
5 | ἤγουν ἐκ τοῦ ἄνωθεν ἐλήφθη, καὶ ὡς ἐκεῖνο, σὲ μὲν ἡ πενία μεγάλως λυπεῖ, καὶ τόδε σε καὶ τόδε ποιεῖ, καὶ μετὰ πολλὰ, ἐμὲ δὲ οὐδαμῶς· τὸ λυπεῖ γὰρ ὧδε ἀπὸ κοι‐ νοῦ· ἀλλὰ δὴ καὶ τὸ συνεκδοχικὸν ἤτοι τὸ ἐκ τῶν κάτω‐ θεν λαμβανόμενον, καὶ τὸ σοὶ μὲν περισπούδαστος καὶ | |
10 | τοιόσδε καὶ τοιόσδε, ἐμοὶ δὲ μισητὸς ὁ πλοῦτος, σὲ μὲν μεγάλα ἡ πενία, ἐμὲ δὲ μετρίως λυπεῖ. Ἀλλὰ καὶ τὸ φασὶ καὶ εἶπον καὶ φημὶ ἐλλειπτικόν· πολλάκις καὶ ἀπὸ κοινοῦ ἐπὶ τοῖς ἀπαρεμφάτοις ῥήμασιν, ὁποῖον τό· φασὶ τὸν Ἀχιλλέα παρὰ τῆς μητρὸς ἀχθῆναι εἰς παρθενῶνα | |
15 | τοῦ Ἑλληνικοῦ συγκρινομένου κατὰ τῶν Τρώων, καὶ γυναικείους ἐνδῦναι ἱματισμοὺς, ὡς λαθεῖν ἐκεῖσε κρυ‐ πτόμενον. Ὀδυσσέα δὲ τὴν σκηνὴν ἐλέγξαι μεθόδῳ σοφῇ δεινῇ, κἀκεῖνον ἐξαχθέντα συγχωρῆσαι τοῖς λοιποῖς εἰς τὸν πόλεμον· ἐνταῦθα γὰρ τὸ φασὶν ἄνω τεθὲν ἅπαξ | |
20 | προσεπενοήθη καὶ ἐν τοῖς κάτω καὶ μέχρι τέλους ἀπα‐ ρεμφάτοις· καὶ τοιαῦται μὲν αἱ Ἀττικαὶ περιττότητές τε καὶ ἐλλείψεις· πλὴν κρεῖττον ὡς καὶ κομψότερον, εἰ χρῆ‐ ταί τις ταῖς ἐλλείψεσιν· ἡ γὰρ ἔλλειψις συντομίας, ἡ δὲ συντομία ῥητορικωτέρα. Φέρε δὴ καὶ ἑτέρους ἐκθήσομαι | |
25 | ἀττικισμοὺς καὶ τοὺς ἐν χρήσει καὶ αὐτοὺς τοῖς ῥήτορ‐ σιν. Ἀττικὸν ἡ ἀντίπτωσις τὸ νυκτὸς καὶ ἡμέρας γίνε‐ ται τόδε· ἀντὶ τοῦ νύκτα καὶ ἡμέραν· καὶ ἔαρ μὲν ἀνθεῖ τὰ δένδρα, χειμῶνος δὲ ἀπανθεῖ· καὶ δέον ὂν γενέσθαι τόδε, γέγονε τόδε, καὶ τὸ λαμβάνειν τὰ πληθυντικὰ | |
30 | ἀντὶ ἑνικῶν, ὡς τὸ χρῆμα τῶν νυκτῶν ὅσον | |
ἤγουν τῆς νυκτὸς, καὶ τὸ, ἀγαθὸν οἱ λόγοι, φαῦλον αἱ | 584 | |
3.585 | ἀλογίαι, καὶ τὸ λεκτέα καὶ γραπτέα ἀντὶ τοῦ λεκτέον καὶ γραπτέον· καὶ τὸ σὺ μὲν σοφὸς, ἡμεῖς δὲ ἀμαθεῖς, ἀντὶ τοῦ ἐγὼ, καὶ ἔμπαλιν τὰ ἑνικὰ ἀντὶ πληθυντικῶν, ὡς τὸ τὴν πολεμίαν ἵππον ἤλασεν ἀντὶ τοῦ, τῶν πολε‐ | |
5 | μίων ἵππους· πολὺν τὸν αἰχμάλωτον εἵλκυσεν ἀντὶ τοὺς αἰχμαλώτους· καὶ ὁ Δημοσθένης· ἀλλ’ ἡμεῖς γε τὸν Παίονα καὶ Ἰλλυριὸν παρεσκευασμένον ἐπὶ πόλεμον καὶ τὰ τοιαῦτα. Ἀττικὸν καὶ τὸ λαμβάνειν ὄνομα εἰς τὴν χώραν τοῦ ἐπιῤῥήματος· οἷον τό· βαρὺς ἡμῖν ἐπεῤῥάγη, | |
10 | τὸ γὰρ βαρέως μᾶλλον ἐπαφείλετο τῇ συντάξει· καὶ ἀκαταγώνιστος μάχεται καὶ ἄτρεπτος πολεμεῖ καὶ τὰ τοιαῦτα. Ἀττικὸν καὶ τὸ ἐπιφέρειν πληθυντικὸν ἑνικῷ ὀνόματι, ὡς Ὅμηρος, ὣς φάσαν ἡ πληθὺς, καὶ ὁ Δη‐ μοσθένης· ὁ δῆμος κάθησθε ἐκνενευρισμένοι, καὶ τὸ | |
15 | χρῆσθαι τοῖς εὐκτικοῖς ἀντὶ παρῳχημένων, ὡς Θου‐ κυδίδης τὰς νῆας ἃς καταδύσειαν ἀντὶ τοῦ κατέδυσαν· καὶ ἐπεὶ πολεμήσει ὑπὲρ ἡμῶν ἀντὶ τοῦ ἐπολέμησε· καὶ τὸ ἀρσενικῶς ἐκφέρεσθαι τὰ θηλυκὰ, ὡς Εὐριπίδης· στεῤῥὸς ἀνθρώπου φύσις, καὶ ἀγγελθεῖσά μοι γεν‐ | |
20 | ναῖος· καὶ Ὅμηρος· κλυτὸς Ἱπποδάμεια, καὶ ἡ θαυμάσιος καὶ ἡ ἐξαίσιος καὶ ἡ λόγιος, καὶ τὸ λαμβά‐ νειν τὰ συγκριτικὰ ἀντὶ ἁπλῶν, ὡς τὸ, ὁ δεῖνα σοφώ‐ τατος τοῦ δεῖνος, ἀντὶ τοῦ σοφώτερος· καὶ τὸ ἀπὸ μέ‐ ρους λέγειν· ἔφαγον τοῦ ἄρτου, ἔπιον τοῦ οἴνου, καὶ | |
25 | Ἀριστοφάνης· συνετρίβη τῆς κεφαλῆς. Ἀττικὸν καὶ τὸ διὰ τῆς ους ἐκφέρειν τὰς εἰς ες ληγούσας εὐθείας τῶν συγκριτικῶν, οἷον μείζους, χείρους, καλλίους, καὶ τὸ δέ‐ | |
χεσθαι τὸ παθητικὸν ἀντὶ ἐνεργητικοῦ· τύπτομαι τὸν | 585 | |
3.586 | δεῖνα ἀντὶ τοῦ τύπτω, καὶ γράφομαι ἀντὶ τοῦ γράφω· λεγέσθων, νοείσθων ἀντὶ τοῦ λεγέσθωσαν καὶ νοείσθω‐ σαν, ἡ γενικὴ τῆς μετοχῆς ἀντὶ προστακτικοῦ· ποιούν‐ των, λεγόντων ἀντὶ τοῦ ποιείτωσαν καὶ λεγέτωσαν· | |
5 | ἀγωνίζομαι περὶ τοῦ πράγματος κοινὸν, ἀγωνίζομαι πρᾶ‐ γμα Ἀττικὸν, καὶ Ἀριστοφάνης· Ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ ἠγωνίσω· ἀγάλλεται ποιῶν κοινὸν, ἀγάλλεται δὲ ποιεῖν Ἀττικόν. ἤκουσα ἥκειν τὸν δεῖνα κοινὸν, ἤκουσα δὲ ἥκοντα τὸν | |
10 | δεῖνα Ἀττικὸν, οὐδὲν ἀντὶ τοῦ οὐδαμῶς, καὶ Θουκυδίδης· οὐδὲν ἀπανέστησε τοὺς Ἀθηναίους· δέον ὂν γενέσθαι τόδε, ἐγένετο τόδε. Ἀττικὸν καὶ Ἀριστοφάνης, Εἰρημένον δ’ αὐταῖς ἀπαντᾷν ἐνθάδε, Εὕδουσιν. | |
15 | ἀντὶ τοῦ λελεγμένου, προστεταγμένου, καὶ Θουκυδίδης· κυρωθὲν οὐδὲν ἐχώρουν ἐπ’ οἴκου, ἀντὶ τοῦ κυρωθέντος οὐδενός· ἔστι δὲ καὶ τοῦτο τῆς ἄνω ῥηθείσης ἀντιπτώ‐ σεως· ἡ γὰρ αἰτιατικὴ ἐνταῦθα ἀντὶ γενικῆς. Τοσαῦτά σοι καὶ περὶ ἀττικισμοῦ· ἔχοι δ’ ἂν τοιαῦτα πολλὰ ἀνα‐ | |
20 | λέγεσθαι ἀπὸ τοῦ κωμικοῦ Ἀριστοφάνους καὶ τοῦ συγ‐ γραφέως Θουκυδίδου. Τὰ μέντοι χρησιμώτατα, ὡς ὁρᾷς, ἐνταῦθα ἐγράφη σοι εἰσαγωγικὸν τοῖς μέλλουσι γράφειν ῥητορικῶς τὰ χρειωδέστερα τῶν προγυμνασμάτων· ἐν‐ ταῦθα διδάξομέν σε σαφέστερον, ἤγουν μῦθον ὡς διη‐ | |
25 | γηματικὴν ἔχοντα τὴν γραφὴν, ἥτις ἀναγκαιοτάτη παν‐ ταχοῦ τῷ ῥήτορι. καὶ ὡς τὸ πιθανὸν καὶ πλασματικὸν ἐκπαιδεύονται αὐτὸ τὸ διήγημα, ἠθοποιΐαν, ἔκφρασιν, ἐγκώμιον καὶ ψόγον, τελευταῖον περὶ ἀνασκευῆς καὶ κα‐ τασκευῆς κεφαλαίου, συμβουλευτικοῦ ἢ ἐγκωμιαστικοῦ καὶ | |
30 | ἀλλοίου· ἤγουν περὶ ἐπιχειρημάτων, ἐργασιῶν, ἐνθυμη‐ | 586 |
3.587 | μάτων καὶ τοιούτων. Ἐγράψαμεν δέ σοι ἐνταῦθα περὶ τῆς τοιαύτης ἀκολουθίας τοῦ κεφαλαίου ἀντὶ τῆς προ‐ γυμναστικῆς χρείας καὶ τῆς γνώμης· ὡς κεφάλαιον γὰρ εἰσάγεται καὶ τούτων ἑκάστη, ἐλλιπῆ δὲ τὴν κατασκευὴν | |
5 | ἔσχεν ἐν τοῖς προγυμνάσμασιν. ἐνταῦθα δὲ ἐντελεστέραν ταύτην ἐκτιθέαμεν. ἐξακριβωσάμενοι οὖν τὰ ἐνταῦθα γραφόμενά σοι προγυμνάσματα ἅπαν σχεδὸν κερδανεῖς τὸ τοῖς λογογραφοῦσι χρήσιμον. καὶ ἐν ἐγκωμιαστικοῖς δὲ διηγήματα καί ποτε καὶ ἐκφράσεις ἢ μιμήσεις ἠθῶν· | |
10 | ὁμοίως καὶ ἐν ψόγοις ποτέ τι τοιοῦτον καὶ ἐν ἐπιστολι‐ μαίοις, ἐν στίχοις καὶ ἐν εἴδει λόγου παντὸς, καὶ κεφά‐ λαιον κατασκευῆς εἴτε ἀνασκευῆς· πρὸ δὲ τῆς διδασκα‐ λίας ταύτης τῶν προγυμνασμάτων καθολικά τινα διδάξο‐ μέν σε, ἐν παντὶ λόγῳ ἐξ ἀνάγκης καὶ αὐτὰ εὑρισκόμενα | |
15 | εἴτε διηγηματικῷ εἴτε ἐγκωμιαστικῷ, ἢ ὁποίῳ δή τινι | |
ἑτέρῳ. | 587 |